Galen

Commentary on Hippocrates' On Joints, 2

2.1

γνάθος δὲ ὀλίγοισιν ἤδη τελέως ἐξήρθρησε. γνάθον ὀνομάζουσιν οἱ ἀνατομικοὶ τὸ ὑποκάτω τοῦ μήλου καλουμένου. τὸ μῆλον δ’αὐτοῖς ἐξέχον ἐν τοῖς πρόσω διακρατοῦσιν ἀτρέμα περιφερές. τοίνυν Ἱπποκράτης οὕτως εἴρηκεν, ὤμου δὲ ἄρθρον ἐν ἴσῳ τοῦ κατ’ὦμον ἄρθρου, ἵνα καὶ νυνὶ λέγων τὸ κατὰ τὴν γνάθον ἄρθρον τὴν κάτω γένυν ὠνόμασε γνάθον. οὕτως δὲ καὶ ποιητὴς εἴρηκε · κόπτων ἀμφοτέρῃσι, χαμαὶ δ’ἅπαντας ὀδόντας γνάθων ἐξελάσαιμι συὸς ὡς ληϊβοτείρης. καὶ γὰρ κἀκεῖνος φαίνεται γνάθους ὀνομάζων τὰς γένυας · αὐτόςτε πάλιν Ἱπποκράτης ἐν τοῖς ἐφεξῆς γνάθους αὐτὰς καλεῖ. περὶ μὲν οὖν τῆς προσηγορίας ἱκανὰ καὶ ταῦτα. διὰ τί δέ φησιν ὀλίγοις ἐξαρθρήσασθαι τὴν γένυν αὐτός σε διδάξει διὰ τῶν ἐπιφερομένων, οἷς δὴ πρόσεχε τὸν νοῦν.

2.2

ὀστέωντε γὰρ τὸ ἀπὸ τῆς ἄνω γνάθου πεφυκὸς ὑπεζύγωται πρὸς τὸ ὑπὸ τὸ οὖς ὀστέῳ προσπεφυκότι, ὅπερ ἀποκλείει τὰς κεφαλὰς τῆς κάτω γνάθου, τῆς μὲν ἀνωτέρω ἐὸν, τῆς δὲ κατωτέρω τῶν κεφαλαίων. τάτε ἄκρεα τῆς κάτω γνάθου τὸ μὲν διὰ τὸ μῆκος οὐκ εὐπαρείσδυτον, τὸ δ’αὖ τὸ κόρωνόντε καὶ ὑπερέχον ὑπὲρ τοῦ ζυγώματος. εἴρηταί μοι καὶ πρόσθεν ἔντε τῇ περὶ τοῦ ἀγκῶνος ἐξηγήσει καὶ τῷ πρώτῳ τῶν ὑπομνημάτων · καὶ εἴ τις οὐ νοεῖ σαφῶς τὰ οὕτως ὑφ’Ἱπποκράτους λεγόμενα, δείκνυσι καὶ τοῦτο πρὸ τοῦ διδάσκοντος ὀστᾶ μάλιστα μὲν ἀνθρώπων, εἰ δὲ μὴ, πιθήκων. ἄμεινον δὲ μὴ νῦν, ὁπότ’ἀναγιγνώσκει τὰ βιβλία, ταύτην ἕξιν γίγνεσθαι τῶν ὀστῶν, ἀλλ’ἔμπροσθεν ἐπὶ χολῆς γεγονέναι. λέλεκται δὲ καὶ ὡς ὑφ’ἡμῶν γέγραπται βιβλίον τοῖς εἰσαγομένοις περὶ ὀστῶν, ὅτιτε τῷ μέλλοντι συνιέναι δῆλον τί ἐν τούτοις τοῖς γράμμασιν Ἱπποκράτης λέγει, προγεγυμνάσθαι βέλτιόν ἐστιν ἐν ἐκείνῳ. καὶ τοίνυν ἔμπροσθεν ἔγραψα καὶ νῦν ποιήσω μέσην τινὰ τοῖςθ’ἑωρακόσι καὶ μὴ ἑωρακόσι διδασκαλίαν. οὕτως γὰρ οἴθ’ἑωρακότες οὐκ ἀνιάσονται τῷ μήκει τῶν λόγων οἵτ’οὐ δ’ὅλως ἑωρακότες οἷον ὑπογραφήν τινα ἕξουσι τῆς ἀκριβοῦς μαθήσεως, ἣν οὐχ οἶόντε χωρὶς τῆς ἐπὶ τῶν ὀστῶν αὐτοψίας γενέσθαι. νόει δή μοι καὶ τὸ μὲν κινούμενον ἐν τοῖς ὀδοῦσι στόμα τὴν κάτω γένυν εἶναι, τὸ δ’ἀκίνητον