Commentary on Hippocrates' On Joints, 3
“σπόνδυλοι δὲ οἱ κατὰ ῥάχιν”. οὐχ ὡς καὶ καθ’ἕτερον μέρος ἐν τῷ σώματι σφονδύλων ὄντων πρόσκειται τὸ κατὰ ῥάχιν · ἡ γὰρ ἁπάντων τῶν σπονδύλων σύνθεσις ὀνομάζεται ῥάχις, ἀλλ’εἰ καὶ οὕτως ἔτυχεν εἰπών · σφόνδυλοι δὲ οἷς ὑπάρχει καὶ κατὰ ῥάχιν εἶναι. τινὲς μέντοι τῶν νεωτέρων ἰατρῶν ἀξιοῦσιν οὐχ ἅπασαν τῶν σπονδύλων τὴν σύνταξιν ὀνομάζειν ῥάχιν, ἀλλὰ μόνον τὸν θώρακα καὶ τὴν ὀσφῦν, καθ’οὓς ὁ Ἱπποκράτης νῦν δόξει διαλέγεσθαι περὶ τῶν κατὰ τὴν ὀσφῦντε καὶ τὸν νῶτον μόνον, οὐ τῶν κατὰ τὸν τράχηλον. εἴρηται δὲ ἀκριβῶς ἡμῖν ἅπασα τῶν σφονδύλων ἡ σύνθεσις ἐν τῇ περὶ τῶν ὀστῶν εἰσαγωγῇ, καθ’ἣν ἠξίωσα ἀπογυμνάσασθαι τὸν ἀκολουθήσαντα τοῖσδε τοῖς ὑπομνήμασι, τεθεαμένος ἀκριβῶς ἕκαστον τῶν ὀστῶν ὁποῖόν ἐστιν, ἐπ’αὐτῶν μὲν μάλιστα τῶν ἀνθρώπων σκελετῶν, εἰ μὴ πάντως τῶν πιθηκείων.
“ὅσοισι μὲν ὑπὸ νοσημάτων ἕλκονται ἐς τὸ κυφόν”. ὀπισθοκύφωσις ὀνομάζεται ἡ εἰς το- τοὐπίσω διαστροφὴ τῆς ῥάχεως, ὥσπερ ἡ μὲν εἰς τὸ πρόσω λόρδωσις, ἡ δὲ εἰς τὰ πλάγια σκολίωσις. οἴονται δέ τινες γίγνεσθαι τὴν εἰς το- τοὐπίσω διαστροφὴν, ἣν δὴ καὶ κύρτωσιν ὀνομάζουσι, φυμάτων ἀπέπτων συνισταμένων ἐπὶ τῆς ῥάχεως μεγάλωντε καὶ σκληρῶν καὶ χρονίων, ὑφ’ὧν βαρυνομένους ὠθεῖσθαι πρὸς τὴν ὀπίσω χώραν τοὺς σφονδύλους, οὐκ ἐννοοῦντες ὅτι οὔτε κατακειμένων ὑπτίων ἐγχωρεῖ τὰ φύματα τοὺς ὑποκειμένους ἑαυτοῖς βαρύνειν σφονδύλους οὔτε ὀρθῶς ἑστηκότων οὔτε καθημένων, ἀλλ’οὐ δ’εἴ ποτε κατὰ τῶν πλευρῶν κλινόμεθα. πρὸς δὲ καὶ ἄλλοις ἐστὶν ἄτοπον εἰς τοσοῦτον βάρος ἢ σκληρότητα ἥκειν τὰ φύματα νοεῖν, ὡς καὶ τῶν ὀστῶν βαρύτερα καὶ σκληρότερα γίγνεσθαι. ὅτι μὲν οὖν ὑπὸ φυμάτων ἀπέπτων εἰς τὸ ἔμπροσθεν ἀποτελοῦνται διαστροφαὶ τῆς ῥάχεως αὐτὸς ὁ Ἱπποκράτης ὀλίγον ὕστερον ἐρεῖ. προσέχειν δὲ χρὴ τοὺς ἐξηγησαμένους τὸ βιβλίον οὐ τούτῳ μόνον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν προκειμένην ῥῆσιν εἶπεν · ἐς τὸ κυφὸν ἕλκονται, δυνάμενος εἰπεῖν ὠθοῦνται, καθάπερ οὕτω ἕλκονται. δόξει γε μὴν ἄτοπον εἶναι τοὺς σφονδύλους ὀπίσω μεθισταμένους ὑπὸ νοσημάτων ἕλκεσθαι λέγειν εἰς τὸ πρόσω. τοῦτο γὰρ οἰκειότερον ἦν ἐπὶ τῆς λορδώσεως εἰρῆσθαι. τὶ ποτ’οὖν ἐστιν ἀληθὲς ἅμα καὶ πρὸς Ἱπποκράτην ἔτι πειράσομαι δηλῶσαι. αὐτὰ μὲν τὰ τῶν σφονδύλων ὀστᾶ κατὰ τὸν ἴδιον λόγον οὔτ’ἀνατρέπεται πρὸς τῶν φυμάτων οὔθ’ἕλκεται, τῶν δὲ συνδούντων αὐτοὺς σωμάτων ἐστὶ τὸ πάθημα πρῶτον. ὅταν οὖν συνηθισμένον γένηται τοῖς σφονδύλοις φῦμα μετεωριζόμενον καὶ αὐξανόμενον πρὸς τὴν ἔνδον ἢ πρόσω χώραν, ἑκατέρως γὰρ ὀνομάζουσιν, ἀναγκαῖόν ἐστιν ἕπεσθαι τοῖς φύμασι τοὺς συνδέσμους, οἷς πάλιν αὐτοὺς τοὺς σφονδύλους ἀκολουθεῖν. ἐὰν μὲν οὖν κατὰ μίαν χώραν γένηται τὸ φῦμα, ταύτης ἑλκομένης ἐντὸς ἡ λόρδωσις συμβαίνει τῆς ῥάχεως σφονδύλοις · ἐὰν δὲ κατὰ δύο, μεταξύ τινος ἀπαθοῦς περιλαμβανομένης χώρας ἡ κύφωσις. ἑκατέρου γὰρ τῶν φυμάτων ἕλκονται πρὸς ἑαυτὸ τὸν συνεχῆ σφονδύλον, οἱ μέσοι κυρτοῦνται πρὸς το- τοὐπίσω. θεάσασθαι δὲ ἐναργῶς ἐγχωρεῖ σοι τοῦτο συμβαῖνον ἐπὶ πάντων ὅσα κάμπτεσθαι δύναται μετρίως, οἷά πέρ εἰσι καὶ διάχλωραι ῥάβδων καὶ τῶν καλάμων οἷς γράφομεν οἱ πλείους. τούτων τὸ μὲν ἕτερον τοῖς τῆς δεξιᾶς χειρὸς περιλαβὼν δακτύλοις, τὸ δ’ἕτερον τοῖς τῆς ἀριστερᾶς ἐπισπάσαι πρὸς ἑαυτὸν εἰς τὴν ἐναντίαν χώραν ἐπισπώμενόντε καὶ κυρτούμενον ὄψει τὸ μέσον · οὐ μὴν οὐ δὲ σκολιώσεις ἑτέραν ἔχουσιν αἰτίαν γενέσεως, ἀλλὰ καὶ ταύτας τείνεσθαι συμβαίνει σκληροῦ καὶ δυσπέπτου φύματος ἔν τινι τῶν πλαγίων μερῶν συνισταμένου. τρία γὰρ ταῦτα πάθη κατὰ τὴν ῥάχιν ἐν ταῖς τῶν σφονδύλων γίγνεται μεταστάσεσι, κύφωσις, λόρδωσις καὶ σκολίωσις · ὀπίσω μὲν ἀποχωρούντων ἡ κύφωσις, εἰς τὰ πρόσω δὲ ἰόντων ἡ λόρδωσις, ἐπὶ δὲ τὸ πλάγιον ἐκτρεπομένων ἡ σκολίωσις. ἔξωθεν δὲ τούτων ἡ σεῖσις καλουμένη τέταρτον πάθος ἐστὶ τῶν ἐν τῇ ῥάχει σφονδύλων, ὅταν διακινηθῶσι μὲν αἱ ἁρμονίαι, κατὰ χώραν δὲ οἱ σφόνδυλοι μένωσι.
“τὰ μὲν πλεῖστα ἀδύνατα λύεσθαι, πρὸς δὲ καὶ ὅσα ἀνωτέρω τῶν φρενῶν τῆς προσφύσιος κυφοῦται”. καὶ τα- τἄλλα μὲν, φησὶ, τὰ κατὰ ῥάχιν ἐστὶ δύσλυτα, μάλιστα δ’αὐτῶν ὅσα φρενῶν τῆς προσφύσιος κυφοῦται ἀνώτερον, τουτέστιν ἐν τῷ κατὰ τὸν θώρακα σφονδύλῳ. ὅτι δ’οὕτως χρῆται τῇ φωνῇ καὶ κατ’ἀρχὰς εὐθέως τοῦδε τοῦ βιβλίου δῆλόν ἐστιν, ἔνθα φησί · καὶ γὰρ καὶ τὸ ἐπίπαν ἀμείνων καὶ στερεωτέρη ἡ βραχεῖα πόη τῆς βαθείης, ὅτι καὶ πρὶν ἐκκαρπεῖν τὴν βαθείην. διὰ τί δὲ μάλιστα δύσλυτα γίνεται τὰ κατὰ τὸν θώρακα φύματα, διὰ τῆς ἐπιφερομένης μαθήσῃ ῥήσεως.
“τῶν δὲ κατωτέρω μετεξέτερα λύουσι κιρσοὶ γινόμενοι ἐν τοῖσι σκέλεσι, μᾶλλον δέ τι ἐγγινόμενοι κιρσοὶ ἐν τῇ κατ’ἰγνύην φλεβὶ. οἷσι δ’ἄν τι κύφωμα ᾖ, λύουσιν · ἐγγίνονται δὲ καὶ ἐν τῇ κατὰ βουβῶνα”. ἔνιά φησι τῶν κατωτέρω τοῦ θώρακος παθῶν, τουτέστι τὰ κατ’ὀσφῦν, ὑπὸ κιρσῶν ἢ δυσεντερίας λύεσθαι, μεταλαμβανομένων δηλονότι τῶν ἐργασαμένων αὐτὰ χυμῶν εἰς πρώτην μὲν αὐτὴν τὴν ἐπὶ τῇ ῥάχει μεγίστην φλέβα, μετ’ἐκείνην δὲ εἰς τὰς ἀποφύσεις αὐτῆς τὰς ἐπὶ τὰ σκέλη. τοιαύτη δὲ οὐδεμία φλέψ ἐστι κατὰ θώρακα ἡ τοὺς μοχθηροὺς χυμοὺς ὑποδέξασθαι δυναμένη · μία μέν ἐστιν ἡ τὰς ὀκτὼ πλευρὰς ἑκατέρωθεν φέρουσα, δύο δ’ἄλλαι μικραὶ τὰς ὑψηλάςτε παρὰ τὰς ἐξ ἑκατέρου μέρους μία, πασῶν δ’αὐτῶν εἰς τὸν θώρακα κατασχιζομένωντε καὶ ἀναλισκομένων. εἰ δὲ μεταβληθείη τις χυμὸς εἰς αὐτὰς ἐκ τῶν φυμάτων ἐκκενωθῆναί που δύναται καὶ τὸ δ’ἐπίπαλαι φάναι αὐτὸ δύσκολον. οἱ γὰρ τὰ σκληρὰ καὶ δύσπεπτα γεννῶντες χυμοὶ γλίσχροι εἰσὶ καὶ παχεῖς, ὥστ’οὐ ῥᾳδίως εἰς τὰς στενὰς μεταλαμβάνονται φλεβάς. ἡ δὲ κατ’ὀσφῦν φλέψ εὐρυτάτητ’ἐστὶ καὶ πάσαις ταῖς κά τω φλεψὶν αὕτη χορηγεῖ τὸ αἷμα. τοὺς οὖν παχεῖς τούτους καὶ γλίσχρους χυμοὺς, ὅταν ποτὲ μεταλάβῃ τῆς ἐν τοῖς πεπονθόσι μορίοις δυνάμεως ῥωσθείσης, ὡς ἀπώσασθαι τὸ περιττὸν ἐναποτίθεται ταῖς ἐνταῦθα καθηκούσαις φλεψὶν, ὑφ’ὧν ἀνευρύνονται μὲν καὶ κιρσοῦνται, παχέων μὲν ἱκανῶς ὄντων εὐθέως ἐν τῇ κατὰ βουβῶνα, μετριωτέρων δὲ ὑπαρχόντων ἐν τῇ κατὰ τὴν ἰγνύαν. ἔνθα γὰρ ἂν πρῶτον ὑπὸ πάχουςτε καὶ γλισχρότητος ἐμφραχθέντες ἱστῶσιν, ἐνταῦθα διϊστᾶσίτε καὶ διευρύνουσι τὴν φλέβα. καὶ γὰρ τοῖς ἄνευ τοιαύτης αἰτίας ἔχουσιν ἐν τοῖς σκέλεσι κιρσοὺς ἀνάλογον τῷ πάχει τοῦ χυμοῦ τὰς ἀνευρυνομένας φλέβας ἰδεῖν ἐστίν, ἐπὶ μὲν τοῖς παχυτάτοις τὰς εὐρυτάτας οἷαί πέρ εἰσιν αἱ κατὰ βουβῶνα, ἐπὶ δὲ τοῖς ἦττον ἐκείνων παχέσι τὰς ἧττον εὐρείας, ὁποῖαι κατ’ἰγνύας εἰσί. ποτὲ μὲν γὰρ ἐν ταῖς μείζοσι τροφαῖς ἐμφραττόμενοι τὸ πάθος ἐργάζονται, ποτὲ δὲ εἰς τὰς κατωτέρας χωροῦσιν, ὅσαι στενότεραι. παχὺ δὲ πάντως ἐν τοῖς κιρσοῖς ἐστι τὸ αἷμα, μελαγχολικῶν δ’ἐστὶ πλειστάκις τὸ πάθος, ἔστι δ’ὅτε ἑτέρων ὠμῶν καὶ παχέων χυμῶν.
“ἤδη δέ τισιν ἔλυσε καὶ ἡ δυσεντερίη πολυχρόνιος γινομένη”. ὅταν εἰς ἔντερα μετάληψις γένηται τῶν παρὰ φύσιν χυμῶν ἐπὶ δυσεντερίᾳ, τῶν ἐντέρων ξυομένων τῇ δριμύτητι τῶν εἰς αὐτὰ συρρεόντων χυμῶν ἐκπυϊσκομένων δηλονότι τῶν φυμάτων. οὐ δὲ γὰρ ἄλλως οὐ δὲ συρραγεῖέν ποτ’εἰς ἔντερα διὰ τὸ πάχος αὐτῶν. αἱ δ’ἐκπυήσεις λεπτύνουσίτε τοὺς παχεῖς χυμοὺς καὶ τὴν ἐν τοῖς πάσχουσι μορίοις φύσιν ἐπεγείρουσιν εἰς ἀπόκρισιν ἀνιαρῶν ἤδη τῶν περιεχομένων χυμῶν.
“καὶ οἷσι μὲν κυφοῦται ῥάχις παισὶν ἐοῦσι, πρὶν ἢ τὸ σῶμα τελειωθῆναι ἐς αὔξησιν, τούτοισι μὲν οὐ δὲ συναύξεσθαι ἐθέλοι κατὰ τὴν ῥάχιν τὸ σῶμα, ἀλλὰ σκέλεα μὲν καὶ χεῖρες τελειοῦνται, ταῦτα δὲ ἐνδεέστερα γίνονται”. οὐδὲν θαυμαστόν ἐστιν ἀναυξῆ γενέσθαι τὴν ῥάχιν ἐν τοῖς τοιούτοις νοσήμασιν, ὥσπερ κα- κἀπὶ τῶν ἐξαρθρημάτων ἔμπροσθεν ἠκούσαμεν αὐτοῦ λέγοντος, ὧν ἡ ἔμπτωσις ἠπορήθη. διάτε γὰρ τὴν διαστροφὴν τῶν ἀγγείων καὶ τὴν δυσκινησίαν καὶ τὸν τῆς φύσεως κάματον, ὃν κάμνει κατὰ τὰ τοιαῦτα πάθη, χεῖρον ἢ πρόσθεν ἀνάγκη τρέφεσθαι τὰ πεπονθότα μόρια. τοῦτο δ’ἐν μὲν τοῖς ηὐξημένοις ἤδη καὶ τελείοις σώμασιν ἰσχνότερα ποιεῖν εἴωθε τὰ μόρια, τοῖς δ’ἔτ’αὐξανομένοις ἡ αὔξησις ἐμποδίζεται τῶν κατὰ ῥάχιν. ὅσα δ’ἀμφότερα τῶν πεπονθότων ἐστὶν, οἷον αἵτε χεῖρες καὶ τὰ σκέλη, παντάπασιν ἀβλαβῆ διαμένει · συμπάσχει γὰρ οὐχ ὅλον τὸ σῶμα τοῖς οὕτω πεπονθόσιν, ἀλλ’ὅσα πλησίον ἐστὶ μόνα.
“καὶ ὅσοισιν ἂν ᾖ ἀνωτέρω τῶν φρενῶν τὸ κῦφος, τούτοισι μὲν αἵτε πλευραὶ οὐκ ἐθέλουσιν ἐς τὸ εὐρὺ αὔξεσθαι, ἀλλ’ἐς το- τοὔμπροσθεν, τότε στῆθος ὀξὺ γίνεται, ἀλλ’οὐ πλατὺ, αὐτοίτε δύσπνοοι γίνονται καὶ κερχνώδεες. ἧσσον γὰρ εὐρυχωρίην ἔχουσιν αἱ κοιλίαι αἱ τὸ πνεῦμα δεχόμεναι καὶ προπέμπουσαι”. ἐπὶ τῶν ἔτι ἐν αὐξήσει λόγον ποιεῖται, περὶ ὧν προείρηκεν ὅτι οὐχὶ συναύξεται τὰ κατὰ τὴν ῥάχιν αὐτοῖς. ὅταν οὖν ἐν τοῖς κατὰ τὸν θώρακα σφονδύλοις τὸ κύφωμα γένηται, μάλιστα τούτοις ἀναυξητέα ἀποτελεῖται κατὰ τὸ μῆκος. ἔκτε οὖν τούτων καὶ ὅτι κατὰ τὸ κυφὸν εἰς το- τοὐπίσω μετάστασις ἐγένετο τῶν σφονδύλων, ἀναγκαῖόν ἐστι στενὸν καὶ ὀξὺν αὐτοῖς γίνεσθαι τὸν θώρακα καὶ κατὰ τοῦτο καὶ τὰς ἐντὸς κοιλίας τὰς ὑποδεχομένας τὸ πνεῦμα μικροτέρας, ὥστε καὶ τοῦ πνεύματος, ὅταν ἀναπνέωσιν, ἐλάττονος ἀπολαύειν τὸ σῶμα. λέλεκται δὲ κα- κἀν τοῖς. περὶ δυσπνοίας ὡς ἀναγκαῖόν ἐστιν, ἔνθα τῆς χρείας ἐλάττων εἰσπνοὴ γίνεται, τὴν ἐφεξῆς αὐτῇ τὴν δευτέραν μετ’ἐλάττονα χρόνον ἢ εἴπερ εἶχε κατὰ φύσιν ἡ προτέρα ποιῆσαι τὴν ἀρχήν. τὸ δὲ μετ’ἐλάττονα πυκνὸν ἐργάζεται τὸ πνεῦμα καὶ τοῦτο τὸ τῆς δυσπνοίας εἶδος συνίσταται τὸ κατὰ μικρότητα καὶ πυκνότητα. κερχνώδεις δὲ γίγνονται διὰ τῶν κατὰ τὴν φάρυγγα καὶ τραχεῖαν ἀρτηρίαν μορίων στενότητα. συναύξει δὲ ταύτην τὴν στενότητα καὶ τοῦτο περὶ οὗ κατὰ τὴν ἐξῆς ῥῆσιν διδάσκει.
“καὶ μέντοι καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν, ὡς μὴ προπετὴς ἔῃ αὐτοῖσιν ἡ κεφαλή. στενοχωρίην μὲν οὖν πολλὴν τῷ φάρυγγι παρέχει καὶ τοῦτο ἐς τὸ εἴσω ῥέπον · καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔςτ’ἂν ἀναπιεχθῇ. δι’οὖν τὸ τοιοῦτον σχῆμα ἐξεχέβρογχοι οἱ τοιοῦτοι τῶν ἀνθρώπων μᾶλλον φαίνονται ὑγιέες”. εἰς τα- τἀναντία ἐχόντων τῶν κατὰ τὸν θώρακα σφονδύλων εἰς τὴν ὀπίσω χώραν μεταστάντων ἐν τοῖς κυφώμασιν, ἀναγκαῖόν ἐστιν ὅλον τὸν τράχηλον εἰς τὸ πρόσω ῥέπειν, ὥστε καὶ τὴν κεφαλήν · ἐπίκειται γὰρ τούτῳ · κατ’εὐθὺ τοίνυν συμβήσεται τοῖς κυφοῖς ἐν τοιούτῳ σχήματι βαδίζειν, ἐν ᾧ οἱ πάντες, ὅταν ἐπινεύσωμεν ὅλον τὸν τράχηλον ἅμα τῇ ῥάχει καὶ κάμψαντες ἄμφω καὶ κυρτώσαντες εἰς το- τοὐπίσω κάτω βλέπομεν εἰς τὴν γῆν. ὅπως οὖν μὴ πάσχωσιν οἱ κυρτοὶ τοῦτο, τὸν τράχηλον ἀναγκάζονται πρὸς το- τοὐπίσω, τοῖς αὐτῶν σφονδύλοις ὀλίγον εἰς τοῦτο συντελοῦσιν, ὡς ἂν ἐλαχίστην ἔχουσι τὴν κίνησιν, ἔνθα μάλιστα ταύτην ἀξιόλογον εὑρίσκουσιν, ἐνταῦθα πλεῖστον ἀνανεύουσιν. εὑρίσκεται δὲ κατὰ τὴν τῶν πρώτων δυοῖν σφονδύλων διάρθρωσιν, ἣν πρὸς ἀλλήλους καὶ τὴν κεφαλὴν ἔχουσιν. ὅπερ οὖν τοῖς ἀπαθέσιν ἄγουσιν εἰς ὀπίσω τὴν κεφαλὴν γίνεται σχῆμα, κατὰ τὴν διάρθρωσιν αὐτῆς, τοῦτο τοῖς κυφοῖς ὀρθουμένοις · καὶ δὴ καὶ ὥσπερ οἱ κατὰ φύσιν ἔχοντες ἐξεχέβρογχοι γίνονται κατὰ τὰς εἰς το- τοὐπίσω τῆς κεφαλῆς ἀνανεύσεις, οὕτως οἱ κυφοὶ κατὰ τὰς ὀρθίας τάσεις. ἐξεχεβρόγχους δηλονότι καλεῖ τοὺς ἐξέχοντας εἰς το- τοὐπίσω, εἰς τὸ πρόσω τὴν δίκην ἔχοντας. οὕτως δ’εἰκὸς ὀνομάζειν αὐτὸν, ἤτοι τὴν τραχεῖαν ἀρτηρίαν ὅλην ἢ μόνον τὸν φάρυγγα, καὶ τοῦτ’ἔστι τὸ μάλιστα κερχνώδη τὴν ἀναπνοὴν ἐργαζόμενον, ἀμέλει καὶ τοῖς κοιμωμένοις ἐν τοιούτῳ σχήματι μάλισθ’ὑπάρχει τὸ ῥέγχειν. διὰ τοῦτ’ἔφη · καὶ γὰρ τοῖσιν ὀρθοῖσι φύσει δύσπνοιαν παρέχει τοῦτο τὸ ὀστέον, ἢν ἔσω ῥέψῃ, ἔςτ’ἂν ἀναπιεχθῇ τοῦτο τὸ ὀστέον, ἀναφορικῶς εἰπὼν ἐπὶ τὸ προειρημένον ἐν ἀρχῇ τῆς ῥήσεως, ἔνθα φησί · καὶ γὰρ δὴ καὶ ἀναγκάζονται κατὰ τὸν μέγαν σφόνδυλον λορδὸν τὸν αὐχένα ἔχειν. ἐξ οὗ τεκμήραιτ’ἄν τις μέγαν σφόνδυλον ὀνομάζειν αὐτὸν τὸν δεύτερον, ὃς χωρῆσαι μάλιστα δύναται πρόσω, καὶ πάλιν ἐντεῦθεν ἀναπιεχθῆναι. πρόδηλον δ’ὅτι καὶ τὴν αὐτὴν χώραν τὴν πρόσω καὶ ἔσω κέκληκε · πρόσω μὲν ὡς βαίνοντα ἐκ τῶν ὀπίσω μερῶν εἰς αὐτὴν σφόνδυλον, ἔσω δ’ὅτι κατὰ τὸ βάθος ἐστὶ τοῦ σώματος, ἐάντε πρὸς τὴν ἔσωθεν ἐπιφάνειάν τις, ἐάντε πρὸς τὴν ὀπίσω σκοπῇ.
“φυμάτιάτε ὡς ἐπὶ τὸ πολὺ κατὰ τὸν πνεύμονά εἰσιν οἱ τοιοῦτοι σκληρῶν φυμάτων καὶ ἀπέπτων · καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ ξύντασις τοῖσι πλείστοισι διὰ τοιαύτας συστροφὰς γίνεται, ᾗσιν ἂν κοινωνήσωσιν οἱ τόνοι οἱ σύνεγγυς”. οἷς ἐν τοῖς ἄνω τῶν φρενῶν ἐστί τὸ κύφωμα, τούτοις κατὰ τὸν πνεύμονα τὰ φύματά φησιν ὡς τὸ πολὺ γίγνεσθαι. δῆλον οὖν ὅτι καὶ οἷς ἐν ὀσφύϊ τὸ κύφωμα ᾖ καὶ τούτοις ἐνταῦθα τὰ φύματα συνίσταται. ὡς τὸ πολὺ δ’εἶπεν, ἐπειδὴ καὶ κατὰ τὴν διάπτωσιν καὶ πληγὴν κυφοῦται ῥάχις, ὥσπερ οὖν καὶ λορδοῦται καὶ σκολιοῦται. διὰ δὲ τοῦ φάναι · καὶ γὰρ ἡ πρόφασις τοῦ κυφώματος καὶ ἡ σύντασις τοῖσι πλείστοισι διὰ ταύτας συστροφὰς γίγνεται, τὴν αὐτὴν γνώμην ἐνδείκνυται κατ’ἀρχὰς, ὁπότε λέγει · σφόνδυλοι δὲ οἱ κατὰ ῥάχιν, οἷσι μὲν ὑπὸ νοσημάτων ἕλκονται εἰς τὸ κυφόν. τὸ δ’ἐν τῇ νῦν ῥήσει λελεγμένον, ᾗσιν δ’ἂν κοινωσήσωσιν οἱ τόνοι οἱ ξύνεγγυς ἐπὶ τὰ νεῦρα τὴν ἀναφορὰν ἔχει, κατὰ τὸν νῶτόντε καὶ τοὺς σφονδύλους. ἐγὼ δὲ πρόσθεν ᾐτιασάμην τοὺς συνδέσμους τῶν σφονδύλων ἑλκομένους ἑαυτοῖς συνεπισπᾶσθαι καὶ αὐτοὺς τοὺς σπονδύλους. οὐ γὰρ ἡγοῦμαι τὰ ἀπὸ νωτιαίου πεφυκότα νεῦρα τὰ ἑλκόμενα πρὸς τοῦ φύματος ἑαυτοῖς δύνασθαι συνεπισπᾶσθαι τοὺς σφονδύλους · καὶ γὰρ ἀσθενέστερον πολὺ τῆς τοιαύτης δυνάμεώς ἐστι διάτε σμικρότητα καὶ μαλακότητα, διὸ καὶ οὐδὲν ἐκπέφυκεν ἐκ τῶν ὀστῶν, ὥσπερ οἱ σύνδεσμοι. ῥωμαλεώτεροι γὰρ ὄντες οὗτοι καὶ συνεχεῖς τοῖς τόνοις. εἰ δ’ἂν κοινωνήσωσι τοῖς φύμασι, δύνανται οὖν ἐπισπᾶσθαι τοὺς σφονδύλους.
“ὅσοισι δὲ κατωτέρω τῶν φρενῶν τὸ κύφωμά ἐστι, τούτοισι νοσήματα μὲν ἐνίοισι προσγίνεται νεφριτικὰ καὶ κατὰ κύστιν, ἀτὰρ καὶ ἀποστάσιες ἐς ἐμπύημά τι καὶ κατὰ κενεῶνας καὶ κατὰ βουβῶνας χρόνιαι καὶ δυσαλθέες καὶ τουτέων οὐ δ’ἑτέρη λύει τὰ κυφώματα”. κατὰ συμπάθειαν δηλονότι τὰ εἰρημένα νοσήματα γίγνεται. συμπάσχει δὲ τὰ ὁμογενῆ καὶ τὰ πλησίον ἅπερ ἐλέγετο κα- κἀν τῷ σύνεγγυς καὶ τὰ κοινὰ καὶ μάλιστα κακοῦντα. δυσεντερία μὲν οὖν καὶ κιρσοὶ κατὰ μετάστασιν τῶν ἐργαζομένων τὰ φύματα χυμῶν γεννώμενα θεραπεύει τὴν κύφωσιν. ὅσα δὲ κατὰ συμπάθειαν γίγνεται νοσήματα, τούτων οὐδέν ἐστι λυτικῶν τῶν ἐξ ἀρχῆς παθῶν.
“ἰσχία δὲ τοῖσι τουτέοισιν ἀσαρκότερα γίνεται ἢ τοῖσιν ἄνωθεν κυφοῖσιν”. οἷς κατ’ὀσφῦν ἐστι τὸ κύφωμα, τούτοις ἰσχία μᾶλλόν ἐστιν ἄσαρκα τῶν κατὰ θώρακα κυφῶν. ἐκ τούτου δὲ δῆλον ὡς καὶ τοῖς κατὰ θώρακα κυφοῖς ἄσαρκα μετρίως γίγνεται τὰ κατ’ἰσχίον, ὡς ἂν κοινωνοῦντα τῇ ῥάχει.
“ἡ μέντοι σύμπασα ῥάχις μακροτέρη τούτοισιν ἢ τοῖσιν ἄνωθεν κυφοῖσι”. τοῖς μηδέπω τελείοις κατὰ τὴν ἡλικίην πρὸς τῷ κοινῷ τῆς ἀτροφίας, ἔτι καὶ ἀναύξητα τὰ πεπονθότα μόρια γίνεται, καθότι καὶ πρόσθεν ἐρρέθη. νυνὶ δὲ προστίθησιν ἄλλην διαφορὰν οὐκ ἀπὸ τῆς ἡλικίας, ἀλλ’ἀπὸ τῶν πεπονθότων μορίων · ὅσῳ γὰρ ἐν ἀρχῇ μᾶλλον ἑαυτῆς ἡ ῥάχις πάθῃ, τοσούτῳ μᾶλλον ἀναυξεστέρα γίγνεται, διότι τῆς γενέσεως αὕτη καὶ τῆς αὐξήσεως ἄνωθέν ἐστιν.
“ἥβη δὲ καὶ γένειον βραχύτερα καὶ ἀτελέστερα καὶ ἀγονώτεροι οὗτοι τῶν ἄνωθεν κυφῶν”. τῷ κοινῷ λόγῳ τῆς συμπαθείας προσέρχεται διαφορὰ κατὰ τὴν τῶν τόπων φύσιν. ὁ μὲν οὖν κοινὸς λόγος ἐστὶ τὰ πλησιάζοντα τοῖς πεπονθόσι συμπάσχειν. ἴδιος δὲ ἔνθα μὲν ἀναπνευστικὰ μόρια δυσπνουστέρους γίγνεσθαι τοὺς πάσχοντας καὶ κερχνώδεις, ἔνθα δὲ τὰ κατωτέρω τῶν φρενῶν γίνεται βραδυτέρα ἡ ἥβη. ἕπεται δὲ τούτῳ καὶ ἡ κατὰ τὰ γένεια βλάβη.
“οἷσι δ’ἂν ηὐξημένοισι τὸ σῶμα γένηται κύφωσις, τούτοισιν ἀπαντικρὺ μὲν τῆς νόσου τῆς τότε παρεούσης κρίσιν ποιέει ἡ κύφωσις. ἀνὰ χρόνον μέντοι ἐπισημαίνει τι τῶν αὐτέων, ὥσπερ καὶ τοῖσι ἑτέροισιν ἢ πλέον ἢ ἔλασσον. ἧσσον δὲ κακοήθως, ὡς τὸ ἐπίπαν μὲν τοιαῦτά ἐστι”. τὸ ἀπαντικρὺ νῦν εἴρηκεν ἐν ἴσῳ τῷ ἐκ τοῦ φανεροῦ, ὅπερ ἄλλοι τινὲς τῶν παλαιῶν ἄντικρυς εἰρήκασιν · ἐκ μὲν τοῦ φανεροῦ καὶ ὡς εἴπῃ τις αἰσθητοῦ κρίσιν ἡ κύφωσις, ὅπερ ἐπὶ λύσιν λαμβάνει καὶ δόξειεν ἂν τὸ πάθος ἀνῃρῆσθαι παντάπασιν. ὑπολείπεται μέντοι τι λείψανον βραχὺ παροξυνόμενον, ἐπίτε τοῖς κατὰ τὴν δίαιταν ἁμαρτήμασι καὶ ἐν τῇ τῶν ἔξωθεν ἀπάτῃ βλαβερόν.
“πολλοὶ μέντοι ἤδη καὶ εὐφόρως ἤνεγκαν καὶ ὑγιεινῶς τὴν κύφωσιν ἄχρι γήρως, μάλιστα δὲ οὗτοι, οἷσιν ἂν ἐς τὸ εὔσαρκον καὶ πιμελῶδες προτράπηται τὸ σῶμα. ὀλίγοι μὲν ἤδη καὶ τῶν τοιούτων ὑπὲρ ἑξήκοντα ἔτη ἐβίωσαν, οἱ δὲ πλεῖστοι βραχυβιώτεροί εἰσι”. διὰ ῥώμην φύσεως καὶ τοῦ πάθους τὴν ἐπιείκειαν, ἤδη δὲ καὶ τὴν ὅλην δίαιταν, ἣν ὁ πάσχων διαιτᾶται, μέχρι γήρως ἔνιοι τὴν κύρωσιν ὑγιεινῶς ἤνεγκαν.
“ἔστι δ’οἷσι καὶ ἐς τὸ πλάγιον σκολιοῦνται σφόνδυλοι ἢ τῇ ἢ τῇ. ἢ τὰ πάντα μὲν ἢ τὰ πλεῖστα τὰ τοιαῦτα γίνεται διὰ συστροφὰς τῆς εἴσωθεν ῥάχιος”. εἶπον ἔμπροσθεν ἤδη περὶ τῆς σκολιώσεως ὡς γίνεται κατὰ τὸ πλάγιον μέρος τοῦ σφονδύλου συστάντος φύματός πως καὶ ἐφέλκοντος ἐπὶ ἑαυτὸ τοὺς συνδέσμους, τοῦτο λέγει δὲ καὶ ὁ Ἱπποκράτης, ὅτι διὰ τοὺς τόνους.
“προσξυμβάλλεται δὲ ἐνίοισι σὺν τῇ νούσῳ καὶ τὰ σχήματα, ἐφ’ὁποῖα ἂν ἐθισθέωσι κεκλίσθαι”. τὸ μέντοι τῷ συρρεῖν μᾶλλον ὡς ἐπὶ τὸ ταπεινότερον, τὸ δέ τι καὶ τῷ θλίβεσθαι μᾶλλον, ἐφ’ᾦ κατάκειταί τις, εἰς τὴν τοῦ κυφώματος γένεσιν ἡ συντέλεια γίνεται. πρώτη δ’αἰτία καὶ κυριωτάτη τῶν φυμάτων καὶ τῶν ἄλλων νοσημάτων ἡ φυσικὴ τοῦ μέρους εὐπάθεια. δέδεικται γὰρ εἰς τὰ τοιαῦτα μόρια συρρεῖν τὰ περιττά.
“ἀλλὰ περὶ μὲν τούτων ἐν τοῖσι χρονίοισι κατὰ πνεύμονα νοσήμασιν εἰρήσεται. ἐκεῖ γάρ εἰσιν αὐτῶν χαριέσταται προγνώσιες περὶ τῶν μελλόντων ἔσεσθαι”. πολλὰ καὶ κατὰ τὸ βιβλίον τοῦτο γράψαι ἐπηγγείλατο μὴ σωζόμενα νῦν, ἃ τάχα μὲν οὐ δ’ὅλως ἔγραψεν ἢ οὐκ ἐσώθη, καθάπερ καὶ ἄλλα πολλὰ τῶν παλαιῶν βιβλίων οὐκέτι σώζεται, περὶ ὧν τῆς ἀπωλείας πολλοῖς γέγραπται. περὶ δ’οὖν τῶν κατὰ πνεύμονα χρονίων εἴρηται μὲν πολλὰ κα- κἀν τῷ μείζονι περὶ παθῶν, οὗ καὶ ἡ ἀρχή · ἢν ἡ τοῦ πνεύμονος ἀρτηρίη ἑλκωθῇ. εἴρηται δὲ κα- κἀν τῷ πρώτῳ περὶ νούσων, οὐκ ὀρθῶς ἐπιγεγραμμένῳ, οὗ ἡ ἀρχή · ὃς ἂν περὶ ἰήσιος ἐθέλῃ ἐρωτᾷν ὀρθῶς καὶ ἐπερωτώμενος ἀποκρίνεσθαι. ἀλλ’οὐ δ’ἐν ἑτέρῳ τούτων ἃ νῦν ἐπηγγείλατο τελέως διώρισται.
“ὅσοισι δὲ ἐκ καταπτώσιος ῥάχις κυφοῦται, ὀλίγα δὴ τούτων ἐκρατήθη, ὥστε ἐξιθῦναι”. ἄχρι νῦν ἔγραψε περὶ τῆς ἔξωθεν αἰτίας διαστρεφομένης ῥάχεως. ὅσα δὲ ἀπὸ τῆσδε τῆς ῥήσεως ἐφεξῆς γέγραπται πάντα περὶ τῶν ἐκ καταπτώσεως ἤ τινος πληγῆς βλαπτομένων τοὺς σφονδύλους εἴρηται καὶ ἔστι τὰ πλεῖστα σαφῆ, πλὴν εἴ που δέοι παραλελειμμένην αἰτίαν προσθεῖναι, καθάπερ καὶ νῦν τὰ ὀλίγα κατὰ τὴν ῥάχιν παραρθρημάτων ἐπανορθοῦται. καίτοι τούτου νῦν δυνάμενος τὴν αἰτίαν ἐν τοῖς ἐφεξῆς αὐτὸς ἐνδείκνυται, γιγγλυμοειδῶς εἰπὼν, τοὺς σφονδύλους συγκεῖσθαι, ὅταν εἷς τις ἐξ αὐτῶν καθ’ὁντιναοῦν τρόπον ἐκπίπτῃ εἰς τὴν τῆς διαρθρώσεως, χαλεπώτατόν ἐστιν ἐμβιβάσαι, πολλῶν μὲν ἀποφύσεων οὐσῶν, πολλῶν δὲ κοιλοτήτων ἐν ἑκάστῃ, τοῦτο γὰρ καὶ δι’αὐτῆς τῆς ὄψεως ἐπὶ τῶν ὀστῶν ἐμάθετε.
