Commentary on Hippocrates' On Fractures, 1
προοίμιον. πρὸ τῆς τῶν κατὰ μέρος ἐξηγήσεως ἄμεινον ἀκηκοέναι καθόλου περὶ πάσης ἐξηγήσεως, ὡς ἔστιν ἡ δύναμις αὐτῆς, ὅσα τῶν ἐν τοῖς συγγράμμασίν ἐστιν ἀσαφῆ, ταῦτ’ἐργάσασθαι σαφῆ. τὸ δ’ἀποδεῖξαί τι τῶν γεγραμμένων ὡς ἀληθὲς ἢ ὡς ψεῦδος ἐλέγξαι, καὶ εἰ κατηγόρησέ τις σοφιστικῶς ἀπολογήσασθαι, κεχώρισται μὲν ἐξηγήσεως, εἴθισται δὲ γίγνεσθαι πρὸς ἁπάντων ὡς εἰπεῖν τῶν γραφόντων ὑπομνήματα. καὶ νὴ Δία οὐδὲν κωλύει καὶ τούτου μετρίως ἅπτεσθαι τὸν ἐξηγητήν. τὸ δ’ἀγωνίζεσθαι τελέως ὑπὲρ τῶν τοῦ γράφοντος δογμάτων ἐκπέπτωκε τὸν ὅρον τῆς ἐξηγήσεως. οὐ πρὸς τοῦτον οὖν τὸν σκοπὸν, ἀλλὰ πρὸς τὸν εἰρημένον ἀποβλέπων ἐγὼ προσθήσω ταῖς ὄντως ἐξηγήσεσιν ἑκάστοτε βραχέα τῆς πίστεως ἕνεκα τῶν εἰρημένων. οὔσης μέντοι καὶ κατὰ ταύτην τὴν ἐξήγησιν διαφορᾶς διττῆς, ὅτι καὶ τὸ ἀσαφὲς αὐτὸ διττόν ἐστιν, ἄμεινον εἶναί μοι δοκεῖ καὶ περὶ τούτου προειπεῖν, εἰρήσεται δὲ καὶ αὐτὰ ταῦτα διὰ βραχέων, οἷον ἐπιτομή τις, ὧν ἰδίᾳ λέλεκται διὰ μακροτέρων ἐν τῷ περὶ ἐξηγήσεως ὑπομνήματι. δέδεικται δὲ ἐν ἐκείνῳ τὸ μὲν ὄντως ἀσαφὲς αὐτὸ δι’ἑαυτὸ τοιοῦτον ὑπάρχον, τὸ δὲ ἐν αὐτῷ πρότερον τὴν γένεσιν οὐκ ἔχον, ἐπειδὴ τῶν ἀκουόντων τοῦ λόγου διαφοραὶ πάμπολλαι τυγχάνουσιν οὖσαι κατάτε τὸ προπαιδεύεσθαι καὶ γεγυμνάσθαι περὶ λόγους ἢ παντάπασί γε ἀγυμνάστους ὑπάρχειν, εἶναίτε φύσει τοὺς μὲν ὀξεῖςτε καὶ συνετοὺς, τοὺς δὲ ἀμβλεῖς καὶ ἀσυνέτους. αὐτίκα γοῦν ἐν αὐτῷ τῷ προκειμένῳ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων, ἔνθα μέν φησιν ὁ Ἱπποκράτης · ῥητέον οὖν ὁκόσας ἂν ἐθέλει τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν διδάξαι, τὰς δὲ ἀποδιδάξαι, τὴν ἀσάφειαν ἔχει αὐτὴ δι’ἑαυτὴν ἡ λέξις, οὐ προσδεχομένων ἡμῶν εἶναί τινας ἁμαρτίας, ἃς διδάξαι χρὴ, τοιοῦτόν ἐστι κα- κἀκεῖνο · καὶ ἡ ἀνάτασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. τὸ γὰρ ἐκτεταμένης τῆς χειρὸς σχῆμα κεκλασμένον, φησὶν, ἔχει τὸ ἄρθρον τὸ κατ’ἀγκῶνα. δοκεῖ δὲ τοῦτ’ἄτοπον εἶναι κεκλάσθαι φάναι τὸ εὐθύ. τὸ μέντοι λελεγμένον οὕτως · εἰ τοῦ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι, ἐν τοιουτέῳ τῷ σχήματι ἐρεῖδον, ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν. εἰ μέντοι τις ἑώρακεν ὁποῖόν ἐστι τῶν ὀστῶν ἑκάτερον, ὑπὲρ ὧν ὁ λόγος ἐστὶν, οὐδεμίαν ἀσάφειαν ἔχει. τῷ δ’ἀγνοοῦντι τῆς κατ’ἀγκῶνα διαρθρώσεως τὴν φύσιν ἀσαφὴς εἰκότως ἡ λέξις φαίνεται. δοκεῖ δέ μοι βέλτιον εἶναι καὶ τὰ τοιαῦτα πάντα ἐξηγεῖσθαι, διὰ τὸ τοὺς πλείστους τῶν ἀναγινωσκόντων τὸ βιβλίον ἀμαθεῖς ἀνατομῆς εἶναι. τὰ μέντοι μηδὲν ἐχόντων τοιοῦτον παρέρχεσθαι προσήκει, τοσοῦτον προειπόντα περὶ αὐτῶν ἔτι τοῖς ἀναγνωσομένοις τὸ βιβλίον, ἐάν τινα λέξιν ὧν ἐξηγησάμην ἀσαφὲς ἔχειν τι νομίσῃς, ἐπίσκεψαι μὲν πρῶτον εἰ μὲν τὸ βιβλίον ἡμάρτηταί σου παραβάλλωντε καὶ ἀντεξετάζων τοῖς ἀξιοπίστοις ἀντιγράφοις · εἶτ’ἂν ὀρθῶς ἔχειν φαίνηται, δεύτερόντε καὶ τρίτον ἀνάγνωθι τὴν αὐτὴν λέξιν προσέχων ἀκριβῶς αὐτῇ τὸν νοῦν. ἐγὼ γὰρ ὅταν μὲν παρὼν παρόντι συναναγινώσκω τι βιβλίον, ἀκριβῶς στοχάζεσθαι δύναμαι τοῦ μέτρου τῆς ἐξηγήσεως, ἀποβλέπων ἑκάστοτε πρὸς τὴν τοῦ μανθάνοντος ἕξιν. ὅταν δὲ γράφω πᾶσιν, οὔτε τοῦ ἄριστα παρεσκευασμένου οὔτε τοῦ χείριστα στοχάζομαι. τὸ μὲν γὰρ τοῖς πλείστοις ἀσαφὲς ἔσται, τὸ δὲ ἀνιᾶται χρονίζοντας ἐν τοῖς σαφέσιν. ἄριστον οὖν ἡγοῦμαι τῶν μέσην ἕξιν ἐχόντων στοχάζεσθαι · τούτου δὲ ἀποτυγχάνων ἐπὶ τοὺς ἑκτικωτέρους ἐπόπτειν μᾶλλον. οὐ δὲ γὰρ ὅλως ὑπομνήμασιν ἐντυγχάνειν ἀξιῶ, τοὺς κατωτέρους τῆς μέσης ἕξεως, οἷς ἀγαπητόν ἐστι παρὰ διδασκάλων ἀκούσασι πολλάκις τὰ αὐτὰ κατ’ἄλλην καὶ ἄλλην λέξιν ἑρμηνευόμενα συνιέναι τῶν λεγομένων.
“ἐχρῆν τὸν ἰητρὸν τῶν ἐκπτωσίωντε καὶ καταγμάτων ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι”. ἔνιοι τῶν λόγων εἰ μὴ καὶ προ- προὔργου τι διδάσκοιεν, ἀλλὰ μόριά γε τῆς ἐξηγήσεως εἶναι πέπεισται. τοιοῦτοί εἰσι καὶ οἱ τὰς διαφόρους ἐπισημαινόμενοι γραφὰς, ὁποῖόν τι καὶ νῦν ὑπάρχει περὶ τὴν προκειμένην λέξιν, ἐνίων μὲν γραφόντων ἐχρῆν τὸν ἰητρὸν, ἐνίων δὲ χωρὶς τοῦ κατ’ἀρχὴν ε χρῆν τὸν ἰητρόν. ἔστι γὰρ ἀμέλει καὶ τοῦτο σύνηθες τοῖς Ἀττικοῖς, ὧν τῇ διαλέκτῳ χρῆται κατά τι καὶ ὁ Ἱπποκράτης, ὡς ἀποφήνασθαί τινας αὐτὴν ἀρχαίαν Ἀτθίδα. ἐμοὶ δὲ καθ’ἕτερον ἰδίᾳ γράμμα μικρὸν ἃ φρονῶ περὶ τῆς Ἱπποκράτους διαλέκτου δεδήλωται καὶ νῦν ἀρκεῖ προειπεῖν ἐν ἀρχῇ τῆς ἐξηγήσεως ὡς τὰ τοιαῦτα πάντα παραλείψω, μήτ’ἀναγκαῖα μέρη τῆς προκειμένης πραγματείας ὄντα μέγεθόςτε τοῖς ὑπομνήμασιν ἄμετρον παρέξοντα τῶν ἐκπτωσίωντε καὶ καταγμάτων, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι. οὐκ ἐπτώσεις μόνον καὶ ἐκπτώματα καλεῖ τὰς τῶν ὀστῶν ἐκ τῆς ἰδίας χώρας μεταστάσεις ἄνευ τοῦ καταγῆναι γινομένας, ἀλλὰ τούτοις τοῖς ὀνόμασι τάςτε ἐξαρθρώσεις καὶ τὰ ἐξαρθρώματα προστίθησι. περὶ δὲ τῶν καταγμάτων ἄξιον ἐπισημήνασθαι τοσοῦτον, ὡς πλειστάκις ὀνομάζων οὕτως αὐτὰ, σπανιάκις δέ που γράψας ἀγμὸς τὴν ἐπιγραφὴν ἐποιήσατο κατὰ τὸ σπάνιον. ὅθεν ἔνιοί φασιν οὐ δὲ διῃρῆσθαι πρὸς Ἱπποκράτους αὐτοῦ τὰ συγγράμματα, γραφῆναι δὲ ἓν ὅλον ἄμφω προσκειμένου τῷ νῦν ἡμῖν προκειμένῳ βιβλίῳ τοῦ περὶ ἄρθρων ἐπιγεγραμμένου, διαιρεθῆναι δὲ ὕστερον ὑπό τινος εἰς δύο διὰ τὸ μέγεθος, ἡνίκα δὲ ἦν ἓν ἄμφω, κοινὸν καὶ τὸ ἐπίγραμμα αὐτοῖς εἶναι τὴν κατ’ἰητρεῖον φωνήν. καὶ τούτου δ’αὐτοῦ πειρῶνται φέρειν μαρτυρίαν κακῶς, ἅτε ἓν εἶναι σύγγραμμα τὸ κατ’ἰητρεῖον παλαιὸν ἄνδρα λέγοντες, τοῦ Ἱπποκράτους τοῦ Γνωσιδίκου υἱέως · οὐ γὰρ δὴ τὸ νῦν γε οὕτως ἐπιγεγραμμένον βιβλίδιον μικρὸν, ὅπερ ὁ μέγας Ἱπποκράτης ἔγραψεν, ὃς ἔδοξεν ἐν αὐτοῖς Ἕλλησιν ἄριστος ἰατρόςτε καὶ συγγραφεύς · ἀλλ’ἐπειδὴ περὶ τῶν κατ’ἰητρεῖον πραττομένων ἐν τούτοις δύο βιβλίοις ὁ λόγος αὐτῷ γίνεται, διὰ τοῦτ’ἐπιγραφῆναι κατ’ἰητρεῖον αὐτά φασι, διὰ τα- ταὐτὸ δὲ τοῦτο καὶ τὴν τῆς διδασκαλίας τάξιν οὐκ ἀκριβῶς ἔχειν. ἔντε γὰρ τούτῳ τῷ βιβλίῳ τῷ περὶ τῶν καταγμάτων ἐξαρθρημάτων τινῶν μνημονεύειν αὐτὸν κα- κἀν τῷ μετ’αὐτὸ περὶ τῶν ἐξαρθρημάτων ἀναμεμίχθαι τινὰ περὶ καταγμάτων οὐκ ὀλίγον λόγον. οἶς δ’οὐ διῃρῆσθαι πρός τινος, ἀλλ’ἐξ ἀρχῆς δύο γεγράφθαι δοκεῖ τὰ βιβλία, κατὰ τὸ πλειστοδυναμοῦν φασιν. οὕτω γὰρ νομίζουσιν αὐτοὶ τὰς ἐπιγραφὰς αὐτῶν πεποιῆσθαι, κα- κἀντεῦθεν ἀρξάμενοι μακρὸν ἀποτείνουσι λόγον, ἀποδεικνύντες τὰ πλεῖστα τῶν βιβλίων αὐτοῦ κατὰ τοῦτον ἐπιγεγράφθαι τὸν τρόπον. ἐγὼ δ’εἰ μὲν αὐτὸς Ἱπποκράτης ἔγραψεν ὑφ’ἓν ἢ οὐχ ὑφ’ἓν ἀμφότερα τὰ βιβλία λέγειν οὐκ ἔχω, δεικνύειν δ’ἐπαγγέλλομαι τοῦ λόγου προϊόντος οἰκειότατα τῆς διδασκαλίας εἷναι τοῖςτε ἐξαρθρήμασι, περὶ ὧν κατὰ τοῦτο τὸ βιβλίον ἔγραψε πρὸς τὰ κατάγματα, τοῖςτε κατάγμασιν, ἃ καὶ τὸ περὶ ἄρθρων ἐδίδαξε, πρὸς τὰ κατ’ἐκεῖνο τὸ σύγγραμμα περὶ διαρθρημάτων εἰρημένα. διὰ τί δὲ ἐν τῇδε τῇ νῦν προκειμένῃ τῶν ἐκπτωσίωντε καὶ καταγμάτων εἷπεν ὑπαλλάξας τὴν τάξιν τοῦ λόγου, δέον εἰπεῖν καταγμάτωντε καὶ ἐκπτωσίων, ὡς ἂν περὶ τῶν πρῶτον διδάσκων καταγμάτων, ἕνα λόγον ἔχω φάναι τοιόνδε · καὶ γὰρ καὶ Ἱπποκράτει πολλάκις εὑρεῖν ἐστι καὶ πᾶσι τοῖς παλαιοῖς ὅσοι δεινότατοι λέγειν τὸ τοιοῦτον ἑρμηνείας εἶδος. ἴσως μὲν οὐ τῇ τάξει τῶν διδαχθησομένων, ἀλλὰ τῇ τῆς τάξεως ἁρμονίᾳ προσεχόντων τὸν νοῦν · μᾶλλον δὲ οὐ δὲ φροντιζομένων ὅλως ἄκρας τάξεως ἐν τοῖς τοιούτοις λόγοις, ὡς ἰθυτάτας τὰς κατατάσιας ποιέεσθαι τῶν κώλων. ἐν οἶς ἐξαρθρήματα γέγονεν ἢ κατάγματα τὰς κατατάσιας ἐν τοῖς ἰθυτάτοις σχήμασιν ἀξιοῖ ποιεῖσθαι, διὰ τὶ μὲν χρὴ κατείνειν αὐτὰ μὴ προσθεὶς ἐνταῦθα, περὶ δὲ τοῦ σχήματος, ἐν ᾦ προσήκει τοῦτο γίνεσθαι, μακρὸν ἀποτείνας λόγον. ἐξῆν δ’οὖν αὐτῷ διδάξαντι τὸ ἀληθὲς ἐν τῷ πράγματι σιωπῆσαι περὶ τῶν ἑτέρως δοξαζόντων. ἄλλα γὰρ οὐκ ἐπὶ τοῦδε τοῦ λόγου μόνον, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἐγνῶσθαι κάλλιον ἐνίους μὲν αὐτῶν γίγνεσθαι διὰ τῶν κεφαλαίων μόνων, οἳ δὴ καὶ βραχύτατοι τοῦ λόγου εἰσὶν, ἐνίους δὲ τούτοις ἐναντιωτάτους κατὰ διέξοδον ἑρμηνεύεσθαι χωρὶς μηδενὸς ὅλως παραλειπομένου τοῦ δυναμένου λεχθῆναι χρησίμως, τοὺς δ’ἄλλους ἅπαντας ἐν τῷ μεταξὺ τούτων τετάχθαι, τοὺς μὲν ἐν τῷ βραχυτάτῳ, τοὺς δὲ ἐν τῷ μακροτάτῳ προχωροῦντας, ὥσπερ αὖ πάλιν ἑτέρους περὶ τὸ μέσον ἐλλείπεσθαι βραχὺ παραχωροῦντας. ἐφ’ἑκατέροις οὖν ἔργον ἐστὶν ἀναγινώσκειν ἕκαστον αὐτῶν, ὡς ἂν ἔχῃ αὐτὸς ἤτοι προαιρέσεως ἢ σχολῆς, οὔτε τοῖς διὰ βραχυλογίαν ἀσαφέστερον γράψασιν οὔτε τοῖς διὰ σαφήνειαν ἐπὶ πλέον ἐκτείνασι μεμφόμενον. οὐ γὰρ ἐκείνοις χρὴ νομοθετεῖν καὶ ταῦτα μηδὲν ἀνύειν μέλλοντα, τὸ δ’ἑαυτῷ πρόσφορον ἕκαστον λαμβάνειν εἰδότα τοὺς σκοποὺς τῆς διδασκαλίας οὐ τοὺς αὐτοὺς ὄντας ἅπασι τοῖς βιβλίοις. αὐτίκα γέ τοι ὅτι μὲν τὰ δύο, τότε περὶ ὅ τι τῶν καταγμάτων καὶ τὸ περὶ τῶν ἐξαρθρημάτων, διεξοδικῶς ἑρμηνεύεται, τὸ μοχλικὸν δὲ τὴν αὐτὴν αὐτοῖς ἐπαγγελλόμενον διδασκαλίαν, ὅσον ἐπὶ τοῖς πράγμασι διὰ τῶν κεφαλαίων μόνων. ἔστι δὴ ἡ μὲν κατὰ διέξοδον ἑρμηνεία πρὸς σαφήνειαν ἐπιτήδειος, ἡ δὲ διὰ τῶν κεφαλαίων εἰς μνήμην. οὗτος μὲν ὁ λόγος ἅπαξ εἰρημένος ἐμοὶ ἀεὶ συμμνημονευέσθω, περὶ δὲ τῶν πραγμάτων ὧν διδάσκει το- τοὐντεῦθεν ἤδη διερχομένῳ μοι πρόσεχε τὸν νοῦν ἀκριβῶς. αὐτὸς μὲν γὰρ ὕστερον ἀπορεῖ διὰ τίνα χρὴ κατατείνειν πρότερον, εἴτε διαπλάττειν μέλλοις τὸ κατεαγὸς ὀστοῦν εἴτ’ἐμβάλλειν τὸ ἐξηρθρηκός. ἐμοὶ δὲ νῦν φαίνεται καιρὸς αὐτῷ σαφηνείας ἔχοντι σκοπὸν τῆς ἐξηγήσεως, εἰς ἣν ὅτι μέγιστον ἡ τάξις τοῦ λόγου συντελεῖ, πάντων ὁμολογούντων οὐδὲν μὲν δεικνύειν αὐτὸς, ὥσπερ οὐ δ’ὅτι τοῖς ἐξηγουμένοις ὁτιοῦν ὁ σκοπὸς οὐ τῆς τάξεως μόνον, ἀλλὰ καὶ τοῦ μέτρου τῶν κατὰ μέρος ἁπάντων λόγων ἡ σαφήνειά ἐστιν · οὐ δὲ γὰρ οὐ δὲ δι’ἄλλο τι γράφομεν ἐξήγησιν. ἐπεὶ τοίνυν ἐδιδάξαμεν ἐν τοῖς περὶ μυῶν κινήσεως ἰδικώτατον μὲν ὡς πρὸς τὰ ἄλλα μόρια τοῦ σώματος, κοινότατον δὲ ὡς πρὸς ἀλλήλους αὐτοῖς εἶναι τὸ συνιζάνειν εἰς ἑαυτοὺς, ἀνάλογον σειραῖςτε καὶ χορδαῖς καὶ σχοινίοις. ὥσπερ γὰρ ταῦτα διατείνομεν, ἐπειδὰν τῶν περάτων ἑκάτερον λαβόμενοι πρὸς το- τοὐναντίον ἕλκωμεν, ἐασάντων δὲ καὶ τεθέντων αὐτὰ συστέλλεται, οὕτω καὶ οἱ μύες εἰς ὀστοῦν ἐμπεφυκότες ἑκατέρῳ τῷ πέρατι τὰς μὲν συμφύσεις εἰς αὐτὰς ἀνάλογον ἔχουσι ταῖς διὰ τῶν χειρῶν γινομέναις λαβαῖς, ἀντισπώμενοι δ’ὑπ’αὐτῶν εἰς το- τοὐναντίον τὸ μέσον τῶν περάτων, ὅπερ ἐστὶν, ὅλον αὐτὸ τὸ σῶμα τεταμένον ἴσχουσι. καὶ διὰ τοῦτο ὁπότε τις αὐτῶν ὅλας τὰς ἶνας ἐγκαρσίως διακόψῃ, διΐσταται τὰ μέρη πλεῖστον ἀπ’ἀλλήλων ἑλκόμενα, τὸ μὲν ἄνω πρὸς τὴν τοῦ μυὸς ὅλην κεφαλὴν, τὸ δὲ κάτω πρὸς τὴν τελευτὴν, ἔνθα καταφύεται τῷ δευτέρῳ κατὰ τὸ κῶλον ὀστῷ μετὰ τὴν διάρθρωσιν. ὅταν οὖν ἄνευ τοῦ τετμῆσθαι τὸν μῦν ἐκπέσῃ τῆς ἰδίας ἕδρας τὸ διηρθρωμένον ὀστοῦν ἢ κατ’ἐκεῖνο τὸ μέρος, εἰς ὃ τὴν ἔκπτωσιν ἐποιήσατο καταπεφυκυῖα τελευτὴ τοῦ μυὸς, ὡς ἂν εἰς αὐτὸν ὅλου συντρέχοντος αὐτοῦ καὶ πρὸς τὴν ἰδίαν κεφαλὴν ἀνελκομένον συνανασπᾶται συμφυὲς αὐτῷ τοῦ κώλου μόριον, ὅπερ ἐστὶν ἡ κεφαλὴ τοῦ κατὰ τὴν διάρθρωσιν ὀστοῦ, τῆς δ’ἀνασπωμένης συνανασπᾶται καὶ τὸ σύμπαν ὀστοῦν. ἐν τούτῳ δὴ τῷ παθήματι συμβαίνει τὴν