Plato

Laws, 1

Αθηναιος
Αθ.
Αθ.

θεὸς τις ἀνθρώπων ὑμῖν, ξένοι, εἴληφε τὴν αἰτίαν τῆς τῶν νόμων διαθέσεως;

Κλεινιας
Κλ.
Κλ.

θεός, ξένε, θεός, ὥς γε τὸ δικαιότατον εἰπεῖν · παρὰ μὲν ἡμῖν Ζεύς, παρὰ δὲ Λακεδαιμονίοις, ὅθεν ὅδε ἐστίν, οἶμαι φάναι τούτους Ἀπόλλωνα. γάρ;

Μεγιλλος
Με.
Με.

ναί.

Αθηναιος
Αθ.
Αθ.

μῶν οὖν καθ’Ὅμηρον λέγεις ὡς τοῦ Μίνω φοιτῶντος 624bπρὸς τὴν τοῦ πατρὸς ἑκάστοτε συνουσίαν δι’ἐνάτου ἔτους καὶ κατὰ τὰς παρ’ἐκείνου φήμας ταῖς πόλεσιν ὑμῖν θέντος τοὺς νόμους;

Κλεινιας
Κλ.
Κλ.

λέγεται γὰρ οὕτω παρ’ἡμῖν · καὶ δὴ καὶ τὸν ἀδελφόν γε αὐτοῦ Ῥαδάμανθυν ἀκούετε γὰρ τὸ ὄνομα δικαιότατον 625aγεγονέναι. τοῦτον οὖν φαῖμεν ἂν ἡμεῖς γε οἱ Κρῆτες, ἐκ τοῦ τότε διανέμειν τὰ περὶ τὰς δίκας, ὀρθῶς τοῦτον τὸν ἔπαινον αὐτὸν εἰληφέναι.

Αθηναιος
Αθ.
Αθ.

καὶ καλόν γε τὸ κλέος ὑεῖτε Διὸς μάλα πρέπον. ἐπειδὴ δὲ ἐν τοιούτοις ἤθεσι τέθραφθε νομικοῖς σύτε καὶ ὅδε, προσδοκῶ οὐκ ἂν ἀηδῶς περίτε πολιτείας τὰ νῦν καὶ νόμων τὴν διατριβήν, λέγοντάςτε καὶ ἀκούοντας ἅμα κατὰ 625bτὴν πορείαν, ποιήσασθαι. πάντως δ’ γε ἐκ Κνωσοῦ ὁδὸς εἰς τὸ τοῦ Διὸς ἄντρον καὶ ἱερόν, ὡς ἀκούομεν, ἱκανή, καὶ ἀνάπαυλαι κατὰ τὴν ὁδόν, ὡς εἰκός, πνίγους ὄντος τὰ νῦν, ἐν τοῖς ὑψηλοῖς δένδρεσίν εἰσι σκιαραί, καὶ ταῖς ἡλικίαις πρέπον ἂν ἡμῶν εἴη τὸ διαναπαύεσθαι πυκνὰ ἐν αὐταῖς, λόγοιςτε ἀλλήλους παραμυθουμένους τὴν ὁδὸν ἅπασαν οὕτω μετὰ ῥᾳστώνης διαπερᾶναι.

Κλεινιας
Κλ.
Κλ.

καὶ μὴν ἔστιν γε, ξένε, προϊόντι κυπαρίττωντε 625cἐν τοῖς ἄλσεσιν ὕψη καὶ κάλλη θαυμάσια, καὶ λειμῶνες ἐν οἷσιν ἀναπαυόμενοι διατρίβοιμεν ἄν.

Αθηναιος
Αθ.
Αθ.

ὀρθῶς λέγεις.

Κλεινιας
Κλ.
Κλ.

πάνυ μὲν οὖν · ἰδόντες δὲ μᾶλλον φήσομεν. ἀλλ’ἴωμεν ἀγαθῇ τύχῃ.

Αθηναιος
Αθ.
Αθ.

ταῦτ’εἴη. καί μοι λέγε · κατὰ τί τὰ συσσίτιάτε ὑμῖν συντέταχεν νόμος καὶ τὰ γυμνάσια καὶ τὴν τῶν ὅπλων ἕξιν;

Κλεινιας
Κλ.
Κλ.

οἶμαι μέν, ξένε, καὶ παντὶ ῥᾴδιον ὑπολαβεῖν εἶναι τά γε ἡμέτερα. τὴν γὰρ τῆς χώρας πάσης Κρήτης φύσιν 625dὁρᾶτε ὡς οὐκ ἔστι, καθάπερ τῶν Θετταλῶν, πεδιάς, διὸ δὴ καὶ τοῖς μὲν ἵπποις ἐκεῖνοι χρῶνται μᾶλλον, δρόμοισιν δὲ ἡμεῖς · ἥδε γὰρ ἀνώμαλος αὖ καὶ πρὸς τὴν τῶν πεζῇ δρόμων ἄσκησιν μᾶλλον σύμμετρος. ἐλαφρὰ δὴ τὰ ὅπλα ἀναγκαῖον ἐν τῷ τοιούτῳ κεκτῆσθαι καὶ μὴ βάρος ἔχοντα θεῖν · τῶν δὴ τόξων καὶ τοξευμάτων κουφότης ἁρμόττειν δοκεῖ. ταῦτ’οὖν πρὸς τὸν πόλεμον ἡμῖν ἅπαντα ἐξήρτυται, 625eκαὶ πάνθ’ νομοθέτης, ὥς γ’ἐμοὶ φαίνεται, πρὸς τοῦτο βλέπων συνετάττετο · ἐπεὶ καὶ τὰ συσσίτια κινδυνεύει συναγαγεῖν, ὁρῶν ὡς πάντες ὁπόταν στρατεύωνται, τόθ’ὑπ’αὐτοῦ τοῦ πράγματος ἀναγκάζονται φυλακῆς αὑτῶν ἕνεκα συσσιτεῖν τοῦτον τὸν χρόνον. ἄνοιαν δή μοι δοκεῖ καταγνῶναι τῶν πολλῶν ὡς οὐ μανθανόντων ὅτι πόλεμος ἀεὶ πᾶσιν διὰ βίου συνεχής ἐστι πρὸς ἁπάσας τὰς πόλεις · εἰ δὴ πολέμου γε ὄντος φυλακῆς ἕνεκα δεῖ συσσιτεῖν καί τινας ἄρχοντας καὶ 626aἀρχομένους διακεκοσμημένους εἶναι φύλακας αὐτῶν, τοῦτο καὶ ἐν εἰρήνῃ δραστέον. ἣν γὰρ καλοῦσιν οἱ πλεῖστοι τῶν ἀνθρώπων εἰρήνην, τοῦτ’εἶναι μόνον ὄνομα, τῷ δ’ἔργῳ πάσαις πρὸς πάσας τὰς πόλεις ἀεὶ πόλεμον ἀκήρυκτον κατὰ φύσιν εἶναι. καὶ σχεδὸν ἀνευρήσεις, οὕτω σκοπῶν, τὸν Κρητῶν νομοθέτην ὡς εἰς τὸν πόλεμον ἅπαντα δημοσίᾳ καὶ ἰδίᾳ τὰ νόμιμα ἡμῖν ἀποβλέπων συνετάξατο, καὶ κατὰ ταῦτα 626bοὕτω φυλάττειν παρέδωκε τοὺς νόμους, ὡς τῶν ἄλλων οὐδενὸς οὐδὲν ὄφελος ὂν οὔτε κτημάτων οὔτ’ἐπιτηδευμάτων, ἂν μὴ τῷ πολέμῳ ἄρα κρατῇ τις, πάντα δὲ τὰ τῶν νικωμένων ἀγαθὰ τῶν νικώντων γίγνεσθαι.

Αθηναιος
Αθ.
Αθ.

καλῶς γε, ξένε, φαίνῃ μοι γεγυμνάσθαι πρὸς τὸ διειδέναι τὰ Κρητῶν νόμιμα. τόδε δέ μοι φράζε ἔτι σαφέστερον · ὃν γὰρ ὅρον ἔθου τῆς εὖ πολιτευομένης πόλεως, 626cδοκεῖς μοι λέγειν οὕτω κεκοσμημένην οἰκεῖν δεῖν, ὥστε πολέμῳ νικᾶν τὰς ἄλλας πόλεις. γάρ;

Κλεινιας
Κλ.
Κλ.

πάνυ μὲν οὖν · οἶμαι δὲ καὶ τῷδε οὕτω συνδοκεῖν.

Μεγιλλος
Με.
Με.

πῶς γὰρ ἂν ἄλλως ἀποκρίναιτο, θεῖε, Λακεδαιμονίων γε ὁστισοῦν;

Αθηναιος
Αθ.
Αθ.

πότερ’οὖν δὴ πόλεσι μὲν πρὸς πόλεις ὀρθὸν τοῦτ’ἐστί, κώμῃ δὲ πρὸς κώμην ἕτερον;

Κλεινιας
Κλ.
Κλ.

οὐδαμῶς.

Αθηναιος
Αθ.
Αθ.

ἀλλὰ ταὐτόν;

Κλεινιας
Κλ.
Κλ.

ναί.

Αθηναιος
Αθ.
Αθ.

τί δέ; πρὸς οἰκίαν οἰκίᾳ τῶν ἐν τῇ κώμῃ, καὶ πρὸς ἄνδρα ἀνδρὶ ἑνὶ πρὸς ἕνα, ταὐτὸν ἔτι;

Κλεινιας
Κλ.
Κλ.

ταὐτόν.

Αθηναιος
Αθ.
Αθ.

αὐτῷ δὲ πρὸς αὑτὸν πότερον ὡς πολεμίῳ πρὸς πολέμιον διανοητέον; πῶς ἔτι λέγομεν;

Κλεινιας
Κλ.
Κλ.

ξένε Ἀθηναῖε οὐ γάρ σε Ἀττικὸν ἐθέλοιμ’ἂν προσαγορεύειν · δοκεῖς γάρ μοι τῆς θεοῦ ἐπωνυμίας ἄξιος εἶναι μᾶλλον ἐπονομάζεσθαι · τὸν γὰρ λόγον ἐπ’ἀρχὴν ὀρθῶς ἀναγαγὼν σαφέστερον ἐποίησας, ὥστε ῥᾷον ἀνευρήσεις ὅτι νυνδὴ ὑφ’ἡμῶν ὀρθῶς ἐρρήθη τὸ πολεμίους εἶναι πάντας πᾶσιν δημοσίᾳτε, καὶ ἰδίᾳ ἑκάστους αὐτοὺς σφίσιν αὐτοῖς.

Αθηναιος
Αθ.
Αθ.

πῶς εἴρηκας, θαυμάσιε;

Κλεινιας
Κλ.
Κλ.

κἀνταῦθα, ξένε, τὸ νικᾶν αὐτὸν αὑτὸν πασῶν νικῶν πρώτητε καὶ ἀρίστη, τὸ δὲ ἡττᾶσθαι αὐτὸν ὑφ’ἑαυτοῦ πάντων αἴσχιστόντε ἅμα καὶ κάκιστον. ταῦτα γὰρ ὡς πολέμου ἐν ἑκάστοις ἡμῶν ὄντος πρὸς ἡμᾶς αὐτοὺς σημαίνει.

Αθηναιος
Αθ.
Αθ.

πάλιν τοίνυν τὸν λόγον ἀναστρέψωμεν. ἐπειδὴ γὰρ εἷς ἕκαστος ἡμῶν μὲν κρείττων αὑτοῦ, δὲ ἥττων 627aἐστί, πότερα φῶμεν οἰκίαντε καὶ κώμην καὶ πόλιν ἔχειν ταὐτὸν τοῦτο ἐν αὑταῖς μὴ φῶμεν;

Κλεινιας
Κλ.
Κλ.

τὸ κρείττωτε ἑαυτῆς εἶναι λέγεις τινά, τὴν δ’ἥττω;

Αθηναιος
Αθ.
Αθ.

ναί.

Κλεινιας
Κλ.
Κλ.

καὶ τοῦτο ὀρθῶς ἤρου · πάνυ γὰρ ἔστι καὶ σφόδρα τὸ τοιοῦτον, οὐχ ἥκιστα ἐν ταῖς πόλεσιν. ἐν ὁπόσαις μὲν γὰρ οἱ ἀμείνονες νικῶσιν τὸ πλῆθος καὶ τοὺς χείρους, ὀρθῶς ἂν αὕτη κρείττωντε ἑαυτῆς λέγοιθ’ πόλις, ἐπαινοῖτότε ἂν δικαιότατα τῇ τοιαύτῃ νίκῃ · τοὐναντίον δέ, ὅπου τἀναντία.

Αθηναιος
Αθ.
Αθ.

τὸ μὲν τοίνυν εἴ ποτέ ἐστίν που τὸ χεῖρον κρεῖττον τοῦ ἀμείνονος ἐάσωμεν μακροτέρου γὰρ λόγου τὸ δὲ ὑπὸ σοῦ λεγόμενον μανθάνω νῦν, ὥς ποτε πολῖται, συγγενεῖς καὶ τῆς αὐτῆς πόλεως γεγονότες, ἄδικοι καὶ πολλοὶ συνελθόντες, δικαίους ἐλάττους ὄντας βιάσονται δουλούμενοι, καὶ ὅταν μὲν κρατήσωσιν, ἥττων πόλις αὑτῆς ὀρθῶς αὕτη λέγοιτ’ἂν ἅμα καὶ κακή, ὅπου δ’ἂν ἡττῶνται, κρείττωντε καὶ ἀγαθή.

Κλεινιας
Κλ.
Κλ.

καὶ μάλα ἄτοπον, ξένε, τὸ νῦν λεγόμενον · ὅμως δὲ ὁμολογεῖν οὕτως ἀναγκαιότατον.

Αθηναιος
Αθ.
Αθ.

ἔχε δή. καὶ τόδε πάλιν ἐπισκεψώμεθα · πολλοὶ ἀδελφοί που γένοιντ’ἂν ἑνὸς ἀνδρόςτε καὶ μιᾶς ὑεῖς, καὶ δὴ καὶ θαυμαστὸν οὐδὲν τοὺς πλείους μὲν ἀδίκους αὐτῶν γίγνεσθαι, τοὺς δὲ ἐλάττους δικαίους.

Κλεινιας
Κλ.
Κλ.

οὐ γὰρ οὖν.

Αθηναιος
Αθ.
Αθ.

καὶ οὐκ ἂν εἴη γε πρέπον ἐμοίτε καὶ ὑμῖν τοῦτο θηρεύειν, ὅτι νικώντων μὲν τῶν πονηρῶν τε οἰκία καὶ συγγένεια αὕτη πᾶσα ἥττων αὑτῆς λέγοιτ’ἄν, κρείττων δὲ 627dἡττωμένων · οὐ γὰρ εὐσχημοσύνηςτε καὶ ἀσχημοσύνης ῥημάτων ἕνεκα τὰ νῦν σκοπούμεθα πρὸς τὸν τῶν πολλῶν λόγον, ἀλλ’ὀρθότητόςτε καὶ ἁμαρτίας πέρι νόμων, ἥτις ποτ’ἐστὶν φύσει.

Κλεινιας
Κλ.
Κλ.

ἀληθέστατα, ξένε, λέγεις.

Μεγιλλος
Με.
Με.

καλῶς μὲν οὖν, ὥς γε ἐμοὶ συνδοκεῖν, τό γε τοσοῦτον, τὰ νῦν.

