Commentary on Hippocrates' On Fractures, 2
“ἢν δὲ ὁ βραχίων καταγῇ”. τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον, ὡς κατὰ τὸν ἔμπροσθεν λόγον, ὠνόμαζον πῆχυν ἐνίοτε μὲν ὅλον τὸ μόριον, ὃ μεταξὺ τῆς κατὰ καρπόντε καὶ ἀγκῶνα διαρθρώσεώς ἐστιν, ἐνίοτε δὲ τοῖν κατ’αὐτὸν δυοῖν ὀστοῖν τὸ μακρότερον οὕτως αὐτὸν ὀνομάζειν βραχίονά φασι τὸ μεταξὺ ἐὸν τῆς κατ’ὦμόντε καὶ ἀγκῶνα τὸ περιεχόμενον ὀστοῦν ἐν αὐτῷ, τινὲς δὲ τὰ μόρια μὲν οὕτως αὐτὸν ὀνομάζειν φασὶ τὰ μεταξὺ τῶν διαρθρώσεων, οὐ μὴν αὐτά γε τὰ ὀστέα. σύνηθες γὰρ εἶναι καὶ ἡμῖν οὕτως λέγειν, ἐπλήγη τὴν κεφαλὴν ὅδε τις ἢ τὴν γένυν ἢ τὴν ῥῖνα κα- κἂν ἐν αὐτῷ μόνῳ τῷ δέρματι συστῇ τὸ γινόμενον ἐκ τῆς πληγῆς πάθημα, κα- κἂν συνδιατεθῇ τι τῶν ἔνδον οἷον ὑμένα μυὸς ἢ νεῦρον ἢ ἀρτηρίαν ἢ φλέβα. καὶ τοίνυν ὅταν φῶμεν ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦμεν τῇ λέξει τῇδε · γεγονέναι πάθος ἐν βραχίονι τὸ καλούμενον ἕλκος. ἐπεὶ δ’ἐν τῷ λόγῳ τοῦ ἕλκους ἡ σὰρξ περιέχεται, κα- κἂν μὴ διὰ τῆς ἰδίας αὐτὴν προσηγορίας καλέσωμεν, ἀλλά γε διὰ τοῦ ἕλκους ἐπεδειξάμεθα. τὴν γὰρ ἐν τῇ σαρκὶ διαίρεσιν ἕλκος ὀνομάζομεν, ὥστε ἐν τῷ φάναι Δίωνος, εἰ οὕτως ἔτυχεν, ἡλκῶσθαι τὸν βραχίονα, δηλοῦσθαι τὴν ἐν τῷ βραχίονι σάρκα. κατὰ τὸν αὐτὸν οὗν τρόπον ἐν τῷ φάναι καταγέντα τὸν βραχίονα καὶ ἑλκοῦσθαί φασι κατ’ἐκεῖνο τὸ μόριον ὀστοῦν πεπονθέναι τὸ πάθος ὃ προσαγορεύεται κάταγμα. τοῦτο μὲν οὖν ἐν ὀνόματι καὶ σημαινομένῳ τὴν ἀμφισβήτησιν ἔχει, μήτ’ὠφελοῦν μήτε βλάπτον ἡμᾶς εἰς τὴν τοῦ κατάγματος ἴασιν. ἃ δὲ ἐφεξῆς λέγει διδασκαλία τῆς ἰάσεώς ἐστιν, ἣν ποιεῖσθαι προσήκει συντριβέντος τοῦ βραχίονος, ὡς μὲν ἐμοὶ φαίνεται, σαφὴς οὖσα πᾶσα, καθάπερ καὶ ἄλλα τὰ πρόσθεν, ὅσα περὶ τοῦ πήχεος ἔγραψε · καὶ γὰρ κα- κἀκείνων πλὴν ὀλιγίστων λέξεων ἦν σαφῆ προστιθέντα δι’ἣν εἰς τὴν ἑκάστου τῶν κελευομένων ὑπ’αὐτοῦ πράττεσθαι τὸ τῆς αἰτίας ἐμηκύναμεν τὸν λόγον ἔξω μὲν ὄντα τοῖ κατὰ τὸ κύριον σημαινομένου τῆς ἐξηγήσεως, εἰθισμένον δ’, ὡς ἔφην, τοῖς ἐξηγηταῖς. ἀλλὰ καὶ τούτους αὐτοὺς τοὺς λογισμοὺς ἑτέρωθι διὰ βραχέων αὐτοῦ εἰρηκότος οὐ δ’ἐνταῦθα τὴν εὕρεσιν αὐτῶν ἡμεῖς προσεθήκαμεν, ἀλλὰ τὴν τάξιν ὑπηλλάξαμεν. ἐπὶ δὲ τοῦ νῦν προκειμένου παντὸς καὶ ὁ λόγος σαφής ἐστι καθ’ἑαυτὸν ἐξεταζόμενος καὶ τὴν αἰτίαν ἑκάστου τῶν λεγομένων ἔχει προειρημένην ἐν τοῖς περὶ τοῦ πήχεος λόγοις, ὑπὸ γὰρ τὰ καθόλου συμβουλευόμενα κατ’ἐκεῖνον ἐπάγεται καὶ ταῦτα, πρῶτον μὲν τὸ σχῆμα τῆς ὅλης χειρὸς, εἶθ’ἡ κατάστασις, εἶθ’ἡ διάπλασις, ἐφ’ᾗ θέσις ἐσχάτη καὶ ταῦτ’ἤτοι γε εἴη διαφορά τις ἢ ἀνάληψις. ἐπὶ προεγνωσμένοις οὖν τούτοις εἴ τι παραπίπτοι βραχὺ μὴ σαφὲς ἐξηγησόμεθα διὰ τῶν ἑξῆς.
“ἢν μέν τις ἀποτανύσας τὴν χεῖρα ἐν τουτέῳ τῷ σχήματι διατείνῃ, ὁ μῦς τοῦ βραχίονος κατατεταμένος ἐπιδεθήσεται. ἐπὴν δ’ἐπιδεθεὶς ξυγκάμψῃ τὸν ἀγκῶνα, ὁ μῦς τοῦ βραχίονος ἄλλο σχῆμα σχήσει”. τῷ κατὰ τὴν λέξιν εἰρημένῳ λόγῳ προσθεῖναι χρὴ τὰ λεγόμενα πρόσθεν, ὡς ἐπειδὰν ἄλλο σχῆμα λάβῃ μετὰ τὴν ἐπίδεσιν ὁ μῦς τοῦ βραχίονος, ἔνια μὲν αὐτοῦ θλιβήσεται μέρη βιαίως ὑπὸ τῶν ἐπιδέσμων, ἔνια δὲ χαλαροὺς καὶ περιρρέοντας αὐτοὺς ἕξει καὶ συμβήσεται διὰ μὲν τὰ θλιβόμενα μόρια φλεγμονὴν γενέσθαι, διὰ δὲ τὸ χαλαρὸν τῆς ἐπιδέσεως διαστραφῆναι τὸ κῶλον, ὥστ’οὐ χρὴ μεταβάλλειν τὸ σχῆμα τῆς χειρὸς, ἀλλ’αὐτὸ ἀεὶ φυλάττειν ἔξ ἀρχῆς ἄχρι τέλους, ὡς καὶ πρόσθεν ἐρρέθη. εἰ δ’αὖ πάλιν ἐμφυλάττῃς, ἐν ᾧ κατατείνας ἐπιδέσεις οὐδὲν μὲν οὔτε χαλαρὸν ἔσται τῆς ἐπιδέσεως οὔτε βιαίως θλῖβον. αὐτὸ δὲ σχῆμα μοχθηρὸν ὑπάρχον, ὡς ἐδείχθη πρόσθεν, ὀδύνηντε παρέξει καὶ δι’ἐκείνην φλεγμονήν.
“δικαιοτάτη οὖν βραχίονος κατάτασις ἥδε. ξύλον πηχυαῖον ἢ ὀλίγῳ βραχύτερον, ὁποῖοι οἱ στειλαιοί εἰσι τῶν σκαφίων, κρεμάσαι χρὴ ἔνθεν καὶ ἔνθεν σειρῇ δήσαντα. καθίσαντα δὲ τὸν ἄνθρωπον ἀπὸ ὑψηλοῦ τινος τὴν χεῖρα ὑπερκεῖσθαι, ὡς ὑπὸ τῇ μασχάλῃ γένηται ὁ στειλαιὸς ἔχων ξυμμέτρως, ὥστε μόλις δύνασθαι καθικνεῖσθαι τὸν ἄνθρωπον σμικροῦ δέοντα μετέωρον εἶναι. ἔπειτα θέντα τι ἄλλο ἔφεδρον καὶ ὑποθέντα σκύτινον ὑποκεφάλαιον ἢ ἓν ἢ πλείω, ὅκως ξυμμέτρως σχοίη ὕψιος τοῦ πήχεος πλαγίου πρὸς ὀρθὴν γωνίην. ἄριστον μὲν σκότος πλατὺ καὶ μαλθακὸν ἢ ταινίην πλατείην ἀμφιβάλλοντα τῶν μεγάλων τι σταθμίων ἐξαρτῆσαι, ὅ τι μετρίως ἕξει κατα τείνειν, εἰ δὲ μὴ, τῶν ἀνδρῶν ὅστις ἐρρωμένος ἐν τούτῳ σχήματι τοῦ πήχεος παρὰ τὸν ἀγκῶνα καταναγκαζέτω ἐς τὸ κάτω”. ὅτι τῇ φύσει δικαιοσύνης ἐστὶ τὸ οἰκεῖον νέμειν ἑκάστῳ οὐ κατὰ νόμον, ἀλλὰ τὸ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔντε τοῖς κατὰ φιλοσοφίαν ἐπιδέδεικται λόγοις. εἴρηται δὲ διὰ τῶν ἔμπροσθεν ἤδη καὶ πρός γε τούτῳ λέλεκται δίκαιον εἶναι σχῆμα τὸ φυλάττον ἑκάστου τῶν ἐν τῷ κώλῳ μορίων τὴν οἰκείαν θέσιν. ἐδείχθη δὲ τα- ταὐτὸ τοῦτο καὶ ἀνωδυνώτατον εἶναι τῶν ἄλλων ἁπάντων ὅπερ ἐστὶν ἔντε τῇ χειρὶ τοῦ βραχίονος ἐν ὀρθῇ γωνίᾳ τὴν πρὸς τὸν πῆχυν ἐργαζόμενον σχέσιν. ἐν τούτῳ δὴ τῷ σχήματι καταστήσαντα τὴν ὅλην χεῖρα κελεύει τὸν μὲν ἄνθρωπον καθίσαι, παραθεῖναι δ’αὐτῷ ἔμπροσθεν ξύλον ἐγκάρσιον τηλικοῦτόντε καὶ τοιοῦτον ἡλίκοντε καὶ ὁποῖον τῶν σκαφείων εἰσὶν οἱ στειλαιοί. σκαφίας δὲ δηλονότι κέκληκε δι’ὧν σκάπτομεν τὴν γῆν ἐν οἷς εἰσι καὶ αἱ καλούμεναι δίκελλαι, σμινύας δ’αὐτὰς ὀνομάζουσιν οἱ Ἀττικοί. βούλεται δὲ τὸ παρατεταμένον ξύλον μὲν εἶναι ἀκίνητον, ὡς μήτε ἀνωτέρω μήτε κατωτέρω μεθίστασθαι κατὰ τὴν χειρουργίαν. ἔξεστι δὲ τοῦτο σειραῖς αὐτοῦ δεθέντος ἐξ ἑκατέρου τῶν περάτων, ἃς σειραῖς ἐνῆφθαι χρὴ πρὸς ὑψηλόν τι χάριν τοῦ κρέμασθαι τὸν στειλαιόν. ὑποβάλλειν οὖν πρόσθεν αὐτοῦ τὸν θεραπευόμενον ἀξιοῖ τὴν χεῖρα, τοῦτο δ’ἔσται κατὰ τὴν μασχάλην ἐνταθέντος ἐγκαρσίου τοῦ στειλαιοῦ. τὸν δ’ἄνθρωπον αὐτὸν οὗ καταγεὶς ὁ βραχίων κελεύει καθίζειν οὕτως ὑψηλὸν, ὡς μικροῦ δεῖν μετέωρον εἶναι. καθίζειν μὲν οὖν αὐτὸν προστάττει βουλόμενος αὐτὸν ἐξαρκέσαι τῇ χειρουργίᾳ καὶ μὴ κάμνειν ἑστῶτα. μὴ ταπεινὸν δὲ τοῦτο πράττειν, ἀλλ’ὡς ἄν τις μάλιστα καθήμενος ὑψηλότερος γένηται. καὶ διὰ τὸν ἰατρὸν μὲν ὅπως ὀρθῶς ἐνεργοῖτο καὶ μὴ ἐπὶ πλεῖστον ἀναγκάζοιτο νεύειν κάτω. χειριζομένῳ δ’αὐτῷ βέλτιον οὕτω καθῆσθαι · πεφύκασι γὰρ ἐν ταῖς κατατάσεσι τῆς χειρὸς οἱ κάμνοντες ὀδυνώμενοι καὶ συνακολουθοῦντες τοῖς κατατείνουσιν, ἐπανατίθεσθαίτε καὶ μηκέτι φυλάττειν ἀκριβῶς τὴν ἐξ ἀρχῆς ἕδραν. ἐν τούτῳ δὲ συμβαίνει τὴν κατάτασιν ἐκλύεσθαι. ὅπως οὖν μὴ γίγνοιτο τοῦτο καὶ τὸν ἔσχατον ὅρον τῆς ὑψηλῆς καθήσεως τὸν πεπονθότα σχηματίζει μετέωρον, εἰ βραχὺ μετεωρισθείη, στήσεται. τοῦτο δὲ ποιήσας οὔτ’αὐτὸς ἑαυτὸν οὔτε τοὺς ἄλλους λήσεται, μὴ λαθὼν δὲ ῥᾳδίως αὖθις ἐπὶ τὸ πρῶτον σχῆμα πρὸς τὸ τῶν ἄλλων ἀχθήσεται καὶ αὐτὸς ἐφ’ἑαυτό. καὶ μὲν δὴ καὶ ὅτι τοῖς μὲν οὕτω καθημένοις ἐπὶ τὸ στῆναι βραχυτάτη μεταβολὴ, τοῖς ταπεινοῖς δὲ παμπόλλη, ὥστε καὶ τὴν ἐκ τοῦ μεταβάλλειντε τῆς καθέδρας σχῆμα βλάβην ἐσομένην ἐλαχίστην μὲν γίγνεσθαι τοῖς ὑψηλοῖς καθημένοις, μεγίστην δὲ τοῖς ταπεινοῖς. εὔδηλον οὖν ὅτι διὰ τοῦτο χρῆται καὶ τῷ πλαγίῳ ξύλῳ κατὰ τὴν μασχάλην, ἵνα μὲν κατατεινομένης τῆς χειρὸς ἀκολουθῶν ὁ ἄνθρωπος ἐκλύῃ τὴν τάσιν, ὅπερ ἡμεῖς εἰώθαμεν ἄνευ ξύλου πολλάκις ἐργάζεσθαι διὰ βρόχων περιβεβλημένων τῇ μασχάλῃ. χρὴ δὲ δηλονότι τῶν βρόχων τούτων τὰ πέρατα τείνεσθαι πρὸς το- τοὐπίσω, καθάπερ πάλιν ἑτέρων βρόχων περιθέσει διατείνομεν ἐφ’ἑκάτερον τὸ κατεαγὸς ὀστοῦν, ὅταν ἡ διὰ τῶν χειρῶν κατάτασις ἐνδεεστέρα τοῦ προσήκοντος ᾖ. ταύτης δέ ποτε μόγις ἐλπὶς εἰς ἀνύσειν τὸ δέον, ὥσπερ ἐπὶ τῶν παιδίων οὐδεμία χρεία βρόχων, ἔτι δὲ μᾶλλον οὐ δ’ὀργάνων ἐχόντων ἄξονας, οἷς περιβάλλοντες τὰ πέρατα τῶν βρόχων ἰσχυροτέραν ἐργαζόμεθα τὴν ἀντίτασιν καὶ μάλιστά γε τούτῳ τῷ τρόπῳ τῆς ἀντιτάσεως ἐπὶ τῶν ἐξαρθρημάτων χρώμεθα. τοῦ δὲ νῦν ἀξιουμένου γίγνεσθαι τρόπου κατατάσεως οἷόν τι καὶ τοῦτ’ἔστιν, ἐστηρίχθαι βούλεται τὸν πῆχυν ἐπί τινος, ὃ οὗτος ὠνόμασεν ἔφεδρον, τουτέστιν ἐπί τινος τοιούτου ἐφ’οὗ καθεζόμενος ἑδραίως ἐπικειμένων αὐτῷ σκυτίνων ἐπικεφαλαίων εἴτ’ἐξάπτεται κατὰ τὸ κάτω πέρας τοῦ βραχίονος, τὸ κατ’ἀγκῶνα τῶν βάρος ἐχόντων τι σωμάτων. αὐτὸς δ’εἶπε τῶν σταθμίων τι, ταῦτα δέ ἐστιν οἷς χρώμεθα συνήθως ἐξ ὕλης χαλκοῦ καὶ σιδήρου καὶ μολύβδου γεγονός · καὶ μέντοι καὶ ὡς ἱμάντα χρὴ πλατὺν καὶ μαλθακὸν ἢ ταινίαν εὔτονον δηλονότι περιβεβλῆσθαι τῷ κάτω πέρατι τοῦ βραχίονος, ἐξ οὗ τῶν σταθμίων ἡ ἐξάρτησις ἔσται.
“ὁ δὲ ἰητρὸς ὀρθὸς μὲν ἐὼν χειριζέτω τὸν ἕτερον πόδα ἐπὶ ὑψηλοτέρου τινὸς ἔχων. κατορθώσας δὲ τοῖσιν θέναρσι τὸ ὀστέον, ῥηϊδίως δὲ κατορθώσεται. ἀγαθὴ γὰρ ἡ κατάτασις, ἥν τις καλῶς παρασκευάσηται. ἔπειτα ἐπιδείτω τάςτε ἀρχὰς βαλλόμενος ἐπὶ τὸ κάτηγμα καὶ τα- τἄλλα πάντα ὥσπερ πρότερον παρῃνέθη χειριζέτω καὶ ἐρωτήματα ταῦτα ἐρωτάτω καὶ σημείοισι χρήσθω τοῖσιν αὐτέοισιν, ἢν μετρίως ἔχῃ ἢ οὔ. καὶ διὰ τρίτης ἐπιδείτω καὶ ἐπὶ μᾶλλον πιεζέτω”. ὡς ἑδραιότερον αἱρεῖται τοῦτο σχῆμα τῷ χειρουργοῦντι, καθάπερ ἐν τῷ κατ’ἰητρεῖον ἠξίωσε γράψας · ἑστεῶτα δὲ δεῖ ἐπ’ἀμφοτέρων βεβεῶτα ἐξ ἴσου τῶν ποδῶν ἅλις δρῇν γε τῷ ἑτέρῳ ἐπιβεβεῶτα μὴ τῷ κατὰ τὴν δρῶσαν χεῖρα.
“καὶ ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω · καὶ ἢν ὑποπτεύσῃ μὴ καλῶς κεῖσθαι τὸ ὀστέον, μεσηγὺ τουτέου τοῦ χρόνου λυσάτω καὶ εὐθετησάμενος μετεπιδησάτω”. ὅπερ ἐπὶ τοῦ πήχεος εἴρηκεν ἔμπροσθεν ἀξιώσας προσυπακούειν σε τοῦτο καὶ νῦν ἀξιῶ κατὰ λόγον πάντων ἀποβαινόντων ἐν ταύτῃ χρόνου τῇ προθεσμίᾳ τοὺς νάρθηκας ἐπιβάλλειν, ἀλλ’ἐπὶ μὲν τοῦ πήχεος ἑβδομαῖον ἁπλῶς ἐκέλευσε νάρθηξι δεσμεῖν, ἐπὶ δὲ τοῦ βραχίονος τῷ καλουμένῳ παραδιαζευκτικῷ συνδέσμῳ τὴν ἑρμηνείαν ἐποιήσατο. φησὶ μὲν ὡς ἑβδομαῖον ἢ ἐναταῖον ἐν νάρθηξι δησάτω. διὰ γὰρ τὸ μέγεθος τῶν περὶ τὸν βραχίονα μυῶν ἐν πλείονι χρόνῳ τελείως ἰσχνὰ καὶ δευσὰ γίνεται τὰ περὶ τὸ κάταγμα μόρια. τοιούτων δὲ ὄντων αὐτῶν ἐδείχθη καιρὸς εἶναι τῆς τῶν ναρθήκων ἐπιθέσεως.
“κρατύνεται δὲ μάλιστα βραχίονος ὀστέον ἐν τεσσαράκοντα ἡμέρῃσιν. ἐπὴν δὲ ταύτας ὑποβάλῃ, λύειν χρὴ καὶ ἐπὶ ἧσσον πιέζειν τοῖσιν ὀθονίοισιν καὶ ἐπὶ ἐλάσσοσιν ἐπιδεῖν. δίαιταν δὲ ἀκριβεστέρην τινὰ ἢ τὸ πρότερον διαιτᾷν καὶ πλείω χρόνον, τεκμαί ρεσθαι δὲ πρὸς τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρὶ τὴν ῥώμην ὁρῶν”. τὸ διὰ πώρου συνδεῖσθαι τὰ κεχωρισμένα μέρη τοῦ συντριβέντος ὀστοῦ κρατύνεσθαι κέκληκεν, ὡς καὶ πρόσθεν ἐπὶ τοῦ πήχεος. ὅσῳ δὲ μεῖζόν ἐστι τὸ τοῦ βραχίονος ὀστοῦν τοσούτῳ δηλονότι καὶ ὁ χρόνος αὐτῷ τῆς πωρώσεως μακρότερος γίγνεται. τὰ δ’ἄλλα πάντα διὰ τῶν ἐπὶ τοῦ πήχεος εἰρημένων ἐστὶ δῆλα, μηδεμιᾶς οὖν ἐξηγήσεως δεόμενα.
“προσξυνιέναι δὲ χρὴ καὶ τάδε, ὅτι βραχίων κυρτὸς πέφυκεν ἐς τὸ ἔξω μέρος καὶ διαστρέφεσθαι φιλέει, ἐπὴν μὴ καλῶς ἰητρεύηται. ἀτὰρ καὶ τα- τἄλλα πάντα ὀστέα εἰς ὅπερ πέφυκε διεστραμμένα, ἐς τοῦτο καὶ ἰητρευόμενα φιλέει διαστρέφεσθαι ἐπὴν κατεαγῇ. χρὴ τοίνυν, ἐπὴν τοιοῦτό τι ὑποπτεύηται, ταινίῃ πλατείῃ προσεπιλαμβάνειν τὸν βραχίονα κύκλῳ περὶ τὸ στῆθος περιδέοντα · καὶ ἐπὴν ἀναπαύεσθαι μέλλῃ μεσηγὺ τοῦ ἀγκῶνος καὶ τῶν πλευρέων σπλῆνά τινα πουλύπτυχον πτύξαντα ὑποτιθέναι ἢ ἄλλο τι ὃ τουτέῳ ἔοικεν. οὕτω γὰρ ἂν ἰθὺ τὸ κύρτωμα τοῦ ὀστέου γένοιτο. φυλάσσεσθαι μέντοι χρὴ ὅπως μὴ ᾖ ἄγαν ἐς τὸ ἔσω μέρος”. τὰ κατὰ τὴν ῥῆσιν ὅλην ἄχρι τῆς τελευτῆς τοῦ κατὰ τὸν βραχίονα λόγου πάντ’ἔστι σαφῆ · καὶ γὰρ τὴν αἰτίαν αὐτὸς εἶπε τῆς ἐπὶ το- τοὐκτὸς διαστροφῆς καὶ τὴν ἐπανόρθωσιν ἐκ τῆς ἐπὶ τα- τἀναντία περιρροπῆς. ἐδίδαξε καὶ τὸν πολύπτυχον σπλῆνα καὶ μεταξὺ τῶν πλευρῶντε καὶ τοῦ ἀγκῶνος ἐκέλευσε τιθέναι χάριν τοῦ τὸν βραχίονα μὴ ψαύειν τῶν πλευρῶν, ἀλλ’ἐν τῷ μεταξὺ χώρας οὔσης, κα- κἂν εἰς ἐκείνην ὠθούμενον ὑπὸ τῆς τῷ στήθει προσαγούσης αὐτὸν ταινίας ἀδιάστροφον γίγνεσθαι, τῆς φυσικῆς αὐτοτέρως εἰς τὴν ἔξωθεν χώραν ἐκτροπῆς ἐπανορθουμένης ὑπὸ τῆς ἔσω ῥοπῆς.
“ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν ὀστέων ξύγκειται, ὥσπερ καὶ χεὶρ ἄκρη”. ἀναλογία τίς ἐστι τοῖς τῆς χειρὸς ὅλης μέρεσι πρὸς τὰ τοῦ σκέλους · ὁποῖον μὲν γὰρ ἐν τῇ χειρὶ βραχίων ἐστὶ, τοιοῦτον ἐν τῷ σκέλει μηρός · ὁποῖος δὲ ἐν ἐκείνῃ πῆχυς, ἐν σκέλει κνήμη. καὶ δὴ τὸ λοιπὸν μέρος ἡ ἄκρα χεὶρ ἀνάλογόν ἐστι ποδὶ, περὶ ὃν οὐδὲν ἴδιον ὄνομα τοιοῦτον ἔχομεν ἄκρας χειρὸς, ὁποῖον πούς ἐστι χωρὶς τοῦ σκέλους. εἰκότως οὖν καὶ πόδα μὲν ἁπλῶς εἶπε μὴ προσθεὶς ἄκρον. χεῖρα δὲ οὐκέθ’ἁπλῶς ὠνόμασεν, ἀλλ’ἄκραν προσέθηκε. ταῦθ’ἡμῖν ὑπὲρ τῆς τῶν ὀνομάτων χρήσεως αὐτάρκως εἴρηται. περὶ δὲ τῶν πραγμάτων αὐτῶν ἐφεξῆς λέγομεν · ἀκόλουθος μὲν ἦν οἶς ἔμπροσθεν διῆλθεν ὁ περὶ τῆς ἄκρας χειρὸς λόγος. ὁ δ’οὐ περὶ ταύτης μόνης, ἀλλὰ καὶ περὶ τοῦ ποδὸς ἅμα διδάσκει καὶ πλείω λόγον ὑπὲρ ἐκείνου ποιεῖται, διότι πλείονος ἐπιμελείας δεῖται. φησὶν οὖν ἐκ πολλῶν καὶ μικρῶν ἄμφω συγκεῖσθαι τὰ μόρια, προστιθέντες δ’ἡμεῖς εἴπωμεν ἂν καὶ σκληρῶν · ἀμύελάτε γάρ ἐστι καὶ ἥκιστα σηραγγώδη, λιθιδίοις ἐοικότα μικροῖς. ἔστι δ’ὅλης τῆς χειρὸς ἀναλογία πρὸς ὅλῳ τῷ σκέλει, οὕτως καὶ τοῖς ἄκροις αὐτῶν. ὁποῖος μὲν γάρ ἐστιν ἐν χειρὶ καρπὸς, τοιοῦτος ἐν ποδὶ ταρσὸς, ὁποῖον δὲ μετακάρπιον ἐν χειρὶ, τοιοῦτον τὸ πεδίον ἐν ποδί. περὶ δὲ τῆς τῶν δακτύλων ἀναλογίας, κα- κἂν ἐγὼ μὴ λέγω, δῆλον. ἔξωθεν δὲ τῶν εἰρημένων ἐστὶν ἐν τῷ ποδὶ τὰ κατὰ τὴν πτέρναν ὀστᾶ, διὸ καὶ τοῦ ποδὸς ὁ λόγος αὐτῷ γίγνεται μακρότερος ἤπερ τῆς ἄκρας χειρός. οἷα μὲν γὰρ πρὸς ἐκείνην αὐτῷ κοινὰ πρῶτον διῆλθεν, ὅσα δὲ ἴδια προσέθηκεν ἐκείνοις ἐφεξῆς · ὁ μὲν οὖν καρπὸς ἐξ ὀκτὼ πάντων ὀστῶν σύγκειται, τὸ δὲ μετακάρπιον ἐκ τεττάρων, ἕκαστος δὲ τῶν δακτύλων ἐκ τριῶν, ὡς εἶναι τὰ πάντα τῆς ἄκρας χειρὸς ἑπτὰ καὶ εἴκοσι. τά γε μὴν τοῦ ποδὸς αὐτῶν μὲν τῶν δακτύλων εἰσὶ τεσσαρακαίδεκα · δύο γὰρ ὀστᾶ μέγας ὁ δάκτυλος αὐτοῦ ἔχει, τὸ δὲ πεδίον ἐκ πέντε σύγκειται, καὶ διὰ τοῦτ’ἀμφοτέρων τῶν μορίων ἐννεακαίδεκά ἐστιν ὅσαπερ ἐν ἄκρᾳ χειρὶ μετακαρπίουτε καὶ δακτύλων. ἑνὶ μὲν γὰρ ἀπολείπεται τὸ μετακάρπιον ὀστῷ τοῦ πεδίου, ἑνὶ δὲ οἱ δάκτυλοι τῆς χειρὸς ὀστῷ πλεονεκτοῦσι τῶν ἐν τῷ ποδί. καὶ διὰ τοῦτο συναμφότερα συναμφοτέροις ἴσον ἔχει τὸν ἀριθμόν · λοιπὸν ἐν χειρὶ μὲν ὁ καρπὸς ἐξ ὀκτὼ τῶν πάντων ὀστῶν ἐστιν, ἐν ποδὶ δὲ ταρσὸς ἅμα τῇ πτέρνῃτε καὶ ἀστραγάλῳ τῶν πάντων ὀκτώ. τοῦ γὰρ τῆς πτέρνης ὀστοῦ μεγίστου ὄντος ἁπάντων τῶν ἐν ἄκροις ἀμφοτέροις τοῖς κώλοις ὑπεστηριγμένουτε τῷ ἀστραγάλῳ καὶ τῇ κνήμῃ καὶ σχεδὸν ὅλον τὸ σῶμα βαστάζοντος, ὁπόταν ὀρθοὶ στῶμεν, ἐν δὲ τοῖς πρόσω μέρεσι συνηρθρωμένου πρὸς τὸ κυβοειδὲς, ὥσπερ γε καὶ τοῦ ἀστραγάλου κεφαλὴ πρὸς τὸ σκαφοειδὲς, οἷς ἀμφοτέροις ἄλλατε περιδιήρθρωται τὰ κατὰ τὸν ταρσὸν τοῦ ποδὸς μάλιστα κείμενα · καὶ εἴπερ τις ἐθέλει καὶ τὸν ἀστράγαλον ἄκρον τῷ σκέλει προσνέμειν, ὁ αὐτὸς ἀριθμὸς ἔσται τῶν ὀστῶν ἐν ἑκατέρῳ πέρατι τῶν κώλων, ὥστε τρόπῳ διδασκαλίας οὐκ αὐτῇ τῶν πραγμάτων τῇ φύσει διαφέρεσθαι τοὺς ζʹ καὶ κʹ εἶναι λέγοντας ὀστᾶ πρὸς τοὺς στʹ καὶ κʹ εἰπόντας. εἰ μὲν γὰρ προσνέμοις ἄκρῳ τῷ σκέλει τὸν ἀστράγαλον ζʹ καὶ κʹ ἔσται. χωρὶς δὲ ἐκείνου τὰ πάντα τοῦ ποδὸς στʹ καὶ κʹ ὀστᾶ γίνεται. διὰ τοῦτ’οὖν ὀρθῶς προσεῖπε · ποὺς δὲ ἀνθρώπου ἐκ πολλῶν καὶ μικρῶν σύγκειται ὀστῶν, ὥσπερ καὶ χεὶρ ἄκρη, τὸν μὲν λόγον ποιούμενος ὡς πρὸς εἰσαγομένους καὶ ἀνατετμηκότας, ἀναμιμνήσκων δέ ὧν ἐμάθομεν εἰς τὰ παρόντα χρησίμων · οὐ γὰρ δὴ τοῦτο μόνον εἰδέναι προσῆκεν, ὡς ἐκ πολλῶν καὶ σκληρῶν καὶ μικρῶν ὀστῶν ἑκάτερον ὧν εἴπομεν σύγκειται. προσαναμεμνῆσθαι δὲ χρὴ καὶ τὸ σχῆμα καὶ τὸ μέγεθος ἑκάστου καὶ τὴν πρὸς τὰ πλησιάζοντα σχέσιν, ὅπερ ὀνομάζεται θέσις, ἵν’ὅταν ἐκ τῆς ἰδίας χώρας κινηθῇ τι τῶν ἐν τούτοις τοῖς μέρεσιν ὀστῶν ἑτοίμως αὐτῷ καταντῶμεν.
“κατάγνυται μὲν οὐ πάνυ τι ταῦτα τὰ ὀστέα, ἢν μὴ ξὺν τῷ χρωτὶ τιτρωσκομένῳ ὑπὸ ὀξέος τινὸς ἢ βαρέος · τὰ μὲν οὖν τιτρωσκόμενα ἐν ἑλκοσίων μέρει εἰρήσεται ὡς χρὴ ἰητρεύειν”. χρῶτα καλοῦσιν οἱ Ἴωνες, ὃ ἦν τοῦ σώματος ἡμῶν σαρκῶδες, ἐν ᾧ μάλιστα γένει τὸ δέρμα καὶ οἱ μύες εἰσὶν, ἐφεξῆς δὲ οἱ ὑμένες καὶ σπλάγχνα. τὸ δὲ τῶν ὀστῶν γένος οὐκ ὀνομάζουσι χρῶτα, καθάπερ οὐ δὲ τοὺς χόνδρους, οὐ δὲ τοὺς συνδέσμους. οὕτως οὖν καὶ Ὅμηρος φαίνεται τῇ προσηγορίᾳ χρώμενος ἐν οἷς φησιν · ἀεὶ τῶν ἔσται χρὼς ἔμπεδος ἢ καὶ ἀρείων. καὶ ἔμπαλιν · ὡς ἂν μὴ κλαίουσα κατὰ χρόα καλὸν ἰάπτῃς. ὁ τοίνυν προσεῖπεν ἐπὶ τῶν προειρημένων μορίων, ἅπερ ἦν πούςτε καὶ ἄκρα χεὶρ οὐ πάνυ τι κατάγνυσθαί φησι τὰ ὀστᾶ χωρὶς ἕλκους · τῷ γὰρ σὺν χρωτὶ τιτρωσκομένῳ τὸ αὐτὸ σημαίνει τῷ μεθ’ἕλκους, οὐ δὲ διάφορον οἴεται κατὰ τὸν ἐνεστῶτα λόγον ἕλκους εἰπεῖν ἢ τραύματος. ὀλίγιστον δέ ἐστιν ἐν ἄκροις τοῖς κώλοις. τὸ γὰρ σαρκῶδες, ὥσπερ πλεῖστον ἐν βραχίονίτε καὶ μηρῷ, τοῦτ’οὖν τὸ ὅλον ἑτοίμως πάσχει προσπεσόντος τινὸς ἔξωθεν ἄκρᾳ χειρὶ καὶ ποδὶ τοῦ δυναμένου κατάξαι τι τῶν ἐν αὐτοῖς ὀστῶν. αἰτίαι γάρ εἰσι γοῦν γενικώταται τέσσαρες ὀστῶν κατάγματος ἤτοι θλάσαι τι δυνάμενον ἰσχυρῶς ἐμπεσόν. ἔστι δὲ δῆλον ὅτι χρὴ τὸ τοιοῦτον σῶμα σκληρὸν μὲν κατὰ τὴν οὐσίαν, οὐ σμικρὸν δὲ κατὰ τὸν ὄγκον ἢ διατεμνόμενον τὸ δέρμα μόνον ἤ τι τῶν μετ’αὐτὸ τὸ μέχρι τῶν ὀστῶν, ἀλλὰ καὶ αὐτὰ τὰ ὀστᾶ · καὶ καλεῖ γ’ἕδραν αὐτὸς τὸ τοιοῦτον πάθημα τῶν ὀστῶν ἐν τῷ περὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων καὶ μέντοι καὶ καθαλλόμενοί τινες ἀφ’ὑψηλοῦ διέκλασαν ἤτοι τῆς κνήμης ὀστοῦν ἢ τὸ τοῦ μηροῦ ξηροτέρων αὐτοῖς καὶ οὐ πάνυ πυκνῶν ὄντων. ἴδομεν δὲ καὶ κατὰ παλαίστραν κάταγμα γιγνόμενον κατὰ περίκλασιν. οὕτω γὰρ ἄν τις ἑρμηνεύσειε σαφῶς, ὥσπερ κα- κἀπὶ τοῦ συντριβέντος τὴν κνήμην, μετὰ τῆς περόνης ἅμα τραύματι μεγάλῳ γυμνωθέντων τῶν ὀστῶν. συνέβη γὰρ ἐκεῖνο γενέσθαι τὸ κάταγμα τῆς κνήμης ἐγκαρσίας ὑποβεβλημένης τῷ τοῦ παλαίοντος κώλῳ καταναγκαζομένων αὐτῆς κάτω τῶν περάτων ἀμφοτέρων παραπλησίου συμβαίνοντος τῷ γιγνομένῳ, ὥσπερ περὶ τὰ κλώμενα ξύλα κατὰ προαίρεσιν ὑφ’ἡμῶν αὐτῶν. ἐπιτιθέντες γὰρ αὐτὰ καθ’ἑκατέρου μηροῦ λοξὰ κα- κἀπὶ τῶν χειρῶν ἑκάτερον τὸ ἄκρον ἰσχυρῶς ἀναγκάζοντες κάτω κατὰ τὸ μέσον αὐτῶν ὁρῶμεν ῥηγνύμενα. ὥσπερ οὖν οὔτε μέγα ξύλον οὔτ’εὔτονον, ἀλλὰ καὶ σμικρὸν καὶ ἄρρωστον ἐν τούτῳ τῷ τρόπῳ κλῶμεν, οὕτως ἐπειδὰν ὀστοῦν ἀσθενὲς ᾖ φύσει κατὰ τὰς εἰρημένας ἐνεργείας διακλᾶται μέσον τοιούτων. ἀλλ’ὁ τοιοῦτος τρόπος τῶν παλαισμάτων ἐν ἄκροις τοῖς κώλοις ὀστῶν, οὔθ’ὅταν ἀφ’ὑψηλοῦ πηδήσαντες ἢ καταφερόμενοι τηρήσουσιν ἐπὶ τῆς γῆς ἢ βιαίως τὸν πόδα διασπῶντες, μᾶλλον γὰρ ἐν ταῖς τοιαύταις πληγαῖς οἱ σύνδεσμοι τῶν ὀστῶν ἤπερ αὐτὰ κατάγνυται. τοῦτο δ’αὐτοῖς συμβαίνει καὶ διὰ τὴν σμικρότητα μὲν, ἀλλὰ καὶ διὰ τὴν σκληρότητα μᾶλλον, οὐ μὴν οὐ δὲ τοῖς ἔξωθεν αὐτοῖς ἐμπιπτόντων σφοδρῶς δύναταί τι ῥᾳδίως συντρῖψαι μὴ σκληρότερόντε τῶν ὀστῶν ὑπάρχον, ἀξιόλογον δὲ τῷ μεγέθει. τὸ δὲ τοιοῦτον οὐ δὲ τοῦ δέρματος φείδεται, καθάπερ οὐ δ’ὅταν ὀξὺ τὸ τιτρῶσκον ᾖ · καὶ γὰρ καὶ τοῦτο φθάνει προδιατέμνον ἃ τοῖς ὀστοῖς ἐπίκειται, πρὶν ἐντυχεῖν αὐτοῖς ὅπερ εὐλόγως ἔφη μὴ πάνυ τι κατάγνυσθαι τὰ ὀστᾶ ταῦτα χωρὶς ἕλκους. ἀλλ’ἐπεὶ μέλλει περὶ τῶν μεθ’ἕλκους καταγμάτων ἰδίαν ποιεῖσθαι τὴν διδασκαλίαν, ἐν τοῖς ἐφεξῆς εἰς ἐκεῖνο τοῦ βιβλίου χωρίον ἀνέβαλε καὶ τὸν περὶ τούτων λόγον.
“ἢν δέ τι κινηθῇ ἐκ τῆς χώρης ἢ τῶν δακτύλων ἄρθρον ἢ ἄλλο τι τῶν ὀστέων τοῦ ταρσοῦ καλεομένου ἀναγκάζειν μὲν χρὴ ἐς τὴν ἑωυτοῦ χώρην ἕκαστον, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ εἴρηται”. οὐχ ὡς προειρηκώς τι περὶ τῶν ἐν τῇ χειρὶ συνισταμένων ὀστῶν εἶπε τὸ, ὥσπερ καὶ τὰ ἐν τῇ χειρὶ, ἀλλ’εἰ καὶ οὕτως ἔτυχεν εἰπών · ἀναγκάζειν μὲν χρὴ εἰς τὴν ἑαυτοῦ χώραν ἕκαστον τῶν ἐν τῷ ποδὶ, κατὰ δὲ τὸν αὐτὸν τρόπον χρὴ καὶ τὰ ἐν τῇ χειρί. γέγραπται δὲ ἐν τισὶ μὲν ἀναγκάζειν, ἐν τισὶ δὲ καταναγκάζειν εἴρηται. σημαίνει δ’ἡ λέξις τοῖον, εἰ εἶπε μὲν τιθέντα ἐν τῇ οἰκείᾳ χώρᾳ τὸ κινηθὲν ὀστοῦν. κινεῖται δὲ ἀπορρηγνυμένων τῶν συναπτόντων αὐτὰ πρὸς τὰ πλησιάζοντα συνδέσμων, ἀλλὰ οὔτε πάντες οἱ περιέχοντες ἐγκύκλως σύνδεσμοι τὸ κινηθὲν ὀστοῦν ἀπορρήγνυνται. σπάνιον γὰρ ἀκριβῶς τὸ τοιοῦτον καταλιπὸν ἅπασαν τὴν ἑαυτοῦ χώραν τὸ βλαβὲν οὕτως ἀναπηδᾷν πρὸς τὸ δέρμα καὶ μάλιστα οἷς ἐστι χαλαρὸν, ὥστε γε σύντομον ἀνθίσταται τὴν ἑαυτοῦ φορὰν τοῦ κινηθέντος ὀστοῦ. διὰ τοῦτο οὖν οὐ δὲ εἰς τὸ κάτω τοῦ ποδὸς εἴωθε τὰ πολλὰ τὸ κινηθὲν ὀστοῦν ἐξίσχειν, ὅτι σκληρὸν καὶ παχὺ τὸ ταύτης δέρμα τὸ καλούμενον ἴχνος · ἀλλὰ καὶ διότι τὰ πλήττοντα το- τοὐπίπαν ἐκ τῶν ἄνω μερῶν ἐμπίπτει τῷ ποδί. μόνος οὖν οὗτος εἰς τὸ κάτω μέρος ἐκστήσεται τὸ κινηθὲν ὀστοῦν, ὅταν ἀφ’ὑψηλοῦ τινος ὁ ἄνθρωπος ἐπὶ λίαν τραχεῖς ἐξοχὰς ἢ ὀξείας ἔχοντα πηδήσεται. τὰ μὲν οὖν πάντοθεν ἀπολυθέντα τελέως, ὁκόταν τῆς ἑαυτοῦ χώρας εἴτε κάτω τοῦ ποδὸς εἴτ’ἄνωθεν χωρήσειε χαλεπώτερόν ἐστιν εἰς τὴν οἰκείαν ἐμβαλεῖν χώραν. εἰ δέ γε καὶ σπανίως τυχηθείη τινὰ τὸ ἔργον, ἀλλὰ καὶ τὸ φυλάξαι γε τὴν χώραν ἀεὶ χαλαρόν. ἔνθα γὰρ ὀστοῦν πάλιν σφοδρότερον κινηθῇ, κλήσεται τοὺς κρατοῦντας αὐτὸ συνδέσμους, οὐκ ἔχοντα δὲ ἐκ μέρους μὲν ἐχόμενα φυλαττομένων ἡμῶν τῶν συνδέσμων, ἐκ μέρους δ’ἀπολελυμένα καθάπερ ἂν ἀπορραγῶσιν εἰ προκύπτειν εἴωθε, διατείνοντας οὖν ὅλον τὸν πόδα καταναγκάζειν αὐτὸν προσήκει.
“καὶ ἰητρεύειν δὲ κηρωτῇ καὶ σπλήνεσιν καὶ ὀθονίοισιν, ὥσπερ καὶ τὰ κατήγματα, πλὴν τῶν ναρθήκων. τὸν μὲν αὐτὸν τρόπον πιεζεῦντα, διὰ τρίτης δὲ ἐπιδέοντα. ὑποκρινέσθω δὲ ὁ ἐπιδεόμενος παραπλήσια οἷάπερ καὶ ἐν τοῖσι κατήγμασι καὶ περὶ τοῦ πεπιέχθαι καὶ περὶ τοῦ χαλαρὰν εἶναι”. ὁποίαν ἐπὶ τῶν καταγμάτων ἐκέλευσε θεραπείαν, τοιαύτην ἀξιοῖ σε ποιεῖσθαι καὶ νῦν ἐπὶ τῶν ἐν ἄκροις τοῖς κώλοις κινηθέντων ὀστῶν · καὶ γὰρ ἀπὸ διατάσεως ἄρξασθαι χρὴ χάριν τοῦ καλῶς διαπλάσαι τὰ κεκινημένα τῶν ὀστῶν καὶ μετὰ τὴν διάπλασιν ἐπιδοῦντα τῶν αὐτῶν ὑποστοχάζεσθαι σκοπῶν. ἀφλέγμαντόντε μὲν γὰρ εἶναι βουλόμεθα τὸ μόριον ἐσφίγχθαιτε καὶ διακρατεῖσθαι τὸ πεπλασμένον ὀστοῦν ὑπὸ τῶν ὀθονίων. ἐδείχθη δ’ἔμπροσθεν ταῦτα οὐ δυνάμενα γενέσθαι καλῶς ἄνευ τοῦ τὸ μὲν ἐν τοῖς πεπονθόσι μορίοις αἷμα πρὸς τὴν ἀρχὴν τοῦ κώλου καὶ τὸ πέρας ἐκθλίβεσθαι, κωλύεσθαι δ’ἐπιρρεῖν ἄλλο. πρὸς ταῦτα δ’οὖν, εἴ τι μεμνήμεθα, σκοποῦντες εὕρομεν ἅπασαν τὴν καταγματικὴν ἐπίδεσιν ἣν κελεύει ποιεῖσθαι πλὴν τῶν ναρθήκων, ἐπειδὴ τοῦ μέρους ἡ φύσις οὐ προσίεται τὴν τούτων ἐπίθεσιν. ὁμαλὴν γὰρ εἶναι δεῖ τὴν ἐπιφάνειαν τῶν μερῶν οἷς μέλλομεν νάρθηκας, οὐ μὴν τοιοῦτός ἐστιν ὁ ταρσὸς τοῦ ποδός.
“ὑγιῆ δὲ γίνεται ἐν εἴκοσιν ἡμέρῃσι τελέως ἅπαντα πλὴν ὁκόσα κοινωνέει τοῖσι τῆς κνήμης ὀστέοισι καὶ αὐτέῃ τῇ ἵξει. ξυμφέρει δὲ κατακεῖσθαι τοῦτον τὸν χρόνον · ἀλλὰ γὰρ οὐ τολμέουσιν ὑπερορῶντες τὸ νόσημα, ἀλλὰ περιέρχονται πρὶν ὑγιέες γενέσθαι. διὰ τοῦτο καὶ οἱ πλεῖστοι οὐκ ἐξυγιαίνουσι τελέως, ἀλλὰ πολλάκις ἐπιβάλλειν αὐτοὺς ὁ πόνος ὑπομιμνήσκει εἰκότως · ὅλον γὰρ τὸ ἄχθος τοῦ σώματος οἱ πόδες ὀχέουσιν. ὁκόταν οὖν μήπω ὑγιέες ἐόντες ὁδοιπορέουσι φλαύρως ξυναλθάσσεται τὰ ἄρθρα κινηθέντα. διὰ τοῦτο ἄλλοτε καὶ ἄλλοτε ὀδυνῶνται τὰ πρὸς τῇ κνήμῃ, τὰ δὲ κοινωνέοντα τοῖσι τῆς κνήμης ὀστέοισιν μείζωτε τῶν ἑτέρων ἐστὶ καὶ κινηθέντων τούτων πολυχρονιωτέρα ἡ ἄλθαξις. ἴησις μὲν οὖν ἡ αὐτή”. λέγει τῆς ὅλης κνήμης εἴγε καὶ τὸ κατὰ τὴν ἴξιν αὐτὸ σημαίνει τὸ κατ’εὐθὺ πολλάκις ἐν πολλοῖς εἰρημένον, ἀλλὰ καὶ κατωτέρω τρὶς ἐφεξῆς κέχρηται τῷ ὀνόματι περὶ κνήμης διαλεγόμενος ἐν τῇ ῥήσει · τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τὸ ὕπερθεν τοῦ σώματος αὕτητε ἔσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν, ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται μᾶλλον ταύτῃ τῇ ἴξει, ἀλλ’οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ ἔσω τοῦ ἔξωθεν, ὡς καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν, λεπτότερον καὶ μακρότερον.
“ὀθονίοισι δὲ πλείοσι χρέεσθαι καὶ σπλήνεσιν”. εἰθίσθη ὡς κατὰ χώραν μένειν τὰ ἐμβληθέντα τῶν ὀστῶν καὶ τοῖς ὀθονίοις καὶ τοῖς σπλήνεσι χρῆσθαι καὶ μάλισθ’ὅταν ναρθήκων ἐπίδεσιν οὐκ ἐφίεται τὸ χωρίον ἀνώμαλον ὑπάρχον.
“καὶ ἐπὶ πᾶν ἔνθεν καὶ ἔνθεν ἐπιδέειν, πιέζειν δὲ ὥσπερ καὶ τα- τἄλλα πάντα ταύτῃ μάλιστα ᾗ ἐκινήθη καὶ τὰς πρώτας περιβολὰς τῶν ὀθονίων κατὰ ταῦτα ποιέεσθαι”. ἔμπροσθεν ἐκέλευσεν ἡμᾶς ἐν ταῖς ῥοπαῖς τῶν κατεαγότων, ἵν’εἰ μὲν ἐπὶ τῇ δεξιᾷ ῥέποιεν εἰς τὰ ἀριστερὰ περιτρέποιμεν, εἰ δ’εἰς ἐκεῖνα, πρὸς τὴν δεξιὰν ἐπανάγωμεν, ἐν δὲ τοῖς κατὰ τὸν πόδα το- τοὐπίπαν ἰσόρ’ρ’οπον ποιεῖσθαι χρὴ τὴν ἐπίδεσιν, ἐπειδὴ τὰ τῆς ἰδίας χώρας ἐξιστάμενα τῶν ὀστῶν οὐκ εἰς τὰ πλάγια ποιεῖται τὴν ῥοπὴν, ἀλλ’εἰς τὸν ἄνω τόπον ἢ τὸν κάτω.
“ἐν δὲ ἑκάστῃ τῶν ἀπολυσίων ὕδατι πολλῷ θερμῷ χρέεσθαι. ἐν πᾶσι δὲ πολλὸν ὕδωρ θερμὸν καταχέειν τοῖσι κατ’ἄρθρα σίνεσιν. αἱ δὲ πιήζιες καὶ αἱ καλάσιες ἐν τοῖσιν αὐτέοισιν χρόνοισι τὰ αὐτὰ σημεῖα δεικνυόντων ἅπερ ἐπὶ τοῖσιν πρόσθεν καὶ τὰς μετ’ἐπιδέσιας ὡσαύτως χρὴ ποιέεσθαι. ὑγιέες δὲ τελέως οὗτοι γίνονται ἐν τεσσαράκοντα ἡμέρῃσι μάλιστα, ἢν τολμέωσι κατακεῖσθαι. ἢν δὲ μὴ, πάσχουσι ταῦτα ἃ καὶ πρότερον καὶ ἐπὶ μᾶλλον”. ἔνθα πραΰνειν μὲν ὀδύνην, χαλάσαι δὲ τὴν τάσιν βούλεται τῶν σωμάτων, ἐνταῦθα πλέονι χρῆσθαι καταντλήσει θερμοῦ ὕδατος, ἔστι δὲ μάλιστα ἐν τοῖς κατ’ἄρθρα τοιαῦτα παθήματα · νευρωδέστεράτε γὰρ καὶ ὀστωδέστερα ταῦτα τὰ μόρια. θλίβεται οὖν ὑπὸ τοῦ φλεγμαίνοντος καὶ μᾶλλον αἰσθάνεται τῆς ὀδύνης, ὅτι νευρωδέστερα εἶναι. σίνεσιν δ’εἶπε τὰ οἷον βλάμματα, διότι καὶ τὸ βλάπτεσθαι σίνεσθαι καλεῖ.