κεφαλὴν τοῦ ταπεινοτέρου κατὰ τὴν διάρθρωσιν ὀστοῦ τῆς ἀρχομένης θέσεως ὑψηλοτέραν γίγνεσθαι, ὥστε ἀδύνατον αὐτὴν ἐμβαλεῖν εἰς τὴν οἰκείαν ἕδραν πρὶν κατατείναντα τὸ σύμπαν ὀστοῦν μεταστῆσαι κάτω τοσοῦτον, ὅσον ὑψωθῇ παρὰ φύσιν. αὕτη μὲν οὖν ἡ αἰτία τοῦ κατατείνεσθαι δεῖσθαι πρότερον ὅσα τῶν ὀστῶν ἐξήρθρησεν. ὅτι δὲ καὶ τὰ συντριβέντα δεῖται κατατάσεως, ἐνθένδε ἂν μάλιστα μάθοις · ὥσπερ ἐπὶ τῶν ἐξαρθρησάντων ἐμβαλεῖν χρὴ τὸ ἐξηρθρηκὸς, οὗτος ἐπὶ τῶν καταγέντων διαπλάσαι τὸ πεπονθὸς, ὥστε ψαύειν ἀλλήλων τὰ πέρατα τῶν μελῶν τοῦ συντριβέντος. ἔστι μὲν γὰρ τὸ κάταγμα διαφθορὰ τῆς ἐν ὀστῷ συνεχείας, ὥσπερ τὸ ἕλκος τῆς ἐν σαρκί. πέρας δὲ ἑκατέρῳ τῆς ἰάσεώς ἐστι τὴν ἐξ ἀρχῆς ἕνωσιν ἀνακτήσασθαι. ἀδύνατον δὲ τοῦτο χωρὶς τοῦ κατ’εὐθὺ τεθῆναι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ. καλεῖται δὲ διάπλασις ἡ πρᾶξις αὕτη. εἰ μὲν οὖν εἴη μικρὸν τὸ κάταγμα, φυλάττει τὴν θέσιν τὴν οἰκείαν ἑκατέρου τῶν τοῦ παθόντος ὀστοῦ μορίων, εἰ δ’ὅλον συντριβῇ τὸ ὀστοῦν, ἀναγκαῖον ἐν τῷδε παραλλάττειν αὐτοῦ τὰ μέρη, τὰ μὲν εἰ οὕτως ἔτυχε πρόσω, τὰ δ’ὀπίσω μεθιστάμενα, καὶ τὰ μὲν εἰς δεξιὰ, τὰ εἰς ἀριστερά. διὸ ταῖς χερσὶν ἀμφοτέραις ἑκατέρωθεν περιλαμβάνοντες τὸ κῶλον τὸ μὲν εἰς τὸ πρόσω μεθιστάμενον διωθοῦμεν ὀπίσω, τὸ δ’εἰς το- τοὐπίσω μετάγομεν πρόσω, καὶ τὰ μὲν εἰς τὰ ἀριστερὰ πρὸς τὰ δεξιὰ μεθιστῶμεν. ὅσα δ’εἰς τοῦτο μετέστη τὸ χωρίον ἐπὶ τα- θάτερον μετάγομεν, ὡς ἅπαντα ἀλλήλοις τὰ μέρη τοῦ συντριβέντος ὀστοῦ πρὸς τῶν χειρῶν τοῦ διαπλάττοντος ἐπὶ τα- τἀναντία παράγεσθαι. κίνδυνος οὖν ἐν τούτῳ παραθραυσθῆναί τινας ἐξοχὰς τοῦ καταγέντος. οὐ γὰρ δὴ ἀκριβῶς οὕτως ἑκάτερον τῶν περάτων γίγνεται λεῖον, ὡς ὑπὸ τῶν μαχαιρωτῶν πριόνων. οἱ μὲν γὰρ ὀδοντωτοὶ καλούμενοι καὶ αὐτοὶ τραχύτητας ἐργάζονται. διὰ τοῦτ’οὖν ἀπάγοντες ἀλλήλων τὰ μὲν ἄνω, τὰ δὲ κάτω μέρη τοῦ κατάγματος ἐπὶ τὴν διάπλασιν ἀφικνούμεθα, δεδιότες ἐν τῷ προάγειν ἀλλήλοις τὰ παρηλλαχότα περιτεθραῦσθαί τινας ἐξοχὰς αὐτῶν. ἔστι δὲ τοῦτο πάντως, ἐὰν ἐγχρίμπτοιτο ἀλλήλοις. οὕτως γὰρ αὐτὸς ὁ Ἱπποκράτης ὠνόμασε τὰ μέλη τῶν διαπλαττομένων ὀστῶν, ὅταν εἰς τὴν οἰκείαν ἄγηται χώραν. ἵνα οὖν τὰ διεστῶτα παράγηται, τὸ μὲν ἄνω χρὴ τῶν μερῶν ἕλκειν, τὸ δὲ κάτω καὶ ποιοῦσιν ἤδη οὕτως πάντες οἱ ἰατροὶ ποτὲ μὲν ταῖς χερσὶ μόναις τῶν ὑπηρετῶν ἐπιτρέποντες, ἔστι δ’ὅτε καὶ βρόχους ἐπιβάλλοντες, ὅταν εὐτονωτέρας ἀντιτάσεως χρῄζωσιν. ὅτι μὲν οὖν ἀπὸ κατατάσεως ἄρχεσθαι προσήκει τὴν θεραπείαν τῶν ἐξαρθρημάτωντε καὶ καταγμάτων ἐπιδέδεικται. ὅτι δ’οὐκ ἐν τυχόντι σχήματι ποιητέον αὐτήν ἐστι, λεκτέον ἐφεξῆς, καὶ πρῶτόν γε ὅτι τεττάρων ἐνεργειῶν οὐσῶν ἐν τῇ καταγμάτων θεραπείᾳ, τάσεως, διαπλάσεως, ἐπιδέσεως, ἀποθέσεως, ἓν κοινὸν ἐν πάσαις δεῖ εἶναι σχῆμα. διαπλάττεται μὲν γὰρ ἐν τῷ κατατείνεσθαι, διαπλασθέντι δ’εὐθέως ἐπιδεῖσθαι δεῖται, φυλαττομένου τοῦ σχήματος ἐν ᾦ διεπλάσθη. τοῦτο δ’αὖ πάλιν αὐτὸ φυλάττεσθαι χρὴ κατὰ τὴν ἀπόθεσιν. μεταβληθέντος γὰρ ἔνια μὲν τῆς ἐπιδέσεως μέρη χαλαρὰς ἕξει τὰς ἐπιβολὰς τῶν ὀθονίων, ἔνια δὲ θλιβούσας. αἱ μὲν οὖν χαλαραὶ συγχωροῦσαι κινεῖσθαι τοῖς ὀστοῖς διαφθείρουσι τὴν διάπλασιν, αἱ θλίβουσαι δὲ πόνον ἐργαζόμεναι φλεγμονὰς γεννῶσιν. ὅτι μὲν οὖν ἓν εἶναι δεῖ σχῆμα κοινὸν τῶν εἰρημένων τεττάρων ἐνεργειῶν ἐπιδέδεικται. το- τοὐντεῦθεν δ’ἐπισκεψόμεθα τίσι προσέχοντας σκοποῖς εὑρεῖν χρὴ τοῦθ’, ὅτι τεινόντων μὲν ἄριστον σχῆμα τὸ χωρὶς μεγάλης τάσεως εἰς διάτασιν ἄγειν τὰ κεχωρισμένα τῶν ὀστῶν, ἐν ἀποθέσει δὲ τὸ ἀνωδυνώτατον. ἔσται δ’ἀμφότερα δι’ἐκείνου τοῦ σχήματος, ὅ τί περ ἂν ἐπ’εὐθείας τείνῃ τὰς ἶνας τῶν μυῶν. ἐπ’εὐθείας δὲ τείνει τὰ καθ’ἕν τι μέρος τοῦ κώλου φυλάττοντα τὸν ὅλον μῦν. ἵνα γὰρ ἐκ μὲν τῶν ἔνδον ἔχῃ τὴν ἔκφυσιν, οὕτως δ’αὐτὴν ἐνσχηματίσεις, ὡς τὰ μέσα μὲν αὐτοῦ κάτωθεν ἔχειν τοῦ κώλου, τὸ πέρας δ’ἔσωθεν, ἢ τὰ μέσα μὲν ἄνωθεν, ἔξωθεν δὲ τὸ πέρας ἄγεσθαι, ἑλιττόμενος ἐν τῷδε περὶ τὸ κῶλον ἐπὶ πλέον ἐκτείνεται. ἐὰν μὲν οὖν ἐν τούτῳ τῷ σχήματι κατατείνῃς αὐτὸν, ὡς ἱκανῶς διαστῆσαι τὰ μέρη τοῦ καταγέντος ὀστοῦ, καὶ σφοδρῶς ὀδυνήσεται καὶ κινδυνεύσει διασπασθῆναι. καὶ μέντοι καὶ διεσπάσθησαν ἤδη μύες ἐκκειμένης τάσεως, ᾧ δῆλον ὡς ἓν καὶ τα- ταὐτόν ἐστιν ἀνωδυνώτατόντε ἅμα καὶ τοὺς μύας ἀδιαστρόφως φυλάττον σχῆμα, ὅπερ Ἱπποκράτης ἐδήλωσε σαφῶς, ἐρηρεῖσθαι κατὰ τοῦ πήχεως ὅλην τὴν χεῖρα, μήτε ἐκτεταμένην ἄκρως μήτε κεκαμμένην, ἀλλ’ἐν τῷ μέσῳ τούτων. ὅτι δ’ἄριστον τοῦτο τὸ σχῆμα αὐτὸς ἐδίδαξε. πρῶτον μὲν γὰρ ἐπειδὴ τὸ τοῦ πήχεως ὀστοῦν μακρότερόν ἐστι τοῦ τῆς κηρκίδος ἕδρας καὶ στήριγμα βέβαιον αὐτοῖς ἔσται. οἱ δὲ μύες οἱ μὲν κατὰ τὸν ἔνδον κόνδυλον τοῦ βραχίονος ἐκφυόμενοι τὰς κάτω τελευτὰς ἔξωθεν ἔχουσι τῆς ὅλης χειρὸς, οἱ δ’ἐκ τοῦ κατὰ τὸ ἐκτὸς ἔσωθεν. οὗ δ’ἢν μυὸς ἥτ’ἀρχὴ καὶ ἡ τελευτὴ κατὰ τῶν ἐντὸς μερῶν ᾖ τῆς ὅλης χειρὸς, τούτου καὶ τὰ ἄλλα σύμπαντα μόρια καὶ διὰ τοῦτο καὶ αὐτὸς ὅλος ὁ μῦς. ὥσπερ γε καὶ ἡ τελευτὴ καὶ ὅλος ὁ μῦς οὗτος ἔξωθέν ἐστιν ὅλου τοῦ κώλου. καὶ μὲν δὴ καὶ ἡ πεῖρα δείκνυσιν ἀνωδυνώτατον εἶναι τοῦτο τὸ σχῆμα. τῶν δ’ἐφ’ἑκάτερον τοῦδε τὸ μὲν ὕπτιον ἐπὶ πλεῖστόντε διαστρέφει τοὺς μύας, ὀδυνηρότερόντε φαινόμενον δείκνυται, τὸ δὲ πρανὲς ἐλάττονα μὲν τὴν διαστροφὴν, ἐλάττονα δὲ καὶ τὴν ὀδύνην ἐργάζεται. εἴρηταί σοι δυνάμει πάντα τὰ περὶ τοῦ σχήματος τῆς χειρὸς, ἃ διὰ μικρῶν Ἱπποκράτης ἐφεξῆς διδάσκει, λέξει διεξοδικῇ καὶ σαφεῖ χρώμενος, ὡς ὀλίγα πάνυ κατ’αὐτὴν ἐξηγήσεως δεῖσθαι καὶ μάλιστα τοῖς πεπαιδευμένοις τὴν ἐν παισὶ παιδείαν ἢ παρὰ διδασκάλοις ἀνεγνωκόσιν τὸ βιβλίον, οἷσπερ δὴ καὶ γράφεται τὰ ὑπομνήματα.
“αὐτὴ γὰρ ἡ δικαιοτάτη φύσις”. ὡς εἰ καὶ οἰκειοτάτη εἶπεν. ὅταν γὰρ ἑκάστῳ πράγματι τὸ οἰκεῖον φυλάττεται, δικαίως ἔχειτε καὶ διοικεῖται τοῦτο. τὸ δ’ἄλλο οἰκεῖον ἐν σώματι παρὰ τὸ κατὰ φύσιν οὐ δ’ἐπινοῆσαι ῥᾴδιον. ὅταν οὖν ἑκάστῳ μορίῳ καὶ σχήματι καὶ χρώματι καὶ μεγέθει ὑπάρχῃ τὸ οἰκεῖον, ἄριστα δείκνυται.
“ἢν δὲ τις ἐγκλίνῃ τῇ ἢ τῇ ἐπὶ τὸ πρηνὲς ῥέπειν. ἐλάσσων γὰρ ἡ ἁμαρτὰς ἢ ἐπὶ τὸ ὕπτιον”. δυοῖν σχημάτοιν ἐμνημόνευσεν, ὑπτίουτε καὶ πρηνοῦς, ἃ λέγεται μὲν κατὰ τοῦ σώματος ὅλου, λέγεται δὲ καθ’ἑνὸς αὐτοῦ μορίου τῆς χειρός. ὅλον μὲν οὖν τὸ σῶμα κεῖσθαι πρηνὲς λέγομεν, ὅταν ἡ μὲν γαστὴρ κάτωθεν, ἄνωθεν δὲ ᾖ τὸ νῶτον. ὕπτιον δὲ ἔμπαλιν, ὅταν ἄνωθεν μὲν ἡ γαστὴρ, κάτωθεν δὲ τὸ νῶτον, ὧν καὶ νῦν αὐτὸς μνημονεύσας σχημάτων ἐνεδείξατο τὸν λόγον αὐτῷ περὶ τῆς χειρὸς ἐσόμενον. οὐ γὰρ δὴ τὸ ὅλον σῶμα κατεαγέναι τις ἢ ἐξηρθρηκέναι δύναται. διὰ τί δὲ ἐπὶ τὸ πρηνὲς αὐτὴν ῥέπειν ἄμεινόν ἐστιν, ὅταν γέ τις σφαλεὶς ἁμάρτῃ τοῦ εὐθέος, αὐτὸς ἐν τοῖς ἑξῆς ἐδίδαξεν.
“οἱ μὲν οὖν μη δὲ προβουλεύσαντες οὐδὲν ἐξαμαρτάνουσι ὡς ἐπὶ τὸ πουλύ. αὐτὸς γὰρ ὁ ἐπιδεόμενος τὴν χεῖρα ἀπορέγει οὕτως ὑπὸ τῆς δικαίης φύσεως ἀναγκαζόμενος”. οἱ ἰατροὶ, φησὶν, οἱ μηδὲν προδιασκεψάμενοι περὶ τοῦ κατὰ φύσιν ἐν τῇ χειρὶ σχήματος, ὡς τὸ πολὺ βέλτιον θεραπεύουσι τῶν μοχθηρῷ λογισμῷ χρωμένων. αὐτὸς γὰρ ὁ ἐπιδεῖσθαι μέλλων ἰδιώτης τὴν χεῖρα παρέχει τῷ ἰατρῷ κατὰ τὸ ἀνωδυνώτατον σχῆμα διδασκόμενος ὑπὸ τῆς φύσεως, ἣν καὶ νῦν δικαίαν ὠνόμασεν, ὡς ἂν τὸ προσῆκον, ὅπερ ἐστὶν οἰκεῖον, εὑρίσκουσαν ἑκάστῳ μορίῳ κατὰ τὴν ἐξ ἀρχῆς γένεσιν καὶ τὴν μετὰ ταῦτα διοίκησιν ἐν ἁπάσῃ τῇ ζωῇ. αὐτὸς γὰρ ὁ ἐπιδησόμενος τὴν χεῖρα ἀπορέγει. τὸ ἀπορέγειν τινὲς μὲν ἤκουσαν ἐν ἴσῳ τῷ ὀρέγειν, τουτέστι παρέχειν τῷ ἰατρῷ, τινὲς δὲ ἐπὶ τοῦ ἀποκωλύειν τὸν ἀβελτέστερον ἰατρὸν ἐπὶ το- τοὐναντίον ἀπάγειν. φύσει γὰρ ἄπαντες ἄνθρωποι τὸ ἀνωδυνώτατον αἱροῦνται σχῆμα καθ’ἕκαστον τῶν μορίων. αὐτὸ δὲ τοῦτο δείκνυσιν ὁ Ἱπποκράτης ἰθύτατον εἶναι. παρέχουσίτε οὖν ἑαυτοὺς οἱ κάμνοντες ἐν τούτῳ μετασχηματιζόντωντε τῶν ἰατρῶν εἰς ἕτερον ἀγανακτήσουσιν, ἀντετείνοντέςτε καὶ οὐ συνεπόμενοι διὰ τὴν ὀδύνην καὶ τοῦτό φασιν ὑπὸ τοῦ Ἱπποκράτους δεδηλῶσθαι διὰ τοῦ ἀπορέγειν ῥήματος. ὁπότερον δ’ἂν ᾖ κεχρημένος αὐτῶν τὸ πρᾶγμα τα- ταὐτὸν ἑκατέρως διαμένει. τῶν γὰρ ἰατρῶν ὅσοι μοχθηρῶς σοφιζόμενοι κακῶς σχηματίζουσι τὴν χεῖρα, βελτίους εἰσὶν οἱ ἰδιῶται τὸ ἀνώδυνον αἱρούμενοι σχῆμα. ἀπορέγει γὰρ οὕτως ὑπὸ τῆς δικαίας φύσεως ἀναγκαζόμενος · ἔνιοι μὲν κοινὸν ἀμφοῖν εἶναι νομίζουσι, μένοντος δὲ τοῦ διδασκομένου πράγματος, ὅπως ἄν τις ἀκούῃ, τὸ ζητεῖν ἐπὶ πλέον ὑπὲρ τῶν τοιούτων περιττόν. ἄχρηστάτε γὰρ ἅμα καὶ δυνατὰ το- τοὐπίπαν ἐστὶν εὑρίσκεσθαι τὰ κατὰ τὰς ἀμφιβόλους λέξεις εἰρημένα, διὸ καὶ παρατρέχειν αὐτὰ χρὴ τὸν τοῦ χρόνου φειδόμενον ὡς ἐχρῆν εἰς τὰ χρήσιμα μᾶλλον ἀναλίσκειν αὐτόν.
“οἱ δὲ ἰητροὶ σοφιζόμενοι δῆθέν ἐστιν οἱ ἁμαρτάνουσιν. σπουδὴ μὲν οὖν οὐ πολλὴ χεῖρα κατεαγυῖαν χειρίσαι καὶ παντὸς δὲ ἰητροῦ, ὡς ἔπος εἰπεῖν”. σοφιζομένους εἴρηκε τοὺς σοφὸν μέν τι δοκοῦντας εὑρίσκειν, ἁμαρτάνοντες δὲ καὶ διὰ τοῦτο μη δὲ τὰ τοῖς ἰδιώταις ἅπασι καλῶς γινωσκόμενα φυλάττοντας.
“ἀναγκάζομαι δὲ πλείω γράφειν περὶ αὐτέου, ὅτι οἶδα ἰητροὺς σοφοὺς δόξαντας εἶναι ἀπὸ σχημάτων χειρὸς ἐν ἐπιδέσει, ἀφ’ὧν ἀμαθέας αὐτέους ἐχρῆν δοκέειν εἶναι. ἀλλὰ γὰρ πολλὰ οὕτω ταύτης τῆς τέχνης κρίνεται · τὸ γὰρ ξενοπρεπὲς οὕπω ξυνιέντες εἰ χρηστὸν, μᾶλλον ἐπαινέουσιν ἢ τὸ ξύνηθες, ὃ ἤδη οἴδασιν ὅτι χρηστὸν, καὶ τὸ ἀλλόκοτον ἢ τὸ εὔδηλον”. αὐτὸς ἐνεδείξατό σοι διὰ τῶν ἐφεξῆς ἁπάντων, ἅ ἐστιν ἀσαφῆ, διὰ τί μικρὸν ἐποιήσατο τὸν περὶ τοῦ σχήματος τῆς χειρὸς λόγον, καίτοι γε οὔτε δυσάρεστον οὔτε μακρὸν ὄντα κατὰ τὴν αὐτοῦ φύσιν. εὑρήσεις δὲ εὐθέως ἐκ τούτου καὶ τὴν αἰτίαν τοῦ μὴ πάντῃ τεταγμένην αὐτῷ γεγονέναι τὴν διδασκαλίαν. ἀεὶ γὰρ ἕκαστος ἡμῶν περὶ τοῦ κατεπείγοντος ἁπάντων πρῶτον ποιεῖται τὸν λόγον. ἐπεὶ τοίνυν ἐγινώσκετο μὲν ὀρθῶς τοῖς κατ’αὐτὸν ἰατροῖς ὡς χρὴ τὸν ἰατρὸν κατάτασιν ἡγεῖσθαι τῆς συμπάσης θεραπείας τῶν ἐξαρθρωμάτωντε καὶ καταγμάτων, ἠγνοεῖτο δὲ τὸ κατὰ φύσιν σχῆμα, διὰ τοῦτο περὶ πρώτου τοῦδε τὸν λόγον ἐποιήσατο, καὶ πολύ γε μᾶλλον ἔτι διότι τὰ χείριστα τῶν σχημάτων ἔνιοι τῶν ἰατρῶν αἱρούμενοι πρὸ τοῦ βελτίστου μοχθηροῖς λόγοις ἑαυτούςτε καὶ τοὺς ἄλλους ἔπειθον. εἰ μὲν ἁπλῶς ἠγνόουν, διδασκαλίας ἂν αὐτοῖς ἀληθοῦς ἔδει · ἐπεὶ δ’οὐ μόνον ἠγνόουν, ἀλλὰ καὶ προσειλήφεσαν οἴησιν γνώσεως, ἀναγκαῖον ἐγένετο τῷ Ἱπποκράτει πρότερον ἐκκόψαντι τήνδε καὶ καθαρὰν ἐργασαμένῳ τὴν ψυχὴν, οὕτως ἀληθῶς εἰς αὐτὴν ἐντιθέναι τὴν τῶν ἀληθῶν ἐπιστήμην.
“ῥητέον οὖν ὁκόσας ἐθέλω τῶν ἁμαρτάδων τῶν ἰητρῶν τὰς μὲν ἀποδιδάξαι, τὰς δὲ διδάξαι περὶ τῆς φύσεως τῆς χειρός”. ἀποδιδάξαι μὲν θέλει τὰς μὴ νομιζομένας τοῖς ἰατροῖς ἁμαρτίας εἶναι, κατ’ἀλήθειαν δ’οὔσας, διδάξαι δὲ τὰς νομιζομένας μὲν εἶναι, μὴ οὔσας δέ.
“καὶ γὰρ ἄλλων ὀστέων τῶν κατὰ τὸ σῶμα δίδαγμα ὅδε ὁ λόγος ἐστίν”. εἰκότως φησὶ κοινὸν εἶναι πολλῶν καὶ ἄλλων ὀστέων τῆς ἰάσεως δηλονότι τὸν λόγον τοῦτον. οἱ γὰρ σκοποὶ πρὸς οὓς ἀποβλέποντας εὑρίσκειν χρὴ τὸ κατὰ φύσιν ἐν ἑκάστῳ σχήματι κοινοὶ πάντων εἰσὶν, ὡς εἴρηται πρόσθεν ὑφ’ἡμῶν, δύο ὄντες, ὅτε τῆς ἀνωδυνίας καὶ ὁ τῆς εὐθύτητος. εὑρίσκεται δὲ ὁ μὲν τῆς ἀνωδυνίας ἐκ τῆς πείρας, ὁ δὲ τῆς εὐθύτητος ἐκ τῆς θέσεως τῶν μερῶν, ἣν ἐξ ἀνατομῆς διδασκόμεθα.