Αθηναιος
Αθ.
Αθ.

ἴδωμεν δὴ καὶ τόδε · τούτοις τοῖς ἄρτι λεγομένοις ἀδελφοῖς γένοιτ’ἄν πού τις δικαστής;

Κλεινιας
Κλ.
Κλ.

πάνυ γε.

Αθηναιος
Αθ.
Αθ.

πότερος οὖν ἀμείνων, ὅστις τοὺς μὲν ἀπολέσειεν 627eαὐτῶν ὅσοι κακοί, τοὺς δὲ βελτίους ἄρχειν αὐτοὺς αὑτῶν προστάξειεν, ὅδε ὃς ἂν τοὺς μὲν χρηστοὺς ἄρχειν, τοὺς χείρους δ’ἐάσας ζῆν ἄρχεσθαι ἑκόντας ποιήσειεν; τρίτον δέ που δικαστὴν πρὸς ἀρετὴν εἴπωμεν, εἴ τις εἴη τοιοῦτος ὅστις παραλαβὼν συγγένειαν μίαν διαφερομένην, μήτε ἀπολέσειεν 628aμηδένα, διαλλάξας δὲ εἰς τὸν ἐπίλοιπον χρόνον, νόμους αὐτοῖς θείς, πρὸς ἀλλήλους παραφυλάττειν δύναιτο ὥστε εἶναι φίλους.

Κλεινιας
Κλ.
Κλ.

μακρῷ ἀμείνων γίγνοιτ’ἂν τοιοῦτος δικαστήςτε καὶ νομοθέτης.

Αθηναιος
Αθ.
Αθ.

καὶ μὴν τοὐναντίον γε πρὸς πόλεμον ἂν βλέπων αὐτοῖς τοὺς νόμους διανομοθετοῖ.

Κλεινιας
Κλ.
Κλ.

τοῦτο μὲν ἀληθές.

Αθηναιος
Αθ.
Αθ.

τί δ’ τὴν πόλιν συναρμόττων; πρὸς πόλεμον αὐτῆς ἂν τὸν ἔξωθεν βλέπων τὸν βίον κοσμοῖ μᾶλλον, 628b πρὸς πόλεμον τὸν ἐν αὐτῇ γιγνόμενον ἑκάστοτε, δὴ καλεῖται στάσις; ὃν μάλιστα μὲν ἅπας ἂν βούλοιτο μήτε γενέσθαι ποτὲ ἐν ἑαυτοῦ πόλει γενόμενόντε ὡς τάχιστα ἀπαλλάττεσθαι.

Κλεινιας
Κλ.
Κλ.

δῆλον ὅτι πρὸς τοῦτον.

Αθηναιος
Αθ.
Αθ.

πότερα δὲ ἀπολομένων αὖ τῶν ἑτέρων εἰρήνην τῆς στάσεως γενέσθαι, νικησάντων δὲ ποτέρων, δέξαιτ’ἄν τις, μᾶλλον φιλίαςτε καὶ εἰρήνης ὑπὸ διαλλαγῶν γενομένης, οὕτω τοῖς ἔξωθεν πολεμίοις προσέχειν ἀνάγκην εἶναι τὸν 628cνοῦν;

Κλεινιας
Κλ.
Κλ.

οὕτω πᾶς ἂν ἐθέλοι πρότερον ’κείνως περὶ τὴν αὑτοῦ γίγνεσθαι πόλιν.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν καὶ νομοθέτης ὡσαύτως;

Κλεινιας
Κλ.
Κλ.

τί μήν;

Αθηναιος
Αθ.
Αθ.

ἆρα οὖν οὐ τοῦ ἀρίστου ἕνεκα πάντα ἂν τὰ νόμιμα τιθείη πᾶς;

Κλεινιας
Κλ.
Κλ.

πῶς δ’οὔ;

Αθηναιος
Αθ.
Αθ.

τό γε μὴν ἄριστον οὔτε πόλεμος οὔτε στάσις, ἀπευκτὸν δὲ τὸ δεηθῆναι τούτων, εἰρήνη δὲ πρὸς ἀλλήλους ἅμα καὶ φιλοφροσύνη, καὶ δὴ καὶ τὸ νικᾶν, ὡς ἔοικεν, αὐτὴν 628dαὑτὴν πόλιν οὐκ ἦν τῶν ἀρίστων ἀλλὰ τῶν ἀναγκαίων · ὅμοιον ὡς εἰ κάμνον σῶμα ἰατρικῆς καθάρσεως τυχὸν ἡγοῖτό τις ἄριστα πράττειν τότε, τῷ δὲ μη δὲ τὸ παράπαν δεηθέντι σώματι μη δὲ προσέχοι τὸν νοῦν, ὡσαύτως δὲ καὶ πρὸς πόλεως εὐδαιμονίαν καὶ ἰδιώτου διανοούμενος οὕτω τις οὔτ’ἄν ποτε πολιτικὸς γένοιτο ὀρθῶς, πρὸς τὰ ἔξωθεν πολεμικὰ ἀποβλέπων μόνον καὶ πρῶτον, οὔτ’ἂν νομοθέτης ἀκριβής, εἰ μὴ χάριν εἰρήνης τὰ πολέμου νομοθετοῖ μᾶλλον 628e τῶν πολεμικῶν ἕνεκα τὰ τῆς εἰρήνης.

Κλεινιας
Κλ.
Κλ.

φαίνεται μέν πως λόγος οὗτος, ξένε, ὀρθῶς εἰρῆσθαι, θαυμάζω γε μὴν εἰ τάτε παρ’ἡμῖν νόμιμα καὶ ἔτι τὰ περὶ Λακεδαίμονα μὴ πᾶσαν τὴν σπουδὴν τούτων ἕνεκα πεποίηται.

Αθηναιος
Αθ.
Αθ.

τάχ’ἂν ἴσως · δεῖ δὲ οὐδὲν σκληρῶς ἡμᾶς αὐτοῖς διαμάχεσθαι τὰ νῦν ἀλλ’ἠρέμα ἀνερωτᾶν, ὡς μάλιστα περὶ ταῦτα ἡμῶντε καὶ ἐκείνων σπουδαζόντων. καί μοι τῷ λόγῳ συνακολουθήσατε. προστησώμεθα γοῦν Τύρταιον, τὸν φύσει μὲν Ἀθηναῖον, τῶνδε δὲ πολίτην γενόμενον, ὃς δὴ μάλιστα ἀνθρώπων περὶ ταῦτα ἐσπούδακεν εἰπὼν ὅτι οὔτ’ἂν μνησαίμην οὔτ’ἐν λόγῳ ἄνδρα τιθείμην 629bοὔτ’εἴ τις πλουσιώτατος ἀνθρώπων εἴη, φησίν, οὔτ’εἰ πολλὰ ἀγαθὰ κεκτημένος, εἰπὼν σχεδὸν ἅπαντα, ὃς μὴ περὶ τὸν πόλεμον ἄριστος γίγνοιτ’ἀεί. ταῦτα γὰρ ἀκήκοάς που καὶ σὺ τὰ ποιήματα · ὅδε μὲν γὰρ οἶμαι διακορὴς αὐτῶν ἐστι.

Μεγιλλος
Με.
Με.

πάνυ μὲν οὖν.

Κλεινιας
Κλ.
Κλ.

καὶ μὴν καὶ παρ’ἡμᾶς ἐλήλυθε κομισθέντα ἐκ Λακεδαίμονος.

Αθηναιος
Αθ.
Αθ.

ἴθι νυν ἀνερώμεθα κοινῇ τουτονὶ τὸν ποιητὴν οὑτωσί πως · Τύρταιε, ποιητὰ θειότατε δοκεῖς γὰρ δὴ 629cσοφὸς ἡμῖν εἶναι καὶ ἀγαθός, ὅτι τοὺς μὲν ἐν τῷ πολέμῳ διαφέροντας διαφερόντως ἐγκεκωμίακας ἤδη οὖν τυγχάνομεν ἐγώτε καὶ ὅδε καὶ Κλεινίας Κνώσιος οὑτοσὶ συμφερόμενοί σοι περὶ τούτου σφόδρα, ὡς δοκοῦμεν · εἰ δὲ περὶ τῶν αὐτῶν λέγομεν ἀνδρῶν μή, βουλόμεθα σαφῶς εἰδέναι. λέγε οὖν ἡμῖν · ἆρα εἴδη δύο πολέμου καθάπερ ἡμεῖς ἡγῇ καὶ σὺ σαφῶς; πῶς; πρὸς ταῦτ’οἶμαι κἂν πολὺ φαυλότερος 629dεἴποι Τυρταίου τις τἀληθές, ὅτι δύο, τὸ μὲν καλοῦμεν ἅπαντες στάσιν, ὃς δὴ πάντων πολέμων χαλεπώτατος, ὡς ἔφαμεν ἡμεῖς νυνδή · τὸ δὲ ἄλλο πολέμου θήσομεν οἶμαι γένος ἅπαντες πρὸς τοὺς ἐκτόςτε καὶ ἀλλοφύλους χρώμεθα διαφερόμενοι, πολὺ πρᾳότερον ἐκείνου.

Κλεινιας
Κλ.
Κλ.

πῶς γὰρ οὔ;

Αθηναιος
Αθ.
Αθ.

φέρε δή, ποτέρους, καὶ πρὸς πότερον ἐπαινῶν τὸν πόλεμον, οὕτως ὑπερεπῄνεσας, τοὺς δὲ ἔψεξας τῶν ἀνδρῶν; ἔοικας μὲν γὰρ πρὸς τοὺς ἐκτός · εἴρηκας γοῦν ὧδε ἐν τοῖς 629eποιήμασιν, ὡς οὐδαμῶς τοὺς τοιούτους ἀνεχόμενος, οἳ μὴ τολμήσωσιν μὲν ὁρᾶν φόνον αἱματόεντα, καὶ δηίων ὀρέγοιντ’ἐγγύθεν ἱστάμενοι. οὐκοῦν τὰ μετὰ ταῦτα εἴποιμεν ἂν ἡμεῖς ὅτι σὺ μὲν ἐπαινεῖς, ὡς ἔοικας, Τύρταιε, μάλιστα τοὺς πρὸς τὸν ὀθνεῖόντε καὶ ἔξωθεν πόλεμον γιγνομένους ἐπιφανεῖς. φαίη ταῦτ’ἄν που καὶ ὁμολογοῖ;

Κλεινιας
Κλ.
Κλ.

τί μήν;

Αθηναιος
Αθ.
Αθ.

ἡμεῖς δέ γε ἀγαθῶν ὄντων τούτων ἔτι φαμὲν ἀμείνους εἶναι καὶ πολὺ τοὺς ἐν τῷ μεγίστῳ πολέμῳ γιγνομένους ἀρίστους διαφανῶς · ποιητὴν δὲ καὶ ἡμεῖς μάρτυρ’ἔχομεν, Θέογνιν, πολίτην τῶν ἐν Σικελίᾳ Μεγαρέων, ὅς φησιν πιστὸς ἀνὴρ χρυσοῦτε καὶ ἀργύρου ἀντερύσασθαι ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ. τοῦτον δή φαμεν ἐν πολέμῳ χαλεπωτέρῳ ἀμείνονα ἐκείνου πάμπολυ γίγνεσθαι, σχεδὸν ὅσον ἀμείνων δικαιοσύνη καὶ 630bσωφροσύνη καὶ φρόνησις εἰς ταὐτὸν ἐλθοῦσαι μετ’ἀνδρείας, αὐτῆς μόνης ἀνδρείας. πιστὸς μὲν γὰρ καὶ ὑγιὴς ἐν στάσεσιν οὐκ ἄν ποτε γένοιτο ἄνευ συμπάσης ἀρετῆς · διαβάντες δ’εὖ καὶ μαχόμενοι ἐθέλοντες ἀποθνῄσκειν ἐν πολέμῳ φράζει Τύρταιος τῶν μισθοφόρων εἰσὶν πάμπολλοι, ὧν οἱ πλεῖστοι γίγνονται θρασεῖς καὶ ἄδικοι καὶ ὑβρισταὶ καὶ ἀφρονέστατοι σχεδὸν ἁπάντων, ἐκτὸς δή τινων εὖ μάλα ὀλίγων. ποῖ δὴ τελευτᾷ νῦν ἡμῖν οὗτος λόγος, καὶ τί 630cφανερόν ποτε ποιῆσαι βουληθεὶς λέγει ταῦτα; δῆλον ὅτι τόδε, ὡς παντὸς μᾶλλον καὶ τῇδε παρὰ Διὸς νομοθέτης, πᾶςτε οὗ καὶ σμικρὸν ὄφελος, οὐκ ἄλλο πρὸς τὴν μεγίστην ἀρετὴν μάλιστα βλέπων ἀεὶ θήσει τοὺς νόμους · ἔστι δέ, ὥς φησιν Θέογνις, αὕτη πιστότης ἐν τοῖς δεινοῖς, ἥν τις δικαιοσύνην ἂν τελέαν ὀνομάσειεν. ἣν δ’αὖ Τύρταιος ἐπῄνεσεν μάλιστα, καλὴ μὲν καὶ κατὰ καιρὸν κεκοσμημένη τῷ ποιητῇ, τετάρτη μέντοι ὅμως ἀριθμῷτε καὶ δυνάμει τοῦ 630dτιμία εἶναι λέγοιτ’ἂν ὀρθότατα.

Κλεινιας
Κλ.
Κλ.

ξένε, τὸν νομοθέτην ἡμῶν ἀποβάλλομεν εἰς τοὺς πόρρω νομοθέτας.

Αθηναιος
Αθ.
Αθ.

οὐχ ἡμεῖς γε, ἄριστε, ἀλλ’ἡμᾶς αὐτούς, ὅταν οἰώμεθα πάντα τάτ’ἐν Λακεδαίμονι καὶ τὰ τῇδε πρὸς τὸν πόλεμον μάλιστα βλέποντας Λυκοῦργόντε καὶ Μίνω τίθεσθαι τὰ νόμιμα.

Κλεινιας
Κλ.
Κλ.

τὸ δὲ πῶς χρῆν ἡμᾶς λέγειν;

Αθηναιος
Αθ.
Αθ.

ὥσπερ τότε ἀληθὲς οἶμαι καὶ τὸ δίκαιον ὑπέρ γε 630eθείας διαλεγομένους λέγειν, οὐχ ὡς πρὸς ἀρετῆς τι μόριον, καὶ ταῦτα τὸ φαυλότατον, ἐτίθει βλέπων, ἀλλὰ πρὸς πᾶσαν ἀρετήν, καὶ κατ’εἴδη ζητεῖν αὐτῶν τοὺς νόμους οὐ δ’ἅπερ οἱ τῶν νῦν εἴδη προτιθέμενοι ζητοῦσιν. οὗ γὰρ ἂν ἕκαστος ἐν χρείᾳ γίγνηται, τοῦτο ζητεῖ νῦν παραθέμενος, μὲν τὰ περὶ τῶν κλήρων καὶ ἐπικλήρων, δὲ τῆς αἰκίας πέρι, ἄλλοι δὲ ἄλλ’ἄττα μυρία τοιαῦτα · ἡμεῖς δέ φαμεν εἶναι τὸ περὶ 631aνόμους ζήτημα τῶν εὖ ζητούντων ὥσπερ νῦν ἡμεῖς ἠρξάμεθα. καὶ σοῦ τὴν μὲν ἐπιχείρησιν τῆς ἐξηγήσεως περὶ τοὺς νόμους παντάπασιν ἄγαμαι · τὸ γὰρ ἀπ’ἀρετῆς ἄρχεσθαι, λέγοντα ὡς ἐτίθει ταύτης ἕνεκα τοὺς νόμους, ὀρθόν · ὅτι δὲ πάντα εἰς μόριον ἀρετῆς, καὶ ταῦτα τὸ σμικρότατον, ἐπαναφέροντα ἔφησθ’αὐτὸν νομοθετεῖν, οὔτε ὀρθῶς ἔτι μοι κατεφάνης λέγων τόντε ὕστερον νῦν λόγον τοῦτον πάντα εἴρηκα διὰ ταῦτα. πῇ δὴ οὖν σε ἔτ’ἂν ἐβουλόμην διελόμενον 631bλέγειν αὐτόςτε ἀκούειν; βούλει σοι φράζω;

Κλεινιας
Κλ.
Κλ.