τὴν ἄνω, περιέχεσθαι δὲ πρὸ τῶν ὀστῶν τοὺς ἀλλήλους ὀδόντας κατάτε τὸ μέγεθος καὶ τὸ πλῆθος. ἐκπεφυκὸς δὲ τὸ τῆς ἄνω γνάθου λεπτόν ἐστι καὶ συνεχὲς τῷ περιέχοντι τὸ μικρὸν, καθ’ὃν ὀστῷ τούτῳ δ’ἄγαντ’ἂν ἕτερον ἐκ τοῦ τῶν ἀκουστικῶν πόρων ἐν αὐτῷ περιέχοντος ὀστοῦ. καθ’ δὲ συμβάλλει ταῦτα ἀλλήλοις γίγνεσθαι συνάρθρωσιν ὁμοίαν ῥαφῇ. τὸ τοίνυν ὀστοῦν τοῦτο λεπτὸν, συνάπτει τὴν ἄνω γένυν τῇ κεφαλῇ, καλεῖται ζύγωμα πρὸς τῶν ἀνατομικῶν, ἐπειδὴ καὶ αὐτὸς Ἱπποκράτης φάσκων ὑποζυγῶσαι δηλοῖ συνάγειν ἀλλήλοις τὰ δύο ὀστᾶ, καθάπερ ζυγὸν ὑποκείμενον αὐτοῖς. ὑπὸ δὲ τούτῳ τῷ ζυγώματι κοιλότης ἐστὶν ἀξιόλογος, ἣν κατείληφεν ἑτέρα τῶν ἀποφύσεων τῆς κάτω γένυος, ἥντε κορώνην θηλυκῶς ὀνομάζουσι καὶ κόρωνον οὐδετέρως, οὔσης καὶ ἑτέρας ἀποφύσεως κατὰ τοῦτο δακνοίη, καθ’ἣν διαρθροῦται τῷ τῆς κεφαλῆς ὀστῷ, πλησίον τοῦ ὠτός. ἀλλ’αὕτη μὲν ἀπόφυσις βραχεῖα ἦν κατὰ τὸ μῆκος, δ’ἑτέρα πολὺ μακροτέρα. διορίζει δὲ ἀμφότερον μέσον τεταμένον τὸ ζύγωμα, τῆς μὲν μακροτέρας ταπεινότερον κείμενον, ὑψηλότερον δὲ τῆς ταπεινοτέρας. ἀμφοτέρας δὲ τὰς ἀποφύσεις τῆς γένυος ὠνόμασεν Ἱπποκράτης κεφαλὰς ἐν τῷ φάναι τὸ ζύγωμα τὰς κεφαλὰς ἀποκλείειν, ὅπερ ἐστὶ διείργειν καὶ χωρίζειν ἀλλήλων, τῆς μὲν κατωτέρω, τῆς δὲ ἀνωτέρω. πρόδηλον οὖν ὡς δυνατόν ἐστιν ἐκπεσεῖν τῆς οἰκείας διαρθρώσεως τὴν κάτω γένυν ἄνευ τοῦ κατωτέρω χωρῆσαι τοῦ ζυγώματος τὴν κορώνην, οὐ μὴν οὐ δ’ἁπλῶς τοῦτο γενόμενον ἔξαρθρον αὐτὴν ἐργάσεται. ἀνοιγομένου γὰρ τοῦ στόματος εἰς τὴν ἰδίαν ἐπανήξει χώραν. εἰ τοίνυν ἔξαρθρος ἔσεσθαι μέλλοι, κωλυθῆναι χρὴ τὴν ἐπάνοδον αὐτῆς εἰς τὸ πλάγιον ἐκτραπείσης. ὀρθῶς οὖν ἐφεξῆς ἔφη, χωρὶς τοῦ μέγιστον χαίνοντος εἰς τὰ πλάγια ἐκτρέψαι τὴν γένυν, ἀδύνατον αὐτὴν ἐκπεσεῖν. οὔτε γὰρ αὐτὴ ἀποχωρῆσαι δύναται κατωτέρω τοῦ ζυγώματος κορώνη, πλὴν ἐπὶ πλεῖστον ἀποστῆναι τὴν κάτω γένυν τὴν ἄνω. τοῦτο δ’ἐν τῷ μέγιστον χαίνειν γίνεται, οὔτ’ἄνευ τῆς εἰς τὸ πλάγιον ἐκτροπῆς πρὸς τὴν οἰκείαν χώραν ἐπάνοδος κωλύεται. διάτε οὖν ταῦτα δυσκόλως ἐκπίπτει καὶ διὰ τὴν ἀνεχόντων μυῶν ῥώμην, ὑπὲρ ὧν κατὰ τὴν ἑξῆς λέξιν ἤκουον αὐτοῦ λέγοντος.