“ὅσοι δὲ πηδήσαντες ἀφ’ὑψηλοῦ τινος ἐστηρίξαντο τῇ πτέρνῃ ἰσχυρῶς, τουτέοισι διΐστανται μὲν τὰ ὀστέα, φλεβία δ’ἐκχυμοῦνται ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τὸ ὀστέον, οἴδημα δ’ἐπιγίνεται καὶ πόνος πουλύς. τὸ γὰρ ὀστέον τοῦτο οὐ σμικρόν ἐστι καὶ ὑπερέχει μὲν ὑπὸ τὴν ἰθυωρίην τῆς κνήμης”. ἐκχυμοῦσθαι τὰς φλέβας εἶπε σημῆναι βουλόμενος ἐκχεῖσθαι τὸν ἐν ἑαυταῖς περιεχόμενον ἔξω χυμὸν, ὅπερ ἐστὶ τὸ αἷμα. γίγνεται δὲ τοῦτο θλασθέντος αὐτοῦ τοῦ χιτῶνος · ὅσα γὰρ θλάττεται σώματα τὴν φυσικὴν ἕνωσιν ἀπόλλυται κατὰ πολλὰ μέρη καὶ μικρὰ διασπώμενα, καθ’ἃ καὶ περιεκχεῖται τὸ αἷμα. τοῦτο οὖν τὸ ἐκχυθὲν αἷμα δέχονται μὲν αἱ περιεχόμεναι χῶραι τὴν φλέβα, δεξάμεναι δὲ οὐ φυλάσσουσιν οἷον ἐδέξαντο, μελαίνεται μὲν γὰρ ἐν τῷ χρόνῳ, καθάπερ εἰ κα- κἀκτὸς ἐκχυθὲν ἐχρόνισε, καὶ γίνεται πάθος ὃ καλεῖται θρόμβωσις, ἐξ οὗ παθήματος ἐγγενομένου τῷ αἵματι, θρόμβος μὲν ἤδη τὸ αἷμα καλεῖται καὶ ἔστι. μέλαν δὲ γίγνεται τῇ χρόᾳ καὶ σήπεται ἐντεῦθεν μοχθηρῶς. ἀλλὰ ταῦτα μὲν οὐχ οἷόντε χαλεπώτατα συμπίπτειν τοῖς ἐκχύμασιν, ἵν’ὅταν ὑπὸ τῆς φύσεως κρατεῖται μεταβάλλῃ, καθάπερ καὶ ἄλλο κατὰ τὰς πεττομένας φλέγμονας αἷμα, καὶ γίγνεται πῦον. ἵνα δὲ κρατήσῃ τοῦ αἵματος ἡ ἐν τοῖς μορίοις φύσις, ἐστοχάσθαι χρὴ δυοῖν τούτοιν, ἑτέρου μὲν ὡς μὴ φλεγμῆναι τὰ σώματα καὶ ὅπως τοῦτο γίγνεται πρότερον ἐμάθομεν, ἑτέρου δὲ τοῦ διωρίσθαι τὸ παρεκκεχυμένον αἷμα. τοῦτο οὖν στοχαζόμενος ὁ Ἱπποκράτης κατὰ μέρος ἐφεξῆς πάντα συμβουλεύει. διΐσταται δὲ, ἔφη, τὰ ὀστέα τῶν οὕτω πηδησάντων ἀπορρηγνυμένων δηλονότι τῶν συμφυόντων αὐτὰ συνδέσμων, ὥσπερ ὀλίγον ἔμπροσθεν ὑπὲρ τῶν κατὰ τὸν ταρσὸν ἐλέγομεν. ἔζευκται δὲ τῇ πτέρνῃ κατὰ τὸ ἄνω μέρος ὁ ἀστράγαλος. ἔμπροσθεν δὲ τὸ καλούμενον κυβοειδὲς, ὥσπερ γε καὶ τῷ ἀστραγάλῳ κατὰ τὰ πρόσω μέρη συνήρθρωται τὸ σκαφοειδὲς ὀνομαζόμενον ὀστοῦν καὶ τούτοις ἀμφοτέροις τῷτε κυβοειδεῖ καὶ τῷ σκαφοειδεῖ τὰ τοῦ ταρσοῦ τέτταρα. δέδεικται δὲ ὑπὲρ τούτων ἁπάντων τῶν ὀστῶν τῶντε κατὰ πόδα καὶ ἄκραν χεῖρα κατὰ τὸ περὶ τῶν ὀστῶν ὑπόμνημα.
“κοινωνέει δὲ φλεψὶ καὶ νεύροις ἐπικαίροισιν, ὁ τένων δὲ ὀπίσθιος τούτῳ προσήρτηται τῷ ὀστέῳ. τούτους χρὴ ἰητρεύειν μὲν κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν. ὕδατι δὲ θερμῷ πλείστῳ τουτέοισιν χρῆσθαι καὶ ὀθονίοισι πλείοσιν · ἐπὶ τουτέοισι δεῖ καὶ ἄλλως ὡς βελτίστων καὶ προσηνεστάτων”. τῷ τῆς πτέρνης, φησὶν, ὀστέῳ κοινωνεῖ μὲν νεῦρα μεγάλα, τοῦτο γὰρ αὐτὸ νῦν δηλοῖ τὸ ἐπίκαιρα · καθάπερ δὲ καὶ φλέβες οὐ μικραί. συμπέφυκε δὲ ὀπίσθιος τένων ὁ ἐκ τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν γενόμενος. εἴρηται δὲ καὶ περὶ τούτων αὐτάρκως ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι καὶ τῇ τῶν μυῶν ἀνατομῇ · καὶ χρὴ ταῦτά γε ἀκριβῶς μεμαθηκέναι τὸν ἀκολουθεῖν βουλόμενον οἷς νῦν ὁ Ἱπποκράτης διδάσκει.
“καὶ ἢν μὲν τύχῃ ἁπαλὸν τὸ δέρμα φύσει ἔχων τὸ ἀμφὶ τῇ πτέρνῃ ἐᾷν οὕτως · ἢν δὲ παχὺ καὶ σκληρὸν οἷα μετεξέτεροι ἴσχουσι, κατατέμνειν χρὴ ὁμαλῶς καὶ διαλεπτύνειν μὴ διατρώσκοντα”. τῶν προειρημένων παθημάτων περὶ τὴν πτέρναντε καὶ κατὰ τὰ συνεχῆ μόρια γενομένων κίνδυνός ἐστιν ὀδύναςτε μεγάλας ἀκολουθήσειν καὶ φλεγμονὴν οὐ σμικράν. ὀστώδητε γὰρ τὰ χωρία καὶ οὐκ ἐκ τῶν ἐπιτυχόντων ὀστῶν, ἀλλ’ἐκ πάνυ μικρῶν συνηρθρωμένα, ὥστε ἐὰν καὶ βραχέα τινὰ γένηται φλεγμονῆς μεγάλας ὀδύνας ἔσεσθαι διὰ τὴν θλίψιν. ὁ δ’ἐμφυόμενος τῇ πτέρνῃ τένων ἀξιόλογος ὢν τὸ μέγεθος, εἰ φλεγμήνῃ, κίνδυνον ἕξει σπασμῶν. καὶ μὴν καὶ νεῦρα κατὰ τὸ μόριον τοῦτο μεγάλα τέτακται ψαύοντα τῶν ὀστῶν, ὡς καὶ τοῦτ’ἔμαθες ἐν τῇ τῶν νεύρων ἀνατομῇ. ταῦτα οὖν τα- τἄλλα τῆς θεραπείας ἁπάσης ἠκριβῶσθαι χρὴ κατάτε τὴν τῆς διαίτης λεπτότητα καὶ τὸ πλῆθος τοῦ καταντλουμένου θερμοῦ, καὶ μέντοι καὶ τὸ δέρμα τὸ κάτω ὃ προσαγορεύουσιν ἴχνος ἐπὶ πολλοῦ χρή. σύμμετρον δὲ ἐφ’ὧν σκληρόν ἐστιν ὅρον τοῦ βάθους τῆς τομῆς ποιούμενος τὴν σκληρότητα. τυλοῦται γὰρ ἐπ’ἐνίων, ὡς μη δ’ἐπὶ βραχὺ προχεῖν αἵματος, ἢν μὴ μέχρι βάθους ἱκανοῦ καθιῇ τις τὴν σμίλην. αὐτὸ μὲν δὴ τοῦτο αὐτοῦ προσήκει τέμνειν τὸ μέρος ὃ οὔτε προχεῖ τι τοῦ αἵματος, ἐκείνου δὲ φείδεσθαι καθὸ τέμνομεν εὐθέως αἱμάσεται · καὶ γὰρ ὀδυνᾶται τεμνόμενον. ἐκεῖ δὲ οὐχ ἁπλῶς τέμνειν, ἀλλ’ὁμαλῶς τὸ σκληρὸν τοῦ δέρματος. ἔχοις δ’ἂν τρεῖς σκο ποὺς τοῦ τέμνειν ὁμαλῶς, κατὰ μὲν τὸ μῆκος τῆς τομῆς, ἕτερον δὲ τὸ βάθος καὶ τρίτον καὶ τὸ μεταξὺ διάστημα. χρὴ γὰρ ἴσαςτε τῷ μήκει καὶ πλάτει τὰς τομὰς ἀλλήλαις τέμνειν, ἴσοντε διεστηκυίας ὥσπερ ἅπαν ὁμοίως τὸ ἴχνος ἀλύπως ἐπεκτείνηται κατὰ τὸν τῆς φλεγμονῆς καιρόν. ἴσμεν γὰρ ὅτιτε τὰ φλεγμαίνοντα πάντα γίγνεται καὶ ὡς αἱ τάσεις ὀδύναςτε γεννῶσι καὶ φλεγμονὰς αὔξουσι καὶ σπασμοὺς ἐπικαλοῦνται. ὡς οὖν ἡ πολλὴ κατάντλησις ὕδατος θερμοῦ παραχεομένου δαψιλοῦς ἐλαίου τὴν τάσιν ἐκλύουσα μεγάλως ὀνίνησιν, οὕτως καὶ τὰς τομὰς ἐπενόησε ποιεῖσθαι τοσοῦτον κατιούσας εἰς τὸ βάθος, ὡς μηδέπω τιτρώσκειν τὸ ἔναιμον τοῦ δέρματος, ἐπινενοῆσθαι χρησίμως αὐτῷ τὰς ἀμυχὰς, ὅπου κα- κἀπὶ τῶν ἄλλων μορίων, ὅταν γε μεγάλως φλεγμαίνῃ, σχάζειν ἀναγκαζόμεθα τὸ δέρμα, τοῦτο μὲν κενοῦντές τι τῆς περιουσίας τοῦ κατὰ τὴν φλεγμονὴν αἵματος, τοῦτο δὲ καὶ δι’ἀναπνοὰς ἐργαζόμενοι καὶ προσέτι τὴν τάσιν ἐκλύοντες ἣν ἐκ τῆς φλεγμονῆς ἔσχεν. ἐπὶ δὲ τοῦ ποδὸς, ἐπειδὴ καὶ μᾶλλον ἐπὶ τὸ σχάζειν τὸ δέρμα παραγενησόμεθα, κα- κἂν μηδέπω φλεγμαίνῃ, διότι σκληρότατον ὂν, ἐφ’ὅ γε τοιοῦτόν ἐστιν οὐ δύναται προσεπεκτείνεσθαι κατὰ τὰς φλεγμονάς · αὐτότε οὖν ὀδυνήσεται τεταμένον ἰσχυρῶς, θλάσεται δὲ τῇ περιτάσει τὰ ὑποκείμενα καὶ μάλιστα τὸν συμπεφυκότα τένοντα πλάτος ἐκ μιᾶς ἀπονευρώσεως ἑνὸς τῶν κατὰ τὴν γαστροκνημίαν μυῶν ἔχει τὴν γένεσιν. ἐάν περ οὖν οὗτος εἰς ὀδύνηντε καὶ φλεγμονὴν ἀφίκηται, κίνδυνος ὅλῳ τῷ μυῒ παραθεῖναι τὰ αὐτά. τοῦτο δ’εἰ γένοιτο καὶ σπασμὸν ἀκολουθήσειν εἰκός. διὰ ταῦτ’οὖν ἅπαντα τέμνειν μὲν, ὡς εἴρηται, προσήκει τὸ ἴχνος, ἑξῆς δὲ λεπτύνειν, ὡς ἔφην, τουτέστι λεπτὸν ἐργάζεσθαι. γένοιτο δ’ἂν τοῦτο τῆς μὲν σκληρότητος αὐτοῦ μαλαττομένης, τοῦ δὲ πλήθους καθαιρομένου. γενήσεται δ’ἄμφω ταῦτα καταντλούντων ἔλαιόντε καὶ ὕδωρ θερμὸν οὐκ ὀλίγον · εἶτ’ἐπὶ τῇ καταντλήσει πρὸ τῶν ἐπιδέσμων ὑπολειφόντων ἔλαιον μηδεμίαν ἔχον στύψιν.
“ἐπιδεῖν δὲ ἀγαθῶς οὐ παντὸς ἀνδρός ἐστι τὰ τοιαῦτα · ἢν γάρ τις ἐπιδέῃ, ὥσπερ καὶ τὰ ἄλλα τὰ κατὰ τὰ σφυρὰ ἐπιδεῖται, ὁτὲ μὲν περὶ τὸν πόδα ἐπιβαλλόμενος, ὁτὲ δὲ περὶ τὸν τένοντα, αἱ ἀποσφίγξεις αὗται χωρίζουσι μὲν τὴν πτέρνην, ᾗ τὸ θλάσμα ἐγένετο”. τῷ μὲν ἀγαθῶς ἀντὶ τοῦ καλῶς οὗτόςτε καὶ οἱ ἄλλοι παλαιοὶ πολλάκις εἰρήκασιν. ἀξιοῖ δὲ καὶ τὰ περὶ τὴν πτέρναν ἐπιδεῖν τῷ καταγματικῷ τρόπῳ μεμφόμενος τοὺς οὕτως ἐπιδοῦντας, ὡς ἐπιδεῖν εἰθίσμεθα πολλάκις ἕνεκα τοῦ κρατῆσαί τι τῶν ἐπικειμένων αὐτοῖς φαρμάκων ἢ καταπλασμάτων ἢ καὶ τινας ἐπιβροχάς. ἔστι δ’ὁ τρόπος τῆς ἐπιδέσεως ᾧ μέμφεται τοιόσδε. τῆς ἀρχῆς τοῦ ἐπιδέσμου λοξῆς ἀνατεταμένης κατὰ τὸ σφυρὸν ἡ νομὴ τῆς ἐπιδέσεως γίγνεται πρὸς τὸ κάτω τοῦ ποδὸς ἔμπροσθεν τοῦ προπετοῦς τῆς κνήμης πέρατος ὃ καλοῦσιν ἀστράγαλον. ἐντεῦθεν δὲ πάλιν ὑποστρε ψάντων ἐγκαρσίως ὑπὸ τὸ τοῦ ποδὸς ἴχνος ἐπίδεσμος ἀχθεὶς καὶ διελθὼν ὅλον τὸν πόδα μέχρι τῆς ἀντικειμένης χώρας αὖθις ἀνάγεται λοξὸς, ἐκ τῶν κάτωτε καὶ πρόσω μερῶν τοῦ ἀστραγάλου ψαύων αὐτοῦ, καθάπερ καὶ πρόσθεντε κατήγετο τῇ αὐτῇ χρωμένων τῇ νομῇ συντυχεῖν ἀναγκαῖόν ἐστι κατὰ τὸ πρόσω τοῦ πο δὸς ἑαυτῷ τὸν ἐπίδεσμον γενέσθαι τὸ σχῆμα παραπλήσιον τῷ χ γράμματι. κα- κἀντεῦθεν κύκλῳ κατὰ τὸ σφυρὸν ἑλιχθέντα παραγενέσθαι πάλιν ἐπ’ἐκεῖνον τὸν τρόπον, ὅθεν ἤρξατο καὶ οὕτως ἐκ δευτέρου τὰς αὐτὰς ἔχειν περιβολὰς αἷς διῆλθον, ὡς ἐπὶ τὴν ἀρχὴν αὖθις ἀνελθεῖν, εἶτ’ἐντεῦθεν εἴςτε τὸ τρίτον ἑλιχθέντα κατὰ τὴν αὐτὴν νομὴν ἐπὶ τὴν ἀρχὴν ἀφικέσθαι πάλιν ἐντεῦθέντε περὶ τὸ σφυρόν. ἔνιοι δ’ὅταν ἑλίξωσι τὴν ὑπὸ τὸ ἴχνος ἐγκαρσίαν οὐκ εὐθέως ἀνάγουσι λοξὸν ἐπὶ τὸ σφυρὸν ἄνω τὸν ἐπίδεσμον, ἀλλὰ κυκλοτερῶς πρῶτον ἑλίττουσιν ἐπὶ τὸν ταρσὸν, ὥσπερ γε καὶ τὸ σφυρόν. ἔνιοι κυκλοτερῶς ὡς διαλαμβάνεσθαι τὰς λοξὰς ὑπὸ τῶν κυκλοτερῶν. αἱ μὲν οὖν συνήθως γιγνόμεναι περιβολαὶ τῶν ἐπιδέσμων ἐνταῦθα μύες εἰσίν. ἐν δὲ τοῖς προκειμένοις πάθεσι τοιαῦται, διότι μήτε προσυποβάλλεταί τι πρὸ τῶν ἐπιδέσμων ἕτερον οὗ τῆς κρατήσεως ἐν ἐκείνῃ ἐπίδεσις γίγνεται μήτ’ἀπαθής ἐστιν ἡ πτέρνα, καθάπερ ἐπ’ἐκείνων, ἀλλ’αὕτη πρώτη πέπονθεν, ὥστε ὁ προειρημένος τρόπος τῆς ἐπιδέσεως ἐπὶ τὴν πτέρναν ἐκθλίβειν τὸ αἷμα χωρίζει αὐτὴν τὴν ἐπίδεσιν. χρὴ δὲ τὸ ἐναντίον τούτου γίγνεσθαι τῆς ἐπιδέσεως ἐκ τῆς πτέρνης παραπλησιάζοντα χωρία τὸ αἷμα διωθουμένης, ὅπερ ὁ καταγματικὸς τρόπος τῆς περιβολῆς τῶν ὀθονίων ἐργάζεται μόνος, ὡς ἔμπροσθεν ἐμάθομεν · ἐκείνῳ τοιγαροῦν καὶ νῦν κέχρηται.
“καὶ οὕτω κίνδυνος σφακελίσαι τὸ ὀστέον τὸ τῆς πτέρνης”. τὴν ὅλην τῆς οὐσίας ἑκάστου μορίου φθορὰν ὀνομάζουσιν οἱ παλαιοὶ σφακελὸν, ἀλλὰ ἐν τῇ μὲν τῶν σαρκώδων μορίων καὶ ἄλλοις ὀνόμασι χρῶνται. λέγει οὖν αὐτὸς καὶ σαπρὰν σάρκα καὶ μυδῶσαν καὶ σηπομένην καὶ ἄλλα τοιαῦτα ὀνόματα. κατὰ δὲ τοῦ φθειρομένου δι’ὅλης αὐτῆς οὐσίας ὀστοῦ σφάκελον ἐπιφέρει. συμβαίνει δὲ τοῦτο τὸ πάθημα τοῖς ὀστοῖς, ὅταν ἡ παρακειμένη σὰρξ αὐτοῖς μοχθηροὺς ἰχῶρας γεννῶσα καὶ διαβρέξασα τούτοις αὐτὰ διασήψῃ.
“καίτοι ἢν σφακελίσῃ, τὸν αἰῶνα πάντα ἱκανὸν ἀντισχεῖν τὸ νόσημα”. φανερώτερον νῦν εἰρηκέναι τὸν ὅλον Βίον τοῦ ἀνθρώπου, καὶ ἔστιν ὁ λόγος αὐτοῦ τοιοῦτος · ἄν ποτε ἡ πτέρνα σφακελίσῃ, ἀνίατον γίγνεται τὸ πάθημα καὶ παραμένει τῷ βίῳ παντὶ ἡ ἐξ αὐτοῦ κάκωσις.
“καὶ γὰρ τα- τἄλλα ὅσα μὴ ἐκ τοιούτου τρόπου σφακελίζει, ἀλλ’ἐν κατακλίσει μελανθείσης τῆς πτέρνης ὑπ’ἀμελείης τοῦ σχήματος ἢ ἐν κνήμῃ τρώματος γινομένου, ἐπικαίρου καὶ χρονίου καὶ κοινοῦ τῇ πτέρνῃ ἢ ἐν μηρῷ ἢ ἐπὶ ἄλλῳ νοσήματι ὑπτιασμοῦ χρονίου γενομένου, ὅμως καὶ τοῖσι τοιούτοισι χρόνια καὶ ὀχλώδεα καὶ πολλάκις ἀναρρηγνύμενα, ἢν μὴ χρηστῇ μὲν μελέτῃ θεραπευθῇ, πολλῇ δ’ἡσυχίῃ, ὥστ’ἐκ τοῦ τοιούτου τρόπου σφακελίζοντα κινδύνους μεγάλους τῷ σώματι παρέχει πρὸς τῇ ἄλλῃ λύμῃ”. οὐ μόνον, φησὶν, ἐκ τῶν προειρημένων διαθέσεων εἴωθε κακοῦσθαι τὸ τῆς πτέρνης ὀστοῦν, ἀλλὰ καὶ ταῖς χρονίαις ἐπικλίσεσιν, ἃς ὑπτιασμοὺς ὠνόμασεν, ἀμελῶς κειμένη μελαίνεται πολλάκις ἡ πτέρνα. τοιαύτη δὲ θέσις ἐστὶν ὅταν ἐπὶ σκληροῦτε καίηται καὶ μὴ συνεχῶς ἐπαίρηται, μη δ’ἀεὶ θερμαινομένητε καὶ πιλουμένη πρὸς τῶν ὑποκειμένων. διότι αἱρεθεὶς μεταποιεῖν τροχίσκον ἐξ ἐρίου μαλακοῦ, καλοῦσι δὲ ἔνιοι τρόφιον αὐτὸν ἀνάλογον τῷ μεγέθει τῆς πτέρνης ἔχοντα τὴν ἐντὸς ἑαυτοῦ κοιλότητα, καθ’οὗ κυκλίσκου στηρίζομεν οὕτως τὴν πτέρναν, ὡς αἱρεῖσθαι τὸ κάτωθεν αὐτοῦ μέρος, ὅπως ἄθλιπτόςτε ἅμα καὶ διαπνεόμενος καὶ ἀθέρμαντος φυλάττοιτο.
“καὶ γὰρ πυρετοὶ ὑπεροξέες, ξυνεχέες, τρομώδεες, λυγγώδεες, γνώμης ἁπτόμενοι καὶ ὀλιγήμεροι κτείνοντέςτε”. ἐν τῷ σφακέλῳ τῆς πτέρνης ταῦτα γίγνεσθαί φησιν, οὐ διότι τὸ ὀστοῦν αὐτῆς διαφθείρεται · τούτῳ γὰρ οὐδὲν τῶν ἄνω συνυπάρχει κατὰ τὸν αὐτὸν λόγον ἰδίαν ἔχοντι περιγραφὴν ἐπίτε τὰ πέριξ αὐτῆς σώματάτε ψαύοντα καὶ τὰ συμπεφυκότα μεταλαμβάνειν τοῦ κατ’αὐτὴν πάθους. διὰ τοῦτο καὶ τῶν ἄνω τοῦ σώματος μερῶν αἱ κακώσεις γίγνονται. ὁ γοῦν τένων ὁ συμφυόμενος αὐτῇ φλεγμήνας εὔδηλον ὅτι καὶ τοὺς κατὰ γαστροκνημίας μῦς ὅλους εἰς συμπάθειαν ἄξει τὴν γένεσιν ἐξ αὐτῶν ἔχων. εἰ δ’ἐκεῖνοι πάθοιεν οἱ μύες, ἕτοιμον ἤδη καὶ τοῖς εἰς τούτους διασπειρομένοις παθεῖν, ὥσπερ γε καὶ ταῖς ἀρτηρίαις · ἀλλὰ διὰ μὲν τὰς ἀρτηρίας ἡ καρδία συμπαθοῦσα, διὰ δὲ τῆς τῶν νεύρων οὐσίας ὁ ἐγκέφαλος. οὔσης οὖν τῆς καρδίας αὐτῆς τοῦ ἐμφύτου θερμοῦ πηγῆς, τοῦ δ’ἐγκεφάλου καθ’ἑαυτὸν μὲν ἔχοντος τὸ λογίζεσθαι, διὰ δὲ τῶν μυῶν κινεῖν τὰ μόρια τὰς προαιρετικὰς ὠνομασμένας κινήσεις ἀκόλουθόν ἐστι, πυρετὸν μὲν γίγνεσθαι διὰ τὴν καρδίαν, παραφροσύνας δὲ διὰ τὸν ἐγκέφαλον, τρόμουςτε καὶ σπασμοὺς διὰ τοὺς μύας, λύγγας δὲ διὰ τὸν στόμαχον, ἐπειδὴ πλέον μετέχει νεύρων.
“γένοιτο δ’ἂν καὶ φλεβῶν αἱμορρόων πελιώσιες, ναυσιώσιες καὶ γαγγραινώσιες ὑπὸ τῆς πιέσιος, γένοιτο δ’ἂν ταῦτα ἔξω τοῦ ἄλλου σφακελισμοῦ. ταῦτα μὲν οὖν εἴρηται οἷα τὰ ἰσχυρότατα θλάσματα γίνεται, ταῦτα μέντοι πλεῖστα ἡσυχαίως ἀμφιθλᾶται καὶ οὐδεμίη πολλὴ σπουδὴ τῆς μελέτης, ἀλλ’ὅμως ὀρθῶς γε δεῖ χειρίζειν. ἐπὴν μέντοι ἰσχυρὸν δόξῃ εἶναι τὸ ἔρεισμα, τάτε εἰρημένα ποιέειν χρή”. αἱμόρρους μὲν φλέβας ὀνομάζει τὰς μεγάλας, ἐπειδὴ διαιρουμένων αὐτῶν αἱμορραγίαι γίγνονται μὴ συμβαίνουσαι κατὰ τὰς μικράς. ὀλίγοντε γὰρ ἐπὶ τούτων ἐκχεῖται τὸ αἷμα καὶ ταχέως περιπήγνυται τοῖς χείλεσι τῆς διαιρέσεως ὃ βλαβήσεται. ναυσιώσεις ὠνόμασεν ἰδίως ἀπὸ τῶν ναυτιώντων καὶ διὰ τοῦτ’ἐμούντων ποιήσας το- τοὔνομα. ναυσίαν γὰρ τὴν ναυτίαν ὀνομάζουσιν οἱ Ἴωνες καὶ σχεδὸν ἃς ἔμπροσθεν ἐκχυμώσεις ἐκάλεσε, ταύτας νῦν ναυσιώσεις εἶπεν, ὅταν αἱ φλέβες ἀποπτύουσίτε καὶ οἷον ἐμοῦσιν ἐξ αὐτῶν αἷμα βαρυνόμεναι διάτε τὴν σφῶν αὐτῶν ἀσθένειαν, ἣν ἐκ τοῦ φλεγμαίνειν ἴσχουσι καὶ διὰ τὸ πλῆθόςτε καὶ κακίαν αὐτοῦ τοῦ αἵματος. πρόδηλον γὰρ ὡς ἐν τῇ τοιαύτῃ διαθέσει διαφθείρεται. γαγγραινώσεις δὲ φλεβῶν εἶπε τὰς δι’ὑπερβολὴν τῆς φλεγμονῆς αὐτῶν ἀκολουθούσας νεκρώσεις, τὰ δὲ πάντα φησὶ διὰ τὴν μοχθηρὰν ἐπίδεσιν, ἧς καὶ αὐτῆς ἐστι δύο κεφάλαια, τότε χωρισθῆναι τὴν πτέρναν ὑπ’αὐτῆς γυμνὴν γιγνομένην καὶ τὸ θλιβῆναι σφοδρῶς τὰ δεξάμενα τὰς ἐπιβολὰς τῶν ὀθονίων μόρια. μελέτης δὲ πρόδηλον ὅτι τῆς ἐπιμελείας λέγει κατὰ σύνηθες τοῦτο τοῖς Ἴωσι καὶ πολλάκις ἐπὶ τούτου σημαινομένου καὶ αὐτὸς ἐχρήσατο τῇ προσηγορίᾳ.