πάνυ μὲν οὖν.

Αθηναιος
Αθ.
Αθ.

ξένε, ἐχρῆν εἰπεῖν, οἱ Κρητῶν νόμοι οὐκ εἰσὶν μάτην διαφερόντως ἐν πᾶσιν εὐδόκιμοι τοῖς Ἕλλησιν · ἔχουσιν γὰρ ὀρθῶς, τοὺς αὐτοῖς χρωμένους εὐδαίμονας ἀποτελοῦντες. πάντα γὰρ τἀγαθὰ πορίζουσιν. διπλᾶ δὲ ἀγαθά ἐστιν, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα · ἤρτηται δ’ἐκ τῶν θείων θάτερα, καὶ ἐὰν μὲν δέχηταί τις τὰ μείζονα πόλις, 631cκτᾶται καὶ τὰ ἐλάττονα, εἰ δὲ μή, στέρεται ἀμφοῖν. ἔστι δὲ τὰ μὲν ἐλάττονα ὧν ἡγεῖται μὲν ὑγίεια, κάλλος δὲ δεύτερον, τὸ δὲ τρίτον ἰσχὺς εἴςτε δρόμον καὶ εἰς τὰς ἄλλας πάσας κινήσεις τῷ σώματι, τέταρτον δὲ δὴ πλοῦτος οὐ τυφλὸς ἀλλ’ὀξὺ βλέπων, ἄνπερ ἅμ’ἕπηται φρονήσει · δὴ πρῶτον αὖ τῶν θείων ἡγεμονοῦν ἐστιν ἀγαθῶν, φρόνησις, δεύτερον δὲ μετὰ νοῦ σώφρων ψυχῆς ἕξις, ἐκ δὲ τούτων μετ’ἀνδρείας κραθέντων τρίτον ἂν εἴη δικαιοσύνη, τέταρτον δὲ 631dἀνδρεία. ταῦτα δὲ πάντα ἐκείνων ἔμπροσθεν τέτακται φύσει, καὶ δὴ καὶ τῷ νομοθέτῃ τακτέον οὕτως. μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώπινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν σύμπαντα βλέπειν · περίτε γάμους ἀλλήλοις ἐπικοινουμένους, μετάτε ταῦτα ἐν ταῖς τῶν παίδων γεννήσεσιν καὶ τροφαῖς ὅσοι631eτε ἄρρενες καὶ ὅσαι θήλειαι, νέωντε ὄντων καὶ ἐπὶ τὸ πρεσβύτερον ἰόντων μέχρι γήρως, τιμῶντα ὀρθῶς ἐπιμελεῖσθαι δεῖ καὶ ἀτιμάζοντα, ἐν πάσαις ταῖς τούτων ὁμιλίαις τάςτε λύπας αὐτῶν καὶ τὰς ἡδονὰς καὶ τὰς ἐπιθυμίας συμπάντων632aτε ἐρώτων τὰς σπουδὰς ἐπεσκεμμένον καὶ παραπεφυλαχότα, ψέγειντε ὀρθῶς καὶ ἐπαινεῖν δι’αὐτῶν τῶν νόμων · ἐν ὀργαῖςτε αὖ καὶ ἐν φόβοις, ὅσαιτε διὰ δυστυχίαν ταραχαὶ ταῖς ψυχαῖς γίγνονται καὶ ὅσαι ἐν εὐτυχίαις τῶν τοιούτων ἀποφυγαί, ὅσατε κατὰ νόσους κατὰ πολέμους πενίας τὰ τούτοις ἐναντία γιγνόμενα προσπίπτει τοῖς ἀνθρώποις παθήματα, ἐν πᾶσιν τοῖς τοιούτοις τῆς ἑκάστων διαθέσεως διδακτέον 632bκαὶ ὁριστέον τότε καλὸν καὶ μή. μετὰ δὲ ταῦτα ἀνάγκη τὸν νομοθέτην τὰς κτήσεις τῶν πολιτῶν καὶ τὰ ἀναλώματα φυλάττειν ὅντιν’ἂν γίγνηται τρόπον, καὶ τὰς πρὸς ἀλλήλους πᾶσιν τούτοις κοινωνίας καὶ διαλύσεις ἑκοῦσίντε καὶ ἄκουσιν καθ’ὁποῖον ἂν ἕκαστον πράττωσιν τῶν τοιούτων πρὸς ἀλλήλους ἐπισκοπεῖν, τότε δίκαιον καὶ μὴ ἐν οἷς ἔστιντε καὶ ἐν οἷς ἐλλείπει, καὶ τοῖς μὲν εὐπειθέσιν τῶν νόμων τιμὰς ἀπονέμειν, τοῖς δὲ δυσπειθέσι δίκας τακτὰς 632cἐπιτιθέναι, μέχριπερ ἂν πρὸς τέλος ἁπάσης πολιτείας ἐπεξελθών, ἴδῃ τῶν τελευτησάντων τίνα δεῖ τρόπον ἑκάστοις γίγνεσθαι τὰς ταφὰς καὶ τιμὰς ἅστινας αὐτοῖς ἀπονέμειν δεῖ · κατιδὼν δὲ θεὶς τοὺς νόμους ἅπασιν τούτοις φύλακας ἐπιστήσει, τοὺς μὲν διὰ φρονήσεως, τοὺς δὲ δι’ἀληθοῦς δόξης ἰόντας, ὅπως πάντα ταῦτα συνδήσας νοῦς ἑπόμενα σωφροσύνῃ καὶ δικαιοσύνῃ ἀποφήνῃ, ἀλλὰ μὴ πλούτῳ μη δὲ 632dφιλοτιμίᾳ. οὕτως, ξένοι, ἔγωγε ἤθελον ἂν ὑμᾶς καὶ ἔτι νῦν βούλομαι διεξελθεῖν πῶς ἐν τοῖς τοῦ Διὸς λεγομένοις νόμοις τοῖςτε τοῦ Πυθίου Ἀπόλλωνος, οὓς Μίνωςτε καὶ Λυκοῦργος ἐθέτην, ἔνεστίντε πάντα ταῦτα, καὶ ὅπῃ τάξιν τινὰ εἰληφότα διάδηλά ἐστιν τῷ περὶ νόμων ἐμπείρῳ τέχνῃ εἴτε καί τισιν ἔθεσιν, τοῖς δὲ ἄλλοις ἡμῖν οὐδαμῶς ἐστι καταφανῆ.

Κλεινιας
Κλ.
Κλ.

πῶς οὖν, ξένε, λέγειν χρὴ τὰ μετὰ ταῦτα;

Αθηναιος
Αθ.
Αθ.

ἐξ ἀρχῆς πάλιν ἔμοιγε δοκεῖ χρῆναι διεξελθεῖν, 632eκαθάπερ ἠρξάμεθα, τὰ τῆς ἀνδρείας πρῶτον ἐπιτηδεύματα, ἔπειτα ἕτερον καὶ αὖθις ἕτερον εἶδος τῆς ἀρετῆς διέξιμεν, ἐὰν βούλησθε · ὅπως δ’ἂν τὸ πρῶτον διεξέλθωμεν, πειρασώμεθα αὐτὸ παράδειγμα θέμενοι καὶ τἆλλ’οὕτω διαμυθολογοῦντες παραμύθια ποιήσασθαι τῆς ὁδοῦ, ὕστερον δὲ ἀρετῆς πάσης γε νυνδὴ διήλθομεν ἐκεῖσε βλέποντα ἀποφανοῦμεν, ἂν θεὸς ἐθέλῃ.

Μεγιλλος
Με.
Με.

καλῶς λέγεις, καὶ πειρῶ πρῶτον κρίνειν τὸν τοῦ Διὸς ἐπαινέτην τόνδε ἡμῖν.

Αθηναιος
Αθ.
Αθ.

πειράσομαι, καὶ σέτε καὶ ἐμαυτόν · κοινὸς γὰρ λόγος. λέγετε οὖν · τὰ συσσίτιά φαμεν καὶ τὰ γυμνάσια πρὸς τὸν πόλεμον ἐξηυρῆσθαι τῷ νομοθέτῃ;

Μεγιλλος
Με.
Με.

ναί.

Αθηναιος
Αθ.
Αθ.

καὶ τρίτον τέταρτον; ἴσως γὰρ ἂν οὕτω χρείη διαριθμήσασθαι καὶ περὶ τῶν τῆς ἄλλης ἀρετῆς εἴτε μερῶν εἴτε ἅττ’αὐτὰ καλεῖν χρεών ἐστι, δηλοῦντα μόνον λέγει.

Μεγιλλος
Με.
Με.

τρίτον τοίνυν, ἔγωγ’εἴποιμ’ἂν καὶ Λακεδαιμονίων ὁστισοῦν, τὴν θήραν ηὗρε.

Αθηναιος
Αθ.
Αθ.

τέταρτον δέ, πέμπτον εἰ δυναίμεθα, λέγειν πειρώμεθα.

Μεγιλλος
Με.
Με.

ἔτι τοίνυν καὶ τὸ τέταρτον ἔγωγε πειρῴμην ἂν λέγειν, τὸ περὶ τὰς καρτερήσεις τῶν ἀλγηδόνων πολὺ παρ’ἡμῖν γιγνόμενον, ἔντε ταῖς πρὸς ἀλλήλους ταῖς χερσὶ μάχαις καὶ ἐν ἁρπαγαῖς τισιν διὰ πολλῶν πληγῶν ἑκάστοτε γιγνομένων · ἔτι δὲ καὶ κρυπτεία τις ὀνομάζεται θαυμαστῶς πολύπονος 633cπρὸς τὰς καρτερήσεις, χειμώνωντε ἀνυποδησίαι καὶ ἀστρωσίαι καὶ ἄνευ θεραπόντων αὐτοῖς ἑαυτῶν διακονήσεις νύκτωρτε πλανωμένων διὰ πάσης τῆς χώρας καὶ μεθ’ἡμέραν. ἔτι δὲ κἀν ταῖς γυμνοπαιδίαις δειναὶ καρτερήσεις παρ’ἡμῖν γίγνονται τῇ τοῦ πνίγους ῥώμῃ διαμαχομένων, καὶ πάμπολλα ἕτερα, σχεδὸν ὅσα οὐκ ἂν παύσαιτό τις ἑκάστοτε διεξιών.

Αθηναιος
Αθ.
Αθ.

εὖ γε, Λακεδαιμόνιε ξένε, λέγεις. τὴν ἀνδρείαν δέ, φέρε, τί θῶμεν; πότερον ἁπλῶς οὕτως εἶναι πρὸς φόβους 633dκαὶ λύπας διαμάχην μόνον, καὶ πρὸς πόθουςτε καὶ ἡδονὰς καί τινας δεινὰς θωπείας κολακικάς, αἳ καὶ τῶν σεμνῶν οἰομένων εἶναι τοὺς θυμοὺς ποιοῦσιν κηρίνους.

Μεγιλλος
Με.
Με.

οἶμαι μὲν οὕτω · πρὸς ταῦτα σύμπαντα.

Αθηναιος
Αθ.
Αθ.

εἰ γοῦν μεμνήμεθα τοὺς ἔμπροσθεν λόγους, ἥττω τινὰ ὅδε καὶ πόλιν ἔλεγεν αὐτὴν αὑτῆς καὶ ἄνδρα. γάρ, ξένε Κνώσιε;

Κλεινιας
Κλ.
Κλ.

καὶ πάνυ γε.

Αθηναιος
Αθ.
Αθ.

νῦν οὖν πότερα λέγομεν τὸν τῶν λυπῶν ἥττω κακὸν καὶ τὸν τῶν ἡδονῶν;

Κλεινιας
Κλ.
Κλ.

μᾶλλον, ἔμοιγε δοκεῖ, τὸν τῶν ἡδονῶν · καὶ πάντες που μᾶλλον λέγομεν τὸν ὑπὸ τῶν ἡδονῶν κρατούμενον τοῦτον τὸν ἐπονειδίστως ἥττονα ἑαυτοῦ πρότερον τὸν ὑπὸ τῶν λυπῶν.

Αθηναιος
Αθ.
Αθ.

Διὸς οὖν δὴ καὶ Πυθικὸς νομοθέτης οὐ δήπου χωλὴν τὴν ἀνδρείαν νενομοθετήκατον, πρὸς τἀριστερὰ μόνον δυναμένην ἀντιβαίνειν, πρὸς τὰ δεξιὰ καὶ κομψὰ καὶ θωπευτικὰ ἀδυνατοῦσαν; πρὸς ἀμφότερα;

Κλεινιας
Κλ.
Κλ.

πρὸς ἀμφότερα ἔγωγε ἀξιῶ.

Αθηναιος
Αθ.
Αθ.

λέγωμεν τοίνυν πάλιν ἐπιτηδεύματα ποῖα ἔσθ’ὑμῖν ἀμφοτέραις ταῖς πόλεσιν, γεύοντα τῶν ἡδονῶν καὶ οὐ φεύγοντα αὐτάς, καθάπερ τὰς λύπας οὐκ ἔφευγεν, ἀλλ’ἄγοντα εἰς μέσας, ἠνάγκαζε καὶ ἔπειθεν τιμαῖς ὥστε κρατεῖν 634bαὐτῶν; ποῦ δὴ τοῦτ’ἔστιν ταὐτὸν περὶ τὰς ἡδονὰς συντεταγμένον ἐν τοῖς νόμοις; λεγέσθω τί τοῦτ’ἐστὶν καὶ ἀπεργάζεται ὑμῖν ὁμοίως πρόςτε ἀλγηδόνας καὶ πρὸς ἡδονὰς τοὺς αὐτοὺς ἀνδρείους, νικῶντάςτε δεῖ νικᾶν καὶ οὐδαμῶς ἥττους πολεμίων τῶν ἐγγύτατα ἑαυτῶν καὶ χαλεπωτάτων.

Μεγιλλος
Με.
Με.

οὕτω μὲν τοίνυν, ξένε, καθάπερ πρὸς τὰς ἀλγηδόνας εἶχον νόμους ἀντιτεταγμένους πολλοὺς εἰπεῖν, οὐκ ἂν 634cἴσως εὐποροίην κατὰ μεγάλα μέρη καὶ διαφανῆ λέγων περὶ τῶν ἡδονῶν · κατὰ δὲ σμικρὰ ἴσως εὐποροίην ἄν.

Κλεινιας
Κλ.
Κλ.

οὐ μὴν οὐ δ’ἂν αὐτὸς ἔγωγε ἐν τοῖς κατὰ Κρήτην νόμοις ἔχοιμι ἐμφανὲς ὁμοίως ποιεῖν τὸ τοιοῦτον.