2.3

ἅματε ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεες τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασσητῆρες καλεόμενοι. ἅς ἔμπροσθεν ὠνόμασε κεφαλὰς τῆς κάτω γένυος ἄκρεα νῦν προσηγόρευσεν ἐπ’ἀμφοτέρων λέγων νευρώδεις τένοντας πεφυκέναι. καλεῖν δ’εἴωθε τένοντας ἐκεῖνα τὰ πέρατα τῶν μυῶν προσαγορεύουσιν ἀπονευρώσεις οἱ ἀνατομικοὶ, νευρωδέστερα μὲν ἀεὶ τῶν μέσων ὄντα, διαφέροντα δ’ἀλλήλων ἐν τῷ ποτὲ μὲν πλείονα τὴν σαρκώδη φύσιν ἔχειν τῆς νευρώδους, ποτὲ δ’ἐλάττονα. ὁπότε μὲν οὖν τῆς σαρκὸς οὐσία πλείων , σαρκώδη τὴν ἀπονεύρωσιν καλοῦσι τοῦ μυὸς, ὁπόταν δὲ ἐλάττων , νευρώδη προσαγορεύουσι. νῦν οὖν ἐπειδὴ τῆς σαρκώδους οὐσίας νευρώδης ἐστὶ πλείων, εἰκότως ἔφη νευρώδεις τένοντας ἐκπεφυκέναι τῶν κεφαλῶν. ἀπὸ γὰρ τῶν ὑψηλῶν τῆς κάτω γένυος ἐξηρτῆσθαί φασι μύας τοὺς κροταφίτας καὶ μασητῆρας καλουμένους. ἄδηλον δὲ πότερον τοὺς αὐτοὺς μύας τοῖς τοιούτοις προσηγόρευσεν ὀνόμασιν, ἄλλους μὲν εἶναι βούλεται τοὺς κροταφίτας, ἄλλους δὲ τοὺς μασσητῆρας. οἱ μὲν γὰρ μετ’αὐτὸν ἀνατομικοὶ κροταφίτας μὲν ὀνομάζουσι τοὺς ἐκ τῶν κατὰ κροτάφους ὀστῶν τῆς κεφαλῆς ἐκφυομένους, οὓς ἂν διανοίγειντε καὶ συνάγειν τὸ στόμα σαφῶς ὁρῶμεν ἐντεινομένους, τοὺς δὲ ἐπικεκλεισμένους τοῖς πλατέσι τῆς κάτω γνάθου καὶ τούτοις δὲ ἑκατέρωθεν ἕνα μασσητῆρα, ἐπειδὴ περιάγουσιν ἐν τῷ μασᾶσθαι τὴν γένυν, οὔπω δυναμένων τοῦτο ποιεῖν, τῶν ἄνωθεν καταφερομένων. ἀνασπῶσι γὰρ ἐκεῖνοι μόνην αὐτὴν, οὐ μὴν εἰς τὰ πλάγια παράγουσι, διὸ κἂν ἐν τῷ συνάγειν τὸ στόμα τούτων χρῄζομεν, ὡς ἂν κἀπειδὰν ἐνδάκνοντές τι τοῖς προσθίοις ὀδοῦσιν ἀποθραύουσιν, ἢν βουληθῶμεν ἀποθλάσαι τι διὰ τῶν κυνοδόντων ὀνομα ζομένων. ὅταν δὲ ταῖς μύλαις ἐπιβάλλοντες τὰ σιτία καταθραύειντε καὶ λεαίνειν αὐτὰ προελώμεθα, μάσησις μὲν καλεῖται τὸ τοιοῦτον ἔργον, ὑπὸ δὲ τῶν ὑποβεβλημένων τοῖς πλατέσιν ἐπιτελεῖται παραγόντων αὐτῶν εἰς τὰ πλάγια τὴν γένυν. εὔλογον οὖν ἐστι τούτους μὲν μασητῆρας ὀνομάζειν, κροταφίτας δὲ τοὺς ἐκφυομένους τῶν κατὰ τοὺς κροτάφους ὀστῶν, οἳ καὶ περιλαμβάνουσι νευρώδεις τένοντας, τὴν κορώνην τῆς γένυος ἐν κύκλῳ πᾶσαν περιφερόμενοι. καὶ μὴν καὶ ἄλλη τίς ἐστι συζυγία μυῶν ἐγκατακεκριμένη τῷ στόματι, τὴν μὲν ἄνω ἔκφυσιν ἔκτε τῶν πτερυγοειδῶν ὀστῶν ἔχουσα καὶ συμπάσης τῆς παρακειμένης αὐτῇ κοιλότητος. ἐμφυομένη δὲ τῇ κάτω γένυϊ κατ’ἐκεῖνο μάλιστα τὸ μέρος, ὅθεν πρὸς τὴν διάρθρωσιν ἀπόφυσις ἀναφέρεται. τούτων τῶν μυῶν οἱ περὶ τοὺς μασητῆρας ἐξικνοῦνται μῦς, οὓς κατὰ τῶν πλατέων ἔφην ἔξωθεν ἐπιτετάσθαι τῆς κάτω γένυος, ὡς τῶν ἔνδοθεν αὐτῶν τὸ πλατὺ κατειλήφασιν οἱ προειρημένοι δύο μῦς, ἑκατέρωθεν εἶς. ὅταν οὖν Ἱπποκράτης εἴπῃ, ἅματε ἀμφοτέρων τῶν ἀκρέων τούτων νευρώδεις τένοντες πεφύκασιν, ἐξ ὧν ἐξήρτηνται οἱ μύες οἱ κροταφῖται καὶ μασητῆρες καλεόμενοι, πρόδηλος μὲν οὖν ἐστι τῶν ἔξωθεν ἐπιβεβλημένων μυῶν τῇ γένυϊ μη δ’ὅλως μνημονεύων, ἐπὶ δὲ τὰς δύο συζυγίας ἄγων ἡμᾶς τῶν μυῶν, οἵτε σαφῆ τὴν ἔκφυσιν ἔχουσιν ἐκ τῶν περάτων τοῦ μυὸς καὶ ὅσοι παρὰ τὴν κοιλότητα τὴν παρὰ τοῖς πτερυγοειδέσιν ὀστοῖς. οὗτοι μὲν γὰρ τὴν ἑτέραν ἀνάπτουσι τὴν εἰρημένην διαρθροῦται τὴν κεφαλὴν, τὸ δ’ἕτερον ζεῦγος, ὅπερ τὰς κορώνας ἔφην ἐμφέρεσθαι, ταῦτα πάλιν αὐτὰ τῆς γένυος τὰ πέρατα πρὸς τὴν κεφαλὴν ἀνατείνουσι.

2.4

διὰ τοῦτο δὲ καλέονται καὶ διὰ τοῦτο κινέονται, ὅτι ἐντεῦθεν ἐξήρτηνται. μασητῆρας εἰπὼν καλεῖσθαι τοὺς προειρημένους μύας αἰτίας ἀποδίδωσι τῆς προσηγορίας αὐτῶν. ὅτι γὰρ ἐντεῦθεν ἐξήρτηνται, τουτέστιν ἐκ τῶν ἀκρέων τῆς γένυος, διὰ τοῦτο κινοῦνται μασωμένων καὶ καλοῦνται μασητῆρες.