“καὶ τὴν ἐπίδεσιν τὴν πλείστην ποιέεσθαι ἀμφὶ τὴν πτέρνην περιβάλλοντα ἄλλοτε πρὸς τὰ ἄκρα ποδὸς ἀντιπεριβάλλοντα, ἄλλοτε πρὸς τὰ μέσα, ἄλλοτε πρὸς τὰ περὶ τὴν κνήμην. προσεπιδεῖν δὲ καὶ τὰ πλησίον πάντα καὶ ἔνθεν καὶ ἔνθεν, ὥσπερ καὶ πρόσθεν εἴρηται, καὶ ἰσχυρὴν μὲν μὴ ποιέεσθαι τὴν πίεσιν”. τὴν ἐναντίαν ἐπίδεσιν ἐπαινεῖ τὴν τοῖς πολλοῖς συνήθη, ἣν ἔμπροσθεν ἐμέμψατο, καθ’ἣν ἐκ τῶν ἄλλων μερῶν τοῦ ποδὸς ἐπὶ τὴν φλέβα ἐκτείνεται τὸ αἷμα. προσήκει γὰρ ἐξ ἐκείνης τὰ ἄλλα τὴν περιουσίαν τῶν χυμῶν πτέρνης ἐπιδουμένης, ὡς ἐπὶ τῶν καταγμάτων ἔμπροσθεν ἐπέδειξε καὶ τὰς πλείστας ἐπιβολὰς τῶν ὀθονίων αὐτῆς λαβούσης καὶ ἰσχυρὴν μὲν μὴ ποιεῖσθαι τὴν πίεσιν.
“ἐν πολλοῖσι δὲ τοῖς ὀθονίοισιν”. εἴρηταί μοι καὶ πρόσθεν ὅτι τὴν ἀσφάλειαν τῆς ἐπιδέσεως ἢ τῇ πιέσει κελεύει ποιεῖν ἢ τῷ πλήθει τῶν ὀθονίων ἐργάζεσθαι τὴν ἀσφάλειαν οὕτως τῆς τάσεως ἰσχυρῶς.
“ἄμεινον δὲ καὶ ἐλλέβορον πιπίσκειν αὐθήμερον ἢ τῇ ὑστεραίῃ, ἀπολῦσαι δὲ τριταῖον καὶ αὖθις μετεπιδῆσαι”. οὐ μόνον ἕνεκα τοῦ κενῶσαι τὸ περίττωμα δίδωσιν ἐλλέβορον, ἀλλὰ καὶ τῆς ἀντισπάσεως χάριν. εὔδηλον γὰρ ὅτι τὸν λευκὸν δίδωσιν ὃς ἐμέτους κινεῖ φθάνων εἰς τὴν ἄνω γαστέρα ἐξ ὅλου τοῦ σώματος ἐπισπᾶσθαι, πλὴν εἰς τὰς τῶν ἐντέρων ἕλικας αὐτὸν κατενεχθῆναι. ὅτι δὲ τὸν λευκὸν ἐλλέβορον δίδωσι κα- κἀξ ὦν ἐπιφέρει δῆλον. ἐφεξῆς μὲν γάρ φησιν, ἀλλ’εἰ μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται. τὸ μὲν δὴ κενοῦσθαι τὰ περιττὰ τῶν οὕτως ἐχόντων, ἀντισπᾶσθαι δὲ πρὸς τα- τἀναντία μόρια τῶν πεπονθότων τοὺς χυμοὺς, ὅτι μεγάλως ὠφελεῖ δῆλον. εἰ δὲ δι’ἐλλεβόρου λευκοῦ τοῦτο ποιητέον, οὐκέτι δῆλον. εἴωθε γὰρ ἐνίοτε πνίγειν, ὅταν χυμοὺς παχεῖς ἢ γλίσχρους ἐν αὑτῷ πολλοὺς τὸ σῶμα περιέχει, διὸ καὶ προδιαλύομεν αὐτοὺς τῇ λεπτυνούσῃ διαίτῃ χρώμενοι, περὶ ἧς ὅλον ἔχεις ἡμέτερον ὑπόμνημα. τὸ τοίνυν διδόναι τὸν ἐλλέβορον ἄνευ τοῦ προδιαιτῆσαι σφαλερὸν, ἀδήλου γε ὄντος ἐπὶ πολλῶν ὁποίους ἔχει τὸ σῶμα χυμούς. ἴσως οὖν ἐπὶ τῶν τότε σωμάτων ἀκινδύνως ἐχρῆτο τῷ λευκῷ ἐλλεβόρῳ διὰ τὴν δίαιταν ὧν ἐθεράπευεν ἀνθρώπων, οὐκ ἀπολαυστικὴν καὶ ἀργὸν οὖσαν, ἀλλ’ἐν πόνοις μὲν πολλοῖς, ἐδέσμασι δὲ ὀλίγοις, ὡς μὴ πάχος ἀθροίζεσθαι χυμῶν. ἴσμεν γὰρ ὅτι τοὺς τοιούτους ἀργίαιτε καὶ πλησμοναὶ γεννῶσιν. εἰ δὲ καὶ τὴν ἰσχὺν ἐννοήσεις τῶν τότε σωμάτων ἐκ τῆς εἰρημένης διαίτης γιγνομένην, ἔτι καὶ μᾶλλον αὐτῷ συγχωρήσεις ἐλλέβορον αὐτοῖς διδόναι, δυναμένων γε τῶν τότε ἀνθρώπων ἀντέχειν πρὸς τὰς τῶν ἐμέτων ταλαιπωρίας.
“σημεῖα δὲ τάδε ἢν παλιγκοταίνει ἢ οὔ. ἐπὴν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι”. τὰ κακοήθη παθήματα παλίγκοτα καλεῖ καὶ τὸ παλιγκοταίνειν τὸ οἷον πάλιν κακοηθεύεσθαι. σημεῖα δέ σε διδάσκει τῆς κακοηθείας τῶν προκειμένων ὑπὲρ ὦν ὁ λόγος, ἅτινα σημεῖα τὸ κεφάλαιον ἔχει φλεγμονῆς γένεσιν, ἣ ἀντὶ παντὸς ἐφυλάττετο μὴ γενέσθαι. πάσης οὖν φλεγμονῆς ἐρυθρότερόντε καὶ σκληρότερον ἐργαζομένης τὸ δέρμα, τούτων οὐ δ’ἕτερον χρὴ γενέσθαι κατὰ τὰ πεπονθότα μόρια. μαλακὰ δὲ εἶναι καὶ ὑπόχλωρα τὰ ἐκχυμώματα δεῖ. βούλεται γὰρ ἐκπυΐσκειν αὐτὰ χωρὶς φλεγμονῆς, ὥστε τοῦ μὲν μὴ φλεγμαίνειν ἐστὶ σημεῖον, εἰ μαλακότης μὲν ὑπάρχει τοῖς μέλεσιν, ἐρυθρότης δὲ οὐχ ὑπάρχει. τοῦ δὲ μὴ ἐκπυῆσαι τὸ οὐ δ’ἕτερον ἔχειν χρῶμα, μήτε τὸ ἐρυθρὸν μήτε τὸ μέλαν. τὸ μὲν γὰρ ἐρυθρὸν φλεγμαίνειν αὐτὰ, τὸ δ’ὅλως ἤδη μέλαν μήτε κρατεῖσθαι μήτε πέττεσθαι ὑπὸ τῆς φύσεως, ἀλλά γε θρόμβος τὸ αἷμα. τοῦτο γὰρ αὐτῷ συμβαίνει χρονιζομένῳ, κα- κἂν ἐντὸς τοῦ σώματος ἐκχυθῇ, κα- κἀνταῦθα μὲν οὐδέποτ’ἐκπυΐσκεται, κατὰ δὲ τὸ σῶμα κρατούσης μὲν τῆς φύσεως εἰς πῦον μεταβάλλει, μὴ κρατούσης δὲ σήπεται τὸν αὐτὸν τρόπον ὥσπερ ἐκτὸς ἢ καὶ μᾶλλον, ὅτι θερμόν ἐστι τὸ χωρίον ἐν ᾦ περιέχεται.
“ἀλλ’ἢν μὲν ἀπύρετος ᾖ, φαρμακεύειν ἄνω χρὴ, ὥσπερ εἴρηται, καὶ ὅσα μὴ ξυνεχῆ πυρεταίνηται · ἢν δὲ ξυνεχῆ πυρεταίνηται, μὴ φαρμακεύειν. ἀπέχειν δὲ σιτίων καὶ ῥοφημάτων, ποτῷ δὲ χρῆσθαι ὕδατι καὶ μὴ οἴνῳ, ἀλλὰ ὀξυγλυκεῖ”. σύνηθες αὐτῷ τὸ φαρμακεύειν οὐκ ἐπὶ πάσης προσφορᾶς φαρμάκου λέγειν, ἀλλ’ἐπὶ τῆς τῶν καθαιρόντων μόνης. ἐκέλευσε δὲ νῦν ἐλλέβορον αὐθημερὸν ἢ τῇ ὑστέρῃ διδόναι, πρὶν ἄρξασθαι φλεγμαίνειν δηλονότι τὰ μόρια καὶ πυρέττειν τὸν ἄνθρωπον. εἰ δὲ πυρετῆναι φθάσειεν, εἰ δὲ ἐπιεικῶς ὅμως ἐπιδιδόναι τὸν ἐλλέβορον, ἡμεῖς δὲ οὐ δ’ἀπυρέτῳ τολμῶμεν διδόναι, εἰ σφοδρῶς, οὐ δὲ δίδωσιν, ἀλλὰ καὶ σφοδροτάτως διαιτᾷ, μήτε σιτία μήτε ῥοφήματα προσφέρων ἐπὶ ποτοῦτε μόνου διαιτῶν οὐκ οἴνου δηλονότι, τοῦτο γὰρ εὔδηλον, εἰ καὶ μηδὲν αὐτῷ ἐγεγράφει, κωλύων διδόναι τὸν οἶνον, ἀλλ’ἐπὶ τοῦ καλουμένου ὀξυγλυκέος ἢ καὶ μελικράτου. τούτοις γὰρ χρῆται ποτοῖς ἐν τῇ λεπτοτάτῃ διαίτῃ καὶ τρίτῳ πρὸς αὐτοῖς ὀξυμέλιτι, ὃ διὰ μέλιτος καὶ ὄξους σκευάζεται. τὸ δ’ὀξυγλυκὲς γλυκυτάτων κηρίων ἐστὶν ἀπόβρεγμάτε καὶ ἀφέψημα, καθάπερ ἔτι καὶ νῦν γίγνεται κατὰ τὴν Ἑλλάδα τρόπῳ τῷδε, κηρίον ἐκθλίψαντες τὸ μέλι βάλλουσιν εἰς λέβητα καθαρὸν ὕδωρ ἔχοντα, κα- κἄπειτα ἑψήσαντες, ἄχρις ἂν ἱκανῶς αὐτοῖς δόξῃ τὰ κηρία τὴν ἐν αὐτοῖς ὑγρότητα πᾶσαν ἐναποτεθεῖσθαι τῷ ὕδατι, κατατίθενται καὶ φυλάττουσι καὶ χρῶνται τοῦ θέρους, ὡς ἂν ἀδίψῳ πόματι κεραννύντες ὕδατι ψυχρῷ. τούτῳ τοίνυν τῷ ὀξυγλυκεῖ χρῆσθαι καὶ ὁ Ἱπποκράτης κελεύει χρῆσθαι δ’ἂν καὶ μελικράτῳ μὴ παρόντος αὐτοῦ, οὐ μὴν ὀξυμέλιτί γε συμφέρει χρῆσθαι πεπονθότων νευρωδῶν μορίων. ἅπτεται γὰρ αὐτῶν τὸ ὄξος, ὡς ἥτε πεῖρα διδάσκει καὶ αὐτός σοι ἐδήλωσεν · ἀλλ’ἐφ’ὦν ἐστὶν ὀξυμέλιτος χρεία ἐδίδαξέ σε κατὰ τὸ περὶ διαίτης ὀξέων, ὃ τινὲς μὲν ἐπιγράφουσι πρὸς τὰς κνιδίας, οὐκ ὀρθῶς, ἔνιοι δὲ περὶ πτισάνης, οὐ δ’οὗτοι καλῶς.
“ἢν δὲ μὴ μέλλῃ παλιγκοταίνειν, τὰ ἐκχυμώματα καὶ τὰ μελάσματα καὶ τὰ περιέχοντα ὑπόχλωρα γίνεται καὶ μὴ σκληρά”. ἤδη ταῦτα δεδήλωται δυνάμει δι’ἐκείνης τῆς λέξεως ἐν ᾖ φησὶν, ἢν μὲν τὰ ἐκχυμώματα τῶν φλεβῶν καὶ τὰ μελάσματα καὶ τὰ ἐγγὺς ἐκείνων ὑπέρυθρα γίγνεται καὶ ὑπόσκληρα, κίνδυνος παλιγκοτῆσαι · τῷ γὰρ ὑπόσκληράτε καὶ ὑπέρυθρα ἀντικείμενα νῦν γράφει τὰ ὑπόχλωρα καὶ μὴ σκληρά. γίγνεται μὲν τὰ μὲν ὑπόχλωρα κατὰ μικρὸν ὑποστρεφομένου καὶ γενομένου τοῦ πύου · τὰ δὲ μὴ σκληρὰ, διότι μὴ φλεγμαίνει μεγάλως τὰ μόρια. τοῦτο γὰρ ἦν τὸ αἴτιον καὶ τοῦ μεταβάλλειν εἰς πῦον τὸ παρεγκεχυμένον αἷμα.
“ἀγαθὸν τοῦτο τὸ μαρτύριον ἐν πᾶσιν ἐκχυμώμασιν τοῖσι μὴ μέλλουσιν παλιγκοταίνειν”. ἀγαθὸν μὲν εἶπεν ἐν ἴσῳ τὸ ἀσφαλὲς καὶ βέβαιον καὶ ἀληθὲς καὶ διηνεκές. μαρτύριον δ’ἀντὶ τοῦ σημεῖον, ἐπειδὴ μαρτυρεῖ καὶ πιστοῦται τὴν δόξαν ἡμῶν, ἣν ἐν τῷ προκειμένῳ γράμματι διδάσκει νῦν ὁ Ἱπποκράτης, φησὶ δ’οὐ μόνον ἐπὶ τῶν κατὰ τὴν πτέρναν ἐκχυμωμάτων ἀσφαλὲς τὸ εἰρημένον σημεῖον, ἀλλὰ κα- κἀπὶ τῶν ἄλλων ἁπάντων εἰκότως. οὐ γὰρ ἐκ τῆς τῶν τῇδε μορίων ἐνδείξεως, ἀλλ’ἐξ αὐτοῦ τοῦ ἐκχυμώματος ἐγνώσθη. κίνδυνος μὲν οὖν οὐκ ἴσον ἡ κακοήθεια τῶν ἐκχυμωμάτων ἐπάξει · κατὰ γὰρ τὴν τῶν μορίων φύσιν ἐν οἷς γίγνεται διαφορά τις αὕτη προσέρχεται, τήν γε μὴν γένεσιν οὐκ ἐκ τῶν μορίων, ἀλλ’ἐκ τοῦ μὴ διαπυΐσκεσθαι τὸ παρεγκεχυθὲν αἷμα λαμβάνει. οὐ διαπυΐσκεται δὲ φλεγμονῆς μεγάλης ἐπιγινομένης, ἤτοι διὰ τὴν μοχθηρίαν τῆς ἐπιδέσεως ἢ διὰ τὴν τῶν χυμῶν κακοήθειάντε καὶ πλῆθος, ἣν ὁ μὲν ἐπηνόρθου τῇ διὰ τῆς φαρμακείας κενώσει, ἡμεῖς δὲ τῇ φλεβοτομίᾳ. καὶ θαυμάζω πῶς οὐκ ἀρκεῖται ταύτῃ μόνῃ, καίτοι γιγνώσκωντε καὶ χρώμενος ἐπὶ τῶν τοιούτων αὐτῇ. λέγει γοῦν ἐν τῷ περὶ ἄρθρων αὐτός · ὁπόταν τὰ περὶ ταῖς πλευραῖς θλάσματα θεραπεύει σὺν τοῖς ἄλλοις οἷς ἀξιοῖ ποιεῖν καὶ τόδε, φλέβατε τὴν κατ’ἀγκῶνα τέμνεσθαι.
“ὅσα δὲ σὺν σκληρύσμασι πελιοῦται κίνδυνος μὲν μελανθῆναι”. καὶ τὸ κατὰ τῆς γῆς ἐκχεόμενον αἷμα ποτὲ μὲν ἄχρι πολλοῦ διαμένει, ποτὲ δὲ ξανθότερον γίγνεται, ποτὲ δὲ ἐπὶ τὸ μελάντερον τρέπεται, καί ποτε σαφῶς γίγνεται μέλαν. εἰκὸς μὲν οὖν καὶ διὰ τὸ ὑπερέχον ἤτοι γ’αἴθριον ἢ ζοφῶδες ὂν ἢ ὑγρὸν ἢ ξηρὸν ἢ θερμὸν ἢ ψυχρὸν εἰς διαφόρους ἀφικνεῖσθαι χροιὰς αὐτό. τὴν δ’οὖν μεγίστην αἰτίαν τῆς τῶν χρωμάτων ἀπαλλαγῆς ἐξ αὐτῶν λαμβάνων διαφερόντως, ὡς ἑκάστῳ τῶν ἀνθρώπων ἢ τοῖς μὲν μελαγχολικώτερόν ἐστι, τοῖς δὲ φλεγματωδέστερον ἢ ὑδατωδέστερον ἢ τῆς ξανθῆς ἢ ὠχρᾶς οὐκ ὀλίγον ἔχον χολῆς. οὕτως οὖν καὶ τοῖς τῶν ζώων σώμασιν, ἐπειδὰν ἐκχυθὲν τῶν φλεβῶν εἰς διαφόρους ἀφικνεῖται χροιὰς, ὅταν γε μὴ κρατῆται καὶ μεταβάλληται πρὸς τῶν περιεχόντων αὐτὸ σωμάτων εἰς πῦον. εἰκὸς οὖν ἐνίοτε κατὰ τοῦτον τὸν καιρὸν πελιδνὸν φαίνεσθαι, διότι τὸ μὲν πελιδνὸν σῶμα μεταξὺ τοῦτ’ἀκριβῶς μέλανός ἐστι καί τινος τῶν εὐανθῶν, ὁποῖα μάλιστά ἐστιν ἐρυθρόντε καὶ ξανθὸν, ὅπερ καὶ αὐτὸ χρῶμα. λέγω δὲ τὸ πελιδνὸν ἐκ τῶν εὐανθῶν εἰς τὸ μέλαν ἀφικνουμένων συμπίπτειν εἴωθεν ἢ ἐκ τοῦ μέλανος ἐπὶ τὸ λευκὸν, ὅταν ἐκπυΐσκηται. πολλάκις γοῦν ἰδεῖν ἐστι τάτε ὡς μεμελασμένα κατὰ τὴν εἰς πῦον μεταβολὴν ἀρχομένην πελιδνὰ φαίνοντα. κατὰ βραχύτε τοῦ μέλανος μὲν ἀποχωροῦντα, πρὸς δὲ τὴν τοῦ πυρὸς χρόαν ἐρχόμενα λευκότερα γίγνεται. τεφρώδης γάρ ἐστιν ἡ τοῦ πύου χρόα. νῦν οὖν ὁ Ἱπποκράτης διδάσκει σε διορισμὸν ἐπὶ τοῖς ἐκχυμώμασιν ὀφθεῖσι πελιδνοῖς · ἐὰν μὲν γὰρ κατὰ σκληρότητα, αὐτοῖς τοῦθ’ὑπάρχει, φλεγμαίνει τὰ μόρια, χωρὶς δὲ σκληρότητος ἀφλέγμαντον διαμένει. τὰ μὲν οὖν ἀφλέγμαντα τὴν φύσιν ἐρρῶσθαι δηλοῖ καὶ τὸ τῶν φλεβῶν ἐκκεχυμένον αἷμα πεφθήσεσθαι καὶ πῦον ἔσεσθαι, τὰ δὲ φλεγμαίνοντα ἀρρωστίαν τῆς φύσεως διὰ τὴν ἀσθένειαν τῶν φλεγμαινόντων μορίων καὶ διὰ τὸ πλῆθος τοῦ περιεχομένου κακοχύμου μὴ πέττειν τὸ ἐκχύμωμα μήτε ἐκπυΐσκειν. λείπεται οὖν αὐτὸ μελανθῆναίτε καὶ διαφθαρῆναι.
“τὸν δὲ πόδα ἐπιτηδεύειν χρὴ ὅκως ἀνωτέρω τοῦ ἄλλου σώματος ἔσται τὰ πλεῖστα ὀλίγον. ὑγιὴς δ’ἂν γένοιτο ἐν ἑξήκοντα ἡμέρῃσιν, εἰ ἀτρεμέοι”. εἰς μὲν τὸν ταπεινότερον πόδα τὸ ἐκ τοῦ σκέλους ἐπιρρέον αἷμα γεννήσει φλεγμονὴν, εἰς δὲ τὸν ὑψηλότερον οὐδὲν μὲν ἐπιρρεῖ καὶ διὰ τοῦτο πάντως αὐτὸν ὑψηλότερον θετέον, οὐ μὴν πολλῷ γε. προσέρχεται γὰρ ὀδύνη τῇ τοιαύτῃ θέσει χρονιζομένῃ, τὰ δ’ὀδυνώμενα φλεγμαίνει. ὅρος γοῦν τῆς ὑψώσεως τοῦ ποδός ἐστι τὸ ἀνώδυνον σχῆμα. τοῦτο δ’εὑρήσεις εἰ πειραθείη τηνικαῦτα τεινόμενον, ὅταν ὀλίγον ὑψωθῇ τὸν πόδα.
“ἡ δὲ κνήμη δύο ὀστέα ἐστὶ, τῇ μὲν συχνῷ λεπτότερον τὸ ἕτερον τοῦ ἑτέρου, τῇ δὲ οὐ πολλῷ λεπτότερον”. ἡ λέξις δ’αὐτὴ μαρτυρεῖν δόξει τοῖς φάσκουσι καὶ πῆχυν καὶ βραχίονα καὶ κνήμην καὶ μηρὸν ὑφ’Ἱπποκράτους ὀνομάζεσθαι μὴ τὸ συγκείμενον ἅπαν ἔκτε τῶν ὀστῶν καὶ τῶν ἀμφ’αὐτὰ σωμάτων, ἀλλὰ μόνα τὰ ὀστᾶ, οὐ μὴν ὅτι γε οὐ μόνον οὕτως λέγεται δηλοῦται διὰ τῆς λέξεως, ἀλλ’ὅτι καὶ οὕτως ὡς ἐγχωρεῖ διττὸν ἀπ’αὐτοῦ λέγεσθαι τὰ τοιαῦτα πάντα καθάπερ ὑπέλαβον εἶναι οἱ ποτὲ μὲν ἐπὶ τῶν ὀστῶν μόνον τιθέντες αὐτῶν τὴν προσηγορίαν, ποτὲ δὲ συμπεριλαμβάνοντες καὶ τὰ περικείμενα πάντα, ὥστε κνήμην ὀνομάζεσθαι τὸ μεταξὺ τῆς κατὰ γόνυ διαρθρώσεως. ὅτι δὲ δυοῖν ὀστῶν ἐνταῦθα τὸ μὲν ἕτερον ἀμφοῖν ὀνομάζεται κνήμη, τὸ δ’ἕτερον περόνη, καὶ ὅτι πλατύτερον μέν ἐστιν ἡ κνήμη, λεπτότερον δὲ ἡ περόνη, καὶ ὅτι τὸ μέσον μὲν καὶ ἄσαρκον ἐν ὅλῳ τῷδε τῷ μορίῳ κατὰ μῆκος ἐκτεταμένον ἄνωθεν κάτω ἐπὶ τῶν ἰσχνῶν φαινόμενον, ὅπερ ἀντικνήμιον ὀνομάζουσι τῆς κνήμης ἐστὶ μέρος, οὐ τῆς περόνης, ὅσατ’ἄλλα τῶν ὀστῶν ἐπίστασθαι προσήκει, λέλεκται πάντα κατὰ τὸ περὶ τῶν ὀστῶν ἡμέτερον ὑπόμνημα τοῖς εἰσαγομένοις γραφέν.
“ξυνέχεται δὲ ἀλλήλοισι τὰ πρὸς τοῦ ποδὸς καὶ ἐπίφυσιν κοινὴν ἔχει”. τοῦ κοινὴν ὀνόματος οὐχ οὕτως προσῆκεν ἀκούειν, ὡς συνεχῆ λέγοντος αὐτοῦ τὴν ἐπίφυσιν εἶναι καὶ μίαν ἀκριβῶς, ἀλλ’ὡς ἐζευγμένων ἀμφοτέρων τῶν ἐπιφύσεων καὶ συνεχομένων εἰς ἑνὸς τὴν φαντασίαν. οὐδενὸς γὰρ ἀλλήλαις κοινωνοῦσιν αἱ ἐπιφύσεις, ὡς μίαν δοκεῖν εἶναι. τὰ γυμνὰ δ’αὐτῶν μόρια τὰ τελευταῖα περιφερῆ κατὰ τὸ σχῆμα καλεῖται μὲν οὐκ ὀρθῶς ὑπό τινων ἀστράγαλον. συνεχὴς γὰρ τένων τὸν ἀστράγαλον ἔχων ἔνδον, ὡς καὶ δι’αὐτοῦ οὕτω · κατακρυπτόμενος ἀφανής ἐστι καὶ πρὸς τὴν ἁφὴν καὶ πρὸς τὴν ὄψιν.