“τοῦτο μὲν γὰρ αἱ ἐν τῇ κλίμακι κατατάσιες οὐδὲν ἀπεξήθυναν, ὧν γε ἐγὼ οἶδα. χρέονται γὰρ οἱ ἰητροὶ μάλιστα αὐτῇ οὗτοι οἱ ἐπιθυμέοντες ἐκχαυνοῦν τὸν πολὺν ὄχλον. τοῖσι γὰρ τοιούτοισι ταῦτα θαυμάσιά ἐστιν, ἢν ἢ κρεμάμενον ἴδωσιν ἢ ῥιπτούμενον ἢ ὅσα τοῖσι τοιούτοισιν ἔοικε καὶ ταῦτα κληΐζουσιν ἀεὶ καὶ οὐκέτι αὐτοῖσι μέλει ὁκοῖόν τι ἀπέβη ἀπὸ τοῦ χαρίσματος, εἴτε κακὸν εἴτε ἀγαθόν. οἱ μέντοι ἰητροὶ οἱ τὰ τοιαῦτα ἐπιτηδεύοντες σκαιοί εἰσιν, οὓς ἔγωγε ἔγνων. τὸ μὲν γὰρ ἐπινόημα ἀρχαῖον, καὶ ἐπαινέω ἔγωγε σφόδρα τὸν πρῶτον ἐπινοήσαντα καὶ τοῦτο καὶ ἄλλο πᾶν ὅ τι μηχάνημα κατὰ φύσιν ἐπενοήθη. οὐδὲν γάρ μοι ἄελπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε, κα- κἂν ἐξιθύναι ἔνια. αὐτὸς μέντοι κατῃσχύνθην πάντα τὰ τοιουτότροπα ἰητρεύειν οὕτω, διὰ τοῦτο ὅτι πρὸς ἀπατεώνων μᾶλλον οἱ τοιοῦτοι τρόποι”. ἐπειδὴ προηγεῖσθαι χρὴ πάσης ἐμβολῆς ἄρθρων ἀντιτάσεις, ὡς ἐδείξαμεν, ἔστιν ἀναγκαῖον κα- κἀπὶ τῶν ὀστῶν, ἔστι κα- κἀπὶ τῶν κατὰ ῥάχιν ὡσαύτως πράττειν. ὅπως μὲν οὖν ἀντιτείνειν ὠφελίμως χρὴ μετὰ τόδε διδάξει · νυνὶ δὲ διαλέγεται περὶ τῶν κακῶς γιγνομένων κατατάσεων, ἔθος ὂν αὐτῷ ποιεῖν οὕτως, ὡς ἤδη δέδεικται διὰ τῶν ἔμπροσθεν. δεῖ γὰρ ἐλέγχειν πρότερον ὅσα κακῶς ποιοῦσιν ἔνιοι τῶν ἰατρῶν, εἶθ’οὕτως διδάσκειν τὰ βελτίω. κατασπώντων οὖν πολλῶν διὰ κλίμακος τὰ κατὰ ῥάχιν παραρθρήματα, μάλιστα μέν φησι μη δ’ἀνύειν τι τὴν ἐπίνοιαν ταύτην. εἰ δ’ἄρα βούλοιτό τις χρῆσθαι, διδάσκει τρόπους οἷς χρῷτο ἄν τις κάλλιστα. πρόκειται γὰρ ἐν τῇ κατατάσει τὴν μὲν ἄνω τάσιν τῆς ῥάχεως ἐργάσασθαι διὰ τῶν δεσμῶν, οὓς περιβάλλομεν πλησίον τοῦ πεπονθότος μέρους, τὴν δὲ κάτω διὰ τοῦ βάρους τοῦ σώματος. πρὸς τοῦτον οὖν ἀποβλέπων τὸν σκοπὸν ἀκολουθήσεις τοῖς ὑπ’αὐτοῦ λεγομένοις ἐφεξῆς · ἔστι γὰρ τὰ πλεῖστα σαφῆ.
“ὅσοισι μὲν οὖν ἐγγὺς τοῦ αὐχένος ἡ κύφωσις γένηται, ἧσσον εἰκὸς ὠφελέειν κατατάσιας ταύτας τὰς ἐπὶ κεφαλήν · μικρὸν γὰρ τὸ βάρος ἡ κεφαλὴ καὶ τὰ ἀκρώμια τὰ καταρρέποντα. ἀλλὰ τούς γε τοιούτους εἰκὸς ἐπὶ τοὺς πόδας κατασεισθέντας μᾶλλον ἐξιθυνθῆναι. μείζων γὰρ οὕτως καταρροπίη ἐπὶ τὰ τοιαῦτα. ὅσοισι δὲ κατωτέρω τὸ ὕβωμα, τούτοισιν εἰκὸς μᾶλλον ἐπὶ κεφαλὴν κατασείεσθαι. εἰ οὖν τις ἐθέλει κατασείειν, ὀρθῶς ἂν ὧδε σκευάζοι. τὴν κλίμακα χρὴ σκυτίνοισιν ἐν ὑποκεφαλαίοισι πλαγίοισιν ἢ ἐρινεοῖσι καταστρῶσαι εὖ προσδεδεμένοισιν ὀλίγῳ πλέον καὶ ἐπὶ μῆκος καὶ ἔνθεν καὶ ἔνθεν ἢ ὅσον ἂν τὸ σῶμα τοῦ ἀνθρώπου κατάσχοι”. ἐπειδὴ πάσχει ἡ ῥάχις, ἤτοι πλησίον τῆς ἄνωθεν ἀρχῆς ἢ τῇ κάτω τελευτῇ ἢ κατά τι τῶν μεταξὺ περὶ πρώτης λόγον ποιεῖται βλάβης τῆς ἐγγὺς τοῦ τραχήλου γιγνομένης. ἐπὶ ταύτης οὖν εἴ τις ἐπὶ κλίμακος τὸν πεπονθότα κρεμάσειεν ἐκ τῶν ποδῶν, ὡς εἰώθεισαν ἔνιοι τῶν κατ’αὐτὸν ἰατρῶν ποιεῖν, οὐκ ἂν εἰς τὸ κάτω γένοιτο τάσις ἀξιόλογος, ὡς ἂν μικροῦ βάρους ὄντος τοῦ κατὰ τὸν αὐχένα καὶ τὴν κεφαλήν. εἰ δὲ κάτω τὸ πάθος εἴη, πλησίον τοῦ ἱεροῦ ὀστοῦ, μάλιστα ἐλπίσειέ τις ἀνύσαι τὴν κατάτασιν, ἐξ οὗ γραφή τις ἅν πως κάλλιστα.
“ἔπειτα τὸν ἅνθρωπον ὕπτιον κατακλῖναι ἐπὶ τὴν κλίμακα χρὴ, κα- κἄπειτα προσδῆσαι μὲν τοὺς πόδας παρὰ τὰ σφυρὰ πρὸς τὴν κλίμακα μὴ διαβεβῶτα ἐν δεσμῷ εὐόχῳ μὲν, μαλθακῷ δέ. προσδῆσαι δὲ κατωτέρω ἑκάτερον τῶν γουνάτων καὶ ἀνωτέρω προσδῆσαι καὶ κατὰ τὰ ἰσχία. κατὰ δὲ τοὺς κενεῶνας καὶ κατὰ τὸ στῆθος χαλαρῇσι ταινίῃσι περιβαλέειν οὕτως, ὅκως μὴ κωλύωσι τὴν κατάσεισιν. τὰς δὲ χεῖρας παρὰ τὰς πλευρὰς περιτείναντα προσκαταλαβεῖν πρὸς αὐτὸ τὸ σῶμα καὶ μὴ πρὸς τὴν κλίμακα”. σαφῶς διερχόμενος ἅπαντα εὔοχον καλεῖ δεσμῶν τὸν εὐοχοῦντα, τουτέστιν ἀσφαλῶςτε ἅμα καὶ ἀθλίπτως.
“ὅταν δὲ κατασκευάσῃς οὕτως, ἀνέλκειν τὴν κλίμακα καὶ πρὸς τύρσιν τινὰ ὑψηλὴν ἢ πρὸς ἀέτωμα οἴκου”. τύρσιν μὲν τὸν πύργον ἀκούειν χρὴ, οἴκου δὲ ἀέτωμα τὸ ὑψηλότατον μέρος · οὕτω γὰρ ὀνομάζουσι τὰς εἰς ὑψὸς ἀνατάσεις τῆς ὀροφῆς τριγωνοειδεῖς. εἰ μὲν γὰρ ἡλιαστήριον ποιήσει τις ἀντὶ κεράμου, ποιήσει τὴν ὀροφὴν ἐνεπίπεδον, οὐκ ἀλέαν ἴσχουσαν ἐργάσεται. κέραμον δὲ ἐπιτιθεὶς εὐαπόρρυτον αὐτῇ τὸ ὕδωρ τὸ ὄμβριον εἷναι βούλεται. κατὰ τοῦτ’οὖν ὑψηλὸν ἐργασάμενος τὸ μέσον τῆς ὀροφῆς κατὰ τὸ μῆκος ἐκ τῶν ὀπίσω πρὸς τὸ πρόσω τεταγμένον, οὕτω γὰρ ἐντεῦθεν ἐφ’ἑκατέρων τῶν πλαγίων τοίχων καταγῇ τὴν ὀροφὴν ταπεινὸς μόνην, ὥσπερ τινὰς δὲ τὰς πτέρυγας καθημένας · οὕτω γὰρ ἐοίκασιν εἰκάσαντες οἱ παλαιοὶ καλέσαι τοῦτο τῆς οἰκίας τὸ μέρος, ἀετὸν δὲ καὶ οἵδε, καθάπερ καὶ ὁ Πίνδαρός φησιν ἐν ταῖς Πλειάσιν · χρύσεα δ’ὀξύπτερα αἰετοῦ ἄειδον κληδόνες. καὶ Εὐριπίδης ἐν Ὑψιπύλῃ φησίν · ἰδοὺ πρὸς αἰθέρα ἐξαμμιλλῆσαι κόραι. γραπτοὺς οἷσι πρόσβλεπον τύπους. ὅτι δὲ καὶ ἡ τύρσις πύργον σημαίνει μάρτυς ἀξιόπιστος καὶ ὁ Διοκλῆς ὁ Καρύστιος ταύτην τὴν νῦν εἰρημένην λέξιν παραφράζων ἐν τῷ περὶ ἐπιδέσμων βιβλίῳ κατὰ τόνδε τὸν τρόπον ἔγραψεν · ἀνέλκειν δὲ τὴν κλίμακα πρὸς πύργον ὑψηλὸν ἢ οἰκίας δετόν.
“τὸ δὲ χωρίον ἵνα ὅκου κατασείεις, ἀντίτυπον ἔστω. τοὺς δὲ ἀνατείνοντας εὐπαιδεύτους χρὴ εἶναι, ὅκως ὁμαλῶς καὶ καλῶς καὶ ἰσορρόπως καὶ ἐξαπινέως ἀφήσωσι καὶ μήτε ἡ κλῖμαξ ἑτερόρροπος εἰς γῆν ἀφίξεται μήτε αὐτοὶ προπετέες ἔσονται”. πρὸς ὑψηλόν τι τὴν ἀρχὴν τῆς κλίμακος ἀναλαβὼν ἔχουσαν ἐπιδεδεμένον, ὡς εἴρηκε, τὸν ἄνθρωπον ἀφίησιν ἀθρόον ἐπ’ἐδάφους, ἵνα προσπεσούσης τῆς διαγηθείσης σφοδρῶς ἡ ῥάχις εἰς τὴν κατὰ φύσιν χώραν ἐμβιβάσῃ τὸν παρηρθρηκότα σφόνδυλον. εὔλογον οὖν ἐν τούτῳ τῷ ἔργῳ σκληρὸν εἶναι καὶ ἀντίτυπον τὸ ἔδαφος. εἰ γὰρ οὕτως εἴη μαλακὸν, ὡς εἰκὸς, ἐκλύει τὴν διάσεισιν τῆς ῥάχεως, οὐδὲν ἃν γένοιτο πλέον.
“ἀπὸ μέντοι τύρσιος ἀφιεὶς ἢ ἀπὸ ἱστοῦ καταπεπηγότος καρχήσιον ἔχοντος ἔτι μᾶλλον ἄν τις σκευάσαιτο, ὥστε ἀπὸ τροχιλίης τὰ χαλώμενα εἶναι ὅπλα ἢ ἀπὸ ὄνου. ἀηδὲς μὴν καὶ μακρηγορεῖν περὶ τούτων. ὅμως δὲ ἐκ τουτέων ἂν τῶν κατασκευῶν μάλιστα ἄν τις κατασεισθείη. εἰ μέν τι κάρτα ἄνω εἴη τὸ ὕβωμα, δέοι δὲ κατασείειν, πάντως ἐπὶ πόδας λυσιτελέει, ὥσπερ ἤδη εἴρηται. πλείων γὰρ οὕτω γίνεται ἡ καταρροπίη ἐπὶ ταῦτα”. ἐπειδὴ τὴν κλίμακα πρὸς ὑψηλόν τι χωρίον ἀναταθεῖσαν ἀφεῖσθαι χρὴ κατὰ τῆς γῆς ἐξαίφνηςτε καὶ ὁμαλῶς καὶ ἰσορρόπως, ἄμεινον εἶναί φησι τοὺς δέσμους αὐτῆς περὶ τροχιλίας ἑλίττεσθαι · καὶ γὰρ εὔδρομον τὴν κίνησιν οὕτως ἐργασόμεθα καὶ ὁμαλὴν καὶ ἰσόρροπον. ἔμπροσθεν τύρσεως καὶ ἀετώματος οἴκου μνημονεύσας μόνον, νῦν καὶ ἱστὸν προσέθηκε διπλοῦν, οὗ δῆλον ὅτι τὸ μέγιστόντε καὶ ὄρθιον ξύλον ὡς κατὰ τὸ ἄνω πέρας ἐπιτίθεται, ἄλλο δὲ ξύλον θέσιν ἐγκαρσίαν ἔχον ὡς πρὸς τὸν ἱστὸν, ἐξ οὗ ξύλου τὸ ἱστίον ἐξῆπται. διαφέρει γὰρ ἱστίον εἰπεῖν ἐν ταῖς τρισὶ συλλαβαῖς ἢ ἱστὸν ἐν δυοῖν. ἱστὸς μὲν γὰρ, ὡς εἶπον, ὀνομάζεται τὸ κατὰ τῆς νηὸς ἐμπεπηγὸς ὀρθὸν ξύλον, ἱστίον δὲ ἡ φυσωμένη πρὸς τῶν ἀνέμων ὀθόνη. τοὺς δὲ κατὰ τὴν ἄνω τελευτὴν τοῦ ἱστοῦ κάλους ὀνομάζουσι καρχησίους. ἕστ’ἂν οὖν ἱστῷ μέλλῃ χρῆσθαι πρὸς τὸ κρεμάσαι τὴν κλίμακα διὰ τροχιλιῶντε καὶ καρχησίων, ἐργάζου τοῦτο. χεῖρον δ’οὐδὲν εἷναί φησι καὶ ὀνίσκοις εἰς τὰ τοιαῦτα χρῆσθαι. καλεῖ δ’οὕτως δηλονότι τοὺς ἄξονας.
“ἑρμῆσαι μὲν χρὴ κατὰ μὲν τὸ στῆθος πρὸς τὴν κλίμακα προσδήσαντα ἰσχυρῶς, κατὰ δὲ τὸν αὐχένα ὡς χαλαρωτάτῃ ταινίῃ, ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα καὶ αὐτὴν τὴν κεφαλὴν κατὰ τὸ μέτωπον προσδῆσαι πρὸς τὴν κλίμακα · τὰς δὲ χεῖρας παρατανύσαντα πρὸς τὸ σῶμα προσδῆσαι, μὴ πρὸς τὴν κλίμακα. τὸ μέντοι ἄλλο σῶμα ἄδετον εἶναι χρὴ, πλὴν ὅσον τοῦ κατορθοῦσθαι εἵνεκα ἄλλῃ καὶ ἄλλῃ ταινίῃ χαλαρῇ περιβεβλῆσθαι”. λέλεκταί μοι καὶ πρόσθεν ἕρματα τὰ ἐρείσματα καὶ ἑρμάσαι τὸ ἐρεῖσαι, καὶ τοῦτ’εἶναι καὶ τὸ παρὰ τῷ ποιητῇ γεγραμμένον, ὑπὸ δ’εἴρεον ἕρματα νηῶν.
“ὅκως δὲ μὴ κωλύωσιν οὗτοι οἱ δεσμοὶ τὴν κατάσεισιν σκοπέειν τάδε. σκέλεα πρὸς μὲν τὴν κλίμακα μὴ προσδεδέσθω, πρὸς ἄλληλα δὲ ὡς κατὰ τὴν ῥάχιν ἰθύρροπα ἔῃ, ταῦτα μέντοι τοιουτοτρόπως ποιητέα, εἰ πάντως δέοι ἐν κλίμακι κατασεισθῆναι. αἰσχρὸν μέντοι καὶ ἐν πάσῃ τέχνῃ καὶ οὐχ ἤκιστα ἐν ἰητρικῇ πολὺν ὄχλον καὶ πολλὴν ὄψιν καὶ πολὺν λόγον παρασχόντα, ἔπειτα μηδὲν ὠφελῆσαι”. ἐὰν μὲν μη δ’ὅλως ὁ κατασειόμενος ἑρμασθῇ τὸ σῶμα, πρὸς τὴν κλίμακα δεθεὶς μόνον ἐκ τῶν ἄνω μερῶν ἐκκυλισθήσεται ῥᾳδίως εἰς τὰ πλάγια μέρη, καταδεθεὶς δὲ αὖ πάλιν ἰσχυρῶς, ὡς ἀκίνητος εἶναι πρὸς τῆς κατασείσεως οὐδὲν ὀνήσεται. χρῆται γὰρ ἀμφοτέρων στοχαζόμενος, οὕτω δεσμεῖν αὐτὸν, ὡς μήτε ἀκίνητον εἶναι κατασειόμενον ὑπὸ τῆς τῶν δεσμῶν ἀσφαλείας σφιγγόμενον, ἀλλὰ μήτε χαλαρὸν οὕτως ἐπικεῖσθαι, ὡς κυλισθήσεσθαι εἰς τὰ πλάγια. κατεγνωκὼς δὲ τῆς τοιαύτης ἀντιτάσεως ὁ Ἱπποκράτης ὅμως ἔγραψεν, ὡς ἂν κάλλιστα σκευάσειεν αὐτὴν, ἐπειδὴ τοὺς χρωμένους ἑώρα, μη δ’ὅλως κάλλιστα ποιεῖν τὸ ἔργον ἐπισταμένους, ἀλλὰ καὶ ὡς εἶπεν, οὐδὲν γάρ μοι ἄμεμπτον, εἴ τις καλῶς σκευάσας κατασείσειε κα- κἂν ἑξῆς συνθεῖναι ἔνια.
“χρὴ δὲ πρῶτον μὲν γινώσκειν τὴν φύσιν τῆς ῥάχιος, οἵη τίς ἐστιν, ἐς πολλὰ γὰρ νοσήματα προσδέοι ἂν αὐτῆς”. ἐπισημαίνεσθαι βούλομαι κα- κἂν ἅπαξ που καὶ ἀναμνῆσαι τῶν εἰρημένωντέ μοι κατὰ τὸ πρῶτον εὐθέως βιβλίον περὶ τῆς Ἱπποκράτους ἀνατομῆς, ἐν ᾧ γνώσῃ τὴν ἀναισχυντίαν τῶν ἐμπειρικῶν ἰατρῶν τολμησάντων Ἱπποκράτην καλεῖν ἐμπειρικόν. ἐμπειρικώτατος μὲν γὰρ ἦν ἁπάντων τῶν κατὰ τὴν ἰατρικὴν τέχνην καὶ μάλιστα τῇ πείρᾳ προσέχων νοῦν καὶ πάντα ταύτῃ δοκιμάζων, ἵνα δ’ὅλως ἀφίκηται πολλαῖς ἐπινοίαις χρώμενος λογικαῖς ἀνατομήντε μάλιστα σπουδάζων, ὡς ὠφελοῦσαν ἱκανῶς τὴν τέχνην, ὅπερ καὶ νῦν ἐδήλωσε σαφῶς, τὴν φύσιν τῆς ῥάχεως ἀξιῶν γινώσκειν, ἣν ἄχρηστον φασιν οἱ ἐμπειρικοὶ, καθάπερ καὶ τῶν ἄλλων ἁπάντων μορίων.
“τοῦτο μὲν γὰρ τὸ πρὸς τὴν κοιλίην ῥέπον οἱ σφόνδυλοι ἐντὸς ἄρτιοί εἰσιν ἀλλήλοισι”. τῶν σφονδύλων τὸ μὲν ὀπίσω μέρος ἀπόφυσιν ὀξεῖαν ἔχει χονδρώδη κατὰ τὸ πέρας, ἣν ὀνομάζουσιν ἄκανθαν, τὸ δ’ἀντικείμενον τούτῳ τὸ πρόσωτε καὶ ἐντὸς, ἑκάτερον μὲν γὰρ ὀνομάζεται, χόνδρῳ μὲν ἐπαλείφεται καὶ αὐτό. περιφερὲς δέ ἐστι καὶ λεῖον οὐδεμίαν ὀξεῖαν ἀπόφυσιν ἔχον, οὐ δ’ὅλως ἐξοχήν τινα βραχυτάτην, ὥσπερ ὀπίσωτε καὶ τῶν πλαγίων ἔχει. ὁποῖαι μὲν οὖν εἰσιν ἑκάστῳ τῶν σφονδύλων αἱ ἀποφύσεις, ἐπίτε τῶν σκελετῶν εἶπεν, εἰρημένον νῦν περὶ τῶν σφονδύλων, οὓς κατὰ τὰ ἔνδον μέρη κέκληκεν ἀρτίους, τουτέστιν ἀπηρτισμένους αὐτῶντε καθ’ἑαυτῶν ἕκαστον, ἐντε τῇ πρὸς ἀλλήλους ὁμιλίᾳ, διότι γὰρ οὔτ’ἐξοχή τις αὐτοῖς ἐστιν ἐνταῦθα καὶ κατὰ πᾶν ἀλλήλοις ἐφαρμόττουσιν, ἀρτίους αὐτοὺς ὠνόμασεν εἶναι πρὸς ἀλλήλους, οἶον ἀπηρτισμένους ὁμιλοῦντας.
“καὶ δέδενται πρὸς ἀλλήλους δεσμῷ μυξώδει καὶ νευρώδει ἀπὸ χόνδρων ἀποπεφυκότι ἄχρι πρὸς τὸν νωτιαῖον”. ἀκριβῶς πάνυ διηγήσατο τὴν φύσιν τῆς συμβολῆς τῶν σφονδύλων. οὐ γὰρ διὰ πολλοῦ, καθάπερ ᾠήθησάν τινες, ἑνοῦνται καὶ συμφύονται κατὰ τὴν ἔνδον χώραν, οὕτω γὰρ ἂν ταῖς ἐπὶ πλέον ἀνακλάσεσι πρὸς το- τοὐπίσω τῆς ῥάχεως ἤτοι τελέως ἀντέλεγον ἢ διεσπῶντο. νυνὶ δὲ, οὐ γὰρ συμπεφύκασιν, ἀλλ’ὡς ἔχει δεσμῷ δέδενται μυξώδει καὶ νευρώδει, διὰ τοῦτο κίνησίν τινα βραχεῖαν ἔχουσι καὶ κατὰ τοῦτο τὸ μέρος, οὐκ ἂν ἔχοντες, εἰ συναποπέφυκεσαν · οὔτε δεσμὸς αὐτῶν ἐξήκει μέχρι τοῦ νωτιαίου. περίκειται γὰρ ἐν κύκλῳ τούτῳ μετὰ τὴν τραχεῖαν μήνιγγα. πρώτης μὲν οὖν αὐτὸν περιεληφυίας τῆς δέσεως, ὥσπερ καὶ τὸν ἐγκέφαλον, ἐφ’ὃν δὲ παχείας εἶπεν ἔξωθεν τοῦ προειρημένου δεσμοῦ. περιττότερον γὰρ τοῦτο τῷ νωτιαίῳ παρὰ τὸν ἐγκέφαλον ὑπάρχει σκέπασμα προβλήματος, ὅπως μὴ πονήσῃ προσκόπτων τοῖς ὀστοῖς τῶν σφονδύλων ἐν τῇ κινήσει τῶν ὀστῶν τῆς ῥάχεως. αὐτοῖς δὲ τοῖς σφονδύλοις ὁ σύνδεσμος μυξώδης ἐγένετο, τουτέστι γλίσχρος καὶ οἷον φλεγματώδης ἕνεκα τοῦ καὶ τὴν κίνησιν ἑτοιμοτέραν εἶναι τοῖς σφονδύλοις καὶ αὐτὸν τὸν σύνδεσμον ἀπαθέστερον · ἀπορρήγνυται γὰρ ἐν ταῖς κινήσεσι τὰ ξηρὰ καὶ τὰ ἄνικμα. διὰ τοῦτο καὶ τοὺς ἱμᾶντας ἀλείφουσιν, οἷς ἐπὶ τῶν ὀχημάτωντε καὶ αὐτῶν τῶν ὑποζυγίων χρῶνται. καίτοι τὸν αὐτὸν τοῦτον τὸν μυξώδη χυμὸν ἐν ἅπασι τοῖς ἄρθροις εὑρεῖν ἐστι διὰ τὴν αὐτὴν αἰτίαν.
“ἄλλοι δέ τινες τόνοι νευρώδεες διαντέοι, πρόσφυτοι παρατέτανται ἔνθεν καὶ ἔνθεν αὐτῶν”. διαντέους μὲν ἀκούειν χρὴ τοὺς ἄνωθεν κάτω διήκοντας ἐπὶ πολὺ μακρούς. οὐ μὴν ἔχω γε γράφειν διὰ τί νευρώδεις εἶπε τοὺς παρατεταμένους τόνους τῶν σφονδύλων. οὐ γὰρ νευρώδεις εἰσὶν, ἐχρῆν εἰπεῖν, ἀλλὰ νεῦρα πλὴν τοὺς ἰσχυροὺς νευρώδεις ὠνόμασε. παρατέτανται δὲ νεῦρα σαφῶς μὲν ἑκάστῳ σφονδύλῳ καθ’ὅλον τὸν θώρακα, περὶ ὧν ἄνωθεν γενέσεως ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε δεικνύντος μου, κατὰ μὲν τὸν τράχηλόντε καὶ τὴν ὀσφῦν ἐπίκεινται μύες τοῖς σφονδύλοις, καθ’ὃν φέρονται τὰ νεῦρα.
“αἱ δὲ φλεβῶν καὶ ἀρτηριῶν κοινωνίαι ἐν ἑτέρῳ λόγῳ δεδηλώσονται, ὅσαιτε καὶ οἷαι καὶ ὅθεν ὡρμημέναι καὶ ἐν οἵῃσιν οἷα δύνανται”. καὶ περὶ τούτων ἐμάθετε κατὰ τὰς ἀνατομὰς, ἀλλὰ καὶ δι’ὑπομνημάτων ἔχετε φλεβῶν μὲν καὶ ἀρτηριῶν ἀνατομὴν γεγραμμένην, ὥσπερ γε καὶ νεύρων. ἀκριβέστερον δὲ κατὰ τὴν τῶν ἀνατομικῶν ἐγχειρήσεων πραγματείαν. οὐκοῦν χρὴ μηκύνειν ἔτι περὶ αὐτῶν γράφοντα ἐνταυθοῖ, μη δ’αὐτοῦ τοῦ Ἱπποκράτους ἐθελήσαντος ἅπασαν αὐτῶν τὴν φύσιν διελθεῖν κατὰ τοῦτο τὸ βιβλίον, ἀλλ’ἀναβαλλομένου, καθάπερ καὶ ἄλλα πολλά. σώζεται δὲ οὐ κατὰ τὰ προκείμενα νῦν ἐν τῷ λόγῳ χωρία φλεβῶν καὶ ἀρτηριῶν συγγραφή. ἐπὶ δὲ τῶν παρατεταμένων τοῖς σφονδύλοις μερῶν ὑπομνηματικῶς, οὐ συγγραφικῶς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ὑπ’αὐτοῦ λέλεκται, παραπλησίως τοῖς ἄλλοις ὅσα κατ’ἐκεῖνο τὸ βιβλίον ἐδείξαμεν ὑπομνήματά τινα τοῦ Ἱπποκράτους, οὐ συγγράμματα. μόνον γὰρ τὸ πρῶτον καὶ τρίτον τῶν ἐπιδημιῶν ὡς πρὸς ἔκδοσιν πρὸς αὐτοῦ γέγραπται.
“αὐτὸς δὲ ὁ νωτιαῖος, οἷσιν ἐλλύτρωται ἐλλύτροισι καὶ ὅθεν ὡρμημένοισι καὶ ὅπῃ κραίνουσι καὶ οἷσι κοινωνέουσι καὶ οἷα δυναμένοισι”. τὰ σκεπτάσματάτε καὶ περιπλήματά τινων ἔλλυτρα καλοῦσιν οἱ παλαιοὶ, διὰ τοῦτ’οὖν καὶ νῦν ὁ Ἱπποκράτης ἔλλυτρα τοῦ νωτιαίου κέκληκε τὰ πρὸ βραχέος εἰρημένα μοι. δύο μὲν οὖν ἔνδοθεν ἦν ἅπαντα, ἔξωθεν δὲ τὰ κοινὰ τῶν σφονδύλων δεσμά. ὁρμῶνται δὲ αἱ μήνιγγες ἀπὸ τῶν τὸν ἐγκέφαλον περιεχουσῶν. ὁ δὲ ἔξωθεν αὐτὰς περιλαμβάνων τρίτος χιτὼν ἀπὸ τοῦ τῆς κεφαλῆς ὀστοῦ καθ’ὃ διαρθροῦται πρὸς τὸν πρῶτον σφόνδυλον. τελευτῶσι δέ τοι οὗτοι δεσμοὶ, καθάπερ καὶ αὐτὸς ὁ νωτιαῖος ἄχρι τοῦ κατὰ τὴν ῥάχιν πέρατος. ὠνόμασε δὲ αὐτὸς ὁ Ἱπποκράτης τὸ τελευτῶσιν ὁμοίως τῷ ποιητῇ Ἀριστοφάνει · εἴπερ δὴ κρανέω γε καὶ εἰ τετελεσμένον ἔσται. οἷα δὲ δύνανται λέλεκται μὲν ἀκριβῶς ἤδη αὐτὰ κατὰ τὰς ἀνατομικὰς πραγματείας ἅμα ταῖς οἰκείαις ἐξ ἐκείνων ἐστὶ μάλιστα καὶ ἡ περὶ χρείας μορίων. ἀρκεῖ δὲ νῦν εἰπεῖν τὰς μὲν περικειμένας τῷ νωτιαίῳ μήνιγγας τὴν αὐτὴν παρέχειν χρείαν ἥνπερ καὶ τῷ ἐγκεφάλῳ, ἡ δ’ἐν ἐκείνῳ φρουρὰ μὲν τις αὐτοῦ πρὸς τὸ μηδὲν πάσχειν ὑπὸ τῶν περικειμένων ὀστῶν ἡ παχεῖα. σύνδεσμος δὲ τούτων καὶ ἄλλο σύμφυτόν τι δέρμα καὶ σκέπασμα τοῦ ἐγκεφάλου ἡ λεπτὴ, περὶ ὧν τοῦ τρίτου χιτῶνος ἐν τῷ νωτιαίῳ μικρὸν ἔμπροσθεν εἴρηται.
“ἐν δὲ τῷ ἐπέκεινα ἐν ἄρθροισι γεγιγγλύμωνται πρὸς ἀλλήλους οἱ σφόνδυλοι”. τὴν φύσιν τῆς ῥάχεως διηγεῖσθαι προθέμενος, εἶτ’ἀρξάμενος ἀπὸ τῶν ἔνδον μερῶν αὐτῆς, ἔνθ’ἀφήπτοντο μὲν οἱ σφόνδυλοι τὸ πρὸς τὴν κοιλίαν ῥέπον ἐν τοῖς ἀρτίοις οὖσιν ἀλλήλοισιν. εἰκότως νῦν εἶπεν, ἐν δὲ τῷ ἐπέκεινα ἐν ἄρθροισι γεγιγγλύμωνται. τὸ γὰρ ἐπέκεινα τῶν προειρημένων μερῶν τι κατὰ τὴν ὀπίσω χώραν ἔσται, ἔνθα φησὶν αὐτὸ γεγιγγλύμωνται. συνδεῖσθαι δὲ ὀπίσω φησὶ σύνδεσμον εἰρημένον τὸν ἀπὸ τῆς συνδέσεως τῶν σφονδύλων, οὐ μόνον τὸν κατὰ τὴν ἄκανθαν, ὅσπερ ἐστὶν ἀκριβῶς ὀπίσω τὸ μέγεθος τῆς ἐνταῦθα χώρας κατειληφυίας αὐτὸν, οὗ πάλιν ἑκατέρωθέν εἰσιν αἱ διαρθρώσεις τῶν σφονδύλων. εἰ μὲν ὡς πρὸς τὴν ἄκανθαν ἐξετάζοι τις, κατὰ τὰ πλάγια μέρη τῆς ῥάχεως, εἰ δ’ὡς πρὸς τὴν ὀπίσω παραβάλλουσαν χώραν, ἣν διηγήσατο καθ’ἣν οἱ σφόνδυλοι δέδενται πρὸς ἀλλήλους ὀπίσω γιγνόμενοι, γεγιγγλυμῶσθαι δ’εἶπε τοὺς σφονδύλους πρὸς ἀλλήλους, ἐπειδὴ τέτταρας ἀποφύσεις ἔχοντες οἷς διαρθροῦνται, ταῖς δύο μὲν γὰρ ὑποδέχονται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος σφονδύλου, ταῖς δύο δὲ ἐπιβαίνουσι κατὰ τα- θάτερα. παραπλησία δέ πώς ἐστι καὶ ἡ τῶν γιγγλυσμῶν παρασκευή.
“τόνοι δὲ κοινοὶ παρὰ πάντας καὶ ἐν τοῖσιν ἔξω μέρεσι καὶ ἐν τοῖσιν εἴσω παρατέτανται”. τὰ ἀντικείμενα μέρη τῶν σφονδύλων τῇ συνδέσει ὀπίσωτε καὶ ἔξω καλεῖν ἐγχωρεῖ, καθάπερ γε καὶ αὐτὰ τὰ κατὰ τὴν σύνδεσιν ἔνδοντε καὶ πρόσω · ἀλλὰ τόνους γε κατὰ τὴν ὀπίσω χώραν οὐκ ἂν εὕροις παρατεταμένους, εἴ γε τόνοι ὀνομάζονται τὰ προαιρετὰ νεῦρα. κατὰ γὰρ τὰς συμβολὰς τῶν σφονδύλων ἐστὶ τὸ τρίμμα, δι’οὗ τῶν ἀπὸ νωτιαίου νεύρων ἕκαστον αὐτίκα σχίζεται καὶ τῶν μερῶν αὐτοῦ τὸ μὲν εἰς τὴν πρόσω χώραν ἀφικνεῖται, τὸ δὲ εἰς τὴν ὀπίσω διανεμόμενον εἰς τοὺς ἐπικειμένους ἐνταῦθα μύας, οὓς ῥαχίτας ὀνομάζουσιν.
“ἀπόφυσίςτέ ἐστιν ὀστέου ἐς τὸ ἔξω μέρος ἀπὸ πάντων τῶν σφονδύλων, μία ἀπὸ ἑνὸς ἑκάστου, ἀπότε τῶν μειζόνων ἀπότε τῶν ἐλασσόνων. ἐπὶ δὲ τῇσιν ἀποφύσεσι ταύτῃσι χονδρίων ἐπιφύσιες καὶ ἀπ’ἐκείνων, νεύρων ἀποβλάστησις ἠδελφισμένη τοῖσιν ἐξωτάτω τόνοισιν”. εἰς μέσην εἴτ’ὀπίσω χώραν τῆς ῥάχεως ἀπόφυσις ἑκάστου τῶν σφονδύλων ἀνατείνεται συνθεῖσα τὴν ὅλην ἄκανθαν. ἐπὶ τῷ πέρατι δὲ καὶ τῆς ἀποφύσεως χόνδρος ἐπίκειται νεύρων ἀποβλαστήσεις ἔχων συνδετικὰς. ἠδελφισμένη φησὶ τοῖς τόνοις, ὅπερ ἤτοι τῶν ὁμοιουμένων εἰς τα- ταὐτὸ ἰόντων καὶ ἀναμιγνυμένων, ἑκάτερον γὰρ αὐτῶν ἀληθές ἐστι.
“πλευραὶ δὲ προσπεφύκασιν ἐς τὸ εἴσω μέρος τὰς κεφαλὰς ῥέπουσαι μᾶλλον ἢ ἐς τὸ ἕξω, καθ’ἕνα δὲ ἕκαστον τῶν σφονδύλων προσήρθρωνται”. τὰ τοῦ θώρακος ὀστᾶ διήκοντα κατὰ θέσιν ἐγκαρσίαν ἀτρέμα λοξῶς κατὰ τῆς ῥάχεως ἐπὶ τὸ στέρνον ὠνόμαζον πλευρὰς οὐχ Ἱπποκράτης μόνον, ἀλλὰ καὶ οἱ μετ’αὐτὸν ἅπαντες ἰατροί. ταύτας οὖν φησι προσηρθρῶσθαι τοῖς σφονδύλοις, οὐδὲν διαφέρον εἰ καὶ διηρθρῶσθαι φαίης, ὅπερ ἐστὶ συνηθέστερον ὄνομα τοῖς ἰατροῖς τοῖς νεωτέροις, οὕτως ὀνομαζόντων αὐτῶν τὰς ἐμβολὰς τῶν ὀστῶν, ὡς ἐκείνοις αἰσθητικήν τινα ἀξιόλογον ἔχουσι κεφαλάςτε τῶν πλευρῶν εἴρηκε τὰ πέρατα, δι’ὧν τοῖς σφονδύλοις διαρθροῦνται κατὰ τὰς ῥίζας τῶν πλαγίων ἐν ἑαυτοῖς ἀποφύσεων. ἀκριβῶς δὲ εἶπεν ἔσω ῥέπειν αὐτὰς μᾶλλον, ἴστε γὰρ οὕτως ἔχειν, ἀλλὰ καὶ ὅτι διαφυής πώς ἐστιν αὐτῶν ἡ διάρθρωσις ἐθεασάμεθα. παραλελοιπότος τοῦτο τοῦ Ἱπποκράτους ἢ τῷ παρελθεῖν οὐκ ἀκριβῶς θεασαμένου τὴν ὅλην φύσιν τῆς διαρθρώσεως ἢ τῷ μὴ νομισθῆναι τὴν τοιαύτην λεπτολογίαν οἰκείαν εἶναι τῇ προκειμένῃ πραγματείᾳ.
“καμπυλώταται δὲ πλευραὶ ἀνθρώπου εἰσὶ ῥοιβοειδέα τρόπον”. ἀπάντων τῶν ζώων ἄνθρωπος καμπυλωτάτας ἔχει πλευρὰς, ὅτι καὶ τὸ στέρνον ἁπάντων πλατύτατον · τῶν μὲν γὰρ ἄλλων ζώων τὸ μὲν μᾶλλόν ἐστι, τὸ δ’ἧττον ὀξύστερνον. πλατυστερνότατος δ’ἄνθρωπος, εἶθ’ἑξῆς πίθηκος ἁπάντων μὲν τῶν ἄλλων ζώων μᾶλλον, ἧττον δ’ἀνθρώπου. ἔστι δὲ κοινὸν ἅπασι μὲν ζώοις ὅσα θώρακα ἔχει τὸ τὰς πλευρὰς ἐκ μὲν τῶν ἔξω μερῶν, ἔνθα καὶ ψαύομεν αὐτῶν, κυρτὰς, ἐκ δὲ τῶν ἀντικειμένων τῶν ἔνδον εἶναι κοίλας · εἰς γὰρ τὴν γένεσιν τῆς τοῦ θώρακος εὐρυχωρίας ἀναγκαῖον ἦν τοῦτο τοῖς ἀνθρώποις, ἐπειδὴ κατὰ τὸ στέρνον εὐθύνεσθαι τὰς πλευ ρὰς ἔδει, τὸ μετὰ τοῦτο πᾶν ἱκανῶς ἐκάμφθη, δεομένων δ’αὐτῶν ἐπὶ τοὺς τῆς ῥάχεως ἀφικέσθαι σφονδύλους. τὸ μὲν γὰρ ἑρμηνευόμενον ὑπ’αὐτοῦ πρᾶγμα σαφὲς ἡμῖν γέγονεν ἔκτε τοῦ καμπυλωτάτας εἰπεῖν εἶναι τὰς πλευρὰς, κα- κἀκ τούτου γιγνώσκεσθαι, ἀφ’οὗ ὅμοιαι κατὰ τὸ σχῆμά εἰσιν. ἀπολείπεται δὲ ἡ ζήτησις οὐκ ἐν τῇ πραγματείᾳ, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν, ἀλλ’ἐν ὀνόματι χρησαμένου τοῦ Ἱπποκράτους τῇ ῥοιβοειδέα φωνῇ σαφηνείας μὲν ἕνεκεν, ἥτις παράδειγμα λέλεκται πρὸς αὐτοῦ, μείζονα δ’ἀσάφειαν ἐργαζομένη αὐτοῦ τοῦ γιγνωσκομένου πράγματος ἢ τῆς σαφηνείας ἕνεκα παράδειγμά τι ὤφθη. τότε μὲν οὖν ἴσως ἦν ἡ φωνὴ συνήθης ἢ οὐκ ἂν εἴρηκε ῥοιβοειδέα τρόπον. ἐν δὲ τῷ μετὰ ταῦτα χρήσεως αὐτῆς ἐκβληθείσης εἰς ἀσάφειαν ἧκε. τὸ μὲν γὰρ διὰ τοῦ κ λεγόμενον ῥοικοειδέα καὶ παρὰ Θεοκρίτῳ γεγραμμένον ἔνθα φησί · ῥοικὸν δέ κεν ἀγριελαίας δεξιτερᾷ κορύναν. καὶ παρ’Ἀρχιλόχῳ · ἀλλὰ μικρός τις εἴη καὶ περὶ κνήμας ἰδεῖν Ῥοικὸς, ἀσφαλέως βεβηκυίας ποσὶ, καρδίης πλέως. καὶ παρὰ Νικάνδρῳ · ἄλλοι δὲ ῥοικοῖσιν ἰσήρεες ἂν τὰ παγούροις Γυῖα βαρύνονται. τὸ μέντοι διὰ β ῥοιβὸν οὐκ οἶδα, καίτοι τινὰ τῶν ἀντιγράφων διὰ τοῦ β γέγραπται, ἀλλ’ἐν τοῖς ἀξιοπιστοτέροις εὑρίσκεται τὸ κ.