2.5

ἐν γὰρ τῇ ἐδωδῇ καὶ ἐν τῇ διαλέκτῳ καὶ ἐν τῇ ἄλλῃ χρήσει τοῦ στόματος. κάτω γένυς ἐστὶν κινουμένη μόνη, ἀπαγόντων μὲν αὐτὴν ἀπὸ τῆς ἀνωτάτης κατὰ τὸν τράχηλον δυοῖν προσθίων μυῶν, προσαγόντων δὲ τῶν μασητήρων. εἰκότως οὖν ἐναργῆ τὴν κίνησιν ἔχει ἐξηρτημένην μεγίστην ἔχον τοῦ ὀστοῦ τὴν κίνησιν, ὠνομάσθησάντε διὰ τὴν κίνησιν ταύτην μασητῆρες ἀπὸ τοῦ σφοδροτάτου τῶν ἔργων τῆς κάτω γένυος, ἀσθενὴς γὰρ ἐν τῷ διαλέγεσθαι κίνησις.

2.6

μὲν ἄνω γνάθος ἀτρεμέει, συνήρτηται γὰρ τῇ κεφαλῇ καὶ οὐ διήρθρωται, δὲ κάτω γνάθος κινέεται, ἀπήρθρωται γὰρ ἀπὸ τῆς ἄνω γνάθου καὶ ἀπὸ τῆς κεφαλῆς. τινὲς μὲν συνήρθρωται γράφουσιν, ἔνιοι δὲ συνήρτηται ὅτι καὶ τὴν συνάρθρωσιν ὀστῶν συμβολὴν φυσικὴν εἶναι βούλεται, ποτὲ μὲν ἀμυδρὰν ἐχόντων τὴν κίνησιν, ἔστι δ’ὅτε ὅλως φαινομένην, ὥσπερ γε τὴν διάρθρωσιν, ὡς τὴν φυσικὴν σύνταξιν ἐναργῆ τὴν κίνησιν ἐχόντων · ἐν δὲ τῇ προειρημένῃ ῥήσει τὴν ἀπάρθρωσιν ἐπιδείκνυται ταὐτὸ μὲν σημαίνειν τῇ διαρθρώσει, εἴπερ γε καὶ τὸ ἀπηρθρῶσθαι.

2.7

διότι μὲν οὖν ἐν σπασμοῖσι καὶ τετάνοισι τοῦτο πρῶτον τὸ ἄρθρον ἐπισημαίνει συντεταμένον, διότι πληγαὶ καίριοι καὶ καροῦσαι αἱ κροταφίτιδες γίνονται, ἐν ἄλλῳ λόγῳ εἰρήσεται. δι’ὀλίγων ῥημάτων εἰπεῖν δυνάμενος, ἐπειδὴ πλησίον ἐστὶ τῆς ἀρχῆς τῶν νεύρων τὰ κατὰ τοῦτο τὸ ἄρθρον εἴς γε σπασμοὺς αὐτὸ τοῦτο πρῶτον ἄρθρον ἄρχεται καὶ τὰς πληγὰς καρώδεις ἴσχει, οὐκ οἶδ’ὅπως ἀνεβάλλετο. τάχ’οὖν ἐβούλετο σὺν ἀποδείξει τὸν λόγον ποιήσασθαι τῶν εἰς ταὐτοὺς ἐκφυομένους ἐξ ἐγκεφάλου νεύρων μνημονεύσας, ὅπερ οὐκ οὖν ἀναγκαῖον ἐν τῇ προκειμένῃ διδασκαλίᾳ γίγνεσθαι. καὶ διὰ τοῦτ’ἀνεβάλλετο τὸν τέλειον λόγον ἑκατέρωθεν γράψαι.

2.8

περὶ δὲ τοῦ μὴ κάρτα ἐξαρθρέειν τάδε τὰ αἴτια. ποῖα τάδε; προειρημένα δηλονότι δύο ἔχοντα κεφάλαια τὴν τῶν ὀστῶν φύσιν, οἵαν διῆλθον, ἅμα τῇ ῥώμῃ τῶν μυῶν.

2.9

αἴτιον δὲ καὶ τόδε, ὅτι οὐ μάλα καταλαμβάνουσι τοιαῦται ἀνάγκαι βρωμάτων, ὥστε τὸν ἄνθρωπον χανέειν μεῖζον ὅσον δύναται. ἐκπέσοι δ’ἂν ἀπ’οὐδενὸς ἄλλου σχήματος ἀπὸ τοῦ μεγάλα χανέοντα παραγαγεῖν τήν γένυν ἐπὶ θάτερα. τοῦ σπανίως ἐκπίπτειν δὴ τὴν γένυν ἐπὶ ταῖς προειρημέναις δύο ἀντιθέσεσι, τρίτην προστίθησιν, ὅτι χωρὶς μὲν τοῦ μέγιστον διοῖξαι τὸ στόμα τὴν ἔκπτωσιν ἀδύνατον γενέσθαι. διοίσειν δέ τι πλεῖστον αὐτῆς οὖν δεόμεθα πολλάκις, ἐπειδὴ δύο χρεῖαι τῆς τοιαύτης ἐνεργείας εἰσὶν, ἤτοι μέγιστον ὄγκον ἐθέλησε τῷ στόματι τοῦ σώματος παραλαβεῖν χασμώμενον ἄχρι πλείστου διαλαβεῖν, ὧν τὸ μὲν πρότερον σπάνιόν ἐστι, τὸ δὲ δεύτερον μόνον τοῖς ἄφροσι συμβῆναι δύναται · καὶ γὰρ καὶ τεθέαμαί ποτε γινόμενον αὐτὸ πλουσίῳ Πλακίνῳ, διοίξαντι μέχρι πλείστου τὸ στόμα, κἄπειτα παραγαγόντι πρὸς τὸ πλάγιον. εἰώθει δὲ συνεχῶς οὕτως ἐσχηματίσθαι καὶ ὥσπερ καλὸν ἔργον ἑκὼν ἀεὶ μεῖζον ἐπειρᾶτο τοῦ πρότερον χαίνειν.

