Lucian

Dialogues of the Gods, 9

Ποσειδων
Πο.
Πο.

ἔστιν, Ἑρμῆ, νῦν ἐντυχεῖν τῷ Διί;

Ερμης
Ερ.
Ερ.

οὐδαμῶς, Πόσειδον.

Ποσειδων
Πο.
Πο.

ὅμως προσάγγειλον αὐτῷ.

Ερμης
Ερ.
Ερ.

μὴ ἐνόχλει, φημί · ἄκαιρον γάρ ἐστιν, ὥστε οὐκ ἂν ἴδοις αὐτὸν ἐν τῷ παρόντι

Ποσειδων
Πο.
Πο.

μῶν τῇ Ἥρᾳ σύνεστιν;

Ερμης
Ερ.
Ερ.

οὔκ, ἀλλ’ἑτεροῖόν τί ἐστι.

Ποσειδων
Πο.
Πο.

συνίημι · Γανυμήδης ἔνδον.

Ερμης
Ερ.
Ερ.

οὐ δὲ τοῦτο · ἀλλὰ μαλακῶς ἔχει αὐτός.

Ποσειδων
Πο.
Πο.

πόθεν, Ἑρμῆ; δεινὸν γὰρ τοῦτο φής.

Ερμης
Ερ.
Ερ.

αἰσχύνομαι εἰπεῖν, τοιοῦτόν ἐστιν.

Ποσειδων
Πο.
Πο.

ἀλλὰ οὐ χρὴ πρὸς ἐμὲ θεῖόν γε ὄντα.

Ερμης
Ερ.
Ερ.

τέτοκεν ἀρτίως, Πόσειδον.

Ποσειδων
Πο.
Πο.

ἄπαγε, τέτοκεν ἐκεῖνος; ἐκ τίνος; οὐκοῦν ἐλελήθει ἡμᾶς ἀνδρόγυνος ὤν; ἀλλὰ οὐ δὲ ἐπεσήμανεν γαστὴρ αὐτῷ ὄγκον τινά.

Ερμης
Ερ.
Ερ.

εὖ λέγεις · οὐ γὰρ ἐκείνη εἶχε τὸ ἔμβρυον.

Ποσειδων
Πο.
Πο.

οἶδα · ἐκ τῆς κεφαλῆς ἔτεκεν αὖθις ὥσπερ τὴν Ἀθηνᾶν · τοκάδα γὰρ τὴν κεφαλὴν ἔχει.

Ερμης
Ερ.
Ερ.

οὔκ, ἀλλὰ ἐν τῷ μηρῷ ἐκύει τὸ ἐκ τῆς Σεμέλης βρέφος.

Ποσειδων
Πο.
Πο.

εὖ γε γενναῖος, ὡς ὅλος ἡμῖν κυοφορεῖ καὶ πανταχόθι τοῦ σώματος. ἀλλὰ τίς Σεμέλη ἐστί;

Ερμης
Ερ.
Ερ.

Θηβαία, τῶν Κάδμου θυγατέρων μία. ταύτῃ συνελθὼν ἐγκύμονα ἐποίησεν.

Ποσειδων
Πο.
Πο.

εἶτα ἔτεκεν, Ἑρμῆ, ἀντ’ἐκείνης;

Ερμης
Ερ.
Ερ.

καὶ μάλα, εἰ καὶ παράδοξον εἶναί σοι δοκεῖ · τὴν μὲν γὰρ Σεμέλην ὑπελθοῦσα Ἥρα οἶσθα ὡς ζηλότυπός ἐστι πείθει αἰτῆσαι παρὰ τοῦ Διὸς μετὰ βροντῶν καὶ ἀστραπῶν ἥκειν παρ’αὐτήν · ὡς δὲ ἐπείσθη καὶ ἧκεν ἔχων καὶ τὸν κεραυνόν, ἀνεφλέγη ὄροφος, καὶ Σεμέλη μὲν διαφθείρεται ὑπὸ τοῦ πυρός, ἐμὲ δὲ κελεύει ἀνατεμόντα τὴν γαστέρα τῆς γυναικὸς ἀνακομίσαι ἀτελὲς ἔτι αὐτῷ τὸ ἔμβρυον ἑπτάμηνον · καὶ ἐπειδὴ ἐποίησα, διελὼν τὸν ἑαυτοῦ μηρὸν ἐντίθησιν, ὡς ἀποτελεσθείη ἐνταῦθα, καὶ νῦν τρίτῳ ἤδη μηνὶ ἐξέτεκεν αὐτὸ καὶ μαλακῶς ἀπὸ τῶν ὠδίνων ἔχει.

Ποσειδων
Πο.
Πο.

νῦν οὖν ποῦ τὸ βρέφος ἐστίν;

Ερμης
Ερ.
Ερ.

ἐς τὴν Νῦσαν ἀποκομίσας ἔδωκα ταῖς Νύμφαις ἀνατρέφειν Διόνυσον ἐπονομασθέντα.

Ποσειδων
Πο.
Πο.

οὐκοῦν ἀμφότερα τοῦ Διονύσου τούτου καὶ μήτηρ καὶ πατὴρ ἀδελφός ἐστιν;

Ερμης
Ερ.
Ερ.

ἔοικεν. ἄπειμι δ’οὖν ὕδωρ αὐτῷ πρὸς τὸ τραῦμα οἴσων καὶ τὰ ἄλλα ποιήσων νομίζεται ὥσπερ λεχοῖ.