“τὸ δὲ μεσηγὺ τῶν πλευρέων καὶ τῶν ὀστέων τῶν ἀποπεφυκότων ἀπὸ τῶν σφονδύλων ἀποπληρέουσιν ἑκατέρωθεν οἱ μύες ἀπὸ τοῦ αὐχένος ἀρξάμενοι ἄχρι τῶν φρενῶν τῆς προσφύσιος”. οὐ πάνυ τι συμφωνεῖ τὸ φαινόμενον ἐκ τῆς ἀνατομῆς τῇ διανοίᾳ τῆς λέξεως. τὸ μὲν γὰρ φαινόμενον ὧδε ἔχει · κατὰ τὰς κεφαλὰς τῶν πλευρῶν ᾗ εἰσαρθροῦνται εἰς τοὺς σφονδύλους μύες εἰσὶν, ὄπισθεν μέν οἱ ῥαχῖται καλούμενοι κατὰ τὸ μῆκος τῆς ῥάχεως ἐκτεταμένοι μέχρι τῆς τῶν σκελῶν ἀρχῆς, ἔμπροσθεν δὲ κατὰ μῆκος, οὐ δι’ὅλου τοῦ θώρακος ἐπικέκληνται μύες. ἐγκάρσιοι δὲ κεῖνται μεταξὺ τῶν πλευρῶν οὓς μεσοπλευρίους ὀνομάζουσιν, ἔπειτα βαίνουσι πρὸς ὀλίγας τῶν πλευρῶν οἱ ὑποβεβλημένοι τῷ στομάχῳ μύες, ὑφ’ὧν εἰς τὸ πρόσω μέρος ὅλος ὁ τράχηλος ἑλκόμενος ἐπινεύει βραχὺ καὶ χωρὶς τῆς προκειμένης πρὸς κεφαλῆς διαρθρώσεως. ἐκείνη μὲν γὰρ αὕτη καθ’ἑαυτὴν μεγίστην ἔχει κίνησιν ἐπινευόντωντε καὶ ἀνανευόντων, ἐὰν τοῖς μετὰ τοὺς πρώτους σφονδύλους αὐτὴν παραβάλλῃ. βραχυτάτην δ’ἔχουσι τὴν πρὸς ἀλλήλους κίνησιν. ἀλλὰ κα- κἀκ τῶν κατ’ὀσφῦν χωρίων. ἐπαναβαίνουσι τῷ θώρακι κατὰ τὰς ἐσχάτας πλευρὰς αἱ κορυφαὶ τῆς ψόας. ὅσαι δ’ἐν τῷ μεταξὺ τοῦ θώρακός εἰσιν οὐκ ἔχει μυῶν ἐπιβολὴν ἐν ταῖς πλαγίαις ἀποφύσεσι τῶν σφονδύλων, ἃς ἔφην διαρθροῦσθαι τὰς πλευράς. εἰσὶ δὲ καὶ ἄλλοι δύο μύες στενοὶ καὶ μικροὶ τοῖς ῥαχίταις περιτεταμένοι δι’ὅλου τοῦ θώρακος ἔξωθεν, ἐν τοῖς πρόσω μέρεσιν αὐτῶν ἃ τοῖς ὀπίσω περὶ τὴν ἄκανθαν. αὕτη μὲν ἡ ἐκ τῆς ἀνατομῆς εὑρισκομένη θέσις τῶν περὶ τοὺς σφονδύλους μυῶν. ἴδωμεν ἐφεξῆς τίνων ὁ Ἱπποκράτης δύναται μνημονεύειν. ὅτι μὲν οὖν τῶν μεσοπλευρίων οὐ δύναται, δῆλον ἐκ τοῦ λέγειν τοὺς μύας ἀπὸ τοῦ αὐχένος ἄρχεσθαι. λείπει τοίνυν τῶν ῥαχιτῶν τούτων παρατεταμένων μνημονεύειν αὐτόν. ἀλλ’οὐδετέρως καλῶς ἂν λέγοιτο τὸ μεταξὺ τῶν ὀστῶν καὶ τῶν πλευρῶν τῶν ἀποπεφυκότων ἀπὸ τῶν σφονδύλων τοὺς μῦς ἀναπληροῦν. οἱ μὲν γὰρ ῥαχῖται ταῖς διαρθρώσεσι τῶν εἰρημένων ὀστῶν ἐν ὅλῳ τῷ θώρακι πάσαις ὄπισθεν προβέβληται, μηδὲν ἀπολείποντες ἀσκέπαστον, ἀλλὰ τάςτε ῥίζας πάσας τῶν πλευρῶντε ἅμα καὶ τῶν εἰς τὰ πλάγια τοῖς σφονδύλοις ἀποφύσεών εἰσι μετὰ τὰς διαρθρώσεις · καὶ μὲν δὴ καὶ τὸ κατὰ τὴν τελευτὴν εἰρημένον τῆς ῥήσεως τὸ ἄχρι τῆς προσφύσιος, εἰ μὴ ἐπὶ τῶν στενῶν λέγει τῶν μυῶν, τὴν τοῦ διαφράγματος πρόσφυσιν ἡμᾶς ἀναγκαῖον νοεῖν, εἰ δ’ἐπὶ τῶν ῥαχιτῶν, τὴν τῶν σκελῶν, εἰ μὴ περὶ πρόσφυσιν εἴρηκε τὴν τούτων διάρθρωσιν. ἐγὼ μὲν οὖν διὰ ταύτην τὴν λέξιν ἀπορῶ προσαρμόσαι τῷ φαινομένῳ, καί μοι δοκεῖ κατ’ἀρχὴν εὐθέως ὑπὸ τοῦ πρώτου γράψαντος ἡμαρτῆσθαι ὥστε καὶ ἄλλων πολλῶν. ἐχόντων δ’ὡς εἴρηται τῶν φαινομένων ζήτησις τῆς ἁρμοττούσης ἐξηγήσεως εἰς τὸ κοινὸν προκείσθω. τὸ δ’οὖν ὡς ἐν διορισμοῖς δόξαν ἔχειν τινὰ πιθανότητα τοιόνδ’ἐστί · πλευρὰς μὲν ἀκουσόμεθα τὰς τῶν σφονδύλων αὐτῶν κεφαλὰς, ἀποπεφυκότα δὲ τῶν σφονδύλων ὀστᾶ τὰ τὴν ἀκάνθην ἐργαζόμενα, τοὺς δὲ τὴν μεταξὺ χώραν ἑκατέρων ἀναπληροῦντας μῦς τοὺς ῥαχίτας, πρόσφυσιν δὲ τὴν τῶν φρενῶν. ὅ γε μὴν διδάσκαλος ἡμῶν Πέλοψ τὰς μὲν πλαγίας ἀποφύσεις τῶν σφονδύλων ἁπάντων πλευρὰς ἔφασκεν εἰρῆσθαι νῦν ὑπ’αὐτοῦ, πρόσφυσιν δὲ τὴν τῶν φρενῶν.
“αὕτη δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστι”. σκολίωσις μὲν ἡ εἰς τὸ πλάγιον αὐτῆς ὀνομάζεται διαστροφή. νυνὶ δὲ οὐ τὴν εἰς τὸ πλάγιον, ἀλλὰ τὴν εἰς το- τοὐπίσωτε καὶ πρόσω βούλεται δηλοῦν. εὐθεῖα γὰρ οὖσα κατὰ τὸ μῆκος ἐκκλίνεται βραχὺ πρόςτε τὴν ὀπίσω καὶ τὴν πρόσω χώραν, ὡς αὐτὸς ἐφεξῆς διδάσκει.
“ἀπὸ μὲν τοῦ ἱεροῦ ὀστέου ἄχρι τοῦ μεγάλου σφονδύλου, παρ’ὃν προσήρτηται τῶν σκελέων ἡ πρόσφυσις ἄχρι μὲν τούτου κυφή. κύστιςτε γὰρ καὶ γοναὶ καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τουτέῳ ἔκτισται”. τὴν τῶν σκελῶν πρόσφυσιν ἔνεστιν ἀκούειν πολυειδῶς, κυριώτατον μὲν ἴσως τὴν ἀπὸ τῆς κατ’ἰσχίον διαρθρώσεως ἥτις γίγνεται τοῦ μηροῦ τῆς κεφαλῆς συνδονουμένης τῷ κατ’ἰσχίον ὀστῷ, διάτε τῶν πλατέων συνδέσμων καὶ τοῦ στρογγύλου, καθ’ὃν τῷ βαθυτάτῳ τῆς κοτύλης συμφύεται καὶ διὰ τῶν μυῶν κινούντων τὴν τοῦ μηροῦ διάρθρωσιν, εἰκότως ἂν λέγοιτο τοῖς ὑπερκειμένοις συμφύεσθαι τὸ σκέλος καὶ μετὰ ταῦτα διὰ νεύρων, εἶτ’ἔπειτα διὰ ἀρτηριῶντε καὶ φλεβῶν. ἔοικε δὲ νῦν ὁ Ἱπποκράτης τὴν διὰ τῶν νεύρων προσάρτησιν δηλοῦν. εἰ δὲ τῶν κατὰ ὀσφῦν ἔσχατον σφόνδυλον ὃ διαρθροῦται τῷ πλάτει γε καὶ ἱερῷ καλουμένῳ ὀστῷ τῶν ἐπὶ τὰ σκέλη φερομένων νεύρων ἐστὶν ἡ ἔκφυσις. ἀλλὰ καὶ τὸ ἵνα χρὴ τὸ ὑπὸ τοῦ τόπου κατ’αὐτὴν εἷναι τὴν ῥάχιν, ὑπὸ τοῦ κατὰ τὴν ἀνατομὴν φαινομένου μαρτυρεῖται καὶ τὸ κύστιν καὶ γο νὰς καὶ ἀρχοῦ τὸ χαλαρὸν ἐν τούτῳ κεῖσθαι · διόπερ καὶ κυρτὸν ἔξωθεν ἐγένετο. γονὰς δὲ εἴρηκε τὰ γεννητὰ μόρια, μήτραν μὲν ἐπὶ τῶν θηλειῶν, ἐπὶ δὲ τῶν ἀνδρῶν τὰ σπερμάτικά τινα καλούμενα, χαλαρὸν δ’ἀρχοῦ κέκληκε τὸ μετὰ σφιγκτῆρα · καὶ γὰρ καὶ ἐπίκειται τῷ ἱερῷ ὀστῷ τοῦτο καὶ ὄντως ἐστὶ χαλαρὸν οὐκ ἔχων τοὺς σφίγγοντας μῦς τὸ πέρας τοῦ ἀπευθυσμένου.
“ἀπὸ δὲ τούτου ἄχρι φρενῶν προσαρτήσιος ἰθυλόρδη”. οὐδὲν ἐνταῦθα τοιοῦτον περιέχεταί τι κατὰ τῆς ῥάχεως, οἷον ἐν τοῖς κατὰ μήτραν ἢ ἐν κύστει, ὅθεν οὐ δὲ σιμωθῆναι τὸ ἔνδον ἔχρηζε καὶ διὰ τοῦτο οὐ δὲ κυφωθῆναι τὸ ἔξω, ἀλλὰ καὶ βραχὺ ῥέπειν ἐώρα κατὰ τοῦθ’ἡ ῥάχις. ἐπὶ δὲ τὴν ἀρτηρίαν ἔδει τὴν μεγάλην καὶ τὴν φλέβα ἣ κατ’αὐτῆς ἐστηρίχθαι.
“καὶ παραφύσιας ἔχει μυῶν τοῦτο μοῦνον τὸ χωρίον ἐκ τῶν εἴσωθεν, ἃς δὴ καλέουσι ψόας”. ἐκ ταύτης τῆς ῥήσεως μάλιστά τις τεκμήραιτο μὴ συναριθμεῖν αὐτὸν τῇ ῥάχει τοὺς κατὰ τράχηλον σφονδύλους. ὡς γὰρ ἐκ τοῦ πλατέος ὀστοῦ καὶ τῶν κατὰ θώρακα σφονδύλων συγκειμένης ὅλης τῆς ῥάχεως, οὕτω παραφύσιας ἔχει μυῶν τοῦτο μόνον τὸ ἔσωθεν. εἰ γὰρ δὴ καὶ τοὺς κατὰ τράχηλον αὐτοῖς συνηρίθμει, ψευδὲς ἂν ἦν ἐναργῶς · οὐ γὰρ μόνον τούτου τοῦ χωρίου παραφύσεις μυῶν ἔχοντος καὶ τοῦ τραχήλου μεγάλους μῦς ἐκ τῶν ἔνδον μερῶν. οὐ δὲ γὰρ ἠγνόησέ τις αὐτοὺς ἀξιολόγους ὄντας, ὅπως καὶ οἱ μικρότεροι μύες ἦσαν, οὐκ ἂν αὐτοὺς ἠγνόησεν. εἰ μέντοι μόριόν τι τῶν ψοῶν ὑπὲρ τὴν τῶν φρενῶν ἀναγίνεται πρόσφυσιν, οὐκ ἐπεσημήνατο τοῖς προκειμένοις νῦν οὐχ ἡγούμενος ἁρμόττειν τὴν τοιαύτην ἀκριβολογίαν.
“ἀπὸ δὲ τούτου ἄχρι τοῦ μεγάλου σφονδύλου τοῦ ὑπὲρ τῶν ἐπωμίδων ἰθυκύφη, ἔτι δὲ μᾶλλον δοκέῃ ἤ ἐστιν. ἡ γὰρ ἄκανθα κατὰ μέσον ὑψηλοτάτας τὰς ἐκφύσιας τῶν ὀστέων ἔχει, ἔνθεν δὲ καὶ ἔνθεν ἐλάσσους”. ὀλίγον τι κατὰ τὸν θώρακα φαίνονται σιμούμενοι τὰ ἔνδον τῶν ὀστῶν οἱ σφόνδυλοι. τὸ δ’ὀπίσω μέρος αὐτῶν ἱκανῶς κυφὸν φαίνεται διὰ τὴν τῆς ἀκάνθης ἀπόφυσιν. ὃν δὲ λέγει μέγαν σφόνδυλον ὑπὲρ τῶν ἐπωμίδων εἴσεσθαι καὶ δι’ὑπομνήματος ἔρχεται πρὸς ἀνάμνησιν, ἐν ᾧ περὶ τῶν ὀστῶν ἔγραψα. προσαρμόζειν δ’ἡμᾶς προσήκει τοίνυν τοῖς λεγομένοις ἐκεῖνα μὴ δεομένοις ὑπ’ἐμοῦ πλὴν εἴ που λέξις ἐμπίπτοι χρῄζουσά τινος ἐξηγήσεως, ἧς ἕνεκεν καὶ τὰ τοιαῦτα ὑπομνήματα γράφεται, καθάπερ γε καὶ τὸ ἐπὶ τῇ προκειμένῃ νῦν ῥήσει.
“αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστιν. ὁκόσοισι μὲν οὖν κυφώματα γίνεται κατὰ τοὺς σφονδύλους ἔξωσις μὲν μεγάλη ἀπορραγεῖσα ἀπὸ τῆς συμφύσιος ἢ ἑνὸς σφονδύλου ἢ καὶ πλειόνων οὐ μάλα πολλοῖσι γίνεται, ἀλλ’ὀλίγοισιν. οὐ δὲ γὰρ τὰ τρώματα τὰ τοιαῦτα ῥηΐδιον γίνεσθαι, οὔτε γὰρ ἐς τὸ ἔξω ἐξωθῆναι ῥηΐδιον ἐστιν, εἰ μὴ ἐκ τοῦ ἔμπροσθεν ἰσχυρῷ τινι τρωθείη διὰ τῆς κοιλίης. οὕτω δ’ἂν ἀπόλοιτο ἢ εἴ τις ἀφ’ὑψηλοῦ τοῦ χωρίου πεσὼν ἐρείσειε τοῖσιν ἰσχίοισιν ἢ τοῖσιν ὤμοισιν · ἀλλὰ καὶ οὕτως ἂν ἀποθάνοι, παραχρῆμα δὲ οὐκ ἂν ἀποθάνοι. ἐκ δὲ τοῦ ὄπισθεν οὐ ῥηΐδιον τοιαύτην ἔξαλσιν γενέσθαι ἐς τὸ εἴσω, εἰ μὴ ὑπέρβαρύ τι ἄχθος ἐμπέσοι. τῶντε γὰρ ὀστέων τῶν ἐκπεφυκότων ἔξωθεν ἕκαστον τοιοῦτόν ἐστιν, ὥστε πρόσθεν ἂν αὐτὸ καταγείη, πρὶν ἢ μεγάλην ῥοπὴν εἴσω ποιῆσαι τούςτε συνδέσμους βιασάμενον”. εἰς τὸ πρόσω ῥέπον δηλονότι, καὶ γὰρ φαίνεται τοῦτο. δύο δὲ εἰσιν οἱ πρῶτοι σφόνδυλοι, καθ’οὓς τὸ ἄρθρον γίγνεται τοῦ αὐχένος, καθ’ὃ λοιπὸν τρεῖς εἰσιν, ὧν οὐκ ἐμνημόνευσεν, ὅπως ἔχουσι θέσεως ἐν τῷ μεταξὺ τοῦ δευτέρου καὶ τοῦ ἕκτου, τρίτος καὶ τέταρτος καὶ πέμπτος. οἳ δὴ μάλιστα φαίνονται θέσιν εὐθεῖαν ἔχοντες ὄντες καὶ ἄλλοι μικρότατοι τῶν δύο σφονδύλων, καὶ μάλισθ’ὁ τρίτος · ὁ γάρ τοι τέταρτος ἢ μείζων ἐστὶν αὐτοῦ, καθάπερ καὶ τούτοις πάλιν ὁ πέμπτος · ὁ δὲ ἕκτος οὐ τούτων μόνον, ἀλλὰ καὶ τοῦ ἑβδόμου μείζων. οἱ δ’ἀπὸ τοῦδε πάντες ἄχρι καὶ τοῦ πέρατος τῆς ῥάχεως ἀλλήλων ἀνάλογον μείζους εἰσὶν ἐπ’ἀνθρώπου ἐξειαζομένου τοῦ λόγου καὶ μετ’αὐτὸν ἐπὶ πιθήκοις, ὅσοι τὸ πρόσωπον ἀνθρωποειδέστερον ἔχουσι καὶ μᾶλλον τῶν ἄλλων ὄρθιοι βαδίζουσιν, οὗτοι τάτ’ἄλλα καὶ τὴν τῶν ὀστῶν θέσιν ἂν ἐοίκασιν ἀνθρώποις ἔχουσι δέ τι κοινὸν ἐν τῇ ῥάχει πρὸς τὰ ἄλλα ζῶα τὰ τετραπόδα τοῖς ἀνθρώποις οὐχ ὑπάρχον. ἔστι γὰρ αὐτοῖς ὀσφὺς μακροτέρα τῆς ἐπ’ἀνθρώπου ἀνάλογον δηλονότι τοῦ μεγέθους τοῦ ἄλλου ἐξεταζόντων ἡμῶν ἀνθρώποις μόνον εʹ κατὰ τὴν ὀσφῦν εἰσι σφόνδυλοι τοῖς πιθήκοις, ὥσπερ καὶ τοῖς ἄλλοις τετράποσίν εἰσιν. ἐπισημήνασθαι δὲ προσήκει κατὰ τὸν ἐνεστῶτα λόγον ὅτι προθέμενος εἰπεῖν περὶ τοῦ τῆς ῥάχεως σχήματος ἀρξάμενόςτε τοῦ λόγου κατὰ τήνδε τὴν λέξιν, αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν. ἐπὶ τελευτῇ τοῦ λόγου προσέθηκεν, αὐτὸ δὲ τὸ ἄρθρον τοῦ αὐχένος λορδόν ἐστι. δόξει γὰρ οὖν πάλιν ἐν τούτῳ καὶ τὸν τράχηλον προσνέμειν τῇ ῥάχει.
“κατὰ τὰ ἄρθρα τὰ ἐνηλλαγμένα ὃτε αὖ νωτιαῖος πονοίη ἂν, εἰ ἐξ ὀλίγου χωρίου τὴν περικαμπὴν ἔχοι τοιαύτην ἔξαλσιν ἐξαλλομένου σφονδύλου, ὅτ’ἐκπηδήσας σφόνδυλος πιέζοι ἂν τὸν νωτιαῖον, εἰ μὴ καὶ ἀπορρήξειε, πιεχθεὶς δ’ἂν καὶ ἀπολελαμμένος πολλῶν ἂν καὶ μεγάλων καὶ ἐπικαίρων ἀπονάρκωσιν ποιήσειεν, ὥστε οὐκ ἂν μέλλοι τῷ ἰητρῷ, ὅπως χρὴ τὸν σφόνδυλον κατορθῶσαι, πολλῶν καὶ βιαίων ἄλλων κακῶν παρεόντων,, ὥστε δὴ οὐ δ’ἐμβαλεῖν οἷόντε οὔτε κατασεῖσαι οὔτ’ἄλλῳ τρόπῳ τινὶ, πρόδηλον τὸ τοιοῦτον, εἰ μή τις διαταμὼν τὸν ἄνθρωπον”. τῶν σφονδύλων ἄρθρα φησὶν ἅ πρὸς ἀλλήλους ἀπολλυμένων κατὰ τὰς πλαγίας ἀποφύσεις. ἐνηλλαγμένα δὲ εἶπεν, ὅτι δύο μὲν ὑψηλοτέρας ἀποφύσεις ἔσχον αὐτῶν, ἕκαστος δὲ διαρθροῦται πρὸς τὸν ὑπερκείμενον. ἄλλας δὲ ταπεινοτέρας αὖ πάλιν αἷς πρὸς τὸν ὑποκείμενον διαρθροῦται, κατὰ μὲν τὰς ἑτέρας αὐτῶν ὑποδέχεται τὰς ἐξοχὰς τοῦ πλησιάζοντος, κατὰ δὲ τὰς ἑτέρας ἐπιβαίνει τα- θάτερον. γέγραπται δὲ περὶ τούτων ἀκριβῶς ἐν τῷ περὶ τῶν ὀστέων.
“ἔπειτα ἐσμασάμενος ἐς τὴν κοιλίην ἐκ τοῦ εἴσωθεν τῇ χειρὶ ἐς τὸ ἔξω ἀντωθέοι, καὶ ταῦτα νεκρῷ μὲν οἷόντε ποιέειν, ζῶντι δὲ οὐ πάνυ. διὰ τί οὖν ταῦτα γράφω; ὅτι οἴονταί τινες ἰητρευκέναι ἀνθρώπους, οἶσιν εἴσωθεν ἔπεσον σφόνδυλοι τελέως ὑπερβάντες τὰ ἄρθρα. καίτοι γε ῥηΐστην ἐς τὸ περιγενέσθαι τῶν διαστροφέων ταύτην ἔνιοι νομίζουσι καὶ οὐδὲν δεῖσθαι ἐμβολῆς, ἀλλ’αὐτόματα ὑγιέα γενέσθαι τὰ τοιαῦτα. ἀγνοέουσι δὲ πολλοὶ καὶ κερδαίνουσιν ὅτι ἀγνοέουσι · πείθουσι γὰρ τοὺς θέλας, ἐξαπατῶνται δὲ διὰ τόδε. οἴονται τὴν ἄκανθαν τὴν ἐξέχουσαν κατὰ τὴν ῥάχιν ταύτην τοὺς σφονδύλους αὐτοὺς εἶναι, ὅτι στρογγύλον αὐτῶν ἕκαστον φαίνεται ψαυόμενον, ἀγνοοῦντες ὅτι τὰ ὀστέα ταῦτά ἐστι τὰ ἀπὸ τῶν σφονδύλων πεφυκότα, περὶ ὧν ὁ λόγος ὀλίγῳ πρόσθεν εἴρηται. οἱ δὲ σφόνδυλοι πολὺ προσωτέρω ἄπεισι. στενοτάτην γὰρ πάντων ζώων ἄνθρωπος κοιλίην ἔχει ὡς ἐπὶ μεγέθει ἀπὸ τοῦ ὄπισθεν ἐς τὸ ἔμπροσθεν ποτὶ καὶ κατὰ τὸ στῆθος. ὅταν οὖν τι τούτων τῶν ὀστέων τῶν ὑπερεχόντων ἰσχυρῶς καταγῇ, ἤντε πλείω ταύτῃ ταπεινότερον τὸ χωρίον γίνεται ἢ τὸ ἔνθεν καὶ ἔνθεν. διὰ τοῦτο ἐξαπατῶνται οἰόμενοι τοὺς σφονδύλους εἴσω οἴχεσθαι, προσεξαπατᾷ δὲ ἔτι αὐτοὺς καὶ τὰ σχήματα τῶν τετρωμένων · ἢν μὲν γὰρ πειρῶνται καμπύλεσθαι, ὀδυνῶνται ὀστέα τὰ περιτενέος γιγνομένου ταύτῃ τοῦ δέρματος ᾗ τέτρωται καὶ ἅμα τὰ κατεηγότα ἐνθράσσει οὕτω μᾶλλον τὸν χρῶτα, ἢν δὲ λορδαίνουσι ῥᾴους εἰσί. χαλαρώτερον γὰρ τὸ δέρμα κατὰ τὸ τρῶμα γίνεται καὶ τὰ ὀστέα ἧσσον ἐνθράσσει, ἀτὰρ καὶ ἤν τις ψαύῃ αὐτῶν κατὰ τοῦτο, ὑπείκουσι λορδοῦντες καὶ τὸ χωρίον κενὸν καὶ μαλθακὸν ψαυόμενον ταύτῃ φαίνεται. ταῦτα πάντα τὰ εἰρημένα προσεξαπατᾷ τοὺς ἰητρούς. ὑγιέες δὲ ταχέως καὶ ἀσινέως αὐτόματοι οἱ τοιοῦτοι γίνονται. ταχέως γὰρ πάντα τὰ τοιαῦτα ὀστέα ἐπιπωροῦται ὅσα χαῦνά ἐστιν”. ἐσμασάμενος τουτέστι ἐντιθεὶς εἰς βάθος τὴν χεῖρα χάριν τοῦ διαζητῆσαί τι τῶν ἐν αὐτῷ.
“σκολιαίνεται γοῦν ῥάχις καὶ ὑγιαίνουσι κατὰ πολλοὺς τρόπους · καὶ γὰρ ἐν τῇ φύσει καὶ ἐν τῇ χρήσει οὕτως ἔχει, ἀτὰρ καὶ ὑπὸ γήραος καὶ ὑπὸ ὀδυνημάτων, ἐπεὶ ξυνδετική ἐστιν. αἱ δὲ δὴ κυφώσιες αἱ ἐν τοῖσι πτώμασιν ὡς ἐπὶ τὸ πολὺ γίνονται ἢν ἢ τοῖσιν ἰσχίοισιν ἐρείσῃ ἢ ἐπὶ τοὺς ὤμους πέσῃ. ἀνάγκη γὰρ ἔξω φαίνεσθαι ἐν τῷ κυφώματι ἕνα μέν τινα ὑψηλότατον τῶν σφονδύλων, τοὺς δὲ ἔνθεν καὶ ἔνθεν ἐπὶ ἧσσον. οὔκουν ὡς ἐπὶ πολὺ ἀποπεπηδηκὼς ἀπὸ τῶν ἄλλων ἐστὶν, ἀλλὰ μικρὸν, ἢν ἕκαστος συνδιδοῖ ἀθρόως πολύ. διὰ οὖν τοῦτο καὶ ὁ νωτιαῖος μυελὸς εὐφόρως φέρει τὰς τοιαύτας διαστροφὰς, ὅτι κυκλώδης αὐτῷ ἡ διαστροφὴ γίνεται, ἀλλ’οὐ γωνιώδης”. τὴν μὲν εἰς το- τοὐπίσω διαστροφὴν τῆς ῥάχεως κύφωσιν ὀνομάζει, τὴν δὲ εἰς τὸ πρόσω λόρδωσιν, τὴν δὲ εἰς τὰ πλάγια σκολίωσιν. ἀλλὰ τούτῳ γε τῷ ὀνόματι τῆς σκολιώσεως καθ’ἕτερον χρῆται τρόπον καθ’ἅπασαν διαστροφὴν ῥάχεως, ἐνδεικνυμένου δὴ αὐτοῦ ὡς σημαίνοντός τι γενικώτερον τῶν ἄλλων. οὕτω γὰρ καὶ νῦν εἶπε, σκολιαίνεσθαι ῥάχιν ἐν ἴσῳ τῷ διαστρέφεσθαι καθ’ὁντιναοῦν τρόπον. καὶ ἔμπροσθεν δέ που ἔλεγεν. αὐτὴ δὲ ἡ ῥάχις κατὰ μῆκος ἰθυσκόλιός ἐστιν, αὐτῆς δηλώσας διαστροφὴν εἴςτε το- τοὐπίσω καὶ πρόσω.
“χρὴ δὲ τὴν κατασκευὴν τοῦ διαναγκαζομένου τοιήνδε κατεσκευάσθαι. ἔξεστι μὲν ξύλον ἰσχυρὸν καὶ πλατὺ ἐντομὴν παραμήκεα ἔχον κατορύξαι, ἔξεστι δὲ καὶ ἀντὶ τοῦ ξύλου ἐν τοίχῳ ἐντομὴν παραμήκεα ἐντεμεῖν ἢ πήχεϊ ἀνωτέρω τοῦ ἐδάφεος ἢ ὅκως ἂν μετρίως ἔχῃ, ἔπειτα οἷον στύλον δρύϊνον, τετράγωνον, πλάγιον παραβάλλειν ἀπολείποντα ἀπὸ τοῦ τείχου, ὅσον παρελθεῖν τινα, ἢν δέῃ, καὶ ἐπὶ μὲν τὸν στύλον ἐπιστορέσαι ἢ χιτῶνας ἢ ἄλλο τι ὃ μαλθακὸν μὲν ἔσται, ὑπείξει δὲ μὴ μέγα, τὸν δὲ ἄνθρωπον πυριῆ σαι. ἢν δὲ δέχηται, πολλῷ καὶ θερμῷ λούσας, κα- κἄπειτα πρηνέα κατακλῖναι κατατεταμένον, καὶ τὰς μὲν χεῖρας αὐτοῦ παρατείναντα κατὰ φύσιν, προσδῆσαι πρὸς τὸ σῶμα. ἱμᾶντι δὲ μαλθακῷ ἱκανῷ πλατέϊτε καὶ μακρῷ ἐκ δύο διαντέων ξυμβεβλημένῳ μέσῳ, κατὰ μέσον τὸ στῆθος δὶς περιβεβλῆσθαι χρὴ ὡς ἐγγυτάτω τῶν μασχαλέων, ἔπειτα τὸ περισσεῦον τῶν ἱμάντων κατὰ τὴν μασχάλην, ἑκάτερον περὶ τοὺς ὤμους περιβεβλήσθω, ἔπειτα αἰ ἀρχαὶ πρὸς ξύλον ὑπεροειδές τι προσδεδέσθωσαν ἁρμόζουσαι κατὰ μῆκος τῷ ξύλῳ τῷ ὑποτεταμένῳ πρὸς ὅ τι προσβάλλον τὸ ὑπεροειδὲς ἀντιστηρίζοντα κατατείνει. τοιούτῳ δέ τινι ἑτέρῳ δεσμῷ χρὴ ἄνωθεν τῶν γουνάτων δήσαντα καὶ ἄνωθεν τῶν πτερνέων τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τοιοῦτό τι ξύλον προσδῆσαι, ἄλλῳ δὲ ἱμᾶντι πλατέϊ καὶ μαλθακῷ καὶ δυνατῷ ταινιοειδέϊ πλάτος ἔχοντι καὶ μῆκος ἱκανὸν ἰσχυρῶς περὶ τὰς ἰξύας κύκλῳ περιδεδέσθαι, ὡς ἐγγύτατα τῶν ἰσχίων, ἔπειτα τὸ περισσεῦον τοῦ ταινιοειδέος ἅμα ἀμφοτέρας τὰς ἀρχὰς τῶν ἱμάντων πρὸς τὸ ξύλον προσδῆσαι τῶν ποδῶν, κα- κἄπειτα κατατείνειν ἐν τούτῳ σχήματι καὶ ἔνθεν καὶ ἔνθεν, ἅμα μὲν ἰσορρόπως, ἅμα δὲ ἐς ἰθύ. οὐδὲν γὰρ ἂν μέγα κακὸν ἡ τοιαύτη κατάτασις ποιήσῃ, εἰ χρηστῶς σκευασθείη · εἰ μὴ ἄρα ἐξεπίτηδές τις βούλοιτο τείνεσθαι. τὸν δὲ ἰητρὸν χρὴ ἢ ἄλλον ὅστις ἰσχυρὸς καὶ μὴ ἀμαθὴς ἐπιθέντα τὸ θέναρ τῆς χειρὸς ὑπὸ τὸ ὕβωμα καὶ τὴν ἑτέρην χεῖρα προσεπιθέντα ἐπὶ τὴν ἑτέρην καταναγκάζειν προσξυνιέντα, ἤντε ἐς ἰθὺ ἐς τὸ κάτω πεφύκῃ καταναγκάζεσθαι, ἤντε πρὸς τῆς κεφαλῆς, ἤντε πρὸς τῶν ἰσχίων. καὶ ἀσινεστάτη μὲν αὕτη ἡ ἀνάγκη. ἀσινὲς δὲ καὶ ἐπικαθίζεσθαί τινα πρὸς τὸ κύφωμα τοῦ ἅμα κατατεινομένου ἐνσεῖσαι μετεωρισθέντα, ἀτὰρ καὶ ἐπιβῆναι τῷ ποδὶ καὶ ὀχηθῆναι ἐπὶ τὸ κύφωμα ἡσύχωςτε ἐπενσεῖσαι οὐδὲν κωλύει. τὸ τοιοῦτο δὲ ποιῆσαι μετρίως ἐπιτήδειος ἄν τις εἴη τῶν ἐπὶ παλαίστραν εἰθισμένων. δυνατωτάτη μέντοι τῶν ἀναγκαίων ἐστὶν, εἰ ὁ μὲν τοῖχος ἐντετμημένος εἴη, τὸ δὲ ξύλον τὸ κατορωρυγμένον ᾗ ἐντέτμηται κατωτέρω εἴη τῆς ῥάχιος τοῦ ἀνθρώπου, ὁκόσῳ ἂν δοκέῃ μετρίως ἔχειν, σανὶς δὲ φιλυρίνη μὴ λεπτὴ ἐνείη ἢ καὶ ἄλλου τινὸς ξύλου, ἔπειτα ἐπὶ τὸ ὕβωμα ἐπιτεθείη ἢ τρύχιόν τι πολύπτυχον ἢ μικρόν τι σκύτινον ὑποκεφάλαιον, ὡς ἐλάχιστα μὴν ὑποκεῖσθαι ξυμφέρει, μόνον προμηθεόμενον ὡς μὴ ἡ σανὶς ὑπὸ σκληρότητος ὀδύνην παρὰ καιρὸν προσπαρέχῃ. κατὰ ἴξιν δὲ ἔστω ὡς μάλιστα τῇ ἐντομῇ τῇ ἐς τὸν τοῖχον τὸ ὕβωμα. ὡς ἂν ἡ σανὶς ᾗ μάλιστα ἐξέστηκε ταύτῃ μάλιστα πιέζῃ ἐπιτεθεῖσα. ὅταν δὲ ἐπιτεθῇ τὸν μέν τινα καταναγκάζειν χρὴ τὸ ἄκρον τῆς σανίδος, ἥντε ἕνα δέῃ, ἤντε δύο. τοὺς δὲ κατατείνειν τὸ σῶμα κατὰ μῆκος, ὡς πρόσθεν εἴρηται, τοὺς μὲν τῇ, τοὺς δὲ τῇ. ἔξεστι δὲ καὶ ὀνίσκοισι τὴν κατάτασιν ποιέεσθαι ἢ παρακατορύξαντα παρὰ τὸ ξύλον ἢ ἐν αὐτῷ τῷ ξύλῳ τὰς φλιὰς τῶν ὀνίσκων ἐντεκτηνάμενον, ἤντε ὀρθὰς ἐθέλῃς ἑκατέρωθεν μικρὸν ὑπερεχούσας, ἤντε κατὰ κορυφὴν τοῦ ξύλου ἔνθεν καὶ ἔνθεν. αὗται αἱ ἀνάγκαι εὐταμίευτοί εἰσι καὶ ἐς τὸ ἰσχυρότατον καὶ τὸ ἧσσον καὶ ἰσχὺν ἔχουσι τοιαύτην, ὥστε καὶ εἴ τις ἐπὶ λύμῃ βούλοιτο, ἀλλὰ μὴ ἐπὶ ἰητρείῃ ἐς τοιαύτας ἀνάγκας ἀγαγεῖν, κα- κἀν τούτῳ ἰσχυρῶς δύνασθαι · καὶ γὰρ ἂν κατατείνων κατὰ μῆκος μοῦνον ἔνθεν καὶ ἔνθεν, οὕτω καὶ ἄλλην ἀνάγκην οὐδεμίην προστιθεὶς, ὅμως κατατείνειεν ἄν τις, ἀλλὰ μὴν καὶ ἢν μὴ κατατείνων. αὐτῇ δὲ μοῦνον τῇ σανίδι οὕτως εἰ ποιέει τις καὶ οὕτως ἱκανῶς καταναγκάσειε. καλαὶ οὖν αἱ τοιαῦται ἰσχύες εἰσὶν, ᾗ ἔξεστι καὶ ἀσθενεστέρῃσι καὶ ἰσχυροτέρῃσι χρέεσθαι αὐτὸν ταμιεύοντα, καὶ μὲν δὴ καὶ κατὰ φύσιν γε ἀναγκάζουσι. τὰ μὲν γὰρ ἐξεστεῶτα ἐς τὴν χώρην ἀναγκάζει καὶ ἡ ἵππωσις ἰέναι, τὰ δὲ ξυνελθόντα κατὰ φύσιν κατατείνουσιν αἱ κατὰ φύσιν κατατάσιες. οὔκουν ἐγὼ ἔχω τουτέων ἀνάγκας καλλίους οὐ δὲ δικαιοτέρας”. τὰ ἐφεξῆς ἅπαντα σαφῶς ἑρμηνεύοντι, δι’ὧν νῦν καὶ ἔστιν ὅτε παρακολουθεῖ τις λεγομένοις, οὔτε ἐξηγήσεως, ἀλλὰ δείξεώς ἐστιν αὐτοῦ χρεία. καὶ μέντοι καὶ τὰ ὑπομνήματα τοῖς ἑωρακόσιν ἤδη τὰς τοιαύτας ἐνεργείας γράφεται. λέλεκται δέ μοι καὶ πρόσθεν ὅτι τὰ οὕτω σαφῶς ὑπ’αὐτοῦ γεγραμμένα μὴ νοήσας τις κατὰ τὴν πρώτην ἐπιβολὴν καὶ δὶς καὶ τρὶς καὶ πλεονάκις ἀναγνώτω προσέχων τὸν νοῦν. εἰ γὰρ τοῦτο ποιήσῃ, πάντως ταῦτ’ἐννοήσει σαφῶς ἑρμηνευόμενον.
“ἡ γὰρ κατ’αὐτὴν τὴν ἄκανθαν ἰθυωρία τῆς κατατάσιος κάτωθέντε καὶ κατὰ τὸ ἱερὸν ὀστέον καλεόμενον οὐκ ἔχει ἐπιλαβὴν οὐδεμίην, ἄνωθεν δὲ κατὰ τὸν αὐχένα καὶ κατὰ τὴν κεφαλὴν ἐπιλαβὴν μὲν ἔχει, ἀλλ’ἐς ἰδέην γε ἀπρεπής. ταύτῃ τοι γενομένη ἡ κατάτασις καὶ ἄλλας βλάβας ἂν προσπαρέχει πλεονασθεῖσα. ἐπειρήθην δὲ δή ποτε ὕπτιον τὸν ἄνθρωπον κατατείνας ἀσκὸν ἀφύσητον ὑποθεῖναι ὑπὸ τὸ ὕβωμα, κα- κἄπειτα αὐλὸν ἐκ χαλκείου ἐς τὸν ἀσκὸν τὸν ὑποκείμενον ἐνιέντα φυσᾷν, ἀλλά μοι οὐκ εὐπορεῖτο. ὅτε γὰρ εὖ κατατείνοιμι τὸν ἄνθρωπον, ἡσσᾶτο ὁ ἀσκὸς καὶ οὐκ ἠδύνατο ἡ φῦσα ἐπαναγκάζεσθαι · καὶ ἄλλως ἕτοιμον περιολισθαίνειν ἦν, ἅτε ἐς τὸ αὐτὸ ἀναγκαζόμενον τότε τοῦ ἀνθρώπου ὕβωμα καὶ τὸ τοῦ ἀσκοῦ πληρουμένου κύρτωμα. ὅτε δ’αὖ μὴ κάρτα κατατείνουσι τὸν ἄνθρωπον, ὁ μὲν ἀσκὸς ὑπὸ τῆς φύσης ἐκυρτοῦτο, ὁ δὲ ἄνθρωπος πάντῃ μᾶλλον ἐλορδαίνετο ἢ συνέφερεν. ἔγραψα δὲ ἐπίτηδες τοῦτο. καλὰ γὰρ καὶ ταῦτα μαθήματά ἐστιν, ἃ πειρηθέντα ἀπορηθέντα ἐφάνη καὶ δι’ἅπερ ἠπορήθη”. αὐτὸς ἂν ἐπιλαβὴν εἴρηκε τὴν οἷον ἀντιλαβὴν καὶ ἀντίληψιν, ὥστε στηριχθῆναι τοὺς περιβαλλομένους τροχοὺς πρόςτε τῶν ἐξεχόντων ἕνεκα τοῦ ἀπορεῖν. κατὰ μὲν τὸ ἱερὸν ὀστέον οὐδὲν ἔχει τοιοῦτον ἄνωθέντ’ἢν τότέ τι ἔχῃ καὶ τὴν κεφαλὴν, ἅμα φαίνοιτ’ἂν ὁ ἄνθρωπος πνιγόμενος, εἴ τις ἐνταῦθα περιλάβοι, καὶ κατὰ τοῦτ’ἂν ἀπρεπὴς ἡ κατάτασις φαίνοιτο. καὶ μέντοι καὶ βλάβας ἂν παράσχοι εἰ ὀλισθῇ τὸν βρόχον τις ἐπὶ τὸν λάρυγγα.