“τὴν μὲν οὖν χεῖρα, περὶ οὗ ὁ λόγος, ἐδόκεέ τις καταδῆσαι καταπρηνέα ποιήσας, ὁ δ’ἠνάγκαζεν οὕτως ἔχειν ὥσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλλωσι, καὶ οὕτως ἔχουσαν ἐπέδει, νομίζων ἑωυτῷ εἶναι τοῦτο αὐτέῃ τὸ κατὰ φύσιν καὶ μαρτύριον ἐπήγετο τάτε ὀστέα ἅπαντα τὰ ἐν τῷ πήχει, ὅτι ἰθυωρίην κατ’ἄλληλα εἶχε τήντε ὁμόχροιαν, ὅτι αὐτὴ καθ’ἑωυτὴν τὴν ἰθυωρίην ἔχει. οὕτω καὶ ἐκ τοῦ ἔξωθεν μέρεος καὶ ἐκ τοῦ ἔσωθεν. οὕτω δὲ ἔφη καὶ τὰς σάρκας καὶ τὰ νεῦρα πεφυκέναι καὶ τὴν τοξικὴν ἐπήγετο μαρτύριον, ταῦτα λέγων καὶ ταῦτα ποιέων σοφὸς ἐδόκεεν εἶναι. τῶν δὲ ἄλλων τεχνέων ἐπελελήθη καὶ ὁκόσα ἰσχύϊ ἐργάζονται καὶ ὁκόσα τεχνήμασιν, οὐκ εἰδὼς ὅτι ἄλλο ἐν ἄλλῳ τὸ κατὰ φύσιν σχῆμά ἐστι καὶ ἐν τῷ αὐτέῳ ἔργῳ ἕτερα τῆς δεξιῆς χειρὸς σχήματα κατὰ φύσιν ἐστὶ καὶ ἕτερα τῆς ἀριστερῆς, ἢν οὕτω τύχῃ. ἄλλο μὲν γὰρ σχῆμα ἐν ἀκοντισμῷ κατὰ φύσιν, ἄλλο δὲ ἐν σφενδόνῃσιν, ἄλλο δὲ ἐν λιθοβολίῃσιν, ἄλλο ἐν πυγμῇ, ἄλλο ἐν τῷ ἐλιννύειν. ὁκόσας δ’ἄν τις τέχνας εὕροι, ἐν ᾗσιν οὐ τὸ αὐτὸ σχῆμα τῶν χειρέων κατὰ φύσιν ἐστὶ καὶ ἐν ἑκάστῃ τῶν τεχνέων, ἀλλὰ πρὸς τὸ ἅρμενον, ὃ ἂν ἔχῃ ἕκαστος, καὶ πρὸς τὸ ἔργον, ὃ ἂν ἐπιτελέσασθαι θέλῃ, σχηματίζονται αἱ χεῖρες. τοξικὴν δὲ ἀσκέοντι εἰκὸς τοῦτο τὸ σχῆμα κράτιστον εἷναι τῆς ἑτέρης χειρός”. χρὴ καὶ τῶν τοιούτων ἅπαξ που μνημονεῦσαι, καὶ ἡμῖν οὕτως πραχθήσεται. τῶν δοξοσόφων δέ τις ἰατρῶν ἐπανορθώμενος ὡς ᾤετο τὴν προκειμένην λέξιν, ὡς οὐκ ὀρθῶς ἔχουσαν ἔγραψεν ὡδί · τὴν οὖν χεῖρα, περὶ ἧς ὁ λόγος, ἐνδεικνύμενος ἡμῖν δηλονότι τὴν ἑαυτοῦ παιδείαν, ἣν ἐπαιδεύετο παρὰ γραμματικοῖςτε καὶ ῥήτορσιν, ὡς ἀγνοεῖν τὸ συνηθέστατον εἶδος τῆς ἑρμηνείας, ἅπασι τοῖς παλαιοῖς ἐλλειπτικῶς δηλονότι γιγνόμενόν ἐστι τὸ πλῆρες, ὃ δεῖ προσυπακούειν ἡμᾶς τοιόνδε. τὴν οὖν χεῖρα, περὶ ἦς ὁ λόγος, ἣν ἔδωκέ τις καταδῆσαι πρηνέα ποιήσας · ὡς τὸ πολὺ μὲν ἐν τῷ προσήκοντι σχήματι τὴν χεῖρα παρέχουσι τοῖς ἰατροῖς οἱ ἰδιῶται, τινὲς δὲ αὐτῶν ὑπὸ περιεργίας τὸν μὲν φυσικὸν σκοπὸν ὑπερβαίνουσιν, ὅστις ᾖ, τὸ ἀνώδυνον, πρηνὲς τοῦτο εἶναι νομίζοντες βέλτιον. οὐ μὴν ὑπτίαν γέ τις ἰδιώτης ἰατρῷ παρέχει τὴν χεῖρα, πάνυ γὰρ ἀποκεχώρηκε τοῦ ἀνωδύνου τοῦτο τὸ σχῆμα. τῶν ἰατρῶν δ’ἔνιοι δι’ἀμαθίαν ἅμα καὶ δοξοσοφίαν προσίενταί ποτ’αὐτὸ καὶ διὰ τοῦτο παραπλησίως τοῖς τοξεύουσι τὴν ὅλην χεῖρα σχηματίζονται, οἱ μὲν ἀκρι βῶς ὑπτίαν, οἱ δὲ ὀλίγου δεῖν οὕτως ἔχουσαν. ἐπεὶ δ’οὖν ἁμαρτάνοντες οὐ κατὰ τοῦτο μόνον, ἀλλ’ὅτι καὶ ἀποτεταμένην οὐ δ’ἢν λογισμὸς αὐτῶν ἦν ὁ Ἱπποκράτης ἔγραψε τοιῶσδε. τῶν σχηματισάντων ὅλην τὴν χεῖρα παραπλησίως τοῖς τοξεύουσι τὰ ὀστᾶ κατ’εὐθὺ γίγνεται καὶ ὁμόχροια τῶν τῆς ὅλης χειρὸς μελῶν. ἀλλὰ ταῦτα μὲν πιθανώτατά ἐστι καὶ ἀπ’ἀλλήλων ἐρχόμενα, τὸ δὲ καὶ τὰς σάρκας καὶ τὰ νεῦρα τοῖς ὀστοῖς ὡσαύτως ἐν τούτῳ τῷ σχήματι τὴν κατ’εὐθὺ θέσιν ἅπασι τοῖς ἑαυτῶν μέρεσι φυλάττειν οὐκέτ’ἀληθές. εἰ δέ γ’ἦν οὕτως ἀληθὲς οὐκ ἀπίθανον ἂν ᾖ μόνον, ἀλλὰ καὶ βεβαιότατον γνώρισμα τοῦ κατὰ φύσιν εἶναι τὸ τοιοῦτον σχῆμα. ταῦτα μὲν οὖν ἀνεκτὰ ἔτι · τὴν δὲ τοξικὴν ἐπάγεσθαι μαρτύριον ἀνόητον ἐσχάτως ἐστὶ καὶ βέλτιον ἦν μη δ’ὅλως αὐτὸ λελέχθαι πρὸς Ἱπποκράτους ἢ μετὰ σπουδῆς ἐλελέγχθαι. τὰ γὰρ ἐσχάτως ἠλίθια καταφρονεῖσθαι μᾶλλον ἢ ἐλέγχεσθαι προσήκει. τόν γε διὰ τῶν γραμμάτων ἔλεγχον, ὡς τόν γε κατὰ τὸν βίον, ἐπ’αὐτῶν τῶν ἔργων οὐ δ’ἐγὼ κωλύω γίγνεσθαι, καὶ μάλισθ’ὅταν ὁ τὰ τοιαῦτα φλυαρῶν πείσῃ τοὺς ἀκούοντας ἑαυτῷ τὴν θεραπείαν ἐπιγράψαι τοῦ κάμνοντος. συμβαίνει γε μὴν ἀντιλέγειν ἡμῖν ἐνίοτε καὶ διὰ γραμμάτων ἠλιθίαις δόξαις, ὅταν πολλοὺς ἴδωμεν ὡς ἀληθέσιν αὐταῖς πεπεισμένους, ὅπερ καὶ νῦν ὁ Ἱπποκράτης ἔπαθεν ἐπιδεικνὺς, οὐδὲν εἶναι κοινὸν ἐπιδέσειτε καὶ τοξικῇ. τὰ δὲ περὶ τῶν ὀστῶντε καὶ τῶν νεύρων καὶ τῶν σαρκῶν τῆς εὐθύτητος, ὡς εἰ καὶ μηδένα δι’αὐτῶν ἐλέγξειν ἔμελλε, κατὰ πρῶτον ἦν λόγον ἀναγκαῖα πρὸς τὴν τοῦ βελτίστου σχήματος εὕρεσιν, οὖ κεφάλαιόν ἐστιν ἐπιλογιστικῶς μὲν ἡ ἀνωδυνία · καὶ γὰρ τοῖς ἰδιώταις τοῦτο δῆλον · ἀναλογιστικῶς δὲ καὶ κατ’αὐτὴν τοῦ πράγματος τὴν φύσιν ἡ τῶν μορίων εὐθύτης, ὅπερ οὐκέτ’ἰδιώτῃ δῆλον, ἀλλὰ μόνοις τοῖς ἀνατομικοῖς. ὧν δ’ἐφεξῆς λέγει, τὰ πλεῖστα σαφῆτέ ἐστι καὶ οὐ δ’ἔχοντα ζητήματα, διὸ παρέρχεσθαι μὲν ἐμοὶ προσήκει τὰ τοιαῦτα πάντα, τοῖς δὲ ἀναγινώσκουσι τὸ βιβλίον ἐγχρονίζειντε καὶ μὴ παρατρέχειν. ὁ δὲ ἠνάγκαζεν οὕτως ἔχειν, ὅκωσπερ οἱ τοξεύοντες, ἐπὴν τὸν ὦμον ἐμβάλωσιν. ἀσαφές ἐστι καὶ ἄδηλον ὅπερ εἴρηται. διὰ τοῦτό τινες ὑπέλαβον μὲν αὐτὸν οὕτως εἰρηκέναι τὴν λέξιν. ἐπειδὴ τῆς χειρὸς ἀποτεινομένης ἐμβαίνει τοῦ βραχίονος ἡ κεφαλὴ, τῇ κοιλότητι τοῦ τῆς ὠμοπλάτης αὐχένος οὐκ ἐμβεβηκυῖα, πρότερον ὁπότε καθεῖτο. παράκειται γὰρ μόνον καὶ ψαύσει τηνικαῦτα, ἅπερ αὐτὸς εἶπεν ἐν τῇδε τῇ λέξει. ὁμιλέει δὲ ὁ βραχίων τῷ κοίλῳ τῆς ὠμοπλάτης πλαγίως, ὁπότε παρὰ τὰς πλευρὰς ᾖ παρατεταμένη ἡ χείρ. ἔνιοι ἐκ μεταφορᾶς οὕτως εἰρῆσθαί φασιν ἀπὸ τῆς ἐμβολῆς τῶν νηῶν, ἃς ποιοῦνται καταδῦσαι βουλόμενοι τὰς ἐναντίας. ὅταν γὰρ ἀποσιμώσαντες τὴν πρῷραν ἐπιτηδείαν ἐργάσωνται πρὸς τὸ σφοδρῶς ἐρραγεῖσαν ἐφ’ἑτέραν εἰ καὶ μάλιστα κατὰ τὸ πλάγιον ὅλην αὐτὴν διαλῦσαίτε καὶ καταδῦσαι, παρεσκευάσθαι φασὶν ὡς εἰς ἐμβολὴν τηνικαῦτα. καὶ παρὰ τοῖς κωμικοῖς δὲ τὰ προτεινόμενα τοῦ σώματος ὡς εἰς ἐμβολὴν παρεσκευάσθαι λέγεται, καθότι καὶ ὁ Ἀριστοφάνης ἐδήλωσεν εἰπών · χωρεῖ ἐπὶ γραμμὴν λορδὸς ὡς εἰς ἐμβολήν. αἱ δ’ἐφεξῆς τῇδε λέξεις ἅπασαι σαφεῖς εἰσι τοῖς προσέχουσι τὸν νοῦν ἄχρι τῆς ὑπογεγραμμένης ·
“τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τουτέῳ τῷ σχήματι ἐρεῖδον ἰθυωρίην ποιέει τοῖσιν ὀστέοισι τοῦ πήχεος καὶ τοῦ βραχίονος, ὡς ἓν εἴη τὸ πᾶν”. ὁ λόγος οὖν αὐτός ἐστι πρὸς τοὺς ὑποδοῦντας ἐκτεταμένην τὴν χεῖρα οὕτως πᾶσαν ὡς ἐπὶ τῶν τοξευόντων ἡ ἀρι στερὰ διάκειται. λέγει γὰρ ὅτι πρὸς μὲν ἐκείνην τὴν ἐνέργειαν εἰκότως ἐδέησεν ἐκτεταμένην αὐτὴν ἐν τῷ τὴν νευρὰν ὀπίσω πρὸς τῆς δεξιᾶς ἕλκεσθαι μὲν, τὸ δὲ τόξον ὅλον ἐπὶ τῆς αὐτῆς χώρας ὑπὸ τῆς ἀριστερᾶς κρατούμενον ἀκλινές. ἐὰν γὰρ τῆς νευρᾶς ὑπὸ τῆς δεξιᾶς ἑλκομένης σφοδρῶς ὀπίσω συναπενεχθῇ τὸ σύμπαν τόξον, ἡ τοῦ βέλους εἰς το- τοὐπίσω φορὰ κωλυθήσεται, δεομένη ἀπὸ στερεωτάτης καὶ μετατεταμένης ἀφιέσθαι τῆς νευρᾶς. ὅσον μὲν οὖν αὐτῆς τῆς ἐσχάτης τάσεως ὑφῇ, τοσοῦτον καὶ τῆς ἀφέσεως ἡ βία μειωθήσεται. προομολογουμένου δὴ τούτου τὴν αἰτίαν Ἱπποκράτης προστίθησιν οὖσαν τοιάνδε. τοῦ γὰρ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεος βαθμίδι ἐν τούτῳ τῷ σχήματι ἐρεῖδον ἐπ’εὐθείας μὲν ἐργάζεται τὸ τοῦ βραχίονος ὀστοῦν καὶ τὸ τοῦ πήχεος, ἀκλινῆ δὲ φυλάττει τὴν ὅλην χεῖρα. τὸ γιγγλυμοειδὲς δὲ βραχίονος ὀνομάζει τὸ κάτω πέρας, ὃ διαρθροῦται πρὸς τὸν πῆχυν, ἐπειδὴ καὶ οἱ γίγγλυμοι τὰ μέν τινα κοῖλα, τὰ δὲ ἐξέχοντα κεκτημένοι τοῖς μὲν κοίλοις ὑποδέχονται τὰς ἐξοχὰς τῶν πλησιαζόντων, τοῖς δὲ ὑπερέχουσιν εἰς τὰς ἐκείνων ἐμβαίνουσι κοιλότητας. ὡσαύτως δὲ καὶ τὸ κάτω τοῦ βραχίονος εἰς κυρτὴν περιφέρειαν τελευτῶν ἐξοχαῖς κυκλοτερέσιν ἑκατέρωθεν ἐχομέναις ὁμοιότατα ταῖς κατὰ τὰς τραχηλίας ὀνομαζομέναις. αὕτη μὲν ταύτῃ τῇ τραχηλώδει περιφερείᾳ στηρίζεται κατὰ τὰς ἐν τῶ πήχει κοιλότητας · ἐπὶ δὲ τοῖς πέρασιν αὐτῆς ἔχων βαθμίδας, τὴν μὲν ἐν τοῖς πρόσω μέρεσι, τὴν δὲ εἰς το- τοὐπίσω, δέχεται καθ’ἑτέρας αὐτῶν ἐξοχὰς τοῦ πήχεως ὁμοίας κορώναις. ὁ γὰρ πῆχυς ἐοικὼς τῷ ς στοιχείῳ τὸ ἄνωθεν αὐτοῦ πέρας ἔχων, καθ’ὃ τῷ βραχίονι διαρθροῦται, περιλαμβάνειτε τὴν τραχηλοειδῆ περιφέρειαν τοῦ βραχίονος ὀλίγου δεῖν ὅλην. ὅταν οὖν οὕτως ἔχῃ σχήματος ἡ χεὶρ, ὡς ὀρθὴν γωνίαν ἐργάζεσθαι τὸ τοῦ βραχίονος ὀστοῦν πρὸς τὸ τοῦ πήχεως, αὐτόςτε πάλιν ὅταν ἡσυχάζοντος ἐκείνου περὶ τὴν κυρτότητα κινῆται, πρόσω μὲν φερόμενος κάμπτει τὴν κατ’ἀγκῶνα διάρθρωσιν, ὀπίσω δὲ ἐκτείνει, κατὰ μὲν τὴν ἐσχάτην καμπὴν ἡ πρόσω τοῦ πήχεως κορώνη τῇ κατὰ τοῦτο κοιλότητι τοῦ βραχίονος ἐμβαίνει, κατὰ δὲ τὴν ἔκτασιν ἡ ὄπισθεν αὖ πάλιν ἐγκαταβαίνει τῇ κατὰ τοῦτο τεταγμένῃ βαθμίδι μείζων οὖσα μείζονι καὶ διὰ τοῦτ’ἐπὶ πλεῖστον ἐκτείνειντε καὶ κάμπτειν ὅλην τὴν χεῖρα δυνάμεθα, μὴ δυνηθέντες οὕτω πράττειν εἰ μηδεμίαν εἶχεν ὁ βραχίων κοιλότητα. τοιαύτην τοιγαροῦν φύσιν ἐχούσης τῆς κατ’ἀγκῶνα διαρθρώσεως, ἐγγώνιον μὲν λαβούσης σχῆμα τῆς ὅλης χειρὸς, οὕτως δ’Ἱπποκράτης ὀνομάζει τὴν ἐπ’ὀρθὴν γωνίαν σχέσιν τοῦ βραχίονος, πρὸς τὸν πῆχυν ἡ τραχηλώδης κυρτότης μέση στηρίζεται κατὰ μέσης τῆς σιγμοειδοῦς τοῦ πήχεως κοιλότητος. ἐν δὲ ταῖς ἐκτάσεσι τῆς ὅλης χειρὸς ὀπίσω φερομένου τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη τῆς κινήσεως ἥγηται. ἵσταται δὲ τότε καὶ παύεται πρῶτον, ὅταν ἐξήγηται πρὸς τὴν ἐνταῦθα κοιλότητα τοῦ βραχίονος. συμβαίνει δ’ἐν τούτῳ τὴν μὲν διάρθρωσιν ἐκτείνεσθαι, τοῦ δὲ βραχίονος τὸ γιγγλυμοειδὲς ἐν τῇ τοῦ πήχεως ἐρηρεῖσθαι βαθμίδι. καλεῖ γὰρ οὕτως ὁ Ἱπποκράτης οὐ μόνον ταύτην, ἀλλὰ καὶ τὰς ἄλλας ἁπάσας κοιλότητας, αἷς ἐμβαίνουσιν ἐξοχαί τινες ὀστῶν.
“καὶ ἡ ἀνάκλασις τοῦ ἄρθρου κέκλασται ἐν τουτέῳ τῷ σχήματι. εἰκὸς οὖν οὕτως ἀκαμπτότατόντε καὶ τετανώτατον εἶναι τὸ χωρίον καὶ μὴ ἡσσᾶσθαι μη δὲ ξυνδιδόναι, ἑλκομένης τῆς νευρῆς ὑπὸ τῆς δεξιῆς χειρός. καὶ οὕτως ἐπὶ πλεῖστον μὲν τὴν νευρὴν ἑλκύσει, ἀφήσει δὲ ἀπὸ στερεωτάτου καὶ ἀθροωτάτου. ἀπὸ τῶν τοιουτέων γὰρ ἀφεσίων τῶν τοξευμάτων ταχεῖαι καὶ αἱ ἰσχύες καὶ τὰ μήκεα γίνεται. ἐπιδέσει δὲ καὶ τοξικῇ οὐδὲν κοινόν”. τῶν τῆς χειρὸς σχημάτων τὸ μὲν ἐκτεταμένης αὐτῆς ἀποτελούμενον ἐναντίον ἐστὶ τῷ κεκαμμένης γιγνομένῳ τὸ ὑπτίας τῷ πρανοῦς. ταῦτα μὲν οὖν ἔσχατα καὶ οἷον ὑπερβολῶν καὶ τέτταρα σχήματα, δύο δ’ἄλλα μέσα, τὸ μὲν ἐσχάτης ἐκτάσεώςτε καὶ κάμψεως, ὅπως ἔφην, Ἱπποκράτης ἐγγώνιον ὀνομάζει, τὸ δ’ὑπτίουτε καὶ πραοῦς, ἐν ᾧ τὸν πῆχυν ὑποτετάσθαι φησὶ τῇ κηκίδι. ὥσπερ οὖν τοῦτο προσαγορεύει δίκαιόντε καὶ εὐθὺ, κατὰ τὸν αὐτὸν τρόπον καὶ τὸ καλούμενον ἐγγώνιον, ἐν ᾧ τὸν βραχίονα πρὸς τὸν πῆχυν ἐπ’ὀρθὴν ἐργάζεται γωνίαν. ἀλλ’εἴπερ εὐθὺ τοῦτ’ἐστὶν, ἀκόλουθον καλεῖν οὐκ εὐθὺ τὸ τῆς χειρὸς ἐκτεταμένης γιγνόμενον. εἰ δ’οὐκ ἔστι τοιοῦτον σχῆμα, κεκλασμένον ἂν εἴη πρὸς το- τοὐκτὸς δηλονότι, καθάπερ γε καὶ ἀνακλασθείη πρὸς το- τοὐπίσω τὸ τοῦ πήχεως ὀστοῦν εἰς τοσοῦτον, ὡς ἤδη γωνίαν ἐργάζεσθαι πρὸς τὸ τοῦ βραχίονος, ὥσπερ ἤδη καὶ ὦπταί τισι γιγνόμενον, οὓς ἀναγκαῖον ἔχειν ἱκανῶς βαθεῖαν τὴν ὀπίσω κοιλότητα τοῦ βραχίονος, εἰς ἣν ἐγκαταβαίνει τὸ τοῦ πήχεως ἡ κατὰ τοῦτο κορώνη. καὶ εἴπερ ἦν ἡ κοιλότης αὕτη βαθυτάτη πᾶσιν ἡμῖν, ἐγκάμπτομεν ἂν εἰς το- τοὐπίσω τὴν χεῖρα, καθάπερ ἔφην, ἐν οἷς ἐπὶ βραχὺ τοῦτο συμβαίνει οὐκ ἐχούσης αὐτοῖς τὸ ἀκριβὲς κατὰ φύσιν μέτρον τῆς ὄπισθεν βαθμίδος, ἀλλ’ἐπὶ πλέον ἐκλελυμένης.
“τοῦτο μὲν γὰρ εἰ ἐπιδήσας ἔχειν τὴν χεῖρα οὕτω ἔμελλε, πόνους ἂν ἄλλους πολλοὺς προσετίθει μείζονας τοῦ τρώματος, τοῦτο δ’εἰ συγκάμψαι ἐκέλευε, οὔτε τὰ ὀστέα οὔτε τὰ νεῦρα οὔτε αἱ σάρκες ἔτι ἐν τῷ αὐτέῳ ἐγγίνοντο, ἀλλὰ ἄλλῃ μετεκοσμεῖτο, κρατέοντα τὴν ἐπίδεσιν. καὶ τί ὄφελος τοξικοῦ σχήματος; καὶ ταῦτα ἴσως οὐκ ἂν ἐξημάρτανε σοφιζόμενος, εἰ εἴα τὸν τετρωμένον αὐτὸς τὴν χεῖρα παρασχέσθαι”. τὴν ἐκτεταμένην ὁ ἐπιδήσας χεῖρα πάντως μὲν ἂν, φησὶν, ἢ οὕτως ἔχουσαν ἐφύλαττεν ἢ συνεχώρησεν οὕτω κάμψαι. καθ’ἕτερον δ’ἔβλαψε τὸν κάμνοντα, φυλαττομένου μὲν τοῦ σχήματος τῷ διηνεκεῖ τῆς ὀδύνης, μεταβληθέντος δὲ τῷ διαφθείρεσθαι τὴν χεῖρα τῆς ἐπιδέσεως, ᾗ σκοπὸς μέν ἐστι φυλάττεσθαι τὴν διάπλασιν ὑπὸ τῶν περιβεβλημένων ὀθονίων ἀθλίπτως κρατουμένην, ἐν δὲ τῷ μεταβάλλειν τὸ σχῆμα το- τοὐναντίον ἂν ἐγένετο τὴν μὲν ἐπίδεσιν μηκέτι κρατεῖν τοῦ κατάγματος, ἄγεσθαι δ’αὐτὴν καὶ συμμεταφέρεσθαι μετασχηματιζομένοις τοῖςτε νεύροις καὶ τοῖς μυσὶν, οὓς σάρκας ὠνόμασε διδάσκων ἡμᾶς τὴν οὐσίαν αὐτῶν. αἱ γὰρ αἰσθηταὶ σάρκες αὗται κατ’ἐπικράτειαν ὠνομασμέναι τῶν ἁπλῶν σαρκῶν οἱ μύες εἰσὶν ἔχοντες ἐν ἑαυτοῖς ἴνας ἐκ τῆς τῶν νεύρων καὶ συνδέσμων σχίσεως. ὁ γάρ τοι μῦς ὅλος ὑπὸ τῆς φύσεως γεννᾶται ταῖς ἴνεσι ταύταις ἐπιπηγνυμένης ἐν κύκλῳ τῆς ἁπλῆς σαρκὸς, καὶ αὕτη τοῦ μυός ἐστιν ἡ ἰδία οὐσία. φλέβας γὰρ καὶ ἀρτηρίας εἰς ἑαυτὸν ὑποδέχεται τοῦ τρέφεσθαίτε καὶ ζῇν ἕνεκεν, ὥσπερ καὶ τα- τἄλλα πάντα μόρια. τὸ δὲ ἴδιον σῶμα τοῦ μυὸς αἱ ἶνές εἰσι τὴν ἁπλῆν περιφυομένην σάρκα ἔχουσαι. πλείστη μὲν οὖν αὕτη περιφύεται κατὰ τὰ μέσα μέρη τῶν μυῶν, ἐλάττων δ’ἀεὶ καὶ μᾶλλον ἐγγὺς τῆς ἀρχῆςτε καὶ τελευτῆς, διὸ καὶ νευρωδέστεροι μὲν καὶ τὰ τοιαῦτα, σαρκωδέστεροι δὲ ἐν τοῖς μέσοις αὐτῶν εἰσιν οἱ μύες.