“ἐν ἰθυωρίῃ δὲ τῆς κνήμης οὐ ξυνέχεται”. οὐ συνέχεται τὰ προειρημένα δύο ὀστᾶ τῆς κνήμης κατὰ τὴν εὐθύτητα τῆς κνήμης, ὅπερ ἐστὶ κατὰ τὸ μῆκος οὐ συνέχεται, τουτέστιν οὐχ ἅπτεται κατὰ τοῦτ’ἀλλήλων οὔτε συνδεῖται.
“τὰ δὲ πρὸς τοῦ μηροῦ ξυνέχεται καὶ ἐπίφυσιν ἔχει καὶ ἡ ἐπίφυσις διάφυσιν”. πολλαπλάσιόν ἐστι τῷ πάχει τὸ τῆς κνήμης πέρας ἐν τῇ κατὰ γόνυ διαρθρώσει τοῦ τῆς περόνης, ὥστε καὶ ἡ ἐπίφυσις ὅλη σοι δόξει τῆς κνήμης εἶναι, κατὰ δὲ τὸ ἔξω πέρας αὐτῆς ὑπερήρεισται ἡ περόνη. διάφυσιν δ’ἔχει, φησὶ, τὴν ἐν τῷ μέσῳ γεννωμένην ὑπεροχὴν νευροχονδρώδη διάφυσιν εἰπών. διορίζει δ’αὐτὴ τοὺς ἐπιβαίνοντας τῇ κνήμῃ κονδύλους. καταπαλαιουμένους τῶν ὀστῶν ἐπὶ τῶν νεκρῶν σωμάτων ἀποσήπεται πολλάκις, ὡς ἀπατηθῆναί τινα, καὶ δόξει ψεῦδος εἰρῆσθαι πρὸς Ἱπποκράτους ὑπὲρ αὐτῆς ἀλόγως γε τῶν προσφάτων ἁπάντων φαίνεται.
“μακρότερον δὲ τὸ ἕτερον ὀστέον σμικρῷ τὸ κατὰ τὸν σμικρὸν δάκτυλον. ἡ μὲν φύσις τοιαύτη τῶν ὀστέων τῶν ἐν τῇ κνήμῃ”. μακρότερον ὅπερ ἐγὼ γράφειν οὕτως ἀξιῶ, μικρότερον δ’ἐστὶ τὸ ἕτερον ὀστοῦν κατὰ σμικρὸν δάκτυλον, καὶ εἰ οὕτως ἔγραψεν αὐτὸς ὁ Ἱπποκράτης, οὕτως πέπειστο τὴν κατὰ τὸ γόνυ τῆς κνήμης ἐπίφυσιν κοινὴν ἀμφοτέρων εἶναι ὀστῶν, οὐ μόνης τῆς κνήμης, ἁπλῶς ἔσται μακρότερον καὶ οὐ κατὰ τὸ κάτω πέρας μόνον.
“ὀλισθαίνει δὲ ἔστιν ὅτε τὰ πρὸς τοῦ ποδὸς, ὁτὲ μὲν ξὺν τῇ ἐπιφύσει ἀμφότερα τὰ ὀστέα, ὁτὲ δὲ ἡ ἐπίφυσις ἐκινήθη, ὁτὲ δὲ τὸ ἕτερον ὀστέον”. ἔνιοι τῶν ἰατρῶν οἴονται τὸ ἐξαρθρεῖν λέγεσθαι κατὰ τῶν ἐξισταμένων τελέως ὀστῶν. τὸ δὲ ὀλισθαίνειν ἐπὶ τῶν παραρθρούντων μὲν, οὐ μὴν παντάπασί γε ἐκπιπτόντων τῆς φυσικῆς διαρθρώσεως, οὐ δὲ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον ἐν τῷ περὶ ἄρθρων ἔχον οὕτως. ὤμου δ’ἄρθρον ἕνα τρόπον οἶδα ὀλισθάνον τὸν ἐς τὴν μασχάλην · ὅλη γὰρ ἡ κεφαλὴ τοῦ βραχίονος ἀποχωρεῖ τῆς κοιλότητος, ᾗ διήρθρωται μὴ δυναμένης γενέσθαι βραχείας παραρθρήσεως, καθάπερ αὐτὸς ὁ Ἱπποκράτης ἔγραψε καὶ τὴν αἰτίαν προσθεὶς, ἣν ὅταν ἐπ’ἐκεῖνο τὸ βιβλίον ἀφικώμεθα μαθησόμεθα.
“ταῦτα δ’ὀχλώδεα μὲν ἧσσον ἢ τὰ ἐν τῷ καρπῷ τῶν χειρέων, εἰ τολμῷεν ἀτρεμέειν οἱ ἄνθρωποι. ἴησις δὲ παραπλησίη οἵηπερ ἐκείνῳ, τήντε γὰρ ἐμβολὴν χρὴ ποιέεσθαι ἐκ κατατάσιος ὥσπερ ἐκείνων, ἰσχυροτέρης δὲ δεῖται τῆς κατατάσιος, ὅσῳ ἰσχυρότερον τὸ σῶμα ταύτῃ. ἐς τὰ πλεῖστα μὲν γὰρ ἀρκέουσιν ἄνδρες δύο, ὁ μὲν ἔνθεν, ὁ δ’ἔνθεν τείνοντες. ἢν δὲ μὴ ἰσχύουσι, ἰσχυροτέρην ῥηίδιόν ἐστι ποιέειν τὴν κατάτασιν”. οὐ μόνον τῶν ἐν τῷ καρπῷ τῆς χειρὸς ἧσσόν ἐστιν ὀχλώδη, ἀλλὰ καὶ τῶν ἐν τῷ ποδὶ πολὺ μᾶλλον. ἐπεὶ δὲ κοινὴν τὴν διδασκαλίαν ἐποιήσατο τὴν κατὰ τὸν πόδα καὶ ἄκραν τὴν χεῖρα, διὰ τοῦτο ἤρκεσεν αὐτῷ μνημονεῦσαι τοῦ ἑτέρου τῶν μορίων, ὃ πρῶτόν ἐστι τῆς κνήμης καὶ τοῦ ποδὸς κατ’εὐθεῖαν. ὅσον γὰρ ἀπολείπεται τῶν κατὰ τὸν πόδα καὶ μάλιστα τῶν κατὰ τὴν πτέρναν ἐστὶν ὀχλωδεστέρα μικρὸν ἔμπροσθεν αὐτὸς εἶπεν.
“ἢ γὰρ πλήμνην κατορύξαντα χρὴ ἢ ἄλλο τι ὅ. τι τούτῳ ἔοικε μαλθακόν τι περὶ τὸν πόδα περιβάλλειν, ἔπειτα πλατέσι βοείοισιν ἱμᾶσι περιδήσαντα τὸν πόδα τὰς ἀρχὰς τῶν ἱμάντων ἢ πρὸς ὕπερον ἢ πρὸς ἕτερον ξύλον προσδήσαντας τὸ ξύλον πρὸς τὴν πλήμνην ἄκρον ἐνθέντα ἀνακλᾷν. τοὺς δ’ἀντιτείνειν ἄνωθέντε τῶν ὤμων ἐχομένους καὶ τῆς ἰγνύης”. ξύλον τι κατορύττειν ἀξιοῖ δυνάμενον ὑποδέξασθαι πέρας μοχλοῦ, δι’οὗ τὴν κατάτασιν τοῦ κώλου μέλλει ποιεῖσθαι. γιγνώσκεν δὲ οἶμαί σε τὴν καλουμένην χοινικίδα τοῦ τρόχου πλήμνην ὑπὸ τῶν Ἰώνων λέγεσθαι, καὶ γὰρ παρὰ τῷ ποιητῇ το- τοὔνομά ἐστι. τὴν δ’εὐπορίαν τῶν εἰς τὰς θεραπείας χρησίμων ἀσκεῖν ἀεὶ συμβουλεύων ὁ Ἱπποκράτης ἐμνημόνευσε καὶ νῦν τῆς πλήμνης ἐν ἅπασι τόποις ὑπ’ἀνθρώπων οἰκουμένος εὐπορῆσαι δυναμένων ἡμῶν αὐτῆς, ὥσπερ καὶ τῷ ὑπέρῳ πρὸς τὴν ἐνεστῶσαν κατάστασιν ἀντὶ μοχλοῦ χρῆται. καὶ τίνα δὲ τρόπον αὐτοῖς προσήκει χρῆσθαι σαφῶς αὐτὸς ἐδήλωσε διὰ τῆς ἰδίας λέξεως τοῖς προσέχουσι τὸν νοῦν αὐτῷ.
“ἔστι δὲ καὶ τὸ ἄνω τοῦ σώματος ἀνάγκη προσλαβεῖν”. τὰς ἰσχυρὰς ἀντιτάσεις ἀνάγκας εἴρηκε τὸ βίαιον αὐτῶν ἐνδείξασθαι βουλόμενος.
“τοῦτο μὲν ἢν βούλῃ ξύλον στρογγύλον λεῖον κατορύξας βαθέως, μέρος τι αὐτοῦ ὑπερέχον τοῦ ξύλου μεσηγὺ τῶν σκελέων ποιήσασθαι παρὰ τὸν περίνεον, ὡς κωλύῃ ἀκολουθέειν τὸ σῶμα τοῖσι πρὸς ποδῶν τείνουσιν”. ὀρθὸν τοῦτο τὸ ξύλον ἵστησιν ἀσφαλῶς ἐστηριγμένον, ὅπως ὁ κατατεινόμενος, ὡς προείρηται, μὴ συνακολουθῶν τῇ κατατάσει μέσον τῶν δύο σκελῶν ἡδρασμένου τοῦ ξύλου κατὰ τὸν περίνεον, οὕτω δ’ὀνομάζεται τοῦ σώματος ἡμῶν ἐκεῖνο τὸ μέρος ὃ μεταξὺ τῆς ἕδρας ἐστὶ καὶ τῆς ἀρχῆς τοῦ αἰδοίου.
“ἔπειτα πρὸς τὸ τεινόμενον σκέλος μὴ ῥέπειν. τὸν δέ τινα πλάγιον παρακαθήμενον ἀπωθέειν τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα”. κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων ἐφεξῆς τῆς προγεγραμμένης ῥήσεως αὕτη γέγραπται, δυναμένης τῆς ὅλης διανοίας σώζεσθαι χωρὶς αὐτῆς. βούλεται γὰρ μέσον τῶν δύο σκελῶν ὀρθὸν στηρίξας τὸ ξύλον οὕτως κατατείνειν τὸ πεπονθὸς σκέλος ἀντωθοῦντός τινος ἄνω τὸν γλουτὸν, ὡς μὴ περιέλκηται τὸ σῶμα ταύτῃ καὶ γιγνόμενον ἑτερόρροπον ἕπεσθαι συγχωρεῖ τὸ σκέλος τῷ κατατείνοντι. τοῦτο γὰρ εἰ γένοιτο, τὴν κατάτασιν ἐκλυθῆναι συμβήσεται.
“τοῦτο δὲ καὶ ἢν περὶ τὰς μασχάλας ἔνθεν καὶ ἔνθεν τὰ ξύλα παραπέπηγεν, αἱ δὲ χεῖρες παρατεταμέναι φυλάσσονται, προσεπιλαμβανέτω δέ τις κατὰ γόνυ, καὶ οὕτως ἀντιτείνοιτο”. ἄλλην ἐπίνοιαν αὐτῶν διδάσκει σε καθ’ἣν οὐκ ἀκολουθήσει τὸ λοιπὸν σῶμα τῷ κατατεινομένῳ μέρει τοῦ κώλου, τὸ παρ’ἑκατέρᾳ τῇ μασχάλῃ καταπηγνύμενον ξύλον, ὃ ἀντιστηρίζοντε καὶ ἀντερεῖδον τῷ σώματι κωλύει τὸν ἄνθρωπον ἕπεσθαι τῇ πρὸς τὰ κάτω μέρη γιγνομένῃ τάσει. χρὴ δ’ὅμως καὶ νῦν αὐτὸ τὸ κατατεινόμενον σκέλος ἰδίᾳ πάλιν ἀντιτείνειν ἄνω κατὰ γόνυ τὸν ἀνάτασιν ποιούμενον.
“τοῦτο δ’ἢν παρὰ τὸ γόνυ βούληται, ἄλλους ἱμᾶντας περιδήσας καὶ περὶ τὸν μηρὸν, πλήμνην ἄλλην ὑπὲρ κεφαλῆς κατορύξας ἐξαρτήσαςτε τοὺς ἱμᾶντας ἔκ τινος ξύλου τὸ ξύλον στηρίζων ἐς τὴν πλήμνην”. εἰ ἑλκόντων ἄνω τὸ σκέλος ἐπιτρέψει τὴν ἀντίτασιν, ἔστι σοι διὰ περιθέσεως ἱμάντων αὐτὸ ποιῆσαι, τὰς ἀρχὰς αὐτῶν ἄνω τοῦ σώματος ἀγαγόντα, κα- κἄπειτ’ἐντεῦθεν περιβάλλοντα μοχλῷ. χρὴ δὲ δηλονότι τοῦ μοχλοῦ τὸ πρὸς τῇ γῇ στηριζόμενον πέρας ὑποβεβλημένον ἔχειν τι κοῖλον. οἷά περ ἐστὶν ἡ πλήμνη τοῦ τρόχου, πρὸς ἣν ἀντερείδων ὁ μοχλὸς ἐργάσεται πρὸς τα- τἀναντία τὴν τάσιν.
“τα- τἀναντία τῶν πρὸς ποδῶν ἕλκειν”. εἴπερ ἐγέγραπτο πρὸς τα- τἀναντία, τί ἀσαφὲς ἂν ἦν, ὥσπερ κατὰ τὴν διάνοιαν τὸ λεγόμενον, οὕτω καὶ κατὰ τὴν λέξιν. ἐπεὶ δὲ τα- τἀναντία γέγραπται, ἢ λείπειν νομιστέον ἐξ ἀρχῆς ὑπὸ τοῦ βιβλιογράφου παραλελειμμένην τὴν εἰς τὸ πρόσθεν ἢ αὐτὸν Ἱπποκράτην κατὰ προαίρεσιν, ὡς ἰσοδυνάμως, ἢ κεχρῆσθαι τῇ φωνῇ τα- τἀναντία ἢ οἷον ἐπίρρημα εἰρηκέναι τα- τἀναντία, ὡς εἰ καὶ ἐναντίως ἔλεγε.
“τοῦτο δ’ἢν βούλῃ ἀντὶ τῶν πλημνέων δοκίδα ὑποτείνας ὑπὸ τὴν κλίνην μερίην, ἔπειτα πρὸς τῆς δοκίδος, ἔνθεν καὶ ἔνθεν τὴν κεφαλὴν στηρίζων καὶ ἀνακλῶν τὰ ξύλα κατατείνειν τοὺς ἱμᾶντας”. δύο πλῆμναι πρόσθεν αὐτῷ καὶ δύο μοχλοὶ τὴν ἀντίτασιν ἐργάζονται, μίαν ἣν ὑποκάτω τοῦ κατατεινομένου σκέλους, ἑτέραν δὲ ὑπεράνω τῆς κεφαλῆς. ἐπεὶ δὲ, ὥσπερ ἔφην, ἀσκεῖν ἡμᾶς ἀξιοῖ τὴν εὐπορίαν τῶν ἰαμάτων, ἑτέραν ἐπίνοιαν ἑαυτοῦ διδάσκων γυμνάζει σε πρὸς τὴν τῶν ὁμοίων εὕρεσιν. εἰ γὰρ αἱ πλῆμναι μὴ παρεῖεν, ὑποτείνας ξύλον μακρὸν κατὰ τὸ μῆκος τῆς κλίνης, ἐφ’ἧς ὁ θεραπευόμενος κατάκειται · τὰ μὲν ἄλλα ταῦτα τοῖς ἔμπροσθεν πράξεις περιβάλλων τοὺς ἱμᾶντας ὁμοίως οἷς ἐδίδαξε τὸ ποῖα τοῦ σώματος ἐξαρτήσειςτε καὶ διὰ τῶν ξύλων, δι’ὧν αὐτοὺς μοχλεύσεις, ἀντὶ δὲ τῶν πλημνῶν ἔτι χρήσῃ τοῖς τοῦ μακροῦ ξύλου πέρασιν, ἃς κεφαλὰς ὀνομάζουσι τὴν ἀντέρεισιν τῶν μοχλευόντων ξύλων πρὸς ἐκεῖνα ποιούμενος ὑπερέχοντα τῆς κλίνης σύμμετρον ἑκατέρωθεν, ἔκτε τῶν πρὸς τῇ κεφαλῇ καὶ τῶν πρὸς τοῖς ποσὶ μερῶν. δοκίδα δὲ τὸ ὑποτεινόμενον κατὰ τὸ μῆκος τῇ κλίνῃ ξύλον ὠνόμασεν, εἰ καὶ μικρὰν εἶπε δοκόν.
“ἢν δὲ θέλῃς ὀνίσκους καταστήσας ἔνθεν καὶ ἔνθεν ἐπ’ἐκείνων τὴν κατάτασιν ποιέεσθαι, πολλοὶ δὲ καὶ ἄλλοι τρόποι κατατασίων”. τοὺς ἄξονας αὐτοὺς ὄνους εἴωθε καλεῖν, ὥσπερ καὶ τὸ λέγειν ὄνουτε περιαγωγήν. νῦν οὖν τοὺς μικροὺς ἄξονας ὀνίσκους εἴρηκεν ὑποκοριστικῶς, ὥσπερ ἐν τῇ προγεγραμμένῃ ῥήσει τὴν μικρὰν δοκὸν δοκίδα. χρὴ γάρ σε μὴ μόνον ἠσκῆσθαι πρὸς τὴν τῶν εὐπορίστων ἐπίνοιάντε καὶ χρῆσιν, ἀλλὰ καὶ πρὸς τὴν τῶν παρ’ἰατροῖς παρεσκευασμένων ὀργάνων πρὸς τὰς τοιαύτας ἀντιτάσεις. ἄξονας οὖν θεὶς οὐ κατὰ τὸ μῆκος τοῦ σώματος, ἀλλ’ἐγκαρσίαν, ὡς ἐκεῖνο, θέσιν ἔχον ἔνθεν καὶ ἔνθεν τοῦ θεραπευομένου σώματος, ὅπερ αὐτὸ σημαίνει, κάτωθεν μὲν τῶν ποδῶν τὸν ἕτερον, ἄνωθεν δὲ τῆς κεφαλῆς τετάχθαι τὸν ἕτερον, ἔπειτα δὲ περιβάλλων τῶν ἱμάντων τὰς τελευτὰς τοῖς ἄξοσιν ἐκ τῆς ἐκείνων περιαγωγῆς τὴν ἀντίτασιν ἐργάσῃ τοῦ θεραπευομένου σκέλους.
“ἄριστον δὲ ὅστις ἐν πόλει μεγάλῃ ἰητρεύει κεκτῆσθαι ἐσκευασμένον ξύλον, ἐν ᾧ πᾶσαι ἀνάγκαι ἔσονται, πάντων μὲν κατηγμάτων, πάντων δὲ ἄρθρων ἐμβολῆς ἐκ κατατάσιος καὶ μοχλεύσιος. ἀρκέει δὲ τὸ ξύλον, ἢν ᾖ τοιοῦτον οἷον οἱ τετράγωνοι στῦλοι, οἷοι δρυΐνοι γίνονται, μῆκος καὶ πλάτος καὶ πάχος”. ὀργάνου τινὸς καὶ μηχανήματος, οὗτινος ἂν ἐθέλει ἐμνημόνευσεν. ἐν δὲ τῷ λόγῳ περὶ οὗ τὴν κατασκευὴν αὐτοῦ διδάξει κατὰ τὸ περὶ τῶν ἄρθρων βιβλίον ἑπόμενον τῷδε · καὶ ἡμεῖς οὖν ἐν ἐκείνῳ τὴν ἐξήγησιν ὧν ἀσαφῶς εἶπε ποιησόμεθα · νυνὶ δὲ ἐπὶ τὰ συνεχῆ τοῦ λόγου μεταβῆναι καὶ προσθείς.
“ἐπὴν δὲ ἱκανῶς κατατανύσῃς”. τὸ σκέλος δηλονότι · περὶ γὰρ τῶν τῆς κνήμης περὶ τὸν ἀστράγαλον ἐξαρθρημάτων ὁ λόγος ἦν αὐτῷ, κα- κἀν τῷ μεταξὺ περὶ τῆς ἀντιτάσεως διδάξας, οὕτω πάλιν ἐπὶ τὸν ἐξ ἀρχῆς λόγον ἐπανῆλθεν.
“ῥηΐδιον ἤδη τὸ ἄρθρον ἐμβαλεῖν, ὑπεραιωρέεται γὰρ ἐς ἰθυωρίην ὑπὲρ τῆς ἀρχαίης ἕδρης. κατορθώσαντα οὖν χρὴ τοῖσι θέναρσι τῶν χειρῶν, τοῖσι δὲ ἐς τὸ ἐξεστηκὸς ἐρείδοντα, τοῖσι δὲ ἐπὶ τα- θάτερα κατώτερον τοῦ σφυροῦ ἀντερείδοντα. ἐπὴν δὲ ἐμβάλῃς, ἢν μὲν οἷόντε ᾖ, κατατεταμένα ἐπιδεῖν χρή · ἢν δὲ κωλύηται ὑπὸ τῶν ἱμάντων, ἐκείνους λύσαντα ἀντικατατείνειν ἔςτ’ἂν ἐπιδήσῃς”. ἐκ τῶν τοιούτων αὐτοῦ λέξεων ὁρμώμενοί τινες ἄρθρον καλεῖν αὐτὸν φάσκουσι τὰ πέρατα τῶν διηρθρωμένων πρὸς τὰς κοιλότητας ὀστῶν, ὥστε τὸ μὲν σύμπαν διάρθρωσιν καλεῖσθαι, καθ’ὃ συνάπτεται πρὸς ἀλλήλοις τὰ πέρατα τῶν κινουμένων ὀστῶν, ἐν ταῖς ἐκτάσεσίτε καὶ κάμψεσιν. αὐτῶν δὲ τῶν ὀστῶν ἑκατέρου τοῦ μὲν ἐμβαίνοντος τὸ πέρας ἄρθρον, τοῦ δ’ὑποδεχομένου τὴν κοιλότητα κοτύλην ἢ γλήνην ὀνομάζειν αὐτόν · ἀλλὰ ταῦτα μὲν ὀνόματα τὴν ἔκθλιψιν ἔχειν. μετὰ ταῦτα δέ σε διδάξει κοινὴν ἁπάσης ἐμβολῆς μέθοδον, ὡς κατ’ἀρχὰς ἡμεῖς εἰρήκαμεν ἐν τῷ πρώτῳ τῶνδε τῶν ὑπομνημάτων, ἔνθεν περὶ τῆς χρείας ἐδιδάξαμεν ἐν ἐκείνοις τοῖς λόγοις ὡς οὐχ οἷόντέ ἐστιν ἐμβάλλειν αὐτὰ προσηκόντως ἄνες τῆς ὑπεραιωρήσεως. εὐθὺ δὲ καὶ τὸν ὅρον διδάξει μέχρι πόσου χρὴ κατατείνειν. ὅταν γὰρ ἤδη δόξεις ἱκανῶς ἔχειν, ὡς ὑπεραιωρεῖσθαι δύνασθαι, παύσει τῆς ἀντιτάσεως.
“ἐπιδεῖν δὲ τὸν αὐτὸν τρόπον καὶ τὰς ὡσαύτως βαλλόμενον κατὰ τὸ ἐξεστηκὸς καὶ τὰς περιβολὰς τὰς πρώτας πλείστας κατὰ τοῦτο ποιέεσθαι καὶ τοὺς σπλῆνας πλείστους κατὰ τοῦτο καὶ τὴν πίεσιν μάλιστα κατὰ τω- τὠϋτό”. τὰ κεφάλαια συντεμὼν ἀνέμνησε τῆς καταγμάτων ἐπιδέσεως, ἣν ἔμπροσθεν ἐδείξαμεν · καὶ μέντοι καὶ μεμνῆσθαι χρὴ τάτε κατ’ἄκραν τὴν χεῖρα καὶ τὰ κατὰ τὸν πόδα καὶ τὰ κατὰ τὴν πτέρναν καὶ προσέτι ταῦτα τὰ κατὰ τὰ σφυρὰ ἐξαρθρήματα τῷ καταγματικῷ τρόπῳ τῆς ἐπιδέσεως πείθεσθαι, διὸ κα- κἀν τούτῳ τῷ βιβλίῳ περιέχεται πάντα. τὴν δ’αἰτίαν τοῦ χρῆναι τὴν ἐπίδεσιν οὕτως ποιεῖσθαι, κα- κἂν ἐξάρθρημα, κα- κἂν κάταγμα τὸ γεγονὸς ᾖ, πρώην μεμαθήκαμεν.
“προσεπιδεῖν δὲ καὶ ἔνθεν καὶ ἔνθεν ἐπὶ συχνόν”. τοῦτ’ἐν τῷ κατ’ἰητρεῖον διὰ τῆσδε τῆς λέξεως ἐδήλωσεν · ἢν δ’ἐπιδέοι, πολλὸν τοῦ ὑγιέος προσλαμβανέτω καὶ ἡ αἰτία πρόσθεν εἴρηται. ἄμεινον γὰρ ἐκθλίβεσθαι τοῦ πεπονθότος μορίου τοὺς χυμοὺς οὐκ εἰς τὰ παρακείμενα μόνον, ἀλλὰ μέχρι πολλοῦτε προστεθεῖσθαι καὶ μακροῦ κωλύεσθαι.
“μᾶλλον δέ τι τοῦτο τὸ ἄρθρον πεπιέχθαι χρὴ ἐν τῇ πρώτῃ ἐπιδέσει ἢ τὸ ἐν τῇ χειρί”. κατὰ τὰ μεγέθη τῶν ἄρθρων ποιεῖται τὸ μέτρον τῆς πιέσεως καὶ τὸ πλῆθος τῶν ὀθονίων προσεπισκοπούμενος τὸ νευρῶδες αὐτῶν καὶ εὐαίσθητον, ἧττον γὰρ ἀποθλίβεσθαι βούλεται.
“ἐπὴν δὲ ἐπιδήσῃς, ἀνωτέρω μὲν τοῦ ἄλλου σώματος ἐχέτω τὸ ἐπιδεθὲν, τὴν δὲ θέσιν δεῖ ποιήσασθαι οὕτως, ὅκως ἥκιστα ἀπαιωρηθήσεται ὁ πούς”. ὅτι μὲν ἐπὶ βραχὺ χρὴ μετεωρότερον εἶναι τὸν πόδα τοῦ ἄλλου σκέλους ἐλέχθη καὶ πρόσθεν. ἐλέχθη δὲ καὶ ὅτι τοσοῦτον ὑψοῦσθαι προσῆκεν αὐτὸν, ὡς μη δὲ τῇ ἀντιτάσει κάμνειν τοὺς μύας. νυνὶ δὲ προσέθηκε περὶ τῆς κατὰ τὴν ἀπόθεσιν ἀσφαλείας παράγγελμα, μη δὲ μόλις κελεύων αἰωρεῖσθαι τὸν πόδα. τοῦτο δέ ἐστι μαλακῶν ἐρίων πανταχόθεν αὐτῷ παρατιθεμένων · καὶ δὴ μὲν τὸ κατὰ τὸ πέρας, ἔνθα τὸ ἴχνος ἐστὶ στηρίζεσθαί τινος μαλακοῦ ἢ ὑπαυχενίου ἢ καὶ ξύλου ὀρθοῦ, ᾧ καὶ προσδεδεμένος ἔσται μαλακαῖς ταινίαις.