“ὅσοισι δὲ ἐς τὸ εἴσω σκολιαίνονται οἱ σφόνδυλοι ὑπὸ πτώματος ἢ καὶ ἐμπεσόντος τινὸς βαρέος, εἷς μὲν οὐδεὶς τῶν σφονδύλων μέγα ἐξίσταται κάρτα ὡς ἐπὶ τὸ πολὺ ἐκ τῶν ἄλλων. ἢν δὲ ἐκστῇ μέγα ἢ εἷς ἢ πλείονες, θάνατον φέρουσιν, ὥσπερ δὴ καὶ πρόσθεν εἴρηται, κυκλώδης καὶ αὕτη καὶ οὐ γωνιώδης γίνεται ἡ παραλλαγή. οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι καὶ πόδες καὶ ὅλα τὰ σκέλεα ψύχεται μᾶλλον καὶ θανατηφόρα ταῦτα μᾶλλον ὧν ἔφην. καὶ ἢν περιγένωνται δὲ ῥυώδεες τὰ οὖρα μᾶλλον οὗτοι καὶ τῶν σκελέων ἀκρατέστεροι καὶ ναρκωδέστεροι. ἢν δὲ καὶ ἐν τῷ ἄνω μέρει μᾶλλον τὸ λόρδωμα γένηται, παντὸς τοῦ σώματος ἀκρατέες καὶ νεναρκωμένοι γίνονται. μηχανὴν δὲ οὐκ ἔχω οὐδεμίην ἔγωγε, ὅκως χρὴ τὸν τοιοῦτον ἐς τὸ αὐτὸ καταστῆσαι · καὶ εἰ μή τινα ἡ κατὰ τῆς κλίμακος κατάσεισις ὠφελέειν οἵητε εἴη ἢ καὶ ἄλλη τις τοιαύτη ἴησις ἢ κατάσεισις, οἵηπερ ὀλίγῳ πρόσθεν εἴρηται. κατανάγκασιν δὲ σὺν τῇ κατασείσει οὐδεμίην ἔχω ἥτις ἂν γίνοιτο, ὥσπερ τῷ κυφώματι τὴν κατανάγκασιν ἡ σανὶς ἐποιέετο. πῶς γὰρ ἄν τις ἐκ τοῦ ἔμπροσθεν διὰ τῆς κοιλίης ἀναγκάσαι δύναιτο; οὐ γὰρ οἷόντε, ἀλλὰ μὴν οὔτε βῆχες οὔτε πταρμοὶ οὐδεμίην δύναμιν ἔχουσιν, ὥστετε τῇ τάσει συντιμωρέειν, οὐ μὴν οὐ δ’ἔνεσις φύσης ἐνιεμένης ἐς τὴν κοιλίην οὐδὲν ἂν δυνηθῇ. καὶ μὴν αἱ μεγάλαι σικύαι προσβαλλόμεναι ἀνασπάσιος εἵνεκα δῆθεν. τῶν εἴσω ῥεπόντων σφονδύλων μεγάλη ἁμαρτὰς γνώμης ἐστίν. ἀπωθέουσι γὰρ μᾶλλον ἢ ἀνασπῶσι καὶ οὐ δ’αὐτὸ τοῦτο γιγνώσκουσιν οἱ προσβάλλοντες. ὅσῳ γὰρ ἄν τις μείζω προσβάλλῃ, τοσούτῳ μᾶλλον λορδοῦντες οἱ προσβληθέντες συναναγκαζομένου ἄνω τοῦ δέρματος. τρόπους δὲ ἄλλους κατασεισίων ἢ οἶοίτε πρόσθεν εἴρηνται, ἔχοιμ’ἂν εἰπεῖν, ἁρμόσαι οὓς ἄν τι δοκέῃ τῷ παθήματι μᾶλλον, ἀλλ’οὐ κάρτα πιστεύω αὐτοῖς, διὰ τοῦτο οὐ γράφω. ἀθρόον δὴ ξυνιέναι χρὴ περὶ τούτων ὧν ἐν κεφαλαίῳ εἴρηται. ὅτι τὰ μὲν εἰς τὸ λορδὸν ῥεύσαντα ὀλέθριά εἰσι καὶ σινόμωρα, τὰ δὲ ἐς τὸ κυφὸν ἀσινέα θανάτου καὶ οὔρων σχεσίων καὶ ἀποναρκωσίων τὸ ἐπίπαν”. περὶ τῆς ἔσω μεταστάσεως τῶν σφονδύλων γράφει ταῦτα, χαλεπωτέραν αὐτὴν τῆς ἔξω λέγων εἶναι, καὶ ἡ αἰτία πρόδηλος. καὶ γὰρ ἔσω ῥέπει τὰ νεῦρα πάντα τὰ ἀπὸ τοῦ νωτιαίου πεφυκότα. θλίβεται οὖν ἐν ταῖς τοιαύταις μεταστάσεσι μᾶλλον ἤπερ ἐν ταῖς ἔξω. σὺν τούτοις δὲ καὶ τὰ ἐπικείμενα μόρια τῇ ῥάχει θλίβεται πάντα καὶ κατὰ τοῦτο καὶ τῆς κύστεως τὸ ἄνω πέρας θλίβεταί ποτε. καὶ μέντοι καὶ κατὰ συμπάθειαν εἰς φλεγμονὴν ἀφίξεται πάντα καὶ διὰ τοῦτ’οὔτε ἡ κύστις οὖρον ἐκκρίνει οὔτε τὰ ἔντερα ἀπόπατον. τῆς γὰρ ἐκκριτικῆς δυνάμεως, ἥτις ἐστὶ μία τῶν φυσικῶν, πάθος ἐστὶν ἴσχεσθαι τὸ οὖρον καὶ τὸ ἀπόπατον. τὸ δὲ ναρκώδη γίνεσθαι τὰ μόρια τῆς τῶν νεύρων βλάβης ἐστίν. ἐκ μὲν οὖν τῆς κατὰ τὰ ἔντερα καὶ τὴν κύστιν βλάβης ἄχρι περ ἂν παύσεται φλεγμαίνοντα, κίνδυνος ἀπολέσθαι τὸν ἄνθρωπον καὶ δι’ἄκρα καὶ ἀκώρω ἔντερα διαμένει καὶ διὰ τοῦτο καὶ ὁ σφίγγων τὴν κύστιν μῦς οὐκ ἐᾷ ἀκριβῶς ἐνεργῶν ἐπιτρέπειν τοῖς οὔροις. εἰκὸς καὶ δήπου καὶ τὸν ἐπὶ τῆς ἕδρας μῦν τὸν σφιγκτῆρα καλούμενον τὴν αὐτὴν ἀτονίαν ἔχειν.
“οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίην οὐ δὲ κωλύει εὐρόους εἶναι ἡ εἰς τὸ ἔξω κύφωσις, ἡ δὲ λόρδωσις ταῦτα ἀμφότερα ποιέει καὶ ἐς τα- τἆλλα πολλὰ προσγίνεται”. κατὰ τὴν προγεγραμμένην ῥῆσιν εἰρηκὼς οὖρα μὲν οὖν τοῖσι τοιούτοισι καὶ ἀπόπατος μᾶλλον ἴσχεται ἢ τοῖσιν ἔξω κυφοῖσι, νῦν τὴν αἰτίαν προσέθηκεν εἰπών · οὐ γὰρ ἐντείνει τοὺς ὀχετοὺς τοὺς κατὰ τὴν κοιλίαν δηλονότι τὰς ἐκροὰς εἰπὼν, τήντε κατὰ κύστιν καὶ τὴν κατὰ τὴν ἕδραν. ἐντείνεσθαι δὲ τὰ μόρια δι’ὧν αὗται γίνονται κατάτε τὴν θλίψιν, ἣν ἐκ τῆς τῶν σφονδύλων εἴσω μεταστάσεως ἴσχουσιν, εἰκός ἐστι καὶ πρὸς τῆς κατὰ τὰ νεῦρα συμπαθείας.
“ἐπεί τοι πολὺ πλείονες σκελέωντε καὶ χειρῶν ἀκρατέες γίνονται καὶ καταναρκοῦνται τὸ σῶμα καὶ οὖρα τούτοισιν ἴσχεται, οἷσιν ἂν μὴ ἐκστῇ μὲν τὸ ὕβωμα μήτε ἔξω μήτε ἔσω, σεισθέωσι δὲ ἰσχυρῶς ἐς τὴν ἰθυνίην τῆς ῥάχιος. οἷσι δὲ ἂν ἐκστῇ μὲν τὸ ὕβωμα, ἧσσον τοιαῦτα πάσχουσιν”. ἐνταῦθα τὴν ὕβωμα φωνὴν ὡς γενικόν τι σημαῖνον ἀνέγραψεν ἐπὶ πάσης εἰπὼν, τῆς τῶν σφονδύλων εἰς τὸ παρὰ φύσιν ἐκτροπῆς, ὅλος δὲ ὁ λόγος εὔδηλος. ἐπὶ γὰρ τὴν τετάρτην διαφορὰν τῶν κατὰ τὴν ῥάχιν παθῶν ἀφικνεῖται τῷ λόγῳ. καλοῦσι δὲ αὐτὴν σεῖσιν, ὅταν αἱ ἁρμονίαι σύμπασαι διακινηθῶσι τῶν σφονδύλων τῆς ῥάχεως καὶ κινδυνεύσει διασπασθῆναίτε καὶ θλασθῆναι διασεισθείσης σφοδρῶς αὐτῆς, καί φησι τοῦτο πολὺ χεῖρον εἶναι τῶν ἄνευ τοῦ διασεισθῆναι γιγνομένων διαστροφῶν τῆς ῥάχεως. εἶθ’ἑξῆς ὅτι καὶ ταῖς πλευραῖς καταγνυμέναις τοιοῦτόν γέ τι συμβαίνει διήγηται.
“πολλὰ δὲ καὶ ἄλλα ἐν ἰητρικῇ ἄν τις θεάσαιτο, ὦν τὰ μὲν ἰσχυρὰ ἀσινέα ἐστὶ, καθ’ἑωυτὰ τὴν κρίσιν ὅλην λαμβάνοντα τοῦ νοσήματος, τὸ δὲ ἀσθενέστερα σινόμωρα καὶ ἀποτόκους νοσημάτων χρονίους ποιέοντα καὶ κοινωνέοντα καὶ τῷ ἄλλῳ σώματι ἐπὶ πλέον”. προειρηκὼς περὶ τοῦ κατὰ ῥάχιν πάθους ὃ προσαγορεύουσι σεῖσιν ἄνευ τοῦ μεταστῆναι σφόνδυλόν τινα γενόμενον ἐν τῇ ἐφεξῆς γραφῇ πολλὰ λέγει τῶν κατ’ἰατρικὴν ἐπιεικέστερα κατ’ἀλήθειαν εἶναι, κα- κἂν φαίνηται χαλεπώτερα. συμβαίνει δ’ἐκεῖνα τῶν παθῶν, ἐφ’ὧν συμπάθειαί εἰσι μείζους, ὡς ὅσα γε μηδεμίαν ἐπιφέρει μορίων κυρίων συμπάθειαν, ἀλλὰ καθ’ἑαυτὰ ποιεῖται τὴν κρᾶσιν, ἧττόν ἐστι χαλεπὰ καὶ ἰσχυρότερά σοι κατασκευαῖς. ἐφεξῆς οὖν ὡς ἐν παραδείγματος μέρει μνημονεύει τῶν κατὰ τὰς πλευρὰς παθῶν ὑποδεικνύων, ἔνια μὲν αὐτῶν εἶναι τὴν φαντασίαν μόνον, ἔνια δὲ τῇ δυνάμει χαλεπά.
“ἐπεὶ καὶ πλευρέων κάτηξις τοιοῦτόν τι πέπονθεν · οἷσι μὲν γὰρ ἂν καταγῇ πλευρὴ μία ἢ πλέονες, ὡς τοῖσι πλείστοισι κατάγνυται μὴ διασχόντα τὰ ὀστέα ἐς τὸ εἴσω μέρος, μη δὲ ψιλωθέντα, ὀλίγοι μὲν ἤδη ἐπυρέτηναν · ἀτὰρ οὐ δὲ αἷμα πολλοὶ ἤδη ἔπτυσαν, οὐ δὲ ἔμπυοι πολλοὶ γίνονται, οὐ δὲ ἔμμοτοι, οὐ δὲ ἐπισφακελίσιες τῶν ὀστέων, δίαιτάτε φαύλη ἀρκέει”. ὅτι τὸ σύμμετρον τοῦ λόγου σαφήνειαν συντελεῖ, μαθεῖν ἐστιν οὐχ ἥκιστα καὶ ἐκ τῆς προκειμένης ῥήσεως μακρᾶς οὔσης. ἐγὼ τὸ πρῶτον μέρος ἄρτι προεχειρισάμην · ἐκ τινὸς γὰρ ἐπὶ πλεῖον ὁ Ἱπποκράτης ἀσάφειάν τινα ἐργάσατο, διὰ βραχέων δ’ἂν οὕτως ἑρμηνεύοιτο. τὰ κατάγματα τῶν πλευρῶν, ὅταν ἁπλᾶ καὶ μόνα γένηται, τὴν μὲν φαντασίαν χαλεπωτέραν τῶν περιθλάσεων ἔχει, τῇ δυνάμει δὲ ἐπιεικεστέραν, θεραπεύεται γὰρ ἄνευ κινδύνου τάχιστα. χωρὶς δὲ κατάγματος ὅταν περὶ τὰς πλευρὰς σάρκες θλασθῶσιν, εἰς μέγιστον ἐνίοτε κίνδυνον ἥκουσιν οἱ οὕτω παθόντες. τὸ μὲν κεφάλαιον τοῦ λόγου τοῦτο · τὰ δὲ κατὰ μέρος ἐφεξῆς ἴδωμεν, εἰ ἐν τῷ πρώτῳ μέρει τῆς ῥήσεως, ὅπερ ἐγὼ διὰ βραχέων εἶπον, ὅταν ἁπλᾶ καὶ μόνα γένηται τὰ κατάγματα τῶν πλευρῶν. ὁ δὲ Ἱπποκράτης εἴρηκεν, ὅπερ ἐξηγούμενος ἔγραψε, μὴ διασχόντα τὰ ὀστᾶ εἰς τὸ ἔσω μέρος εἰπὼν, τὴν εὐρυχωρίαν τοῦ θώρακος εἰς ἣν ἀδύνατόν ἐστι διασχεῖν ὀστῷ τῷ κατ’αὐτὸν ἄνευ τοῦ γυμνωθῆναι μὲν αὐτὸ τὸ ὀστοῦν ἁπάσης τῆς περικειμένης σαρκὸς, διατμηθῆναι δὲ τὸν ὑπεζωκότα καλούμενον ὑμένα. διὰ τοῦτο μὲν οὖν ἐδήλωσε τὸ ἁπλοῦν τοῦ κατάγματος, διάτε τῶν ἐφεξῆς τὸ ἐπιεικὲς, ὀλίγους μὲν εἰπὼν ἐπιπυρέττειν, πτύσαι δὲ αἷμά τινα σπανίως, ὥσπερ γε καὶ ἔμπυον καὶ ἔμμοτον γενέσθαι, σφακελίσαιτε τὸ τῆς πλευρᾶς ὀστοῦν · διὸ καὶ τὴν δίαιταν αὐτοῖς ἐξαρκέσειν φαύλην. ἔμαθες δὲ ὅτι φαύλην ἀεὶ λέγει τὴν ἐναντίαν τῇ ἀκριβεῖ τὴν ἐπιτυχοῦσαν. ἐν μὲν οὖν τῷ προκειμένῳ μορίῳ τῆς ἄλλης αὐτοῦ ῥήσεως ὅλη διάνοια τοιαύτη τίς ἐστιν. ἴδωμεν δὲ ἐφεξῆς τὰ λοιπά.
“ἢν γὰρ μὴ πυρετὸς ξυνεχὴς ἐπιλαμβάνῃ αὐτοὺς καὶ κενεαγγέειν κάκιον τοῖσι τούτοισιν ἢ μὴ κενεαγγέειν καὶ ἐπωδυνέστερον καὶ πυρετωδέστερον καὶ βηχωδέστερον. τὸ γὰρ πλήρωμα τὸ μέτριον τῆς κοιλίης διόρθωμα τῶν πλευρέων γίνεται. ἡ δὲ κένωσις κρεμασμὸν μὲν τῇσι πλευρῇσι ποιέει, ὁ δὲ κρεμασμὸς ὀδύνην”. ὁ τῆς κοιλίης ὄγκος στήριγμά τι γίνεται ταῖς πλευραῖς, διὸ καὶ ὅσοι μείζονας ἔχουσι τὰς γαστέρας, ἦττον ὀδυνῶνται καταγείσης τῆς πλευρᾶς · ὅσοις δὲ ἰσχναίτέ εἰσι καὶ προσεσταλμέναι, μᾶλλον ἀλγοῦσιν ἀστηρίκτων καὶ μετεώρων αἰσθανόμενοι τῶν πλευρῶν. ἐὰν μὲν οὖν συνεχὴς ἐπιλάβῃ πυρετὸς, αὐ τούς ἐστι κενεαγγεῖν, ὅπερ δηλοῖ νῦν αὐτὸ τὸ ἀσιτεῖν, ἐπειδήπερ ἡ ἐκ τῆς ἐδωδῆς βλάβη γίγνεται μείζων τῆς ἐκ τοῦ κρεμασμοῦ. εἰ δή τι μη δ’ὅλως πυρέξει, ἄμεινον ἐσθίειν τοσαῦτα τὸ πλῆθος, ὡς εἰς ὄγκον ἀρθῆναι τὴν γαστέρα τοσοῦτον, ὅσον ἡλίκος ὡς ἄνευ τοῦ θλίβειν τὸ πεπονθὸς, ἕδρατε καὶ στήριγμα γενήσεται ταῖς πλευραῖς.
“ἔξωθεν δὲ φαύλη ἐπίδεσις τοῖσι τοιούτοισιν ἀρκέει, κηρωτῇ καὶ σπλήνεσι καὶ ὀθονίοισιν ἡσύχως ἐρείδοντα ὁμαλὴν τὴν ἐπίδεσιν ποιέεσθαι ἢ καὶ ἐριῶδές τι προσεπιθέντα. κρατύνεται δὲ πλευρὴ ἐν εἴκοσιν ἡμέρῃσι, παχεῖαι γὰρ αἱ ἐπιπωρώσιες τούτων τῶν ὀστέων”. φαύλην ἐπίδεσιν εἶπεν, ὥσπερ καὶ δίαιταν, τὴν ἐπιτυχοῦσαν, ἥτις ἐστὶν ἐναντία τῇ ἐπιμελῶς γεγενημένῃ.
“ἀμφιθλασθείσης δὲ τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν ἢ ὑπὸ πληγῆς ἢ ὑπὸ πτώματος ἢ ὑπὸ ἀντερείσιος ἢ ἄλλου τινὸς τοιουτοτρόπου πολλοὶ ἤδη πολὺ αἷμα ἔπτυσαν”. μέμνηται καὶ τούτου τοῦ λόγου διὰ τοὺς οἰομένους ἐν ταῖς πλευρίτισιν ἐξ ἀνάγκης ἀνάγειν τινὰ τῶν λοβῶν τοῦ πνεύμονος πάσχειν καὶ συναπτόμενόν γε τοῦτόν φασι τῇ φλεγμαινούσῃ πλευρᾷ διδόναι τι τοῦ κατὰ τὴν φλεγμονὴν ἰχῶρος. ἐν τῷ πνεύμονι γὰρ οὐδὲν πνεύμονος πεπονθότος, ἀλλὰ τῆς διαθέσεως τῇ πλευρᾷ γενομένης πτύειν φησὶν ἐνίους αἷμα. πῶς μὲν οὖν γίγνεται τοῦτο ζητεῖν ἔξεστιν ἐπὶ σχολῆς, ἡμῖντε βασανιζομένοις τὸ ζήτημα κατά γε τὸ περὶ αἵματος ἀναγωγῆς Ἐρασιστράτου βιβλίον. ἐξαρκεῖν δὲ δεῖ νῦν αὐτὸ τοῦτο μόνον ἐγνωκέναι, τὸ χωρὶς τοῦ παθεῖν τι τὸν πνεύμονα πτύειν ἐνίους αἷμα διὰ τὸ κατὰ τὰς πλευρὰς πάθος. ἐθεάσασθε δὲ κα- κἀπὶ τῶν ἄλλων πολλάκις ἀτρώτου τοῦ προκειμένου τῷ κατάγματι δέρματος ὄντος ἐκχεόμενον αἱματώδη χυμὸν διὰ τοῦ τοιοῦτον πληρῶσαι τοὺς ἐπιδέσμους. καίτοι πολλῷ πυκνότερόν ἐστι τὸ παρὰ τοῖς κώλοις δέρμα τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος, ὥστ’οὐδὲν θαυμαστόν ἐστι δι’ἐκείνου ῥυῆναι πρὸς τὴν ἐκτὸς χώραν ἐκ τῆς πεπονθυίας πλευρᾶς. εἶτ’εὐθέως εἰς τὰ βρόγχια τοῦ πνεύμονος ἀναληφθῆναι κατὰ τὰς ἐκπνοὰς, ὥσπερ ὁρῶμεν ἐπὶ τῶν συντρωθέντων τὸν ὑμένα τοῦτον. ὅ τι γὰρ ἂν ἐκχέῃς εἰς τὸν θώρακα διὰ τοῦ τραύματος ἀναβήσσεται τοῦτο παραχρῆμα διὰ τοῦ στόματος καὶ διὰ τοῦτο Ἐρασίστρατος οὐκ ἐννοήσας εἰς ἀτόπους ἐνέπεσε λόγους ἐν τῷ περὶ αἵματος ἀναγωγῆς, ὧν τὴν κακίαν ἐμάθετε διερχομένου μου πολλάκις ἀκούσαντες ἐπ’αὐτοῦ τοῦ συγγράμματος.
“οἱ γὰρ ὀχετοὶ οἱ κατὰ τὸ λαπαρὸν τῆς πλευρῆς ἑκάστης παρατεταμένοι καὶ οἱ τόνοι ἀπὸ τῶν ἐπικαιροτάτων τῶν ἐν τῷ σώματι τὰς ἀφορμὰς ἔχουσι. πολλοὶ γοῦν ἤδη βηχώδιες καὶ φυματίαι καὶ ἔμπυοι ἐγένοντο καὶ ἔμμοτοι καὶ ἡ πλευρὴ ἐπεσφακέλισεν αὐτοῖσιν, ἀτὰρ καὶ οἷσι μηδὲν τοιοῦτον προσεγένετο ἀμφιθλασθείσης τῆς σαρκὸς ἀμφὶ τῇσι πλευρῇσιν. ὅμως δὲ βραδύτερον ὀδυνώμενοι παύονται οὗτοι ἢ οἷσιν ἂν πλευρὴ καταγῇ καὶ ὑποστροφὰς μᾶλλον ἴσχει ὀδυνημάτων τὸ χωρίον ἐν τοῖσι τοιούτοισι τρώμασι. μάλα μὲν οὖν μετεξέτεροι καταμελέουσι τῶν τοιούτων σινέων μᾶλλον ἢν πλευρὴ κατεάγῃ αὐτοῖσιν”. ὀχετοὺς μὲν εἷπε τὰς ἀρτηρίας δηλονότι καὶ τὰς φλέβας, λαπαρὰν δὲ τῆς πλευρᾶς ἑκάστης τὸ μεταξὺ τῶν ὀστῶν καθ’ἃ καὶ οἱ μεσοπλεύριοι μῦς εἰσι, τόνους δὲ δηλονότι τὰ νεῦρα. πεφυκέναι δέ φησιν ἀπὸ τῶν ἐπικαιροτάτων πάντα ταῦτα · διότι μὲν τῶν φλεβῶν τούτων ἡ ἀρχὴ πλησίον ἐστὶ τῆς καρδίας, ὥσπερ καὶ τῶν ἀρτηριῶν. τῶν δὲ νεύρων ἀπὸ τῶν κατὰ τὸν θώρακα νωτιαίων κοινωνίας τινὸς οὕσης αὐτοῖς καὶ πρὸς ἄλλην συζυγίαν νεύρων ἐξ ἐγκεφάλου καθηκόντων. τὰ δ’ἐφεξῆς ὑπ’αὐτοῦ γεγραμμένα δῆλα τοῖς μεμνημένοις ἁπάντων τῶν ἐν τοῖς ἔμπροσθεν εἰρημένων ὑπομνήμασιν.
“ἀτὰρ καὶ ἰήσιος σκεθροτέρης οἱ τοιοῦτοι δέονται, εἰ σωφρονοῖεν, τῇτε γὰρ διαίτῃ ξυμφέρει ξυνεστάλκαι, ἀτρεμέειν δὲ τῷ σώματι ὡς μάλιστα ἀφροδισίωντε ἀπέχεσθαι”. τὴν ἀκριβεστέραν ἀεὶ λέγει σκεθροτέραν ἀντικειμένην τῇ φαύλῃ.
“βρωμάτωντε λιπαρῶν καὶ κερχνωδέων καὶ ἰσχυρῶν πάντων”. ὅσα βρώματα τραχύνοντα τὸν φάρυγγα βραχεῖαν βῆχα κινεῖ, κερχνώδη ταῦτα καλεῖ. τοῦτο δὲ ἕπεται τοῖς λιπαροῖς καὶ ὀξέσι καὶ δριμέσιν, ἰσχυρὰ δὲ λέγει σιτία τὰ δύσπεπτα. γέγραπται δ’ἐν τοῖς ἀκριβέσι τοῖς αὐτογράφοις τουτὶ τὸ κερχνωδέων διὰ τοῦ ν κατὰ τὴν δευτέραν συλλαβήν · ἀπὸ γὰρ τῆς κέρχνου γέγονεν. οὕτως δὲ ὀνομάζουσι τὴν κέγχρον οἱ Ἴωνες, ὅταν αἴσθησις ἐν τῇ φάρυγγι τραχυτάτων γίγνεται μικρῶν ὥσπερ κέγχρων. τὸ δ’ἐν τοῖς πρόσθεν, εἰ καὶ ἔλεγε τὰ κατὰ τὸν πνεύμονα φύματα καὶ χρόνια καὶ δύσπεπτα ἔχοντα κεγχρώδεις γίγνεσθαι χωρὶς τοῦ ν γέγραπται, γεγονὸς ἀπὸ τοῦ κέγχρειν, ὅπερ αὐτὸ πάλιν γέγονεν ἀπὸ τοῦ ψόφου τοῦ συμβαίνοντος, ὅταν ἤτοι στενοχωρία ᾖ τις κατὰ τὰς ἀναπνευστικὰς ὁδοὺς ἢ ὑγρότης πλείων, ὡς πολὺ δὲ συνιόντων ἀμφοῖν γίγνεται. καλοῦσι δ’ἔνιοι μὲν τοιαύτην ἀναπνοὴν δασεῖαν · διὰ τί δὲ τῶν βῆχα κινούντων ἐδεσμάτων ἀπέχεσθαι κελεύει πρόδηλόν ἐστιν ἡσυχάζειν δεομένων ἁπάντων τῶν πεπονθότων μορίων. διὰ τοῦτο γοῦν καὶ σιγᾷν αὐτὸν πάλιν κελεύει. πρόδηλον δὲ καὶ περὶ τῶν ἄλλων ὅσα παρεῖναι φυλάττεσθαι κίνησιν σφοδρὰν ἐπιφέροντα τῷ παντὶ σώματι · σὺν γὰρ τῷ ὅλῳ καὶ τὸ μόριον κινεῖται.
“φλέβατε κατ’ἀγκῶνα τέμνεσθαι, σιγᾷντε ὡς μάλιστα. ἐπιδέεσθαι δὲ εἰς τὸ χωρίον τὸ θλασθὲν σπλήνεσι μὴ πολυπτύχεσι, συχνοῖσι δὲ καὶ πολὺ πλατυτέροισι πάντα τοῦ θλάσματος κηρωτῇτε ὑποχρίειν ὀθονίοισίτε πλατέσι σὺν ταινίῃσι πλατείῃσι καὶ μαλθακῇσι ἐπιδέειν, ἐρείδειντε μετρίως, ὥστε μὴ κάρτα πεπιέχθαι φάναι τὸν ἐπιδεδεσμένον, μη δ’αὖ χαλαρόν. ἄρχεσθαι δὲ τὸν ἐπιδέοντα κατὰ τὸ θλάσμα καὶ ἐρηρεῖσθαι ταύτῃ μάλιστα”. μέμνηται δὴ τούτου πρὸς τοὺς ἀξιοῦντας ἐπὶ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ μόνον φλεβοτομίαν ἡμᾶς παραλαμβάνειν. τούτων δέ ἐστι καὶ Μηνόδοτος ὁ ἐμπειρικός. ἐδείχθη δ’ἐν τῷ περὶ φλεβοτομίας γράμματι κα- κἀν τῷ περὶ πλήθους ὁ λόγος οὗτος ψευδὴς, ἐξ ἄλλωντε τινῶν ἐλεγχθεὶς κα- κἀκ τοῦ διὰ τοιαύτας πληγὰς γιγνομένας ἔν τισι μορίοισι τοῦ σώματος ἐπὶ φλεβοτομίαν ἥκειν ἡμᾶς, εἰ καὶ μὴ πληθωρικοὶ τύχοιεν οἱ πληγέντες ὄντες, ὅτιτε μὴ φλεβοτομηθέντων αὐτῶν αἱ φλεγμοναὶ μέγισται γίγνονται καὶ δηλονότι ταύταις ἑπομέναις συμπτώματα ἀκολουθεῖ.
“τὴν δὲ ἐπίδεσιν ποιέεσθαι ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέειντε, ἵνα μὴ περιρρεπὲς τὸ δέρμα τὸ περὶ τὰς πλευρέας ἔῃ, ἀλλ’ἰσόρροπον. ἐπιδέειν δὲ ἢ καθ’ἑκάστην ἡμέρην ἢ παρ’ἑτέρην. ἄμεινον δὲ καὶ τὴν κοιλίην μαλθάξαι κούφῳ τινὶ, ὅσον κενώσιος εἵνεκεν τοῦ σίτου, καὶ ἐπὶ μὲν δέκα ἡμέρας ἰσχναίνειν, ἔπειτα ἀναθρέψαι τὸ σῶμα καὶ ἁπαλῦναι”. χαλαρὸν ἐπὶ τῶν πλευρῶν ἐστι τοῖς πλείστοις τὸ δέρμα καὶ μάλιστ’ἂν παχεῖς τύχωσιν ὄντες ἢ κατ’αὐτὸν ὃν ἐπλήγησαν καιρόν · καί φησι τούτους οὖν φημὶ ἐγὼ δεῖσθαι μάλιστα τῶν ἄλλων ἀπὸ δυοῖν ἀρχῶν ἐπιδεῖσθαι. περιτρέπεται γὰρ αὐτῶν τὸ δέρμα κατὰ τὴν ἐκ μιᾶς ἀρχῆς ἐπίδεσιν, ἐκ περιουσίας δὲ καὶ τοὺς παχεῖς ἐπιδέων οὐδὲν βλάψεις καὶ μάλισθ’ὅταν ᾖ θλάσμα πλησίον τῆς μασχάλης, ἐν ταύτῃ γὰρ ἀεὶ χαλαρόν ἐστι.
“τῇ δὲ ἐπιδέσει ἔστ’ἂν μὲν ἰσχναίνῃς ἐρηρεισμένῃ μᾶλλον χρέεσθαι, ὁκόταν δὲ ἐς τὸν ἁπαλυσμὸν ἄγῃς, ἐπιχαλαρωτέρῃ · καὶ ἢν μὲν αἷμα ἀποπτύσῃ καταρχὰς, τεσσαρακονθήμερον τὴν μελέτην καὶ τὴν ἐπίδεσιν ποιέεσθαι χρή · ἢν δὲ μὴ πτύσῃ τὸ αἷμα, ἀρκέει εἴκοσιν ἡμέρῃσιν ἡ μελέτη ὡς ἐπὶ τὸ πολύ. τῇ ἰσχύϊ δὲ τοῦ τρώματος τοὺς χρόνους προστεκμαίρεσθαι χρή”. τοῦτο κοινὸν ἁπάντων καταγμάτων ἐστὶ καὶ λέλεκταί μοι πρόσθεν ἡνίκα τὸ περὶ ἀγμῶν ἐξηγούμην καὶ ἄλλα πολλὰ τῶν νῦν λεγομένων ὑπ’αὐτοῦ. ἐκείνων οὖν ὑμᾶς χρὴ μεμνῆσθαι μᾶλλον, οὐκ ἐμὲ λέγειν ἀξιοῦν πολλάκις ταῦτα.
“ὅσοι δη- δἂν ἀμελήσωσι τῶν τοιουτέων ἀμφιθλασμάτων, ἢν καὶ ἄλλο μηδὲν αὐτοῖσι φλαῦρον μέζον γένηται, ὅμως τό γε χωρίον ἀμφιθλασθὲν μυξωδεστέρην τὴν σάρκα ἴσχει ἢ πρόσθεν εἶχεν. ὅκου δέ τι τοιοῦτον ἐγκαταλείπεται καὶ μὴ εὖ ἐξιποῦται τῇ γε ἀλθέξει. φαυλότερον μὲν, ἢν παρ’αὐτὸ τὸ ὀστέον ἐγκαταλειφθῇ τὸ μυξῶδες · οὔτε γὰρ ἔτι ἡ σὰρξ ὁμοίως ἅπτεται τοῦ ὀστέου, τότε ὀστέον νοσηρότερον γίνεται, σφακελισμοίτε χρόνιοι ὀστέου πολλοῖσιν ἤδη ἀπὸ τοιουτέων προφασίων ἐγένοντο”. μυξῶδες ὑγρὸν εἴωθεν ὀνομάζειν τὸ γλίσχροντε καὶ λευκόν. ἀθροίζεται δὲ τοῦτο παρὰ τοῖς ἀναίμοις μέρεσιν ὀστοῖς καὶ χόνδροις, ὅταν ἀδυνατήσῃ καλῶς κατεργάσασθαι τὴν τροφὴν ἐν αὐτοῖς ἡ φύσις. ἀπολείπει γὰρ οἶον ἡμίπεπτόν τι, καθάπερ ἐν ὀφθαλμοῖς ὑμένες ἀπολείπουσιν, ὅταν ἀρρωστῶσι τὴν ὀνομαζομένην λήμην. ἀσθενεστέρα δὲ ἡ δύναμις ἤτοι δι’οἰκείαν γίγνεται δυσκρασίαν ἢ διὰ τὸ πλῆθος τῆς ἐπιρρυείσης ὑγρότητος, ὡς ἐν τοῖς παρὰ φύσιν ὄγκοις συμβαίνει. τὰ δ’ἄλλα τῆς ῥήσεως δῆλα.
“ἀτὰρ καὶ ἢν μὴ παρὰ τὸ ὀστέον, ἀλλ’αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ · ὅμως γοῦν ὑποστροφαὶ γίνονται καὶ ὀδύναι ἄλλοτε καὶ ἄλλοτε. ἤν τις τῷ σώματι τύχῃ πονήσας, διὰ τοῦτο τῇ ἐπιδέσει δέεσθαι χρὴ, ἅμα μὲν ἀγαθῇ, ἅμα δὲ πολὺ προσηκούσῃ, ἕως ἂν ξηρανθῇ μὲν καὶ ἀναποθῇ τουτὶ τὸ ἐκχύμωμα τὸ ἐν τῇ θλάσει γενόμενον, αὐξηθῇ δὲ σαρκὶ ὑγιεϊ τὸ χωρίον, αὔξηται δὲ τοῦ ὀστέου ἡ σάρξ”. μυξώδης ἡ σὰρξ οὐ κατὰ τὸν ἑαυτῆς γίγνεται λόγον καὶ ὅσα τῶν μορίων ἐστὶν ἔναιμα. τὸ γὰρ ἴδιον περίττωμα ἑαυτῶν τοιοῦτόν ἐστιν, οἶον ἔντε ταῖς ῥευματικαῖς διαθέσεσι φαίνεται καὶ τοῖς ἡπατικοῖς διαχωρήμασι. διὸ καὶ συνεχῶς μὲν τοῖς ὀστοῖς καὶ τοῖς χόνδροις καὶ ὑμέσι πάσχουσι τὸ μυξῶδες ὑγρὸν ἀθροίζεται, σπανίζεται δὲ ἐν ταῖς σαρξίν · ἢ γὰρ πρὸς τὰ τοιαῦτα μόρια κοινωνίᾳ ἢ διὰ τὸν ἐπιρρέοντα χυμὸν ἱκανῶς, ὅταν φλεγματῶδες ἢ μυξῶδες ἐν αὐτῇ ὑγρὸν συνίσταται. πρόδηλον δ’ὅτι δυσκενότατός ἐστιν ὁ τοιοῦτος χυμὸς, οὔτε τῶν αἰονήσεων οὔτε τῶν καταπλασμάτων οὔτε τῶν φαρμάκων ἐπισπᾶσθαίτε καὶ διαφορεῖν αὐτὸν δυναμένων. οὐ δὲ γὰρ οὐ δ’ἄλλων πρὶν ἀκριβῶς λεπτῦναίτε καὶ εἰς ἀτμὸν διαλῦσαι δύναται κενοῦν. ἐπεὶ τοίνυν ὁ γλίσχρος χυμὸς εἰς ἀτμοὺς διαλύεται, διὰ τοῦτό ἐστι δυσκίνητος. ὅπου δ’ἂν ἐγκαταληφθῇ τι τοιοῦτον τὸ περισσὸν, ἐνοχλεῖται μέρος ἐπὶ βραχείαις προφάσεσι διὰ τὴν ἀσθένειαν ἑτοίμως δεχόμενον, ὅ τι ἂν ἐν τῷ ἄλλῳ σώματι περιττὸν ἤτοι κατὰ τὸ ποιὸν ἢ κατὰ τὸ ποσὸν ἀθροισθῇ.
“οἶσι δ’ἂν ἀμεληθεῖσι χρονιωθῇ καὶ ὀδυνῶδες τὸ χωρίον γένηται καὶ ἡ σὰρξ ὑπόμυξος ἔῃ, τούτοισι καῦσις ἴησις ἀρίστη. καὶ ἢν μὲν αὐτὴ ἡ σὰρξ μυξώδης ἔῃ, ἄχρι τοῦ ὀστέου καίειν χρὴ, μὴ μὴν διαθερμανθῆναι τὸ ὀστέον, ἢν δὲ μεσηγὺ τῶν πλευρέων ἔῃ, ἐπιπολῆς μὲν οὐ δ’οὕτως χρὴ καίειν, φυλάσσεσθαι μέντοι μὴ διακαύσῃς πέρην. ἢν δὲ πρὸς τῷ ὀστέῳ δοκέῃ εἶναι τὸ θλάσμα καὶ ἔτι νεαρὸν ἔῃ καὶ μήπω σφακελίσῃ τὸ ὀστέον, ἢν μὲν κατ’ὀλίγον ἔῃ, οὕτω καίειν χρὴ ὥσπερ εἴρηται · ἢν μέντοι παραμήκης ἔῃ ὁ μετεωρισμὸς ὁ κατὰ τὸ ὀστέον, πλείονας ἐσχάρας ἐμβάλλειν χρή. περὶ δὲ σφακελισμοῦ πλευρῆς ἅμα τῇ ἐμμότων ἰητρείῃ εἰρήσεται”. τὸν γλίσχρον χυμὸν, ὅταν ἀδυνατήσωμεν ἐκδαπανῆσαι φαρμάκοις, ὑπόλοιπος ἴασίς ἐστιν ἡ διὰ τῶν καύσεων · ὅπως δ’αὐτὴν χρὴ ποιεῖσθαι σαφῶς ἐδίδαξεν.
“ἢν δὲ μηροῦ ἄρθρον ἐξ ἰσχίου ἐκπέσῃ, ἐκπίπτει δὲ κατὰ τέσσαρας τρόπους, ἐς μὲν τὸ εἴσω πλειστάκις, ἐς δὲ τὸ ἔξω τῶν ἄλλων πλειστάκις, ἐς δὲ τὸ ὄπισθεν καὶ ἔμπροσθεν ἐκπίπτει μὲν, ὀλιγάκις δέ”. ὁ τεθεαμένος ἰσχίου κοτύλην οὐ δεῖται τὴν αἰτίαν ἀκοῦσαι παρ’ἐμοῦ, δι’ἣν μὲν ἔσω ἐκπίπτει πλειστάκις ὁ μηρὸς, ἐφεξῆς δὲ τῶν ἔξω. τὸ γὰρ τῆς κοτύλης βάθος οὐκ ἔστιν ἴσον ἅπασι τοῖς μέρεσιν. ἔνθα ᾖ ὁ ὑμὴν ταπεινότερος, ἐνταῦθα ῥᾷον ἐξίστατο τὸ ἄρθρον.