“ἄλλος δ’αὖθις τῶν ἰατρῶν ὑπτίην τὴν χεῖρα δοὺς οὕτω κατατείνειν ἐκέλευε καὶ οὕτως ἔχουσαν ἐπέδει, τοῦτο νομίζων τὸ κατὰ φύσιν εἶναι, τῷτε χροῒ σημαινόμενος καὶ τὰ ὀστέα νομίζων κατὰ φύσιν εἶναι οὕτως, ὅτι φαίνεται τὸ ἐξέχον ὀστέον τὸ παρὰ τὸν καρπὸν, ᾗ ὁ σμικρὸς δάκτυλος κατ’ἰθυωρίην εἶναι τοῦ ὀστέου, ἀφ’ὁκοίουτε τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσιν ταῦτα τὰ μαρτύρια ἐπήγετο, ὅτι κατὰ φύσιν οὕτως ἔχει καὶ ἐδόκεεν εὖ λέγειν. ἀλλὰ τοῦτο μὲν ἐὰν ὑπτία ἡ χεὶρ κατατείνοιτο, ἰσχυρῶς πονοίη ἄν. γνοίη δ’ἄν τις τὴν ἑωυτοῦ χεῖρα κατατείνας, ὡς ἐπώδυνον τὸ σχῆμα, ἐπεὶ καὶ ἀνὴρ ἥσσων κρέσσονα διαλαβὼν οὕτως ἐν τῇσιν ἑωυτοῦ χερσὶν, ὡς κλᾶται ὁ ἀγκὼν ὕπτιος, ἄγοι ἂν ὅπη ἐθέλοι. οὔτε γὰρ εἰ ξίφος ἐν ταύτῃ τῇ χειρὶ ἔχοι ἂν ὅ τι χρήσαιτο τῷ ξίφει · οὕτω βίαιον τοῦτο τὸ σχῆμά ἐστι, τοῦτο δὲ εἰ ἐπιδήσας τις ἐν τούτῳ τῷ σχήματι ἐών · μέζων μὲν πόνος εἰ περιίοι, μέγας δὲ καὶ εἰ κατακέοιτο. τοῦτο δὲ εἰ συγκάμψαι τὴν χεῖρα, ἀνάγκη συνάγειν τοὺς μύας καὶ τὰ ὀστέα ἄλλο σχῆμα ἔχειν. ἠγνόει δὲ καὶ τάδε τὰ ἐν τῷ σχήματι χωρὶς τῆς ἄλλης λύμης. τὸ γὰρ ὀστέον τὸ παρὰ τὸν καρπὸν ἐξέχον τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τοῦτο μὲν τοῦ πήχεώς ἐστι, τὸ δ’ἐν τῇ συγκάμψει ἐὸν ἀπὸ τα- ταὐτὸν τὸν πῆχυν οἱ ἄνθρωποι μετρέουσι, τοῦτο δὲ τοῦ βραχίονος ἡ κεφαλή ἐστιν”. ἐάν τις ὑπτίαν σχηματίσῃ τὴν χεῖρα, δόξει τὴν ἔνδον κεφαλὴν τοῦ βραχίονος, ἣν καὶ κόνδυλον ὀνομάζουσι, τὸ ἄνω πέρας εἶναι τοῦ πήχεος, ἐπειδὴ κατ’εὐθύ πως εἶναι φαίνεται τῷ κάτω πέρατι τῷ κατὰ τὸν καρπὸν ἐξέχοντι, κατὰ τὸν μικρὸν δάκτυλον, οὐ μὴν ἅπαντές γε τὸν πῆχυν ἀπὸ τοῦ κατὰ τὸν βραχίονα κονδύλου μετροῦσιν, ἀλλ’εἰσὶ γάρ τινες οἱ προσηκόντως ἀπὸ τοῦ ὀλεκράνου, ὅπερ καὶ ἀγκῶνα καλοῦσιν, ἄρχονται τῆς μετρήσεως. ὁ δ’Ἱπποκράτης εἰπὼν ἀπὸ τουτέου οἱ ἄνθρωποι τὸν πῆχυν μετρέουσιν ἐμφαίνειν ἔοικεν ἤτοι πάντας ἢ τοὺς πλείους ἐντεῦθεν μετρεῖν · ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ἔχῃ ἐκεῖ περιττὸν ζητεῖν. ἐκείνου δὲ μεμνῆσθαι προσήκει τοῦ τὸ κάτω πέρας τοῦ πήχεως τὸ πρὸς τῷ καρπῷ κατ’εὐθὺ γίγνεσθαι τῷ ἄνω πέρατι κατὰ φύσιν σχηματισάντων τὴν χεῖρα, τὸ μὲν κοῖλον αὐτῆς ἐκ τῶν ἔνδον μερῶν ποιησάντων, τὸ κυρτὸν δὲ ἐκ τῶν ἔξωθεν. συνυπάρχει δ’ἐν τούτῳ τῷ σχήματι καὶ τὸ τὸν μικρὸν δάκτυλον ὑποκεῖσθαι κάτωθεν, ἄνωθεν δὲ ἐπικεῖσθαι τὸν μέγαν.
“ὁ δὲ ᾤετο τω- τὠυτὸ ὀστέον εἶναι τοῦτότε κα- κἀκεῖνο, πολλοὶ δὲ καὶ ἄλλοι”. οὐχ οὕτως εἴρηκε τὸ αὐτὸ εἶναι τοῦτότε κα- κἀκεῖνο, ὡς αὐτόν τινα λέγομεν ἑαυτῷ τὸν αὐτὸν ὑπάρχειν, οἷον τὸν Τελαμώνιον Αἴαντα τῷ Αἰακίδῃ, ἀλλ’ὅτι τοῦ αὐτοῦ ὀστέου πέρας ἑκάτερον ὑπολαμβάνει εἶναι, τουτέστι τοῦ πήχεος.
“ἐστὶ δὲ ἐκείνῳ τῷ ὀστέῳ τω- τὠυτὸ ὁ ἀγκὼν καλεόμενος, ὃν ποτὶ στηριζόμεθα”. ὡς ἐπὶ τῆς προγεγραμμένης ῥήσεως ἔφην αὐτὸν εἰρηκέναι τὸ αὐτὸ καὶ νῦν οὕτως ἀκούειν σε προσῆκεν, ὅτι τοῦ αὐτοῦ ὀστέου μόρια τότε πρὸς τῷ καρπῷ καὶ τὴν ἔνδον ἐξοχὴν τῆς κατ’ἀγκῶνα διαρθρώσεως ἐνόμιζον εἶναι.
“οὕτως οὖν ὑπτίην ἔχοντι τὴν χεῖρα τοῦτο μὲν τὸ ὀστέον διεστραμμένον φαίνεται, τοῦτο δὲ τὰ νεῦρα ἀπὸ τοῦ καρποῦ τείνοντα ἐκ τοῦ εἴσω μέρεος καὶ ἀπὸ τῶν δακτύλων, ταῦτα ὑπτίην ἔχοντι τὴν χεῖρα διεστραμμένα γίνεται. τείνειτε γὰρ ταῦτα τὰ νεῦρα πρὸς τὸ τοῦ βραχίονος ὀστέον, ὅθεν ὁ πῆχυς μετρεῖται. αὗται τοσαῦται καὶ τοιαῦται αἱ ἁμαρτάδες καὶ ἄγνοιαι τῆς φύσιος τῆς χειρός. εἰ δ’, ὡς ἐγὼ κελεύω, χεῖρα καταγυῖαν κατατείνοι τις, ἐπιτρέψει μὲν τὸ ὀστέον ἐς ἰθὺ, τὸ κατὰ τὸν σμικρὸν δάκτυλον τὸ ἐς τὸν ἀγκῶνα τεῖνον, ἰθυωρίην δὲ ἕξει τὰ νεῦρα τὰ ἀπὸ τοῦ καρποῦ πρὸς τοῦ βραχίονος τὰ ἄκρα τείνοντα. ἀναλαμβανομένη δὲ ἡ χεὶρ ἐν παραπλησίῳ σχήματι ἔσται, ἐν ᾧπερ καὶ ἐπιδεομένη, ἄπονος μὲν ὁδοιπορέοντι, ἄπονος δὲ κατακειμένῳ καὶ ἀκάματος”. ὅταν ὀστοῦ τινος ἢ μυὸς ἢ νεύρου τὴν μὲν ἀρχὴν ἐκ τῶν ἔνδον μερῶν εἶναι τοῦ κώλου συμβαίνει, τὴν τελευτὴν δὲ ἤτοι γε ἐκτὸς ἢ ἐκ τῶν κάτω μερῶν, διέστραπται δηλονότι τὸ μόριον τοῦτο. καλῶς οὖν ἔφη διέστραπται πάντα ταῦτα, τῆς ὅλης χειρὸς ὑπτίας σχηματισθείσης. αὐτίκα γέ τοι τὰ νεῦρα τὰ ἐπὶ τὴν ἐντὸς χώραν ἀφικνούμενα τῆς ἄκρας χειρὸς ἐμβάλλει τῷ πήχει περὶ τὴν ὅλην κεφαλὴν τοῦ βραχίονος. ἐὰν οὖν ὑπτίαν ἐργαζώμεθα τὴν χεῖρα, συμβήσεται τὴν μὲν ἀρχὴν τῶν νεύρων τῶν κατὰ τὸν πῆχυν ἐκ τῶν ἔνδον εἶναι μερῶν, τὴν τελευτὴν δὲ ἐκ τῶν ἄνω μερῶν. ὡσαύτως δὲ καὶ τῶν μυῶν καὶ αὐτοῦ τοῦ κατὰ τὸν πῆχυν ὀστοῦ. πάντων γὰρ τούτων ἐκ τῶν ἔνδον μερῶν εἰσιν αἱ ἀρχαὶ καὶ κατὰ τὸν κόνδυλον τοῦ βραχίονος, ἱκανοὶ δ’ἦσαν καὶ οἱ μύες μόνοι διαστραφέντες ἱκανὴν ὀδύνην ἐργάσασθαι, διὰ τοῦτο δὲ καὶ φλεγμονήν. εἰ δ’ὡς Ἱπποκράτης ἀξιοῖ τὴν χεῖρά τις σχηματίσειεν, οἱ ἐκ τῶν ἔνδον μερῶν τοῦ πήχεος ἀρχόμενοι μύες ὅλοι κείσονται κατὰ τὰ ἔνδον, οἵτ’ἐκ τῶν ἐκτὸς ἐνταῦθα καὶ οὗτοι τετάξονται, καθάπερ γε καὶ οἱ ἄνωθεν ἐν τούτῳ τῷ μέρει φυλαχθήσονται δι’ὅλου τοῦ κώλου. ἐν δὲ τοῖς ὑποκάτω τοῦ πήχεος οὐ δ’ἔστιν ὅλως μῦς. εἰ δέ σοι μέλει τῶν περὶ τὸν πῆχυν ἁπάντων μυῶν ἐπίστασθαι τὴν θέσιν, ἐκ τοῦ πρώτου τῶν ἀνατομικῶν ἐγχειρήσεων μαθήσῃ. ἔχεις δ’αὐτοὺς κα- κἀν τῇ τῶν μυῶν ἀνατομῇ γεγραμμένους, ἐν ᾦ βιβλίῳ συντομώτερον ἢ ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν ἁπάντων τῶν ἐν τῷ σώματι μυῶν φύσις ἑρμηνεύεται.
“καθίκνυσθαι δὲ χρὴ τὸν ἄνθρωπον οὕτως, ὅκως ᾖ τὸ ἐξέχον τοῦ ὀστέου πρὸς τὴν λαμπροτάτην τῶν παρεουσέων αὐγέων, ὡς μὴ λάθῃ τὸν χειρίζοντα ἐν τῇ κατατάσει εἰς ἱκανῶς ἐξίθυνται. τοῦ γε μὴν ἐμπείρου οὐ δ’ἂν τὴν χεῖρα λάθοι ἐπαγομένην τὸ ἐξέχον ψαυόμενον”. εἴτε κατακλίνειν εἴτε καθίζειν ἐκ τοῦ καθίκνυσθαι δηλοῦται, προσυπακούειν αὐτῷ χρὴ τὸ ἕτερον αὐτῶν. εἴτε γὰρ τὴν ῥώμην ἀποβλέπων τοῦ κάμνοντος καὶ τὸ μέγεθος τοῦ κατάγματος, ἐνίοτε μὲν καθήμενον, ἐνίοτε δὲ κατακείμενον ἐπιδήσεις τὸν ἄνθρωπον. ὁπότερον δ’ἂν ἔχῃ σχῆμα πρὸς τὴν λαμπρότητα τῶν παρεουσῶν αὐγῶν, βλέπειν χρὴ τὸ πεπονθὸς μέρος, ὅπως εὐκατάσκεπτον εἴη.
“τῶν δὲ ὀστέων τοῦ πήχεος, ὧν μὴ ἀμφότερα κατέηγε, ῥᾴων ἡ ἴησις, ἢν τὸ ἄνω ὀστέον τετρωμένον εἴη, καίπερ παχύτερον ἐὸν, ἅμα μὲν ὅτι τὸ ὑγιὲς ὑποτεταμένον γίνεται ἀντὶ θεμελίου, ἅμα δ’ὅτι εὐκρυπτότερον γίνεται, πλὴν εἰ τὸ ἐγγὺς τοῦ καρποῦ. παχείη γὰρ ἡ τῆς σαρκὸς ἐπίφυσις ἡ ἐπὶ τὸ ἄνω. τὸ δὲ κάτω ὀστέον ἄσαρκον καὶ οὐκ εὐξυγκρυπτὸν καὶ κατατάσιος ἰσχυροτέρης δεῖται”. ὅτι δύο εἰσὶν ὀστᾶ τοῦ πήχεος ἐδήλωσεν εἰπὼν ὦν μὴ ἀμφότερα · οὔτε γὰρ ἐφ’ἑνὸς οὔτε ἐπὶ τριῶν ἢ καὶ πλειόνων εἰώθασι λέγειν οἱ Ἕλληνες τὴν ἀμφότερα φωνήν. τῶν δὲ δύο τούτων ὀστῶν τὸ μὲν ὑποτεταγμένον ἰδίως ὀνομάζεται πῆχυς, ὃ δὴ καὶ μακρότερόν ἐστι, τὸ δὲ ἐπικείμενον κερκίς. σαφὴς δ’οὐχ οὗτος μόνος ὁ λόγος, ἀλλὰ καὶ οἱ ἄλλοι πάντες, ὡς ἐπὶ τὸ πλεῖστόν εἰσιν ἐν τούτῳ τῷ βιβλίῳ καὶ μόνα δεῖσθαι σαφηνείας λέγω ἃ νῦν ἐξηγοῦμαι, ὥστ’παρὰ ταῦτά σοι δόξειεν ἀσαφὲς εἶναι, σκέψαι δὴ μὴ τὸ ἀντίγραφον ἥμαρται. κατωρθωμένου δὲ αὐτοῦ καὶ ἅπαξ ἀναγνούς τι μὴ νοήσῃς, ἀλλὰ δεύτερόν γε καὶ τρίτον ἐπαναλαμβάνων αὐτὸ πάντως μαθήσῃ τὸ λεγόμενον.
“ἢν δὲ τοῦτο μὴ ξυντριβῇ, ἀλλὰ τὸ ἕτερον, φαυλοτέρη ἡ κατάτασις ἀρκέῃ · ἢν δὲ ἀμφότερα κατεηγῇ, ἰσχυροτάτης κατατάσιος δεῖται. παιδίου μὲν γὰρ ἤδη εἶδον καταταθέντα μᾶλλον ἢ ὡς ἔδει. οἱ δὲ πλεῖστοι ἧσσον τείνονται ἢ ὡς δεῖ”. τὴν ἁπλουστέραν καὶ ἄνευ μεγάλης πραγματείας φαυλοτέραν εἶπεν. οὐ γὰρ μόνον τὸ μοχθηρὸν ἐκ τοῦ φαύλου δηλοῦται παρὰ τοῖς παλαιοῖς, ἀλλὰ καὶ τὸ ἁπλοῦν.
“χρὴ δ’, ἐπὴν τείνωσι, τὰ θέναρα προσβάλλοντα διορθοῦν”. τὰ ἐξέχοντα τῶν χειρῶν ὀνομάζουσι θέναρα παρὰ τὸ θείνειν, ὡς ἔνιοι βούλονται τῶν χαιρόντων ἐτυμολογίαις. τούτοις γὰρ τοῖς ἐξέχουσι παίομεν ὅσαπερ ἂν παίωμεν. ἔνιοι δὲ οὐ πάντα τὰ ἐξέχοντα τῆς χειρὸς καλεῖσθαί φασιν, ἀλλὰ μόνα τὰ ὑπὸ τοῖς μεγάλοις δακτύλοις.
“ἔπειτα χρίσαντα κηρωτῇ μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα, οὕτως ἐπιδεῖν”. δύο χρεῖαι τῆς ἐπιδέσεώς εἰσιν · ἡ μὲν ἑτέρα τὰ καλῶς ὑφ’ἡμῶν ἀλλήλοις παρατεθέντα μέρη τοῦ καταγέντος ὀστοῦ κρατεῖν ἀσφαλῶς, ἡ δ’ἑτέρα δεξάμενα τὰ ὀθόνια τὸν χυμὸν ἢ τὸ φάρμακον, ὅπερ ἀναφλεγμαντότατον εἶναι δοκιμάσωμεν, ἐπικείμενον αὐτὸ φυλάττειν ἀεὶ τοῖς πεπονθόσι μέρεσιν. ἔνιοι μὲν γοῦν τοῖς ἐμπλαστοῖς χρῶνται φαρμάκοις, ἐμπλάττοντες ὀθονίοις αὐτὰ καὶ μετὰ τὴν ἐπίθεσιν ἔξωθεν ἐπιδοῦντες, ἔνιοι δὲ χυμῷ τινι τῶν ἐπιτηδείων εἰς τοῦτο, καθάπερ οἴνῳτε μόνῳ καὶ σὺν ἐλαίῳ καὶ πολλάκις τινὶ τῶν ὑγρῶν φαρμάκων, οἵα πέρ ἐστιν ἡ τοιαύτη κηρωτὴ διττῶς σκευαζομένη, ποτὲ μὲν ἤτοι γ’ἐν ῥοδίνῳ τηκομένου τοῦ κηρωτοῦ ἢ ἐν ἐλαίῳ, ποτὲ δὲ πίττης τι προσλαμβάνουσα ξηρᾶς, ἣν δὴ καὶ πισσηρὰν ὀνομάζουσι κηρωτήν. τὰ δ’ὑγρὰ φάρμακα καὶ σύστασιν ἔχει καὶ πάχος, οἷόν περ καὶ ἡ ὑγρὰ κηρωτή. γίγνεται δὲ τηκομένων ἐν ἐλαίῳ τῶν ἀφλεγμάντων ἐμπλάστρων, ὑπὲρ ὧν εἴρηται μέν τι καὶ ἐν τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως, ἐπὶ πλέον δ’ἔντε τῇ θεραπευτικῆς μεθόδου πραγματείᾳ καὶ τῇ περὶ συνθέσεως φαρμάκων δυνάμεως. ὁ δ’οὖν Ἱπποκράτης ὑγρᾷ μὲν κηρωτῇ κέχρηται. πολὺ μὲν γὰρ ἀφλεγμαντότερα τῆς σκληρᾶς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. τοῦ δὲ ποσοῦ καὶ τὴν χρῆσιν αὐτῆς ἐδήλωσε τὸν σκοπὸν εἰπὼν μὴ πάνυ πολλῇ, ὡς μὴ περιπλέῃ τὰ ἐπιδέσματα. τὸν δ’ἀντικείμενον ὅρον οὐκ ἐδήλωσεν ὡς ἡμῶν νοούντων. ἔστι δ’αὐτὸς, ὡς οὐ δ’οὕτως ὀλίγῃ κηρωτῇ χρῆσθαι προσῆκεν, ὡς φθάσαι ξηρανθῆναι τὰ τῶν ἐπιδέσμων ὀθόνια, πρὶν ἐπιλύεσθαι διὰ τρίτης. ἄξιον δ’ἐπισκέψεώς ἐστι διὰ τί κηρωτῇ κελεύει νῦν χρῆσθαι. καίτοι γε ἐν οἷς ἐξέσχεν ὀστοῦν τοῦ δέρματος οἴνῳ χρώμενος αὐστηρῷ μέλανι. δοκεῖ δέ μοι φρονεῖν μὲν ὥσπερ γενναιοτέρου βοηθήματος εἰς τὰ τοιαῦτα τοῦ οἴνου, παραλείπειν δ’αὐτὸν ἐπὶ τῶν ἄλλων καταγμάτων, ἐν οἷς οὐκ ἐγυμνώθη τι τῶν συντριβέντων ὀστῶν διὰ τὸ πολλῆς ἐπιμελείας δεῖσθαι τὴν χρῆσιν. εἰ μὴ γὰρ συνεχῶς ἐπιβρέχοιτο, μεγίστη γί νεται βλάβη ξηραινομένων τῶν ὀθονίων. ἐπιβρέχειν δὲ συνεχῶς καὶ μάλιστα νύκτωρ οὐκ ἐθέλουσιν οἱ πλεῖστοι τῶν ὑπηρετουμένων τοῖς κάμνουσιν. ἀλλ’ἐπεί περ εἰς τὰ ἔσχατα νοσήματα αἱ ἔσχαται θεραπεῖαι εἰς ἀκριβείην κράτισται, διὰ τοῦτ’ἐφ’ὧν ἐξέσχεν ὀστοῦν οἴνῳ χρῆσθαι κελεύει, ἔνθα δὲ χρῆται τῷ οἴνῳ, περὶ τῆς δυνάμεως αὐτοῦ τὰ πλείω. νυνὶ δ’ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐπειδὴ τὰ ἄλλα κατάγματα καὶ χωρὶς οἴνου δύναται θεραπεύεσθαι, μόνῃ τῇ κηρωτῇ χρωμένων ἡμῶν, οὐκ ἀναγκαῖόν ἐστιν ἐπ’αὐτῶν προσφέροντας ἁμαρτεῖν ὁπότε μέγα διὰ τὴν τῶν ὑπηρετουμένων ἀμέλειαν. ἔνθα δὲ μέγας ὁ κίνδυνος, ἐνταῦθα καὶ αὐτοὶ μὲν ἑκόντες οἱ ὑπηρέται ταλαιπωρεῖσθαι προαιροῦνται καὶ ἡμῖν δὲ παρακαλοῦσι πείθονται. καὶ μέντοι καὶ συνεχέστερον ἐπιφαινόμεθα τοῖς τοιούτοις διὰ τὸ τοῦ κινδύνου μέγεθος ἐνίοτε καὶ παραμένοντες ὅλης νυκτὸς, ὅταν μὴ σφόδρα θαρρῶμεν τοῖς ὑπηρέταις τὰ κελευόμενα πρᾶξαι πάντα καλῶς.