Αθηναιος
Αθ.
Αθ.

ἄριστοι ξένων, καὶ οὐδέν γε θαυμαστόν. ἀλλ’ἂν ἄρα τις ἡμῶν περὶ τοὺς ἑκάστων οἴκοι νόμους ψέξῃ τι, βουλόμενος ἰδεῖν τότε ἀληθὲς ἅμα καὶ τὸ βέλτιστον, μὴ χαλεπῶς ἀλλὰ πρᾴως ἀποδεχώμεθα ἀλλήλων.

Κλεινιας
Κλ.
Κλ.

ὀρθῶς, ξένε Ἀθηναῖε, εἴρηκας, καὶ πειστέον.

Αθηναιος
Αθ.
Αθ.

οὐ γὰρ ἄν, Κλεινία, τηλικοῖσδε ἀνδράσιν πρέποι τὸ τοιοῦτον.

Κλεινιας
Κλ.
Κλ.

οὐ γὰρ οὖν.

Αθηναιος
Αθ.
Αθ.

εἰ μὲν τοίνυν ὀρθῶς μή τις ἐπιτιμᾷ τῇτε Λακωνικῇ καὶ τῇ Κρητικῇ πολιτείᾳ, λόγος ἂν ἕτερος εἴη · τὰ δ’οὖν λεγόμενα πρὸς τῶν πολλῶν ἴσως ἐγὼ μᾶλλον ἔχοιμ’ἂν ὑμῶν ἀμφοτέρων λέγειν. ὑμῖν μὲν γάρ, εἴπερ καὶ μετρίως κατεσκεύασται τὰ τῶν νόμων, εἷς τῶν καλλίστων ἂν εἴη νόμων μὴ ζητεῖν τῶν νέων μηδένα ἐᾶν ποῖα καλῶς 634eαὐτῶν μὴ καλῶς ἔχει, μιᾷ δὲ φωνῇ καὶ ἐξ ἑνὸς στόματος πάντας συμφωνεῖν ὡς πάντα καλῶς κεῖται θέντων θεῶν, καὶ ἐάν τις ἄλλως λέγῃ, μὴ ἀνέχεσθαι τὸ παράπαν ἀκούοντας · γέρων δὲ εἴ τίς τι συννοεῖ τῶν παρ’ὑμῖν, πρὸς ἄρχοντάτε καὶ πρὸς ἡλικιώτην μηδενὸς ἐναντίον νέου ποιεῖσθαι τοὺς τοιούτους λόγους.

Κλεινιας
Κλ.
Κλ.

ὀρθότατά γε, ξένε, λέγεις, καὶ καθάπερ μάντις, 635aἀπὼν τῆς τότε διανοίας τοῦ τιθέντος αὐτά, νῦν ἐπιεικῶς μοι δοκεῖς ἐστοχάσθαι καὶ σφόδρα ἀληθῆ λέγειν.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν ἡμῖν τὰ νῦν ἐρημία μὲν νέων, αὐτοὶ δ’ἕνεκα γήρως ἀφείμεθ’ὑπὸ τοῦ νομοθέτου διαλεγόμενοι περὶ αὐτῶν τούτων μόνοι πρὸς μόνους μηδὲν ἂν πλημμελεῖν;

Κλεινιας
Κλ.
Κλ.

ἔστι ταῦτα οὕτως, εἰς καὶ μηδέν γε ἀνῇς ἐπιτιμῶν τοῖς νόμοις ἡμῶν · οὐ γὰρ τό γε γνῶναί τι τῶν μὴ καλῶν ἄτιμον, ἀλλὰ ἴασιν ἐξ αὐτοῦ συμβαίνει γίγνεσθαι 635bτῷ μὴ φθόνῳ τὰ λεγόμενα ἀλλ’εὐνοίᾳ δεχομένῳ.

Αθηναιος
Αθ.
Αθ.

καλῶς · οὐ μὴν ἐπιτιμῶν γε ἐρῶ τοῖς νόμοις πω, πρὶν βεβαίως εἰς δύναμιν διασκέψασθαι, μᾶλλον δὲ ἀπορῶν. ὑμῖν γὰρ νομοθέτης μόνοις Ἑλλήνων καὶ βαρβάρων, ὧν ἡμεῖς πυνθανόμεθα, τῶν μεγίστων ἡδονῶν καὶ παιδιῶν ἐπέταξεν ἀπέχεσθαι καὶ μὴ γεύεσθαι, τὸ δὲ τῶν λυπῶν καὶ φόβων, ὅπερ ἄρτι διεληλύθαμεν, ἡγήσατο εἴ τις ἐκ παίδων 635cφευξεῖται διὰ τέλους, ὁπόταν εἰς ἀναγκαίους ἔλθῃ πόνους καὶ φόβους καὶ λύπας, φευξεῖσθαι τοὺς ἐν ἐκείνοις γεγυμνασμένους καὶ δουλεύσειν αὐτοῖς. ταὐτὸν δὴ τοῦτ’, οἶμαι, καὶ πρὸς τὰς ἡδονὰς ἔδει διανοεῖσθαι τὸν αὐτὸν νομοθέτην, λέγοντα αὐτὸν πρὸς ἑαυτὸν ὡς ἡμῖν ἐκ νέων εἰ ἄπειροι τῶν μεγίστων ἡδονῶν οἱ πολῖται γενήσονται, καὶ ἀμελέτητοι γιγνόμενοι ἐν ταῖς ἡδοναῖς καρτερεῖν καὶ μηδὲν τῶν αἰσχρῶν ἀναγκάζεσθαι ποιεῖν, ἕνεκα τῆς γλυκυθυμίας τῆς πρὸς τὰς 635dἡδονὰς ταὐτὸν πείσονται τοῖς ἡττωμένοις τῶν φόβων · δουλεύσουσι τρόπον ἕτερον καὶ ἔτ’αἰσχίω τοῖς γε δυναμένοις καρτερεῖν ἐν ταῖς ἡδοναῖς καὶ τοῖς κεκτημένοις τὰ περὶ τὰς ἡδονάς, ἀνθρώποις ἐνίοτε παντάπασι κακοῖς, καὶ τὴν ψυχὴν τῇ μὲν δούλην τῇ δὲ ἐλευθέραν ἕξουσιν, καὶ οὐκ ἄξιοι ἁπλῶς ἀνδρεῖοι καὶ ἐλευθέριοι ἔσονται προσαγορεύεσθαι. σκοπεῖτε οὖν εἴ τι τῶν νῦν λεγομένων ὑμῖν κατὰ τρόπον δοκεῖ λέγεσθαι.

Κλεινιας
Κλ.
Κλ.

δοκεῖ μὲν ἡμῖν γέ πως λεγομένου τοῦ λόγου · περὶ δὲ τηλικούτων εὐθὺς πεπιστευκέναι ῥᾳδίως μὴ νέωντε μᾶλλον καὶ ἀνοήτων.

Αθηναιος
Αθ.
Αθ.

ἀλλ’εἰ τὸ μετὰ ταῦτα διεξίοιμεν ὧν προυθέμεθα, Κλεινίατε καὶ Λακεδαιμόνιε ξένε μετ’ἀνδρείαν γὰρ δὴ σωφροσύνης πέρι λέγωμεν τὶ διαφέρον ἐν ταύταις ταῖς πολιτείαις ταῖς τῶν εἰκῇ πολιτευομένων ἀνευρήσομεν, 636aὥσπερ τὰ περὶ τὸν πόλεμον νυνδή;

Μεγιλλος
Με.
Με.

σχεδὸν οὐ ῥᾴδιον · ἀλλ’ἔοικεν γὰρ τάτε συσσίτια καὶ τὰ γυμνάσια καλῶς ηὑρῆσθαι πρὸς ἀμφοτέρας.

Αθηναιος
Αθ.
Αθ.

ἔοικεν δῆτα, ξένοι, χαλεπὸν εἶναι τὸ περὶ τὰς πολιτείας ἀναμφισβητήτως ὁμοίως ἔργῳ καὶ λόγῳ γίγνεσθαι · κινδυνεύει γάρ, καθάπερ ἐν τοῖς σώμασιν, οὐ δυνατὸν εἶναι προστάξαι τι πρὸς ἓν σῶμα ἓν ἐπιτήδευμα, ἐν οὐκ ἂν φανείη ταὐτὸν τοῦτο τὰ μὲν βλάπτον τὰ ἡμῶν σώματα, 636bτὰ δὲ καὶ ὠφελοῦν. ἐπεὶ καὶ τὰ γυμνάσια ταῦτα καὶ τὰ συσσίτια πολλὰ μὲν ἄλλα νῦν ὠφελεῖ τὰς πόλεις, πρὸς δὲ τὰς στάσεις χαλεπά δηλοῦσιν δὲ Μιλησίων καὶ Βοιωτῶν καὶ Θουρίων παῖδες καὶ δὴ καὶ παλαιὸν νόμον δοκεῖ τοῦτο τὸ ἐπιτήδευμα καὶ κατὰ φύσιν, τὰς περὶ τὰ ἀφροδίσια ἡδονὰς οὐ μόνον ἀνθρώπων ἀλλὰ καὶ θηρίων, διεφθαρκέναι. καὶ τούτων τὰς ὑμετέρας πόλεις πρώτας ἄν τις αἰτιῷτο καὶ 636cὅσαι τῶν ἄλλων μάλιστα ἅπτονται τῶν γυμνασίων · καὶ εἴτε παίζοντα εἴτε σπουδάζοντα ἐννοεῖν δεῖ τὰ τοιαῦτα, ἐννοητέον ὅτι τῇ θηλείᾳ καὶ τῇ τῶν ἀρρένων φύσει εἰς κοινωνίαν ἰούσῃ τῆς γεννήσεως περὶ ταῦτα ἡδονὴ κατὰ φύσιν ἀποδεδόσθαι δοκεῖ, ἀρρένων δὲ πρὸς ἄρρενας θηλειῶν πρὸς θηλείας παρὰ φύσιν καὶ τῶν πρώτων τὸ τόλμημ’εἶναι δι’ἀκράτειαν ἡδονῆς. πάντες δὲ δὴ Κρητῶν τὸν περὶ Γανυμήδη μῦθον 636dκατηγοροῦμεν ὡς λογοποιησάντων τούτων · ἐπειδὴ παρὰ Διὸς αὐτοῖς οἱ νόμοι πεπιστευμένοι ἦσαν γεγονέναι, τοῦτον τὸν μῦθον προστεθηκέναι κατὰ τοῦ Διός, ἵνα ἑπόμενοι δὴ τῷ θεῷ καρπῶνται καὶ ταύτην τὴν ἡδονήν. τὸ μὲν οὖν τοῦ μύθου χαιρέτω, νόμων δὲ πέρι διασκοπουμένων ἀνθρώπων ὀλίγου πᾶσά ἐστιν σκέψις περίτε τὰς ἡδονὰς καὶ τὰς λύπας ἔντε πόλεσιν καὶ ἐν ἰδίοις ἤθεσιν · δύο γὰρ αὗται πηγαὶ μεθεῖνται φύσει ῥεῖν, ὧν μὲν ἀρυτόμενος ὅθεντε 636eδεῖ καὶ ὁπότε καὶ ὁπόσον εὐδαιμονεῖ, καὶ πόλις ὁμοίως καὶ ἰδιώτης καὶ ζῷον ἅπαν, δ’ἀνεπιστημόνως ἅμα καὶ ἐκτὸς τῶν καιρῶν τἀναντία ἂν ἐκείνῳ ζῴη.

Μεγιλλος
Με.
Με.

λέγεται μὲν ταῦτα, ξένε, καλῶς πως · οὐ μὴν ἀλλ’ἀφασία γ’ἡμᾶς λαμβάνει τί ποτε χρὴ λέγειν πρὸς ταῦτα, ὅμως δ’ἔμοιγε ὀρθῶς δοκεῖ τὸ τὰς ἡδονὰς φεύγειν διακελεύεσθαι τόν γε ἐν Λακεδαίμονι νομοθέτην, περὶ δὲ τῶν ἐν Κνωσῷ νόμων ὅδε, ἂν ἐθέλῃ, βοηθήσει. τὰ δ’ἐν 637aΣπάρτῃ κάλλιστ’ἀνθρώπων δοκεῖ μοι κεῖσθαι τὰ περὶ τὰς ἡδονάς · οὗ γὰρ μάλιστ’ἄνθρωποι καὶ μεγίσταις προσπίπτουσιν ἡδοναῖς καὶ ὕβρεσι καὶ ἀνοίᾳ πάσῃ, τοῦτ’ἐξέβαλεν νόμος ἡμῶν ἐκ τῆς χώρας συμπάσης, καὶ οὔτ’ἂν ἐπ’ἀγρῶν ἴδοις, οὔτ’ἐν ἄστεσιν ὅσων Σπαρτιάταις μέλει, συμπόσια οὐ δ’ὁπόσα τούτοις συνεπόμενα πάσας ἡδονὰς κινεῖ κατὰ δύναμιν, οὐ δ’ἔστιν ὅστις ἂν ἀπαντῶν κωμάζοντί τινι 637bμετὰ μέθης οὐκ ἂν τὴν μεγίστην δίκην εὐθὺς ἐπιθείη, καὶ οὐ δ’ἂν Διονύσια πρόφασιν ἔχοντ’αὐτὸν λύσαιτο, ὥσπερ ἐν ἁμάξαις εἶδόν ποτε παρ’ὑμῖν ἐγώ, καὶ ἐν Τάραντι δὲ παρὰ τοῖς ἡμετέροις ἀποίκοις πᾶσαν ἐθεασάμην τὴν πόλιν περὶ τὰ Διονύσια μεθύουσαν · παρ’ἡμῖν δ’οὐκ ἔστ’οὐδὲν τοιοῦτον.

Αθηναιος
Αθ.
Αθ.

Λακεδαιμόνιε ξένε, ἐπαινετὰ μὲν πάντ’ἐστὶν τὰ τοιαῦτα, ὅπου τινὲς ἔνεισιν καρτερήσεις, ὅπου δὲ ἀνεῖνται, 637cβλακικώτερα · ταχὺ γάρ σου λάβοιτ’ἄν τις τῶν παρ’ἡμῶν ἀμυνόμενος, δεικνὺς τὴν τῶν γυναικῶν παρ’ὑμῖν ἄνεσιν. ἅπασιν δὴ τοῖς τοιούτοις, καὶ ἐν Τάραντι καὶ παρ’ἡμῖν καὶ παρ’ὑμῖν δέ, μία ἀπόκρισις ἀπολύεσθαι δοκεῖ τοῦ μὴ κακῶς ἔχειν ἀλλ’ὀρθῶς · πᾶς γὰρ ἀποκρινόμενος ἐρεῖ θαυμάζοντι ξένῳ, τὴν παρ’αὐτοῖς ἀήθειαν ὁρῶντι, μὴ θαύμαζε, ξένε · νόμος ἔσθ’ἡμῖν οὗτος, ἴσως δ’ὑμῖν περὶ αὐτῶν τούτων 637dἕτερος. ἡμῖν δ’ἐστὶ νῦν, φίλοι ἄνδρες, οὐ περὶ τῶν ἀνθρώπων τῶν ἄλλων λόγος, ἀλλὰ περὶ τῶν νομοθετῶν αὐτῶν κακίαςτε καὶ ἀρετῆς. ἔτι γὰρ οὖν εἴπωμεν πλείω περὶ ἁπάσης μέθης · οὐ γὰρ σμικρόν ἐστιν τὸ ἐπιτήδευμα οὐ δὲ φαύλου διαγνῶναι νομοθέτου. λέγω δ’οὐκ οἴνου περὶ πόσεως τὸ παράπαν μή, μέθης δὲ αὐτῆς πέρι, πότερον ὥσπερ Σκύθαι χρῶνται καὶ Πέρσαι χρηστέον, καὶ ἔτι Καρχηδόνιοι καὶ Κελτοὶ καὶ Ἴβηρες καὶ Θρᾷκες, πολεμικὰ 637eσύμπαντα ὄντα ταῦτα γένη, καθάπερ ὑμεῖς · ὑμεῖς μὲν γάρ, ὅπερ λέγεις, τὸ παράπαν ἀπέχεσθε, Σκύθαι δὲ καὶ Θρᾷκες ἀκράτῳ παντάπασι χρώμενοι, γυναῖκέςτε καὶ αὐτοί, καὶ κατὰ τῶν ἱματίων καταχεόμενοι, καλὸν καὶ εὔδαιμον ἐπιτήδευμα ἐπιτηδεύειν νενομίκασι. Πέρσαι δὲ σφόδρα μὲν χρῶνται καὶ ταῖς ἄλλαις τρυφαῖς ἃς ὑμεῖς ἀποβάλλετε, ἐν τάξει δὲ μᾶλλον τούτων.