“οἷσι μὲν οὖν ἂν ἐκβῇ εἰς τὸ εἴσω, μακρότερον τὸ σκέλος φαίνεται παραβαλλόμενον πρὸς τὸ ἕτερον διὰ δισσὰς προφάσιας εἰκότως. ἐπὶ μὲν γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πεφυκὸς ὀστέον τὸ ἄνω φερόμενον πρὸς τὸν κτένα ἐπὶ τούτου ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται, ἔξωθέντε αὖ ὁ γλουτὸς κοῖλος φαίνεται, ἅτε εἴσω ῥευσάσης τῆς κεφαλῆς τοῦ μηροῦ”. σχεδὸν ἅπαντα σαφῶς αὐτὸς οὕτως ἔγραψε τὰ κατὰ λόγον ἀρχὴν αὐτὴν παραθέμενος, ὡς μηδένα δύνασθαι σαφέστερον εἰπεῖν · ἀλλὰ καὶ τὰς αἰτίας ὧν λέγει προστίθησιν αὐτὸς, ὥσθ’ὅπερ ἤδη πολλάκις εἶπον, ἐρῶ καὶ νῦν εἴ τις προσέχοι τοῖς λεγομένοις ἀκολουθήσειεν αὐτοῖς, εἰ καὶ μὴ ἅπαξ ἀναγνοὺς, ἀλλὰ καὶ δεύτερον καὶ τρίτον πάντως.
“τότε αὖ κατὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον ἀναγκάζεται ἔξω ῥέπειν καὶ ἡ κνήμη καὶ ὁ ποὺς ὡσαύτως. ἅτε οὖν ἔξω ῥέποντος τοῦ ποδὸς οἱ ἰητροὶ δι’ἀπειρίην τὸν ὑγιέα πόδα πρὸς τοῦτον προσίσχουσιν, ἀλλ’οὐ τοῦτον πρὸς τὸν ὑγιέα, διὰ τοῦτο πολὺ μακρότερον φαίνεται τὸ σιναρὸν τοῦ ὑγιέος”. καὶ τοῦθ’ὅτι κοινόν ἐστι ἁπάντων τῶν μεθισταμένων ὀστῶν ἐπιδέδεικται πρόσθεν, εἰς τὸν ἀντικείμενον τόπον τῷ μεταστάντι πέρατι ῥέποντος ἀεὶ τα- θατέρου. καὶ νῦν οὖν μεταστάσης τῆς κεφαλῆς τοῦ μηροῦ τὸ κατὰ γόνυ πέρας εἰκότως εἰς τὴν ἐκτὸς χώραν ῥέπει.
“πολλαχῇ δὲ καὶ ἄλλῃ τὰ τοιαῦτα παρασύνεσιν ἔχει”. ὅτι παρασύνεσιν οὐχ ἁπλῶς τὴν ἀπάτην, ἀλλὰ τὴν παρακειμένην τῷ ἀληθεῖ καὶ διὰ τοῦτο πιθανὴν ὀνομάζειν εἴωθε, λέλεκταί μοι πρόσθεν. ἔστι δ’ἡ νῦν ἀπάτη λεγομένη, καθ’ἣν ἐν τῷ παραβάλλειν τὸ πεπονθὸς τῷ ὑγιεῖ περὶ τὸ κατὰ φύσιν ἁμαρτάνουσι σχῆμα. δέον γὰρ ἀποτείνοντα κατ’εὐθὺ τοῦ ὑγιοῦς σκέλους αὐτῷ παραβάλλειν τὸ πεπονθὸς, ἐναντίως πράττουσι τῷ πεπονθότι προσάγοντες τὸ ὑγιές.
“οὐ δὲ μὴν οὐ δὲ ξυγκάμπτειν δύναται κατὰ τὸν βουβῶνα ὁμοίως τῷ ὑγιεῖ. ἀτὰρ καὶ ψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ κατὰ τὸν περίναιον ὑπερογκέουσα εὔδηλός ἐστι. τὰ μὲν οὖν σημήϊα ταῦτά ἐστιν, οἷσιν ἂν εἴσω ἐκπεπτώκῃ ὁ μηρός”. συγκάμπτουσι μὲν γὰρ, ἀλλὰ μετ’ὀδύνηςτε καὶ οὐ τελέως. αἴτιοι δὲ οἱ ἀντιτεταμένοι τοῖς κάμπτουσι τὸν μηρὸν μύες οἱ ὄπισθεν οὐκ ἀκολουθοῦντες ἀλύπως ἄχρι τελέας κάμψεως, ἐπειδὴ πλείονος τοῦ κατὰ φύσιν ἕκαστοι ὑπομένουσι κατὰ τὰς ἐσχάτας καμπὰς, ὅταν οὕτως ὁ μηρὸς ἐξαρθρήσῃ.
“οἷσι μὲν ἂν οὖν ἐκπεσὼν μὴ ἐμπέσῃ, ἀλλὰ καταπορηθῇ καὶ ἀμεληθῇ ἣτε ὁδοιπορίη περιφοράδην τοῦ σκέλεος, ὥσπερ τοῖς βουσὶ γίνεται καὶ ὄχλησις πλείστη αὐτοῖσιν ἐπὶ τοῦ ὑγιέος σκέλεός ἐστι”. μακροτέρου τοῦ πεπονθότος σκέλους κατὰ τὴν ἐξάρθρησιν γενομένου ὁδοιπορίαν, ἀναγκαῖόν ἐστι τοὺς οὕτω παθόντας ὁμοίως τοῖς βουσὶ ποιεῖσθαι, διότι κα- κἀκεῖνοι χαλαρὸν ἔχουσι τὸ κατ’ἰσχίον ἄρθρον, ὡς αὐτὸς εἶπεν ἐν ἀρχῇ τοῦδε τοῦ βιβλίου, τάχα δ’οὐ μόνον ἐχρῆν τὸ χαλαρὸν τῆς διαρθρώσεως, ἀλλὰ καὶ τὴν ἀτονίαν αἰτιάσασθαι τῶν κινούντων αὐτὸ μυῶν. οὐ γὰρ εἰ ἦσαν εὔρωστοι, ῥᾳδίως ἀνέκαμπτον τὴν διάρθρωσιν τῆς φθασάσης καμφθῆναι, τὸ περιφέρειν ἔξω τὸ σκέλος οὐκ ἦν ἀναγκαῖον. ἡ γάρ τοι βάδισις γίνεται τῶν σκελῶν ἑκατέρου καὶ περὶ μέρος ἐστηριγμένουτε καὶ κινουμένου. ἡνίκα μὲν γὰρ τὸ ἀριστερὸν ἐστήρικται, τηνικαῦτα τὸ δεξιὸν ἐκ τῶν ὀπίσω μερῶν εἰς τὸ πρόσω φέρομεν · ἡνίκα δὲ τοῦτο πρόσωθεν ἐστηρίξαμεν, ἐπὶ τὸ ἕτερον μεταβάντες ἐκεῖνο πάλιν ὄπισθεν πρόσω φέρομεν, εἶτ’αὖθις ἐν τῷ πρόσω τοῦτο στηρίξαντες, ἐπὶ τὴν τοῦ δεξιοῦ μεταβαίνοντες κίνησιν, ὀρθίου μὲν τα- θατέρου τῶν σκελῶν ἐστηριγμένου κατὰ τῆς γῆς, ἀναφερομένου δὲ εἰς τὸ ὕψος τοῦ κινουμένου, μήτε κατὰ γόνυ μήτε κατ’ἰσχίον πεφύκασι κάμπτεσθαι τὰ σκέλη, πάντως ἂν ἠναγκαζόμεθα, καθάπερ τι ξύλον ἑκάτερον αὐτῶν μεταφέρειν, ἀναφέροντες εἰς ὕψος ἄχρι τινὸς καὶ κυκλοτερῶς περιφέροντες. ἐπεὶ δὲ κάμπτεσθαι δύναται κατ’ἀμφοτέρας τὰς διαρθρώσεις ὑπεναντίως μὲν ἀλλήλοις, χρησίμως δὲ τῷ παντὶ σκέλει, διὰ τοῦτο βαδίζομεν ἄνευ τοῦ καταφέρειν αὐτὰ κυκλοτερῶς ἢ ἀνατείνειν ὡς ξύλα. ἡ μὲν γὰρ κατὰ βουβῶνα διάρθρωσις εἰς τὴν πρόσω χώραν ὑψοῖ τὸν μηρὸν, ἡ κατὰ γόνυ δὲ εἰς τὴν ὀπίσω τὴν κνήμην, ὥστ’εἰ καὶ μακρότερον εἴη τοῦ κατὰ τὴν γῆν ἐστηριγμένου σκέλος τὸ μεταφερόμενον, οὐδὲν ἂν ἐδεήθησαν ἑλίττειν αὐτὸ κατὰ τὴν ἔξω χώραν, ᾗ τοὺς μῦς εἶχεν ἱκανῶς διὰ ταχέων ἑκατέραν τῶν διαρθρώσεων κάμπτειν. ἐπειδήθ’οἱ δι’ἀρρωστίαν οὐ δύνανται ἑτοίμως κάμπτειν καὶ ὀδύνην οὐ βούλονται, καταλείπεται περιφέρειν αὐτὸ κυκλοτερῶς. οὐδὲν γὰρ οὐ δ’ἀνατείνειν ἄκαμπτον ὡς ξύλον οἷόντ’ἐστὶ τοῖς ἀρρωστοῦσιν ἢ ὀδυνωμένοις μυσίν. ὅτι δὲ διὰ ταῦτα μᾶλλον ᾖ προσγιγνόμενον μῆκος ὁδοιποροῦσι περιφοράδην ἐκ τοῦ λεγομένου παραδείγματος ὑπ’αὐτοῦ τοῦ Ἱπποκράτους ἐναργῶς γνώσῃ. φησὶ γὰρ ἐφεξῆς, ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ ἐν κνήμῃ κάρτα μὴ δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσι. τούτοις γὰρ ἄνευ τοῦ μεμηκύνθαι τὸ σκέλος, ὁδοιπορεῖν οὕτως συμβαίνειν διὰ τὴν γιγνομένην ὀδύνην, εἰ κάμπτοιεν τὰς διαρθρώσεις, μάλιστα, μὲν τὰς κατὰ βουβῶνα καὶ γόνυ, καὶ τρίτην δ’ἐπ’αὐταῖς τὴν κατὰ τὸ σφυρὸν, ἐπεὶ σιμοῦσθαι κατὰ τὴν διάρθρωσιν ταύτην ἄκρον τὸ σκέλος ἀναγκαῖόν ἐστιν ἐν τῷ κατὰ φύσιν ὁδοιπορεῖν, ἀναφέρειντε εἰς ὕψος ὅλον τὸν πόδα · προσκόπτοι μὲν γὰρ, εἰ τοῦτο γένοιτο, καὶ μάλιστα ἐν τοῖς ἀνωμάλοις ἐδάφεσι.
“καὶ ἀναγκάζονται κατὰ τὸν κενεῶνα ἢ κατὰ τὸ ἄρθρον τὸ ἐκπεπτωκὸς κυλλοὶ καὶ σκολιοὶ εἶναι”. οὐχ ὅταν ἐρείσαντες τὸ ὑγιὲς κινῶσι καὶ μεταφέρωσι περιφοράδην τὸ ἐξηρθρηκὸς ἀναγκάζονται σχηματίζειν οὕτως ἑαυτοὺς, ἀλλ’ὅταν ἐπὶ τοῦ πεπονθότος ἐρειδόμενον μεταφέρειν τὸ ὑγιές. οὐ γὰρ ὑπερήρεισται τῷ ὑπερκειμένῳ σώματι τὸ πεπονθὸς ὄρθιον, ὡς ὅθεν εἶχε κατὰ φύσιν ἐν εὐθείᾳ γραμμῇ, καθ’ὃ πρὸς τὸ ἔδαφος, ἀλλὰ λοξὸν ἐκ τοῦ βουβῶνος εἰς τὴν ἐκτὸς ἀπονεύει χώραν. ἐπ’ἐκείνην οὖν τὸ κατ’εὐθὺ τῷ πεπονθότι σκέλει μέρος τοῦ σώματος ἀποκλείουσιν εἰς κίνδυνον ἀφικνούμενοι τοῦ περιτραπῆναι πρὸς τὴν ἐναντίαν χώραν καὶ οὕτω συμβαίνει κατὰ τὸν κενεῶνα λαμβάνειν αὐτῶν τὸ σῶμα. κενεῶνα δὲ δηλονότι καὶ τὸ μεταξὺ τοῦτο τῆς λαγόνος ὀστοῦ καὶ τῆς νόθου πλευρᾶς καλεῖ χωρίον, ὅπερ δὴ καὶ κενὸν ὀστῶν ἐστι. δυνάμενον δὲ οὐ δ’οὕτω τὸ πεπονθὸς σκέλος ὀχεῖν τὸ σῶμα διάτε τὴν ἀσθένειαν καὶ τὸ σχῆμα βοηθείας δεῖται. ταύτην οὖν ἐπ’αὐτοῦ τοῦ πράγματος οἱ πάσχοντες διδασκόμενοι πορίζουσιν αὐτὸ στηρίζοντες τῇ χειρὶ τὸ πεπονθὸς σκέλος. ἔνθα δὲ μάλιστα δεῖται, κατ’ἐκεῖνον τὸν μηρὸν ἔξωθεν ἐριζομένου τοῦ στηρίζοντος · καὶ τοῦτ’οὖν πάλιν αὐτοὺς ἀναγκάζον ἐπινεύειν εἰς τὴν τοῦ βεβλαμμένου σκέλους χώραν, αὐξάνει τὴν κατὰ τὸν κενεῶνα σκολίωσιν. εἰ γὰρ καὶ χωρὶς τοῦ ἔξω ῥέπειν τὸ σκέλος οὕτω τις αὐτὸν σχηματίσειεν ὑφίσαρφος ὁ κενεὼν αὐτός.
“κατὰ δὲ τὸ ὑγιὲς ἐς τὸ ἔξω ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἶναι. εἰ γάρ τις ἔξω τῷ ποδὶ τοῦ ὑγιέος σκέλεος βαίνει, ἀπωθοίη ἂν τὸ σῶμα τὸ ἄλλο ἐς τὸ σιναρὸν σκέλος τὴν ὄχησιν ποιέεσθαι. τὸ δὲ σιναρὸν οὐκ ἂν δύναιτο ὀχέειν · πῶς γάρ; ἀναγκάζεται οὖν οὕτω κατὰ τοῦ ὑγιέος σκέλεος τῷ ποδὶ εἴσω βαίνειν, ἀλλὰ μὴ ἔξω. τοῦτο γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς καὶ τὸ ἑωυτοῦ μέρος τοῦ σώματος καὶ τὸ τοῦ σιναροῦ σκέλεος μέρος”. ἐναλλάξας τὴν ἑρμηνείαν ἀσάφειάν τινα βραχεῖαν εἰργάσατο κατὰ φύσιν · ἢ γὰρ οὕτω μᾶλλον εἰπεῖν, ὡς ἐγὼ νῦν ἐρῶ, κατά γε τὸ ὑγιὲς ὁ γλουτὸς ἀναγκάζεται περιφερὴς εἷναι εἰς τὸ ἔξω, διὰ τὸ βαίνειν ἔσω τούτῳ τῷ σκέλει. εἰ γὰρ ἔξω βαίνοι, ἀπωθοίη ἂν τὸ σῶμα, τὸ δ’ἄλλο ἐπὶ σιναροῦ σκέλους τῇ ὀχήσει ποιεῖσθαι, ὅπερ ἐστὶν ἀδύνατον. οὕτως γὰρ ὀχέει μάλιστα τὸ σκέλος τὸ ὑγιὲς, ὡς προείρηται, τουτέστιν ὅταν ἔσω βαίνῃ τοῦ ὑγιοῦς σκέλους ποδί. δυνήσεται γὰρ τὸ πᾶν ἐπ’αὐτῶν στηρίζεσθαι δυσπεριτρέπτως.
“κοιλαινόμενοι δὲ κατὰ τὸν κενεῶνα καὶ κατὰ τὰ ἄρθρα μικροὶ φαίνονται καὶ τῷ ξύλῳ ἀναγκάζονται ἀντερείδεσθαι πλάγιοι κατὰ τὸ ὑγιὲς σκέλος, δέονται γὰρ ἀντικοντώσιος ταύτῃ. ἐπὶ τοῦτο γὰρ οἱ γλουτοὶ ῥέπουσι καὶ τὸ ἄχθος τοῦ σώματος ὀχέεται ἐπὶ τοῦτο”. ἐπειδὴ τὸ πεπονθὸς σκέλος ἀδυνατεῖ βαστάζειν τὸ ὑπερκείμενον ἑαυτοῦ μέρος τοῦ σώματος, διὰ τοῦτο καὶ τὸ σκέλος μὲν ὅλον τὸ ὑγιὲς ὑπερείδουσιν ἐσωτάτω καὶ αὐτοὶ δὲ ῥέπουσιν ἐπ’αὐτῷ παντὶ τῷ σώματι. συμβαίνει γὰρ αὐτοὺς ἑτεροκλινεῖς γινομένους περιτραπῆναι κινδυνεύειν ἐπὶ τα- τἀναντία τοῦ πεπονθότος. ὥσπερ οὖν ὁπότ’ἐπ’ἐκείνου στηριζόμενον μεταφέρειν εἰς τὸ πρόσω τὸ ὑγιὲς, ἐστήριζον τοῦ πεπονθότος τῇ χειρὶ κινδυνεύοντος ἐπ’αὐτῷ περιτραπῆναι δεινῶς τὸ ὑγιὲς σκέλος ἐπὶ τὴν γῆν καὶ διὰ τῆς ἐκείνων ἀφικνοῦνται βοηθείας.
“ἀναγκάζονται δὲ καὶ ἐπικόπτειν. τὴν γὰρ χεῖρα τὴν κατὰ τὸ σκέλος τὸ σιναρὸν ἀναγκάζονται κατὰ πλάγιον τὸν μηρὸν ἐρείδειν. οὐ γὰρ δύναται τὸ σιναρὸν σκέλος ὀχέειν τὸ σῶμα ἐν τῇ μεταλλαγῇ τῶν σκελέων, ἢν μὴ κατέχηται πρὸς τὴν γῆν πιεζόμενον”. κα- κἀνταῦθα πάλιν παρὰ τὴν ἀσάφειαν, ἣν εἰργάσατο, μὴ προειπὼν ὅτι μεταβαίνει τῷ λόγῳ πρὸς ἑτέρων καιρῶν βάδισιν. ἄχρι μὲν γὰρ οὗ τὸν λόγον ἐποιεῖτο περὶ μέρους βαδίσεως, ἐν ᾗ τοῦ κατὰ φύσιν ἔχοντος σκέλους ἐρηρεισμένου κατὰ τῆς εἰς τὸ πρόσω μεταφερούσης τὸ πεπονθός. ὁ δὲ νῦν λόγος ἐστὶν ἐπὶ τα- θατέρου μέρους τῆς βαδίσεως στηριζόμενοι τῷ πεπονθότι μεταφέρουσι τὸ ὑγιές. εἴρηται δ’ὀλίγον τὸ ὑγιὲς ἔμπροσθεν ἤδη περὶ τοῦδε τοῦ μέρους τῆς βαδίσεως.
“ἐν τούτοισι γοῦν τοῖσι σχήμασιν ἀναγκάζονται ἐσχηματίσθαι, οἷσιν ἂν εἴσω ἐκβὰν τὸ ἄρθρον μὴ ἐμπέση οὐ προβουλεύσαντος τοῦ ἀνθρώπου, ὅπως ἂν ῥήϊστα ἐσχηματισμένον ἔῃ, ἀλλ’αὐτὴ ἡ ξυμφορὴ διδάσκει ἐκ τῶν παρεόντων τὰ ῥήϊστα αἱρέεσθαι. ἐπεὶ καὶ ὁκόσοι ἕλκος ἔχοντες ἐν ποδὶ ἢ κνήμῃ, οὐ κάρτα δύνανται ἐπιβαίνειν τῷ σκέλει πάντες καὶ οἱ νήπιοι οὕτως ὁδοιπορέουσιν. ἕξω γὰρ βαίνουσι τῷ σιναρῷ σκέλει”. δυοῖν σχήμασιν, οὐχὶ ἑνὶ χρωμένων ἐν ταῖς ὁδοιπορίαις τῶν οὕτω πεπονθότων εἰκότως εἶπεν ἐν τούτοισι ἐπ’αὐτὸ καὶ τῇ χειρὶ τὸν μηρὸν στηρίζοντες · ἕτερον δ’ὅταν ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος ὅλοι πάλιν ἐπὶ τοῦτ’ἐγκλινόμενοι, διὸ καὶ τοῦ κοντοῦ δέονται. δι’οὗ ῥέπειν οὖν ἐπὶ τα- τἀναντία συμβαίνει τὸ σῶμα ποτὲ μὲν ἐπὶ τὸ δεξιὸν ἐγκλινόμενον μέρος, ὅταν τῷ δεξιῷ ποδὶ στηρίζωνται, ποτὲ δὲ ἐπὶ τα- θάτερον, ὅταν τα- θατέρῳ. καὶ ὅταν πρὸς τοῖς ἄλλοις ἔτυχεν ἀσχήμονι χρῆσθαι τῇ βαδίσει μᾶλλον τῶν ἐξαρθρησάντων ἑτέρῳ ἰσχίων, ὑπὲρ ὧν ἐφεξῆς ἐρεῖ.
“καὶ δισσὰ κερδαίνουσι, δισσῶν γὰρ δέονται. τότε γὰρ σῶμα οὐκ ὀχέεται ὁμοίως ἐπὶ τοῦ ἔξω ἀποβαινομένου, ὥσπερ ἐπὶ τοῦ εἴσω. οὐ δὲ γὰρ κατ’ἰθυωρίην αὐτῷ γίνεται τὸ ἄχθος, ἀλλὰ πολλῷ μᾶλλον ἐπὶ τοῦ ὑπερβαινομένου, κατ’ἰθυωρίην γὰρ αὐτῷ γίνεται τὸ ἄχθος ἔντε αὐτῇ τῇ ὁδοιπορίῃ καὶ τῇ μεταλλαγῇ τῶν σκελέων. ἐν τούτῳ τῷ σχήματι τάχιστα ἂν δύναιτο ὑποτιθέναι τὸ ὑγιὲς σκέλος. ἢν τῷ μὲν σιναρῷ ἐξωτέρω βαίνοι, τῷ δὲ ὑγιεῖ ἐσωτέρω, περὶ οὗ νῦν ὁ λόγος. ἀγαθὸν εὑρίσκεσθαι αὐτὸ ἑωυτῷ τὸ σῶμα ἐς τὰ ῥήϊστα τῶν σχημάτων”. ἐν τῷ περιφέρειν μὲν ἔξω τὸ πεπονθὸς σκέλος, ἐρίζειν δὲ ἐνδοτάτω τοῦ ὑγιέος τὸ δισσὸν κέρδος αὐτοῖς γίγνεται, μήτε βαρύνεσθαί ποτε τὸ πεπονθὸς ὑπερειδόμενον ὅλον τῷ σώματι μήθ’ὑπηρεσίαν αὐτοῦ πολυχρόνιον γίγνεσθαι, βραχύτατον διάστημα κινουμένου τοῦ ὑγιοῦς. ἐὰν γὰρ θελήσῃς ἀκριβῶς προσέχειν, ἑκατέρου τοῦ χρόνου τῆς ἑκατέρου τῶν σκελῶν ὑπηρεσίας οὐ διπλάσιον μόνον, ἀλλὰ καὶ τριπλάσιον εὑρήσεις γιγνόμενον. ὀλίγιστον μὲν γὰρ διάστημα καὶ ταχείᾳ τῇ φορᾷ μόνῃ κινουμένου τοῦ ὑγιοῦς, πολὺ δὲ καὶ βραδείᾳ τοῦ πεπονθότος. εὔδηλον γὰρ ὁπόσῳ μείζων ἐστὶν ἡ κυκλοτερὴς ὁδοιπορία τῆς εὐθείας, εἰ καὶ τοῖς αὐτοῖς πέρασιν ἀμφότεραι χρῶνται.
“ὅσοισι μὲν οὖν μήπω τελειουμένοισιν ἐς αὔξησιν ἐκπεσὼν μὴ ἐμπέσῃ, γυιοῦται ὁ μηρὸς καὶ κνήμη καὶ ὁ πούς · οὔτε γὰρ τὰ ὀστέα ἐς τὸ μῆκος ὁμοίως αὔξεται, ἀλλὰ βραχύτερα γίνεται, μάλιστα δὲ τὰ τοῦ μηροῦ”. ἔλαττον γίγνεται, φησὶν, ὅλον τὸ σκέλος οἷς ἔξαρθρος οὔπω ὅλος ὁ μηρὸς αὐξανόμενος, ἔτιτε κοινὸν αὐτὸ τῶν ἄρθρων ἐστὶν, ὥσπερ καὶ πρόσθεν εἶπον. ἀλλὰ νῦν γε τοῦ κοινοῦ τὴν αἰτίαν ἔγραψεν, ὡς εἴωθεν · ἅπαξ που μεμνῆσθαι τοῦ κοινοῦ καθ’ἕν τι τῶν ἐν μέρει. διὰ τοῦτο γάρ φησιν ἀναυξὲς καὶ ἄτροφον αὐτοῖς γίγνεσθαι τὸ σκέλος, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς χώρας τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρῆσθαί ἐστιν. ἐγὼ δ’ἐν τοῖς ἔμπροσθεν ἔφην τῶν μορίων καὶ τὴν αἰτίαν ἀργίαν εἷναι. γίγνεται δὲ ἄμφω διὰ τὴν ἀνάρθρησιν, ὥστ’οὐκ οἷδ’ὅπως Ἱπποκράτης εἰπὼν, εἶναι τὴν ἐξάρθρησιν, ἐφεξῆς ἐπήνεγκε τὴν ἀργίαν. ἡ γὰρ ἐξάρθρησις οὐ πρώτως ἀτροφίαν ἐργάζεσθαι πέφυκεν, ἀλλὰ διὰ μέσης διαστροφῆς τῶν ὀργάνων καὶ τῆς ἀργίας.
“ἄσαρκόντε ἅπαν τὸ σκέλος καὶ ἄμυον καὶ ἐκτεθηλυσμένον καὶ λεπτότερον γίνεται, ἅμα μὲν διὰ τὴν στέρησιν τῆς χώρης τοῦ ἄρθρου, ἅμα δὲ ὅτι ἀδύνατον χρέεσθαί ἐστιν, ὅτι οὐ κατὰ φύσιν κέεται”. τῆς ὅλης τῶν μηρῶν οὐσίας μόριά εἰσιν αἱ σάρκες, ὡς ἐθεάσασθε πολλάκις ἐν τῇ τῶν μυῶν ἀνατομῆ, δεικνύοντος μου τὰ τῆς αἰσθήσεως αὐτῶν αἰσθητὰ στοιχεῖα δύο ὄντα τάςτε νευρώδεις ἶνας καὶ τὰς ἔξωθεν αὐταῖς περιπηγνυμένας σάρκας. ὅταν οὖν τις ἐκ γυμνασίων καὶ τρίψεων ἰσχυρότερος ἑαυτοῦ γένοιτο, τὴν μὲν τῶν ἰνῶν οὐσίαν ἐντροφοτέραν ἔχει, τὴν δὲ τῶν σαρκῶν ἐλάττονα μὲν, ἰσχυροτέραν δέ. τοῖς δὲ ἀγυμνάστοις καλουμένοις πολλὰ το- τοὐναντίον συμβαίνει τῶν ἴνων ἰσχνῶν οὐσῶν πολλὴν μὲν, ἀλλὰ μαλακὴν δι’ὑγρότητος γίγνεσθαι. προσέοικε γὰρ ἡ τοιαύτη σὰρξ τοῖς ἐπιπηγνυμένοις τυροῖς, ὥσπερ ἡ τῶν γυμναστικῶν τοῖς ἀκριβῶς ἤδη πεπηγόσι · διὸ καὶ φαίνονται μὲν τούτοισιν οἱ μύες σκληροὶ καὶ νευρώδεις καὶ περιγραφὰς ἔχοντες. τοῖς δ’ἀγυμνάστοις μαλακοὶ καὶ σαρκώδεις, ἤτοι δ’οὐ δ’ὅλως, ἀλλ’ἀμυδρῶς φαινόμενοι ἐμφαίνοντες τὰς ὑπογραφάς. διὰ τοῦτ’οὖν εἰπὼν ὁ Ἱπποκράτης τὸ σκέλος τούτοις ἄσαρκον γίγνεσθαι. γιγνώσκειν δὲ καὶ τοῖς ἐκ γυμνασίων πλεόνων τοιοῦτον γενόμενον ἐπήνεγκε τῷ καὶ ἄσαρκον καὶ ἄμυον ἐν ἴσῳ τῷ τὰς περιγραφὰς οὐκ ἔχον αἰσθητὰς μυῶν. οὐ γὰρ δὴ παντάπασι καὶ διαφθείρεταί τις αὐτῶν μῦς, ἀλλὰ ὥσπερ ἄφλεβον σῶμα λέγομεν τὸ μὴ φαινομένας ἔχον τὰς φλέβας, οὕτω καὶ ἄμυον, ἐν ᾧ παντάπασιν ἀφανεῖς εἰσιν αἱ περιγραφαὶ τῶν μυῶν. ἔτι δὲ σαφέστερον ἐνδείξασθαι βουλόμενος ὁποία τις ἡ τοῦ σκέλους αὐτοῖς ἰδέα γίγνεται προσέθηκε τὸ ἐκτεθηλυσμένον, ὅπερ ἐστὶν ὑγρὸν καὶ μαλακὸν καὶ μὴ σφίγγον καὶ διαρρέον, ὁποῖον αἱ γυναῖκες ἔχουσιν. ἅπαντα γὰρ ταῦτα προσηκόντως ἄν τις εἴποι κατὰ τῆς τῶν γυναικῶν σαρκὸς, ἀφ’ἧς κατὰ μεταφορὰν ἐποιήσατο ἐκτεθηλυσμένον ὄνομα. τὸ δὲ λεπτότερον ἐπὶ τῆς τελευτῆς τοῦ λόγου προσέθηκεν ἐνδεικνύμενος, ἁπάντων τῶν κατ’αὐτὸ μορίων ὅπερ ἐν ἀρχῇ τῆς ῥήσεως εἶπε γυιοῦται. τὸ γὰρ ἄσαρκον ἐπὶ τῆς κατὰ σάρκα ἐνδείας μόνης λέγεται, τὸ γυιοῦσθαι δὲ τὸ σκέλος ἐπὶ πάντων τῶν μερῶν ἐλαττόνων γιγνομένων.
“χρῆσις γὰρ μετεξετέρη ῥύεται τῆς ἄγαν ἐκθηλύνσιος, ῥύεται δέ τι καὶ τῆς ἐπὶ μῆκος ἀναυξήσιος. κακοῦται μὲν οὖν μάλιστα, οἷσιν ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον, δεύτερον δὲ οἷσιν ἂν ὡς νηπιωτάτοισιν ἐοῦσιν, ἥκιστα δὲ τοῖσι τετελειωμένοισι. τοῖσι μὲν οὖν τετελειωμένοισιν, οἵη τις ὁδοιπορίη γίνεται, οἷσι δ’ἂν νηπίοισιν ἐοῦσιν ἡ ξυμφορὴ αὕτη φαίνεται”. ἔνεστι μὲν παρ’Ἡρόδοτον μάλιστα μαθεῖν οὐδὲν πλέον σημαῖνον παρὰ τοῖς Ἴωσι τὸ μετεξετέρην τοῦ παρ’ἡμῖν ἑτέρην · πολλάκις γὰρ αὐτῷ κέχρηται, καθάπερ καὶ τῷ μετεξέτερον. δῆλον οὖν καὶ διὰ τοῦτο πάλιν ὅπερ ἡμῖν διὰ τοῦ τινὲς μὲν εἰ καὶ νῦν οὖν οὐ καὶ μετεξετέρου τοιοῦτον τὸ δῆλον. προειρηκὼς γὰρ ὅτι διὰ τὴν ἀργίαν αὐτοῖς τὸ σκέλος γυιοῦται καὶ τάχα τινὰ παρακοῦσαι νομίσας, ὡς ἅπασιν χρῆσιν τῶν μορίων οὐ τρόφιμον εἶναί φησι πᾶσαν, ἀλλά τινα ἐργάσασθαι λέγει τὴν σύμμετρον δηλονότι, καθάπερ καὶ τα- τἄλλα πάντα καθ’ὅλην τὴν ὑγιεινὴν δίαιταν, ὡς ἐν ἄλλοιςτέ τισιν ὑπ’αὐτοῦ λέλεκται τοῦτο καὶ δι’ἑνὸς κεφαλαίου ἐν τῷ τῶν ἐπιδημιῶν ἕκτῳ, ἔνθα φησὶ, πόνοι, σιτία, ποτὰ, ὕπνοι, ἀφροδίσια, πάντα μέτρα.
“οἱ μὲν πλεῖστοι καταβλακεύουσι τὴν διόρθωσιν τοῦ σώματος, ἀλλὰ κακῶς εἱλέονται ἐπὶ τὸ ὑγιὲς σκέλος τῇ χειρὶ πρὸς τὴν γῆν ἀπερειδόμενοι τῇ κατὰ τὸ ὑγιὲς σκέλος. καταβλακεύουσι δὲ ἔνιοι, τὴν ἐς τὸ ὀρθὸν ὁδοιπορίην καὶ οἷσιν ἂν τετελειωμένοισιν αὕτη ἡ ξυμφορὰ γένηται. ὁκόσοι δ’ἂν νήπιοι ὄντες ταύτῃ τῇ ξυμφορῇ χρησάμενοι ὀρθῶς παιδαγωγηθῶσι, τῷ μὲν ὑγιεῖ σκέλει χρέονται ἐς ὀρθὸν, ἐπὶ δὲ τὴν μασχάλην τὴν κατὰ τὸ ὑγιὲς σκέλος σκίπωνα περιφέρουσι. μετεξέτεροι δὲ καὶ ὑπ’ἀμφοτέρας τὰς χεῖρας, τὸ δὲ σιναρὸν σκέλος μετέωρον ἔχουσι”. τοῖς μὲν ἤδη κεκρατυσμένοις τὰ κῶλα τοιαύτης συμφορᾶς γιγνομένης, γίγνεται χρῆσθαι τῷ σκέλει χωλεύοντι. τοῖς δὲ μικροῖς πάνυ παιδίοις, ἀλλ’εἰ καὶ κατὰ φύσιν ἔχοι καὶ χρῆσθαι πῶς καλῶς δύναιτο τοῖς σκέλεσι; ῥαθυμία τις ἐγγίγνεται περὶ τὴν τοῦ κώλου ἐνέργειαν καὶ διὰ τοῦτο καταβλακεύουσιν ὀρθοῦσθαι, τουτέστιν ἀμελοῦσι καὶ καταρραθυμοῦσι. καὶ τί θαυμαστὸν, εἰ καὶ αὐτὰ καταφρονεῖ τοῦ διαναστάντος κωλύειν ὀρθὰ καὶ τῶν ἤδη τελειουμένων ἐνίοτε μὴ τολμώντων ὀρθῶς χωλεύειν, ἀλλ’ὡς εἴρηκεν αὐτὸς, εἱλουμένων ἐπὶ τὸ ὑγιὲς σκέλος; ἐνεδείξατο δὲ σαφῶς αὐτῶν καὶ τὸν τρόπον τῆς κινήσεως, ὁποῖός τις γίγνεται διὰ τοῦ εἱλέονται ῥήματος.
“καὶ τοσούτῳ ῥηίους εἰσὶν, ἔσω ἂν αὐτοῖσιν ἔλασσον τὸ σκέλος τὸ σιναρὸν ἔῃ”. ῥηίους εἴρηκε τοὺς ἑτοιμότερον βαδίζοντας, ὅπερ αὐτοῖς συμβαίνει βραχέος ὄντος τῷ μήκει τοῦ σιναροῦ σκέλους. οὐ γὰρ δέονται μεταφέρειν ἑλίσσοντες αὐτὸ, καθάπερ οἷς τελείοις οὖσιν ἔξαρθρον ἔμελλε, μακρότερον ἐπὶ τούτῳ διὰ τὴν ἔκπτωσιν γενόμενον εἰς ἀνάγκην αὐτοὺς ἄγειν τῆς ὑπ’αὐτοῦ λεγομένης ὄπισθεν ὁδοιπορίας περιφοράδην γινομένης.
“τὸ δὲ ὑγιὲς ἰσχύῃ αὐτέοισιν οὐδὲν ἧσσον ἢ εἰ καὶ ἀμφότερα ὑγιέα ἦν”. εἰκότως τοῦτ’εἶπε · χρῶνται γὰρ εἰκότως τῷ ὑγιεῖ παραπλησίως ἢ εἰ καὶ ἀμφότερα ὑγιεινὰ ἦν. ἅτε οὖν τὴν αὐτὴν ἔχοντες αὐτῷ χρῆσιν, ἣν καὶ κατὰ φύσιν ἀμφοῖν διακειμένων εἶχον, ὁμοίως εὐτροφοῦντι καὶ ῥωμαλέῳ χρῶνται.
“θηλύνονται δὲ πᾶσι τοῖς τοιούτοισιν αἱ σάρκες τοῦ σκέλεος, μᾶλλον δ’ἔτι θηλύνονται αἱ ἐκ τοῦ ἔξω μέρεος ἢ αἱ ἐκ εἴσω ὡς ἐπὶ πολύ. μυθολογοῦσι δέ τινες ὅτι αἱ Ἀμαζονίδες τὸ ἄρσεν γένος τὸ ἑωυτῶν αὐτίκα νήπιον ἐὸν ἐξαρθρέουσιν, αἱ μὲν κατὰ τὰ γούνατα, αἱ δὲ κατὰ τὰ ἰσχία, ὡς δῆθεν χωλὰ γίνοιτο καὶ μὴ ἐπιβουλεύοι τὸ ἄρρεν γένος τῷ θήλει. χειρώναξιν ἄρα τούτοισι χρέονται, ὁκόσα ἢ σκυτίης ἔργα ἢ χαλκείης ἢ ἄλλο τι ἑδραῖον ἔργον. εἰ μὲν οὖν ἀληθέα ταῦτά ἐστιν, ἐγὼ μὲν οὐκ οἶδα. ὅτι δὲ γίνοιτο ἂν τοιαῦτα οἶδα, εἴ τις ἐξαρθρέοι αὐτίκα νήπια ἐόντα”. πᾶσι μᾶλλον θηλύνονται, φησὶν, αἱ ἔξω τοῦ ἄρθρου σάρκες ἢ ἔσω, εἰ εἰς τὴν ἐντὸς χώραν μεταστῇ, διὸ καὶ μᾶλλον ἀργεῖτ’αὐτὸ τὸ μέρος · εἰ γὰρ καὶ παρὰ φύσιν, ἀλλ’ὅμως γίγνονταί τινες κνήσεις εἰς τὴν κεφαλὴν τοῦ μηροῦ κατὰ τὰ ἔνδον ἐστηριγμένα μέρη.