“ὅπως μὴ κατωτέρω ἄκρην τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ἀλλὰ σμικρῷ καὶ ἀνωτέρω, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιρρέῃ, ἀλλὰ ἀπολαμβάνηται”. ὅτι μὲν οὖν οὕτως σχηματίζεσθαι προσήκει τὸν πῆχυν ὡς ὑποτετάσθαι μὲν τῇ κερκίδι, γωνίαν δὲ ὀρθὴν ἐργάζεσθαι πρὸς μὲν τὸ τοῦ βραχίονος ὀστοῦν ἔμπροσθεν εἴρηται. δυναμένου δὲ τούτου γίγνεσθαι καὶ κατωτέρω τῆς ἄκρας χειρὸς, ὡς πρὸς τὸν ἀγκῶνα, καὶ ἀνωτέρω, εἰκότως ἐπιδιωρίσατο καὶ περὶ τοῦδε, κελεύσας ἀνωτέρω βραχὺ τὴν ἄκραν τοῦ ἀγκῶνος χεῖρα ἔχειν. ἴσμεν γὰρ τὰ κατάρροπα σχήματα ῥευμάτων αἴτια γιγνόμενα τοῖς πέρασι τῶν κώλων καὶ διὰ τοῦθ’ὡς οἱ δι’ὅλης τῆς ἡμέρας περιπατήσαντες, οἱ δ’ἀλεώτερά πως ἔχοντες τὰ σκέλη πρὸ παντὸς ποιοῦνται, νύκτωρ αὐτὰ σχηματίζειν ὑψηλότερα τοῦ ὅλου σώματος. οὕτως οὖν κα- κἀπὶ τῆς ὅλης χειρὸς ὁ Ἱπποκράτης κελεύει φυλάττεσθαι μὲν τὸ κατάρροπον σχῆμα, μεταδιώκειν δὲ τὸ ἀνάρροπον. κα- κἂν ἐπὶ πλέον δ’αὐτὴν ὑψηλοτέραν ἐκέλευσε τοῦ ἀγκῶνος ἴσχειν, εἰ μὴ καὶ τοῦτο τὸ σχῆμα τοῖς ἐν αὐτῷ χρονίζουσιν ὀδύνην παρεῖχεν, ὅλῃτε τῇ χειρὶ καὶ μάλιστα τοῖς προσθίοις τοῦ βραχίονος μυσίν. ὅτι μὲν οὖν ὀδυνῶδές ἐστιν ἡ πεῖρά σε διδάξει. τὴν δ’αἰτίαν τῆς ὀδύνης ἡ φύσις τῶν κινούντων μυῶν τὴν κατ’ἀγκῶνα διάρθρωσιν ἐπιδείξεται. εἰσὶ γὰρ οἱ κατὰ τὸ πρόσωτε κα- κἀκ τῶν ἔνδον μερῶν τοῦ βραχίονος, οὓς ὅταν κάμπτωμεν τὸν πῆχυν ἐπὶ τὴν ἰδίαν κεφαλὴν ἀνασπῶντες καὶ τείνοντες ἄνω συνανασπῶμεν καὶ συνανατείνομεν ἑαυτοῖς ὅλον τὸν πῆχυν, εἰς ὅσον ἐμπεφύκασι τοῖς κάτω μέρεσιν ἑαυτῶν, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἐπιρρέῃ, ἀλλ’ἀπολαμβάνηται ἐς ἄκρην. τοῦτο ἀναφέρειν ἐχρῆν πρὸς τὸ μὴ κατωτέρω τοῦ ἀγκῶνος ἄκραν τὴν χεῖρα ἔχειν. διὰ μέσου δὲ ἀμφοῖν εἴρηται τὸ, ἀλλὰ μικρῷ ἀνωτέρω, ὡς εἶναι τὸν ὅλον λόγον τοιοῦτον. ὅκως δὲ μὴ κατωτέρω ἄκραν τὴν χεῖρα ἕξει τοῦ ἀγκῶνος, ὡς μὴ τὸ αἷμα ἐς ἄκρον ἀπολαμβάνηται, ἀλλὰ σμικρῷ ἀνωτέρω.
“ἔπειτα ἐπιδεῖν τῷ ὀθονίῳ τὴν ἀρχὴν βαλλόμενος κατὰ τὸ κάτηγμα”. τὸ τὴν ἀρχὴν βάλλεσθαίτε καὶ μὴ βάλλεσθαι κατὰ τὸ κάταγμα διττῶς γίγνεται, ποτὲ μὲν κατὰ τὸ μῆκος τοῦ κώλου νοούντων ἡμῶν αὐτὸ, ποτὲ δὲ καὶ κατὰ τὸ πλάτος. ὅροι δὲ τοῦ κατὰ τὸ μῆκος βαλλομένην τὴν ἀρχὴν τοῦ ἐπιδέσμου τὸ τὴν πρώην αὐτοῦ περιβολὴν ἐν κύκλῳ γιγνομένην ὅλον σκεπάσαι τὸ κάταγμα. εἰ δ’ἤτοι τοσοῦτον ἀνωτέρω περιβάλλοις, ὡς μη δ’ὅλως ψαῦσαι τοῦ συντριβέντος ἢ κατωτέρω πάλιν αὖ τοσοῦτον, ὡς μη δ’ὅλως ἅψασθαι, τοῦτ’ἂν ἀληθῶς εἴποι τις μὴ κατὰ τὸ κάταγμα τὴν ἀρχὴν τοῦ ἐπιδέσμου. οὕτως μοι νόει κατὰ τὸ κά ταγμα βάλλεσθαίτε καὶ μὴ βάλλεσθαι τὴν ἀρχὴν τῶν ὀθονίων, κατὰ τὸ πλάτος δὲ, ἐπεὶ δ’ἄν αὐτὴν πρώτην ἐπίδεσιν ἐπίδεσμος ἤτοι γε τῇ τοῦ κατάγματος ἢ ἐξωτέρω ποιήσεται. ἐνταῦθα μὲν οὖν ὁ Ἱπποκράτης ὡς πρὸς τὸ μῆκος τοῦ κώλου βλέπων ἀπεφήνατο τὴν ἀρχὴν βάλλεσθαι κατὰ τὸ κάταγμα, τουτέστι μήτε ταπεινοτέραν μήθ’ὑψηλοτέραν αὐτοῦ. δηλοῖ δὲ ἐξ ὧν ἐπιφέρων εἶπεν · ἐπὴν δὲ περιβάλλῃ κατ’αὐτὸ δὶς ἢ τρὶς, ἐπὶ τὸ ἄνω δεδέσθω ἐπιδών. ἐν δὲ τῷ κατ’ἰητρεῖον, ἔνθα φησὶ τὴν ἀρχὴν βάλλεσθαι μὴ κατὰ τὸ ἕλκος, ἀλλ’ἔνθα καὶ ἔνθα. πρὸς τὸ τοῦ κώλου πλάτος ἀναφέρων εἶπεν, ὡς δηλοῖ πάλιν κα- κἀνταῦθα τὸ ἔνθα ἢ ἔνθα. ταύταις γὰρ ταῖς φωναῖς οἱ Ἕλληνες χρῶνται εἰς πλάτος δηλοῦντες. ἐν πολλοῖς δὲ τῶν ἀντιγράφων ἡ λέξις οὕτως ἔχει · ἀρχὴν βάλλεσθαι μὴ ἐπὶ τὸ ἕλκος, ἀλλὰ ἐπὶ τὸ ἅμμα.
“ἐρείδων μὲν οὖν, μὴ πιέζων δὲ κάρτα”. τὴν συμμετρίαν τῆς ἐπιβολῆς τῶν δεσμῶν ἐν τούτῳ τῷ λόγῳ διδάσκει. χρὴ γὰρ ἐρηρεῖσθαι μὲν αὐτοὺς εἰς τοσοῦτον, ὡς φυλάττειν ἀκίνητον τὰ κεχωρισμένα πέρατα τῶν ὀστῶν, οὐ μὴν οὕτως γε πεπιέχθαι σφοδρῶς, ὡς ὀδύνην παρέχειν τῷ κάμνοντι. πᾶσα γὰρ ὀδύνη χρονίζουσα καὶ μάλιστα ἐκθλίψεως αἰτία φλεγμονῆς γίγνεται. σκοποὶ μὲν οὗτοι τῆς τῶν ἐπιδέσμων πιέσεως, ἀκριβῶς δ’αὐτῶν στοχάζεσθαι κατ’ἀρχὰς μὲν οὐχ οἷόντε, πολλάκις δ’ἐπιδήσας δυνατόν. προσέχων γὰρ τὸν νοῦν ἀκριβῶς τῷ ποσῷ τῆς τάσεως ἣν ἐποιήσω περιβάλλων τὸν ἐπίδεσμον εἶτ’ἐρωτήσας τὸν ἐπιδούμενον, ὁποίας αἰσθάνεται τῆς περιβολῆς τῶν ὀθονίων, ἐκ δευτέρου περιβάλλων ἴσως προτέρῳ, ἐκλῦσαι δεῖ τὴν τάσιν ἢ ἐπαυξῆσαι · θλίβεσθαι μὲν γὰρ εἰπόντος πρόδηλον ὡς ἐκλῦσαι προσῆκεν. οὕτω δὲ εἶναι χαλαρὸν εἰπόντος, ὡς μη δ’ὅτι περίκειται γινώσκειν ἐπαυξῆσαι. καὶ μέντοι καὶ πρὶν ἐπ’αὐτοῦ τοῦ τὸ κάταγμα σχόντος ἄρχεσθαι τῆς ἐπιδέσεως, ἔνεστί σοι προγυμνάσασθαι, παιδάριον ὑγιὲς ἐπιδέσαντι πολλάκις · ἀλλὰ τῷ πυνθάνεσθαι τὰς ἀρτίως εἰρημένας πεύσεις. ἑτοιμότερος γὰρ οὕτως ἔσῃ πρὸς τὰς ἐν τοῖς κατάγμασι ἐπιδέσεις, ἔτι κα- κἀκεῖνο προσεννοῶν, ὅτι τῶν σωμάτων ὅσα μὲν ἰσχυρὰ καὶ σκληρότερα βιαιοτέρας ἀνέχεται τῆς πιέσεως, ὅσα δ’ἀσθενῆ καὶ μαλακὰ τῆς ἀνειμένης ταῦτα χρῄζει.
“ἐπὴν δὲ περιβάλλῃ κατὰ τω- τὠυτὸ δὶς ἢ τρὶς ἐπὶ τὸ ἄνω νεμέσθω ἐπιδέων, ἵνα αἱ ἐπιρροαὶ τοῦ αἵματος ἀπολαμβάνωνται καὶ τελευτησάτω κεῖθι”. αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ἣν ἄνω πρῶτον κελεύει τὴν νομὴν τῶν ὀθονίων ποιεῖσθαι. βούλεται γὰρ τὰς ἐπιρροὰς τοῦ αἵματος κωλύεσθαι τῶν ἄνω μερῶν τοῦ κώλου. κατὰ δὲ τὴν εἰρημένην ἐπίδεσιν οὐ μόνον ἀπείργεται τὸ ἐπιρρέον, ἀλλὰ καὶ τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεται. ἡ μὲν οὖν ἐπιρροὴ μίαν ὁδὸν ἔχει τὴν ἄνω θεν κάτω, ἡ δ’ἔκθλιψις ἀμφοτέρας, τήντ’ἄνωθεν κάτω καὶ τὴν κάτωθεν ἄνω. καὶ γὰρ εἰς τὸ κάτω τοῦ κώλου δυνατὸν ἐκθλῖψαί τι καὶ εἰς τὸ ἄνω. καὶ συμβουλεύει γε ἀμφοῖν ἐστοχάσθαι δύο κελεύων ἐπιδέσμοις χρῆσθαι · τὴν μὲν γὰρ ἀρχὴν ἔχουσιν ἀμφοτέροις ἀπὸ τοῦ πεπονθότος, ὡς κατὰ μῆκος σκοπούντων, ἐντεῦθεν δὲ τοῦ προτέρου μὲν ἄνω, τοῦ δευτέρου δὲ κάτω νεμομένου. βέλτιον γὰρ ἐκθλίβεσθαι τὸ αἷμα τοῦ πεπονθότος μορίου πρόςτε τὰ ὑπερκείμενα μέρη τοῦ κώλου καὶ τὸ σῶμα ἅπαν, ἐπειδὴ τὸ ἄκρον ἔλαττόν ἐστιν ἢ ὥστε δέξασθαι χωρὶς βλάβης δαψιλῆ χυμὸν, ὅπου μετὰ τὸν πρῶτον ἐπίδεσμον ἐκθλίβοντα τοῦ πεπονθότος μορίου τὸ αἷμα πρὸς τὴν ἀρχὴν τῆς χειρὸς, ἐὰν ὁ δεύτερος βιαιότερον σφίγξῃ, φλεγμονὴ γίνεται κατάτε τὸν καρπὸν καὶ τοὺς δακτύλους. διὰ ταῦτα τοιγαροῦν ἄνω πρῶτον ἐκπιέζειν χρὴ, μάλιστα μὲν εἰ οἷόντε πᾶν τὸ λυπῆσον, εἰ δ’ὑπολείποιτό τι σμικρὸν, ἐκθλίβειν τοῦτο εἰς κάτω διὰ τοῦ δευτέρου τῶν ἐπιδέσμων · εἰ δὲ βιαιότερος αὐτοῦ τὴν γνώμην ὅλην παρακολουθήσας τῇ περὶ τῆς ἐπιδέσεως διδασκαλίᾳ.
“χρὴ δὲ μὴ μακρὰ εἶναι τὰ πρῶτα ὀθόνια”. προσηκόντως εἶπε τοῦτο · τῶν γὰρ πρώτων ὀθονίων ἀρχομένων μὲν ἀπὸ τοῦ κατάγματος, ἄνω δ’ἀναφερομένων κα- κἀνταῦθα τελευτώντων ἀναγκαῖον ἔλαττον γίγνεσθαι τὸ μῆκος, οὐ τὰ δεύτερα μέλη λαμβάνειν, ἐφ’ὧν κελεύει κάτω πρῶτον ἀπὸ τοῦ κατάγματος ἀφικνουμένους ἄνω πάλιν ἰέναι πρὸς τὸν αὐτὸν τόπον, ἔνθα τοῦ πρώτου τῶν ἐπιδέσμων τὸ τέλος ἐποιησάμεθα.
“τῶν δὲ δευτέρων ὀθονίων τὴν μὲν ἀρχὴν βάλλεσθαι ἐπὶ τὸ κάτηγμα”. κατὰ λόγον ἐντεῦθεν γὰρ ἐκθλῖψαι βούλεται τὸ πλέον τοῦ αἵματος.
“περιβαλὼν δὲ ἅπαξ ἐς τὸ αὐτό”. ἅπαξ κελεύει περιβάλλειν τοῦ δευτέρου τῶν ὀθονίων τὴν ἀρχὴν οὐ δὶς ἢ τρὶς, ὡς τοῦ προτέρου. βούλεται γὰρ ἄνω μᾶλλον ἢ κάτω τὸ περιεχόμενον ἐν τοῖς περὶ τὸ κάταγμα μέρεσιν ἐκθλίβεσθαι κατὰ τὴν εἰρημένην αἰτίαν.
“ἔπειτα νεμέσθω ἐς τὸ κάτω καὶ ἐπὶ ἧσσον πιέζων, ἐπὶ μεῖζον διαβιβάσκων”. ἧττον σφίγγεσθαι τὸ κῶλον ὑπὸ τοῦ δευτέρου τῶν ἐπιδέσμων βούλεται δι’ἃς εἶπεν αἰτίας. οὐ μὴν οὐ δὲ πυκνὰς τὰς περιβολὰς τῶν ὀθονίων ποιεῖσθαι συμβουλεύων τοῦ προτέρου τῶν ἐπιδέσμων αὐτάρκως ἐργασαμένου τὴν ἐκ τῆς πυκνότητος χρείαν.
“ὡς ἂν αὐτέῳ ἱκανὸν γένηται τὸ ὀθόνιον ἀναπαλινδρομῆσαι κεῖθι, ἵνα περ τὸ ἕτερον ἐτελεύτησεν”. ὁ μὲν οὖν Ἱπποκράτης ἐπιδέσμοις δύο χρῆται πρὸ τῆς τῶν σπληνῶν ἐπιβολῆς, ἄλλοι δέ τινες ἐχρήσαντο τρισὶν, ἑνὶ μὲν ἐκ τοῦ κατάγματος ἄνω νεμομένῳ, καθάπερ ὁ Ἱπποκράτης ἐκέλευσε, δευτέρῳ δὲ ἐκ τοῦ κατάγματος κάτω καὶ τρίτῳ κάτωθεν ἄνω κατ’ἀμφοτέρων ὁμοῦ τῶν προτέρων ἑλισσομένων. καὶ μέντοι καὶ τῶν τριῶν ἐπιδέσμων ὁ δεύτερος αὐτοῖς ἐστι βραχύτερος ἑκατέρου τῶν λοιπῶν, ἐκεῖνοι δ’ἀλλήλοις ἴσοι διὰ τὸ τὸν μὲν πρῶτον αὐτῷτε τῷ κατάγματι περιβάλλεσθαι δὶς ἢ τρὶς, ἑλίσσεσθαίτε περὶ τὸ κῶλον περιβολαῖς πυκνοτέραις, τὸν δὲ δεύτερον ἅπαξ μὲν τῷ κατάγματι περιβάλλεσθαι, τὰς δὲ περιβολὰς ἔχειν ἀραιοτέρας · τὸν δὲ τρίτον κατ’ἀμφοῖν μὲν περιβάλλεσθαι. διὰ δὲ τὴν ἀραιότητα τῆς νομῆς οὐ γίγνεσθαι μακρότερον τοῦ πρώτου, ἀλλ’ὅτι τοὺς εἰρημένους τρεῖς ἐπιδέσμους οἱ δύο περιέχουσιν ἐν ἑαυτοῖς, οὓς Ἱπποκράτης ἔγραψε, δῆλόν ἐστι, κα- κἂν ἐγὼ μὴ λέγω, τοῦ δευτέρου τῶν ἐπιδέσμων εἰς δύο χρείας ὑπηρετοῦντος, ἃς ἐκεῖνοι διελόντες ἑνὶ μὲν ἐχρῶντο πρὸς τὴν ἐκ τοῦ κατεαγότος ἐπὶ τὸ κάτω νομὴν, ἑτέρῳ δὲ εἰς τὴν ἐντεῦθεν ἄνω πρὸς τὸ τοῦ πρώτου τῶν ἐπιδέσμων πέρας.
“ἐνταῦθα μὲν οὖν τὰ ὀθόνια ἐπ’ἀριστερὰ ἢ ἐπὶ δεξιὰ ἐπιδεδέσθω ἢ ἐπὶ ὁκότερα ἂν ξυμφέρῃ πρὸς τὸ σχῆμα τοῦ κατεάγματος καὶ ἐφ’ὁκότερα ἂν περιρρέπειν ξυμφέρῃ”. ἐν τοῖς κατάγμασι τῶν ὀστῶν ἡ ῥοπὴ τῆς διαστροφῆς ἐνίοτε μὲν ἐπὶ τὸ ἀριστερὸν, ἐνίοτε δ’ἐπὶ τὸ δεξιὸν γίγνεται τοῦ κώλου. χρὴ τοίνυν τῶν πρώτων δύο ἐπιδέσμων ἐξ ὑπεναντίου ποιεῖσθαι τὴν ἐπίδεσιν, ἀρχομένου μὲν ἐξ ἐκείνου τοῦ μέρους, εἰς ὃ τὸ κῶλον ἐνέκλινε, περιρρέοντα δ’ἐπὶ το- τοὐναντίον · οὕτως γὰρ ἰσόρροπον ἀπεργασθήσεται τὸ κατεαγὸς ὀστοῦν. τοῦτ’οὖν ἐστιν ὃ λέγει νῦν Ἱπποκράτης κελεύων ἡμᾶς τὴν νομὴν τῆς ἐπιδέσεως πρὸς τὸ σχῆμα τοῦ κατάγματος ποιεῖσθαι, ὅπερ ἐστὶ περιρρέπειν ἐπὶ τα- τἀναντία τῆς ἐκτροπῆς αὐτῶν.
“μετὰ δὲ ταῦτα σπλῆνας κατατείνειν χρὴ κεχρισμένους κηρωτῇ ὀλίγῃ · καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον”. οἱ σπλῆνες στήριγμα τῶν πρώτων δυοῖν ἐπιδέσμων εἰσὶν, οὓς ἰδίως ὑποδεσμίδας ὀνομάζει, ἐπιβάλλεται δ’αὐτοῖς ἐναντίως. ἐκεῖνοι μὲν γὰρ ἐγκάρσιοι περὶ τὸ κῶλον ἑλίττονται, κατὰ μῆκος δὲ οἱ σπλῆνες ἐπιτείνονται, τὴν πρώτην τὴν ἐκ δυοῖν ὀθονίων ἐπίδεσιν ὅλην καταλαμβάνοντες. κεχρῆσθαι δ’αὐτοὺς ὀλίγῃ κηρωτῇ κελεύει · περιρρυέντες γὰρ ἀστήρικτοι γιγνόμενοι διὰ τὸ πλῆθος αὐτῆς, ὥσπερ καὶ διὰ τὴν ὀλιγότητα τὴν ἀρχὴν οὐδὲν ἑνωθήσονται τοῖς ὑποδέσμοισιν. ἔστι γὰρ ὥσπερ τι πρὸς ἐκείνοις αὐτοῖς ἡ κηρωτή · φαίνεται δὲ κα- κἀπὶ τῶν ἄλλων ἁπάντων ὅσα κόλλῃ συνδεῖται τὸ μέτριον αὐτῆς ἄριστον. ἐπὶ δὲ τῶν σπληνῶν καὶ θλίψις γίνεται ξηρῶντ’ἐπιτεθειμένων τῶν ὀθονίων, ᾧπερ ἀντίκειται τὸ προσηνέστερον, ὥσπερ γε καὶ τῷ εὐθετώτερον ἀντίκειται τὸ διὰ τὸ πλῆθος τῆς κηρωτῆς ἀνέδραστον. εἰκότως οὖν ἔφη, καὶ γὰρ προσηνέστερον καὶ εὐθετώτερον. ἐκ μὲν τοῦ μη δ’ὅλως κεχρῆσθαι τῇ κηρωτῇ τοῦ σπληνὸς, ἀπολλυμένου τοῦ προσηνοῦς, ἐκ δὲ τοῦ πλέον ἢ χρὴ τοῦ εὐθέτου, τὸ γὰρ πλῆθος τῆς κηρωτῆς ὄλισθον αὐτῆς ἐργάζεται.
“ἔπειτα οὕτως ἐπιδεῖν τοῖσιν ὀθονίοισιν ὡς ἐναλλὰξ, ὁτὲ μὲν ἐπὶ δεξιὰ, ὁτὲ δὲ ἐπ’ἀριστερά · καὶ τὰ μὲν πλείω κάτωθεν ἀρχόμενος ἐς τὸ ἄνω ἄγειν. ἔστι δ’ὅτε καὶ ἄνωθεν ἐς τὸ κάτω”. αἱ μὲν ὑποδεσμίδες οὐκ ἐναλλὰξ ἀλλήλαις εἶχον τὴν νομὴν, ἀλλ’ἐπὶ το- τοὐναντίον ἀμφότεραι τῆς εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς ἐπανῆγον τὸ κῶλον. οἱ δὲ μετὰ τοὺς σπλῆνας ἀπόδεσμοι σκοπὸν ἔχοντες, ὅλον μὲν τὸ κῶλον ἀποδεῖν, ἅπασαν δὲ τὴν ἐπίδεσιν ὁποίαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις ποιοῦνται τὴν νομὴν, ὁ μὲν ἐπὶ τὸ δεξιὸν μέρος, ὁ δ’ἐπὶ τα- θάτερον ἑλιττόμενος, ὡσαύτως δὲ κάτω μὲν ὁ ἕτερος, ἄνω δὲ ὁ ἕτερος. οὕτως γὰρ μάλιστα φυλάξουσι τὴν ἐπίδεσιν οἵαν παρέλαβον φυλάττειν ἔμπαλιν ἀλλήλοις. διόπερ αἱ μὲν ἐπὶ τὰ δεξιάτε καὶ ἀριστερὰ κατὰ πᾶν ἴσαι γιγνέσθωσαν, αἱ δ’ἄνω καὶ κάτω μὴ πολὺ μὲν ἀλλήλων ὑπερεχέτωσαν. ὅμως δ’οὖν ἡ κάτωθεν ἄνω πλεονεκτείτω · ἀσφαλέστερον γὰρ τοῦτο διὰ τὴν ὀλίγον ὕστερον εἰρημένην αἰτίαν, ἡνίκα εἰς τὴν ἀρχὴν τοῦ κώλου τὸ αἷμα συνεβούλευσεν ἐκθλίβειν ἀπὸ τοῦ κατάγματος.