Μεγιλλος
Με.
Με.

λῷστε, διώκομεν δέ γε ἡμεῖς πάντας τούτους, ὅταν ὅπλα εἰς τὰς χεῖρας λάβωμεν.

Αθηναιος
Αθ.
Αθ.

ἄριστε, μὴ λέγε ταῦτα · πολλαὶ γὰρ δὴ φυγαὶ καὶ διώξεις ἀτέκμαρτοι γεγόνασίντε καὶ ἔσονται, διὸ φανερὸν ὅρον τοῦτον οὐκ ἄν ποτε λέγοιμεν, ἀλλὰ ἀμφισβητήσιμον, περὶ καλῶν ἐπιτηδευμάτων καὶ μή, νίκηντε καὶ ἧτταν λέγοντες μάχης. ἐπειδὴ γὰρ αἱ μείζους τὰς ἐλάττους πόλεις 638bνικῶσιν μαχόμεναι καὶ καταδουλοῦνται, Συρακόσιοι μὲν Λοκρούς, οἳ δὴ δοκοῦσιν εὐνομώτατοι τῶν περὶ ἐκεῖνον τὸν τόπον γεγονέναι, Κείους δὲ Ἀθηναῖοι · μυρία δὲ ἄλλα τοιαῦτ’ἂν εὕροιμεν. ἀλλὰ περὶ αὐτοῦ ἑκάστου ἐπιτηδεύματος πειρώμεθα λέγοντες πείθειν ἡμᾶς αὐτούς, νίκας δὲ καὶ ἥττας ἐκτὸς λόγου τὰ νῦν θῶμεν, λέγωμεν δ’ὡς τὸ μὲν τοιόνδ’ἐστὶν καλόν, τὸ δὲ τοιόνδε οὐ καλόν. πρῶτον δ’ἀκούσατέ τί μου, περὶ αὐτῶν τούτων ὡς δεῖ τότε χρηστὸν καὶ τὸ μὴ σκοπεῖν.

Μεγιλλος
Με.
Με.

πῶς οὖν δὴ λέγεις;

Αθηναιος
Αθ.
Αθ.

δοκοῦσί μοι πάντες οἱ λόγῳ τι λαβόντες ἐπιτήδευμα, καὶ προθέμενοι ψέγειν αὐτὸ ἐπαινεῖν εὐθὺς ῥηθέν, οὐδαμῶς δρᾶν κατὰ τρόπον, ἀλλὰ ταὐτὸν ποιεῖν οἷον εἰ δή τις, ἐπαινέσαντός τινος πυροὺς βρῶμα ὡς ἀγαθόν, εὐθὺς ψέγοι, μὴ διαπυθόμενος αὐτοῦ μήτε τὴν ἐργασίαν μήτε τὴν προσφοράν, ὅντινα τρόπον καὶ οἷστισι καὶ μεθ’ὧν καὶ ὅπως ἔχοντα καὶ ὅπως προσφέρειν ἔχουσιν. νῦν δὴ ταὐτόν μοι 638dδοκοῦμεν ἡμεῖς ἐν τοῖς λόγοις ποιεῖν · περὶ μέθης γὰρ ἀκούσαντες τοσοῦτον μόνον, εὐθὺς οἱ μὲν ψέγειν αὐτό, οἱ δ’ἐπαινεῖν, καὶ μάλα ἀτόπως. μάρτυσιν γὰρ καὶ ἐπαινέταις χρώμενοι ἐπαινοῦμεν ἑκάτεροι, καὶ οἱ μέν, ὅτι πολλοὺς παρεχόμεθα, ἀξιοῦμέν τι λέγειν κύριον, οἱ δέ, ὅτι τοὺς μὴ χρωμένους αὐτῷ ὁρῶμεν νικῶντας μαχομένους · ἀμφισβητεῖται δ’αὖ καὶ τοῦτο ἡμῖν. εἰ μὲν δὴ καὶ περὶ ἑκάστων 638eοὕτω καὶ τῶν ἄλλων νομίμων διέξιμεν, οὐκ ἂν ἔμοιγε κατὰ νοῦν εἴη, τρόπον δὲ ἄλλον, ὃν ἐμοὶ φαίνεται δεῖν, ἐθέλω λέγειν περὶ αὐτοῦ τούτου, τῆς μέθης, πειρώμενος ἂν ἄρα δύνωμαι τὴν περὶ ἁπάντων τῶν τοιούτων ὀρθὴν μέθοδον ἡμῖν δηλοῦν, ἐπειδὴ καὶ μυρία ἐπὶ μυρίοις ἔθνη περὶ αὐτῶν ἀμφισβητοῦντα ὑμῖν πόλεσι δυοῖν τῷ λόγῳ διαμάχοιτ’ἄν.

Μεγιλλος
Με.
Με.

καὶ μὴν εἴ τινα ἔχομεν ὀρθὴν σκέψιν τῶν τοιούτων, 639aοὐκ ἀποκνητέον ἀκούειν.

Αθηναιος
Αθ.
Αθ.

σκεψώμεθα δή πῃ τῇδε. φέρε, εἴ τις αἰγῶν τροφήν, καὶ τὸ ζῷον αὐτὸ κτῆμα ὡς ἔστιν καλόν, ἐπαινοῖ, ἄλλος δέ τις ἑωρακὼς αἶγας χωρὶς νεμομένας αἰπόλου ἐν ἐργασίμοις χωρίοις δρώσας κακὰ διαψέγοι, καὶ πᾶν θρέμμα ἄναρχον μετὰ κακῶν ἀρχόντων ἰδὼν οὕτω μέμφοιτο, τὸν τοῦ τοιούτου ψόγον ἡγούμεθα ὑγιὲς ἄν ποτε ψέξαι καὶ ὁτιοῦν;

Μεγιλλος
Με.
Με.

καὶ πῶς;

Αθηναιος
Αθ.
Αθ.

χρηστὸς δὲ ἄρχων ἔσθ’ἡμῖν ἐν πλοίοις πότερον ἐὰν 639bτὴν ναυτικὴν ἔχῃ ἐπιστήμην μόνον, ἄντ’οὖν ναυτιᾷ ἄντε μή, πῶς ἂν λέγοιμεν;

Μεγιλλος
Με.
Με.

οὐδαμῶς, ἄν γε πρὸς τῇ τέχνῃ ἔχῃ καὶ τοῦτο τὸ πάθος λέγεις.

Αθηναιος
Αθ.
Αθ.

τί δ’ἄρχων στρατοπέδων; ἆρ’ἐὰν τὴν πολεμικὴν ἔχῃ ἐπιστήμην, ἱκανὸς ἄρχειν, κἂν δειλὸς ὢν ἐν τοῖς δεινοῖς ὑπὸ μέθης τοῦ φόβου ναυτιᾷ;

Μεγιλλος
Με.
Με.

καὶ πῶς;

Αθηναιος
Αθ.
Αθ.

ἂν δὲ αὖ μήτε ἔχῃ τὴν τέχνην δειλόςτε ;

Μεγιλλος
Με.
Με.

παντάπασίν τινα πονηρὸν λέγεις, καὶ οὐδαμῶς ἀνδρῶν ἄρχοντα ἀλλά τινων σφόδρα γυναικῶν.

Αθηναιος
Αθ.
Αθ.

τί δ’ἐπαινέτην ψέκτην κοινωνίας ἡστινοσοῦν πέφυκέντε ἄρχων εἶναι μετ’ἐκείνουτε ὠφέλιμός ἐστιν, δὲ μήτε ἑωρακὼς εἴη ποτ’ὀρθῶς αὐτὴν αὑτῇ κοινωνοῦσαν μετ’ἄρχοντος, ἀεὶ δὲ ἄναρχον μετὰ κακῶν ἀρχόντων συνοῦσαν; οἰόμεθα δή ποτε τοὺς τοιούτους θεωροὺς τῶν τοιούτων κοινωνιῶν χρηστόν τι ψέξειν ἐπαινέσεσθαι;

Μεγιλλος
Με.
Με.

πῶς δ’ἄν, μηδέποτέ γε ἰδόντας μη δὲ συγγενομένους 639dὀρθῶς γενομένῳ μηδενὶ τῶν τοιούτων κοινωνημάτων;

Αθηναιος
Αθ.
Αθ.

ἔχε δή · τῶν πολλῶν κοινωνιῶν συμπότας καὶ συμπόσια θεῖμεν ἂν μίαν τινὰ συνουσίαν εἶναι;

Μεγιλλος
Με.
Με.

καὶ σφόδρα γε.

Αθηναιος
Αθ.
Αθ.

ταύτην οὖν μῶν ὀρθῶς γιγνομένην ἤδη τις πώποτε ἐθεάσατο; καὶ σφῷν μὲν ἀποκρίνασθαι ῥᾴδιον ὡς οὐδεπώποτε τὸ παράπαν οὐ γὰρ ἐπιχώριον ὑμῖν τοῦτο οὐ δὲ νόμιμον ἐγὼ δὲ ἐντετύχηκάτε πολλαῖς καὶ πολλαχοῦ, καὶ προσέτι πάσας ὡς ἔπος εἰπεῖν διηρώτηκα, καὶ σχεδὸν ὅλην 639eμὲν οὐδεμίαν ὀρθῶς γιγνομένην ἑώρακα οὐ δὲ ἀκήκοα, μόρια δ’εἴ που σμικρὰ καὶ ὀλίγα, τὰ πολλὰ δὲ σύμπανθ’ὡς εἰπεῖν διημαρτημένα.

Κλεινιας
Κλ.
Κλ.

πῶς δὴ ταῦτα, ξένε, λέγεις; εἰπὲ ἔτι σαφέστερον · ἡμεῖς μὲν γάρ, ὅπερ εἶπες, ἀπειρίᾳ τῶν τοιούτων, οὐ δὲ ἐντυγχάνοντες 640aἂν ἴσως εὐθύς γε γνοῖμεν τότε ὀρθὸν καὶ μὴ γιγνόμενον ἐν αὐτοῖς.

Αθηναιος
Αθ.
Αθ.

εἰκὸς λέγεις · ἀλλ’ἐμοῦ φράζοντος πειρῶ μανθάνειν. τὸ μὲν γὰρ ἐν πάσαιςτε συνόδοις, καὶ κοινωνίαις πράξεων ὡντινωνοῦν, ὡς ὀρθὸν πανταχοῦ ἑκάστοις ἄρχοντα εἶναι, μανθάνεις;

Κλεινιας
Κλ.
Κλ.

πῶς γὰρ οὔ;

Αθηναιος
Αθ.
Αθ.

καὶ μὴν ἐλέγομεν νυνδὴ μαχομένων ὡς ἀνδρεῖον δεῖ τὸν ἄρχοντ’εἶναι.

Κλεινιας
Κλ.
Κλ.

πῶς δ’οὔ;

Αθηναιος
Αθ.
Αθ.

μὴν ἀνδρεῖος τῶν δειλῶν ὑπὸ φόβων ἧττον τεθορύβηται.

Κλεινιας
Κλ.
Κλ.

καὶ τοῦτο οὕτως.

Αθηναιος
Αθ.
Αθ.

εἰ δ’ἦν τις μηχανὴ μηδὲν τὸ παράπαν δεδιότα μη δὲ θορυβούμενον ἐπιστῆσαι στρατοπέδῳ στρατηγόν, ἆρ’οὐ τοῦτ’ἂν παντὶ τρόπῳ ἐπράττομεν;

Κλεινιας
Κλ.
Κλ.

σφόδρα μὲν οὖν.

Αθηναιος
Αθ.
Αθ.

νῦν δέ γε οὐ στρατοπέδου περὶ λέγομεν ἄρξοντος ἐν ἀνδρῶν ὁμιλίαις ἐχθρῶν ἐχθροῖς μετὰ πολέμου, φίλων δ’ἐν εἰρήνῃ πρὸς φίλους κοινωνησόντων φιλοφροσύνης.

Κλεινιας
Κλ.
Κλ.

ὀρθῶς.

Αθηναιος
Αθ.
Αθ.

ἔστιν δέ γε τοιαύτη συνουσία, εἴπερ ἔσται μετὰ μέθης, οὐκ ἀθόρυβος. γάρ;

Κλεινιας
Κλ.
Κλ.

πῶς γάρ; ἀλλ’οἶμαι πᾶν τοὐναντίον.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν πρῶτον μὲν καὶ τούτοις ἄρχοντος δεῖ;

Κλεινιας
Κλ.
Κλ.

τί μήν; ὡς οὐδενί γε πράγματι.

Αθηναιος
Αθ.
Αθ.

πότερον οὖν ἀθόρυβον, εἰ δυνατὸν εἴη, τὸν τοιοῦτον ἄρχοντα ἐκπορίζεσθαι δεῖ;

Κλεινιας
Κλ.
Κλ.

πῶς γὰρ οὔ;

Αθηναιος
Αθ.
Αθ.

καὶ μὴν περί γε συνουσίας, ὡς ἔοικεν, αὐτὸν φρόνιμον εἶναι δεῖ · γίγνεται γὰρ φύλαξ τῆςτε ὑπαρχούσης 640dφιλίας αὐτοῖς, καὶ ἔτι πλείονος ἐπιμελητὴς ὅπως ἔσται διὰ τὴν τότε συνουσίαν.

Κλεινιας
Κλ.
Κλ.

ἀληθέστατα.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν νήφοντάτε καὶ σοφὸν ἄρχοντα μεθυόντων δεῖ καθιστάναι, καὶ μὴ τοὐναντίον; μεθυόντων γὰρ μεθύων καὶ νέος ἄρχων μὴ σοφός, εἰ μὴ κακὸν ἀπεργάσαιτό τι μέγα, πολλῇ χρῷτ’ἂν ἀγαθῇ τύχῃ.

Κλεινιας
Κλ.
Κλ.