“κατὰ μὲν οὖν τὰ ἰσχία μέζον τὸ διάφορόν ἐστιν, ἐς τὸ εἴσω ἢ ἐς τὸ ἔξω ἐξαρθρῆσαι. κατὰ γούνατα δὲ διαφέρει μέν τι, ἔλασσον δέ τι διαφέρει. τρόπος δὲ ἑκατέρου τοῦ χωλώματος ἴδιός ἐστι. γυιοῦνται γὰρ μᾶλλον οἷσιν ἂν ἐς τὸ ἔξω ἐξαρθρήσῃ. ὀρθοὶ δὲ ἧσσον ἵστανται οἷσιν ἂν ἐς τὸ εἴσω ἐξαρθρήσῃ. ὡσαύτως δὲ καὶ εἰ παρὰ τὸ σφυρὸν ἐξαρθρήσῃ, ἢν μὲν ἐς τὸ ἔξω μέρος κυλλοὶ μὲν γίνονται, ἑστάναι δὲ δύνανται. ἢν δὲ ἐς τὸ εἴσω μέρος ἐξαρθρήσῃ, βλαισσοὶ μὲν γίνονται, ἧσσον δὲ ἑστάναι δύνανται”. τὸ κυλλὸν ὄνομα τινὲς μὲν ἅπασαν διαστροφὴν κώλου φασὶ δηλοῦν, γενικόν τι σημαινόμενον ὑποτιθέντες αὐτῷ, τινὲς δὲ τὴν τοιαύτην μόνην διαστροφὴν δηλοῦσθαί φασιν, ἐν ᾗ πρὸς τὴν ἔσω χώραν ἡ ῥοπὴ γίνεται τοῦ κώλου. τούτου γὰρ συμβάντος ἀναγκαῖόν ἐστι τὸ ἄκρον αὐτοῦ, τουτέστι πρὸς πόδα πρὸς τὴν ἔσω χώραν, ὅπερ εἰς τὸ τῆς στάσιος ἑδραῖον οὐ μικρὰ συντελεῖ, ὥστε καὶ αὐτῶν τῶν κατὰ φύσιν ἐχόντων τῶν ῥαιβῶν ἢ ῥοικῶν ὀνομαζομένων, ἀσφαλέστερον δὲ καὶ δυσανατρεπτότερον ἵστασθαι τῶν ἀκριβῶς ἐχόντων τὰ σκέλη ὀρθά. δηλοῦται δὲ τοῦτο κα- κἀξ ὧν Ἀρχίλοχος εἶπεν, οὐ φιλέω μέγαν στρατηγὸν, οὐ δὲ διαπεπηγμένον, ἀλλ’ὅς μοι, φησὶ, μακρὸς εἵη καὶ περὶ κνήμας ἰδεῖν ῥοικοὺς, ἀσφαλέως βεβηκὼς ποσὶ, καρδίας πλέως. οὐ μὴν εἴςτε τὰ προκείμενα νῦν ἡμῖν ἡ ἀκρίβεια συντελεῖ τῆς εὑρέσεως τοῦ σημαινομένου πρὸς τῆς κυλλὸν φωνῆς. ἐκ τοῦ λόγου πάντως γίνεται δῆλον ὡς Ἱπποκράτης οὐκ ἄδηλός ἐστιν. ὅταν γοῦν εἰς τὴν ἐκτὸς χώραν μεταστῇ τὸ ἄρθρον, ἵστασθαί φησι δύνασθαι τούτους μᾶλλον ἢ εἰ ὀπίσω μετασταίη. κατὰ τα- θάτερον γὰρ ὁ ποὺς γίνεται τῷ παντὶ σώματι τοῖς ἔξω μετεστηκὸς ἔχουσι τὸ κατ’ἰσχίον ἄρθρον. ἀποκεχώρηκε δὲ τῆς εὐθυωρίας ἐκτὸς, οἷς ἐβλήθη τὸ σκέλος. ἴσμεν δὲ καὶ αὐτῶν τῶν ἀνθρώπων ὅσοι φύσει βλασσότεροι χεῖρον ἱσταμένους ἅπαντας καὶ μήτε θεῖν ὠκέως δυναμένους εὐανατρέπτουςτε γινομένους καὶ καταπίπτοντας ἑτοίμως ἐπὶ σμικραῖς προφάσεσι. ταύτην οὖν τὴν διαφορὰν τῶν πραγμάτων μεγίστην μὲν δύναμιν ἔχειν ἐν τῷ ἰσχίῳ, δευτέραν δ’ἐν τῷ γόνατι, καὶ τρίτην ἐν τῷ σφυρῷ · κατὰ γὰρ τὸ μέγεθος δηλονότι τῆς διαρθρώσεως καὶ τῆς βλάβης ἕπεται μέγεθος. ἐκ τούτων οὖν δῆλον ὡς ἄμεινον ἵστανται καὶ βαδίζουσιν οἷς εἰς τὴν ἔξω χώραν ὤλισθεν ἡ κεφαλὴ τοῦ μηροῦ, περὶ ἧς ὀλίγον ὕστερον ἐρεῖ.
“ἥ γε μὴν ξυναύξησις τῶν ὀστέων τοιήδε γίνεται · οἷσι μὲν οὖν κατὰ τὸ σφυρὸν ὀστέον τὸ τῆς κνήμης ἐκστῇ, τούτοισι μὲν τὰ τοῦ ποδὸς ὀστέα ἥκιστα ξυναύξεται. ταῦτα γὰρ ἐγγυτάτω τοῦ τρώματός εἰσι, τὰ δὲ τῆς κνήμης ὀστέα αὔξεται μὲν, οὐ πολὺ δὲ ἐνδεεστέρως. αἱ μέντοι σάρκες μινύθουσιν, οἷσι δ’ἂν κατὰ μὲν τὸ σφυρὸν μένῃ τὸ ἄρθρον κατὰ φύσιν, κατὰ δὲ τὸ γόνυ ἐξεστήκῃ, τούτοισι τὸ τῆς κνήμης ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως, ἀλλὰ βραχύτατον γίνεται. τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν · τοῦ μέντοι ποδὸς τὰ ὀστέα μινύθει μὲν, ἀτὰρ οὐχ ὁμοίως ὥσπερ ὀλίγον τι πρόσθεν εἴρηται, ὅτι τὸ ἄρθρον τὸ παρὰ τὸν πόδα σῶόν ἐστιν. εἰ δὲ οἱ χρέεσθαι ἠδύναντο, ὥσπερ καὶ τῷ κυλλῷ, ἔτι ἂν ἧσσον ἐμινύθη τὰ τοῦ ποδὸς ὀστέα τούτοισιν. οἷσι δ’ἂν κατὰ τὸ ἰσχίον ἐξάρθρησις γένηται, τούτοισι τοῦ μηροῦ τὸ ὀστέον οὐκ ἐθέλει ξυναύξεσθαι ὁμοίως τοῦτο γὰρ ἐγγυτάτω τοῦ τρώματός ἐστιν, ἀλλὰ βραχύτερον τοῦ ὑγιέος γίνεται. τὰ μέντοι τῆς κνήμης ὀστέα οὐχ ὁμοίως τούτοισιν ἀναυξέα γίνεται, οὐ δὲ τὰ τοῦ ποδός. διὰ τοῦτο δὴ ὅτι τὸ τοῦ μηροῦ ἄρθρον τὸ κατὰ τὴν κνήμην ἐν τῇ ἑωυτοῦ φύσει μένει καὶ τὸ παρὰ τὸν πόδα. σάρκες μέντοι χρέεσθαι τῷ σκέλει ἐδύναντο, ἔτι ἂν μᾶλλον τὰ ὀστέα ξυνηυξάνετο, ὡς καὶ πρόσθεν εἴρηται, πλὴν τοῦ μηροῦ, καὶ ἧσσον ἄσαρκα ἔῃ. ἀσαρκότερα δὲ πολλῷ ἢ ὑγιέα ἦν. σημήϊον δὲ ὅτι τοιαῦτά ἐστιν. ὁκόσοισι γὰρ τοῦ βραχίονος ἐκπεσόντος γαλιάγκωνες ἐγένοντο ἐκ γενεῆς ἢ καὶ ἐν αὐξήσει πρὶν τελειωθῆναι, οὗτοι τὸ μὲν ὀστέον τοῦ βραχίονος βραχὺ ἴσχουσι, τὸν δὲ πῆχυν καὶ ἄκρην τὴν χεῖρα ὀλίγῳ ἐνδεεστέρην τοῦ ὑγιέος διὰ ταύτας τὰς προφάσιας τὰς εἰρημένας, ὅτι ὁ μὲν βραχίων ἐγγυτάτω τοῦ ἄρθρου τοῦ τρώματός ἐστιν, ὥστε διὰ τοῦτο βραχύτερος γέγονεν. ὁ δ’αὖ πῆχυς διὰ τοῦτο οὐχ ὁμοίως ἐνακούει τῆς ξυμφορῆς, ὅτι τὸ τοῦ βραχίονος ἄρθρον τὸ πρὸ τοῦ πήχεος ἐν τῇ ἀρχαίῃ φύσει μένει, ἥτε αὖ χεὶρ ἔτι τηλοτέρω ἄπεστιν ἢ ὁ πῆχυς ἀπὸ τῆς ξυμφορῆς. διὰ ταύτας οὖν τὰς εἰρημένας προφάσιας τῶν ὀστέων τάτε μὴ συναυξόμενα οὐ συναύξεται, τότε ξυναυξόμενον ξυναύξεται. ἐς δὲ τὸ εὔσαρκον τῇ χειρὶ καὶ τῷ βραχίονι ἡ ταλαιπωρίη τῆς χειρὸς μέγα προσωφελήσει. ὅσα γὰρ χειρῶν ἔργα ἐστὶ, τὰ πλεῖστα προθυμέονται οἱ γαλιάγκωνες ἐργάζεσθαι τῇ χειρὶ ταύτῃ, ὅσα καὶ τῇ ἑτέρῃ δύνανται, οὐδὲν ἐνδεεστέρως τῆς ἀσινέος. οὐ γὰρ δεῖ ὀχέεσθαι τὸ σῶμα ἐπὶ τῶν χειρῶν, ὡς ἐπὶ τῶν σκελέων, ἀλλὰ κοῦφα αὐτοῖσι τὰ ἔργα ἐστί. διὰ δὲ τὴν χρῆσιν οὐ μινύθουσιν αἱ σάρκες αἱ κατὰ τὴν χεῖρα καὶ κατὰ τὸν πῆχυν τοῖσι γαλιάγκωσιν, ἀλλὰ καὶ ὁ βραχίων τι προσωφελέεται ἐς εὐσαρκίην διὰ ταῦτα. ὅταν δὲ ἰσχίον ἐκπαλὲς γένηται ἐς τὸ εἴσω μέρος ἐκ γενεῆς ἢ καὶ ἔτι νηπίῳ ἐόντι μινύθουσι αἱ σάρκες, διὰ τοῦτο μᾶλλον ἢ τῆς χειρὸς ὅτι οὐ δύνανται χρέεσθαι τῷ σκέλει”. σαφὴς οὗτός ἐστιν ἅπαξ ὁ ἐφεξῆς λόγος αὐτῷ κεφάλαια μὲν ἔχων τῆς διδασκαλίας δὴ ταῦτα. τῶν ἐξεστηκότων τῆς οἰκείας ἕδρας ἄρθρων τὰ μὲν ἐγγύτερον μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεσθαι, τὰ δ’ἄποθεν ἧττον. ἐπὶ δὲ τῶν ἐξαρθρήσεων τοῦ μηροῦ πολὺ μᾶλλον ἤπερ ἐπὶ τῶν ἔξω καὶ ἄναυξες καὶ ἄτροφον ἀποτελεῖται τὸ κῶλον, διότι καὶ χεῖρον οὖν οὗτοι κινοῦνται καὶ μᾶλλον κωλύουσι. λέγει δὲ καὶ ἐπὶ τῶν γαλιαγκώνων, οὕτω δ’αὐτὸν ὀνομάζειν τοὺς βραχὺν ἔχοντας τὸν βραχίονα ἔφην, διὰ τὴν εἰς μασχάλην ἐκπτώσιν, ὅταν ἔτι αὐξανομένων τῶν σωμάτων τοῦτο παθοῦσι. τούτους οὖν φησι τοὺς γαλιάγκωνας ἧττον βλάπτεσθαι τὴν ὅλην χεῖρα, βλαπτόμενον τὸ σκέλος ἅπαν, ὅταν ἐκπαλαίσωσι τὸ κατ’ἰσχίον ἄρθρον, ὅτι πολλὰ τῶν κατὰ τὸν βίον ἔργων ἱκανῶς διαπονοῦσιν οὐ δυναμένων ὁμοίως τούτοις χρῆσθαι τῷ σκέλει, οἷς ἐξεπάλαισαν ἔσω τὸ κατ’ἰσχίον ἄρθρον.
“μαρτύριον δέ τι ἓν ἔσται ἐν τοῖσιν ὀλίγον ὕστερον εἰρησομένοισιν, ὅτι ταῦτα τοιαῦτά ἐστι”. τίνα λέγει τοιαῦτα τὰ ἔκτεινε, καίτοι τὸ μαρτύριον ἐρεῖν ἐπαγγέλλεται; ὅτι καὶ τῶν παρὰ φύσιν ἐχόντων αὐτῶν τὰ μὲν ἧττον κινούμενα μᾶλλον ἀναυξῆ καὶ ἄτροφα γίγνεται. ἐπηγγείλατο μὲν ὁ αὐτὸς δείξειν ὁ Ἱπποκράτης ἐπὶ τῶν ὀλίγον ὕστερον εἰρησομένων. ἐγὼ δ’ὅταν ἐπὶ τῶν λέξεων ἔνεστι τοῦτο πράττειν, τηνικαῦτα ἀναμνήσω τοῦ λόγου.
“ὁκόσοισι δ’ἂν ἐς τὸ ἔξω ἡ τοῦ μηροῦ κεφαλὴ ἐκβῇ, τούτοισι βραχύτερον μὲν τὸ σκέλος φαίνεται, παρατεινόμενον παρὰ τὸ ἕτερον εἰκότως · οὐ γὰρ ἐπ’ὀστέον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ ἐστιν, ὡς ὅτε εἴσω ἐξέπιπτεν, ἀλλὰ παρ’ὀστέον παρεγκεκλιμένην τὴν φύσιν ἔχον, ἐν σαρκὶ δὲ στηρίζεται ὑγρῇ καὶ ὑπεικούσῃ, διὰ τοῦτο μὲν βραχύτερον φαίνεται. ἔσωθεν δὲ ὁ μηρὸς παρὰ τὴν πληχάδα καλεομένην κυλλότερος καὶ ἀσαρκότερος γίνεται, ἔξωθεν δὲ ὁ γλουτὸς κυρτότερος, ἅτε ἐς τὸ ἔξω τῆς κεφαλῆς τοῦ μηροῦ ὠλισθηκυΐας · ἀτὰρ καὶ ἀνωτέρω φαίνεται ὁ γλουτὸς, ἅτε ὑπειξάσης τῆς σαρκὸς τῆς ἐνταῦθα τῇ τοῦ μηροῦ κεφαλῇ, τὸ δὲ παρὰ τὸ γόνυ τοῦ μηροῦ ἄκρον εἴσω ῥέπον φαίνεται καὶ ἡ κνήμη καὶ ὁ πούς”. περὶ τῆς δευτέρας διαφορᾶς τῶν εἰς τὸ ἰσχίον ἐξαρθρήσεων ὁ λόγος αὐτῷ νῦν ἐστι, τὰ φαινόμενα νοσήματα διηγουμένῳ καὶ τὰς αἰτίας αὐτῶν προστιθέντι, καθάπερ ἐπὶ τῶν πασῶν ἐποίησεν ἐμπειρικῆς διδασκαλίας οὔτε ἀπολιπών τι. σαφὴς δὲ καὶ οὗτος ὁ λόγος ἐστὶ σύμπας.
“ἀτὰρ οὐ δὲ ξυγκάμπτειν ὥσπερ τὸ ὑγιὲς σκέλος δύνανται. τὰ μὲν οὖν σημήϊα ταῦτα τοῦ ἔξω ἐκπεπτωκότος μηροῦ εἰσι”. καὶ τοῦτο γίνεται τῶν ὄπισθεν μυῶν ἀντιβαινόντων τῇ κάμψει διὰ τὸ μὴ δύνασθαι μέχρι πλείστου τὴν ἔκτασιν ὑπομένειν ἐν τῷ τοιούτῳ σχήματι.
“οἷσι μὲν οὖν τετελειωμένοισιν ἤδη ἐκπεσὸν τὸ ἄρθρον μὴ ἐμπέσῃ, τούτοισι βραχύτερον μὲν φαίνεται τὸ σύμπαν σκέλος, ἐν δὲ τῇ ὁδοιπορίῃ τῇ μὲν πτέρνῃ οὐ δύνανται καθικνέεσθαι ἐπὶ τῆς γῆς, τῷ δὲ στήθει τοῦ ποδὸς βαίνουσι ἐπὶ τὴν γῆν. ὀλίγον δὲ εἰς τὸ ἔσω μέρος ῥέπουσι τοῖσι δακτύλοισιν ἄκροισιν. ὀχέειν δὲ δύναται τὸ σῶμα τὸ σιναρὸν σκέλος τούτοισι πολλῷ μᾶλλον ἢ οἷσιν ἂν ἐς τὸ ἔσω μέρος ἐκπεπτώκῃ, ἅμα μὲν ὅτι ἡ κεφαλὴ τοῦ μηροῦ καὶ ὁ αὐχὴν τοῦ ἄρθρου πλάγιος φύσει πεφυκὼς ὑπὸ συχνῷ μέρει τοῦ ἰσχίου τὴν ὑπόστασιν πεποίηται, ἅμα δὲ ἄκρος ὁ ποὺς οὐκ ἐς τὸ ἔξω μέρος ἀναγκάζεται ἐγκεκλεῖσθαι, ἀλλ’ἐγγύς ἐστι τῆς ἰθυωρίης τῆς κατὰ τὸ σῶμα καὶ τείνει καὶ ἐσωτέρω”. στῆθος ποδὸς εἴρηκε τὸ καλούμενον ἐπὶ τῶν ἀνατομικῶν πεδίον, ἔστι δὲ τοῦτο πρὸ τῆς τῶν δακτύλων ἀρχῆς, ἐπὶ γὰρ τῶν κατὰ φύσιν ἐσχηματισμένων ποδῶν τὸ μέσον κοῖλόν ἐστιν, ὀπίσω μὲν ὁριζόμενον τῷ τῆς πτέρνης πέρατι, κατὰ δὲ τὰ πρόσω τῇ ἀρχῇ τοῦ πεδίου, ὥστε ἐπὶ μέν τι τῆς γῆς στηρίζεσθαι τὸν πόδα διάτε τῆς πτέρνης καὶ τοῦ πεδίου καὶ τῶν ποδῶν καὶ τῆς ἐν τῷ πέρατι τῶν δακτύλων ὑποκάτω σαρκὸς μετέωρον εἶναι, τὸ δ’ἄλλο πᾶν τοῦ ποδὸς ὅσον ἐν τῷ μεταξὺ τῶν εἰρημένων μορίων ἐστὶ, πλὴν κατὰ τὸ ἔξω τοῦ ποδός ἐστιν · ἐνταῦθα γὰρ ὅλος ἐπὶ γῆς στηρίζεται. μοχθηρῶς δ’ἐνίοις διαπέπλασται τὰ κατὰ τοὺς πόδας οὓς ὀνομάζουσι λειόποδας οὐκ ἔχοντας τὸ μέσον αὐτῶν ἔνδοθεν ὑψηλόν · ἀλλὰ τούτοις μὲν οὐκ ἄλλως διαπεπλασμένους, ὥσπερ καὶ τοὺς βλαισοὺς, ἐν τῷ νῦν λόγῳ κατέλιπε. παρακολούθησον δὲ τοῖς ἐφεξῆς εἰρημένοις ἐξετάζων τὸν λόγον ἐπὶ τῶν κατὰ φύσιν ἐσχηματισμένων. οὗτοι γὰρ ἐπειδὰν μὲν μετρίως προβαίνουσιν, ἐρείδουσι κατὰ τῆς γῆς ὅληντε τὴν πτέρναν καὶ τὸ πεδίον καὶ τὰ σαρκώδη τῶν σκελῶν. εἰ μέντοι μέγιστον διαβαίνειν ἐπιχειρήσειεν, ἐρείδουσι μὲν ἐν ἀρχῇ τὴν πτέρναν, ὕστερον δ’ὅταν ἤδη μεταφέρωσι πρὸς τὸ ἕτερον σκέλος, τηνικαῦτα καὶ τῷ πεδίῳ στηρίζονται καὶ τελευτῶντες ὅταν ὁμοίως ἐπὶ πλεῖστον προβαίνοντες τα- θατέρῳ, κατὰ γῆς ἄρχονται τὴν πτέρναν ἐρείδειν, τότε καὶ τοῦ πρότερον ἐστηριγμένου ποδὸς ἐπαίρουσι μὲν τὴν πτέρναν, ἐρείδουσι δὲ κατὰ τῆς γῆς ἄκρους τοὺς δακτύλους. αὕτη μὲν ἡ τῶν κατὰ φύσιν ἐχόντων ὁδοιπορία · τῶν δ’ἐκ πάθους τινὸς ἤτοι μακρότερον ἐχόντων τὸ σκέλος αἰτία μὲν ἑκατέρων διττὴ, τῶν μὲν προτέρων ὑγρότης πολλὴ τοῦ νευρώδους γέγονεν ἢ ἐξαρθρήματος εἶδος, ὅσον καὶ νῦν πρόκειται. τρόπος δὲ βαδίσεως τῶν μὲν προτέρων οἷος ὀλίγον ἔμπροσθεν εἴρηται, τῶν δὲ δευτέρων ὁποῖον νῦν διηγεῖται. πρῶτον μὲν διδάξας ὅτι τὴν κεφαλὴν τοῦ μηροῦ σαρκῶδες ὑποδέχεται χωρίον, οὐχ ὥσπερ ἐπὶ τῆς ἑτέρας ἐκπτώσεως ὀστοῦ. ἥκει τοιγαροῦν αὕτη τὸ σαρκῶδες τοῦτο καὶ τῶν μυῶν ἐπὶ τὴν ἰδίαν ἑκάστου κεφαλὴν ἀνασπωμένων συνανασπᾶσθαι συμβαίνει τὸν ὅλον μηρόν. εἰκότως οὖν ἔλαττόν σοι φαίνεται τα- θατέρου τὸ σκέλος καὶ τῆς γῆς οὐκέθ’ὁμοίως δύναται ψαύειν, ὡς ὅτ’εἶχε κατὰ φύσιν. ὅταν οὖν ἀναγκάζωνται βαδίζειν οἱ οὕτω παθόντες, ἐναντίως σχηματίζουσι τὸν πόδα τοῖς ἔμπροσθεν εἰρημένοις, ὧν μακρότερον ἐφαίνετο τοῦ κατὰ φύσιν ἔχοντος σκέλος τὸ πεπονθός. ἐκεῖνοι μὲν γὰρ τῇ κατὰ τὸν ἀστράγαλον διαρθρώσει τὸν πόδα σιμοῦντες εἰς ὕψος ἀνέτειναν τοὺς δακτύλους, οὗτοι δ’ἔμπαλιν ἐπινεύουσίτε καὶ κατακάμπτουσιν ἐπὶ τὴν γῆν τὸν πόδα καὶ διὰ τῶν δακτύλων ἄκρων αὐτῆς ἐπιψαῦσαι ποθοῦντες · διὰ τοῦτο δὲ καὶ ταπεινοῦσιν ἑαυτοὺς κατὰ τὸ πεπονθὸς ἰσχίον, ὅπως ἐρείσωνται κατὰ τῆς γῆς οὐ μόνον ἄκρους τοὺς δακτύλους, ἀλλὰ καὶ ἐπὶ πλέον αὐτῶν, ὥσπερ ἔφην ὀνομάζεσθαι πεδίον ὑπὸ τῶν ἀνατομικῶν. Ἱπποκράτης δὲ αὐτὸ στῆθος ἐκάλεσεν, εἰ καὶ τὴν πτέρναν ἐπὶ τῆς γῆς ἠθέλησεν ἑδράσαι, πάνυ χρὴ ταπεινοὺς αὐτοὺς γενέσθαι κατὰ τὸ πεπονθὸς ἰσχίον, ὡς κινδυνεῦσαι καταπεσεῖν, ἑτεροκλινεῖς ἀπεργασθέντας. οὗτοι τοίνυν οὐ δ’ἐπιχειροῦσι διὰ τοῦτ’αὐτὸ χρῆσθαι τῇ πτέρνῃ.
“ὅταν μὲν οὖν τρίβον λάβῃ τὸ ἄρθρον, ἐν τῇ σαρκὶ εἰς ἣν ἐξεκλείσθη, ἡ δὲ σὰρξ γλισχρανθῇ, ἀνώδυνον τῷ χρόνῳ γίνεται. ὅταν δὲ ἀνώδυνον γένηται, δύνανται μὲν ὁδοιπορέειν ἄνευ ξύλου · ἢν ἄλλως βούλωνται, δύναται δὲ ὀχέειν τὸ σῶμα ἐπὶ τὸ σιναρὸν σκέλος. δι’οὖν τὴν χρῆσιν ἧσσον τοῖσι τοιούτοισιν ἐκθηλύνονται αἱ σάρκες ἢ οἷσιν ὀλίγον πρόσθεν εἴρηται. ἐκθηλύνονται δὲ ἢ πλεῖον ἢ ἔλασσον. μᾶλλον δ’ἔτι ἐκθηλύνονται κατὰ τὸ εἴσω μέρος ἢ κατὰ τὸ ἔξω ὡς ἐπὶ τὸ πολύ. τὸ μέντοι ὑπόδημα μετεξέτεροι τούτων ὑποδέεσθαι οὐ δύνανται διὰ τὴν ἀκαμπίην τοῦ σκέλεος, οἱ δέ τινες καὶ δύνανται. οἷσι δὲ ἂν ἐν γαστρὶ ἐοῦσιν ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον ἢ ἔτι ἐν αὐξήσει ἐοῦσι βίῃ ἐκπεσὸν ἤδη μὴ διεμπέσῃ ἢ καὶ ὑπὸ νόσου ἐξαρθρήσῃ τοῦτο τὸ ἄρθρον καὶ ἐκπαλήσῃ, πολλὰ γὰρ τοιαῦτα γίνεται · καὶ ἐνίων μὲν τῶν τοιούτων, ἢν ἐπισφακελίσῃ ὁ μηρὸς, ἐκπυήματα χρόνια καὶ ἔμμοτα γίνεται καὶ ὀστέων ψιλώσιες ἐνίοισιν. ὁμοίως δὲ καὶ οἷσιν ἐπισφακελίζει καὶ οἷσι μὴ ἐπισφακελίζει τοῦ μηροῦ τὸ ὀστέον πολλῷ βραχύτερον γίνεται καὶ οὐκ ἐθέλει ξυναύξεσθαι, ὥσπερ τοῦ ὑγιέος. τὰ μέντοι τῆς κνήμης βραχύτερα μὲν γίνεται ἢ τὰ τῆς ἑτέρης, ὀλίγῳ δὲ διὰ τὰς αὐτὰς προφάσιας αἳ καὶ πρόσθεν εἴρηνται ὁδοιπορέειντε δύνανται οἱ τοιοῦτοι. οἱ μέν τινες αὐτῶν τοῦτον τὸν τρόπον, ὥσπερ τοῖς τετελειωμένοισιν ἐξέπεσε καὶ μὴ ἐνέπεσεν, οἱ δὲ καὶ βαίνουσι μὲν παντὶ τῷ ποδί”. κατὰ μεταφορὰν εἴρηκε τρίβον ἀπὸ τῶν τετριμμένων χωρίων ὑπὸ τῶν ὁδοιπορούντων. ἔστι δὲ ὁ λόγος αὐτοῦ οὗτος · ἡ κεφαλὴ τοῦ μηροῦ τῆς οἰκείας χώρας μεταστᾶσα ἐν τοῖς ἔξω μέρεσι τῆς διαρθρώσεως ἐν σαρκὶ στηρίζεται. κατ’ἀρχὰς μὲν οὖν οἱ οὕτω παθόντες ὀδυνῶνται τὴν θλιβομένην ὑπ’αὐτοῦ σάρκα, τῷ χρόνῳ δὲ τυλοῦται καθάπερ αἱ τῶν σκαπτόντων χεῖρες. ὅταν δὲ τοῦτο γένηται, παραπλησίον τῇ διαρθρώσει κατασκευάζεται χρωμένου τῇ γεγενημένῃ τρίβῳ καθάπερ ἔμπροσθεν ἐχρῆτο τῇ κοτύλῃ τοῦ ἰσχίου · τάτε γὰρ ἄλλα καὶ ὑγρότης τις αὕτη γίγνεται, κατ’ἀρχὰς μὲν διὰ τὴν φλεγμονὴν ἀθροιζομένη πλείων, ἐν δὲ τῷ χρόνῳ τοῦ λεπτοτέρουτε καὶ ὑδατώδους ἐν αὐτῇ διατμηθέντος ὑπὸ τῶν συμπιπτόντων ἐπιτιθεμένων ἔξωθεν φαρμάκων καταλειπομένουτε τοῦ γλίσχρουτε καὶ μυξώδους ὃ πρὸς τὴν κίνησιν τῇ κεφαλῇ τοῦ μηροῦ συμφορώτατόν ἐστι. καὶ διὰ ταύτην οὖν τὴν ὑγρότητα καθάπερ ἄρθρῳ χρῶνται τῇ τρίβῳ, μᾶλλον δὲ ἐπικλίνονται κατὰ τὸ ἔξω μέρος ἢ κατὰ τὸ ἔσω · εἴρηται δὲ καὶ πρόσθεν ὡς καὶ τα- τἀναντία μέρη τῶν ὑποδεξαμένων τὸ ἐκπεπτωκὸς ἄρθρον ἀτροφώτεράτε καὶ μαλακώτερα γίνεται κατὰ τὸ μᾶλλον ἀργεῖν. ἐν οἷς δ’ἂν μᾶλλον στηριχθῇ τὸ ἐκπεπτωκὸς καὶ παρὰ φύσιν · ὅμως γοῦν γίνονταί τινες κινήσεις ὅθεν ἀπεχώρησε. πρῶτον μὲν οὖν γίγνονται, κατὰ συμβεβηκὸς δέ τινες βραχεῖαι ἕπονται τοῖς πρώτοις κινουμένοις θηλυνομένων τῶν μορίων ἐν τοῖς νῦν, τουτέστι τὸ μαρτύριον ὃ ἐν τοῖς ἐφεξῆς λόγοις ἐρεῖν ἐπηγγείλατο, περὶ τῶν μᾶλλον ἢ ἧττον ἀτροφούντωντε καὶ καταλεπτυνομένων μερῶν.
“διαρρέπουσι δὲ ἐν τῇσιν ὁδοιπορίῃσιν ἀναγκαζόμενοι διὰ τὴν βραχύτητα τοῦ σκέλεος. ταῦτα δὲ τοιαῦτα γίνεται, ἢν ἐπιμελῶς μὲν παιδαγωγηθῶσιν ἐν τοῖσι σχήμασι καὶ ὀρθῶς ἐν οἷσι δεῖ πρὶν κρατηθῆναι ἐς τὴν ὁδοιπορίην, ἐπιμελῶς δὲ καὶ ὀρθῶς ἐπὴν κρατηθῶσιν. πλείστης δὲ ἐπιμελείης δέονται οἷσιν ἂν νηπιωτάτοισιν ἐοῦσιν αὕτη ἡ ξυμφορὴ γένηται · ἢν γὰρ ἀμεληθῶσι νήπιοι ἔοντες ἀχρήϊον παντάπασιν καὶ ἀναυξὲς ὅλον τὸ σκέλος γίνεται, αἵτε σάρκες τοῦ ξύμπαντος σκέλεος μινύθουσι μᾶλλον ἢ τοῦ ὑγιέος. πάνυ μὴν πολλῷ ἧσσον τούτοισι μινύθουσιν ἢ οἷσιν ἂν εἴσω ἐκπεπτώκῃ διὰ τὴν χρῆσιν καὶ τὴν ταλαιπωρίην. οἷον εὐθέως δύνασθαι χρέεσθαι τῷ σκέλεϊ, ὡς καὶ πρόσθεν ὀλίγον ἐπὶ τῶν γαλιαγκώνων εἴρηται. εἰσὶ δέ τινες ὧν τοῖσι μὲν ἐκ γενεῆς αὐτίκα, τοῖσι δὲ καὶ ὑπὸ νόσου ἀμφοτέρων τῶν σκέλεων ἐξέστη τὰ ἄρθρα ἐς τὸ ἔξω μέρος. τούτοισιν οὖν τὰ μὲν ὀστέα τα- ταὐτὰ παθήματα πάσχει · αἱ μέντοι σάρκες ἥκιστα ἐκθηλύνονται, ἄσαρκα δὲ καὶ τὰ σκέλεα γίνονται, πλὴν εἴ τι ἄρα κατὰ τὸ εἴσω μέρος ἐκλείποι ὀλίγον. διὰ τοῦτο δὲ εὔσαρκά ἐστιν, ὅτι ἀμφοτέροισι τοῖσι σκέλεσιν ὁμοίως ἡ χρῆσις γίνεται”. ὁποῖόν τι σημαίνει τὸ διαρρέπουσιν εἴρηται μὲν μοι καὶ πρόσθεν · εἰρήσεται δ’οὐδὲν ἧττον ἔτι καὶ νῦν, ὅτι γὰρ ἐξήρθρησεν ὁ μηρὸς εἰς τὴν ἕσω χώραν ἀνασπώμενος ὑπὸ τῶν ταύτῃ μυῶν, ὡς ὀλίγον ἔμπροσθεν ἐλέχθη, τὸ συνεχὲς σκέλος αὐτῷ ὅλον ὑψηλότερον ἐργάζεται καὶ διὰ τοῦτο μόγις ἁπτόμενος γῆς ἐρρήθη διὰ ταύτην τὴν αἰτίαν ἀναγκάζονται τῷ στήθει μόνῳ τοῦ ποδὸς χρῆσθαι κατὰ τῆς γῆς ἐπιβαίνοντες ἅμα τῷ καὶ συνεπινεύειν ὅλῳ τῷ σώματι πρὸς τὸ πεπονθὸς σκέλος, ὅταν ἐπ’αὐτοῦ στηρίζωνται. ἀναγκαῖον οὖν ἐστιν, ἐπειδὰν τα- θατέρου τοῦ ὑγιοῦς ἐργάζεσθαι δεηθῶσιν ἐν τῷ μεταφέρειν ἕσω τὸ πεπονθὸς ἐπ’ἐκεῖνο πάλον αὐτοὺς ῥέπειν ὀρθούμενον τοῦ μηροῦ, ὥστε κατὰ τὴν ὁδοιπορίαν ἀμείβειν ἀεὶ καὶ μεταβάλλειν εἰς ἄλληλα τὰ δύο σχήματα. καθ’ὃν μὲν χρόνον ἔτι κατὰ φύσιν ἔχοντες σκέλη στηρίζοντέςτε καὶ ὀρθοῦντες τὸ σῶμα μετεωρίζονταίτε ἅμα καὶ ὁδοιποροῦσι. καθ’ὃν δ’αὖ πάλιν ἐπὶ τοῦ πεπονθότος καμπτόμενοι ἐν τῇ κατ’ἐκεῖνο τὸ μέρος. ὑψηλὸν οὖν εἰς τὸ μεταβάλλειν τὸ σῶμα ποτὲ μὲν ἐξ ὀρθοῦ καὶ ἀκλινοῦς ἐπὶ τὸ πεπονθόςτε καὶ κεκαμμένον, αὖθις δὲ ἀπὸ τοῦ πεπονθότος καὶ κεκαμμένου πρὸς ὑψηλόντε καὶ ὀρθὸν ὠνόμασε διαρρέπειν ἑνὶ ῥήματι τὴν εἰρημένην μεταβολὴν τῶν σχημάτων ἐνδειξάμενος.
“ὁμοίως γὰρ σαλεύουσιν ἐν τῇ ὁδοιπορίῃ ἔνθα καὶ ἔνθα, ἐξεχέγλουτοι δὲ οὗτοι ἰσχυρῶς φαίνονται διὰ τὴν ἔκστασιν τῶν ἄρθρων”. οἶσιν ἀμφότερα τὰ ἄρθρα παθόντων σκελῶν ἑκατέρων τὴν εἰς το- τοὐκτὸς ἐξάρθρησιν ἢ μεταβολὴν τῶν γινομένων σχημάτων ὅλου τοῦ σώματος ὁδοιποροῦσιν αὐτοῖς ὅμοια γίνεται καθ’ἕτερον τὸ σκέλος, ὅταν ἐπ’αὐτῷ στηρίζωνται ταπεινουμένωντε καὶ κοιλαινομένων κατὰ τὸν κενεῶνα, τα- θατέρου μόνον ἐξαρθρήσαντος. ἡνίκα μὲν οὖν τοῦ πεπονθότος ἐστηρίζοντο, τὸν εἰρημένον νῦν τρόπον ἐσχημάτιζον αὐτό · ὁπότε δὲ ἐπὶ τα- θατέρου, τὸν ἐναντίον ἀνατεταμένον μὲν ἔχοντες σῶμα ὑψηλὸν, εὐθεῖαν δὲ τὴν λαγόνα · πρόδηλον οὖν ὡς τεταμένον ὁμοίως ἐσχηματίζοντο. νυνὶ δ’ὁμοίως καθ’ἕτερα τὰ μέρη τότε δεξιὸν καὶ τὸ ἀριστερόν. διαρρέπουσι δὲ καὶ νῦν οὐδὲν ἧττον τῇ μεταβολῇ τῶν στηριζόντων ποδῶν, ὅπερ ὠνόμασε σαλεύειν ἐν τῇ ὁδοιπορίῃ, δύναμιν δὲ τὴν αὐτὴν ἔχει τὸ σαλεύουσι τῷ διαρρέπουσιν, ἀλλ’ἐπὶ τῷ κοινῷ τὸ διαρρέπειν. ἐνταῦθα δὲ ὁμοίως ἀμφοτέροις τοῖς τοῦ σώματος μέρεσι συμβαίνει σχηματίζεσθαι στηριζομένου τοῦ σκέλους ἑκατέρου παρὰ μέρος ἐπὶ τῆς γῆς, ἔμπροσθεν δὲ οὐ τοῦθ’ὑπῆρχεν αὐτοῖς, ὡς δέδεικται.
“ἢν δὲ μὴ ἐπισφακελίσῃ αὐτοῖσι τὰ ὀστέα μη δὲ κυφοὶ ἀνωτέρω τῶν ἰσχίων γένωνται · ἐνίους γὰρ καὶ τὰ τοιαῦτα καταλαμβάνει · ἢν οὖν μὴ τοιοῦτόν τι γένηται, ἱκανῶς ὑγιηροὶ τα- τἄλλα διαφέρονται”. κατὰ συμπάθειαν δῆλον ὅτι οὕτω τῶν ἐξαρθρήσεων τῶν σκελῶν ἔνιαι κυφοῦνται, φλεγμονῆς μὲν τὸ πρῶτον ἐν τοῖς συνδέσμοις τῶν σφονδύλων γενομένης, ὕστερον δὲ καὶ σκιρρώδους τινὸς ἀπολειφθέντος λειψάνου. φαίνεται γὰρ καὶ ἐπὶ τῶν ἐκτὸς τοῦτο γιγνόμενον ἐν ἰγνύϊτε καὶ τῇ κατ’ἀγκῶνα διαρθρώσει κα- κἀπὶ τῶν δακτύλων οὐκ ὀλίγον, ὅπερ ὀνομάζουσιν ἀγκύλην. καὶ πρόδηλός ἐστιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ ἀγκύλη γινομένη διὰ τὸν σκίρρον, οὐχ ἑπομένου τοῦ τένοντος τοῖς ἐκτείνουσι τὸ μόριον μυσὶν, ὥσπερ οὐ δ’ὅταν τις τῶν ἐκτεινόντων σκιρρωθῇ. τοῖς κάμπτουσιν ἑπομένου τὸ καλούμενον ὀρθόκωλον σχῆμα περὶ τὴν οὕτω πεπονθυῖαν ἀποτελεῖται διάρθρωσιν. δύναται μὲν οὖν καὶ διὰ τοιοῦτόν τινα σκίρρον ἡ ῥάχις διαστραφῆναι, δύναται δὲ καὶ τῷ λόγῳ τῆς συμπαθείας φύματος ἀπέπτου καὶ κακοῦ γενέσθαι στέγνωσις ἐπ’αὐτῆς. ὅπως δὲ ἕπεται ταῖς τοιαύταις διαθέσεσιν ἡ διαστροφὴ τῆς ῥάχεως, ἔμπροσθεν εἴρηται κατὰ τὸν ἴδιον ὑπὲρ αὐτῆς λόγον.
“ἀναυξέστεροι μέντοι τὸ πᾶν σῶμα οὗτοι γίνονται πλὴν τῆς κεφαλῆς”. ἢν ἔξω τὸ κατ’ἰσχίον ἄρθρον ἐκπέσῃ, βέλτιον μὲν βαδίζουσιν οἱ τοιοῦτοι τῶν ἔσω τὴν μετάστασιν τοῦ ἄρθρου ἐχόντων, ὅταν ἐκφύγωσι τοὺς ἐκ τῆς φλεγμονῆςτε καὶ συμπαθείας τῶν ἐπικαίρων μορίων κινδύνους, αὐτὰ δὲ ταῦτα μᾶλλον ἐκείνων πάσχουσιν · ἡ μὲν γὰρ εἰς τὴν ἔσω χώραν μετάστασις τοῦ ἄρθρου · κα- κἀκ τούτου οὖν ἐπίβασιν ἔχει, μήτε θλιβόμενος διὰ τὴν σκληρότητα μήτε καὶ τούτου αὐτῷ συμβαίνεσθαι δυναμένου. τὸ δ’ἔξω τοῦ μηροῦ χωρίον, ὅτι ὑπὸ μεγίστων μυῶν κατειλημμένον εἰς ὀδύνην ἰσχυρὰν ἀφίκωνται. καὶ γὰρ θλίβονται πρὸς τοῦ μεταστάντος εἰς αὐτοὺς ὀστοῦ καὶ θλῶνται καὶ περιτείνονται τῷ παρὰ φύσιν ὄγκῳ τῆς τοῦ μηροῦ κεφαλῆς, αἰσθάνονται τούτων ἁπάντων ὡς πάσχουσι καὶ διὰ τοῦτο ὀδυνῶνται. διάτε οὖν τὴν θλάσιν καὶ τὴν θλίψιν τὴν γινομένην φλεγμοναῖς ἐν τοῖς ὑποδεξαμένοις τὸ ἄρθρον μυσὶν, εἰς συμπάθειαν ἔρχονται τὰ ὑποκείμενα μόρια τάτε ἄλλα καὶ τὰ κατὰ τὴν ῥάχιν. ἢν δ’ἅπαξ οὖν νοσήσῃ ταῦτα, καθάπερ ὁ μηρὸς, οὕτω καὶ ταῦτα γίνεται τοῖςτε ἐν αὐξήσει σώμασι παθοῦσι τὸ τοιοῦτον πάθος, ἀναυξέστεράτε καὶ μικρότερα καὶ πάντα φαυλότερα. μεμνῆσθαι γάρ σε χρὴ καὶ τοιούτου διὰ παντὸς ἤδη πολλάκις εἰρημένου καὶ τοιούτου μαρτυροῦντος τοῖς ὀλίγον ἔμπροσθεν, ὡς τοῖς μὲν αὐξήσει παθοῦσιν, οὕτως ἐνδεέστερον αὔξεται τὰ μόρια, τοῖς δὲ τελειωμένοις ἀτροφώτερα γίνεται καὶ μαλακώτερα, τῆς ῥάχεως δὲ ἀναυξεστέρας γενομένης ἀκόλουθόν ἐστι καὶ τὸ σύμπαν σῶμα τοῖς οὕτω παθοῦσιν ἔλαττον γίνεσθαι. κάτω μὲν γὰρ τὰ σκέλη συμπάσχει, τὸ δὲ ἄνω τῶν σκελῶν ἄχρι τῆς κεφαλῆς ἡ ῥάχις ἐστίν. ὅταν οὖν αὕτητε μικροτέρα γένηται καὶ σύμπαν τὸ σκέλος, εἰκότως ἐπὶ τῶν τοιούτων ἐρεῖ, πλὴν τῆς κεφαλῆς, ἀναυξεστέρους τοὺς ἀνθρώπους γεγονέναι τὸ πᾶν σῶμα.