“τὰ δὲ ὑπόξηρα ἀκέεσθαι τοῖσι σπλήνεσι κυκλοῦντας. τῷ δὲ πλήθει τῶν περιβολέων μὴ πᾶν ἀθρόον ξυνδιορθοῦντα, ἀλλὰ κατὰ μέρος”. τὰ πέρατα τῶν κώλων στενότερον ἔχει τὸ εὖρος, ἅπερ · ὑπόξηρα καλεῖ. ταῦτ’οὖν αὐτῶν τὰ μόρια κελεύει περιβόλαια σπληνῶν ἐγκαρσίων πληροῦν ἅμα ταῖς τῶν ἐπιδεσμίων ἐπιβολαῖς πλεόνεσιν ἐνταῦθα γιγνομέναις οὐκ ἀθρόως ἐργαζόμενον τοῦτο. ποιήσεις γὰρ οὕτως ἀνώμαλον τὴν ἐπίδεσιν, ἀλλὰ κατὰ βραχὺ τὸ ἐνδεὲς ἀναπληροῦντα.
“προσπεριβάλλειν δὲ χρὴ χαλαρὰ καὶ περὶ τὸν καρπὸν τῆς χειρὸς ἄλλοτε καὶ ἄλλοτε”. συμφλεγμαίνειν μὲν εἴωθεν ἅπαντα τὰ πλησιάζοντα μέρη τοῖς πεπονθόσι. τὰ δὲ πέρατα τῶν κώλων μᾶλλον, ὅτι μικρὰ καὶ ἄσαρκα τελέως ἐστὶ καὶ διὰ τοῦτο τὴν ἐπιρρέουσαν ἐκ τῶν περὶ τὸ κάταγμα χωρίων ὕλην ἐπιπόνως ἐπιδέχεται. παρηγορεῖν οὖν αὐτὰ βούλεται τῇ τῆς κηρωτῆς ἐπιθέσει, ἣν ὁπότε ψιλὴν ἄνευ τοῦ σκεπάσαι τινὶ βέλτιον ἦν ἐπιβάλλειν αὐτοῖς, οὔθ’ἑτέροις ἐπιδέσμοις χρῆσθαι κατ’αὐτῶν ἀστήρικτον ἔχουσι τὴν ἀρχὴν καὶ τελευτὴν καὶ διὰ τοῦτο περιρρυησομένοις ἐν τάχει. συνεχρήσαντο οὖν τοῖς ὅλου τοῦ κατάγματος ἐπιδέσμοις, οὓς χαλαροὺς εἰκότως ἐπιβάλλει μὴ μέλλοντάς γε δυσχερείας παρέξειν, ἀλλὰ καὶ μίαν μόνην τὴν κώλυσιν τῆς φλεγμονῆς, κρατήματος γὰρ μηδενὸς χρῆται τὸ κατεαγός.
“πλῆθος δὲ τῶν ὀθονίων ἱκανὸν τὸ πρῶτον αἱ δύο μοῖραι”. κατὰ τὴν πρώτην ἁπασῶν ἐπίδεσιν πᾶσαν ἀξιοῖ τὸ πλῆθος τῶν ὀθονίων ἔλαττον ὑπάρχειν, ἧς οὐ δεησόμεθα προϊόντος τοῦ χρόνου. ἐδίδαξε γάρ σε πηλίκα χρὴ πλείστοις ὀθονίοις χρῆσθαι μικρὸν ὕστερον. ἐπεὶ δὲ τὸ πλῆθος τῶν ὀθονίων ἔκτε τοῦ ἀριθμοῦ καὶ τοῦ μήκους τῶν ἐπιδέσμωντε καὶ σπληνῶν αὐξάνεται ζητήσεις ὡς ποτέρα μείζους ἢ πλείους κελεύει σοι ποιεῖν τοὺς ἐπιδέσμους ἐπὶ προσήκοντι τῷ χρόνῳ, καὶ μέντοι καὶ πηλίκον εἶναι προσήκει ἕκαστον. τὸ μὲν οὖν πλάτοςτε καὶ μῆκος αὐτὸς ὥρισεν ἐν τῷ κατ’ἰητρεῖον εἰπὼν, τριῶν ἢ τεττάρων πήχεων μὲν μῆκος, δακτύλων δὲ πλάτος οὐ δὲ νῦν εἰπεῖν παρέλειπε. δύο γὰρ ὑποδεσμίδας ἀξιοῖ ποιεῖσθαι δι’ὅλης τῆς ἐπιδέσεως. τούς γε μὴν σπλῆνας ὅτι τριπήχεις ἢ τετραπήχεις εἶναι προσήκει καὶ τοῦτ’αὐτὸς ἐδίδαξεν. ἀριθμὸν δ’αὐτὸς εἰκὸς εἶναι τοσοῦτον, ὅσον δ’ἂν αὐτάρκως περιλαμβάνῃ τὸ κῶλον. οἱ δ’ἔξωθεν ἐπίδεσμοι κατὰ τῶν σπληνῶν ἐπιβαλλόμενοι δύο μὲν εἰς τὰ πολλὰ γενήσονται, κάτωθεν μὲν ἄνω τὴν φορὰν ποιούμενος ὁ ἕτερος αὐτῶν, ἄνωθεν δὲ κάτω πάλιν ὁ ἕτερος. ἐγχωρεῖ γε μὴν καὶ τρεῖς καὶ τέτταρας αὐτοὺς ποιεῖν, ἀλλ’ἡμεῖς ἀεὶ δυοῖν χρώμεθα. πρὸς τούτους οὖν τις ἀποβλέπων τοὺς σκοποὺς εὔδηλον ὅτι στοχάσεται κατ’ἀρχὰς μὲν ταῖς δύο μοίραις τῶν ὀθονίων χρῆσθαι. καθ’ὃν δ’ἂν χρόνον ἀφλέγμαντον ᾖ τὸ πεπονθὸς μέρος ταῖς τρισὶν. ἐν μὲν οὖν τῷ κατ’ἰητρεῖον, ὡς ἔφην, ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων ἀξιοῦντος αὐτοῦ τριῶν ἢ τεττάρων εἶναι πήχεων τῶν ἰδίων δηλονότι τοῦ ἐπιδέσμου. γελοῖον γὰρ εἰ τύχῃ παιδίον δυοῖν ἢ τριῶν ἐτῶν οὕτω μακροῖς ὀθονίοις ἐπιδησόμενος ὡς ἀνδρὸς τελείου τεττάρων πήχεων εἶναι τὸ μῆκος ἢ τὸν τέλειον, οὕτως βραχέσιν ὡς τριῶν ἢ τεττάρων εἶναι τῶν τοῦ παιδίου, κατὰ μέντοι τοῦτο βιβλίον οὐχ ὥρισε τὸ μῆκος τῶν ἐπιδέσμων, ὥσπερ οὐ δὲ τὸ πλάτος ἡμῖν ἀπολείπων στοχάζεσθαι. δῆλον γὰρ ὅτι πρὸς τὸ μέγεθος τοῦ κατάγματος ἁρμοττομένους ἡμᾶς εὑρίσκειν χρὴ τὸ μῆκος τῶν ἐπιδέσμων, ἀεὶ μὲν τῆς ἐπιδέσεως, ὡς αὐτὸς ἐκέλευσε, προσλαμβανούσης πολὺ τοῦ ὑγιοῦς, οὐκ ἀεὶ δὲ τα- ταὐτὸ, ἀλλὰ κατὰ τὸ μέγεθος, ὡς ἔφη, τοῦ κατάγματος. εἰ δὲ δὶς ἢ τρὶς αὐτῷ τῷ κατάγματι περιβάλλειν χρὴ, μετὰ δὲ ταῦτα πυκναῖς ταῖς περιβολαῖς χρώμενον ἄνευ τελευτῆσαι πολὺ τοῦ ὑγιοῦς ἐπιβάλλοντα. τηλικοῦτον δηλονότι προσήκει τὸ πρῶτον ὀθόνιον ὑπάρχειν, ὡς ἐξαρκέσαι ταῖς πρώταις περιβολαῖς ταῖς εἰρημέναις. ὡσαύτως δὲ καὶ κατὰ τοὺς ἄλλους ἐπιδέσμους τὸ μῆκος αὐτάρκες γιγνέσθω, ὡς ταῖς ὑπ’αὐτοῦ γεγραμμέναις λέξεσιν ἀρκέσαι. τό γε μὴν πλάτος τῶν ἐπιδέσμων ἐξ ὦν εἴρηκεν αὐτὸς σκοπῶν εὑρήσεις. ἡρμόσθω μὲν γὰρ, φησὶ, πεπιέχθω δὲ μή · τὸ δ’ἡρμόσθαι τὸ οἷον ἐστηρίχθαι δηλοῖ. τοῦτο δ’ἔσται μὴ πάνυ πλατέων παρεσκευάσθαι τῶν ὀθονίων, ῥυσοῦται γὰρ ἐν ταῖς περιβολαῖς τὰ τοιαῦτα, ἐπεὶ ἄλλως γε τὸ πλατύτερον ὀθόνιον, ὡς ἂν πλείονα τόπον περιλαμβάνον ἀσφαλέστερον κρατεῖ τὰ κατεαγότα μόρια τῶν ὀστῶν καὶ ὅσον ἐπὶ τοῦτο κάλλιστος ἂν ἦν πλατύτατος ὁ ἐπίδεσμος. ἀλλὰ γὰρ ἐπειδὴ ῥυσούμενος ὁ τοιοῦτος, ἐν οἷς ἂν παραθῇ τοῦτο πάθῃ μέρεσιν ἑαυτοῦ χαλαρώτερος γιγνόμενος, ἀπόλλυσι τὴν ἀσφαλῆ λαβὴν τῶν ὑποκειμένων σωμάτων, διὰ τοῦτο χρὴ μὴ πάνυ πλατὺν ὑπάρχειν αὐτόν. αὐξανέσθω δή σοι τὸ τοῦ ὑποδέσμου πλάτος ἄχρις ἂν ἐνδέχηται, ὡς μηδέπω γίγνεσθαι χαλαρὸν αὐτοῦ τὸ μέρος, διὸ καὶ τὰ τοιαῦτα πάντα κάλλιον ὁ τετριμμένος πράξει. στοχαστικοὶ γὰρ οἱ σκοποὶ καὶ οὐδεὶς τοιοῦτος, οἷον ἐν τῷ γράφειντε καὶ ἀναγινώσκειν. διὰ τί δὲ πλείοσιν ὀθονίοις ὕστερον χρῆσθαι κελεύει, τηνικαῦτα ἀκούσῃ ὅταν ἐπὶ τὴν ῥῆσιν ἐν ᾗ ταῦτα γράφει παραγενώμεθα.
“σημεῖα δὲ τοῦ καλῶς ἰητρευμένου ταῦτα καὶ ὅρος ἐπιδεομένου εἰ ἐρωτῴης αὐτὸν εἰ πεπίεκται καὶ εἰ φαίη μὲν πεπιέχθαι, ἡσύχως δὲ καὶ μάλιστα εἰ κατὰ τὸ κάτηγμα φαίη. τοιαῦτα τοίνυν φάναι χρὴ πεπρηγμένα διὰ τέλεος τὸν ὀρθῶς ἐπιδεόμενον”. ἐπεὶ δὲ στοχαστικοῖς, οὐκ ἐπιστημονικοῖς σκοποῖς οὐ δὲ ἡμᾶς χρησομένους ἐν ταῖς τῶν ὀθονίων περιβολαῖς, διὰ τοῦτο σημείοις ἀσφαλέσι κρίνειν ἀξιοῖ τὸ κατωρθωμένοντε καὶ διημαρτημένον αὐτοῖς. ἐὰν μὲν ἱκανῶς θλίβηται πρὸς τῶν ἐπιδέσμων ὁ κάμνων, ἐν τάχει λύσαντες ἄμεινον ἐπιδήσομεν, ἐὰν δὲ χαλαρώτεραι τοῦ προσήκοντος αἱ περιβολαὶ τῶν ὀθονίων ὦσι, μὴ πάνυ πολὺν ἀναμένωμεν χρόνον · ἡ μὲν γὰρ ἰσχυρὰ θλίψις ὀδύνηντε καὶ φλεγμονὴν καί ποτε καὶ νέκρωσιν ἐπιφέρει κατὰ τὸ τοῦ κώλου πέρας. ἡ χαλαρὰ δὲ ἐπιβολὴ τῶν ὀθονίων ἀκίνδυνος μὲν εἰς ταῦτα, διαστρέφεσθαι δὲ ἐπιτρέπει τῷ κώλῳ ἐπὶ τὸ κάταγμα. κατεπείγει τοιγαροῦν ἡ σφοδρὰ θλίψις, ὡς ἐν αὐτῇ τῇ ἡμέρᾳ κατεπιδεῖν ἀναγκάζειν, οὐ μήν γε ἡ χαλαρά · μίαν μὲν γὰρ ἀναμένει πάντως. δύναιτο δ’ἄν ποτε καὶ τὰς δύο · διὰ τοῦτο γοῦν ἐρωτᾷν ἀκριβῶς χρὴ τὸ ἐπιδεδεμένον, ὁποίας τινὸς αἰσθάνεται τῆς τῶν ὀθονίων ἐπιβολῆς, ἵνα ἐξ ὧν ἀποκρίνεται διαγινώσκωμέν τι περὶ τῆς κατὰ τὴν ἐπίδεσιν ἐπανορθώσεως. προσῆκον δὲ, φησὶ, κατὰ τὸ κάταγμα δεῖν ἀποκρίνεσθαι τὸν ἐπιδεδεμένον αἰσθάνεσθαι μᾶλλον ἤπερ κατὰ τὰ ἄλλα μέρη τοῦ κώλου τῆς ἐκ τῶν ὀθονίων ἐπιδέσεως. αἰσθητικώτερόντε γὰρ τοῦτο τῶν θλιβέντων ἐστὶ, διότιτε πέπονθεν ἡμεῖςτε μᾶλλον ἐπιέσαμεν ἐνταῦθα τὸν ἐπίδεσμον, ὡς ἂν βουλόμενοι τὸ πᾶν αἷμα ἐκθλίβειν, ἐφ’ἑκατέρου τοῦ κώλου πόρρω τοῦ κατάγματος, οὕτω γὰρ ἔμελλεν ἀφλέγμαντον ἔσεσθαι τὸ πεπονθός.
“σημεῖα δὲ ταῦτα τῆς μετριότητος, τὴν μὲν ἡμέρην ἣν ἂν ἐπιδεθῇ καὶ τὴν νύκτα δοκείτω αὐτὸς ἑαυτῷ μὴ ἐπὶ ἧσσον πεπιέχθαι, ἀλλ’ἐπὶ μᾶλλον. τῇ δ’ὑστεραίῃ οἰδημάτιον ἐλθεῖν ἐς χεῖρα ἄκρην μαλθακόν · μετριότητος γὰρ σημεῖον τῆς πιέσιός σου”. ἐπειδὴ τὸ κῦρος τῆς ἐπιδέσεως ἐν τῷ ποσῷ τῆς πιέσεώς ἐστιν, ὑφίσταται δὲ τὸ ποσὸν τοῦθ’ὑπαλλάσσεσθαι διὰ τὴν ἐν μαλακότητίτε καὶ σκληρότητι διαφορὰν τῶν μορίων, οὐχ ἥκιστα δὲ καὶ διὰ τὸ τινὰ μὲν σώματα φύσει δυσαίσθητα, τινὰ δὲ εὐαίσθητα ὑπάρχειν, εἰκότως ἐκ πολλῶν σημείων πειρᾶται τὴν ἀσφάλειαν τῶν θεραπευομένων πορίζεσθαι. διὰ τοῦτ’οὖν οὐκ ἤρκεσεν αὐτῷ μόνα τὰ ἐκ τῆς ἐρωτήσεως, ἀλλὰ καὶ τοῖς μορίοις αὐτοῖς ἀξιοῖ προσέχειν ἡμᾶς καὶ μάλιστά γε τοῖς πέρασιν αὐτῶν. οἰδημάτιον γὰρ ἔσεσθαί φησιν, ἐὰν συμμέτρως πιέσωμεν ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν μαλθακὸν, ὅπερ ἐστὶ τὸ εἶκον, εἰ πιέζομεν αὐτὸ, τοὺς δακτύλους ἐπιβάλλοντες, ὡς εἴ γε τοῦτο τὸ οἰδημάτιον ἢ μη δ’ὅλως εὕροιμεν ἢ σκληρὸν εἰδέναι χρὴ σαφῶς, ἐνδεέστερον μὲν πεπιέχθαι τὸ κάταγμα, μη δ’ὅλως εὑρεθέντος ἐπὶ μᾶλλόν γε τεθλίφθαι σκληροῦ φανέντος. εὔδηλον γὰρ ὅτι τῶν ἐκθλιβομένων χυμῶν ὑπὸ τῆς ἐπιδέσεως ἐπὶ τὸ πέρας τοῦ κώλου πολλῶν γιγνομένων, πληρωθήσεται τὸ ἄκρον αὐτοῦ καὶ θλιβόμενον τοῖς δακτύλοις οὐχ ὑπείξει. καὶ τοῦτ’ἔσται σοι σημεῖον σφοδρᾶς πιέσεως, ὥσπερ γε καὶ εἰ μη δ’ὅλως οἰδήσειεν ἡ ἄκρα χεὶρ, ἔσται σοι καὶ τοῦτο τεκμήριον τοῦ μη δ’ὅλως ἐκτεθλίφθαιτε πρὸς τῆς ἐπιδέσεως. ἀνάλογον μὲν γὰρ ἀεὶ τῷ πόσῳ τῆς πιέσεως τὸ ποσὸν τῶν ἐκθλιβομένων γίνεται χυμῶν. ἀναλόγως δὲ τούτῳ τὸ ποσὸν ὂν τοῦ οἰδήματος, ὥστ’εἰκότως ἀντίτυπον μὲν καὶ μέγα τὸ κατ’ἄκρον τὸ κῶλον οἴδημα γίγνεται, σφοδρῶς θλιψάντων τὸ κατεαγὸς αὐτοῦ μέρος. εἶκον δὲ καὶ μικρὸν ἀτρέμα πιεσάντων, ὥσπερ εἰ καὶ μη δ’ὅλως πιέσαιμεν, οὐ δ’ὅλως ἔσται τὸ οἴδημα. πρόδηλον οὖν ὡς μεγάλου μὲν ἀντιτύπου φανέντος οἰδήματος ἐν ἄκρᾳ τῇ χειρὶ κατὰ τὴν δευτέραν ἡμέραν ἀντικωλυτέον ἐστὶ καὶ καταντλητέον ὕδατι πολλῷ θερμῷ παραχέοντας δαψιλὲς ἔλαιον ἐπιδετέοντε μετρίως πιέζοντας. εἰ δὲ μη δ’ὅλον εἴη γεγονὸς οἴδημα κατὰ τὴν δευτέραν ἡμέραν, ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἐπιλύσας δήσεις εὐτονώτερον, εἰ δὲ μέτριον εἴη γεγονὸς οἰδημάτιον, ὁ μὲν οὖν Ἱπποκράτης καὶ τοῦτο διὰ τρίτης λύει, ἐγὼ δὲ εἰς τὴν τετάρτην ἡμέραν ἀναβαλλόμενος ἐνίοτε μὲν καὶ πέμπτην μάλιστα ἐν χειμῶνι χεῖρον οὐδὲν εὗρον γιγνόμενον.
“τελευτώσης δὲ τῆς ἡμέρης ἐπὶ ἧσσον δοκείτω πεπιέχθαι, τῇ δὲ τρίτῃ χαλαρά σοι δοκείτω εἶναι τὰ ἐπιδέσματα, κα- κἢν μέν τι τούτων τῶν εἰρημένων ἐλλίπῃ, γινώσκειν χρὴ ὅτι χαλαρωτέρη ἐστὶν ἐπίδεσις τοῦ μετρίου · ἢν δέ τι τῶν εἰρημένων πλεονάζῃ, χρὴ γινώσκειν ὅτι μᾶλλον ἐπιέχθη τοῦ μετρίου καὶ τουτέοισι σημαινόμενος τὸ ὕστερον ἐπιδέων ἢ χαλᾷν μᾶλλον ἢ πιέζειν”. οὐ μὰ Δία, καθάπερ οἴονταί τινες, ἐκ τῆς τάσεως μακροτέρων γιγνομένων τῶν ὀθονίων ἡ ἐπίδεσις ἐν τῷ χρόνῳ χαλαρωτέρα φαίνεται, ἀλλ’ὅτι προστέλλεται τὸ κῶλον ἰσχνούμενον, ὅταν ὀρθῶς ἐπιδέηται, καὶ τοῦτ’ἐναργῶς φαίνεται διὰ παντὸς ἐπὶ πάντων τῶν καταγμάτων, ὡς καὶ αὐτὸς ὁ Ἱπποκράτης δηλώσει.
“ἀπολύσαντα δὲ χρὴ τριταῖον ἐόντα κατατεινάμενον καὶ διορθωσάμενον, κα- κἢν μετρίως τὸ πρῶτον ἐτετυχήκεις ἐπιδήσας · ταύτην τὴν ἐπίδεσιν χρὴ ὀλίγῳ μᾶλλον ἢ ἐκείνην πιέσαι. βάλλεσθαι δὲ χρὴ τὰς ἀρχὰς κατὰ τὸ κάτηγμα, ὥσπερ καὶ τὸ πρότερον · ἢν μὲν τοῦτο πρότερον ἐπιδέῃς, ἐξαρείαται ἐκ τούτου οἱ ἰχῶρες ἐς τὰς ἐσχατιὰς ἔνθα καὶ ἔνθα. ἢν δέ τι ἄλλο πρότερον πιέζῃς, ἐς τοῦτο ἐξαρείαται ἐκ τοῦ πιεχθέντος, ἐς πολλὰ δ’εὔχρηστον τὸ ξυνιέναι · οὕτως οὖν ἄρχεσθαι μὲν ἀεὶ χρὴ τὴν ἐπίδεσιν καὶ τὴν πίεσιν ἐκ τουτέου τοῦ χωρίου. τὰ δ’ἄλλα κατὰ λόγον, ὡς ἂν προσωτέρω ἀπὸ τοῦ κατάγματος ἀγάγῃς ἐπὶ ἧσσον τὴν πίεσιν ποιέεσθαι. χαλαρὰ δὲ παντάπασιν μηδέποτε περιβάλλειν, ἀλλὰ προσπεπτωκότα. ἔπειτα δὲ πλείοσιν ὀθονίοισιν χρὴ ἐπιδεῖν ἑκάστην τῶν ἐπιδεσίων. ἐρωτώμενος δὲ φάτω ὀλίγῳ μᾶλλον οἱ πεπιέχθαι ἢ τὸ πρότερον καὶ μάλιστα φάτω κατὰ τὸ κάτηγμα · καὶ τὰ ἄλλα δὲ κατὰ λόγον καὶ ἀμφὶ τῷ οἰδήματι καὶ ἀμφὶ τῷ πονέειν καὶ ἀμφὶ τῷ ῥηίζειν κατὰ λόγον τῆς προτέρης ἐπιδέσιος γινέσθω. ἐπὴν δὲ τριταῖος ᾖ, χαλαρωτέρα οἱ δοκείτω εἶναι τὰ ἐπιδέσματα, ἔπειτα ἀπολύσαντα χρὴ αὖθις ἐπιδῆσαι ὀλίγῳ μᾶλλον πιέζοντα καὶ ἐν πᾶσι τοῖσιν ὀθονίοισιν οἷσί περ ἤμελλεν ἐπιδεῖσθαι καὶ ἔπειτα πάντα αὐτὸν ταῦτα καταλαβέτω, ἅπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισιν τῶν ἐπιδεσίων”. ἐν μὲν τῇ πρώτῃ τῶν ἡμερῶν εἰ ὅσον προσήκει πιέζειν οὐ πιέσομεν ὀδυνωμένου τοῦ κάμνοντος ἐπὶ τῇ πληγῇ, πάντων δὲ καλῶς γεγενημένων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἀνωδυνώτερον ἔχοντες τὸν ἄνθρωπον αὐξήσομεν τὴν τάσιν, οὐ μὴν οὐ δὲ νῦν, εἰς ὅσον ἡ διάθεσις ἀπαιτεῖ. τοῦτο γὰρ ἐὰν ὀρθῶς πάντα γένηται, κατὰ δὲ τὴν πέμπτην ἡμέραν ὑπάρξει, διὸ καὶ τοῖς ὀθονίος πλείστοις χρῆσθαι τηνικαῦτα καὶ τῇ τάσει τελεωτάτῃ μεμνημένων ἡμῶν, ὡς ἁπάντων τῇ προσηκούσῃ τάξει γιγνομένων ὁ λόγος οὗτος αὐτῷ περαίνεται, ὡς εἴ γε διὰ τὸ πλημμεληθὲν ἐν τῷ μεταξὺ μηδέπω τελέως ἀφλέγμαντος ἡ χεὶρ εἴη τῇ πέμπτῃ τῶν ἡμερῶν, οὐ δ’ἡμεῖς χρησόμεθα τοῖς ὀθονίοις πᾶσιν. ἡ μὲν γὰρ ἀσφάλεια τῆς τῶν κατεαγότων ἐπιδέσεως καὶ τοῦ πλήθους τῶν ὀθονίων, ὡς αὐτὸς ἔφη γίγνεται. μάλιστα δ’αὐτῇ χρώμεθα κατ’ἐκεῖνον τὸν καιρὸν, ἐν ᾧ προσεσταλμένον μὲν ἱκανῶς φαίνεται τὸ περὶ τὸ κάταγμα χωρίον, αὐτὸ δὲ τὸ συντετριμμένον ὀστοῦν χαλαρὸν καὶ εὐπαράγωγον εἰς κατόρθωσιν. ἐὰν οὖν ποτε συμβῇ μὴ γενέσθαι τοῦτο κατὰ τὴν πέμπτην ἡμέραν, ἀναμενοῦμεν ἑτέραν περίοδον λύσεως εἰς τὴν ἑτέραν ἑβδόμην ἀφικνουμένην δηλονότι. διὰ τρίτης γὰρ ἀξιοῖ λύειν καὶ μετεπιδεῖν, ἄχρις ἂν εἰς νάρθηκας ἐμβάλλῃ τὸ κάταγμα χάριν τοῦ καταντλεῖν ὕδατι θερμῷ κενώσεως ἕνεκα τῶν ἐν τῷ κατεαγότι μορίῳ χυμῶν, ὅσοι λεπτοὶ καὶ ὀρρώδεις εἰσὶ διαπνέεσθαι δεόμενοι. ἅμα δὲ καὶ παρηγορητικὸν ὀδύνης τοῦτο καὶ κνήσεως ἰατικὸν, ὡς ὅταν γε μήτε κνήσεως αἰσθάνηται μήτε ὀδύνης ὁ ἄνθρωπος ἅπαντάτε τὰ λελεγμένα σημεῖα τοῦ περαίνεσθαι καλῶς τὰ περὶ τὸ κάταγμα φαίνηται, κα- κἂν διὰ τετάρτης λύσῃς, οὐδὲν βλάψεις καὶ μάλιστα χειμῶνος, ἔτι δὲ μᾶλλον ἀνθρώπους ἀγροίκους ἀλουτεῖν εἰθισμένους τὰ πολλά. τοὺς δὲ καθ’ἑκάστην ἡμέραν εἰωθότας λούεσθαι καὶ μᾶλλον εἰ δὶς τοῦτο ποιεῖν, οὐ χρὴ διὰ μακροῦ λούειν, ἔτι δὲ μᾶλλον εἰ καὶ μαλακόσαρκοι φύσει τύχοιεν εἶναι.