“τὸν δὲ ἰχνασμὸν τοῦ σώματος, οὕτως ποιέεσθαι ὁκοίην τινὰ δύναμιν ἔχει καὶ τὸ ὀλίσθημα, τὰ μὲν γὰρ σμικρὸν, τὰ δὲ μέγα ὀλισθάνει”. πρόδηλον οὖν ὅτι τὰ μὲν σμικρὸν ὀλισθήσαντα μετριωτέρας δεῖται τῆς ἐπιμελείας, τὰ δ’ἐπὶ πλέον ἐκστάντα καὶ τῆς διαίτης ἀκριβεστέρας καὶ τῶν ἄλλων οἷς ἰσχναίνεται τὸ σῶμα.
“τὸ ἐπίπαν δὲ ἰσχναίνειν μᾶλλον καὶ ἐπὶ πλείω χρόνον χρὴ ἐν τοῖσι κατὰ σκέλεα τρώμασιν ἢ ἐν τοῖσι κατὰ χεῖρας · καὶ γὰρ μείζω καὶ παχύτερα ταῦτα ἐκείνων · καὶ δὴ καὶ ἀναγκαῖον ἐλινύειν τὸ σῶμα καὶ κατακεῖσθαι. μετεπιδῆσαι δὲ τὸ ἄρθρον οὔτε τὶ κωλύει τριταῖον, οὔτε κατεπείγει. καὶ τὰ ἄλλα πάντα παραπλησίως χρὴ ἰητρεύειν, ὥσπερ καὶ τὰ παροιχόμενα · καὶ ἢν μὲν ἀτρέμα κατακεῖσθαι, ἱκαναὶ τεσσαράκοντα ἡμέραι, ἢν μοῦνον ἐς τὴν ἑωυτῶν χώρην τὰ ὀστέα αὖθις καθίζηται, ἢν δὲ μὴ θέλῃ ἀτρεμέειν, χρῷτο μὲν ἂν οὐ ῥᾳδίως τῷ σκέλει, ἐπιδεῖσθαι δὲ ἀναγκάζοιτ’ἂν πολὺν χρόνον”. αὐτὸς εἶπε τὴν αἰτίαν οὗ κελεύει · καὶ γὰρ μείζω φησὶ καὶ παχύτερα ταῦτα ἐκείνων καὶ τρίτον ἐπὶ τούτοις ἐστὶ τὸ κατακείμενον ὑγιάζεσθαι τὸν ἄνθρωπον, οὐχ ὥσπερ ἐπὶ τῶν κατὰ χεῖρα περιερχόμενον. ταῦτ’οὖν ἐν τῷ καθόλου περὶ πάντων ἡμῖν τῶν ἄρθρων εἰρῆσθαι νομίζομεν.
“ὁκόσα μέντοι τῶν ὀστέων μὴ τελέως ἵζει ἐς τὴν ἑωυτῶν χώρην, ἀλλά τι ἐπιλείπει, τῷ χρόνῳ λεπτύνεται ἰσχίον καὶ μηρὸς καὶ κνήμη · καὶ ἢν μὲν εἴσω ὀλισθῇ, τὸ ἔξω μέρος λεπτύνεται, ἢν δὲ ἔξω, τὸ εἴσω”. εἰ καὶ τῶν ὑγιῶν τι μορίων ἐν ἡσυχίᾳ πολυχρονίῳ φυλάττοις ἢ βραχείαις κινήσεσι, λεπτότερον ἑαυτοῦ γίγνεται. θερμαίνειτε γὰρ ἡ κίνησις τὰ σώματα καὶ ῥώννυσι τὴν ἐν αὐτοῖς δύναμιν, ὑφ’ἧς εἰς εὐτροφίαν ἐπιδίδωσι τὰ μέρη. ὁπόταν δὲ μὴ καλῶς ἐμβληθῇ τῶν ὀλισθησάντων τι, χείρους αἱ κινήσεις ἐπιτελοῦνται, καὶ μᾶλλον δὲ κατὰ τὰ ἀντικείμενα μέρη τῶν ὀλισθημάτων. ἐπειδὴ κενὸς ὁ τόπος καταλείπεται τοῦ μέρους κινηθέντος ὀστοῦ πρὸς τα- τἀναντία. ῥᾷον οὖν ἐπ’ἐκείνου στηρίζεται τοῦ μέρους εἰς ὃ μετέστη τὸ ἄρθρον. ἕδρας μὲν γὰρ δεῖται τὰ ὑπερκείμενα μόρια. ταῦτα δὲ αὐτοῖς οὐ κεναὶ χῶραι παρέχουσιν, ἀλλ’αἱ πεπληρωμέναι · κατὰ γὰρ τοι τῆς κενῆς χώρας οὐδὲν στηρίζεσθαι δύναται. διὰ τοῦτ’οὖν καὶ τὸ σκέλος εἴωθε προφέρειν, ἔνθα τὴν ἔκπτωσιν ἔχει καὶ τοῖς κατ’ἐκεῖνο τὸ μέρος ἐνεργεῖν μόνον · αὐτοὶ γὰρ οὖν καὶ τρέφονται καλῶς, οἱ δ’ἄρχοντες ἐνδεῶς, οἵπερ εἰσὶν ἐκ τῶν ἀντικειμένων μερῶν.
“τὰ πλεῖστα δὲ ἐς τὸ εἴσω ὀλισθάνει · ἐπὴν δὲ κνήμης ὀστέα ἀμφότερα καταγῇ ἄνευ ἑλκώσιος, κατατάσιος ἰσχυροτέρης δεῖται. τείνειν δὲ τουτέων τῶν τρόπων ἐνίοισι τῶν προειρημένων τισὶ, ἢν μεγάλαι αἱ παραλλάξιες ἔωσιν. ἱκαναὶ δὲ καὶ ἀπὸ τῶν ἀνδρῶν κατατάσιες · τὰ πλεῖστα γὰρ ἀρκέοιεν ἂν δύο ἄνδρες ἐρρωμένοι, ὁ μὲν ἔνθεν, ὁ δ’ἔνθεν ἀντιτείνοντες. τείνειν δὲ ἐς τὸ ἰθὺ χρὴ κατὰ φύσιν καὶ κατὰ τὴν ἰθυωρίην τῆς κνήμης καὶ τοῦ μηροῦ, καὶ ἢν κνήμης ὀστέα κατεηγυίης κατατείνῃς καὶ ἢν μηροῦ”. τὰ κάτω πρὸς τὴν τοῖς σφυροῖς διάθεσιν ἐξαρθρήματα μᾶλλον ἔσω ὀλισθάνει. αἰτία δὲ ἡ τῆς περόνης ἀπόφυσις ἔξωθεν ἀκριβέστερον περιλαμβάνουσα τὸν ἀστράγαλον ἢ περὶ τῆς κνήμης ἔσωθεν.
“καὶ ἐπιδεῖν δὲ οὕτως ἐκτεταμένων ἀμφοτέρων, ὁκότερον ἂν τουτέων ἐπιδέῃς · οὐ γὰρ ταῦτα ξυμφέρει σκέλειτε καὶ χειρί. πήχεος μὲν γὰρ καὶ βραχίονος, ἐπὴν ἐπιδεθῶσιν ὀστέα κατεηγότα, ἀναλαμβάνεται ἡ χεὶρ, καὶ ἢν ἐκτεταμένα ἐπιδέῃς τὰ σχήματα τῶν σαρκῶν, ἑτεροιοῦται ἐν τῇ ξυγκάμψει τοῦ ἀγκῶνος. ἀδύνατος γὰρ ὁ ἀγκὼν ἐκτετάσθαι πουλὺν χρόνον · οὐ γὰρ πολλάκις ἐν τοιούτῳ εἴθισται, ἀλλ’ἐν τῷ ξυγκεκάμφθαι. καὶ δὴ καὶ ἅτε δυνάμενοι οἱ ἄνθρωποι περιιέναι, ἐπὴν κατὰ χεῖρα τρωθῶσιν, ξυγκεκάμφθαι κατὰ τὸν ἀγκῶνα δέονται. σκέλος δὲ ἔντε τῇσιν ὁδοιπορίῃσι καὶ ἐν τῷ ἑστάναι εἴθισται, ὁτὲ μὲν ἐκτετάσθαι, ὁτὲ δὲ μικροῦ δεῖν ἐκτετάσθαι ἐς τὸ κάτω κατὰ φύσιν. καὶ δὴ καὶ πρὸς τὸ ὀχέειν τὸ ἄλλο σῶμα, διὰ τοῦτο εὔφορον αὐτῷ ἐστι τὸ ἐκτετάσθαι, ὅταν ἀνάγκη ἔχῃκαὶ δὴ καὶ ἐν τῇσι κοίτῃσι πολλάκις ἐν τῷ σχήματι τουτέῳ ἐστὶν ἐν τῷ ἐπιτετάσθαι. ἐπὴν δὲ δὴ τρωθῇ, ἀνάγκη καταδουλοῦται τὴν γνώμην, ὅτι ἀδύνατοι μετεωρίζεσθαι γίνονται, ὥστε οὐ δὲ μέμνηνται περὶ τοῦ συγκαμφθῆναι καὶ ἀναστῆναι, ἀλλὰ ἀτρεμέουσιν ἐν τουτέῳ τῷ σχήματι κείμενοι”. ἐάντε κνήμην ἐάντε μηρὸν ἐπιδέῃς, ἑκατέραν τῶν διαρθρώσεων ἐκτετάσθαι κελεύει, τὴν κατ’ἰσχίον καὶ τὴν κατὰ γόνυ. τὴν δ’αἰτίαν τοῦ σχήματος ἐφεξῆς ἐρεῖ σαφῶς, ἀποδείξει χρώμενος καὶ ἑτοίμως νοήσαις τὸν νοῦν. ἔστι δὲ τούτων τὰ κεφάλαια προειθίσθαι μὲν τὸ σκέλος ἑστώτων καὶ βαδιζόντων ἐκτετάσθαι. πρὸς γὰρ τὸ βαδίζειν τὸ σῶμα γεγονὸς ὑπὸ τῆς φύσεως εἰς τοῦτο σχῆμα περεσκεύασται πρὸς αὐτῆς καὶ διὰ τοῦτο καὶ κατακειμένων ἐκτεταμένον ἐστὶν ὡς τὰ πολλά. τὰς χεῖρας δὲ καὶ κατὰ τὰς ὁδοιπορίας καὶ ἄλλως ὡς τὸ πολὺ κεκλασμένας μετρίως ἔχομεν. οὐδεὶς γὰρ ἀποτετακὼς αὐτὰς περιέρχεται. διὰ τοῦτο κα- κἂν ἐπιδεθῇ τις χεῖρα, δυνατόν ἐστιν αὐτῷ περιέρχεσθαι ταινίαν ὑποτείνοντι τῷ πήχει. σκέλους δὲ καταγέντος ἀδύνατον ἐπιβαίνειν πρὶν ἀκριβῶς πωρωθῆναι.
“διὰ οὖν ταύτας τὰς προφάσιας χειρὸς καὶ σκέλεος οὔτε ἡ κατάτασις οὔτε ἡ ἐπίδεσις τοῦ σχήματος ξυμφέρει αὐτῇ. ἢν μὲν οὖν ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν ᾖ, οὐθὲν δεῖ μάτην πονέεσθαι · καὶ γὰρ σολοικότερον μηχανοποιέειν μηθὲν δέον. ἢν δὲ μὴ ἱκανὴ ἡ κατάτασις ἡ ἀπὸ τῶν ἀνδρῶν καὶ τῶν ἄλλων τινὰ τῶν ἀναγκαίων προσφέρειν, ἤν τινά γε προχωρέῃ, ὅταν δὲ δὴ ἱκανῶς καταταθῇ, ῥηΐδιον ἤδη κατορθῶσθαι τὰ ὀστέα καὶ ἐς τὴν φύσιν ἀγαγεῖν, τοῖσι θέναρσι τῶν χειρέων ἀπευθύνοντα καὶ ἐξευκρινέοντα. ἐπὴν δὲ κατορθώσῃ, ἐπιδεῖν τοῖσιν ὀθονίοισιν κατατεταμένα, ἤντ’ἐπὶ δεξιὰ ἤντ’ἐπ’ἀριστερὰ περιφέρειν ξυμφέρῃ αὐτέοισιν τὰ πρῶτα ὀθόνια. βαλλέσθω δὲ τὴν ἀρχὴν κατὰ τὸ κάτηγμα καὶ περιβαλλέσθω κατὰ τοῦτο τὰς πρώτας περιβολὰς, κα- κἄπειτα νεμέσθω ἐπὶ τὴν ἄνω κνήμην ἐπιδέων, ὥσπερ ἐπὶ τοῖσιν ἄλλοισι κατήγμασι εἴρηται. τὰ δὲ ὀθόνια πλατύτερα χρὴ εἶναι καὶ μακρότερα καὶ πλέω πολὺ αὐτὰ κατὰ τὸ σκέλος τῶν ἐν τῇ χειρί. ἐπὴν δὲ ἐπιδέῃς, καταθεῖναι ἐφ’ὁμαλοῦ τινὸς καὶ μαλθακοῦ, ὥστε μὴ διαστρέφεσθαι ἢ τῇ ἢ τῇ μήτε λορδὸν μήτε κυφὸν εἶναι”. φανερωτάτας μὲν εἴρηκε τὰς αἰτίας προφάσεις, καίτοι γε ἀληθῶς ἃς προείρηκεν οὐχ ὡς ἐν τῇ συνηθείᾳ προφάσεις εἴωθε λέγειν τὰς ψευδεῖς αἰτίας καὶ μικρὸν δὲ κατωτέρω πάλιν, οὕτω κέχρηται τῷ ὀνόματι κατὰ τήνδε τὴν ῥῆσιν. δι’οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν τοῦ ὀστέου καταγέντος ταχεῖαι αἱ ἐπιβάσεις. εἴρηκε δὲ τοῦτο περὶ περόνης ἀληθὲς ἐπιδοὺς ταχεῖαν μὲν ἐπ’ἐκείνῃ καταγείσῃ τὴν τοῦ σκέλους γίνεσθαι κίνησιν, εἰ δὲ κνήμη συντριβῇ μετὰ πλείονα χρόνον δύνασθαι χρῆσθαι τοὺς οὕτως παθόντας.
“μάλιστα δὲ ξυμφέρει προσκεφάλαιον ἢ κλίνον ἢ ἐρινέον, μὴ σκληρὸν, λαπαρὸν, μέσον κατὰ μῆκος ποιήσαντα ὑποθεῖναι ἢ ἄλλο τι ὃ τούτῳ ἔοικεν”. τὴν κνήμην ἀξιοῖ στηρίζειν ὅν εἶπε τρόπον προσκεφαλαίων μᾶλλον ἢ σωλῆνος, ἐφεξῆς γράφων ἃ μέμφεται τοὺς χρωμένους αὐτῷ πρὸς τὰ τοιαῦτα.
“περὶ γὰρ τῶν σωλήνων τῶν ὑποτιθεμένων ὑπὸ τὰ σκέλεα τὰ κατεηγότα, ἀπορέω ὅτι ξυμβουλεύσω ἢ ὑποτιθέναι χρὴ ἢ οὔ. ὠφελέουσι μὲν γὰρ, οὐχ ὅσον δὲ οἱ ὑποτιθέντες οἴονται · οὐ γὰρ ἀναγκάζουσιν οἱ σωλῆνες ἀτρεμέειν ὡς οἴονται. οὔτε γὰρ τῷ ἄλλῳ σώματι στρεφομένῳ ἢ ἔνθα ἢ ἔνθα ἢ ἐπαναγκάζει ὁ σωλὴν μὴ ἐπακολουθέειν τὸ σκέλος, ἢν μὴ ἐπιμελεῖται αὐτὸς ὁ ἄνθρωπος, οὔτε αὖ τὸ σκέλος ἄνευ τοῦ σώματος κωλύει ὁ σωλὴν κινηθῆναι ἢ τῇ ἢ τῇ. ἀλλὰ μὴν ἀργέστερον ξύλον ὑποτετάσθαι, ἢν μὴ ὅμως ἄν τις μαλθακόν τι ἐς αὐτὸ ἐντεθῇ. ἀχρηστότατον δέ ἐστιν ἐν τῇσι μεθυποστρώσεσιν καὶ ἐν τῇσιν ἐς ἄφοδον προχωρήσεσιν. ἔστιν οὖν σὺν σωλῆνι καὶ ἄνευ σωλῆνος καὶ καλῶς καὶ αἰσχρῶς κατασκευάσασθαι. πιθανώτερον δὲ τοῖσι δημότῃσίν ἐστιν καὶ τὸν ἰατρὸν ἀναμαρτητότερον εἶναι ἢν σωλὴν ὑποκέηται, καίτοι ἀτεχνέστερόν γέ ἐστιν. δεῖ μὲν γὰρ ἐφ’ὁμαλοῦ καὶ μαλθακοῦ κεῖσθαι, πάντῃ πάντως ἐς ἰθύ. ἐπείτοι γε ἀνάγκη κρατηθῆναι τὴν ἐπίδεσιν ὑπὸ τῆς διαστροφῆς τῆς ἐν τῇ διαθέσει, ὅποι ἂν ῥέπῃ καὶ ὁκόσα ἂν ῥέπῃ. ὑποκρινέσθω δὲ ὁ ὑποδεδεμένος ταῦτα ἅπερ καὶ πρότερον εἴρηται · καὶ γὰρ τὴν ἐπίδεσιν χρὴ τοιαύτην εἶναι καὶ τὸ οἴδημα οὕτως ἐξαείρασθαι ἐς τὰ ἄκρεα καὶ τὰς χαλάσιας οὕτως καὶ τὰς μετεπιδέσιας διὰ τρίτης καὶ εὑρισκέσθω ἰσχνότερον τὸ ἐπιδεόμενον καὶ τὰς ἐπιδέσιας ἐπὶ μᾶλλον ποιέεσθαι καὶ πλέοσι τοῖσιν ὀθονίοισιν. περιλαμ βάνειντε καὶ τὸν πόδα χαλαρῶς, ἢν μὴ ἄγαν ἐγγὺς ᾖ τοῦ γούνατος τὸ τρῶμα. κατατείνειν δὲ μετρίως καὶ ἐπικατορθοῦν ἐφ’ἑκάστῃ ἐπιδέσει χρὴ τὰ ὀστέα. ἢν γὰρ ὀρθῶς μὲν ἰητρεύηται, κατὰ λόγον δὲ τὸ οἴδημα χωρέῃ, ἔτι μὲν λεπτότερον καὶ ἰσχνότερον τὸ ἐπιδεόμενον χωρίον ἔσται, ἔτι δὲ αὖ παραγωγότερα τὰ ὀστέα, ἐνακούοντα δὲ τῆς κατατάσιος μᾶλλον. ἐπὴν δὲ ἑβδομαῖος ἢ ἑνδεκαταῖος γένηται τοὺς νάρθηκας προστιθέναι, ὥσπερ καὶ ἐπὶ τοῖς ἄλλοισι κατήγμασιν εἴρηται”. ἔτι καὶ νῦν οἶδά τινας ἰατροὺς ὑποτιθέντας τῷ σκέλει σωλῆνας καὶ γλωσσόκομον κνήμηςτε καὶ μηροῦ πεπονθότος, ἐπὶ μὲν τοῦ μηροῦ παντὶ τῷ σκέλει, τῆς κνήμης δὲ πεπονθυίας ἔνιοι μὲν καὶ τοῦθ’ὑποβάλλουσιν ὅλῳ τῷ σκέλει τὸ ξύλον, ἔνιοι δὲ τὴν κνήμην ὅλην στηρίζοντες ἐν τῷ γλωσσοκόμῳ. βλάπτουσι δέ τι καὶ οἱ μετ’αὐτῆς τὸν μηρὸν, ἀλλ’ἦττον ἐκείνων. τὰς φλέβας δὲ αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ὥστ’αὐτὰς οὐδὲν ἐμὲ δεῖν ἔτι λέγειν, ἀλλ’εἴπου κατὰ τὴν λέξιν ἀσαφὲς ἔσεσθαί τισι νομίσω, τοῦτο ἐξαπλώσω καὶ πρῶτόν γε πάντων, ὅπῃ διαφέρει γλωσσόκομον σωλῆνι. εἴρηται μὲν οὖν παρὰ τοῖς Ἀττικοῖς γλωσσόκομον τὸ σκεῦος τοῦτο. ἴσως οὖν εἰς πολλὰ μὲν τῶν χρησίμων γραμμάτων ἐμβαίνουσιν οἱ ἄνθρωποι, πολλὰ δὲ τῶν ἀποθέτων γραμμάτων. ἔνιοι δὲ εἰς ὁδοιπορίας αὐτῷ χρῶνται, διοίσει δὲ οὔτε εἴτε γλωσσοκόμιον εἴτε γλωσσόκομόν τις ὀνομάζοι αὐτὸ, καθάπερ οὐ δὲ διὰ τῶν δυοῖν ττ ἢ διὰ τῶν δυοῖν σς. τὸ δὲ ὑποτιθέμενον τῷ σκέλει γλωσσόκομον, εὔδηλον ὅτι προμηκέστερόντε καὶ στενώτερον εἶναι δεῖ τῶν συνήθων. δεῖ γὰρ αὐτὸ μὴ πολλῷ πλατύτερον εἶναι οὐ κατὰ τὸ σκέλος εὔρους ἢ πάχους ἢ ὅπερ ἂν ὀνομάζειν ἐθέλεις, ἵνα παραβληθέντων ἑκατέρωθεν ἐρίων ἐσφιγμένον ᾖ τὸ σκέλος, ὡς μη δὲ ἂν ὁ κάμνων βούληται μετακλίνειν αὐτὸ συγχωρεῖν τὴν στενοχωρίαν · ἀλλὰ τὴν μὲν ἐπὶ τὸ δεξιὸν ἢ τὸ ἀριστερὸν μέρος περιστροφὴν τοῦ σκέλους δύναται ἡ τῶν ἐρίων παράθεσις ἀποκωλῦσαι, τὴν δ’ἄνω καὶ κάτω καὶ εἰς ὕψος αὐτοῦ κίνησιν οὐ δύναται. διὸ καὶ ὁ Ἱπποκράτης οὐκ ἀρέσκεται τῇ χρήσει τοῦ τοιούτου ξύλου πρὸς τοῖς ἄλλοις καὶ ἀπηνοῦς ὄντος. τὸ γὰρ ἀργέστερον οἷον ἀπηνέστερον ἢ ἀηδέστερον δῆλον, διὰ τὸ μηδὲν εἴκειν, ὥσπερ καὶ τὰ ὑπαυχένιάτε καὶ τὰ ὑπαγκώνια διακαλούμενα. ταῦτα γὰρ εἴκοντα μετρίως οὐκ εἰσὶν ἀνιαρὰ τῷ σκέλει · χρησίμου δ’ὄντος τοῦ τοιούτου μηχανήματος, ὅταν ἀφοδεῦσαι δεηθῶσιν οἱ κάμνοντες ἢ μετακομισθῆναί ποτε ἀπὸ τῆς ἑτέρας μετακλίσεως, ἐφ’ἑτέραν ἕνεκα τοῦτο ἐργασθῆναι, διὰ τοῦτο μάλιστα τὴν χρῆσιν αὐτοῦ προσιέμεθα, καίτοι κα- κἂν οἵ τινες ὑπ’αὐτῶν τὸ ὑπαυχένιον χρῶνται καὶ κατ’ἀρχὰς εὐθέως ὑποβάλλουσιν αὐτῷ ταινίας ἐγκαρσίας, ὅταν ἐντεθῶσι τὸ σκέλος ἐναντιῶντες ἑκατέρωθεν εἰς σκέλους ὕψος, ἔπειτα ἐκ τῶν ἄνω τοῦ κώλου μερῶν συνδήσαντες ἀλλήλαις ἀσφαλῆ νομίζουσι τὴν θέσιν τοῦ σκέλους ποιεῖσθαι. τότε γὰρ ὑπαυχένιον ἐν ταῖς μετακομιδαῖς τοῦ κάμνοντος ἀντὶ γλωττοκόμου τείνεται τῷ σκέλει · καὶ μέντοι καὶ κατὰ τὸ κάτω πέρας αὐτοῦ, προστιθέασιν ἔνιοι ξύλον ὀρθὸν, ὡς προωθοῦσιν ἄκρον τὸν πόδα προβάλλοντες ἔρια δηλονότι, χάριν τοῦ μήτε ἄνω τὸ σκέλος ἕλκεσθαι τοῦ κάμνοντος μήτ’ἀποτείνεσθαι κάτω. τὴν μὲν γὰρ ἀνάτασιν ὁ δεσμὸς κωλύει, τὴν δ’ἐπὶ τὸ κάτω φορὰν τὸ προσηρεισμένον τῷ πέλματι ξύλον · ἀλλὰ καίτοι τούτων ἀσφαλῶς παρασκευαζομένων τοῖς ἰατροῖς, ὅμως ἡ κατὰ τὰς διαρθρώσεις κίνησις οὐ κωλύεται, δυναμένου τοῦ κάμνοντος καὶ τὸ κατὰ σφυρὸν ἄρθρον καὶ τὸ κατὰ γόνυ διακινεῖν κατὰ βραχύ. περὶ μὲν γὰρ τοῦ κατ’ἴσχιον οὐ δὲ λόγου δεῖ, μη δ’ὅλως αὐτοῦ μήθ’ὑπὸ τοῦ γλωσσοκόμου μήθ’ὑπὸ τῆς ἐπιδέσεως περιλαμβανομένου. ὅ γε μὴν σωλὴν τὰ μὲν ἄλλα ἔχει τὰ αὐτὰ τῷ γλωσσοκόμῳ, ἀλλ’αὐτῷ δὲ τῷ σχήματι διαφέρει. περιφερὴς γὰρ ὢν ἔξωθεν ἔνδοθέν ἐστι κοῖλος, ὁμοίως τοῖς ἐπὶ τῶν κεράμων σωλῆσιν, ὅθεν αὐτῷ το- τοὔνομα. δοκεῖ δ’οὗτος ἐπιτηδειότατος εἶναι πρὸς τὴν προκειμένην χρείαν, ἐπειδὴ περιλαμβάνει τὸ σκέλος ὅλον ἐν κύκλῳ μᾶλλον τοῦ γλωσσοκόμου. λείπονται γάρ τινες ἐν ἐκείνῳ χῶραι κεναὶ μετὰ τὴν ἔνθεσιν τοῦ σκέλους καί τινες ἰατροὶ παρεσκευασμένους ἔχουσι πλείονας σωλῆνας ἕνεκα τοῦ χρῆσθαι καθ’ἕκαστον κῶλον ἁρμόττον τι τοιοῦτον ξύλον εὑρίσκοντες, ἐξ οὗ ποιήσουσιν αὐτοὺς εὐτόνουςτε ἅμα καὶ λευκοὺς καὶ μαλακοὺς ἐγγλύψαντες δηλονότι τὸ ξύλον. καὶ παρ’ἡμῖν γέ τις ἰατρὸς ἐκ φιλυροῦ γεγονότας εἶχε πλείους τοιούτους σωλῆνας, ὥστε χρῆσθαι καθ’ἕκαστον σκέλος τῷ προσήκοντι κατὰ τὸ μέγεθος μὴ ἀδέσμοις, οἴους ἔφην παραλαμβάνεσθαι πρός τινων ἐπὶ τῶν ὑπαυχενίων · ἀλλ’ἐπ’ἐκείνων μὲν οἱ δεσμοὶ χαλαρὸν γενόμενοι οὐ διαφθείρουσιν ἀθλίπτωςτε κρατοῦσι τὸ σκέλος ἐν τῷ μετακομίζεσθαι διὰ τὴν μαλακότητα τοῦ ξύλου. προσεξεύρηταί γε μὴν ὑπὸ τῶν νεωτέρων ἰατρῶν γλωσσόκομον ὀργανικὸν εἰς ἀσφαλῆ κράτησιν, ὁπότερον ἂν ᾖ πεπονθὸς τῶν ὀστῶν. εἴτ’οὖν μηρὸς ἢ κνήμη κατασκευὴν καὶ χρῆσιν ἔχον τὴν ὑπογεγραμμένην. περὶ τοῦ ὀργανικοῦ γλωσσοκόμου οὐκ ἀλόγως ηὑρῆσθαί μοι δοκεῖ τοῖς νεωτέροις ἰατροῖς γλωσσόκομον ὄργανον ἐπιτήδειον εἰς τὰς πωρώσεις, ἐάντε μέρος ἐάντε κνήμη συντρίβηται. πρόσκειται γὰρ αὐτῷ κατὰ τὸ πέρας ἄξων, ἐφ’ὃν αἱ τελευταὶ τῶν ἀντιτεινόντων τὸ κῶλον βρόχων ἀχθεῖσαι περιβάλλονται. τοὺς δ’αὐτοὺς βρόχους περιτιθέναι χρὴ κατὰ τὰ πέρατα τοῦ θεραπευομένου τῶν ὀστῶν. ἔστωσαν δ’ἐκ δυοῖν διανταίων, ὡς εἶναι σκέλη δʹ τῶν βρόχων ἑκατέρου, δύο μὲν ἐκ τῶν δεξιῶν, δύο δὲ ἐκ τῶν ἀριστερῶν. ταῦτ’οὖν τὰ σκέλη τὰ μὲν ἐκ τοῦ κάτω βρόχους διεκβάλλοντα διὰ τρημάτων τινῶν ἐν τῷ κάτω πέρατι τοῦ γλωσσοκόμου γεγονότων ἐπὶ τὸν ἄξονα φέρειν χρή. τὰ δὲ ἐκ τοῦ ἄνω βρόχους πρότερον ἀπάγοντα πρὸς τὴν ἄνω χώραν τοῦ γλωσσοκόμου διεκβάλλειν καὶ αὐτὰ τρημάτων τινῶν ἐν τοῖς πλαγίοις αὐτοῦ μέρεσι γεγονότων. ἐχέτω δὲ τὰ τρήματα τροχηλίας ἐν ἑαυτοῖς. ἑκατέρωθεν δὲ ἐκ τῶν ἕξω μερῶν κατάγοντα χρὴ φέρειν ἐπὶ τὸν ἄξονα τὰ εἰρημένα πέρατα τῶν βρόχων. τούτων γὰρ οὕτως σκευασθέντων μία περιστροφὴ τοῦ ἄξονος ὡσαύτως τείνει τοὺς δύο βρόχους, κάτω μὲν τὸν ἐν τῷ κάτω πέρατι τοῦ κατεαγότος ὀστοῦ περιβεβλημένον, ἄνω δὲ τὸν ἕτερον, ὥστε μετὰ τὴν ἀπόθεσιν ἔτι σοι λοιπὸν εἶναι καθ’ἑκάστην ἡμέραν ἐπανορθοῦσθαι τὴν ἀντίτασιν τῶν βρόχων ἤτοι γε ἐπιτείνοντι τὴν τάσιν αὐτῶν ἢ ἐκλύοντι. τὸν μὲν γὰρ ἐν τοῖς κάτω μέρεσι τοῦ κώλου βρόχον ὁ ἄξων δι’εὐθυπόρου τάσεως ἀντισπᾶται, τὸν δὲ ἄνω διὰ τῆς μεταληπτικῆς ὀνομαζομένης.