2.10

προσσυμβάλλεται μέντοι καὶ τόδε πρὸς τὸ ἐκπίπτειν. ὁκόσα γὰρ νεῦρα καὶ ὁκόσοι μύες παρὰ ἄρθρα εἰσὶν ἀπὸ ἄρθρων ἀφ’ὧν ξυνδέδενται, τούτων ὅσα ἐν τῇ χρήσει πλειστάκις διακινέεται, ταῦτα καὶ ἐς τὰς κατατάσιας δυνατώτατα ἐπιδιδόναι, ὥσπερ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα πλείστην ἐπίδοσιν ἔχει, περὶ οὗ νῦν λόγος. ὅσον ἐπὶ τοῖς προειρημένοις αἰτίοις οὐ δ’ὅλως ἐχρῆν πάνυ σπανίως ἐκπίπτειν τὴν γένυν, οὐ μὴν φαίνεταί γε οὕτως ἔχειν. ἐκπίπτει γὰρ σπανίως, οὐ μὴν ὥστε παμπόλλωντε τῶν ἡμῶν ὁρᾶσθαι, καθάπερ τὰ σπανιώτατα. διὰ γὰρ τὸ πολυκίνητον τῆς διαρθρώσεως οἱ κατ’αὐτὴν μύες καὶ τὰ νεῦρα τέταται καὶ τάσεις ἑτοιμοτέρας ἔχουσι τῶν ὀλιγάκις εἰς χρείαν κινήσεως ἀφικνουμένων, ὥσπερ φησὶ καὶ τὰ δέρματα τὰ εὐδεψητότατα, τουτέστι τὰ κάλλιστα μεμαλαγμένα, πλείστην ἐπίδοσιν ἔχει · καὶ γὰρ ποιητὴς ἐπὶ τοῦ μαλάξαι τὸ δεψῆσαι λέγει · κηρὸν δεψήσας μελιηδέα.

2.11

ἐκπίπτει μὲν γνάθος ὀλιγάκις, σχᾶται μέντοι πολλάκις ἐν χάσμασιν, ὥσπερ καὶ ἄλλοι μυῶν παραλλαγαὶ καὶ νεύρων τοῦτο ποιέουσι. τὸ σχᾶται τί ποτ’αὐτὸ σημαίνει, γνωσόμεθα τοῖς συμφραζομένοις προσέχοντες τὸν νοῦν. φησὶν οὖν, ὡς αἱ ἄλλαι μυῶν παραλλαγαὶ καὶ νεύρων τοῦτο ποιοῦσιν, ὥστε τὸ σχᾶσθαι μυῶν καὶ νεύρων ἐστὶ πάθος ἄνευ ἀρθρήματος. ὁποῖον δέ τι τὸ πάθος τοῦτ’ἔστι δῆλον μὲν κἀκ τοῦ φάναι παραλλαγαί. βούλεται μὲν γὰρ αὐτὸς ἐκ τῆς κατὰ φύσεως θέσεως εἰς ἑτέραν μεθίστασθαι, βούλεται δὲ καὶ ἀθρόως τοῦτο γίγνεσθαι. καὶ γὰρ καὶ μετ’ὀλίγον ἐνδείξεται τοῦτο σημαίνειν τὸ σχάσαι λέγων οὕτω, ἔπειτα ἐξαπίνης σχάσαι τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νοῦν, τουτέστι μεταβάλλειν ἀθρόως τὸ πρὸς τὸ σχῆμα. καὶ μέντοι καὶ νῦν ἔτι λέγουσιν ἔντε τῇ Κῷ καὶ σχεδόν ἅπασι ταῖς Ἑλληνίσι πόλεσι σχαστηρίαν, ὡς ἐπιβαίνοντες ἐξαίφνης καταπίπτειν, ποιοῦσι τὸν κανόνα, παρεστήκασιν ἅπαντες οἱ μέλλοντες τρέχειν. καὶ κατὰ παλαίστραν δὲ τὸ σχάσαι σημαίνει τὴν χεῖρα ταχέως ἄγειν πρὸς αὐτὴν ἐκ τῆς ἔμπροσθεν θέσεως. ὅταν οὖν εἴπῃς σχάσαι τὴν γένυν ἐπὶ τὸ τῶν μυῶν βάθος ἀναφέρειν χρὴ, παραλλασσόντων ἐν τοῖς αἰφνιδίοις τἄλλατε τῶν σωμάτων, ὡς μὴ φυλάττεσθαι τὴν ἀρχαίαν θέσιν τῶν μυῶν, ἀλλὰ διαστρέφεσθαί τι καὶ τείνεσθαι κατά τι,