“ὅσοισι δ’ἂν εἰς το- τοὔπισθεν ἡ κεφαλὴ τοῦ μηροῦ ἐκπέσοι, ὀλίγοισι δὲ ἐκπίπτει, οὗτοι ἐκτανύειν οὐ δύνανται τὸ σκέλος, οὔτε κατὰ τὸ ἄρθρον τὸ ἐκπεσὸν οὔτε τι κάρτα κατὰ τὴν ἰγνύην, ἀλλ’ἥκιστα τῶν ἐκ παλαιῶν, οὗτοι μᾶλλον ἐκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον”. ὀλίγοις μὲν διαρθρεῖ τὸν νῦν προκείμενον τρόπον ἡ κεφαλὴ τοῦ μηροῦ δι’ἣν εἴπομεν ἔμπροσθεν αἰτίαν, ὅτι τὸ βάθος τῆς κοτύλης ἄνισόν ἐστιν. ἔνθα μὲν οὖν βραχύτερον μᾶλ λον ἐκπίπτει καὶ διὰ τοῦτ’ἔσω μᾶλλον, ἔνθα δὲ ὑψηλότερον, ὀλίγοις, ἐνταῦθα δὲ ἐξανίσταται τοῦτο σπανίως ὀπίσω. συμβαίνει δὲ ἐν τούτῳ τῷ τρόπῳ τῆς ἐξαρθρήσεως κατὰ μὲν τὸν βουβῶνα μη δ’ὅλως ἐκτείνεσθαι τῷ σκέλει, κατὰ δὲ τὸ γόνυ μὴ τελέως. αἰτία δ’ἑκατέρου τῶν μυῶν ἡ θέσις, ἣν ἅπασαν ἀκριβῶς τὴν φύσιν ἔντε τῇ τῶν μυῶν ἀνατομῇ κα- κἀν τῷ δευτέρῳ τῶν ἀνατομικῶν ἐγχειρήσεων ἔχετε γεγραμμένην, ὑπομνήσεως δ’ἕνεκα ὧν ἐθεάσασθε πολλάκις ἀνατεμνομένου πιθήκου, διότι τὰ πολλὰ τὸ ζῶον τοῦτο παραπλησίως ἀνθρώπῳ παρεσκεύασται. πρῶτον οὖν ἀναμνήσθητε νῦν ἐκ τῆς ψόας εἰς τὸν μικρὸν ἥκοντα τροχαντῆρα, δεύτερον δὲ ἐκ τοῦ τῆς ἥβης ὀστοῦ συνεχῆ. τὸ δὲ κατὰ φύσιν εἰς τὸν αὐτὸν τροχαντῆρα ποιούμενον οὕτω μεταστήσεις ὀπίσω τῆς κεφαλῆς τείνονται βιαίως, ἐκεῖσε περιελιττόμενοι καὶ περικλώμενοι τῇ κοτύλῃ καὶ εἰ ἐπιχειρήσειεν ὁ οὕτω πεπονθὼς ἄνθρωπος ἐκτείνειν τοῦτο τὸ ἄρθρον, δεήσει τὸν μηρὸν ὅλον ἑλιχθῆναι πρὸς το- τοὐπίσω, μειζόνως πονήσουσιν οἱ προειρημένοι δύο μύες ἐπὶ πλεῖστον ἑλκόμενοίτε καὶ τεινόμενοι καὶ ὅτι μείζονες εἴπερ ἦσαν, ἀνώδυνοι πλείονα τάσιν ἀνέχουσιν. εἰ δ’ἡδύναται πρᾶξαι τοῦτο διὰ τὴν κεφαλὴν τοῦ μηροῦ τῆς κοτύλης ἐκπεσοῦσαν ἐκ τῶν ὀπίσω μερῶν τοῦ περιέχοντος αὐτὴν ὀστοῦ τετάχθαι. εἴπερ οὖν ἔμελλε τὸ κατὰ γόνυ πέρας τοῦ μηροῦ καμψάντων τελέως τὸν βουβῶνα μετέωρον ἱκανῶς ἔσεσθαι τὴν κεφαλὴν τοῦ ἰσχίου πρὸς τὴν ἔσω χώραν ἀναγκαῖον ἦν, ὅπερ οὐκ ἐνδέχεται γενέσθαι χωρὶς τοῦ διασπασθῆναι τὸν ὑποδεξάμενον αὐτὴν μῦν, ὃν ἔξεστιν ἐν τῇ διαρθρώσει, ἣν εἶχε κατὰ φύσιν, οὔθ’ἕτερον ὑπάρχειν τῇ κατὰ βουβῶνα διαρθρώσει τῶν ἔμπροσθεν ὑπαρχόντων, πρὶν ἐκπαλαῖσαι τὸ ἄρθρον · οὔτε γὰρ ἐκτείνεσθαι τελέως οὔτε κάμπτεσθαι δύναται. τί δή ποτ’οὖν ὁ Ἱπποκράτης τὸ ἕτερον αὐτῶν εἶπε μόνον; ὅτι μετὰ τὴν ἔκπτωσιν εὐθέως φαίνεται κεκομμένος ὁ μηρὸς, ὡς ἂν πρὸς τῷ γόνατι πέρατος αὐτὸ τὸ σῶσον ἀποχωροῦντος εἰς τὸ πρόσω μέρος, ὅσον ἡ κεφαλὴ μετέστη εἰς το- τοὐπίσω. ὅσον δ’ἐν τῇ κατὰ τὸν βουβῶνα φαίνεται καμφθὲν τὸ σκέλος, οὕτω καὶ κατὰ τὴν ἰγνύαν ἐντείνονται οἱ ὄπισθεν μύες ἅπαντες ἐν ταῖς ἄνωθεν ἀρχαῖς, ὀπίσω μεταχωρήσαντος κατὰ ταῦτα τοῦ μηροῦ. τεινομένων δὴ τούτων αὐτοῖς τῶν μερῶν συνεντείνεται καὶ τὸ λοιπὸν σῶμα ἅπαν ἄχρι τῶν εἰς τὴν κνήμην καθηκόντων τενόντων · ἡ δὲ τούτων ἔντασις κάμπτει τὴν ἰγνύαν, ὥστε οἱ οὕτως ἐκπαλαίσαντες εὐλόγως ἀμφοτέρας τὰς διαρθρώσεις ὁρῶνται κεκαμμένας ἔχοντες. ἐπεὶ τοίνυν ἐκτείνονται ἑαυτὰς ἀδυνατοῦσιν ἂν καὶ μάλιστα τὴν κατὰ βουβῶνα, διὰ δὴ τοῦθ’Ἱπποκράτης τοῦτο μόνον εἶπε, τὸ μὴ δύνασθαι τὰς διαρθρώσεις ταύτας ἐκτείνειν. ἀλλ’ἐπὶ τῆς κατ’ἰσχίον ἁπλῶς εἶπεν · ἐπὶ δὲ τῆς κατὰ γόνυ προσέθηκε τὸ κάρτα, τουτέστι τὸ λίαν, ὡς ἐκτείνεσθαι τῆς δυνάμεως, οὐ μὴν λίαν γε τοῦτο πασχούσης, ἐπεὶ δύναται τὸ τελέως μηδὲν ἀπολείπεσθαι τοῦ κατὰ φύσιν · αὐτὸ δὲ τὸ σύμπτωμα γίνεται διὰ τὴν αὐτὴν αἰτίαν, δι’ἣν καταπίπτεται μετὰ τὴν ἐξάρθρησιν αὐτίκα τὸ κατὰ τὴν ἰγνύαν ἄρθρον. ἐπὶ πασῶν γάρ σε χρὴ τοῦτο γιγνώσκειν τῶν διαστροφῶν κοινὸν, ὡς ἐκτεινομένων μερῶν αἱ πρὸς ἐκεῖνο ῥοπαὶ γίγνονται, συνακολουθούντων αὐτοῖς τῶν συνεχῶν. οὐδὲν γὰρ τῶν μεθισταμένων οὕτως ἰδίῳ πάθει καὶ τὴν οἰκείαν ἀπολείπει χώραν, ἀλλ’ἀπὸ τοῦ συνεχοῦς ἑλκόμενον ἕλκει μὲν τὸ συνεχὲς ἑνὶ μὲν λόγῳ κοινῷ τεινόμενον, οὐχ ὑπὸ μιᾶς δὲ προφάσεως τοῦτο πάσχει · καὶ γὰρ ὑγρανθέντι πόρρω τοῦ προσήκοντος αὐτῷ καὶ ξηρανθέντι, φλεγμαίνοντίτε καὶ σκιρρωθέντι καὶ τῆς οἰκείας χώρας μεταστάντι κοινὸν ὑπάρχει τὸ γίνεσθαι πάθημα. διὸ περὶ πάντων τῶν τοιούτων ἐπὶ πλέον ἑξῆς ὁ Ἱπποκράτης ἐδίδαξε. καὶ ἡμεῖς ἀκολουθήσαντες αὐτοῦ ταῖς ῥήσεσιν ἁπάσας τὰς λέξεις ἐξηγησάμεθα.
“προσξυνιέναι μὲν οὖν καὶ τόδε χρή · εὔχρηστον γὰρ καὶ πολλοῦ ἄξιόν ἐστι καὶ τοὺς πλείστους λήθει ὅτι οὔτε ὑγιαίνοντες δύνανται κατὰ τὴν ἰγνύην ἐκταννύειν τὸ ἄρθρον, εἰ μὴ ξυνεκταννύουσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον, πλὴν ἢν μὴ πάνυ ἄνω ἀείρωσι τὸν πόδα, οὕτω δ’ἂν δύναιντο. οὗτοι τοίνυν οὐ δὲ ξυγκάμπτειν δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ὁμοίως, ἀλλὰ πολὺ χαλεπώτερον, ἢν μὴ συγκάμψωσι καὶ τὸ κατὰ τὸν βουβῶνα ἄρθρον”. ἣν ἔφη εἶναι κοινότητά τινα τῶν ἀποστερουμένων τινὰς κινήσεις μορίων, οὐ δι’ἴδιον πάθος, ἀλλά τινα τῶν κοινωνούντων σωμάτων γιγνομένην ἐντεῦθεν ἤρξατο διδάσκειν, ἐπὶ τῶν κατὰ φύσιν μυῶν οὐδὲν ἐκφύεσθαι τοῦ μηροῦ, καίτοι πολλῶν ὄντων. ἔνιοι μὲν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ κατέρχονται, τινὲς δὲ ἐξ ἰσχίου πεφύκασιν, εἷς δὲ μόνος τοῦ ἐκ τῆς ἥβης ὀστοῦ. διὰ τοῦτ’ἀναγκαῖόν ἐστι συγκινεῖσθαι τὰς διαρθρώσεις ἀλλήλαις, ὥσπερ ἀρτίως ἐπὶ τῆς κατὰ τὸν πόδα καὶ τὴν ἰγνύαν ἐδείχθη, συμφαινομένης ἅμα καὶ τῆς κατὰ τὸν βουβῶνα κοινωνίας αὐτῶν. ὥσπερ γὰρ ἐδείχθησαν οἱ κινοῦντες τὸ ὄπισθεν αὐτῶν ἥκοντες, ὡς ἔφην, ἐκπεφυκέναι τῶν κάτω περάτων τοῦ μηροῦ κατὰ τὰς ῥίζας τῶν κονδύλων, οὕτω καὶ νῦν ἄνω τοῦ ποδὸς εἰς τὴν κνήμην καθήκοντας ἐκ τῶν εἰρημένων ἀρχῶν ἀναγκαῖόν ἐστι τείνεσθαι, τοὺς μὲν ὄπισθεν ἐκτεινομένης τῆς ἰγνύας, τοὺς δὲ πρόσω καμπτομένης. ὅταν οὖν ἐπὶ πλέον πεφύκασι, τείνονται ἀντιτεταγμένοι αὐτοῖς ἀντισπῶσίτε καὶ οὐχ ἕπονται. λέγω δὲ ἀντιτεταγμένους τοὺς ἐκτείνοντας τοῖς κάμπτουσι, τουτέστι τοὺς προσθίους τοῖς ὄπισθεν ἐπὶ δυσὶ μυοῖν ὡς ἐπὶ παραδείγματος ἕνεκα σαφηνείας τὸν λόγον ποιησάμενος ἀρκεσθήσομαι. τοῖς γὰρ ἑωρακόσιν ἐν ταῖς ἀνατομαῖς ἅπαντας τοὺς κατὰ σκέλη μύας ἐκ τῶν εἰρημένων ἐστὶ καὶ περὶ τῶν ἄλλων ταῦτα λογίζεσθαι. τοῖς δ’οὐ δ’ὅλως ἑωρακόσιν οὐ δ’ὁ περὶ τὰ δύο λόγος ἔσται σαφής. οὗτοι οὖν ἐκ τοῦ τῆς λαγόνος ὀστοῦ πεφυκότες ὑπερβαίνουσι καταφερόμενοι πρώτην μὲν τὴν κατὰ τὸν βουβῶνα τοῦ μηροῦ διάρθρωσιν, εἶτα διελθόντες ὅλον τὸν μηρὸν, ἐφεξῆς δευτέραν τὴν κατὰ γόνυ. φέρεται δὲ ὁ μὲν ἕτερος αὐτῶν ὁ στενὸς παρὰ τὸν ἕνα κόνδυλον τοῦ μηροῦ ταπεινότερον αὐτοῦ, κα- κἄπειτα ἀνανεύσας πάλιν ἐπὶ τὸ καλούμενον ἀντικνήμιον εἰς τὴν ἐντὸς χώραν αὐτοῦ καταφύεται. ὁ δ’ἕτερος ὁ μέγας ἰσχυρότατον ἐπιφύεται τένοντα πλατὺν ἀναμιγνύμενον ἑτέρῳ τένοντι τὴν γένεσιν ἐκ τοῦ μεγίστου μυὸς ἔχοντι τῶν προσθίων, ὃς ἀπὸ τοῦ γλουτοῦ καταφέρεται. πρῶτον μὲν ἐπιφύεται τῇ μύλῃ, μετὰ ταῦτα ἐμφύεται τῇ κνήμῃ. ἐὰν μὲν οὖν κάμπτηται κατὰ βουβῶνα τὸ σκέλος, ἦττον γίνεται τὸ μῆκος ἐνταῦθα τῶν μυῶν, ἐὰν δὲ ἐκτείνηται, μεῖζον. ἐπὶ δὲ τοῦ γόνατόςτε καὶ τῆς ἰγνύας ἐκτεινομένης μὲν τῆς διαρθρώσεως ὁ μὲν τὴν μύλην ἐπιβαίνων βραχύτερος, ὁ δὲ ἐκ τῶν ἔνδον μερῶν φερόμενος μακρότερος γίγνεται, ὥσθ’ὁ μὲν πρόσθιος ἄκραν ἔκτασιν ἀναγκασθήσεται λαμβάνειν, ἐὰν κατὰ βουβῶνα τὸ σκέλος ἐκτείναντες ἐπιχειρῶμεν κάμπτειν τὴν ἰγνύαν. ὁ δ’ὀπίσθιος, ἐὰν ἐκτείνηται τὴν ἰγνύαν, κάμπτομεν τὸν βουβῶνα. καταφερόμενος γὰρ ἐξ ὑψηλοῦ χωρίου διὰ τῶν πρόσω τοῦ μηροῦ κάμπτεται ἐντεῦθεν ἐπιστρεφόμενος λοξὸς, ἀνανεύεται πρὸς τὸ καλούμενον ἀντικνήμιον. εἰκότως οὖν αὐτὸς μακρότερα ἐργάζεται τὰ πρῶτα μέρη καὶ τοῦ μηροῦ καὶ τῆς κνήμης ὑψούμενα μακρότερος γινόμενος. ἐδείχθη γὰρ ἐν τοῖς περὶ μυῶν κινήσεως ἡ ἐσχάτη συστολήτε καὶ ἔκτασις ὀδυνῶσα, ὧν τὴν μὲν συστολὴν ἐνεργοῦντες αὐτοὶ, τὴν δ’ἔκτασιν ὑπὸ τῶν ἀντιτεταγμένων ἑλκόμενοι πάσχουσιν. ἐὰν οὖν ποτε τοῖς εἰς τὴν αὐτῶν σύνοδον ἐνεργοῦσι μυσὶν οἱ ἀντιτεταγμένοι μὴ ὀδυνῶνται, συνεκτείνεται κατὰ φύσιν μὲν ἐν ταῖς εἰρημέναις ἄρτι κοινωνίαις τῶν διαρθρώσεων, παρὰ φύσιν δ’ἐν ταῖς ἐφεξῆς εἰρησομέναις. τηνικαῦτα συμβαίνει πολλοὺς τῶν ἰατρῶν ἀπατᾶσθαι καὶ νομίζειν πεπονθέναι τοὺς μύας ἐκείνους, ὧν ὁρῶσι τὴν ἐνέργειαν ἐμποδιζομένην. ἔτι δὲ ἐναργέστερον τοῦτο γνωσθήσεται διὰ τῶν ἐφεξῆς εἰρησομένων.
“πολλὰ δὲ καὶ ἄλλα κατὰ τὸ σῶμα τοιαύτας ἀδελφίξιας ἔχει καὶ κατὰ νεύρων ξυντάσεας καὶ κατὰ μυῶν σχήματα καὶ πλεῖστάτε καὶ πλείστου ἄξια γινώσκεσθαι ἢ ὅστις οἴεται καὶ κατὰ τὴν τοῦ ἐντέρου φύσιν καὶ τὴν τῆς ξυμπάσης κοιλίης καὶ κατὰ τὰς τῶν ὑστερέων πλάνας καὶ ξυντάσιας. ἀλλὰ περὶ μὲν τούτων ἑτέρωθι λόγος ἔσται ἠδελφισμένος τοῖσι νῦν λεγομένοισι. περὶ οὗ δὲ ὁ λόγος ἐστὶν, οὔτε ἐκταννύειν δύναται, ὥσπερ ἤδη εἴρηται, βραχύτερόντε τὸ σκέλος φαίνεται διὰ δισσὰς προφάσιας, ὅτιτε οὐκ ἐκταννύεται, ὅτιτε πρὸς τὴν σάρκα ὠλίσθηκε τὴν τοῦ πυγαίου”. εἴρηταί μοι καὶ πρόσθεν, ὡς τὰς κοινωνίας καὶ οἷον συγγενείας τῶν μορίων ἀδελφίξιας εἴωθεν ὀνομάζειν, ὡσεὶ καὶ ἀδελφότητας εἶπεν. ἔστι δὲ αὐτῶν τὸ κεφάλαιον ἑτέρου μορίου πεπονθότος ἐν ἄλλῳ φαίνεσθαι τὴν βλάβην ἤτοι τῆς ἐνεργείας ἢ τῆς θέσεως ἢ τοῦ σχήματος ἢ τοῦ μεγέθους. κοινὴ δὲ ἐπὶ πάντων αἰτία τάσις εἰς τὸν ἀντικείμενον τόπον · οἷον ἐκθέσεως, ἵν’ἀπὸ τῶν προφανεστάτων ἄρξωμαι, πολλοὺς τῶν ἐπιπηδώντων τῇ τέχνῃ χωρὶς τοῦ νομίμως αὐτὴν ἐκμαθεῖν, ἐθεασάμην ἐξαίφνης συσταθέντος τινὸς μορίου καὶ τῷτε μεγέθει βραχύ τι φαινομένου καὶ τὴν ἀρχαίαν θέσιν οὐκ ἀκριβῶς φυλάττοντος αὐτῷ τούτῳ τῷ μορίῳ προσφέροντας τὰ βοηθήματα, καίτοι μηδεμίαν ἔχοντι διάθεσιν ἰάσεως δεομένην. παραλυθέντων γοῦν τῶν κατὰ τὴν ἑτέραν γνάθον μυῶν συμβαίνει τὴν μὲν ἀντικειμένην αὐτῇ βραχυτέραν φαίνεσθαι καὶ οἷον συνεσπασμένην τὴν πεπονθυῖαν δι’αὐτὴν ἐκτείνεσθαι συνεπομένην ἐκείνην. διὰ γὰρ τὸ τοὺς μύας ἅπαντας οἰκείαν ἔχειν μίαν ἐνέργειαν, ἐπὶ τὰς ἰδίας κε φαλὰς ἀνατεινομένους ὅταν οἱ κατὰ τὴν ἀριστερὰν γνάθον ἀπολέσωσι τὴν ἐνέργειαν οἱ κατὰ τὴν δεξιὰν ἐρρωμένοιτε καὶ κατὰ φύσιν ἔχοντες ἐνεργήσαντες ἕλκουσιν ὅλην ἐφ’ἑαυτοὺς τὴν δεξιὰν γνάθον καὶ τὰ χείλη · καὶ οὕτω φαίνεται τὸ μὲν ἀριστερὸν χεῖλος ἐκτεταμένοντε καὶ μακρότερον αὐτοῦ γεγονὸς, τὸ δεξιὸν δὲ ἔλαττόντε καὶ συντεταμένον. ἐνταῦθα μὲν οὖν ἔλαττον γίνεται τὸ ἀπαθὲς ἀντισπῶν ἐφ’ἑαυτὸ τα- θάτερον μέρος τῆς γνάθου τὸ παραλυθέν. ἑτέρωθι δ’ὑπὸ τοῦ πεπονθότος ἕλκεταίτε καὶ σπᾶται τὸ ἀπαθὲς, ὥσπερ ὅταν ἢ τένων ἢ μῦς σκιρρωθεὶς ὅλως ἀδυνατεῖ συνεπεκτείνεσθαι τοῖς ἀντιτεταγμένοις ἐνεργοῦσι. πολλὰ δὲ τοιαῦτα φαίνεται γιγνόμενα, κατὰ δὲ τοὺς δακτύλους τῆς χειρὸς καὶ κατ’ἀγκῶνα τὴν ἰγνύαν ἀγκυλουμένων μὲν αὐτῶν ἐπὶ τοῖς τῶν ἔνδον μυῶν ἢ τενόντων πάθεσιν. ὀρθοκύλλων δὲ γινομένων ἐπὶ τοῖς τῶν ἐκτὸς, οὕτως γὰρ ὀνομάζειν ἔθος ἐστὶ τοῖς ἰατροῖς, ὅταν ἐκτεταμένον τι μὴ δυνάμενον κάμπτεσθαι. ὅμοιον δὲ τούτῳ συμβαίνειν εἴωθεν ἐπὶ ταῖς μεγάλαιςτε καὶ σκληραῖς οὐλαῖς · καὶ γὰρ καὶ αὗται κατὰ μὲν τὴν ἔνδον χώραν γενόμεναι κυλλοῦσι τὸ μέρος, κατὰ δὲ τὴν ἔξω τὸ καλούμενον, ὡς ἔφην, ὀρθόκυλλον ἐργάζονται καὶ διὰ ξηρότητος καὶ διαπλήρους ἐξ ὑγρῶν ἐπιρροῆς ἢ φυσώδους πνεύματος τα- ταὐτὸ συμβαίνειν εἴωθε. συναγομένων γὰρ εἰς ἑαυτὰ τῶν οὕτω πεπονθότων μορίων ἀκόλουθόν ἐστι τοὺς ἀντιτεταγμένους μύας ἀδυνάτους ἐνεργεῖν, ἀντισπώντων τὰ μόρια τῶν συντεταμένων. οὕτως δὲ καὶ οἱ σπασμοὶ γίγνονται τῶντε μυῶν αὐτῶν ἑλκομένων ἐπὶ τὴν ἰδίαν ἀρχὴν αὐτῶν πρώτων καὶ μάλιστα καὶ δι’αὐτοὺς τῶν μορίων εἰς ἃ καθήκουσιν · οὕτω καὶ ἡ μήτρα ποτὲ μὲν ἄνω χωρεῖ, ποτὲ δὲ εἰς τὰ πλάγια μέρη καθίσταται, οὐκ αὐτὴ κατ’ἰδίαν ἐνέργειαν ἀποχωροῦσα τῆς οἰκείας χώρας, ἀλλ’ὑφ’ἑτέρων ἑλκομένη. τὰ δ’ἕλκοντα πολλά · καὶ γὰρ ἀρτήματα καὶ νεῦρα καὶ ἀρτηρίαι καὶ φλέβες αἱ εἰς αὐτὴν καθήκουσαι τοῦτο ποιεῖν πεφύκασιν, ὅταν εἰς ὄγκον ἀρθεῖσαι τοῦ μήκους ἀφαιρῶσι τοσοῦτον ὅσον εἰς εὖρος ἐπέδωκε, κοινὸν γὰρ τούτων πάντων ἐστὶ τῶν ἐκτάσειςτε καὶ συστολὰς ἐχόντων σωμάτων, οὐ τῶν ζώντων μόνον, ἀλλὰ καὶ τῶν ἀψύχων, οἷον ἀσκῶντε καὶ θυλάκων καὶ πλοκάμων. ἥτε οὖν μήτρα κατὰ τοιαύτην αἰτίαν ἀνασπᾶταίτε καὶ κατασπᾶται καὶ τῶν ἐντέρων ἔνια καὶ μύες πολλοὶ καὶ δι’αὐτοὺς τάτε κῶλα καὶ αἱ γένυες. ἀνάλογον δέ τι τούτῳ κα- κἀπὶ τῶν τῆς ῥάχεως παθῶν ἔμπροσθεν ἐδείκνυτο κυφώσεώςτε καὶ λορδώσεως καὶ σκολιώσεως.
“ἡ γὰρ φύσις τοῦ ἰσχίου τοῦ ὀστέου ταύτῃ, ᾗ καὶ ἡ κεφαλὴ καὶ ὁ αὐχὴν τοῦ μηροῦ γίνεται, ὅταν δὲ ἐξαρθρήσῃ, καταφερήςτε πέφυκεν ἐπὶ τοῦ πυγαίου τὸ ἔξω μέρος ξυγκάμπτειν μέντοι δύνανται, ὅταν μὴ ὀδύνη κωλύοι”. φύσις ὀστοῦ λεπτοῦ κατὰ τὸ ἰσχίον, ἐν ᾧ καὶ ἡ κοτύλη, πρόδηλον γὰρ ὅτι τὴν ὀπίσω τοῦ μηροῦ τῆς κεφαλῆς μετάστασιν ἐπὶ τῆς ὀπίσω χώρας ὀχεῖσθαι τῆς κοτύλης ἀναγκαῖόν ἐστιν ὡς εἶναι μεταξὺ τῆς κοιλότητος καὶ τῆς τοῦ μηροῦ κεφαλῆς τὸ περιλαμβάνον ἐκ τῶν ὀπίσω μερῶν ὀστοῦ τὴν κοτύλην. ἔστι δὲ τοῦτο τὸ μέρος αὐτοῦ τοῦ ἰσχίου · καὶ νῦν ποιούμενος τὸν λόγον καταφερὴς, φησὶ, πέφυκε αὐτὸ πρὸς τὸ ἔξω μέρος τοῦ πυγαίου. πρόδηλον οὖν ἐστι τοῖς ἑωρακόσιν, ἀνατεμνόμενα ταυτὶ τὰ χωρία τὴν κεφαλὴν τοῦ μηροῦ μεθ’ὅλου τοῦ αὐχένος ἐκπεπτωκέναι βιαίως τῷ κατὰ τὴν πυγὴν μυὶ τῷ μεγάλῳ τῷ τὴν ἔκτασιν ἐργαζομένῳ τῆς κατὰ τοῦτο διαρθρώσεως. ἀποφύεται δέ τις τοῦ μυὸς τοῦδε τένων ὑμενώδης ἑνούμενος τῷ μικρὸν ἔμπροσθεν εἰρημένῳ τένοντι τὴν γένεσιν ἔχοντι ἐκ τῶν προσθίων τοῦ μηροῦ δυοῖν μυοῖν, ὃν καὶ τὴν μύλην ἔφην ὑπερβαίνοντα καταφύεσθαι τῇ κεφαλῇ τῆς κνήμης. οὗτος οὖν ὁ μῦς ὁ τὴν τοῦ μηροῦ κεφαλὴν ἐκπεσοῦσαν δεχόμενος ὀδυνᾶται μάλιστα πάντων ὑπ’αὐτῆς θλιβόμενόςτε καὶ διατεινόμενος, ὥστε καὶ φλεγμαίνειν ἀναγκαῖόν ἐστιν αὐτὸν ἕλκειντε πρὸς ἑαυτὸν ἄνω τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ὑμενώδη τένοντα. τούτου δὲ συμβαίνοντος ἀκόλουθόν ἐστιν ὀδυνᾶσθαι τὸν κάμνοντα καμπτομένης τῆς ἰγνύας · εἰς ὅσον γὰρ αὕτη κάμπτεται, περιτείνεσθαίτε καὶ περιθλᾶσθαι τῇ μύλῃ τὸν τένοντα. τεινόμενος δ’οὗτος ἀναπέμπει τὴν τάσιν ἐπὶ τὸν μῦν αὐτὸν, ὅθεν ἀπέφυ, τὸν μέγαν ἐκεῖνον, ἐν ᾧ τὴν κεφαλὴν ἔφην ἐστηρίχθαι τοῦ μηροῦ. τοῦ χωρίου μὲν τούτου προϊόντος, ὅταν ἥτε φλεγμονὴ παύσηται τούτου τοῦ μυὸς ὑγρότητάτέ τινα ἴσχει γλίσχραν καὶ τύλον ἐν ἑαυτῷ κτήσεται τὸ ψαῦον τοῦ ἄρθρου μέρος μυὸς, ἀνώδυνος ἡ κατ’ἰγνύαν γίνεται καμπή. συντελεῖ δὲ εἰς τοῦτο καὶ τὰ ἄλλα τὰ πρόσθεν εἰρημένα περὶ τῶν κατὰ τὸ σκέλος μυῶν.
“καὶ ἡ κνήμητε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικέως φαίνονται καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα”. ὅτι μήτε τελείως καὶ πάνυ σφοδρῶς μήτε παντελῶς ἐκ τῆς ἐπιεικέως δηλοῦται φωνῆς, ἀλλὰ τὸ μετρίως, εὔδηλόν ἐστι κατ’αὐτῆς τῆς λέξεως. αὐτὸς γὰρ ἐφεξῆς ὁ Ἱπποκράτης εἶπε καὶ οὔτε τῇ οὔτε τῇ πολὺ ἐγκεκλιμένα σαφῶς ἐνδεικνύμενος δι’αὐτοῦ προσγράψαι τὸ πολὺ μὴ παρεῖναι τῷ σκέλει, τὸ δ’ἐπ’ὀλίγον ἐκτετράφθαιτε καὶ διεστράφθαι παρεῖναι. διὰ τοῦτ’οὖν ἔφη καὶ ἡ κνήμητε καὶ ὁ ποὺς ὀρθὰ ἐπιεικῶς φαίνεσθαι, ὡς εἰ καὶ μετρίως ὀρθὰ φαίνεσθαι τὰ μόρια ταῦτ’εἰρήκει.
“κατὰ δὲ τὸν βουβῶνα δοκέει τι ἡ σὰρξ λαπαρωτέρα εἶναι, ποτὶ καὶ ψαυομένη, ἅτε τοῦ ἄρθρου εἰς τὰ ἐπὶ τα- θάτερα μέρη ὠλισθηκότος, κατὰ δὲ τὸ αὐτὸ πυγαῖον διαψαυομένη ἡ κεφαλὴ τοῦ μηροῦ δοκέει τι ἐξογκέειν καὶ μᾶλλον. τὰ μὲν οὖν σημήϊα ταῦτα, ᾧ ἂν ἐς τὸ ὄπισθεν ἐκπεπτώκῃ ὁ μηρός. ὅτῳ μὲν οὖν τετελειωμένῳ ἤδη ἐκπεσὼν μὴ ἐμπέσῃ, ὁδοιπορέειν μὲν δύναται, ὅταν ὁ χρόνος ἐγγένηται καὶ ἡ ὀδύνη παύσηται καὶ ἐθισθῇ τὸ ἄρθρον ἐν τῇ σαρκὶ ἐνστροφᾶσθαι. ἀναγκάζεται μέντοι ἰσχυρῶς ξυγκάμπτειν κατὰ τοὺς βουβῶνας ὁδοιπορέων διὰ δισσὰς προφάσιας, ἅμα μὲν ὅτι πολλῷ βραχύτερον τὸ σκέλος γίνεται. διὰ τὰ προειρημένα καὶ τῇ μὲν πτέρνῃ καὶ πάνυ πολλῷ δέεται ψαύειν τῆς γῆς. ἢν γὰρ πειριᾶτο καὶ ἐπ’ὀλίγον τοῦ ποδὸς ὀχηθῆναι, μηδενὶ ἄλλῳ ἀντιστηριζόμενος ἐς τὸ ὀπίσω ἂν πέσοι. ἡ γὰρ ῥοπὴ πολλὴ ἂν εἴη τῶν ἰσχίων ἐπὶ πολὺ ἐς το- τοὐπίσω ὑπερεχόντων ὑπὲρ τοῦ ποδὸς τῆς βάσιος καὶ τῆς ῥάχιος ἐς τὰ ἰσχία ῥεπούσης. μόλις δὲ τῷ στήθει τοῦ ποδὸς καθικνέεται καὶ οὐ δὲ οὕτως, ἢν μὴ κάμψῃ αὐτὸς ἑωυτὸν κατὰ τοὺς βουβῶνας καὶ τῷ ἑτέρῳ σκέλει κατὰ τὴν ἰγνύαν ἐπιξυγκάμψῃ. ἐπειδὴ τούτοισιν ἀναγκάζεται, ὥστε τῇ χειρὶ τῇ κατὰ τὸ σιναρὸν σκέλος ἐρείδεσθαι ἐς τὸ ἄνω τοῦ μηροῦ ἐφ’ἑκάστῃ ξυμβάσει. ἀναγκάζει οὖν τι τοῦτο αὐτὸ, ὥστε κάμπτεσθαι κατὰ τοὺς βουβῶνας. ἐν γὰρ τῇ μεταλλαγῇ τῶν σκελέων ἐν τῇ ὁδοιπορίῃ οὐ δύναται τὸ σῶμα ὀχέεσθαι ἐπὶ τοῦ σιναροῦ σκέλεος, εἰ μὴ προσκατερείδεται τὸ σιναρὸν πρὸς τὴν γῆν ὑπὸ τῆς χειρὸς, ἅτε οὐχ ὑφεστῶτος τοῦ ἄρθρου ὑπὸ τῷ σώματι, ἀλλ’ἐς τὸ ὄπισθεν ἐξεστεῶτος κατὰ τὸ ἰσχίον. ἄνευ μέντοι τοῦ ξύλου δύνανται ὁδοιπορέειν οἱ τοιοῦτοι, ἢν ἄλλως ἐθισθῶσι, διὰ τοῦτο ὅτι ἡ βάσις τοῦ ποδὸς κατὰ τὴν ἀρχαίην ἰθυωρίην ἐστὶν, ἀλλ’οὐκ εἰς τὸ ἔξω ἐγκεκλιμένη, διὰ τοῦτο οὖν οὐδὲν δέονται τῆς ἀντικοντώσιος. ὅσοι μέντοι βούλονται ἀντὶ τῆς τοῦ μηροῦ ἐπιλαβῆς ὑπὸ τὴν μασχάλην τῶν κατὰ τὸ σιναρὸν σκέλος ὑποτιθέμενοι σκίπωνα ἀντερείδειν, κεῖνοι, ἢν μὲν μακρότερον τὸν σκίπωνα ὑποτιθέοιντο, ὀρθότεροι μὲν ὁδοιπορήσουσι, τῷ δὲ ποδὶ πρὸς τὴν γῆν οὐκ ἐρείδονται. εἰ δ’αὖ βούλονται ἐρείδεσθαι τῷ ποδὶ, βραχύτερον μὲν τὸ ξύλον ποιητέον, κατὰ δὲ τοὺς βουβῶνας ἐπιξυγκάμπτεσθαι ἂν δέοι αὐτούς. τῶν δὲ σαρκῶν αἱ. μινυθήσιες κατὰ λόγον γίνονται καὶ τούτοισιν, ὥσπερ καὶ πρόσθεν εἴρηται, τοῖσι μὲν γὰρ μετέωρον ἔχουσι τὸ σκέλος οὐκ ὠφελέεται, ἀλλὰ μᾶλλον καὶ ἀσχημονέστερον γίνεται, ἢν χρέωνται τῷ σιναρῷ σκέλει ἐπὶ τὴν γῆν. συνυπουργέον γὰρ ἐκείνῳ ἐξίσχιόντε ἐπαναγκάζεται εἶναι καὶ κατὰ τὴν ἰγνύην ξυγκάμπτειν, ἢν δὲ μὴ προσχρέηται τῷ σιναρῷ ἐπὶ τὴν γῆν, ἀλλὰ μετέωρον ἔχων σκίπωνι ἀντερείδηται, οὕτω δὲ καρτερὸν γένηται τὸ ὑγιὲς σκέλος · ἔντε γὰρ τῇ φύσει διαιτᾶται καὶ τὰ γυμνάσια προσκρατύνει αὐτό. φαίη μὲν οὖν ἄν τις ἔξω ἰατρικῆς τὰ τοιαῦτα εἶναι · τί γὰρ δῆθεν δεῖ περὶ τῶν ἤδη ἀνηκέστων γεγονότων ἔτι προσξυνιέναι; πολλοῦ δὲ δεῖ οὕτως ἔχειν, τῆς γὰρ αὐτῆς γνώμης καὶ ταῦτα ξυνιέναι. οὐ γὰρ οἷόντε ἀπαλλοτριωθῆναι ἀπ’ἀλλήλων. δεῖ μὲν γὰρ τὰ ἀκεστὰ μηχανάεσθαι, ὅκως μὴ ἀνήκεστά ἐστι, ξυνιέντα ὅπῃ ἂν μάλιστα κωλυτέα εἰς τὸ ἀνήκεστον ἐλθεῖν · δεῖ δὲ καὶ τὰ ἀνήκεστα ξυνιέναι, ὡς μὴ μάλιστα λυμαίνηται. τὰ δὲ προρρήματα λαμπρὰ καὶ ἀγωνιστικὰ ἀπὸ τοῦ διαγινώσκειν, ὅπῃ ἕκαστον καὶ οἵως καὶ ὁπότε τελευτήσει, ἤντε εἰς τὸ ἀκεστὸν τράπηται, ἤντε εἰς τὸ ἀνήκεστον. ὁκόσοισι δ’ἂν ἐκ γενεῆς ἢ ἄλλως ἐν αὐξήσει ἐοῦσιν οὕτως ὀλισθῇ τὸ ἄρθρον ὀπίσω καὶ μὴ ἐμπέσῃ, ἤντε βίῃ ὀλισθῇ ἤντε ὑπὸ νόσου. πολλὰ γὰρ τοιαῦτα ἐξαρθρήματα γίνεται ἐν νούσοισιν, οἷαι δέ τινές εἰσιν αἱ νοῦσοι ἐν ᾗσιν ἐξαρθρέεται τὰ τοιαῦτα ὕστερον γεγράψεται · ἢν γοῦν ἐκστὰν μὴ ἐμπέσοι, τοῦ μὲν μηροῦ τὸ ὀστέον βραχὺ γίνεται, κακοῦται δὲ πᾶν τὸ σκέλος καὶ ἀναυξέστερον γίνεται καὶ ἀσαρκότερον πολλῷ διὰ τὸ μηδὲν προσχρέεσθαι αὐτῷ”. εἴρηται καὶ πρόσθεν ὅτι τῇ φωνῇ χρῆται ὁ Ἱπποκράτης, ὅταν αὐξῆσαί ποτε βουληθῇ τὸ λεγόμενον. ἔστι γὰρ ὁ λόγος τοιόσδε · κατὰ βουβῶνα δοκεῖ τι ἡ σὰρξ λαπαρωτέρα θεωμένοις καὶ πολὺ μᾶλλον, εἰ ψαύσειέ τις τοῦ χωρίου. τὰ δ’ἐφεξῆς πάντα τοῖς μεμνημένοις τῶν ἔμπροσθεν εἰρημένων ἐστὶ δῆλα.