“τῶν δὲ ναρθήκων τὰς ἐνέδρας χρὴ φυλάττεσθαι, κατάτε τῶν σφυρῶν τὴν ἴξιν καὶ κατὰ τὸν τένοντα τὸν ἐν τῇ κνήμῃ τοῦ ποδός. ὀστέα δὲ κνήμης κρατύνεται ἐν τεσσαράκοντα ἡμέρῃσιν ἢν ὀρθῶς ἰητρεύηται, ἢν δὲ ὑποπτεύῃς τῶν ὀστέων τι δεῖσθαί τινος διορθώσιος ἤ τινα ἕλκωσιν ὀρρωδέῃς ἐν τῷ μεσηγὺ χρόνῳ χρὴ λύσαντα καὶ εὐθετησάμενον μετεπιδῆσαι. ἢν δὲ τὸ ἕτερον ὀστέον κατεαγῇ ἐν κνήμῃ, κατατάσιος μὲν ἀσθενεστέρης δεῖται, οὐ μὴν ἐπιλείπειν χρὴ οὐ δὲ βλακεύειν ἐν τῇ κατατάσει. μάλιστα μὲν ἐν τῇ πρώτῃ ἐπιδέσει κατατείνεσθαι ὅσον ἐφικνέεται αἰεί ποτε πάντα τὰ κατήγματα, εἰ δὲ μὴ, ὡς τάχιστα. ὅ τι γὰρ ἂν μὴ κατὰ τρόπον εὐθετισμένων τῶν ὀστέων ἐπιδέων τις πιέζῃ ὀδυναίτερον τὸ χωρίον γίνεται. ἡ δὲ ἄλλη ἰητρείη ἡ αὐτή. τῶν δὲ ὀστέων τὸ μὲν ἔσω τοῦ ἀντικνημίου καλεομένου ὀχλωδέστερον ἐν τῇ ἰητρείῃ ἐστὶν καὶ κατατάσιος μᾶλλον δεόμενον, καὶ ἢν μὴ ὀρθῶς τὰ ὀστέα τεθῇ, ἀδύνατον κρύψαι. φανερὸν γὰρ καὶ ἄσαρκον πᾶν ἐστὶν καὶ ἐπιβαίνειν ἐπὶ τὸ σκέλος πολλῷ βραδύτερον δύναιτ’ἂν τουτέον κατεηγέντος. ἢν δὲ τὸ ἔξω ὀστέον κατεηγῇ, πουλὺ μὲν εὐφορώτερον φέρουσι, πουλὺ δ’εὐκρυπτότερον, καὶ ἢν μὴ καλῶς ξυντεθῇ. ἐπίσαρκον γάρ ἐστιν ἐπὶ πόδαςτε ταχέως ἵστανται, τὸ πλεῖστον γὰρ τοῦ ἀχθέντος ὀχέει τὸ ἔσωθεν τοῦ ἀντικνημίου ὀστέον. ἅμα μὲν γὰρ αὐτῷ τῷ σκέλει καὶ τῇ ἰθυωρίῃ τοῦ ἄχθεος τοῦ σκέλεος τὸ πλεῖον ἔχει τοῦ πόνου τὸ ἔσω ὀστέον. τοῦ γὰρ μηροῦ ἡ κεφαλὴ ὑπεροχέει τῇ ὕπερθεν τοῦ σώματος, αὕτη δὲ εἴσωθεν πέφυκε τοῦ σκέλους καὶ οὐκ ἔξωθεν, ἀλλὰ κατὰ τὴν τοῦ ἀντικνημίου ἴξιν · ἅμα δὲ τὸ ἄλλο ἥμισυ τοῦ σώματος γειτονεύεται ταύτῃ μᾶλλον τῇ ἴξει, ἀλλ’οὐχὶ τῇ εἴσωθεν. ἅμα δὲ ὅτι παχύτερον τὸ εἴσω τοῦ ἔξωθεν, ὥσπερ καὶ τὸ ἐν τῷ πήχει τὸ κατὰ τὴν τοῦ μικροῦ δακτύλου ἴξιν λεπτότερον καὶ μακρότερον”. τὰ ἐξέχοντα μέρη τῶν ὀστῶν ὁποῖα τῆς κνήμης ἐστὶ καὶ τῆς περόνης τὰ κάτω πέρατα, τὰς ἐπιθέσεις τῶν ναρθήκων οὐ φέρει · ταῦτ’οὖν ἀξιοῖ φυλάττεσθαι. ἐνέδρας δ’εἶπεν, ὡς εἰ καὶ ἕδρας εἰρήκει μετὰ τῆς ἐν προθέσεως τὸ σημαινόμενον ἐκ τῆς λέξεως ἐναργέστερον ἐλπίσας ποιήσειν. ταυτὶ μὲν οὖν τὰ ὀστᾶ διότι προπετῆ καὶ γυμνὰ σαρκῶν ἐστὶν, ὑπὸ τῆς τῶν ναρθήκων ἕδρας θλίβεται, μᾶλλον δὲ οὐκ αὐτὰ θλίβεσθαι χρὴ λέγειν, ἀλλὰ τοὺς ἐπ’ἐκείνοιςτε μῦς καί τινας ἀπονευρώσεις καὶ τὸ δέρμα. ταῦτα γὰρ ἐν τῷ μεταξὺ γενόμενα δυοῖν σκληρῶν σωμάτων, ἔξωθεν μὲν τοῦ νάρθηκος, ἔσωθεν δὲ τοῦ ὀστοῦ θλίβεταίτε καὶ θλᾶται καὶ πολλάκις οὕτως ἔπαθεν ὡς ἑλκωθῆναι. κατὰ δὲ τὴν πτέρναν ἐκ τῶν ὄπισθεν μερῶν εἰς ἔμπροσθεν ἐμφύεται τένων κατὰ τὴν γαστροκνημίαν ἐκφυόμενος μυοῖν, ὅστις ἐγκείμενος ἱκανῶς καὶ μάλιστα ἐπὶ τῶν ἀσάρκων οὐ φέρει τὸν ἐπιτιθέμενον νάρθηκα, ἀλλ’οὗτος μὲν αἰσθητικώτατος ὢν ὑπὸ τῆς ἐκθλίψεως φλεγμαίνει, τὰ δὲ ἐπικείμενα τοῖς ὀστοῖς τῶν σφυρῶν σώματα διὰ τὴν σκληρότητα τῶν περιλαμβανόντων αὐτὰ, καθότι προείρηται, θλιβόμενα πάσχει μέχρι τοῦ καὶ ἐκθλίμματος κατεργάζεσθαι. καλεῖ γὰρ ὁ Ἱπποκράτης οὕτω τὰς ἐκ τῶν θλιβόντων ἐπιπολῆς ἑλκώσεις τοῦ δέρματος.
“ἐν μέντοι τῷ ἄρθρῳ τῷ κάτω οὐχ ὁμοίη ἡ ὑπότασις τοῦ ὀστέου τοῦ μακροτέρου · ἀνομοίως γὰρ ὁ ἀγκώντε καὶ ἡ ἰγνύη κάμπτεται. διὰ οὖν ταύτας τὰς προφάσιας τοῦ μὲν ἔξωθεν ὀστέου κατεαγέντος ταχεῖαι αἱ ἐπιβάσιες, τοῦ δὲ εἴσωθεν κατεαγέντος βραδεῖαι αἱ ἐπιβάσιες”. προειρηκὼς αὐτὸς ἀνωτέρω μακρότερον ὀστοῦν εἶναι τὸ τῆς περόνης, ὥσπερ καὶ ἐν χειρὶ τὸ τοῦ πήχεος. εἰρηκὼς δὲ ὅτι κατὰ τὴν εὐθυωρίαν ἐστὶν ἑκάτερον τοῦ μικροῦ δακτύλου καὶ μέντοι καὶ ὅτι λεπτότερον τοῦ συνεζευγμένου προσέθηκεν ἐφεξῆς, ᾗ διαφέρουσιν ἀλλήλων. εἴρηται δὲ σαφῶς ὑφ’ἡμῶν ἐν τῷ περὶ τῶν ὀστῶν ὑπομνήματι τάτε ἄλλα καὶ ἡ διάρθρησις, ὅτιτέ τίς ἐστιν ἀμφοτέρων αὐτῶν καὶ ὅτι κατὰ τὴν χεῖρα κατὰ τὸν ἔξω κόνδυλον τοῦ βραχίονος ἡ κερκὶς διηρθρωμένη κινεῖται περὶ αὐτὸν, ἐπιστρεφομένη πρόςτε τὴν ἔξω χώραν τῆς χειρὸς καὶ τὴν ἔσω. κατὰ δὲ τὸ σκέλος ἡ κνήμη μόνη διαρθροῦται τῷ μηρῷ τῆς περόνης οὐδεμίαν ἐχούσης κίνησιν. οὐ δὲ γὰρ ὅλως ἐφ’ἑκάτερα στρέφεται τὸ ἄρθρον τοῦτο, καθάπερ τὸ κατ’ἀγκῶνα. κάμπτεται δὲ μόνον οὐ δὲ τοῦτο πάσχει ὁμοίως τῷ κατ’ἀγκῶνα · ἐκεῖ μὲν γὰρ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς διήρθρωται τῇ βαθμίδι τοῦ πήχεος. ἐν γόνατι δὲ οἱ δύο δάκτυλοι τοῦ μηροῦ διτταῖς ἐπιβαίνουσι κοιλότησι τῆς κνήμης, ἡ μὲν ὄπισθεν, ὁπότ’ἐκτείνοιτο τελέως, ἡ δὲ ἔμπροσθεν ὁπότε κάμπτοιτο. κατὰ δὲ τὸν μηρὸν οὐδετέρα τούτων ἐστὶν, οὐ δὲ γὰρ ὅλως κορώνας ἔσχεν ἡ κνήμη. ἀνομοίως γὰρ ἀγκώντε καὶ ἰγνύη κάμπτεται. αὐτὸς ἀνωτέρω περὶ πήχεος διαλεγόμενος εἶπεν οὕτως · ἔστι δ’ἐκεῖνο τὸ ὀστέον τοιοῦτον, ἀγκὼν καλεόμενος, ᾧ ποτὶ στηριζόμεθα, σαφῶς ἐνδεικνύμενος ὅτι τὸ τοῦ πήχεος ὀξύτατον ὀνομάζει ἀγκῶνα. καλοῦσι δ’αὐτὸν καὶ ὀλέκρανον καὶ κύβιτον · ἀλλὰ νῦν γέ φησιν, ἀνομοίως ἀγκώντε καὶ ἰγνύη κάμπτεται · δυνάμει πάλιν κα- κἀνταῦθα λέγων, ὅτι ἀνομοίως ἥτε κατ’ἀγκῶνα διάρθρωσις καὶ ἰγνύη κάμπτεται, ἀμέλει καὶ αὐτὸς ἐν τοῖς κατω τέρω φησί. τὰ δὲ κατ’ἀγκῶνα καὶ ὀχλωδέστερα τοῖς κακοῖς περὶ ἐξαρθρημάτων ὁ λόγος ἐστί. τούτου τοίνυν χρὴ μεμνῆσθαι πρὸς πολλὰ τὴν ἀκρίβειαν τῶν κυρίων ὀνομάτων οὐ δὲ παρ’ἑνὶ τῶν παλαιῶν Ἑλλήνων εὕροις ἂν φυλαττομένην, ἀλλὰ τὰ μὲν χρώμενοι, τὰ δὲ μεταφέροντες λέγουσι · καὶ μέντοι καὶ τὸ τῆς ἰγνύας ὄνομα καὶ αὐτὸ τοιοῦτόν ἐστιν, οἷόν περ καὶ τὸ τῆς μασχάλης τὸν ὑποκάτω τοῦ ὤμου τόπον σημαίνει τότε τῆς ἰγνύος τὸν ἀντικείμενον ἐκ τῆς ὀπίσῳ τῷ γόνατι. καὶ γὰρ οὖν καὶ αὐτὸ τό γόνυ τὸ πρόσω μέρος ἅπαν σημαίνει τῆς ἐνταῦθα διαρθρώσεως, ὥστε κα- κἂν τῷ δέρματι τῷ κατὰ τοῦτο τὸ χωρίον ἕλκος γένηταί τινι, τὸν ἄνθρωπον τοιοῦτόν φασιν ἕλκος ἔχειν ἐν τῷ γόνατι, κα- κἂν ὁ ὑπὸ τῷ δέρματι τένων ὁ περιτεταμένος τῷ ὀστῷ διαιρεθῇ, καὶ τότε τραῦμά φασιν ἐν τῷ γόνατι γεγονέναι, καθάπερ γε καὶ αὐτὸ τὸ τῆς μύλης πάθοι σῶμα. καλοῦσι δ’αὐτὴν οὐχ οὕτως μόνον, ἀλλὰ καὶ ἐπιγονατίδα · καὶ μέντοι καὶ τὰ πλάγια μέρη τοῦ σώματος ἑρμηνεύοντες λέγουσι ποτὲ μὲν ἔξω, ποτὲ δ’ἔσω τοῦ γόνατος γεγονέναι τὸ ἕλκος. ὅλον γὰρ τὸ χωρίον ἐν πλατεῖ γόνυ καλοῦσιν ὥσπερ καὶ ἰγνύαν καὶ μασχάλην καὶ ὦμον. οὕτως οὖν καὶ ἀγκῶνα καὶ σφυρὰ καὶ καρπὸν ὅλον τὸ χωρίον ὀνομάζει, πολλάκις δ’αὐτὸ προτίθεται τὸ κατ’ὦμον ἄρθρον, τὸ κατ’ἀγκῶνα, τὸ κατὰ γόνυ, τὸ κατ’ἰσχίον, τὸ κατὰ σφυρὸν, πρόδηλον ὅτι πως ποικίλως χρῆται τοῖς ὀνόμασιν, ὥσπερ ἔφην καὶ τοὺς ἄλλους παλαιοὺς, καταφρονῶν τῆς ὕστερον ἀσκηθείσης περὶ αὐτῶν μικρολογίας, ἣν οἱ μεταχειρισάμενοι καλοῦσιν ἀκρίβειαν.
“ἢν δὲ τὸ τοῦ μηροῦ ὀστέον καταγῇ, τὴν κατάτασιν χρὴ ποιέεσθαι περὶ παντὸς, ὅκως μὴ ἐνδεεστέρως σχήσει. πλεονασθεῖσα μὲν γὰρ οὐδὲν ἂν σίνοιτο, οὐ δὲ γὰρ εἰ διεστεῶτα τὰ ὀστέα ὑπὸ τῆς ἰσχύος τῆς κατατάσιος ἐπιδέοι τις, οὐκ ἂν δύναιτο κρατέειν ἡ ἐπίδεσις, ὥστε διεστάναι, ἀλλὰ συνέλθοι ἂν πρὸς ἄλληλα τὰ ὀστέα ὅτι τάχιστα ἂν ἀφῶσιν οἱ τείνοντες”. ἐπειδὴ μέγιστοι μύες εἰσὶν οἱ περὶ τὸν μηρὸν, εἰκότως εὐλαβεῖται μὴ κατατείνοντες τὸ κῶλον ἐλλίπωμέν τι συμμέτρων · καὶ γὰρ γίνεται πολλάκις οὕτως. ὅπως οὖν ἀδεέστερον ἀντιτείνωμεν, οὐ δ’ἂν πληγαίνηται, βλάψειν φησὶ τὴν τάσιν. ὃ γὰρ ὑπ’ἄλλων μορίων ὑπώπτευσεν ἄν τις ἐνταῦθα συμβαίη. τί δὲ τοῦτ’ἐστὶν ἐπιτεθῆναι τὸ κατεαγὸς ὀστοῦν διεστώτων αὐτοῦ τῶν κεχρισμένων μερῶν, ἅπερ ἐχρῆν τούτων ἀλλήλων, ὡς ὁπότε κατὰ φύσιν ἔχει τοῦτο τὸ κῶλον, οὐδεμιᾶς μεταξὺ χώρας ἀπολειπομένης κενῆς, ἐν ᾗ τῶν ἰχώρων ἀθροιζομένων κίνδυνος ᾖ σφακελίσαι τὸ ὀστοῦν · εἰ γὰρ καὶ διεστῶτά ποτε δεθείη τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ πλεονασθείσης τῆς ἀντιτάσεως, οὐκ ἂν διαμείναι μετὰ τὴν ἐπίδεσιν, ὡς ἐπ’ἀλλήλων μορίων, ἐν οἷς ἡ ἐπιβολὴ τῶν ἐπιδέσμων ἀκινήτους φυλάττει τοὺς μύας · ἀλλ’οὐκ ἕν γε τῷ μηρῷ φησὶ χρῆναι δεδιέναι τοῦτο διὰ τὸ μέγεθος τῶν μυῶν. οὐ γὰρ κρατήσει αὐτῶν τὴν ἐπίδεσιν, ἀλλὰ κρατυνθήσεται. τοῦτο δὲ εἶπεν, ἐπεὶ τῇ μὲν ἐπιδέσει πρόκειται φυλάττειν οὕτως ἔχοντα τὸν μηρὸν, ὡς ἐπιδούμενος εἶχε, τοῖς δὲ μυσὶν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνατρέχειν. ἐναντίων οὖν ἑκατέρων προκειμένων τῶν σκοπῶν, ἐὰν μὲν ἡ ἐπίδεσις κρατήσῃ, νικήσασα τὴν φυσικὴν κίνησιν τῶν μυῶν ἐν τῷ διεστάναι τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ, ἐὰν δ’ἢ τῶν μυῶν κίνησις ἰσχυροτέρα γένηται τῆς ἐπιδέσεως, ἀνασπασθήσονται αὐτοὶ πρὸς τὴν ἀρχήν. συνανασπάσουσι δὲ καὶ κάτω μέρη τοῦ κατάγματος ὀστοῦ καὶ προσάξουσι τῷ ἄνω.
“παχεῖαι γὰρ καὶ ἰσχυραὶ αἱ σάρκες ἐοῦσαι κρατήσουσι τῆς ἐπιδέσιος, ἀλλ’οὐ κρατηθήσονται. περὶ οὗ οὖν ὁ λόγος, διατείνειν εὖ καὶ ἀδιαστρέπτως χρὴ, μηδὲν ἐπιλείποντα · μεγάλη γὰρ ἡ αἰσχύνη καὶ βλάβη βραχύτερον τὸν μηρὸν ἀποδεῖξαι. χεὶρ μὲν γὰρ βραχυτέρη γινομένη καὶ ξυγκρυφθείη ἂν καὶ οὐ μέγα τὸ σφάλμα, σκέλος δὲ βραχύτερον γενόμενον χωλὸν ἀποδείξει τὸν ἄνθρωπον. τὸ γὰρ ὑγιὲς ἐλέγχει μακρότερον ἐὸν ὥστε λυσιτελέει τὸν μέλλοντα κακῶς ἰητρεύεσθαι ἀμφότερα καταγῆναι τὰ σκέλεα μᾶλλον ἢ τὸ ἕτερον. ἰσόρροπος γοῦν ἂν εἴη αὐτὸς ἑωυτῷ · ἐπὴν μέντοι ἱκανῶς κατατανύσῃς, κατορθωσάμενον χρὴ τοῖσι θέναρσι τῶν χειρῶν ἐπιδεῖν τὸν αὐτὸν τρόπον, ὥσπερ καὶ πρόσθεν γέγραπται καὶ τὰς ἀρχὰς βαλλόμενον, ὥσπερ εἴρηται καὶ νεμόμενον ἐς τὸ ἄνω τῇ ἐπιδέσει καὶ ὑποκρινέσθω ταῦτα ὥσπερ καὶ πρόσθεν καὶ πονεέτω κατ’αὐτὰ καὶ ῥηϊζέτω καὶ μετεπιδείσθω ὡσαύτως καὶ ναρθήκων πρόσθεσις ἡ αὐτή. κρατύνεται δὲ ὁ μηρὸς ἐν πεντήκοντα ἡμέρῃσιν”. οὓς ἡμεῖς μῦς εἴπομεν ἐν τῷ προγεγραμμένῳ λόγῳ, τούτους ὠνόμασε σάρκας συνήθει χρώμενος τῇ προσηγορίᾳ, διότι πᾶσα σὰρξ αἰσθητὴ μυός ἐστι μέρος ἐν τοῖς μέσοις μάλιστα μέρεσιν αὐτῶν τοιαύτη φαινομένη. κατὰ γὰρ τὰ πέρατα νευρωδέστεροί πως οἱ μύες φαίνονται τὸ σαρκῶδες ἔλαττον ἔχοντες.