παμπόλλῃ μὲν οὖν.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν εἰ μὲν γιγνομένων ὡς δυνατὸν ὀρθότατα τούτων ἐν ταῖς πόλεσι τῶν συνουσιῶν μέμφοιτό τις, ἐπικαλῶν 640eαὐτῷ τῷ πράγματι, τάχ’ἂν ὀρθῶς ἴσως μέμφοιτο · εἰ δὲ ἁμαρτανόμενον ὡς οἷόντε μάλιστα ἐπιτήδευμά τις ὁρῶν λοιδορεῖ, πρῶτον μὲν δῆλον ὡς ἀγνοεῖ τοῦτ’αὐτὸ γιγνόμενον οὐκ ὀρθῶς, εἶθ’ὅτι πᾶν τούτῳ τῷ τρόπῳ φανεῖται πονηρόν, δεσπότουτε καὶ ἄρχοντος νήφοντος χωρὶς πραττόμενον. οὐ συννοεῖς τοῦθ’, ὅτι μεθύων κυβερνήτης καὶ πᾶς παντὸς ἄρχων 641aἀνατρέπει πάντα εἴτε πλοῖα εἴτε ἅρματα εἴτε στρατόπεδον, εἴθ’ὅτι ποτ’εἴη τὸ κυβερνώμενον ὑπ’αὐτοῦ;

Κλεινιας
Κλ.
Κλ.

παντάπασιν τοῦτό γε ἀληθὲς εἴρηκας, ξένε · τοὐπὶ τῷδε δ’ἡμῖν λέγε, τί ποτε, ἂν γίγνηται τοῦτο ὀρθὸν τὸ περὶ τὰς πόσεις νόμιμον, ἀγαθὸν ἂν δράσειεν ἡμᾶς; οἷον, νυνδὴ ἐλέγομεν, εἰ στράτευμα ὀρθῆς ἡγεμονίας τυγχάνοι, νίκη πολέμου τοῖς ἑπομένοις ἂν γίγνοιτο, οὐ σμικρὸν ἀγαθόν, καὶ 641b τἆλλ’οὕτω · συμποσίου δὲ ὀρθῶς παιδαγωγηθέντος τί μέγα ἰδιώταις τῇ πόλει γίγνοιτ’ἄν;

Αθηναιος
Αθ.
Αθ.

τί δέ; παιδὸς ἑνὸς καὶ χοροῦ παιδαγωγηθέντος κατὰ τρόπον ἑνός, τί μέγα τῇ πόλει φαῖμεν ἂν γίγνεσθαι; τοῦτο οὕτως ἐρωτηθέντες εἴποιμεν ἂν ὡς ἑνὸς μὲν βραχύ τι τῇ πόλει γίγνοιτ’ἂν ὄφελος, εἰ δ’ὅλως ἐρωτᾷς παιδείαν τῶν παιδευθέντων τί μέγα τὴν πόλιν ὀνίνησιν, οὐ χαλεπὸν εἰπεῖν ὅτι παιδευθέντες μὲν εὖ γίγνοιντ’ἂν ἄνδρες ἀγαθοί, γενόμενοι 641cδὲ τοιοῦτοι τάτε ἄλλα πράττοιεν καλῶς, ἔτι δὲ κἂν νικῷεν τοὺς πολεμίους μαχόμενοι. παιδεία μὲν οὖν φέρει καὶ νίκην, νίκη δ’ἐνίοτε ἀπαιδευσίαν · πολλοὶ γὰρ ὑβριστότεροι διὰ πολέμων νίκας γενόμενοι μυρίων ἄλλων κακῶν δι’ὕβριν ἐνεπλήσθησαν, καὶ παιδεία μὲν οὐδεπώποτε γέγονεν Καδμεία, νῖκαι δὲ ἀνθρώποις πολλαὶ δὴ τοιαῦται γεγόνασίντε καὶ ἔσονται.

Κλεινιας
Κλ.
Κλ.

δοκεῖς ἡμῖν, φίλε, τὴν ἐν τοῖς οἴνοις κοινὴν 641dδιατριβὴν ὡς εἰς παιδείας μεγάλην μοῖραν τείνουσαν λέγειν, ἂν ὀρθῶς γίγνηται.

Αθηναιος
Αθ.
Αθ.

τί μήν;

Κλεινιας
Κλ.
Κλ.

ἔχοις ἂν οὖν τὸ μετὰ τοῦτ’εἰπεῖν ὡς ἔστιν τὸ νῦν εἰρημένον ἀληθές;

Αθηναιος
Αθ.
Αθ.

τὸ μὲν ἀληθές, ξένε, διισχυρίζεσθαι ταῦτα οὕτως ἔχειν, πολλῶν ἀμφισβητούντων, θεοῦ · εἰ δ’ὅπῃ ἐμοὶ φαίνεται δεῖ λέγειν, οὐδεὶς φθόνος, ἐπείπερ ὡρμήκαμέν γε τοὺς λόγους περὶ νόμων καὶ πολιτείας ποιεῖσθαι τὰ νῦν.

Κλεινιας
Κλ.
Κλ.

τοῦτ’αὐτὸ δὴ πειρώμεθα, τὸ σοὶ δοκοῦν περὶ τῶν 641eνῦν ἀμφισβητουμένων καταμαθεῖν.

Αθηναιος
Αθ.
Αθ.

ἀλλὰ χρὴ ποιεῖν οὕτως, ὑμᾶςτε ἐπὶ τὸ μαθεῖν καὶ ἐμὲ ἐπὶ τὸ δηλῶσαι πειρώμενον ἁμῶς γέ πως, συντεῖναι, τὸν λόγον. πρῶτον δέ μου ἀκούσατε τὸ τοιόνδε. τὴν πόλιν ἅπαντες ἡμῶν Ἕλληνες ὑπολαμβάνουσιν ὡς φιλόλογόςτέ ἐστι καὶ πολύλογος, Λακεδαίμονα δὲ καὶ Κρήτην, τὴν μὲν βραχύλογον, τὴν δὲ πολύνοιαν μᾶλλον πολυλογίαν ἀσκοῦσαν · σκοπῶ δὴ μὴ δόξαν ὑμῖν παράσχωμαι περὶ σμικροῦ πολλὰ λέγειν, μέθης πέρι, σμικροῦ πράγματος, παμμήκη λόγον ἀνακαθαιρόμενος. τὸ δὲ κατὰ φύσιν αὐτοῦ διόρθωσις οὐκ ἂν δύναιτο ἄνευ μουσικῆς ὀρθότητός ποτε σαφὲς οὐ δὲ ἱκανὸν ἐν τοῖς λόγοις ἀπολαβεῖν, μουσικὴ δὲ ἄνευ παιδείας τῆς πάσης οὐκ ἂν αὖ ποτε δύναιτο · ταῦτα δὲ παμπόλλων ἐστὶν λόγων. ὁρᾶτε οὖν τί ποιῶμεν εἰ ταῦτα μὲν ἐάσαιμεν ἐν τῷ 642bπαρόντι, μετεκβαῖμεν δ’εἰς ἕτερόν τινα νόμων πέρι λόγον.

Μεγιλλος
Με.
Με.

ξένε Ἀθηναῖε, οὐκ οἶσθ’ἴσως ὅτι τυγχάνει ἡμῶν ἑστία τῆς πόλεως οὖσα ὑμῶν πρόξενος. ἴσως μὲν οὖν καὶ πᾶσιν τοῖς παισίν, ἐπειδὰν ἀκούσωσιν ὅτι τινός εἰσιν πόλεως πρόξενοι, ταύτῃ τις εὔνοια ἐκ νέων εὐθὺς ἐνδύεται ἕκαστον ἡμῶν τῶν προξένων τῇ πόλει, ὡς δευτέρᾳ οὔσῃ πατρίδι μετὰ τὴν αὑτοῦ πόλιν · καὶ δὴ καὶ ἐμοὶ νῦν ταὐτὸν τοῦτο ἐγγέγονεν. ἀκούων γὰρ τῶν παίδων εὐθύς, 642cεἴ τι μέμφοιντο καὶ ἐπαινοῖεν Λακεδαιμόνιοι Ἀθηναίους, ὡς πόλις ὑμῶν, Μέγιλλε, ἔφασαν, ἡμᾶς οὐ καλῶς καλῶς ἔρρεξε ταῦτα δὴ ἀκούων, καὶ μαχόμενος πρὸς αὐτὰ ὑπὲρ ὑμῶν ἀεὶ πρὸς τοὺς τὴν πόλιν εἰς ψόγον ἄγοντας, πᾶσαν εὔνοιαν ἔσχον, καί μοι νῦν τε φωνὴ προσφιλὴς ὑμῶν, τότε ὑπὸ πολλῶν λεγόμενον, ὡς ὅσοι Ἀθηναίων εἰσὶν ἀγαθοὶ διαφερόντως εἰσὶν τοιοῦτοι, δοκεῖ ἀληθέστατα λέγεσθαι · μόνοι γὰρ ἄνευ ἀνάγκης αὐτοφυῶς, θείᾳ μοίρᾳ 642dἀληθῶς καὶ οὔτι πλαστῶς εἰσιν ἀγαθοί. θαρρῶν δὴ ἐμοῦ γε ἕνεκα λέγοις ἂν τοσαῦτα ὁπόσα σοι φίλον.

Κλεινιας
Κλ.
Κλ.

καὶ μήν, ξένε, καὶ τὸν παρ’ἐμοῦ λόγον ἀκούσαςτε καὶ ἀποδεξάμενος, θαρρῶν ὁπόσα βούλει λέγε. τῇδε γὰρ ἴσως ἀκήκοας ὡς Ἐπιμενίδης γέγονεν ἀνὴρ θεῖος, ὃς ἦν ἡμῖν οἰκεῖος, ἐλθὼν δὲ πρὸ τῶν Περσικῶν δέκα ἔτεσιν πρότερον παρ’ὑμᾶς κατὰ τὴν τοῦ θεοῦ μαντείαν, θυσίαςτε ἐθύσατό 642eτινας ἃς θεὸς ἀνεῖλεν, καὶ δὴ καὶ φοβουμένων τὸν Περσικὸν Ἀθηναίων στόλον, εἶπεν ὅτι δέκα μὲν ἐτῶν οὐχ ἥξουσιν, ὅταν δὲ ἔλθωσιν, ἀπαλλαγήσονται πράξαντες οὐδὲν ὧν ἤλπιζον, παθόντεςτε δράσαντες πλείω κακά. τότ’οὖν ἐξενώθησαν ὑμῖν οἱ πρόγονοι ἡμῶν, καὶ εὔνοιαν ἐκ τόσου ἔγωγε ὑμῖν καὶ 643aοἱ ἡμέτεροι ἔχουσιν γονῆς.

Αθηναιος
Αθ.
Αθ.

τὰ μὲν τοίνυν ὑμέτερα ἀκούειν, ὡς ἔοικεν, ἕτοιμ’ἂν εἴη · τὰ δ’ἐμὰ βούλεσθαι μὲν ἕτοιμα, δύνασθαι δὲ οὐ πάνυ ῥᾴδια, ὅμως δὲ πειρατέον. πρῶτον δὴ οὖν πρὸς τὸν λόγον ὁρισώμεθα παιδείαν τί ποτ’ἐστὶν καὶ τίνα δύναμιν ἔχει · διὰ γὰρ ταύτης φαμὲν ἰτέον εἶναι τὸν προκεχειρισμένον ἐν τῷ νῦν λόγον ὑφ’ἡμῶν, μέχριπερ ἂν πρὸς τὸν θεὸν ἀφίκηται.

Κλεινιας
Κλ.
Κλ.

πάνυ μὲν οὖν δρῶμεν ταῦτα, εἴπερ σοί γε ἡδύ.

Αθηναιος
Αθ.
Αθ.

λέγοντος τοίνυν ἐμοῦ τί ποτε χρὴ φάναι παιδείαν εἶναι, σκέψασθε ἂν ἀρέσκῃ τὸ λεχθέν.

Κλεινιας
Κλ.
Κλ.

λέγοις ἄν.

Αθηναιος
Αθ.
Αθ.

λέγω δή, καί φημι τὸν ὁτιοῦν ἀγαθὸν ἄνδρα μέλλοντα ἔσεσθαι τοῦτο αὐτὸ ἐκ παίδων εὐθὺς μελετᾶν δεῖν, παίζοντάτε καὶ σπουδάζοντα ἐν τοῖς τοῦ πράγματος ἑκάστοις προσήκουσιν. οἷον τὸν μέλλοντα ἀγαθὸν ἔσεσθαι γεωργὸν τινα οἰκοδόμον, τὸν μὲν οἰκοδομοῦντά τι τῶν παιδείων 643cοἰκοδομημάτων παίζειν χρή, τὸν δ’αὖ γεωργοῦντα, καὶ ὄργανα ἑκατέρῳ σμικρά, τῶν ἀληθινῶν μιμήματα, παρασκευάζειν τὸν τρέφοντα αὐτῶν ἑκάτερον, καὶ δὴ καὶ τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν σταθμᾶσθαι καὶ πολεμικὸν ἱππεύειν παίζοντα τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων, οἷ ἀφικομένους αὐτοὺς δεῖ τέλος ἔχειν. κεφάλαιον δὴ παιδείας 643dλέγομεν τὴν ὀρθὴν τροφήν, τοῦ παίζοντος τὴν ψυχὴν εἰς ἔρωτα μάλιστα ἄξει τούτου δεήσει γενόμενον ἄνδρ’αὐτὸν τέλειον εἶναι τῆς τοῦ πράγματος ἀρετῆς · ὁρᾶτε οὖν εἰ μέχρι τούτου γε, ὅπερ εἶπον, ὑμῖν ἀρέσκει τὸ λεχθέν.

Κλεινιας
Κλ.
Κλ.

πῶς γὰρ οὔ;

Αθηναιος
Αθ.
Αθ.

μὴ τοίνυν μη δ’ λέγομεν εἶναι παιδείαν ἀόριστον γένηται. νῦν γὰρ ὀνειδίζοντες ἐπαινοῦντέςθ’ἑκάστων τὰς τροφάς, λέγομεν ὡς τὸν μὲν πεπαιδευμένον ἡμῶν ὄντα τινά, 643eτὸν δὲ ἀπαίδευτον ἐνίοτε εἴςτε καπηλείας καὶ ναυκληρίας καὶ ἄλλων τοιούτων μάλα πεπαιδευμένων σφόδρα ἀνθρώπων · οὐ γὰρ ταῦτα ἡγουμένων, ὡς ἔοικ’, εἶναι παιδείαν νῦν λόγος ἂν εἴη, τὴν δὲ πρὸς ἀρετὴν ἐκ παίδων παιδείαν, ποιοῦσαν ἐπιθυμητήντε καὶ ἐραστὴν τοῦ πολίτην γενέσθαι τέλεον, ἄρχειντε καὶ ἄρχεσθαι ἐπιστάμενον μετὰ δίκης. ταύτην 644aτὴν τροφὴν ἀφορισάμενος λόγος οὗτος, ὡς ἐμοὶ φαίνεται, νῦν βούλοιτ’ἂν μόνην παιδείαν προσαγορεύειν, τὴν δὲ εἰς χρήματα τείνουσαν τινα πρὸς ἰσχύν, καὶ πρὸς ἄλλην τινὰ σοφίαν ἄνευ νοῦ καὶ δίκης, βάναυσόντ’εἶναι καὶ ἀνελεύθερον καὶ οὐκ ἀξίαν τὸ παράπαν παιδείαν καλεῖσθαι. ἡμεῖς δὴ μηδὲν ὀνόματι διαφερώμεθ’αὑτοῖς, ἀλλ’ νυνδὴ λόγος ἡμῖν ὁμολογηθεὶς μενέτω, ὡς οἵ γε ὀρθῶς πεπαιδευμένοι σχεδὸν ἀγαθοὶ γίγνονται, καὶ δεῖ δὴ τὴν παιδείαν 644bμηδαμοῦ ἀτιμάζειν, ὡς πρῶτον τῶν καλλίστων τοῖς ἀρίστοις ἀνδράσιν παραγιγνόμενον · καὶ εἴ ποτε ἐξέρχεται, δυνατὸν δ’ἐστὶν ἐπανορθοῦσθαι, τοῦτ’ἀεὶ δραστέον διὰ βίου παντὶ κατὰ δύναμιν.