“ἐπὴν δὲ τριταῖος γένηται, ἑβδομαῖος δὲ ἀπὸ τῆς πρώτης ἐπιδέσιος, ἢν ὀρθῶς ἐπιδέηται, τὸ μὲν οἴδημα ἐν ἄκρῃ τῇ χειρὶ ἔσται, οὐ δὲ τοῦτο λίην μέγα. τὸ δ’ἐπιδεόμενον χωρίον ἐν πάσῃσι τῇσιν ἐπιδέσεσιν ἐπὶ τὸ λεπτότερον καὶ ἰσχνότερον εὑρεθήσεται. ἐν δὲ τῇ ἑβδόμῃ καὶ πάνυ λεπτὸν καὶ τὰ ὀστέα τὰ κατεηγότα ἐπὶ μᾶλλον κινεύμενα καὶ εὐπαράγωγα ἐς κατόρθωσιν. καὶ ἢν ᾖ ταῦτα τοιαῦτα, κατορθωσάμενον χρὴ ἐπιδῆσαι ὡς ἐς νάρθηκας, ὀλίγῳ μᾶλλον πιέσαντας ἢ τὸ πρότερον, ἢν μὴ πόνος τις πλείων ᾖ ἀπὸ τοῦ οἰδήματος τοῦ ἐν ἄκρῃ τῇ χειρί. ἐπὴν δ’ἐπιδήσῃς τοῖσιν ὀθονίοισι τοὺς νάρθηκας περιθεῖναι χρὴ καὶ περιλαβεῖν ἐν τοῖσι δεσμοῖσιν ὡς χαλαρωτάτοισιν, ὁκόσον ἠρεμέειν ὥστε μηδὲν ξυμβάλλεσθαι ἐς τὴν πίεσιν τῆς χειρὸς τὴν τῶν ναρθήκων πρόσθεσιν. μετὰ δὲ ταῦτα ὅτε πόνος αἵτε ῥᾳστῶναι αἱ αὐταὶ γινέσθωσαν, αἵπερ καὶ ἐν τῇσι πρώτῃσι περιόδοισι τῶν ἐπιδεσίων. ἐπὴν δὲ τριταῖος ἐὼν φῇ χαλαρὸν εἶναι, τότ’ἔπειτα χρὴ τοὺς νάρθηκας ἐρείσασθαι, μάλιστα μὲν κατὰ τὸ κάτηγμα, ἀτὰρ καὶ τα- τἄλλα κατὰ λόγον, εἴπερ καὶ ἡ ἐπίδεσις ἐχάλα μᾶλλον ἢ ἐπίεζε. παχύτατον δὲ χρὴ εἶναι τὸν νάρθηκα, ᾗ ἐξέστη τὸ κάτηγμα, μὴ μὲν πολλῷ. ἐπιτηδεύειν δὲ χρὴ μάλιστα μὲν κατ’ἰθυωρίην τοῦ μεγάλου δακτύλου, ὡς μὴ κείσεται ὁ νάρθηξ, ἀλλὰ τῇ ἢ τῇ, μη δὲ κατὰ τὴν τοῦ σμικροῦ δακτύλου ἰθυωρίην, ᾗ τὸ ὀστέον ὑπερέχειν ἐν τῷ καρπῷ, ἀλλὰ τῇ ἢ τῇ. ἢν δὲ ἄρα πρὸς τὸ κάτηγμα ξυμφέρει κεῖσθαι κατὰ ταῦτά τινας τῶν ναρθήκων βραχυτέρους αὐτοὺς χρὴ τῶν ἄλλων ποιέειν, ὡς μὴ ἐξικνέωνται πρὸς τὰ ὀστέα τὰ ὑπερέχοντα παρὰ τὸν καρπὸν, κίνδυνος γὰρ ἑλκώσιος καὶ νεύρων ψιλώσιος. χρὴ δὲ διὰ τρίτης ἐρείδειν τοῖσι νάρθηξιν πάνυ ἡσυχῇ οὕτω τῇ γνώμῃ ἔχοντας, ὡς οἱ νάρθηκας φυλακῆς εἵνεκα τῆς ἐπιδέσιος προσκέωνται, ἀλλ’οὐ τῆς πιέσιος εἵνεκεν ἐπιδέωνται. ἢν μὲν οὖν εὖ εἰδῇς ὅτι ἱκανῶς τὰ ὀστέα ἀπίθυνται ἐν τῇσι προτέρῃσιν ἐπιδέσεσιν καὶ μήτε κνησμοί τινες λυπέωσι μήτε τις ἕλκωσις μηδεμία ὑποπτεύηται εἶναι, ἐᾷν χρὴ ἐπιδεδέσθαι ἐν τοῖσι νάρθηξιν, ἔστ’ἂν ὑπὲρ εἴκοσιν ἡμέρας γίνηται · ἐν τριήκοντα δὲ μάλιστα τῇσι ξυμπάσῃσι κρατύνεται ὀστέα τὰ ἐν τῷ πήχει τὸ ἐπίπαν”. εἰ τοιοῦτον ἐδυνάμεθα ποιῆσαι τὸ κατεαγὸς ἐν τῇ τρίτῃ τῶν ἡμερῶν, ὁποῖον εἰς τὰ πολλὰ κατὰ τὴν ἑβδόμην γίνεται, τοὺς νάρθηκας ἀναγκαῖον περιεβάλλομεν. ἐπεὶ δὲ, ὡς εἶπεν αὐτὸς, ἐν τῇ ζʹ πάνυ λεπτὸν φαίνηται, δι’οὖ ῥήματος ἐδήλωσε τὸ καὶ τῆς ὑγιεινῆς αὐτὸ καταστάσεως ὡς εἶχε πρότερον ἰσχνότερον γίγνεσθαι, διὰ τοῦτο κατ’αὐτὴν τὴν ἡμέραν αὐτῷ περιτίθησι τοὺς νάρθηκας ἐπιμελέστατα δηλονότι διαπλάσας νῦν τὸ κῶλον, ὡς ἂν καὶ τῶν ὀστῶν μὲν χαλαρῶν. εἰ δὲ χρεία τῶν ναρθήκων ἐστὶν, ἥπερ δὴ καὶ τῶν σπληνῶν ἔμπροσθεν εἴρηται, κρατεῖσθαι τὸ κατεαγὸς ὀστοῦν. ἐπεὶ δὲ συμφῦναι πρὸς ἑαυτὸ καθάπερ ἡ σὰρξ οὐ δύναται διὰ τὴν φυσικὴν ξηρότητα, οἷον δεσμός τις ὢν ὁ πῶρος αὐτῶν γίγνεται περιφυόμενος τοῖς χείλεσι τοῦ κατάγματος. ἡ γένεσις δ’αὐτῷ τὸ ἐξ αὐτοῦ τοῦ συντριβέντος ὀστοῦ τῆς τροφῆς περίττωμα · καὶ ὅταν γε μὴ καλῶς ὁ κάμνων ᾖ διαιτώμενος ἢ καὶ πληθωρικὸς ὑπάρχων, πολὺ τοῦτο τὸ περίττωμα, ὃ προχεόμενον ὅλους διαβρέχει τοὺς ἐπιδέσμους αἵματι παχεῖ παραπλήσιον. ὅσον οὖν αὐτοῦ κατὰ τὴν ἔγχυσιν ἐπὶ τοῖς χείλεσι τῶν τοῦ κατεαγότος ὀστοῦ μερῶν ἐπιπαγῇ, τοῦτο τῷ χρόνῳ μεταβαλλόμενον ὑπ’αὐτοῦ τοῦ ψαύοντος ὀστοῦ παραπλήσιον αὐτῷ γίγνεται καὶ καλεῖται πῶρος. ἐὰν οὖν σείηται καὶ διακινῆται τὰ χείλη τοῦ κατάγματος, ἥτε πίεσις αὐτοῦ κωλυθήσεται καὶ διὰ τοῦτο καί ἡ τοῖ κατάγματος πώρωσίς γε καὶ γένεσις. ὁποῖον γάρ τι τοῖς ἑνουμένοις ξύλοις ἐστὶν ἡ κόλλη, τοιοῦτον τοῖς συντριβομένοις ὀστοῖς ὁ πῶρος. εἰκότως οὖν ἡσυχίας ἀκριβῶς δεῖται τὰ διὰ πώρου κολλώμενα κατάγματα · σεισθεὶς γὰρ ὁ πηγνύμενος πῶρος διαλύεται παραπλησίως τῇ τὰ ξύλα συναγούσῃ κόλλῃ καὶ τῷ πηγνυμένῳ γάλακτι. ταύτην οὖν αὐτῷ τὴν ἡσυχίαν ἥτ’ἀκριβεστέρα πίεσις ἐκ τῶν ἐπιδέσμων καὶ ἡ τῶν ταῦτα κρατούντων ἔξωθεν γίγνεται. κρατεῖ δ’αὐτὰ τότε πλῆθος τῶν ὀθονίων καὶ οἱ νάρθηκες. τὰ δ’ἐφεξῆς ἅπαντά εἰσι σαφῆ τοῖς προσέχουσι τὸν νοῦν · κελεύει γὰρ εἵ πού τι χαλαρὸν γίγνοιτο τῆς δέσεως ἐπισφίγγειν διὰ τρίτης τοὺς νάρθηκας, οὐ μέντοι λύειν ὅλην τὴν ἐπίδεσιν, εἰ μὴ κνησιῶν ὁ ἄνθρωπος τύχῃ σφοδρῶς ἢ καὶ τινα ἕλκωσιν ὑποπτεύοιμεν. ἡ δ’αἰτία τοῦ κατ’ἀρχὰς μὲν μᾶλλον, ὕστερον δ’ἧττον κνησιᾷν ἡ κένωσίς ἐστι τοῦ πεπονθότος μορίου · κνησιῶσι γὰρ ὑπὸ τῶν ἐξερχομένων περιττωμάτων ἀτμωδῶν, δακνόμενοι μετρίως, ὡς ὅταν γε σφοδρῶς δάκνωνται μετ’ὀδύνης αὐτοῖς ἤδη τὸ κνησιᾷν ὑπάρχειν. ὅταν οὖν κενὸν μόριον, ἢ οὐδὲν γεννᾷ περίττωμα τοιοῦτον ἢ παντάπασιν ἐλάχιστον.
“ἀτρεκὲς δὲ οὐδέν · μάλα γάρτε καὶ φύσις φύσιος καὶ ἡλικίη ἡλικίης διαφέρει”. οὐχ ἁπλῶς εἰπὼν ἡλικίαν ἡλικίας διαφέρειν, ἀλλὰ προσθεὶς τὸν σύνδεσμον ἐπιδείκνυται καὶ ἄλλας αἰτίας εἶναι, δι’ἃς οὐ πάντα τὰ τοῦ πήχεως κατάγματα τριάκονθ’ἡμέρας κρατύνεται, τινὰ δὲ ἦττον · ἀλλ’ἔστιν ἥτε τοῦ ἔτους ὥρα καὶ χώρα καὶ φύσις τοῦ θεραπευομένου σώματος, ἥτε τοῦ ἔτους κατάστασις αὐτοῦ καὶ δίαιτα καὶ ὁ τρόπος τῆς δέσεως. θᾶττον γὰρ κρατύνεται, τουτέστιν ἀσφαλῶς πωροῦται διάτε τὴν ὕλην ἑξῆς ὁ πῶρος γίγνεται συμμέτρως ἔχουσαν ἐν ποσότητίτε καὶ ποιότητι καὶ διὰ τὴν ῥώμην τῆς πηγνυούσης αὐτὴν δυνάμεως. εἰς χρόνον δὲ ἐκπίπτει πλείονα διάτε τὴν ἔνδειαν τῆς ὕλης · ὃ γάρ ἐν ἐλάττονι χρόνῳ δι’εὐπορίας τῆς ὅλης αἱ δυνάμεις ἐργάζονται, τοῦτ’ἐν πλείονι δι’ἀπορίαν. ἔστι δ’ὅτε καὶ διὰ πλῆθος ἄμετρον. ἀποκλύζεται γὰρ ὁ πηγνύμενος πῶρος ὑπὸ τῆς ἐπιρρεούσης ἔνδοθεν ὑγρότητος, ὅταν ᾖ πολλήτε ἅμα καὶ συνεχής · ἔστι δὲ τὸ μὲν πάχος τῆς ὕλης ἐπιτηδειότερον εἰς τὸ παγῆναίτε καὶ γενέσθαι πῶρον. ἡ δ’ὑγρότης ὅταν ὑδατώδης ἐστὶ καὶ λεπτὴ καὶ τὴν σύστασιν ἀνεπιτήδειος εἰς πώρου σύστασιν. ὅτι δὲ ἡ δύναμις ἡ μέν ἰσχυρὰ θᾶττον ἐργάζεται τὸ ἑαυτῆς ἔργον, ἡ δὲ ἀσθενεστέρα βραδύτερον οὐ δὲ λόγου δεῖται. διὰ ταῦτα μὲν ἐν διαφόροις χρόνοις αἱ πωρώσεις γίγνονται τοῖς συντετριμμένοις ὀστοῖς, αὐτὰ δὲ ταῦτα τὰ νῦν λεγόμενα διὰ τὰς ἔμπροσθεν εἰρημένας αἰτίας ὑπαλλάττεται · καὶ γὰρ πλείων καὶ ἐλάττων ὕλη καὶ παχυτέρα καὶ λεπτοτέρα γίγνεται διάτε τὴν ἐξ ἀρχῆς ἑκάστου κρᾶσιν καὶ διὰ τὴν ἐπίκτητον, ἐν ᾧ θεραπεύεται χρόνῳ κατάγμασιν, ἔτιτε δίαιταν ἣν διαιτῶνται καὶ τρόπον ἐπιδέσεως ἣν ἐπιδοῦνται, τήνθ’ἡλικίαν καὶ τὴν ὥραν καὶ τὴν χώραν, ἔξ ὧν ἁπάντων καὶ ἡ δύναμις ἤτοι γ’ἀσθενὴς ἢ ἰσχυροτέρα γίγνεται.
“ἐπὴν δὲ λύσῃς, ὕδωρ θερμὸν καταχέαι χρὴ καὶ μετεπιδῆσαι ἧσσον μὲν ὀλίγῳ πιέσαντα ἢ τὸ πρόσθεν, ἐλάσσοσι δὲ τοῖσιν ὀθονίοισιν ἢ τὸ πρότερον, καὶ ἔπειτα διὰ τρίτης ἡμέρης λύσαντα ἐπιδεῖν, ἐπὶ μὲν ἧσσον πιέζοντα, ἐπὶ δὲ ἐλάσσοσι τοῖσιν ὀθονίοισιν”. ηὔξησεν ἀπ’ἀρχῆς καὶ πλῆθος τῶν ὀθονίων καὶ τὴν πίεσιν ἄχρι τῆς τῶν ναρθήκων ἐπιδέσεως. ἐκείνους δὲ ἐπιθεὶς κατὰ τὴν ζʹ ἡμέραν ἄλυτον ἐφύλαξε τὸ κῶλον ἄχρι τῆς κʹ, οἷον κρηπῖδα βεβαίαν βάλλεσθαι βουλόμενος τῆ πωρώσει. γιγνομένης δ’αὐτῆς οὐκέτ’ἐν ἡσυχίᾳ παντελῶς φυλάττει τὸ κάταγμα · προσήκει γὰρ ἀνατρέφειν τὸν πῶρον, ὅταν ἀσφαλῶς ῥιζωθῇ, τὸ δ’ἀνατρέφειν γίγνεται τῇ χορηγίᾳ τῆς ὕλης, ἣν ὥσπερ ἀποστρέψαμεν ἐξ ἀρχῆς ἀπὸ τοῦ πεπονθότος εἰς ἕτερα μόρια τοῦ σώματος, οὕτω νῦν χρὴ προσκαλεῖσθαι καταχέοντας ὕδωρ θερμόν · καὶ ἐν αὐτῇ τῇ ἀρχῇ παντάπασιν αὐτὴν ἐκωλύομεν ἐπὶ τὸ πεπονθὸς ἔρχεσθαι, τῷ πλήθει τῶν ὀθονίων καὶ τῇ πιέσει αὐτὴν νῦν οὐ προσήκει κωλύειν ἐπιρρεῖν ἀφαιροῦντας κατὰ βραχὺ τῶν ὀθονίων, ἅμα τῷ καὶ τὴν πίεσιν κωλύειν.
“ἐπὴν δὲ, ὅταν τοῖσι νάρθηξι δεθῇ, ὑποπτεύῃς τὰ ὀστέα μὴ ὀρθῶς κεῖσθαι ἢ ἄλλο τι ὀχλέῃ τὸν τετρωμένον, λῦσαι ἐν τῷ ἡμίσει τοῦ χρόνου ἢ ὀλίγῳ πρόσθεν καὶ αὖθις μετεπιδῆσαι”. τὰ μὲν ἔμπροσθεν αὐτῷ λέλεκται πάντων κατὰ λόγον γιγνομένων. ἐπεὶ δὲ καὶ ὀδύνης τινὸς αἴσθησις γιγνομένη καὶ τῆς ἑλκώσεως φόβος, ὑποψία τοῦ μὴ καλῶς διαπεπλάσθαι τὸ κάταγμα καὶ κίνησις σφοδρὰ κατά τινα συντυχίαν ἐν τῷ κώλῳ γιγνομένη λύειν μὲν ἀναγκάζει πρὸ τῆς κʹ ἡμέρας τὴν ἐπίδεσιν, αὐτὸ τοῦτο προδιωρίσατο μή τις οἰηθεὶς διηνεκὲς εἶναι τὸ παρηγγελμένον ὑπ’αὐτοῦ πρόσθεν ἅπαντα μέχρι τῆς κʹ ἡμέρας τὰ κατάγματα φυλάττειν τελέως ἀκίνητα. πρὸς γὰρ τὸ κατεπεῖγον ἀεὶ χρὴ τὸν ἰατρὸν ἵστασθαι καὶ μὴ καθάπερ νόμον ἀπαράβατον φυλάττειν τὰ κελευσθέντα πράττεσθαι κατὰ λόγον προβαινόντων ἁπάντων.
“δίαιτα δὲ τουτέοισιν οἷσιν ἂν μὴ ἕλκεα ἔξ ἀρχῆς γένηται ἢ ὀστέα ἔξω ἐξίσχει, ἀρκέει ὑποφαύλη, ἐνδεέστερον δὲ χρὴ διαιτᾷν ἄχρι ἡμερέων δέκα, ἅτε ἤδη καὶ ἐλινύοντας”. τὸ φαῦλον οἱ παλαιοὶ σχεδὸν ἅπαντες εἰώθασι πολλάκις ἀντὶ τοῦ τυχόντος καὶ ἁπλοῦ λέγειν, ᾧ τὸ ἀκριβὲς ἀντίκειται καλούμενον, ὑπὸ τῶν Ἰώνων σκεθρόν. ὥσπερ οὖν τὴν ἀκριβῆ δίαιταν ὀνομάζει σκεθρὰν, οὕτω τὴν ἐναντίαν αὐτῇ φαύλην. καὶ κατὰ τοῦτο καὶ νῦν τὴν μετρίως ὑποφαύλην ἐκάλεσεν, ἥτις ἐστὶν ἡ μεταξὺ τῆς ἁπλῆς φαύλης καὶ τῆς ἀκριβοῦς. ἀκριβεῖ μὲν οὖν διαίτῃ διαιτᾷ τοὺς ἐξ ἀρχῆς ἔχοντας μεθ’ἕλκους τὸ κάταγμα, καὶ μάλιστα εἰ προκύπτει τοῦ δέρματος ἔξω τοῦ συντριβέντος ὀστοῦ. ἁπλῇ δὲ, τουτέστι τῇ ἐπιτυχούσῃ, τοὺς ἐν ἀκινδύνῳ καθεστῶτας. ὑποφαύλῃ δὲ καὶ μέσῃ τοὺς κάταγμα ἔχοντας ἐν ταῖς πρώταις ἡμέραις διαιτᾷ. τὸν δ’ὅρον τῶν πρώτων ἡμερῶν ἐποιήσατο τὴν ιʹ, οὐχ ὡς οὐδέποτ’ἂν πρωϊαίτερον ἢ ὀψιαίτερον εὐλόγως ἡμῶν παραλλαξάντων τὴν δίαιταν, ἀλλ’ὡς ἐπὶ πολὺ συμβαῖνον οὕτως. διὰ τοῦτο δὲ μέσῃ χρῆται διαίτῃ, διότι μήτε κίνδυνος μέγας ἐστὶν ὡς ἐπὶ τῶν γυμνωθέντων ὀστῶν μήθ’οὕτως ἀκίνδυνος ἡ διάθεσις, ὡς ἐπὶ τῶν ἕλκος ἐχόντων ἁπλοῦν ἐν σαρκώδει μορίῳ χωρὶς ὀστοῦ πάθους. τοῖς μέσως οὖν ἔχουσι τῶν ἀκινδύνωντε καὶ κινδυνωδῶν μέσην εἰκότως ὁρίζει καὶ δίαιταν ἄλλωςτε καὶ ὅτι μέχρι τῆς ιʹ ἡμέρας οἱ συντετριμμένοι τὴν χεῖρα τελέως ἀργοῦσιν, ὅπερ ἑλινύειν οἱ Ἴωνες ὀνομάζουσιν. εὔλογον δ’ἐστὶ τῶν κινουμένων τοὺς ἡσυχάζοντας ἀκριβέστερον διαιτᾶσθαι. μετὰ τὴν ιʹ οὖν τῶν πλείστων περιεχομένων ἀνειλημμένης τῆς χειρὸς εἰκότως ἄχρι τῆς ἡμέρας ἐκείνης μέσον εἶδος διαίτης συμβουλεύει παραλαμβάνειν, ἤδη δὲ καὶ ἐλινύοντας. ὡς τὰ πολλὰ μὲν ἐπὶ χρόνου τάττουσι τὸ ἤδη, λέγουσι δ’αὐτὸ κα- κἀν τοῖς περί τινων πίστευσιν, ὡς εἴ τις οὕτως εἶπεν, ἀλλὰ καὶ διὰ τόδε πιστευτέον τῷδε καὶ ποιητέον τόδε · καθ’ὃ καὶ νῦν ὁ Ἱπποκράτης φαίνεται κεχρημένος, ἵν’ὁ λόγος ᾖ τοιοῦτος, διαίτῃ μετρίῳ χρηστέον ἄχρι τῆς δεκάτης ἡμέρας, διάτε τὰ ἄλλα καὶ ἤδη διότι παντάπασιν ἡσυχάζει κατὰ τοῦτον τὸν χρόνον.