“προσξυνιέναι δὲ χρὴ καὶ τόδε, ὅτι μηρὸς γαῦσός ἐστιν ἐς τὸ ἔξω μέρος μᾶλλον ἢ ἐς τὸ ἔσω καὶ ἐς τὸ ἔμπροσθεν μᾶλλον ἢ ἐς το- τοὔπισθεν. ἐς ταῦτα τοίνυν τὰ μέρεα καὶ διαστρέφεται, ἐπὴν μὴ καλῶς ἰητρεύηται · καὶ δὴ καὶ κατὰ ταῦτα ἀσαρκότερος αὐτὸς ἑωυτοῦ ἐστιν, ὥστε οὐ δὲ ξυγκρύπτειν δύναται ἐν τῇ διαστροφῇ. ἢν οὖν τι τοιοῦτον ὑποπτεύῃς, μηχανοποιέεσθαι χρὴ οἷάπερ ἐν τῷ βραχίονι τῷ διαστρεφομένῳ παρῄνηται”. ὅτι μὲν τὸν κυρτὸν ἡ γαῦσος φωνὴ δηλοῖ πρόδηλον ἐξ αὐτοῦ τοῦ πράγματος. ὁ γὰρ μηρὸς οὐκ ἀκριβῶς ἐστιν εὐθὺς, ἀλλὰ εἴςτε τὸ ἔξω κυρτότερος, ὥσπερ καὶ κατ’ἐναντία μέρη κοιλότερος. εἴτε δ’ὀξύνειν χρὴ το- τοὔνομα τὸ γαυσὸς εἴτε προπερισπᾷν γαῦσος ἄδηλον. οὐ γάρ ἐστιν ἐν ἔθει τῷ τῶν Ἑλλήνων ἡ φωνή. κατὰ τὴν ἀναλογίαν ἔνιοι μὲν προπερισπᾶσθαι κελεύουσιν αὐτὸ παραπλησίως τῷ καῦσος καὶ μαῦρος καὶ γαῦρος, ἔνιοι δὲ ὀξυτονεῖσθαι. δηλονότι πάντα πάθη δηλοῦντα δισύλλαβα τῇ ὀξείᾳ φαίνεται κεχρημένα τάσει, χωλὸς, λορδὸς, στρεβλὸς, κυρτὸς, βλαυσὸς, ῥαιβός. οὐ μόνον δὲ τὰ δισύλλαβα, ἀλλὰ καὶ σχεδὸν ἅπαντα τὰ κατὰ πάθη λεγόμενα, ἀρθριτικὸς, πλευριτικὸς, ἡπατικός. ὁποτέρως οὖν τις θέλει φθέγγεσθαι συγχωρεῖ κα- κἂν ποτέ σοι καὶ τὴν ὀξεῖαν τάσιν εἰπόντι γαυσός. ἐπὶ τοῦτο γὰρ μόνον ἐπειράθην ῥεπόντων τῶν ἀναγινωσκόντων τὸ βιβλίον, ἄντ’εἴπῃ τις ἀξιῶν προπερισπᾷν, ὡς ἂν ἐκεῖνος ἐθελήσῃ καὶ σὺ φθέγγου, καὶ πάλιν ἂν ἑτέρῳ συντύχῃς ὀξυτονεῖν ἐθέλοντι, καὶ αὐτὸς οὕτως πρᾶττε καταφρονῶν καὶ τόνων καὶ ὀνομάτων, ὡς οὔτε πρὸς φιλοσοφίαν συντελούντων, πολύ γε μᾶλλον οὔτε πρὸς γεωμετρίαν ἢ ἀριθμητικὴν ἢ μουσικὴν ἢ ἀστρονομικὴν, ὥστε εἰ μηδεμία τέχνη δέεται πρὸς τὸ ἑαυτῆς τέλος τῆς τῶν ἐπιτρίπτων τούτων ὀνομάτων μακρολογίας, οὐ μόνον οὐ χρὴ προσίεσθαι τὸ ἐπιτήδευμα τῶν ἀνδρῶν, ἀλλὰ καὶ καταγελᾷν ὡς μάλιστα.
“προσπεριβάλλειν δὲ χρὴ ὀλίγα τῶν ὀθονίων κύκλῳ ἀμφὶ τὸ ἰσχίον καὶ τὰς ἰξύας, ὅκως ἂν οἱ βουβῶνέςτε καὶ τὸ ἄρθρον τὸ κατὰ τὴν πληχάδα καλεομένην προσεπιδέηται · καὶ γὰρ ἄλλως ξυμφέρει καὶ ὅκως μὴ τὰ ἄκρεα τῶν ναρθήκων σίνηται, πρὸς τὰ ἀνεπίδετα προσβαλλόμενα”. τὸ μὲν ὑποδεχόμενον ὀστοῦν τὴν τοῦ μηροῦ κεφαλὴν ἰσχίον ὀνομάζεται, καθάπερ καὶ ἡ κοιλότης αὐτοῦ κοτύλη. κέχρηται δὲ τοῖς ὀνόμασιν ἀμφοτέροις ὁ ποιητὴς εἰπών · ἔνθατε μηρὸς ἰσχίῳ ἐνστρέφεται, κοτύλην δέτε μὶν καλέουσιν. ἰξύας τινὲς μὲν τὰ τῶν λαγόνων ἤκουσαν ὀστᾶ, τινὲς δὲ τὸ ὑπὲρ ἄνω αὐτῶν ὅπερ ἰδίως ὀνομάζεται λαπάρα καὶ γέγραπται παρὰ τῷ ποιητῇ τοῦτο το- τοὔνομα κατ’ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν · οὖσα κατὰ λαπάρην. ἐγὼ δὲ τὸ μὲν τῆς λαπάρας ἔχοιμ’ἂν ἀποφήνασθαι κα- κἀκ τῆς πείρας αὐτῆς κα- κἀκ τῆς χρήσεως Ἱπποκράτουςτε καὶ τοῦ ποιητοῦ καὶ αὐτοῦ τοῦ νοσήματος, ὅτι τῶν μεταξὺ τῶντε τοῦ θώρακος ὀστῶν καὶ τῶν ἰδίως καλουμένων λαγόνων ὀστῶν ἐστι καὶ ῥηθήσε ται περὶ αὐτοῦ κατὰ τὸν οἰκεῖον καιρόν. περὶ δὲ τῶν ἰξύων οὐκ ἔχω διατείνεσθαι · καὶ μέσον μὲν γὰρ ὁ ποιητὴς ἑνικῶς εἶπεν αὐτό · περὶ ζώνην βάλλεται · ἰξύην ἑκατὸν θυσάνοις ἀραρυῖαν. καὶ καθόσον ἔτι πιθανώτερον ἐν τῷ μεταξὺ τῶντε κατὰ τοὺς λαγόνας ὀστῶν καὶ τῶν τοῦ θώρακος περιβάλλεσθαι τὴν ζώνην αὐτὸ τοῦτο τοῦ σώματος ἰξύαν ἄν τις ὀνομάζεσθαι νομίζῃ, καθόσον δὲ πάλιν ὁ Ἱπποκράτης τῇ παρακειμένῃ λέξει πληθυντικῶς εἶπεν ἰξύας εἰρῆσθαι, διὰ τοῦτο περὶ τῶν λαγόνων ὀστᾶ τὴν ἐπίδεσιν ἐπαναβαίνειν, εὐλόγως ἄν τις αὐτὰ ταῦτα νομίζειεν ἰξύας εἰρῆσθαι. τὸ δ’οὖν εἰς τὰ παρόντα χρήσιμόν ἐστιν, ὅταν ἐν τοῖς ἄνω μέρεσι τοῦ μηροῦ γένηται τὸ κάταγμα μὴ μόνον ἄχρι τοῦ βουβῶνος ἐπιδεῖν, ἀλλὰ καὶ προσαναβαίνειν ἐπιλαμβάνοντά τινα τῶν ὑψηλοτέρων χωρίων. ἔστι δὲ ταῦτα πρῶτον μὲν ἴσχιον, εἶθ’ἑξῆς τὸ τοῦ λαγόνος ὀστοῦν, εἶθ’ἡ μετ’αὐτὸ κενὴ χώρα τῶν ὀστῶν, ἣν λαπάραν ὀνομάζουσιν · ἢν μὲν οὖν τις βούληται καὶ μέχρι ταύτης ἀνιέναι συγχωρητέον, ἐὰν δὲ προσεπιδήσας τὰ τῶν λαγόνων ὀστᾶ τοῦτο πράττῃ, ταῦτα δὲ ὑπερβάντα περιβάλλειν εὐθέως ταῖς λαπάραις τὸν ἐπίδεσμον οὐκ ἀξιῶ, περὶ παντός γε ποιουμένου τοῦ Ἱπποκράτους μηδεμίαν ἐν ταῖς ἐπιδέσεσιν ἀπολείπεσθαι χώραν, κα- κἂν ἀνεπίδετον, ἀλλ’ἐξ ἴσου ἅπαντα τὰ μέλη κατειλῆφθαι συνεχῶς τοῖς ὀθονίοις ἄχρι περ ἂν ἐπιλαμβάνειν δόξῃ τοῦ ὑγιοῦς. πληχάδα δὲ τινὲς μὲν διὰ τοῦ γ γράφουσι πλιγάδα, τινὲς δὲ διὰ τοῦ χ πληχάδα. δηλοῖ δὲ το- τοὔνομα τὸ μεταξὺ τῶν δύο σκελῶν χωρίον, ἐντεῦθεν καὶ τὸ ἐκπεπλῆσθαι καὶ διαπεπλῆσθαι παρ’αὐτῷ γέγραπται καὶ παρὰ τῷ ποιητῇ, τοὶ δ’ἐπλήσσοντο πόδεσσι.
“ἀπολείπειν δὲ χρὴ ἀπὸ τοῦ γυμνοῦ αἰεὶ τοὺς νάρθηκας καὶ ἔνθεν καὶ ἔνθεν ἱκανῶς καὶ τὴν θέσιν αἰεὶ τῶν ναρθήκων προμηθέεσθαι χρὴ ὅκως μήτε κατὰ τὸ ὀστέον τῶν ἐξεχόντων παρὰ τὰ ἄρθρα φύσει πεφυκότων μήτε κατὰ τὸ ἄρθρον νεῦρον ἔσται”. πολλὰ τῶν κοινῶν καὶ γενικῶν ἐφ’ἑνὸς τῶν κατ’εἶδος ἐσομένων εἴωθε διδάσκειν ὁ Ἱπποκράτης ἐπισημαινόμενος, ὅτι μὴ μόνου τοῦ εἴδους ἐστὶν, ἀλλὰ καὶ πάντων ἢ πλειόνων ἤ τινων. προστίθησι δὲ τῷ λόγῳ ποτέ μὲν τὸ ἀεὶ, καθάπερ καὶ νῦν, ἐνίοτε δὲ εἰς τὰ πολλὰ χρηστὸν τοῦτο συνιέναι, ἐνίοτε δὲ ὅτι πρὸς πάντα τοῦτο χρήσιμον. ἔσται γὰρ ὄντως ἀεὶ καὶ τὸ νῦν εἰρημένον ὑπ’αὐτοῦ χρήσιμον οὐκ ἐπὶ μηροῦ μόνον, ἀλλ’ἐπὶ πάντων ἁπλῶς τῶν λαμβανόντων καταγμάτων τοὺς νάρθηκας. οὕτως γὰρ αὐτὸς ἔχειν μήκους προσῆκεν, ὡς μὴ ψαύειν τοῦ γυμνοῦ, καὶ μάλιστα δὲ αὐτὸ φυλάττεσθαί φησι δεῖν, ὅταν ἐξοχαῖς ὀστῶν πλησιάζῃ τὰ τῶν ναρθήκων πέρατα.
“τὰ δὲ οἰδήματα κατ’ἰγνύην ἢ κατὰ πόδα ἢ κατά τι ἄλλο ἐξαειρεύμενα ὑπὸ τῆς πιέσιος εἰρίοισι πολλοῖσι ῥυπαροῖσιν εὖ κατειργασμένοισιν οἴνῳ καὶ ἐλαίῳ ῥήνας, κηρωτῇ ὑποχρίων καταδεῖν καὶ ἢν πιέζωσιν οἱ νάρθηκες, χαλῶν θᾶσσον. ἰσχναίνειε δ’ἂν, εἰ ἐπάνω ἐς τὰς νάρθηκας ὀθονίοισιν ἰσχνοῖσιν ἐπιδέοις τὰ οἰδήματα ἀρξάμενος ἀπὸ τοῦ κατωτάτω ἐπὶ τὸ ἄνω νεμόμενος”. τὰ ἐξαειρεύμενά φησιν οἰδήματα πρὸς τῆς πιέσεως, ὅπερ ἐστὶν ἐξαιρόμενα διὰ τὴν ἐκ τῶν χυμῶν θλίψιν ἐνεχθέντων σφοδρῶς θεραπευτέον ἐπιδέοντα ἔρια πολλὰ, ῥυπαρά, καλῶς κατειργασμένα ῥαίνοντας ἐλαίῳ καὶ οἴνῳ. προϋποχρίειν δὲ ἀξιοῖ τὸ δέρμα καθ’ὃ ταῦθ’ὑποτεθήσεται κηρωτῇ καὶ τὴν αὐτὴν ἐπίδεσιν ἀπὸ τῶν οἰδημάτων ἐπὶ τὰ ἄνω ποιεῖσθαι. περὶ μὲν τοῦ τρόπου τῆς ἐπιδέσεως αὐτὸς ἐδίδαξεν εἰπὼν, πόθεν μὲν ἄρξεταί τις ἐπιδεῖν, ἐκ τοῦ αὐτοῦ παραπέμπεσθαίτε καὶ ἄγεσθαι. περὶ δὲ τῶν φαρμάκων οἷς χρῆται τῆς δυνάμεως εἴρηται μὲν ἐπὶ πλέον ἐν ταῖς περὶ αὐτῶν πραγματείαις. εἰρήσεται δὲ καὶ νῦν τὰ κεφάλαια τῶν ἐν ἐκείνοις δεδειγμένων. τὸ μὲν οὖν ἔλαιον ἀνωδύνουτε καὶ διαφορητικῆς ἐστι δυνάμεως, ὁ δὲ οἶνος ξηραντικῆςτε καὶ ἀποκρουστικῆς, πεπτικῆς, μαλακτικῆς, διαφορητικῆς δυνάμεως. εὔδηλον δὲ ὅτι καὶ τὰ ῥυπαρὰ ἔρια τὰ πρὸς ἐνίων οἰσυπηρὰ καλούμενα καὶ ἡ κηρωτὴ μετὰ τοῦ παρηγορικοῦ διαφορητικόντέ τι καὶ ἀποκρουστικὸν ἔχει. προσηκόντως δὲ ἐκ τοιούτων φαρμάκων συνεστήσατο τὴν θεραπείαν. ἐπεὶ γὰρ τὸ οἴδημα μεῖζον τοῦ προσήκοντος γίνεται, ὑπὸ τῶν παρὰ τῆς ἐπιδέσεως ἐκθλιβέντων αὐτόθι, πρῶτος μὲν ἔστω σοι σκοπὸς τῆς θεραπείας ἐκκενωθῆναι τὸ παρὰ φύσιν ἐν τῷ οἰδισκομένῳ μορίῳ. διὰ τίνων δὲ πολὺ ὂν τοῦτο διαπραξόμεθα; τῷτ’ἀποκρούεσθαι καὶ τῷ διαφορεῖν καὶ τῷ παρηγορεῖν. τὸ μὲν ἀποκρούεσθαι καὶ διαφορεῖν, ὡς ἄντικρυς κενῶνται, τὸ δὲ παρηγορεῖν ὅπως μὴ διὰ τὴν ὀδύνην ῥευματίζοιτο τὸ πεπονθὸς μόριον · διὰ τοῦτο γοῦν τοῖς ἧττον ἀποκρουστικοῖςτε καὶ διαφορητικοῖς ἐπὶ τῶν φλεγμαινόντων χρώμεθα. τὰ γὰρ ἰσχυρῶς ἑκάτερα τούτων δρῶντα παροξύνει τὰς ὀδύνας. τούτοις μὲν οὖν τοῖς λογισμοῖς χρώμενος ὁ Ἱπποκράτης τάτε ἔρια ῥυπαρὰ, τουτέστιν οἴσυπον ἔχοντα, παραλαμβάνει μὲν κατὰ τὴν θεραπείαν ἔλαιόντε καὶ οἶνον καὶ κηρωτὴν, αὐτὰ δὲ τὰ ἔρια καλῶς κατειργάσασθαι κελεύει, τουτέστιν ἐξάνθαι χάριν τοῦ προσηνοῦςτε καὶ παρηγορικοῦ. τὰ μὲν γὰρ πεπλυμμένα ῥᾳδίως μαλάττεται ξηραινόμενα, τὰ δ’οἰσυπηρὰ διὰ τὸν ῥύπον οὐκ εὐμεταχείριστα τοῖς ξαίνουσιν οὐ δὲ εὐκατέργαστα γίνεται. διὸ πολλάκις ἀμελέστερον κατεργασθέντα, ξηρὰ προσπίπτει τοῖς ὀδυνωμένοις μορίοις. εἰδὼς οὖν τοῦτο παρεωραμένον ἐνίοτε προσέγραψεν εὖ κατειργασμένοις · καὶ μέντοι καὶ πολλοῖς αὐτοῖς χρῆται χάριν τοῦ φυλάττειν τὴν ἐκ τοῦ οἴνου καὶ ἐλαίου νοτίδα. τὰ γὰρ ὀλίγα ῥᾳδίως ξηραίνεται, τοῦ πρώτου δ’ἔχεται σκοποῦ καὶ ὁ τῆς ἐπιδέσεως τρόπος, ὡς εἴρηται, τῶν οἰδισκομένων μορίων ἀπάγων τὸ αἷμα πρὸς τὰ ὑπερκείμενα.
“οὕτω γὰρ ἂν τάχιστα ἰσχνὸν τὸ οἴημα γένοιτο”. κυρίως μὲν ἑρμηνευόντων τὸ οἰδηκὸς μόριον ἰσχνὸν ἂν γενέσθαι λέγοιτο καὶ οὐ τὸ οἴδημα. ταῦτα γὰρ ἀφανίσαι παντάπασιν ἡμῖν πρόκειται, πολλὰ δὲ οὕτω λέγουσιν οἱ παλαιοὶ καὶ μάλιστα οἱ λέγειν δεινότατοι, καταφρονοῦντες τῆς ὕστερον ἀσκηθείσης μακρολογίας ἐν τοῖς ὀνόμασιν, οὐχ ὡς οἱ μεταχειριζόμενοι προσαγορεύουσιν αὐτὴν ἀκριβολογίαν, οὓς εἰ μὲν σαφέστερον ἑρμηνεύοιεν τὰ τοῦ παλαιοῦ ἐκ τῆς τοιαύτης ἀκριβολογίας, εἴτε κυριολογίας ἐθέλοιεν ὀνομάζειν, ἐπαινεῖν προσῆκον. εἰ δ’ἀσαφῶς καὶ ταπεινῶς, ἄμεινόν ἐστι τὴν τῶν παλαιῶν ἀμέλειαν αἱρεῖσθαι.
“καὶ ὑπερθείη ὑπὲρ τὰ ἀρχαῖα ἐπιδέσματα, ἀλλ’οὐ χρὴ τούτῳ τῷ τρόπῳ χρῆσθαι τῆς ἐπιδέσιος, ἢν μὴ κίνδυνος ᾖ ἐν τῷ οἰδήματι φλυκταινώσιος ἢ μελασμοῦ. γίνεται δὲ οὐδὲν τοιοῦτο, ἢν μὴ ἄγαν τις πιέζῃ τὸ κάτηγμα ἢ κατακεκραμένον ἔχῃ ἢ κνῆται τῇ χειρὶ ἢ ἄλλο τι προσπίπτῃ ἐρεθιστικὸν πρὸς τὸν χρῶτα”. μία μὲν αὕτη γραφὴ, τινῶν μὲν οἰδημάτων βουλομένων ἐπὶ τὴν ἐπίδεσιν ἀνιέναι τῶν ἐκθλιβομένων τῶν οἰδημάτων χυμῶν, ἐνίων δὲ εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία παραγίνεσθαι. κρῖναι δὲ οὐ χαλεπόν ἐστι τὴν διαφωνίαν αὐτῶν, ὁρισθείσης τῆς ἐπιδέσεως · εἰ μὲν γὰρ ἐπανέντες τοὺς νάρθηκας ἐπιδήσαιμεν ὡς εἴρηται τὸ οἰδηκὸς, ἀφίκοιτ’ἄν τι τοῦ αἵματος εἰς τὰ κατὰ τὴν ἐπίδεσιν χωρία. εἰ δὲ ἀφελόντες τοὺς νάρθηκας καὶ λύσαντες ὅλην τὴν ἐπίδεσιν εὐθὺς ἐξ ἀρχῆς ἐπιδήσαιμεν, ἅμα μὲν τῷ καταγματικῷ τρόπῳ χρώμενοι τῆς ἐπιδέσεως, ἅμα δὲ καὶ μὴ μιγνύντες αὐτῶν τῶν ἀπὸ τῶν οἰδημάτων ἀρχομένων ὑπερεῖκαν οὕτως τὴν ἀρχαίαν ἐπίδεσιν, ὁ ἐκθλιβόμενος χυμὸς ἐπὶ τὰ τῆς ἐπιδέσεως ὑψηλὰ χωρία.
“σωλῆνα δ’ἢν μέν τις ὑπ’αὐτὸν τὸν μηρὸν ὑποθείη μὴ ὑπερβάλλοντα τὴν ἰγνύην, βλάπτοι ἂν μᾶλλον ἢ ὠφελέοι. οὔτε γὰρ ἂν τὸ σῶμα κωλύοι οὔτε τὴν κνήμην ἄνευ τοῦ μηροῦ κινεῖσθαι. ἀσηρὸν γὰρ εἴη πρὸς τὴν ἰγνύην προσβαλλόμενον, καὶ ὃ ἥκιστα δεῖ, τοῦτ’ἂν ἐποτρύνοι ποιέειν. ἥκιστα γὰρ δεῖ κατὰ τὸ γόνυ κάμπτειν. πᾶσαν γὰρ ἂν τυρβὴν παρέχοι τῇσιν ἐπιδέσεσιν καὶ μηροῦ ἐπιδεδεμένου καὶ κνήμης, ὅστις κατὰ τὸ γόνυ κάμπτοι, ἀνάγκη ἂν εἴη τούτῳ τοὺς μύας ἄλλοτε καὶ ἄλλοτε ἄλλο σχῆμα ἴσχειν. ἀνάγκη δ’ἂν εἴη καὶ τὰ ὀστέα τὰ κατεηγότα κίνησιν ἔχειν · περὶ παντὸς οὖν ποιητέον τὴν ἰγνύην ἐντετάσθαι. δοκεῖ ἂν οὖν ὁμοίως ὁ σωλὴν ὁ περιέχων πρὸς τὸν πόδα ἀπὸ τοῦ ἰσχίου ὠφελέειν ὑποτιθέμενος”. ἐφεξῆς τῷ τῶν οἰδημάτων λόγῳ ἔγραψε περὶ τοῦ σωλῆνος σαφῶς. εἴρηται δ’ἂν ἡμῖν ἔμπροσθεν ὡς ἤτοι διαμπερῆ, τουτέστι δι’ὄλου τοῦ σκέλους ὑποτίθεσθαι τὸν σωλῆνα προσήκει ἢ μη δ’ὅλως ὑποτίθεσθαι. λέλεκται δὲ καὶ περὶ τοῦ μηχανικοῦ γλωττοκόμου τοῖς νεωτέροις ἰατροῖς ἐπινοηθέντος ὀρθῶς.
“καὶ ἄλλως κατ’ἰγνύην ταινίην χαλαρῶς περιβάλλειν ξὺν τῷ σωλῆνι, ὥσπερ τὰ παιδία ἐν τῇσι κοίτῃσι σπαργανοῦνται, εἶτα ἐπὴν ὁ μηρὸς ἐς τὸ ἄνω διαστρέφοιτο ἢ ἐς τὸ πλάγιον, εὐκατασχετώτερον εἴη ἂν ξὺν τῷ σωλῆνι οὕτως. ἢν οὖν διαμπερὲς εἴη, ποιητέος ὁ σωλὴν ἢ οὐ ποιητέος”. τὸ σὺν τῷ σωλῆνι ἤκουσαν ἔνιοι μὲν ἔξω τοῦ σωλῆνος περιβάλλεσθαι τὴν ταινίαν ἀξιοῦντες ὡς εἶναι τὸ λεγόμενον · ταινίαν περιβάλλειν χαλαρῶς προσήκει σὺν ἀμφοτέρῳ, τῇτε ἰγνύῃ τοῦ κάμνοντος καὶ τῷ ἔξω ἐν αὐτῇ σωλῆνι, τουτέστιν ὥστε μὴ τηνικαῦτα αὐτὴν, ἀλλὰ σὺν τῷ σωλῆνι κατειλῆφθαι. τινὲς δ’ἔξωθεν ἀξιοῦσι περὶ αὐτὴν τὴν ἰγνύαν περιβεβλῆσθαι τὴν ταινίαν, ὅπως σηρίζῃ καὶ αὐτὴ τὸ σκέλος ἅμα τῷ σωλῆνι, τουτέστι σὺν τῆς τοῦ σωλῆνος κρίσεως, μήτ’αὐτῆς μόνης ἱκανῆς οὔσης εἰς ἀσφάλειαν μήτε τοῦ σωλῆνος, ἀλλ’ἀμφοῖν ἅμα συνιόντων.
“πτέρνης δ’ἄκρης κάρτα χρὴ ἐπιμελέεσθαι, ὡς εὐθέτως ἔχοι καὶ ἐν τοῖσι κατὰ κνήμην καὶ ἐν τοῖσι κατὰ μηρὸν κατήγμασιν · ἢν μὲν γὰρ ἀπαιώρηται ὁ ποὺς τῆς ἄλλης κνήμης ἡρματισμένης, ἀνάγκη κατὰ τὸ ἀντικνήμιον τὰ ὀστέα κυρτὰ φαίνεσθαι, ἢν δὲ ἡ μὲν πτέρνη ὑψηλοτέρη ᾖ τοῦ μετρίου ἠρτισμένη, ἡ δὲ ἄλλη κνήμη ὑπομετέωρος ᾖ, ἀνάγκη τῷ ὀστέῳ τούτῳ κατὰ τὸ ἀντικνήμιον τοῦτο κοιλότερον φανῆναι τοῦ μετρίου, προσέτι καὶ ἢν ἡ πτέρνη τυγχάνῃ ἐοῦσα τοῦ ἀνθρώπου φύσει μεγάλη. ἀτὰρ καὶ κρατύνεται πάντα τὰ ὀστέα βραδύτερον, ἢν μὴ κατὰ φύσιν κείμενα ᾖ καὶ τὰ μὴ ἀτρεμέοντα ἐν τῷ αὐτέῳ σχήματι καὶ αἱ πωρώσιες ἀσθενέστεραι”. οὕτως ἐν τοῖς ἔμπροσθεν ἡνίκα περὶ πήχεως παραλαμβανομένου τῇ ταινίᾳ τὸν λόγον ἐποιεῖτο, ἔφαμεν γεγονέναι γραφήν · ἐνίων μὲν ἄνευ τῆς ἀποφάσεως τῆς μὴ γραψάντων μετέωρος, ἐνίων δὲ σὺν ἐκείνῃ μὴ μετέωρος, οἱ μὲν ἐν ἴσῳ τῷ ἀστηρίκτῳ οὐδενὸς ἐρείσματος ὑποβεβλημένου, οἱ δ’ἔμπαλιν ἐπὶ τῆς ὀχουμένης ἐπί τινος ἕδρας ἀσφαλῶς, ἡρματισμένης δὲ παρὰ τὰ ἕρματα, τουτέστι τὰ ἐρείσματα πεποίηκε το- τοὔνομα. γινώσκομεν δή που καὶ τὰ ἕρματα καὶ παρὰ τῷ ποιητῇ γεγραμμένα κατ’ἐκεῖνο τὸ ἔπος, ἔνθα φησίν · ὑπὸ δ’ᾔρεον ἕρματα νηῶν. εἴη ἂν οὖν τὸ ἡρματισμένης ἀντὶ τοῦ ἠρτημένης.