Κλεινιας
Κλ.
Κλ.

ὀρθῶς, καὶ συγχωροῦμεν λέγεις.

Αθηναιος
Αθ.
Αθ.

καὶ μὴν πάλαι γε συνεχωρήσαμεν ὡς ἀγαθῶν μὲν ὄντων τῶν δυναμένων ἄρχειν αὑτῶν, κακῶν δὲ τῶν μή.

Κλεινιας
Κλ.
Κλ.

λέγεις ὀρθότατα.

Αθηναιος
Αθ.
Αθ.

σαφέστερον ἔτι τοίνυν ἀναλάβωμεν τοῦτ’αὐτὸ ὅτι 644cποτὲ λέγομεν. καί μοι δι’εἰκόνος ἀποδέξασθε ἐάν πως δυνατὸς ὑμῖν γένωμαι δηλῶσαι τὸ τοιοῦτον.

Κλεινιας
Κλ.
Κλ.

λέγε μόνον.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν ἕνα μὲν ἡμῶν ἕκαστον αὐτὸν τιθῶμεν;

Κλεινιας
Κλ.
Κλ.

ναί.

Αθηναιος
Αθ.
Αθ.

δύο δὲ κεκτημένον ἐν αὑτῷ συμβούλω ἐναντίωτε καὶ ἄφρονε, προσαγορεύομεν ἡδονὴν καὶ λύπην;

Κλεινιας
Κλ.
Κλ.

ἔστι ταῦτα.

Αθηναιος
Αθ.
Αθ.

πρὸς δὲ τούτοιν ἀμφοῖν αὖ δόξας μελλόντων, οἷν κοινὸν μὲν ὄνομα ἐλπίς, ἴδιον δέ, φόβος μὲν πρὸ λύπης 644dἐλπίς, θάρρος δὲ πρὸ τοῦ ἐναντίου · ἐπὶ δὲ πᾶσι τούτοις λογισμὸς ὅτι ποτ’αὐτῶν ἄμεινον χεῖρον, ὃς γενόμενος δόγμα πόλεως κοινὸν νόμος ἐπωνόμασται.

Κλεινιας
Κλ.
Κλ.

μόγις μέν πως ἐφέπομαι, λέγε μὴν τὸ μετὰ ταῦτα ὡς ἑπομένου.

Μεγιλλος
Με.
Με.

καὶ ἐν ἐμοὶ μὴν ταὐτὸν τοῦτο πάθος ἔνι.

Αθηναιος
Αθ.
Αθ.

περὶ δὴ τούτων διανοηθῶμεν οὑτωσί. θαῦμα μὲν ἕκαστον ἡμῶν ἡγησώμεθα τῶν ζῴων θεῖον, εἴτε ὡς παίγνιον ἐκείνων εἴτε ὡς σπουδῇ τινι συνεστηκός · οὐ γὰρ δὴ τοῦτό 644eγε γιγνώσκομεν, τόδε δὲ ἴσμεν, ὅτι ταῦτα τὰ πάθη ἐν ἡμῖν οἷον νεῦρα σμήρινθοί τινες ἐνοῦσαι σπῶσίντε ἡμᾶς καὶ ἀλλήλαις ἀνθέλκουσιν ἐναντίαι οὖσαι ἐπ’ἐναντίας πράξεις, οὗ δὴ διωρισμένη ἀρετὴ καὶ κακία κεῖται. μιᾷ γάρ φησιν λόγος δεῖν τῶν ἕλξεων συνεπόμενον ἀεὶ καὶ μηδαμῇ ἀπολειπόμενον ἐκείνης, ἀνθέλκειν τοῖς ἄλλοις νεύροις ἕκαστον, ταύτην 645aδ’εἶναι τὴν τοῦ λογισμοῦ ἀγωγὴν χρυσῆν καὶ ἱεράν, τῆς πόλεως κοινὸν νόμον ἐπικαλουμένην, ἄλλας δὲ σκληρὰς καὶ σιδηρᾶς, τὴν δὲ μαλακὴν ἅτε χρυσῆν οὖσαν, τὰς δὲ ἄλλας παντοδαποῖς εἴδεσιν ὁμοίας. δεῖν δὴ τῇ καλλίστῃ ἀγωγῇ τῇ τοῦ νόμου ἀεὶ συλλαμβάνειν · ἅτε γὰρ τοῦ λογισμοῦ καλοῦ μὲν ὄντος, πρᾴου δὲ καὶ οὐ βιαίου, δεῖσθαι ὑπηρετῶν αὐτοῦ τὴν ἀγωγήν, ὅπως ἂν ἐν ἡμῖν τὸ χρυσοῦν γένος νικᾷ τὰ ἄλλα 645bγένη. καὶ οὕτω δὴ περὶ θαυμάτων ὡς ὄντων ἡμῶν μῦθος ἀρετῆς σεσωμένος ἂν εἴη, καὶ τὸ κρείττω ἑαυτοῦ καὶ ἥττω εἶναι τρόπον τινὰ φανερὸν ἂν γίγνοιτο μᾶλλον νοεῖ, καὶ ὅτι πόλιν καὶ ἰδιώτην, τὸν μὲν λόγον ἀληθῆ λαβόντα ἐν ἑαυτῷ περὶ τῶν ἕλξεων τούτων, τούτῳ ἑπόμενον δεῖ ζῆν, πόλιν δὲ παρὰ θεῶν τινος παρὰ τούτου τοῦ γνόντος ταῦτα λόγον παραλαβοῦσαν, νόμον θεμένην, αὑτῇτε ὁμιλεῖν καὶ ταῖς ἄλλαις πόλεσιν. οὕτω καὶ κακία δὴ καὶ ἀρετὴ 645cσαφέστερον ἡμῖν διηρθρωμένον ἂν εἴη · ἐναργεστέρου δ’αὐτοῦ γενομένου καὶ παιδεία καὶ τἆλλα ἐπιτηδεύματα ἴσως ἔσται μᾶλλον καταφανῆ, καὶ δὴ καὶ τὸ περὶ τῆς ἐν τοῖς οἴνοις διατριβῆς, δοξασθείη μὲν ἂν εἶναι φαύλου πέρι μῆκος πολὺ λόγων περιττὸν εἰρημένον, φανείη δὲ τάχ’ἂν ἴσως τοῦ μήκους γ’αὐτῶν οὐκ ἀπάξιον.

Κλεινιας
Κλ.
Κλ.

εὖ λέγεις, καὶ περαίνωμεν ὅτιπερ ἂν τῆς γε νῦν διατριβῆς ἄξιον γίγνηται.

Αθηναιος
Αθ.
Αθ.

λέγε δή · προσφέροντες τῷ θαύματι τούτῳ τὴν μέθην, ποῖόν τί ποτε αὐτὸ ἀπεργαζόμεθα;

Κλεινιας
Κλ.
Κλ.

πρὸς τί δὲ σκοπούμενος αὐτὸ ἐπανερωτᾷς;

Αθηναιος
Αθ.
Αθ.

οὐδέν πω πρὸς ὅτι, τοῦτο δὲ ὅλως κοινωνῆσαν τούτῳ ποῖόν τι συμπίπτει γίγνεσθαι. ἔτι δὲ σαφέστερον βούλομαι πειράσομαι φράζειν. ἐρωτῶ γὰρ τὸ τοιόνδε · ἆρα σφοδροτέρας τὰς ἡδονὰς καὶ λύπας καὶ θυμοὺς καὶ ἔρωτας τῶν οἴνων πόσις ἐπιτείνει;

Κλεινιας
Κλ.
Κλ.

πολύ γε.

Αθηναιος
Αθ.
Αθ.

τί δ’αὖ τὰς αἰσθήσεις καὶ μνήμας καὶ δόξας καὶ φρονήσεις; πότερον ὡσαύτως σφοδροτέρας; πάμπαν ἀπολείπει ταῦτα αὐτόν, ἂν κατακορής τις τῇ μέθῃ γίγνηται;

Κλεινιας
Κλ.
Κλ.

ναί, πάμπαν ἀπολείπει.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν εἰς ταὐτὸν ἀφικνεῖται τὴν τῆς ψυχῆς ἕξιν τῇ τότε ὅτε νέος ἦν παῖς;

Κλεινιας
Κλ.
Κλ.

τί μήν;

Αθηναιος
Αθ.
Αθ.

ἥκιστα δὴ τότ’ἂν αὐτὸς αὑτοῦ γίγνοιτο ἐγκρατής.

Κλεινιας
Κλ.
Κλ.

ἥκιστα.

Αθηναιος
Αθ.
Αθ.

ἆρ’οὖν πονηρότατος, φαμέν, τοιοῦτος;

Κλεινιας
Κλ.
Κλ.

πολύ γε.

Αθηναιος
Αθ.
Αθ.

οὐ μόνον ἄρ’, ὡς ἔοικεν, γέρων δὶς παῖς γίγνοιτ’ἄν, ἀλλὰ καὶ μεθυσθείς.

Κλεινιας
Κλ.
Κλ.

ἄριστα εἶπες, ξένε.

Αθηναιος
Αθ.
Αθ.

τούτου δὴ τοῦ ἐπιτηδεύματος ἔσθ’ὅστις λόγος ἐπιχειρήσει πείθειν ἡμᾶς ὡς χρὴ γεύεσθαι καὶ μὴ φεύγειν παντὶ σθένει κατὰ τὸ δυνατόν;

Κλεινιας
Κλ.
Κλ.

ἔοικ’εἶναι · σὺ γοῦν φῂς καὶ ἕτοιμος ἦσθα νυνδὴ λέγειν.

Αθηναιος
Αθ.
Αθ.

ἀληθῆ μέντοι μνημονεύεις · καὶ νῦν γ’εἴμ’ἕτοιμος, ἐπειδήπερ σφώ γε ἐθελήσειν προθύμως ἔφατον ἀκούειν.

Κλεινιας
Κλ.
Κλ.

πῶς δ’οὐκ ἀκουσόμεθα; κἂν εἰ μηδενὸς ἄλλου χάριν, ἀλλὰ τοῦ θαυμαστοῦτε καὶ ἀτόπου, εἰ δεῖ ἑκόντα ποτὲ ἄνθρωπον εἰς ἅπασαν φαυλότητα ἑαυτὸν ἐμβάλλειν.

Αθηναιος
Αθ.
Αθ.

ψυχῆς λέγεις · γάρ;

Κλεινιας
Κλ.
Κλ.

ναί.

Αθηναιος
Αθ.
Αθ.

τί δέ; σώματος, ἑταῖρε, εἰς πονηρίαν, λεπτότητάτε καὶ αἶσχος καὶ ἀδυναμίαν, θαυμάζοιμεν ἂν εἴ ποτέ τις 646cἑκὼν ἐπὶ τὸ τοιοῦτον ἀφικνεῖται;

Κλεινιας
Κλ.
Κλ.

πῶς γὰρ οὔ;

Αθηναιος
Αθ.
Αθ.

τί οὖν; τοὺς εἰς τὰ ἰατρεῖα αὐτοὺς βαδίζοντας ἐπὶ φαρμακοποσίᾳ ἀγνοεῖν οἰόμεθα ὅτι μετ’ὀλίγον ὕστερον καὶ ἐπὶ πολλὰς ἡμέρας ἕξουσιν τοιοῦτον τὸ σῶμα, οἷον εἰ διὰ τέλους ἔχειν μέλλοιεν, ζῆν οὐκ ἂν δέξαιντο; τοὺς ἐπὶ τὰ γυμνάσια καὶ πόνους ἰόντας οὐκ ἴσμεν ὡς ἀσθενεῖς εἰς τὸ παραχρῆμα γίγνονται;

Κλεινιας
Κλ.
Κλ.

πάντα ταῦτα ἴσμεν.

Αθηναιος
Αθ.
Αθ.

καὶ ὅτι τῆς μετὰ ταῦτα ὠφελίας ἕνεκα ἑκόντες πορεύονται;

Κλεινιας
Κλ.
Κλ.

κάλλιστα.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν χρὴ καὶ τῶν ἄλλων ἐπιτηδευμάτων πέρι διανοεῖσθαι τὸν αὐτὸν τρόπον;

Κλεινιας
Κλ.
Κλ.

πάνυ γε.

Αθηναιος
Αθ.
Αθ.

καὶ τῆς περὶ τὸν οἶνον ἄρα διατριβῆς ὡσαύτως διανοητέον, εἴπερ ἔνι τοῦτο ἐν τούτοις ὀρθῶς διανοηθῆναι.

Κλεινιας
Κλ.
Κλ.

πῶς δ’οὔ;

Αθηναιος
Αθ.
Αθ.

ἂν ἄρα τινὰ ἡμῖν ὠφελίαν ἔχουσα φαίνηται μηδὲν τῆς περὶ τὸ σῶμα ἐλάττω, τῇ γε ἀρχῇ τὴν σωμασκίαν νικᾷ τῷ τὴν μὲν μετ’ἀλγηδόνων εἶναι, τὴν δὲ μή.

Κλεινιας
Κλ.
Κλ.

ὀρθῶς λέγεις, θαυμάζοιμι δ’ἂν εἴ τι δυναίμεθα τοιοῦτον ἐν αὐτῷ καταμαθεῖν.

Αθηναιος
Αθ.
Αθ.

τοῦτ’αὐτὸ δὴ νῦν, ὡς ἔοιχ’, ἡμῖν ἤδη πειρατέον φράζειν. καί μοι λέγε · δύο φόβων εἴδη σχεδὸν ἐναντία δυνάμεθα κατανοῆσαι;

Κλεινιας
Κλ.
Κλ.

ποῖα δή;

Αθηναιος
Αθ.
Αθ.

τὰ τοιάδε · φοβούμεθα μέν που τὰ κακά, προσδοκῶντες γενήσεσθαι.

Κλεινιας
Κλ.
Κλ.

ναί.

Αθηναιος
Αθ.
Αθ.

φοβούμεθα δέ γε πολλάκις δόξαν, ἡγούμενοι δοξάζεσθαι κακοί, πράττοντες λέγοντές τι τῶν μὴ καλῶν · ὃν 647aδὴ καὶ καλοῦμεν τὸν φόβον ἡμεῖς γε, οἶμαι δὲ καὶ πάντες, αἰσχύνην.

Κλεινιας
Κλ.
Κλ.

τί δ’οὔ;

Αθηναιος
Αθ.
Αθ.

τούτους δὴ δύο ἔλεγον φόβους · ὧν ἕτερος ἐναντίος μὲν ταῖς ἀλγηδόσιν καὶ τοῖς ἄλλοις φόβοις, ἐναντίος δ’ἐστὶ ταῖς πλείσταις καὶ μεγίσταις ἡδοναῖς.

Κλεινιας
Κλ.
Κλ.

ὀρθότατα λέγεις.

Αθηναιος
Αθ.
Αθ.