2.12

δῆλος δὲ τοῖσι μάλιστά ἐστιν, ὅταν ἐκπεπτώκῃ. προΐσχει γὰρ κάτω γνάθος ἐς τοὔμπροσθεν καὶ παρῆκται τἀναντία τοῦ ὀλισθήματος καὶ τοῦ ὀστέου τὸ κόρωνον ὀγκηρότηρον γίνεται παρὰ τὴν ἄνω γνάθον καὶ χαλεπῶς ξυμβάλλουσι τὰς κάτω γνάθους. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς τὸ καλούμενον ζύγωμα προβέβληται τῆς ἄνω χώρας, ἐν τὸ κόρωνόν ἐστι τῆς γένυος, ὅτιτε μὴ παρενεχθέντος αὐτοῦ πρὸς θάτερα μέρη πρὸς τὴν οἰκείαν χώραν γένυς ἀνασπασθήσεται. ἀναγκαῖον οὖν ἐστιν, ὅταν γένυς ποτὲ ἐκπέσῃ, τὴν κορώνην αὐτῆς ἔξω φέρεσθαι τοῦ ζυγώματος. ἄλλην γὰρ οὐδεμίαν ἔχει χώραν εἰς ἣν ἐνεχθήσεται, ὥστ’εἰκότως ἐξέχουσα φαίνεται κατὰ τὴν κάτω γένυν, ἔνθα τὸ ζύγωμά ἐστιν. αὐτὸ δὲ δὴ τοῦτο τὸ ζύγωμα, καθ’ τι μάλιστα τέτακται μαθήσῃ σαφῶς ἐπὶ τῶν ἰσχνῶν ἀνθρώπων κατασκεψάμενος τόντε κροταφίτην μῦν καὶ τὸ μῆλον. ἐν γὰρ τῷ μεταξὺ τὸ προφανές ἐστι τὸ ζύγωμα, μεμνημένος αὐτοῦ τὴν χώραν τῆς θέσεως, ὅταν ἴδῃς τινὰ μὴ δυνάμενον κλεῖσαι τὸ στόμα προσεληλυθυίας εἰς τὸ πρόσω τῆς γένυος, ἅμα τὸ παρῆχθαι ζήτησαν ἀκριβῶς διαγνῶναι τοῖς ὀφθαλμοῖςτε καὶ τοῖς δακτύλοις τὸ κόρωνον ἐξέχον παράτε τὸ μῆλον καὶ τὸ ζύγωμα. κἀπειδὰν εὕρῃς οὕτως ἔχον ἀκριβὴς ἔστω σοὶ διάγνωσις τοῦ τὴν γένυν ὠλισθηκέναι.

2.13

τούτοισι δὲ ἐμβολὴ πρόδηλος, ἥτις γίνοιτ’ἂν ἁρμόζουσα · χρὴ γὰρ τὸν μέν τινα κατέχειν τὴν κεφαλὴν τοῦ τετρωμένου, τὸν δὲ περιλαβόντα τὴν κάτω γνάθον καὶ ἔσωθεν καὶ ἔξωθεν τοῖσι δακτύλοισι κατὰ τὸ γένειον χάσκοντος τοῦ ἀνθρώπου, ὅσον μετρίως δύναται. πρῶτον μὲν διακινέειν τὴν γνάθον χρόνον τινὰ τῇ καὶ τῇ παράγοντα τῇ χειρὶ καὶ αὐτὸν τὸν ἄνθρωπον κελεύειν χαλαρὴν τὴν γνάθον χρόνον ἔχειν καὶ συμπαράγειν καὶ συνδιδόναι ὡς μάλιστα. τοῖς θεασαμένοις ἐξ ἀνατομῆς ἀκριβῶς τὴν σύνθεσιν ὧν διηγήσατο μορίων ἐμβολὴ πρόδηλός ἐστι, πρὸς οὓς καὶ αὐτὸς ἀποβλέπων οὕτως εἶπε · τὰ δ’ἐξαίφνης εἰρημένα περὶ τῆς ἐμβολῆς σαφῆ πάντα, πλὴν εἴ πού τις μία λέξις δύο παρεμπίπτει, περὶ ὧν ἐπισημανοῦμαι.

2.14

ἔπειτα ἐξαπίνης σχάσαι τρισὶ σχήμασιν ὁμοῦ προσέχοντα τὸν νόον. δεῖ μὲν γὰρ παράγεσθαι ἐκ τῆς διαστροφῆς εἰς τὴν φύσιν, δεῖ δὲ ἐς τοὐπίσω ἀπωθῆναι τὴν γνάθον τὴν κάτω, δεῖ δὲ ἑπόμενον τούτοισι συμβάλλειν τὰς γνάθους καὶ μὴ χάσκειν. ἐμβολὴ μὲν οὖν αὕτη καὶ οὐκ ἂν γένοιτο ἀπ’ἄλλων σχημάτων. ἰητρείη δὲ βραχεῖα ἀρκέει σπλῆνα προστιθέντα κεκηρωμένον χαλαρῷ ἐπιδέσμῳ ἐπιδεῖν. ἀσφαλέστερον δὲ χειρίζειν ἐστὶν ὕπτιον κατακλίνοντα τὸν ἄνθρωπον ἐρείσαντα τὴν κεφαλὴν αὐτοῦ ἐπὶ σκύτινον ὑποκεφάλαιον ὡς πληρέστατον, ἵνα ὡς ἥκιστα ὑπείκῃ. μετὰ τὸ προδιακινῆσαι καὶ μαλάξαι τὰ νεῦρα καὶ τοὺς μύας ἕλκοντα κάτω τὴν γένυν, ἀπάγοντάτε καθόσον ἐνδέχεται τῆς ἄνω, προσήκει πρᾶξαι τοίνυν τὸ ὑπ’αὐτοῦ κελευόμενον, ὅπερ εἷπεν ἐξαπίνης σχάσαι, τουτέστιν ἐξαίφνης καὶ ἀθρόως παράγειν εἰς τὸ κατ’εὐθὺ τῆς κατὰ φύσιν χώρας τὸ ἄρθρον, ἐν τούτῳ γε καταστήσαντα παραχρῆμα πάλιν ὠθεῖν εἰς τοὐπίσω κελεύσαντα τῷ πάσχοντι συνάγειν τὸ στόμα. πρότερον μὲν οὖν αὐτὸν ἠξίουν χάσκειν, χαλαρὰν παρέχοντα τὴν γένυν, ὅπερ ἐστὶ μηδένα τῶν μυῶν τείνοντα. τοῦτο γὰρ συμφορώτατον εἴςτε τὸ διακινῆσαι τὰ νεῦρα καὶ τοὺς μῦς ἐξαίφνηςτε παραγαγεῖν ἐπὶ τὸ κατὰ φύσιν τὴν παρεστραμμένην γένυν ἀπώσασθαίτε πρὸς τοὐπίσω. νυνὶ δ’ὅταν ἤδη κατ’εὐθὺ τῶν οἰκείων χωρῶν ἑκατέρων τῶν ἄκρων τῆς γένυος γένηται σύμφησι τοὺς κροταφίτας ἐνεργήσαντας ἐπισπᾶσθαι πρὸς ἑαυτοὺς ὅλην αὐτήν. ἐνεργήσουσι δὲ προθυμηθέντος τοῦ κάμνοντος συνάγειντε καὶ κλεῖσαι τὸ στόμα.