“καὶ ὄψοισιν ἁπαλοῖσιν χρῆσθαι, ὁκόσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν”. ἢ πτισάνῃ δηλονότι ἢ τεύτλῳ ἢ μαλάχῃ ἢ ἀτραφάξει, εἴτε καὶ βλίτῳ καὶ κολοκύνθῃ καὶ τῶν ἰχθύων τοῖς ἁπαλοσάρκοις.
“οἴνου δὲ καὶ κρεηφαγίης ἀπέχεσθαι”. ἐδίδαξεν αὐτὸς τῆς ἀκριβοῦς διαίτης εἶδος καὶ τὸ τῆς ἁπλῶς ὑποφαύλης, ἣν νῦν ἄχρι τῆς δεκάτης ἡμέρας κελεύει ποιεῖσθαι. ἡ μὲν γὰρ μετ’οἴνουτε καὶ κρεοφαγίας φαύλητέ ἐστι καὶ τυχοῦσα, ἡ δ’ἐπὶ χυλῷ μόνης πτισάνης ἢ μελικράτου καὶ χρηστὴ καὶ ἀκριβής. ἡ μέση δ’ἀμφοῖν ἐστιν ἣν ἐν τῇ πρὸ ταύτης λέξει διῆλθεν εἰπὼν, καὶ ὄψοισιν ἁπαλοῖσι χρῆσθαι, ὅσα τῇ διεξόδῳ μετριότητα παρέχουσιν.
“ἔπειτα μέντοι ἐκ προσαγωγῆς ἀνακομίζεσθαι. οὗτος ὁ λόγος ὥσπερ νόμος κεῖται δίκαιος περὶ κατηγμάτων ἰήσιος”. ἀνακομίζεσθαι, τουτέστιν ἀνατρέφεσθαι, τὸν ἔχοντα κάταγμα μετὰ ταύτην συμβουλεύει. τὸ δὲ ἐκ προσαγωγῆς ἀντίκειται τῷ ἀθρόως, σημαῖνον τὸ κατὰ βραχύ. μέμφεται γὰρ τὸ κατὰ πολὺ καὶ ἐξαπίνης πληροῦν ἢ κενοῦν ἢ ὁτιοῦν ἄλλο ποιεῖν.
“ὥστε χειρίζειν χρὴ, ὥστε ἀποβαίνειν ἀπὸ τῆς δικαίης χειρίξιος. ὅ τι δ’ἂν μὴ οὕτως ἀποβαίνῃ, εἰδέναι χρὴ ὅτι ἐν τῇ χειρίξει τι ἐνδεὲς πεποίηται ἢ πεπλεόνασται”. τὴν ἅπαν τὸ οἰκεῖον ἀποδιδοῦσαν τῷ κάμνοντι καὶ μηδὲν παραβαίνουσαν ὠνόμασε δικαίαν · χείριξιν δὲ ἤτοι τὴν χειρουργίαν εἶπεν ἢ πᾶσαν ἁπλῶς τὴν οἷον μεταχείρισιν ἁπάντων πραγμάτων. οἱ γὰρ Ἕλληνες οὐκ ἐκεῖνα μόνα μεταχειρίζεσθαι λέγουσιν ἃ ταῖς χερσὶ περιλαμβάνουσιν, ἀλλὰ καὶ πᾶν ὅ τι περ ἂν πράττωσιν.
“ἔτι δὲ τάδε χρὴ προσξυνιέναι ἐν τούτῳ τῷ ἁπλῷ τρόπῳ, ἃ οὐ κάρτα ἐπιμελέονται οἱ ἰητροὶ, καίτοι πᾶσαν μελέτην καὶ πᾶσαν ἐπίδεσιν οἷάτε διαφθείρειν ἐστὶ μὴ ὀρθῶς ποιεύμενα”. ἁπλοῦν τὸν τρόπον ὀνομάζει κατάγματόςτε καὶ ἐξαρθρήματος, ἐφ’οὗ μήθ’ἕλκος ἐγένετο μήτ’ὀστοῦν ἐγυμνώθη μήτ’αὐτὸ τὸ κατεαγὸς ὀστοῦν πολυειδῶς συνετρίβη, ὅνπερ δὴ τρόπον κατάγματος οἱ νεώτεροι προσαγορεύουσιν ἀλφιτηδὸν, ὥσθ’ἕκαστον μὲν, ὡς εἶπον, οὐχ ἁπλοῦν εἶναι, μόνον δ’ἁπλοῦν ἐκεῖνο ἐφ’οὗ μηδὲν ἄλλο προσεγένετο τῷ κατάγματι σύμπτωμα, οὕτως δ’ὅτι χρῆται τῷ ὀνόματι σαφῶς ἐνδείκνυται κατ’αὐτὸ τοῦτο βιβλίον, οὐ μετὰ ταῦτα πάνυ πολλὰ γράφων ἰδίως. εἰ δ’ἂν τὰ ὀστέα κατέαγεν ἁπλῷ τρόπῳ τοῦ κατάγματος τὸ ἁμάρτημα γίγνεται μικρὸν μὲν τῇ φαντασίᾳ, τῷ γε μὴν πάντ’ἀκριβῶς ἀθροῦντι μέγιστον δὴ τῇ δυνάμει. διαφθείρεται γοῦν ἡ ἔμπροσθεν ἐπιμέλεια πᾶσα παροφθέντος αὐτοῦ, καὶ τοῦτό τί ποτ’ἐστὶν ἐφεξῆς σε διδάξει. γράφεται δὲ καὶ ἑτέρως ἡ αὐτὴ λέξις ὡδί πως, καίτοι πᾶσα μελέτη καὶ πᾶσα ἐπίδεσις οἵατε διαφθείρεσθαί ἐστι μὴ ὀρθῶς ποιευμένη, ἵνα τὴν ἐπιμέλειαν αὐτὴν, ὅταν κατά τι πλημμεληθῇ, φαίνηται μεμφομένη ὡς ἱκανὴν διαφθεῖραι τὰ περὶ τὸ πεπονθὸς μέρος ὀρθῶς κεχρισμένα.
“ἢν γὰρ τὰ μὲν ὀστέα ἄμφω καταγῇ ἢ τὸ κάτω μοῦνον, ὁ δὲ ἐπιδεδεμένος ἐν ταινίῃ τινὶ τὴν χεῖρα ἔχῃ ἀναλελαμμένος, τυγχάνῃ δὲ ἡ ταινίη κατὰ τὸ κάτηγμα πλείστη ἐοῦσα, ἔνθεν δὲ καὶ ἔνθεν ἡ χεὶρ ἀπαιωρέηται, τοῦτο ἀνάγκη τὸ ὀστέον εὑρεθῆναι διεστραμμένον ἔχοντα πρὸς τὸ ἄνω μέρος”. ἀξιοῖ σε προσεπιβλέπειν ἀκριβῶς ὁποία τις ἡ ἀνάλυσις ἔσται τῆς ὅλης χειρὸς, ὅταν ἤδη περιέρχηται καὶ μηκέτι κατακείμενος ὁ ἄνθρωπος ᾖ, τουτέστι μετὰ τὴν δεκάτην ἡμέραν. ἔμπροσθεν μὲν γὰρ ὡς τὸ πολὺ κατέκειτο τῆς χειρὸς ἀποκειμένης σχηματισμὸν ἔμπροσθεν ἔμαθες, ὑψηλότερον δὲ ἐχούσης ἔμβραχύ τὸ ἄκρον αὐτῆς. ὁπότε δὲ ἤδη περιέρχηται, καθάπερ εἴθισται γίγνεσθαι, τοῦ τραχήλου ταινίαν ἐξαμμένου οὕτω πλατεῖαν, ὡς ὅλον ἐπ’αὐτῇ ὀχεῖσθαι τὸν πῆχυν τὴν ταινίαν τινὰ περιβάλλειν, ἀλλ’ὁμαλῶς ἀποτείνειν ἅπαντι τῷ πήχει, μηδὲν ἑαυτοῦ ὄντι μέρος ἀστήρικτον, ἀφ’οὗ τῷ συμφύτῳ μέρει ῥέπον τὸ τοῦ πήχεος ὀστοῦν κυρτωθήσεται πρὸς τὸ κάτω καὶ διαστραφήσεται. πρὶν μὲν γὰρ παθεῖν συνεχὲς ὅλον ὑπῆρχε, διαφθαρείσης δ’αὐτοῦ τῆς ἑνώσεως, ἡνίκα συνετρίβη, δύναται τότε τὸ μὲν ἕτερον τῶν μερῶν αὐτῶν στηρίζεσθαι κατὰ τῆς ὑποτεταμένης ταινίας, τὸ δ’ἕτερον ἅτε μηκέτι συνεχὲς ὂν ἐκείνῳ ῥέπον εἰς τὸ κάτω διαστρέφεσθαι. δύναται δὲ καὶ αὐτῶν μέρος ἐνίοτε διὰ τὸ μοχθηρῶς ὑποτετάσθαι τὴν ταινίαν, τὸ μὲν ἕτερον πέρας ὑπ’αὐτῆς ὀχούμενον ὑψηλὸν διαμένειν, τὸ δ’ἕτερον ὑπορρέον κάτω διαστρέφεσθαι ταύτῃ. κατὰ τέτταρας οὖν τρόπους ἡ ταινία μοχθηρῶς ὑποβλήσεται τῷ πήχει, πρῶτον μὲν ἐπειδὰν ἐπ’αὐτῆς μόνης ὀχῆται τὸ κατεαγὸς αὐτὸ, τὸ δὲ ἑκατέρωθεν αἰωρῆται. δεύτερον δὲ ὅταν ἐστηριγμένων ἀκριβῶς τῶν περάτων τοῦ πήχεος τῇ ταινίᾳ, τοῦτε ἄνω πρὸς τῷ ἀγκῶνι καὶ τοῦ κάτω πρὸς τῷ καρπῷ τὸ μέσον ἀστήρικτον ᾖ. τρίτον δὲ καὶ τέταρτον ποτὲ μὲν τῶν πρόσω τοῦ πήχεος μόνον ἀνεχομένων ὑπὸ τῆς ταινίας, ποτὲ δὲ τῶν ὀπίσω μόνων τούτων τῶν τεττάρων τρόπων τοὺς δύο μὲν ἔγραψεν, οἵπερ καὶ μάλιστα διαστρέφουσι τὸ κῶλον, τοὺς δύο δὲ παρέλιπε καὶ τοῖς ῥηθεῖσι συνεπινοεῖσθαι δυναμένους. ὧν δ’οὖν εἶπεν ὁ ἕτερος ἐν τῇ προκειμένῃ νῦν ἡμῖν διδάσκεται λέξει, καθ’ἣν ἀξιοῖ πρῶτον μὲν ἐπὶ τῶν ἤτοι ἀμφότερα τὰ ὀστέα τοῦ πήχεος καταγέντων ἢ τὸ κάτωθεν ὅπερ ἰδίως ὀνομάζεται πῆχυς ἀκούειν ἡμᾶς τῶν λεγομένων · ἀλλὰ τοῦτο μὲν κοινὸν ἀμφοτέρων τῶν τρόπων, ὑπὲρ ὧν ποιήσεται τὸν λόγον, ἴδιον δ’ἑκατέρου τοῦ μὲν προτέρου τοῦ νῦν διδασκομένου τὴν ὑποβεβλημένην τῷ πήχει ταινίαν στενωτέραν οὖσαν ὡς ὑποτείνεσθαι μὴ δύνασθαι παντὶ τῷ κώλῳ, μόνον ὀχεῖν ἐφ’ἑαυτῷ τὸ κάταγμα, τοῦ δὲ δευτέρου πάλιν ὡς μόνον τὸ κατεαγὸς ἀστήρικτον αἰωρεῖσθαι τῶν ἑκατέρωθεν ἀνειλημμένων. διαστρέφεσθαι δέ φησι κατὰ μὲν τὸν πρότερον ἄνω τὴν χεῖρα, κατὰ δὲ τὸν δεύτερον τρόπον κάτω διὰ τῆς ἐφεξῆς διδάσκει ῥήσεως. ὅτι δὲ κατὰ τὸν πρότερον ἄνω διὰ τήνδε, βασταζομένου γὰρ ὑπὸ τῆς ταινίας τοῦ κατεαγότος μέρους τῆς χειρὸς, ἑκατέρωθεν δὲ τῶν ἄλλων ῥεπόντων κάτω διὰ τὸ μηδεμίαν ἔχειν ἕδραν ἀσφαλῆ, συμβήσεται πωρωθῆναι τὸ πρὸς τῆς ταινίας ὀχούμενον ὑψηλότερον. ἐν ᾧ δ’ἂν σχήματι πωρωθῇ τὸ κῶλον, ἐκεῖνο φυλάττει τοῦ λοιποῦ χρόνου παντὸς, ὥστε πολλάκις ἡμᾶς ἀναγκάζεσθαι πάλιν ἐπ’ἀρχὴν ἄγειν τὰ οὕτω διαστραφέντα κατατείνοντας μὲν τὸ κῶλον, ἐργασαμένους δ’αὖθις αὐτὸ τὸ ἐξ ἀρχῆς κάταγμα, περὶ οὗ καὶ πρόσθεν εἶπον, ὡς δ’οὐ δ’ὅλως μὲν ἑνοῦται, συνδιαιτᾶται δ’ὑπὸ τοῦ περιφύντος αὐτοῦ πώρου. τοῦτον οὖν ἐν τῇ κατατάσει διασπάσαντες αὖθις ἐν τῷ προσήκοντι σχήματι τὴν πώρωσιν ἐργασόμεθα τοῦ κατάγματος. ὅτι δ’οὐχ ἑνοῦται πάντως τὰ συντριβόμενα τῶν ὀστῶν ἔνεστί σοι θεάσασθαι κα- κἀπὶ τῶν ἄλλων ζώων. καὶ γὰρ ὑῶν ἡμέρων ἀγρίωντε καὶ βοῶν, αἰγῶντε καὶ προβάτων, ἔτιτε ἀλεκτρυόνων καὶ ἀλεκτρυονίδων, ἐάν ποθ’εὕρῃς ἐπὶ συντρίμματι πεπωρωμένων ὀστοῦν, εὑρήσεις δὲ πολλὰ, καθάπερ καὶ ἡμεῖς εὕρομεν, ἐάν σοι τούτου μελέτη, πῶρον ἀποξύσας ὄψει παρακείμενα μὲν ἀλλήλοις τὰ χείλη τοῦ κατάγματος, οὐ μὴν ἡνωμένατε καὶ συμπεφυκότα καθάπερ ἐπὶ τῶν τραυμάτων ἡ κολλωμένη σὰρξ ἑνοῦται. διὰ τί δ’εἰ μὲν ἄμφω τὰ τοῦ πήχεος ὀστᾶ καταγῇ, ὅτε ἴδιος ὀνομαζόμενος πῆχυς καὶ τὸ ἕτερον ὃ καλοῦσι κερκίδα συμβαίνει μεγίστην γίνεσθαι τὴν διαστροφὴν τοῦ κώλου κατὰ τὸ κάταγμα τῆς ἀναλήψεως πλημμεληθείσης. εἰ δὲ τὸ ἕτερον μόνον τὸ τοῦ πήχεος, ἧττον. εἰ δὲ τὸ τῆς κερκίδος μόνον, οὐ δ’ὅλως γίνεσθαι διαστροφὴν ἐπὶ τῆς μοχθηρᾶς ἀναλήψεως, οὐχ ἁπλῶς εὑρήσεις ὧν αὐτὸς εἶπέ σοι μεμνημένον, φησὶν, ὅ ἐστιν ὁ πῆχυς ἀντὶ θεμελίου γίγνεται τῷ κατεαγότι καὶ κωλύει τὴν διαστροφὴν αὐτοῦ. ἄνευ μέντοι τῆς κερκίδος, ὅταν ἀπαθὴς μένῃ, συναπευθύνει μέν πως ἑαυτῷ τὸν πῆχυν, ὅταν ὀρθῶς ἐπιδεθῇ. τελέως δ’ἀδιάστροφον οὐ δύναται φυλάξαι, πλημμεληθείσης τῆς ἀναλήψεως, ἐπειδὴ κάτωθεν ὑποτεταγμένος ὁ πῆχυς οὐδὲν ἔχει στηρίζον ἑαυτὸν, ὅτι μὴ τὴν ἐπίδεσιν.
“ἢν δὲ κατεηγότων τῶν ὀστέων οὕτως ἄκρηντε τὴν χεῖρα ἐν τῇ ταινίῃ ἔχει καὶ παρὰ τὸν ἀγκῶνα, ὁ δὲ ἄλλος πῆχυς μὴ μετέωρος ᾖ, οὗτος εὑρεθήσεται τὸ ὀστέον ἐς τὸ κάτω μέρος διεστραμμένον ἔχων”. τὸν δεύτερον τρόπον ἐνταῦθα διδάσκει ὑπ’ἐμοῦ τεττάρων ὀλίγῳ ἔμπροσθεν εἰρημένων ὑπεναντίως ἔχοντα τῷ πρώτῳ · ὑπ’ἐκείνου μὲν γὰρ ἐπὶ τῆς ταινίας μόνον ἐβαστάζετο τὸ κάταγμα. νυνὶ δὲ τῶν ἄλλων ἁπάντων βασταζομένων μερῶν τοῦ πήχεος οὐ βαστάζεται μόνον ἐκεῖνο, καθ’ὃ τὸ κάταγμα γέγονεν. ὥσπερ οὖν ἐπὶ τῆς ἔμπροσθεν εἰρημένης ἀναλήψεως, ἐπειδὴ τὸ μὲν ὀχούμενον ὑπὸ τῆς ταινίας τοῦ κώλου μέρος, ἔνθα τὸ κάταγμα ὑπάρχει, ὑψηλότερον ᾖ, τὸ δ’ἄλλο πᾶν ἐφ’ἑκατέρου ταπεινότερον εὐλόγως ἔφη διαστρέφεσθαι πρὸς τὸ ἄνω τὸν ὅλον πῆχυν. οὕτω τοίνυν, ἐπειδὴ τὸ κάταγμα μόνον οὐκ ὀχεῖται, ταπεινωθήσεται τοῦτο τὸ μέρος τοῦ κώλου μόνον ὑπορρέον εἰς τὸ κάτω καὶ ταύτῃ κυρτωθῆναι συμβήσεται τὸν πῆχυν καὶ διὰ τοῦτο πόρρωθεν τὸ διεστραμμένον εἰς τὸ κάτω φέρεσθαι. ἡ μὲν οὖν ὅλη διάνοια τῆς προκειμένης ῥήσεως εἴρηταί μοι. γραφαὶ δ’εὑρίσκονται δύο κατὰ ταῦτα ἐναντιώταται μὲν, ὡς ἄν τῳ δόξειεν αὐταῖς ταῖς φωναῖς μόναις, προσέχοντι δὲ τὸν νοῦν ὁμολογούσαις μὲν ἀλλήλαις κατὰ τὰ δηλούμενα πράγματα. μετέωρον τοίνυν πῆχυν οἱ μὲν τὸν ἀστήρικτον ἀκούουσιν ἐπὶ μόνου τοῦ ἀέρος ὀχούμενον, οἱ δὲ το- τοὐναντίον ἅπαν ἐπὶ τῆς ταινίας ἐστηριγμένον, ὡς τοῦ μὴ τοιούτου ῥέποντός γε κάτω καὶ δι’αὐτὸ τοῦτο ταπεινοτέρου γιγνομένου, ὅπερ ἐστὶν ἐναντίον τῷ μετεώρῳ. εἰκότως οὖν αἱ γραφαὶ μαχόμεναι μὲν ἀλλήλαις ἐγένοντο κατὰ τὴν λέξιν, ὁμολογοῦσαι δὲ κατὰ διάνοιαν. τῆς γὰρ μετεώρου φωνῆς ἐπ’ἐναντία σημαινόμενα πρὸς τῶν ἐξηγητῶν ἀχθείσης εἰκότως οἱ μὲν ἄνευ τῆς ἀποφάσεως ἔγραψαν, ὁ δ’ὅλος πῆχυς μὴ μετέωρος ἢ κατὰ τὸ δοκοῦν καθ’ἑκάτερα τῆς μετεώρου φωνῆς σημαινόμενα ἀπευθύνοντες τὴν γραφήν.
“χρὴ οὖν ἐν ταινίῃ πλάτος ἐχούσῃ μαλθακῇ τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν τῆς χειρὸς ὁμαλῶς αἰωρέεσθαι”. ἐν ταύτῃ τῇ ῥήσει καὶ περὶ τῶν παραλελειμμένων δυοῖν ἀναλήψεων ἐνεδείξετο. λέγω δ’ἀναλήψεις δύο κοινὸν μὲν ἐχούσας τὸ κατ’ἄκρον τὸν πῆχυν ὑποτετάσθαι τὰς ταινίας, ἴδιον δὲ ἑκατέρας τὸ κατὰ τὸν καρπὸν μόνον ἢ κατὰ τὸν ἀγκῶνα. προειρηκὼς γὰρ ἐπὶ τῆς κατὰ τὸ σύντριμμα μόνον ὑποβεβλημμένης ταινίας ἔτι τὸ τῆς κατ’ἄμφω τὰ πέρατα καὶ μετὰ ταῦτα γράψας τὴν νῦν προκειμένην ῥῆσιν, ἐν ᾗ κελεύει τὸ πλεῖστον τοῦ πήχεος καὶ τὸν καρπὸν ὁμαλῶς ἐστηρίχθαι κατὰ τῆς ταινίας, εὔδηλός ἐστι καὶ τὰς ὑπολοίπους δύο μεμφόμενος ἀναλήψεις οὐκ ἐχούσας ὃ κελεύει μάλιστα ἔχειν. οὐδετέρα γὰρ αὐτῶν τὸν καρπὸν ἅμα καὶ τὸ πλεῖστον τοῦ πήχεος ὁμαλῶς στηρίζει, οὐ μὴν ἥξει ἐν ταύταις ἰδίας διδασκαλίας, μάλιστα μὲν, ὡς ἔφην, ὅτι συνεπινοοῦνται ταῖς εἰρημέναις, ἔπειτα δὲ καὶ διότι μικρὰ παντάπασί τισιν ἡ ἀπ’αὐτῶν γίγνεται βλάβη, τῆς ἐπιδέσεως ἀμέμπτως ἐχούσης · αἱ γάρ τοι προειρημέναι δύο ἀναλήψεις διὰ τοῦτ’ἦσαν ἱκανῶς μοχθηραὶ, διότι τὸ κάταγμα τοῖς ἑκατέρωθεν αὐτοῦ μέρεσιν ἐναντίως διέκειτο, ποτὲ μὲν ἄνω μόνον ὑπὸ τῆς ταινίας ἀνασπώμενον οὐδενὸς ἄλλου μορίου κατ’αὐτῆς ἐστηριγμένου, ποτὲ δὲ κάτω μόνον.