ἆρ’οὖν οὐ καὶ νομοθέτης, καὶ πᾶς οὗ καὶ σμικρὸν ὄφελος, τοῦτον τὸν φόβον ἐν τιμῇ μεγίστῃ σέβει, καὶ καλῶν αἰδῶ, τὸ τούτῳ θάρρος ἐναντίον ἀναίδειάντε προσαγορεύει 647bκαὶ μέγιστον κακὸν ἰδίᾳτε καὶ δημοσίᾳ πᾶσι νενόμικεν;

Κλεινιας
Κλ.
Κλ.

ὀρθῶς λέγεις.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν τάτ’ἄλλα πολλὰ καὶ μεγάλα φόβος ἡμᾶς οὗτος σῴζει, καὶ τὴν ἐν τῷ πολέμῳ νίκην καὶ σωτηρίαν ἓν πρὸς ἓν οὐδὲν οὕτως σφόδρα ἡμῖν ἀπεργάζεται; δύο γὰρ οὖν ἐστὸν τὰ τὴν νίκην ἀπεργαζόμενα, θάρρος μὲν πολεμίων, φίλων δὲ φόβος αἰσχύνης πέρι κακῆς.

Κλεινιας
Κλ.
Κλ.

ἔστι ταῦτα.

Αθηναιος
Αθ.
Αθ.

ἄφοβον ἡμῶν ἄρα δεῖ γίγνεσθαι καὶ φοβερὸν 647cἕκαστον · ὧν δ’ἑκάτερον ἕνεκα, διῃρήμεθα.

Κλεινιας
Κλ.
Κλ.

πάνυ μὲν οὖν.

Αθηναιος
Αθ.
Αθ.

καὶ μὴν ἄφοβόν γε ἕκαστον βουληθέντες ποιεῖν φόβων πολλῶν τινων, εἰς φόβον ἄγοντες αὐτὸν μετὰ νόμου, τοιοῦτον ἀπεργαζόμεθα.

Κλεινιας
Κλ.
Κλ.

φαινόμεθα.

Αθηναιος
Αθ.
Αθ.

τί δ’ὅταν ἐπιχειρῶμέν τινα φοβερὸν ποιεῖν μετὰ δίκης; ἆρ’οὐκ ἀναισχυντίᾳ συμβάλλοντας αὐτὸν καὶ προσγυμνάζοντας νικᾶν δεῖ ποιεῖν διαμαχόμενον αὑτοῦ ταῖς ἡδοναῖς; τῇ μὲν δειλίᾳ τῇ ἐν αὑτῷ προσμαχόμενον καὶ 647dνικῶντα αὐτὴν δεῖ τέλεον οὕτω γίγνεσθαι πρὸς ἀνδρείαν, ἄπειρος δὲ δήπου καὶ ἀγύμναστος ὢν τῶν τοιούτων ἀγώνων ὁστισοῦν οὐ δ’ἂν ἥμισυς ἑαυτοῦ γένοιτο πρὸς ἀρετήν, σώφρων δὲ ἄρα τελέως ἔσται μὴ πολλαῖς ἡδοναῖς καὶ ἐπιθυμίαις προτρεπούσαις ἀναισχυντεῖν καὶ ἀδικεῖν διαμεμαχημένος καὶ νενικηκὼς μετὰ λόγου καὶ ἔργου καὶ τέχνης ἔντε παιδιαῖς καὶ ἐν σπουδαῖς, ἀλλ’ἀπαθὴς ὢν πάντων τῶν τοιούτων;

Κλεινιας
Κλ.
Κλ.

οὔκουν τόν γ’εἰκότα λόγον ἂν ἔχοι.

Αθηναιος
Αθ.
Αθ.

τί οὖν; φόβου φάρμακον ἔσθ’ὅστις θεὸς ἔδωκεν ἀνθρώποις, ὥστε ὁπόσῳ πλέον ἂν ἐθέλῃ τις πίνειν αὐτοῦ, τοσούτῳ μᾶλλον αὐτὸν νομίζειν καθ’ἑκάστην πόσιν δυστυχῆ γίγνεσθαι, καὶ φοβεῖσθαι τὰ παρόντα καὶ τὰ μέλλοντα αὑτῷ 648aπάντα, καὶ τελευτῶντα εἰς πᾶν δέος ἰέναι τὸν ἀνδρειότατον ἀνθρώπων, ἐκκοιμηθέντα δὲ καὶ τοῦ πώματος ἀπαλλαγέντα πάλιν ἑκάστοτε τὸν αὐτὸν γίγνεσθαι.

Κλεινιας
Κλ.
Κλ.

καὶ τί τοιοῦτον φαῖμεν ἄν, ξένε, ἐν ἀνθρώποις γεγονέναι πῶμα;

Αθηναιος
Αθ.
Αθ.

οὐδέν · εἰ δ’οὖν ἐγένετό ποθεν, ἔσθ’ὅτι πρὸς ἀνδρείαν ἦν ἂν νομοθέτῃ χρήσιμον; οἷον τὸ τοιόνδε περὶ αὐτοῦ καὶ μάλα εἴχομεν ἂν αὐτῷ διαλέγεσθαι · φέρε, νομοθέτα, εἴτε Κρησὶν εἴθ’οἱστισινοῦν νομοθετεῖς, πρῶτον 648bμὲν τῶν πολιτῶν ἆρ’ἂν δέξαιο βάσανον δυνατὸς εἶναι λαμβάνειν ἀνδρείαςτε πέρι καὶ δειλίας;

Κλεινιας
Κλ.
Κλ.

φαίη που πᾶς ἂν δῆλον ὅτι.

Αθηναιος
Αθ.
Αθ.

τί δέ; μετ’ἀσφαλείας καὶ ἄνευ κινδύνων μεγάλων μετὰ τῶν ἐναντίων;

Κλεινιας
Κλ.
Κλ.

καὶ τοῦτο μετὰ τῆς ἀσφαλείας συνομολογήσει πᾶς.

Αθηναιος
Αθ.
Αθ.

χρῷο δ’ἂν εἰς τοὺς φόβους τούτους ἄγων καὶ ἐλέγχων ἐν τοῖς παθήμασιν, ὥστε ἀναγκάζειν ἄφοβον γίγνεσθαι, 648cπαρακελευόμενος καὶ νουθετῶν καὶ τιμῶν, τὸν δὲ ἀτιμάζων, ὅστις σοι μὴ πείθοιτο εἶναι τοιοῦτος οἷον σὺ τάττοις ἐν πᾶσιν; καὶ γυμνασάμενον μὲν εὖ καὶ ἀνδρείως ἀζήμιον ἀπαλλάττοις ἄν, κακῶς δέ, ζημίαν ἐπιτιθείς; τὸ παράπαν οὐκ ἂν χρῷο, μηδὲν ἄλλο ἐγκαλῶν τῷ πώματι;

Κλεινιας
Κλ.
Κλ.

καὶ πῶς οὐκ ἂν χρῷτο, ξένε;

Αθηναιος
Αθ.
Αθ.

γυμνασία γοῦν, φίλε, παρὰ τὰ νῦν θαυμαστὴ ῥᾳστώνης ἂν εἴη καθ’ἕνα καὶ κατ’ὀλίγους καὶ καθ’ὁπόσους 648dτις ἀεὶ βούλοιτο · καὶ εἴτε τις ἄρα μόνος ἐν ἐρημίᾳ, τὸ τῆς αἰσχύνης ἐπίπροσθεν ποιούμενος, πρὶν εὖ σχεῖν ἡγούμενος ὁρᾶσθαι μὴ δεῖν, οὕτω πρὸς τοὺς φόβους γυμνάζοιτο, πῶμα μόνον ἀντὶ μυρίων πραγμάτων παρασκευαζόμενος, ὀρθῶς ἄν τι πράττοι, εἴτε τις ἑαυτῷ πιστεύων φύσει καὶ μελέτῃ καλῶς παρεσκευάσθαι, μηδὲν ὀκνοῖ μετὰ συμποτῶν πλειόνων γυμναζόμενος ἐπιδείκνυσθαι τὴν ἐν τῇ τοῦ πώματος ἀναγκαίᾳ 648eδιαφορᾷ δύναμιν ὑπερθέων καὶ κρατῶν, ὥστε ὑπ’ἀσχημοσύνης μη δὲ ἓν σφάλλεσθαι μέγα μη δ’ἀλλοιοῦσθαι δι’ἀρετήν, πρὸς δὲ τὴν ἐσχάτην πόσιν ἀπαλλάττοιτο πρὶν ἀφικνεῖσθαι, τὴν πάντων ἧτταν φοβούμενος ἀνθρώπων τοῦ πώματος.

Κλεινιας
Κλ.
Κλ.

ναί · σωφρονοῖ γὰρ ἄν, ξένε, καὶ τοιοῦτος οὕτω πράττων.

Αθηναιος
Αθ.
Αθ.

πάλιν δὴ πρὸς τὸν νομοθέτην λέγωμεν τάδε · εἶεν, νομοθέτα, τοῦ μὲν δὴ φόβου σχεδὸν οὔτε θεὸς ἔδωκεν ἀνθρώποις τοιοῦτον φάρμακον οὔτε αὐτοὶ μεμηχανήμεθα τοὺς γὰρ γόητας οὐκ ἐν θοίνῃ λέγω τῆς δὲ ἀφοβίας καὶ τοῦ λίαν θαρρεῖν καὶ ἀκαίρως μὴ χρή, πότερον ἔστιν πῶμα, πῶς λέγομεν;

Κλεινιας
Κλ.
Κλ.

ἔστιν, φήσει που, τὸν οἶνον φράζων.

Αθηναιος
Αθ.
Αθ.

καὶ τοὐναντίον ἔχει τοῦτο τῷ νυνδὴ λεγομένῳ; πιόντα τὸν ἄνθρωπον αὐτὸν αὑτοῦ ποιεῖ πρῶτον ἵλεων εὐθὺς 649bμᾶλλον πρότερον, καὶ ὁπόσῳ ἂν πλέον αὐτοῦ γεύηται, τοσούτῳ πλειόνων ἐλπίδων ἀγαθῶν πληροῦσθαι καὶ δυνάμεως εἰς δόξαν; καὶ τελευτῶν δὴ πάσης τοιοῦτος παρρησίας ὡς σοφὸς ὢν μεστοῦται καὶ ἐλευθερίας, πάσης δὲ ἀφοβίας, ὥστε εἰπεῖντε ἀόκνως ὁτιοῦν, ὡσαύτως δὲ καὶ πρᾶξαι; πᾶς ἡμῖν, οἶμαι, ταῦτ’ἂν συγχωροῖ.

Κλεινιας
Κλ.
Κλ.

τί μήν;

Αθηναιος
Αθ.
Αθ.

ἀναμνησθῶμεν δὴ τόδε, ὅτι δύ’ἔφαμεν ἡμῶν ἐν ταῖς ψυχαῖς δεῖν θεραπεύεσθαι, τὸ μὲν ὅπως ὅτι μάλιστα 649cθαρρήσομεν, τὸ δὲ τοὐναντίον ὅτι μάλιστα φοβησόμεθα.

Κλεινιας
Κλ.
Κλ.

τῆς αἰδοῦς ἔλεγες, ὡς οἰόμεθα.

Αθηναιος
Αθ.
Αθ.

καλῶς μνημονεύετε. ἐπειδὴ δὲ τήντε ἀνδρείαν καὶ τὴν ἀφοβίαν ἐν τοῖς φόβοις δεῖ καταμελετᾶσθαι, σκεπτέον ἆρα τὸ ἐναντίον ἐν τοῖς ἐναντίοις θεραπεύεσθαι δέον ἂν εἴη.

Κλεινιας
Κλ.
Κλ.

τό γ’οὖν εἰκός.

Αθηναιος
Αθ.
Αθ.

παθόντες ἄρα πεφύκαμεν διαφερόντως θαρραλέοιτ’εἶναι καὶ θρασεῖς, ἐν τούτοις δέον ἄν, ὡς ἔοικ’, εἴη τὸ μελετᾶν ὡς ἥκιστα εἶναι ἀναισχύντουςτε καὶ θρασύτητος 649dγέμοντας, φοβεροὺς δὲ εἰς τό τι τολμᾶν ἑκάστοτε λέγειν πάσχειν καὶ δρᾶν αἰσχρὸν ὁτιοῦν.

Κλεινιας
Κλ.
Κλ.

ἔοικεν.

Αθηναιος
Αθ.
Αθ.

οὐκοῦν ταῦτά ἐστι πάντα ἐν οἷς ἐσμὲν τοιοῦτοι, θυμός, ἔρως, ὕβρις, ἀμαθία, φιλοκέρδεια, δειλία, καὶ ἔτι τοιάδε, πλοῦτος, κάλλος, ἰσχύς, καὶ πάνθ’ὅσα δι’ἡδονῆς αὖ μεθύσκοντα παράφρονας ποιεῖ; τούτων δὲ εὐτελῆτε καὶ ἀσινεστέραν πρῶτον μὲν πρὸς τὸ λαμβάνειν πεῖραν, εἶτα εἰς τὸ μελετᾶν, πλὴν τῆς ἐν οἴνῳ βασάνου καὶ παιδιᾶς, τίνα 649eἔχομεν ἡδονὴν εἰπεῖν ἔμμετρον μᾶλλον, ἂν καὶ ὁπωστιοῦν μετ’εὐλαβείας γίγνηται; σκοπῶμεν γὰρ δή · δυσκόλου ψυχῆς καὶ ἀγρίας, ἐξ ἧς ἀδικίαι μυρίαι γίγνονται, πότερον ἰόντα εἰς τὰ συμβόλαια πεῖραν λαμβάνειν, κινδυνεύοντα περὶ 650aαὐτῶν, σφαλερώτερον, συγγενόμενον μετὰ τῆς τοῦ Διονύσου θεωρίας; πρὸς τἀφροδίσια ἡττημένης τινὸς ψυχῆς βάσανον λαμβάνειν, ἐπιτρέποντα αὑτοῦ θυγατέραςτε καὶ ὑεῖς καὶ γυναῖκας, οὕτως, ἐν τοῖς φιλτάτοις κινδυνεύσαντες, ἦθος ψυχῆς θεάσασθαι; καὶ μυρία δὴ λέγων οὐκ ἄν τίς ποτε ἀνύσειεν ὅσῳ διαφέρει τὸ μετὰ παιδιᾶς τὴν ἄλλως ἄνευ μισθοῦ ζημιώδους θεωρεῖν. καὶ δὴ καὶ τοῦτο μὲν αὐτὸ περί 650bγε τούτων οὔτ’ἂν Κρῆτας οὔτ’ἄλλους ἀνθρώπους οὐδένας οἰόμεθα ἀμφισβητῆσαι, μὴ οὐ πεῖράντε ἀλλήλων ἐπιεικῆ ταύτην εἶναι, τότε τῆς εὐτελείας καὶ ἀσφαλείας καὶ τάχους διαφέρειν πρὸς τὰς ἄλλας βασάνους.

Κλεινιας
Κλ.
Κλ.

ἀληθὲς τοῦτό γε.

Αθηναιος
Αθ.
Αθ.

τοῦτο μὲν ἄρ’ἂν τῶν χρησιμωτάτων ἓν εἴη, τὸ γνῶναι τὰς φύσειςτε καὶ ἕξεις τῶν ψυχῶν, τῇ τέχνῃ ἐκείνῃ ἧς ἐστιν ταῦτα θεραπεύειν · ἔστιν δέ που, φαμέν, ὡς οἶμαι, πολιτικῆς. γάρ;

Κλεινιας
Κλ.
Κλ.

πάνυ μὲν οὖν.