2.15

προσκατέχειν δέ τινα χρὴ τὴν κεφαλὴν τετρωμένον. ἐν τῷ διακινεῖσθαι τὴν γένυν ἀπάγειντε μετρίως εἰς τὸ κάτω τὴν κεφαλὴν κελεύει κατέχεσθαι, χάριν τοῦ μὴ συνακολουθεῖν αὐτὴν τῇ κάτω γένυϊ. τοῦτο δὲ κοινὸν ἐπὶ πασῶν ἀντιθέσεών ἐστι τὸ παράγγελμα, τοῦ τετρωμένου διάγειν ἐν ἴσῳ τοῦ παρηγγελμένου βεβλαμμένου · πάσας γὰρ τὰς βλάβας οἱ Ἴωνες ὀνομάζουσι κοινῶς τρώματα.

2.16

ἢν δ’ἀμφότεραι γνάθοι ἐξαρθρήσωσιν, μὲν ἴησις αὐτή. συμβάλλειν δέ τι ἧσσον οὗτος τὸ στόμα δύναται · καὶ γὰρ προπετέστεραι αἱ γένυες τούτοισιν, ἀστραβέες δέ. τὸ δὲ ἀστραβὲς μάλιστ’ἂν γνοίης τοῖσιν ὁρίοισι τῶν ὀδόντων τῶντε κάτω κατ’ἴξιν. ἐν ταύτῃ τῇ ῥήσει δόξῃ γνάθους ὀνομάζειν οὐ τὸ γένυν ὅλως, ἀλλ’ἑκάτερον τῶν μερῶν καθ’ πλατύνεται αὐτή. δόξῃ δὲ καὶ τὰ κάτω πέρατα, καθ’ γυμνὸν καὶ ἄσαρκον γίγνεται τὸ ὀστοῦν, ὀνομάζειν γένυας, ἐκ τοῦ φάναι, καὶ γὰρ προπετέστεραι γένυες τούτοισιν · ἀλλὰ μετ’ὀλίγον τὸ πάλιν ὅλην τὴν κάτω γένυν ὠνόμασε γνάθον, ἔνθα φησίν · ἢν δὲ κάτω γνάθος κατὰ ξύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνιμον. δ’αὐτὴ καὶ ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ὥστε συγκέχυται παρ’αὐτῷ τὰ σημαινόμενα τοῦτε τῆς γνάθου καὶ τοῦ τῆς γένυος ὀνόματος. μέντοι λέγει κατὰ τὴν προκειμένην ῥῆσίν ἐστι τοιοῦτον. ἐὰν κατ’ἀμφοτέρας τὰς διαρθρώσεις ἔκπτωσις γένηται, μᾶλλον μὲν εἰς τὸ πρόσω χωρεῖ νῦν κάτω γένυος ἤπερ ὅτε κατὰ θάτερον μέρος ἐκπέπτωκε, καὶ πλέον ἀφεστηκυῖα φαίνεται τῆς ἄνω γένυος, οὐ μὴν παρασπᾶταί γε, οὐ δὲ διαστρέφεται φυλάσσουσα τὸ κατὰ φύσιν ἀδιάστροφον. διαγνώσεις δὲ τῇ τῶν ὀδόντων εὐθυωρίᾳ, τουτέστιν ὅταν οἱ κάμνοντες ἄνω κέωνται κατ’εὐθύ. τομεῖς μὲν τομεῦσι, κυνόδοντες δὲ κυνοδοῦσι, τὰς μύλας δὲ ταῖς μύλαις.

2.17

τούτοισι ξυμφέρει ἐμβαλέειν ὡς τάχιστα, ἐμβολῆς δὲ τρόπος πρόσθεν εἴρηται. τάχιστα μὲν ἐμβάλλειν συμφέρει, πρὶν διὰ τὴν τάσιν τῶν μυῶν εἰς συμπάθειαν ἀφικέσθαι τὸν ἐγκέφαλον. δὲ τρόπος τῆς ἐμβολῆς ὃν ἐπὶ τῆς κατὰ τὸ ἕτερον μέρος ἐξαρθρώσεως εἶπεν, οὐ κατὰ πᾶν αὐτός μοι δοκεῖ νῦν γίνεσθαι προσήκειν · τότε μὲν γὰρ εἰς τὸ πλάγιον μέρος γένυς ἀτρέμα παρῆκται, νυνὶ δὲ ἰσόρροπός ἐστιν, ὥστ’αὔταρκες διακινήσαντα καὶ πρὸς τὸ κάτω τὸ ὀστοῦν ἑλκύσαντα χάριν τοῦ τὸ πέρας τῆς κορώνης κατωτέρω γενέσθαι τοῦ ζυγώματος, οὕτως ἤδη πρὸς τὴν ἔσω χώραν ὠθεῖν ἑκατέρωθεν ὅλην τὴν γένυν, ἅμα τῷ κελεῦσαι τῷ κάμνοντι κλείειν τὸ στόμα.