“κακοῦται γὰρ τούτοισι καὶ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον · τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται διὰ τὰ πρόσθεν εἰρημένα, διὸ οὐ δύνανται τὸ κατὰ τὴν ἰγνύην ἄρθρον ἐκταννύειν, οἷσιν ἂν οὕτως ἰσχίον ἐκπέσῃ. ὡς γὰρ ἐν κεφαλαίῳ εἶπε, πάντα τὰ ἐν τῷ σώματι, ὁκόσα ἐπὶ χρήσει γέγονε, χρεομένοισι μὲν μέτρια καὶ γυμναζομένοισιν ἐν τῇσι ταλαιπωρίῃσιν ἐν ᾗσιν ἕκαστα εἴθισται, οὕτω μὲν ὑγιεινὰ καὶ αὔξημα καὶ εὔγηρα γίνεται, μὴ χρεομένοισι δὲ, ἀλλ’ἐλινύουσι νοσηρότερα γίνεται καὶ ἀναυξέα καὶ ταχύγηρα. ἐν δὲ τούτοισιν οὐχ ἥκιστα τὰ ἄρθρα τοῦτο πέπονθε καὶ τὰ νεῦρα, ἢν μή τις αὐτοῖσι χρέηται. κακοῦται οὖν διὰ ταύτας τὰς προφάσιας μᾶλλόν τι ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ἢ ἐν τοῖσιν ἄλλοισιν. ὅλον γὰρ τὸ σκέλος ἀναυξὲς γίνεται καὶ τῇ ἀπὸ τῶν ὀστέων φύσει καὶ τῇ ἀπὸ τῶν σαρκῶν. οἱ οὖν τοιοῦτοι ὁκόταν ἀνδρωθῶσι, μετέωρον καὶ συγκεκλιμένον τὸ σκέλος ἴσχουσιν, ἐπὶ δὲ τοῦ ἑτέρου ὀχέονται καὶ τῷ ξύλῳ ἀντιστηριζόμενοι οἱ μὲν ἑνὶ, οἱ δὲ δυσί”. δῆλον ὅτι μὲν ἰσχίον εἴρηκεν ἐκπίπτειν ἀντὶ τοῦ κατ’ἰσχίον ἄρθρου. εἴρηται γὰρ ἡμῖν πολλάκις, ὡς οἱ παλαιοὶ πάντες, οὔπω τὴν ὕστερον ἀσκηθεῖσαν εἴδεσαν ἀκριβολογίαντε καὶ λεπτολογίαν ἐν τοῖς ὀνόμασιν, ἀλλ’ἱκανὸν ἦν αὐτοῖς ἑρμηνεύειν, ἑνὸς μόνου στοχαζομένοις τὸ παρακολουθεῖν τοῖς λεγομένοις τοὺς ἀκούοντας. ὃ δ’οὖν λέγει τοιόνδε ἐστὶν, οἷς ἂν εἰς τὴν ὀπίσω χώραν ὁ μηρὸς ἐκπέσῃ κακοῦσθαί φησιν οὐ μόνον ἐκεῖνο τὸ ἐκπεσὸν ἄρθρον, ἀλλὰ πρὸς αὐτῷ καὶ τὸ κατὰ τὴν ἰγνύην. διὰ τοῦτο οὖν προσέθηκε τὸν καί σύνδεσμον οὐχ ἁπλῶς εἰπών · κακοῦται γὰρ τὸ κατὰ τὴν ἰγνύην ἄρθρον. ἥντινα δὲ κάκωσιν κακοῦται σαφῶς αὐτὸς ἐδήλωσεν εἰπὼν, τὰ γὰρ νεῦρα ἐντεταμένα γίνεται, νεῦρα δ’εἴτε κυρίως τὰ λεγόμενα τὰ ἐκ νωτιαίου πεφυκότα νῦν ἐβουλήθη δηλοῦν, εἴτε τὰς ἀπονευρώσεις τῶν μυῶν ὅσαι καθήκουσιν εἰς τὴν κνήμην, οὐδὲν εἰς τὰ παρόντα διαφέρει. μαρτύρια γὰρ ἡμῖν ἑκάτερα καλῶς ἐξηγουμένοις τὰ εἰρημένα κατὰ τὸν ἔμπροσθεν ὑπ’αὐτοῦ λόγον, ἐν οἷς ἔφασκε κατὰ τὴν ἰγνύαν ἄρθρον ἀδυνατεῖν ἐκτείνειν, οἷς οὕτως ἐξήρθρησε μηρὸς, ἔτιτε κοινόν τινα προσετίθει λόγον, ὡς πολλαὶ βλάβαι περὶ τινα μόρια γίνονται καὶ σχημάτων καὶ μεγεθῶν καὶ θέσεων καὶ κινήσεων, οὐδὲν αὐτῶν ἐκείνων τῶν μορίων ἴδιον πάθος πεπονθότων, ἀλλὰ δι’ἕτερά τινα τῶν κοινωνούντων αὐτοῖς · καὶ μάλιστά γε τὰς τάσεις αἰτίαν εἶναί φησι τῶν τοιούτων συμπαθειῶν, ὑπὲρ ὧν ἐδήλουν διελθὼν, ὡς τριχῶς αἴτια γίνεται. καθ’ἕνα μὲν λόγον ὅταν παραλυθῇ τις μῦς, οὐ γὰρ ὑγιής τις συνεσπασμένος · φαίνεται, καθ’ἕτερον δ’ὅταν ὁ ἀντικείμενος ταθῇ, κατ’ἄλλον δὲ τρίτον ὅτε ἑλχθῇ τὸ ὑγιὲς ὑπό τινος τῶν συνεχῶν, ὡς ἐπὶ τῶν τῆς ἑτέρας μεταστάσεως. νῦν οὖν τῶν ὄπισθεν νεύρων καὶ μυῶν καὶ τενόντων τεταμένων ἰγνύα καμφθεῖσα τοῖς ἐκτείνουσιν οὐχ ἕπεται μυσί. περὶ μὲν οὖν τῶν τενόντωντε καὶ μυῶν τῆς τάσεως ἔμπροσθεν εἰπών · ἐν δὲ τῷδε τῷ λόγῳ περὶ τῶν νεύρων τῶν ἀπὸ τοῦ νωτιαίου πεφυκότων ἐπὶ τὰ σκέλη. τρεῖς δέ εἰσιν αὐτῶν ἀρχαί · μία μὲν ἐν τοῖς πρόσω κατὰ τὸ μέγα τρῆμα τοῦ τῆς ἥβης ὀστοῦ. μία δ’ἄλλη κατὰ βουβῶνα τοῦτε συμφερομένου τῇ μεγάλῃ φλεβὶ νεύρου καὶ τοῦ ταύτης ἔξωθεν ἐν τοῖς πρόσω τοῦ μηροῦ. μικραὶ μὲν αὗται, μεγίστη δ’ἀρχὴ νεύρων εἰς ὅλον ἀφικνεῖται τὸ σκέλος ἐπὶ τὴν ὀπίσω χώραν πρῶτον ἐξερχομένη μεταξὺ τοῦτε πλατέος ὀστοῦ καὶ τοῦ καλουμένου κόκκυγος. αὕτη τοίνυν ἡ ἀρχὴ μεταστάντος ὀπίσω τοῦ ἄρθρου θλίβεται καὶ τείνεται · καὶ διὰ τοῦτ’ἔφην ἐν τῇ προκειμένῃ ῥήσει δύνασθαι τὸν Ἱπποκράτην καὶ τὰ κυρίως καλούμενα νεῦρα τείνεσθαι λέγειν.
“οἷσι δ’ἂν ἐς το- τοὔμπροσθεν ἡ κεφαλὴ μηροῦ ἐκπέσῃ, ὀλίγοισι δὲ τοῦτο γίνεται, οὗτοι ἐκταννύειν μὲν τὸ σκέλος δύνανται τελείως, ξυγκάμπτειν δὲ ἥκιστα οὗτοι δύνανται τὰ κατὰ τὸν βουβῶνα. πονέουσι δὲ καὶ ἢν κατὰ τὴν ἰγνύην ἀναγκάζωνται ξυγκάμπτειν, μῆκος δὲ τοῦ σκέλεος παραπλήσιον φαίνεται κατὰ μὲν τὴν πτέρνην καὶ πάνυ”. ὅτι μὲν τὸ βάθος τῆς κοτύλης οὐκ ἴσον ἐν ἅπασι τοῖς μέρεσιν αἴτιον μέν ἐστι τοῦ κατά τινα μὲν ὀλιστάκις ἐκπίπτειν, ἐν ἄλλοις δὲ τόποις πλειστάκις ἔμπροσθεν εἴρηται. νυνὶ δὲ περὶ τῆς εἰς τὸ πρόσω γιγνομένης ὀλισθήσεως τοῦ μηροῦ διαλεγόμενος ἐναντία φησὶ πάσχειν τοὺς οὕτω διακειμένους τοῖς ὀπίσω τὴν ἐξάρθρησιν ἐσχηκόσιν. ἐκεῖνοι μὲν γὰρ ἐκταννύειν τὸ σκέλος οὐκ ἠδύναντο, κάμπτειν δ’οὗτοι κατὰ μὲν τὸν βουβῶνα. διότι κατ’αὐτὴν τὴν καμπτὴν ἡ κεφαλὴ τοῦ μηροῦ νῦν ἐστιν ἅμα τῷ αὐχένι, κατὰ δὲ τὸ γόνυ διὰ τὸν ἀπὸ τοῦ τῆς λαγόνος ὀστοῦ καταφερόμενον μῦν πρόσθιον, ὃν ἡ κεφαλὴ τοῦ μηροῦ θλίβεται καὶ διατείνεται κυρτοῦσα περὶ αὐτήν. ἐκτείνεσθαι τοιγαροῦν ἐπὶ πλεῖον οὐκ ἄρα δυναμένη ἀντιβαίνει τοῖς κάμπτειν ἐπιχειροῦσι τὴν ἰγνύαν. μῆκος δὲ σκέλεος παρα πλησίως φαίνεται ἐπὶ μὲν τῆς εἰς τὴν ἔσω χώραν ἐκπτώσεως αὐτὸς εἶπε κατὰ λέξιν οὕτως · ἐπὶτε γὰρ τὸ ἀπὸ τοῦ ἰσχίου πέφυκεν ὀστοῦν τὸ ἀναφερόμενον πρὸς τὸν κτένα, ἐπὶ τοῦτον ἡ ἐπίβασις τῆς κεφαλῆς τοῦ μηροῦ γίνεται καὶ ὁ αὐχὴν τοῦ ἄρθρου ἐπὶ τῆς κοτύλης ὀχέεται κατὰ τὸν ἔμπροσθεν χρόνον οὐχ ὅλως ἐπ’αὐτῆς ὀχούμενος, ἀλλὰ τῷ πλείστῳ κατὰ τοῦ βάθους αὐτῆς ὀχούμενος. ἐν δὲ τῷ νῦν λόγῳ φησί · κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, ὥστε ἀποκεχώρηκε νῦν ἐκείνης τῆς ἐξαρθρήσεως ὁ μηρὸς εἴςτε τὸ πρόσω καὶ τὸ κατωτέρω βραχὺ καὶ διὰ τοῦτ’ἴσον φαίνεται τὸ πεπονθὸς σκέλος τῷ ὑγιεῖ καὶ τοῦτο μάλιστα αὐτοῖς ὑπάρχει κατὰ τὴν πτέρναν. ἄρκος γὰρ ὁ ποὺς ἧσσον ἐπινεύειν δύναται πρὸς τὴν γῆν. εἴρηται δ’ἡμῖν τούτου πρόσθεν ἡ αἰτία καὶ νῦν δ’ἐφεξῆς εἰρήσεται διὰ κεφαλαίων.
“ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει ἐς το- τοὔμπροσθεν. ὅλον δὲ τὸ σκέλος ἔχει τὴν ἰθυωρίην κατὰ τὴν φύσιν καὶ οὔτε τῇ οὔτε τῇ ῥέπει”. τὸ μὲν ἐθέλειν αὐτὸ σημαίνει τὸ δύνασθαι, καθάπερ που καὶ παρὰ τῷ ποιητῇ · οὐ δ’ἔθελε προρέειν. ἐπὶ τῷ μὴ δύνασθαι λέλεκται · ποδὸς δὲ ἄκρον εἴρηκε τὸ ἀπὸ τοῦ πεδίου μέχρι τοῦ κατὰ τοὺς δακτύλους ὀνύχωντε μέρος τοῦ ποδός · συμβαίνει δ’, ὡς καὶ πρόσθεν ἐρρέθη, μὴ δύνασθαι καλῶς εἰς το- τοὐπίσω τὸ κατὰ τὸν ἀστράγαλον ἄρθρον ἐκτεταμένης τῆς ἰγνύος. ταῦτ’οὖν καὶ νῦν ἑρμηνεῦσαι θέλων εἶπεν · ἄκρος δὲ ὁ ποὺς ἧσσόν τι προκύπτειν ἐθέλει εἰς το- τοὔμπροσθεν, ἐνδεικνύμενος ὅτι τοὺς δακτύλους, οἵπερ ἦσαν ἄκρος ποὺς οὐχ οἷόντε εὐκόλως κατατείνειντε καὶ κατανεύειν καὶ καταφέρειν εἰς το- τοὔδαφος.
“ὀδυνῶνται δὲ αὐτίκα οὗτοι μάλιστα καὶ οὖρον ἴσχεται τὸ πρῶτον μᾶλλόν τι ἢ τοῖσιν ἄλλοισιν ἐξαρθρήμασιν”. αὐτὸς εἶπε τὴν αἰτίαν δι’ἣν ταῦτα γίνεται.
“ἐγκέεται γὰρ ἡ κεφαλὴ τοῦ μηροῦ ἐγγυτάτω τούτοισι τῶν πόνων τῶν ἐπικαίρων καὶ κατὰ μὲν τὸν βουβῶνα ἐξογκέονται καὶ κατατεταμένον τὸ χωρίον φαίνεται, κατὰ δὲ τὸ πυγαῖον στολιδωδέστερον καὶ ἀσαρκότατον. ταῦτα μὲν οὖν σημήϊά ἐστι τὰ εἰρημένα, ὧν ἂν οὕτως ἐκπεπτώκῃ ὁ μηρός”. ὠνόμασε δ’οὕτω τὰ συγκαταφερόμενα διὰ τοῦ βουβῶνος νεῦρα τῇτ’ἀρτηρίᾳ καὶ τῇ φλεβί. κέκληκε δὲ ἐπίκαιρα ταῦτα τὰ νεῦρα, καθότι καὶ πρόσθεν ἐμάθομεν, ὅσοι μεγάλην οὕτως ἔχει δύναμιν αὐτὸν ὀνομάζειν. ἔχει δὲ ταῦτα μεγάλην δύναμιν ἐγγυτάτω τοῦτε νωτιαίου κείμενα καὶ κατ’ἐκεῖνα τὰ μέρη τὴν ἔκφυσιν αὐτῶν λαμβάνοντα, καθ’ἃ καὶ εἰς τὴν κύστιν ἀποφύεται νεῦρα, διὸ καὶ ἡ συμπάθεια τῆς κύστεως ἀκολουθεῖ τοῖς τοιούτοις ἐξαρθρήμασι φλεγμαινούσηςτε καὶ ἀδυνατούσης ἐκκρίνειν τὸ οὖρον. ἴσως δ’ἄν ποτε καὶ διὰ μέγεθος φλεγμονῆς ἐν τῷ τραχήλῳ τῆς κύστεως γενόμενον, ἔνθα καὶ ὁ μῦς ἐστιν ὁ σφίγγων αὐτὸν ἐπισχεθῇ τὰ οὖρα τὴν κατὰ τὸν πόρον χώραν τῶν φλεγμαινόντων μορίων καταλαμβανόντωντε καὶ ἀποφραττόντων.
“ὁκόσοισι μὲν οὖν ἂν ἤδη ἠνδρωμένοισι τοῦτο τὸ ἄρθρον ἐκπεσὸν μὴ ἐμπέσῃ, οὗτοι ὁκόταν αὐτοῖσιν ἡ ὀδύνη παύσηται καὶ τὸ ἄρθρον ἐθισθείη ἐν τῷ χωρίῳ τούτῳ στρωφᾶσθαι, ἵνα ἐξέπεσεν, οὗτοι δύνανται σχεδὸν εὐθὺς ὀρθοὶ ὁδοιπορέειν ἄνευ ξύλου καὶ πάνυ μέντοι εὐθέες, ἐπὶ δὲ τὸ σιναρὸν, ἅτε οὔτε κατὰ τὸν βουβῶνα εὔκαμπτοι ἐόντες οὔτε κατὰ τὴν ἰγνύην. διὰ γοῦν τοῦ βουβῶνος τὴν ἀκαμπίην εὐθυτέρῳ ὅλῳ τῷ σκέλει ἐν τῇ ὁδοιπορίῃ χρέονται ἢ ὅτε ὑγίαινον”. τὸ μὲν αὐτίκα, τουτέστι παραχρῆμα, κατὰ τὸν τῆς ἐκπτώσεως καιρὸν ὀδυνᾶσθαίτε αὐτοὺς εἶπε καὶ οὔρων ἐπίσχεσιν γίγνεσθαι. τοῦ μέντοι χρόνου προϊόντος, ὅταν ταῦτα παύσηται, βαδίζειν δύνασθαι · διὰ τί δὲ ταῦτα πέπαυται, καίτοι κατὰ τὴν αὐτὴν χώραν μενούσης τῆς κεφαλῆς τοῦ μηροῦ καὶ θλιβούσηςτε καὶ τεινούσης ὁμοίως τὰ νεῦρα διδάξειτε διὰ τοῦ προσθεῖναι τῇ λέξει τὸ ἐθισθείη ἐν τῷ χωρίῳ στροφᾶσθαι, ἕνα ἐξέπεσεν. εἰς γὰρ τὸν ἐθισμὸν ἀναφέρειν φαίνεται τοῦ γινομένου τὴν αἰτίαν, ἐπειδὴ τάτε θλιβόμενα πρός τινων ἐν τῷ χρόνῳ τυλουμένων ῥᾷον αὐτῶν ἀνέχεται καὶ τὰ τεινόμενα κατὰ τὸν αὐτὸν χρόνον, ὅταν ἐθισθῇ τοῦτο πάσχειν, ἀνιώμενα παύεται. διὰ τί δ’ὀρθοὶ δύνανται βαδίζειν ἄνευ ξύλου κατὰ τὴν ἐχομένην ῥῆσιν αὐτὸς ἐδίδαξε · κεφάλαιον δ’ἐστὶ τοῦ λόγου τότε κατὰ τὴν εὐθυωρίαν φυλάττεσθαι τὸ σκέλος καὶ τὸ μηδέτερον κάμπτεσθαι τῶν ἄρθρων, μήτε τὸ κατὰ βουβῶνα, μήτε τὸ κατὰ γόνυ.
“καὶ σύρουσι δὲ ἐνίοτε πρὸς τὴν γῆν τὸν πόδα, ἅτε οὐ ῥηϊδίως ξυγκάμπτοντες τὰ ἄνω ἄρθρα καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδί. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τῷ ἔμπροσθεν”. τὰ ἄνω ἄρθρα λέγει τότε κατ’ἰγνύαν καὶ τὸ κατὰ βουβῶνα. τέτταρα δ’ἐστὶν ἄρθρα τὰ πρὸς τὸ βαδίζειν ὑπηρετοῦντα, τὸ κατὰ βουβῶνα, τὸ κατ’ἰγνύαν, τὸ κατ’ἀστράγαλον, τὸ κατὰ τοὺς δακτύλους. ὡς ἓν γὰρ ἀριθμῷ τοῦτο, κα- κἂν ᾖ πολλὰ, διὰ τὸ τῆς χρείαςτε καὶ τῆς ἐνεργείας κοινόν. τοῦτο μὲν οὖν τὸ ἄρθρον ὀλίγον τι συντελεῖ, τὸ μέντοι κατὰ τῆς γῆς στηριζόμενον διὰ τοῦ ποδὸς ἐκ τοῦ μάλιστα ἡμῖν ὑπάρχει βραχύ τι συντελούντων αὐτῶν κατὰ τοὺς δα κτύλους ἄρθρων. ἥ γε μὴν ὅλη τῶν σκελῶν ἐνέργεια κατάτε τὸ βαδίζειν καὶ πολὺ μᾶλλον κατὰ τὸ θεῖν ἐκ τῆς κατὰ τὸν βουβῶνα καὶ τὸ γόνυ διαρθρώσεως τείνεται. καμπτομένων γὰρ αὐτῶν ὑψηλὸν ἀπὸ τῆς γῆς τὸ κῶλον εὐμαρῶς καταφέρεται. νῦν οὖν εἰκότως οὐδετέρου καμπτομένου σύρειν αὐτοὺς ἐπὶ τῆς γῆς ἔφη τὸν πόδα. τὸ δ’ἐνίοτε προσέθηκε διὰτε τὴν ἐν τοῖς ἐδάφεσι διαφορὰν καὶ τὸ ποσὸν τῆς βλάβης. οἱ μὲν γὰρ ἐν ὁμαλῷτε καὶ κατάντει χωρίῳ βαδίζοντες · εἰ βραχὺ γοῦν κάμπτοιεν ἐν τοῖς ὑψηλοῖς ἄρθροις τὸ σκέλος, οὐ δ’ὅλως σύρουσι τὸν πόδα, οἱ δ’ἀνωμάλῳτε καὶ ἀνάντει κάμπτειν ἱκανοὶ τοσοῦτον ἀποδέουσι τοῦ μὴ σύρειν, ὥστε καὶ προσκόπτουσι τοῖς ἐξέχουσι κατὰ το- τοὔδαφος καὶ ἅτε παντὶ βαίνοντες τῷ ποδὶ, ὅλῳ τῷ ποδὶ βαίνουσιν, οἱ καὶ τῇ πτέρνῃ καὶ τῷ πεδίῳ καὶ τοῖς ἄκροις δακτύλοις στηριζόμενοι κατὰ τῆς γῆς. οὐ γὰρ πρὸ τούτων οἷς ὀπίσω μετέστη τὸ ἄρθρον, ὡς ἂν μικρότερον ἔχοντες τὸ σκέλος οὐκ ἐχρῶντο τῇ πτέρνῃ βαδίζοντες, ἀλλ’ἤρκει μόνον αὐτοῖς εἰς τοῦτο τοῦ ποδὸς τὸ στῆθος, ὅπερ ἔφην ὑπὸ τῶν ἀνατομικῶν ὀνομάζεσθαι πεδίον. ἀλλ’οἷς γε εἰς τὸ πρόσω τὸ κατ’ἰσχίον ἄρθρον ἐξέπεσεν, ὡς ἂν τὴν πτέρναν ἐπὶ τῆς γῆς ἑδράζοντες διὰ τὸ μὴ δύνασθαι τῷ κατὰ τοὺς δακτύλους μέρει τοῦ ποδὸς ἐπιβαίνειν, ὧν ὑστέρῳ χρῶνται τῷ πρόσω κατ’ἐκεῖνον τὸν καιρὸν, ἡνίκα ἤδη μέλλωσι στηριχθέντες ἐπὶ τοῦ πεπονθότος σκέλους ἐπιχειρεῖν τὸ ἕτερον μεταφέρειν.
“εἰ δέ γε ἠδύναντο μέγα προβαίνειν, κα- κἂν πάνυ πτερνοβάται ἦσαν. καὶ γὰρ οἱ ὑγιαίνοντες, ὅσῳ ἂν μεῖζον προβαίνοντες ὁδοιπορέωσι, τοσούτῳ μᾶλλον πτερνοβάται εἰσὶ τιθέντες τὸν πόδα, αἴροντες δὲ τὸν ἐναντίον”. ὅτι μὲν οἱ μέγα προβαίνοντες τὴν πτέρναν ἐπὶ τῆς γῆς στηρίζουσιν, εἴρηταί μοι πρόσθεν ἐναργῶςτε φαίνεται. οὐδὲν δὲ ἧττον φαίνεται καὶ τὸ μὴ προβαίνειν μέγα πάντως, ὅσοι δύνανται κάμπτειν τὰ ἄνω ἄρθρα δι’ἡντινοῦν αἰτίαν. πάσχουσι δὲ τοῦτο τὴν ταλαιπωρίαν οὐ φέροντες, ἣν ἐν τῷ μεταφέρειν ἀποτεταμένον τὸ σκέλος ἴσχουσιν · ὡς ἄλλο δ’οὐδέν ἐστι τὸ κωλύον αὐτοὺς μέγιστον προβαίνειν ἐστηριγμένου τηνικαῦτα τοῦ ὑγιοῦς σκέλους, καὶ προελόμενοί γε πρᾶξαι τοῦτο, δύνανται ποιεῖν αὐτὸ μετὰ καμάτου, ὥστε ἄμεινον ἦν ἴσως οὕτως ἑρμηνεύεσθαι τὸν λόγον · οἷς ἐξέπεσε τὸ κατ’ἰσχίον ἄρθρον πρόσω, τούτοις κατὰ τὰς ὁδοιπορίας ὑπάρχει μηδὲν ἧττον τοῦ πεδίουτε καὶ τῶν δακτύλων τῇ πτέρνῃ χρῆσθαι. εἰ δ’ὑπέμενον μέγα διαβαίνειν τῷ πεπονθότι σκέλει, κα- κἂν πάνυ πτερνοβάται ἦσαν · ἀλλὰ γὰρ οὐ τολμῶσι πράττειν οὕτω, διότι ταλαιπωροῦνται μόγις μεταφέροντες ἄκαμπτόν γε τὸ σκέλος.
“ὁκόσοισι δὲ δὴ οὕτως ἐκπέπτωκε καὶ ἔτι μᾶλλον τῇ πτέρνῃ προσεγχρίπτουσιν ἢ τὸ ἔμπροσθεν”. τὸ ἐγχρίπτειν εἴωθε λέγειν ἐπὶ τῶν ἐρειδόντων ἄλληλα, καὶ τοῦτο γοῦν σημαινόμενον ὅτε συνεβούλευε διαπλάττειν τὰ κατάγματα διιστάντα πρότερον ἀπ’ἀλλήλων τῇ τάσει τὰ κατεαγότα, οὕτως ἔφη ῥᾷον γίγνεσθαι τὴν ἐπανόρθωσιν αὐτῶν ἢ εἴ τις ἐγχρίπτοντα πρὸς ἄλληλα συνάγοι τὰ ὀστέα. σαφῶς οὖν καὶ κατὰ τὴν νῦν προκειμένην ῥῆσιν ἐδήλωσεν ὃ μικρὸν ἔμπροσθεν εἶπεν. οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν. ὅτι σαφέστερον ἂν εἴρητο καὶ κάλλιον, εἴ τις αὐτὸ κατὰ τήνδε τὴν λέξιν ἡρμήνευσεν · οὐδὲν γὰρ ἧσσον τῇ πτέρνῃ οὗτοι βαίνουσιν ἢ τὸ ἔμπροσθεν, ἀλλ’ἔτι μᾶλλον · οὐ μὴν ἐκεῖ γε προσέθηκε τὸ ἔτι καὶ μᾶλλον.
“τὸ γὰρ ἔμπροσθεν τοῦ ποδὸς ὅταν ἐκτεταμένον ἔῃ τὸ ἄλλο σκέλος, οὐχ ὁμοίως δύναται ἐς τὸ πρόσω καμπυλέεσθαι, ὥσπερ ὅταν ξυγκεκαμμένον ἔῃ τὸ σκέλος, οὔτ’αὖ σιμοῦσθαι δύναται ὁ ποὺς ξυγκεκλιμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον ἔῃ τὸ σκέλος. ὑγιαίνουσάτε οὖν ἡ φύσις οὕτω πέφυκεν, ὥσπερ εἴρηται. ὅταν δὲ ἐκπεσὸν μὴ ἐμπέσῃ τὸ ἄρθρον, οὕτως ὁδοιπορέουσιν, ὡς εἴρηται, διὰ τὰς προφάσιας ταύτας τὰς εἰρημένας, ἀσαρκότερον μέντοι τὸ σκέλος τοῦ ἑτέρου γίνεται, κατάτε τὸ πυγαῖον κατάτε τὴν γαστροκνημίην καὶ κατὰ τὴν ὄπισθεν ἴξιν. οἷσι δ’ἂν νηπίοισιν ἔτι ἐοῦσι τὸ ἄρθρον οὕτως ὀλισθάνον μὴ ἐμπέσῃ ἢ καὶ ἐκ γενεῆς οὕτω γένηται καὶ τούτοισι τὸ τοῦ μηροῦ ὀστέον μᾶλλόν τι μινύθει ἢ τὰ τῆς κνήμης καὶ τὰ τοῦ ποδός”. τὸ κατὰ τὸ πεδίοντε καὶ τοὺς δακτύλους μέρος τοῦ ποδὸς, ὅπερ ἔμπροσθεν εἶπον, αὐτὸ πρὸς τὴν γῆν ἐπινεύειν ἀδύνατόν ἐστι τῆς ἰγνύας ἐκτεταμένης. ὠνόμασε δὲ τὸ σχῆμα τοῦτο τοῦ ποδὸς καμπύλεσθαι διὰ τὸ μήτ’ἔκτασιν εἰθίσθαι λέγεσθαι μήτε κάμψιν ἐπὶ τοῦ κατ’ἀστράγαλον ἄρθρου, καθάπερ ἐπὶ τῆς ἰγνύαςτε καὶ τοῦ βουβῶνος. ὅταν μὲν οὖν οἱ πρόσθιοι μύες ἀνατείνωσι τὸν ταρσὸν εἰθισμένον πώς ἐστι λέγειν σιμοῦσθαι τὸν πόδα. τῶν δ’ὄπισθεν εἰς ἑαυτοὺς ἑλκόντων τὴν πτέρναν καὶ τὸν ταρσὸν, οὐδὲν ὄνομα σύνηθές ἐστι τῷ τοιούτῳ σχήματι. διόπερ ὁ Ἱπποκράτης, ὡς ἔφην, αὐτὸ καμπύλεσθαι προσηγόρευσεν, οἰκείαν τῷ δηλουμένῳ πράγματι φωνὴν ἐξευρών. οὔτε γὰρ σιμοῦσθαι δύναται ὁ ποὺς συγκεκαμμένου τοῦ σκέλεος, ὡς ὅταν ἐκτεταμένον ᾖ τὸ σκέλος, ἀνατείνεσθαίτε διὰ τῶν ἔμπροσθεν μυῶν ὁ ποὺς οὐ δύναται. τοῦτο γάρ ἐστι τὸ σιμοῦσθαι κεκαμμένου τοῦ σκέλους, ὥσπερ ἐκτεταμένου, καθάπερ οὐ δὲ καμπύλεσθαι χωρὶς τοῦ καμφθῆναι. ἐπ’ὀλίγον μὲν γὰρ καὶ μετὰ βίας ἑκάτερον τῶν εἰρημένων πάσχῃ καὶ καθ’ἑκάτερον τῶν σχημάτων, ἐπὶ πολὺ δὲ καὶ χωρὶς βίας οὐ δύνανται, ἔτι ὡς οἶδ’ἔφην οἱ τῆς γαστροκνημίας μύες ἐκπεφυκότες, οὐκ ἐκ τῆς κνήμης, ὑφ’ὧν ἡ πτέρνα καὶ ὁ ποὺς ὅλος ἕλκεται πρὸς τὴν ὀπίσω χώραν, ὅπερ ἔνιοι μὲν ὀνομάζουσι καμπὴν ποδὸς, ἔνιοι δ’ἔκτασιν. ὥσπερ γε καὶ τὴν ἀντικειμένην κίνησιν, ἣν διὰ τῶν προσθίων ἴσχει, ἔνιοι μὲν ἔκτασιν, ἔνιοι δὲ καμπὴν ὀνομάζουσιν, ἀλλ’ἐπὶ μὲν ταύτης εἰθίσθαι τὸν πόδα λέγειν. ἐπὶ δὲ τῆς ἐναντίας οὐδέν ἐστιν ἅπασι σύμφωνον ὄνομα. βλάπτεται δ’οὐδὲν ἡ τῶν πραγμάτων γνῶσις ἐκ τῆς τῶν ὀνομάτων διαφωνίας. ἐγὼ γὰρ νομίζω, σαφῶς ἑκάτερον ἐδήλωσα διὰ τοῦ λόγου χωρὶς τῶν διαπεφωνημένων ὀνομάτων.
“ἤκιστα μὲν ἐν τούτῳ τῷ τρόπῳ τοῦ ὀλισθήματος ὁ μηρὸς μειοῦται. μινύθουσι μέντοι αἱ σάρκες πάντῃ, μάλιστα δὲ κατὰ τὴν ὄπισθεν ἴξιν, ὥσπερ ἤδη καὶ πρόσθεν εἴρηται. ὅσοι μὲν οὖν ἂν τιθηνηθῶσιν ὀρθῶς, οὗτοι μὲν δύνανται προσχρέεσθαι τῷ σκέλεϊ αὐξανόμενοι βραχυτέρῳ μέν τινι τοῦ ἑτέρου ἐόντι, ὅμως δὲ ἐρειδόμενοι ξύλῳ ἐπὶ ταῦτα, ᾗ τὸ σιναρὸν σκέλος · οὐ γὰρ κάρτα δύνανται ἄνευ τῆς πτέρνης τῷ στήθει τοῦ ποδὸς χρέεσθαι ἐπικαθιέντες, ὥσπερ ἐν ἑτέροις χωλεύμασιν ἔνιοι δύνανται. αἴτιον δὲ τοῦ μὴ δύνασθαι τὸ ὀλίγῳ πρόσθεν εἰρημένον, διὰ οὖν τοῦτο προσδέονται ξύλου. ὅσοι δ’ἂν καταμεληθῶσι καὶ μηδὲν χρέονται ἐπὶ τὴν γῆν τῷ σκέλεϊ, ἀλλὰ μετέωρον ἔχουσι, τούτοισι μινύθουσι μὲν τὰ ὀστέα ἐς αὔξησιν μᾶλλον ἢ τοῖσι χρεομένοισι, μινύθουσι δὲ καὶ αἱ σάρκες πολὺ μᾶλλον ἢ τοῖσι χρεομένοισι. κατὰ δὲ τὰ ἄρθρα ἐς τὸ εὐθὺ πηροῦται τούτοισι τὸ σκέλος, μᾶλλόν τι ἢ οἷσιν ἄλλως ἐκπεπτώκῃ”. ἔνιοι τῶν ἐξηγουμένων τὰς τοιαύτας λέξεις οὕτως ἐοίκασιν ἐμπείρως ἔχειν αὐτῶν, ὥστε τὸ μὲν ἥκιστα σημαίνειν νομίζουσιν οὐ δ’ὅλως, τὸ δ’οὐχ ἥκιστα μάλιστα. οὗτοι δ’ἂν νομίσαιεν ὑφ’Ἱπποκράτους εἰρῆσθαι, τοῖς οὕτω παθοῦσι μη δ’ὅλως μειοῦσθαι τὸν μηρόν · ἀλλὰ φαίνεταί γε μειούμενος, οὐ μὴν ὥσπερ ἐπὶ ταῖς ἄλλαις ἐκπτώσεσιν, ὅτι μετριωτέρας ἐκείνων ἔχει τὰς μειούσας αἰτίας. ἐλέχθησαν δὲ εἶναι δύο, διαστροφήτε τῶν ὀργάνων καὶ βλάβη τῶν ἐνεργειῶν, δι’ἣν ὀλίγα χρῶνται τῷ σκέλει · ἀλλ’ἐν τούτῳ τῷ παθήματι πρὸς τῷ μὴ διεστράφθαι μεγάλως οὐ δ’ἡ τῆς ἐνεργείας βλάβη σφόδρα τὸ σκέλος γίγνεται.
“ὡς μὲν οὖν ἐν κεφαλαίῳ εἰρέεσθαι τὰ ἄρθρα τὰ ἐκπίπτοντα καὶ τὰ ὀλισθαίνοντα ἀνίσως αὐτὰ ἑωυτοῖσιν ἐκπίπτει καὶ ὀλισθαίνει, ἄλλοτε μὲν πολὺ πλείονα, ἄλλοτε δὲ πολὺ ἐλάσσονα. καὶ οἷσι μὲν ἂν πολὺ πλεῖον ὀλισθῇ ἢ ἐκπέσῃ, χαλεπώτερα ἐμβάλλειν τὸ ἐπίπαν ἐστί · καὶ ἢν μὴ ἐμβιβασθῇ, μείζους καὶ ἐπιδηλοτέρας τὰς πηρώσιας καὶ κακώσιας ἴσχει τὰ τοιαῦτα τῶν ὀστέων καὶ σαρκῶν καὶ σχημάτων. ὅταν δὲ μεῖον ἐμπέσῃ καὶ ὀλισθῇ, ῥηΐδιον μὲν ἐμβάλλειν τὰ τοιαῦτα τῶν ὀστέων γίνεται · ἢν δὲ καταπορηθῇ ἢ ἀμεληθῇ ἐμπεσεῖν, μείους καὶ ἀσινέστεραι αἱ πηρώσιες γίνονται τούτοισιν ἢ οἷσιν ὀλίγῳ πρόσθεν εἴρηται. τὰ μὲν οὖν ἄλλα ἄρθρα καὶ πάνυ πολὺ διαφέρει ἐς τὸ, ὅτε μὲν μεῖον, ὅτε δὲ μεῖζον τὸ ὀλίσθημα ποιέεσθαι. μηροῦ δὲ καὶ βραχίονος κεφαλαὶ παρὰ πλησιότητα ὀλισθαίνουσιν αὐτὴ ἑωυτῇ ἑκατέρη. ἅτε γὰρ στρογγύλαι μὲν αἱ κεφαλαὶ ἐοῦσαι ἁπλὴν τὴν στρογγύλωσιν καὶ φαλακρὴν ἔχουσι. κυκλοτερέες δὲ αἱ κοιλίαι ἐοῦσαι αἱ δεχόμεναι τὰς κεφαλὰς, ἁρμόζουσαι δὲ τῇσι κεφαλῇσι. διὰ τοῦτο οὐκ ἔστιν αὐτῇσι τὸ ἥμισυ ἐκστῆναι τοῦ ἄρθρου. ὀλισθαίνοι γὰρ ἂν διὰ τὴν περιφερίην ἢ ἐς τὸ ἔξω ἢ ἐς τὸ εἴσω. περὶ οὗ νῦν ὁ λόγος ἐστὶν, ἐκπίπτουσι τελέως ἤδη, ἐπεὶ ἄλλως γε οὐκ ἐκπίπτουσιν. ὅμως δὲ καὶ ταῦτα ὅτε μὲν πλείω ἀποπηδᾷ ἀπὸ τῆς φύσεως, ὅτε δὲ ἔλασσον, μᾶλλον δέ τι μηρὸς τοῦ βραχίονος πέπονθεν”. οὐ ταύτης μόνης τῆς ῥήσεως, ἀλλὰ καὶ τῶν ἐφεξῆς ἁπασῶν ἕν ἐστι κεφάλαιον κοινὸν ἀλλήλων διαφέρειν τὰς ἐξαρθρήσεις, οὐ σμικρὰν διαφορὰν ἐν τῷ μᾶλλόντε καὶ ἧττον. ἔνιαι μὲν γὰρ ἐπὶ πολὺ τοῦ κατὰ φύσιν, ἔνιαι δ’ἐπ’ὀλίγον ἀφίστανται μᾶλλον καὶ ἧττον ἑκάτεραι τοῦτο πάσχουσαι. περὶ μὲν οὖν τῶν ἄλλων ἄρθρων εὔδηλόν ἐστιν, οἷον τοῦτε κατ’ἀγκῶνα καὶ καρπὸν καὶ κνήμην καὶ πόδα καὶ δακτύλους. ἐπὶ δὲ τοῦ κατ’ὦμον καὶ ἰσχίον ἐπιδεικνύει, μὴ δυνάμενον γενέσθαι τὸ καλούμενον παράρθρημα διὰ τὸ τὰς κεφαλὰς τῶν ἄρθρων σφαιροειδεῖς οὔσας ἐμβαίνειν κοιλότησιν ὀφρῦς ἐχούσας κυκλοτερεῖς, ἐφ’ὧν ἀδύνατόν ἐστι διαμένειν τὰς κεφαλάς. ἐξ ἀνάγκης γὰρ εὐθέως, εἴ τισι τὰς κοιλότητας ἐμπίπτουσιν ἐκτὸς αὐτῶν ὀλισθαίνουσιν · ἀλλ’ὅμως φησὶ κα- κἀπὶ τούτων ἐνίοτε μὲν ἀξιόλογον, ἐνίοτε δ’ὀλίγιστον ἀφίστασθαι τὰς κεφαλὰς τοῦ κατὰ φύσιν. εὔδηλον δ’ὅτι τοῦτε βραχυτάτου καὶ τοῦ πλείστου τὸ μεταξὺ διαφορὰς ἔχει κατὰ τὸ μᾶλλόντε καὶ ἧττον οὐκ ὀλίγας.