2.18

ἢν δὲ μὴ ἐμπέσῃ, κίνδυνος περὶ τῆς ψυχῆς ὑπὸ πυρετῶν ξυνεχέων καὶ νωθρῆς καρώσιος. οὐκ ἀκίνδυνος μὲν οὖν οὐ δὲ καθ’ἕτερον μέρος ἐξάρθρωσις. δὲ κατ’ἄμφω διάπλασίς ἐστι χαλεπωτέρα πάντας τοὺς κατέχοντας τὴν κάτω γένυν ἐντείνουσα μύας. ἐντάσσονται δὲ, ὡς εἴρηται, τέτταρες, δύο μὲν οἱ ἐκ τῶν κροτάφων ἀρχόμενοι, δύο δ’οἱ ἐκ τῶν παρὰ τὰ πτερυγοειδῆ κοιλοτήτων. ἐχόντων δ’αὐτῶν ἀπὸ τοῦ ἐγκεφάλου τὰ νεῦρα καὶ μόνον οὐ ψαυόντων αὐτοῦ τοῦ ἐγκεφάλου διὰ ταχέων εἰκός ἐστι γίγνεσθαι τὴν συμπάθειαν. οὗτοι μὲν οὖν τέτταρες μύες ἐν ἐκπτώσεσι μάλιστα πονοῦσι, κυριώτατοι πάντων ὄντες ὡς ἂν ἀπὸ τῆς τρίτης συζυγίας ἐξ ἐγκεφάλου τὰ νεῦρα λαμβάνοντες, ἥτις οὐ πόρρω τέτακται τῆς ἀρχῆς αὐτοῦ. συμβαίνει γε μὴν καὶ τοὺς ἔξωθεν ἐπικειμένους τῇ γένυϊ καθ’ἕτερον μέρος διεκφυέντας ἐν ταῖς τοιαύταις ἐκπτώσεσι τείνεσθαι παρὰ φύσιν, οὐχ ὁμοίως μὲν ὄντας κυρίους τοῖς προειρημένοις τέτταρσι · πορρωτέρω γὰρ ἀφεστήκασι τοῦ ἐγκεφάλου καὶ τοῦ νεύρου ἀρχὴ διὰ μακροτέρου τούτοις ἐστίν. οὐ δ’ἀνὰ τῆς συζυγίας τοῖς τέτταρσιν ἔχουσι τὰ νεῦρα, συντελοῦντάς γε μὴν οὐκ ὀλίγον οὐ δ’αὐτοὺς, ὥσπερ καὶ οἱ ἄλλοι μύες οἱ καθ’ὅλον τὸ σῶμα, καίτοι τούτων ὄντες ἀκυρώτεροι. διὰ ταῦτ’οὖν πάντα περὶ ψυχῆς γίγνεται τὸν κίνδυνον ἐπὶ τῷ τετάσθαι παρὰ φύσιν ὀδυνωμένωντε καὶ διὰ τοῦτο φλεγμαινόντων τῶν μυῶν, εἰς ὁμοίαν δὲ αὐτοῖς ἀγόντων διάθεσιν τὸν ἐγκέφαλον, οὗ παθόντος οἱ ὀξεῖς ἕπονται πυρετοὶ μετὰ τοῦ βλάπτεσθαι τὰς τῆς ψυχῆς ἐνεργείας ἁπάσας. γάρ τοι καιρὸς τὸ πάθος μήτ’αἰσθάνεσθαι μήτε κινεῖσθαι τὸν ἄνθρωπον παρακολουθεῖν ἑαυτῷ πέπονθεν · ἀλλὰ τόν γε λογισμὸν καὶ τὴν μνήμην καὶ τὴν αἴσθησιν ἅμα καὶ τὴν καθ’ὁρμὴν κίνησιν διέφθαρται.

2.19

καρώδεις γὰρ οἱ μύες οὗτοι καὶ ἀλλοιούμενοι καὶ ἐντεινόμενοι παρὰ φύσιν. ἱκανὸν ἑκάτερον τῶν εἰρημένων ἐργάσασθαι καιρὸν, τ’ἀλλοίωσις καὶ τάσις τῶν μυῶν εἰς ἐμπάθειαν τῆς σαρκὸς ἀγομένης κατ’ἄμφω. μὲν οὖν τάσις αὕτη γίνεται τῶν ἰνῶν, αἵτε πρότερον ἦσαν χαλαραὶ νῦν ἁπασῶν κατ’εὐθεῖαν γραμμὴν ἀποτεινομένων. δ’ἀλλοίωσις ὅταν ἤτοι θερμανθῶσιν ψυχθῶσιν ἀμέτρως ὑγρανθῶσιν θαλφθῶσιν φλεγμήνωσιν ἐρυσιπελατωδῶς σχῶσιν σήπωνται · ἐν ἅπασι γὰρ τοῖς τοιούτοις κατ’αὐτὴν τὴν οὐσίαν ἀλλοιοῦνται, τεινόμενοι δὲ μόνον εὐθύνονται κατὰ τὰς ἶνας ἄνευ τοῦ τὴν οὐσίαν αὐτῶν ἑτεροιοῦσθαι.

2.20

φιλέει δὲ καὶ γαστὴρ ὑποχωρέειν τούτοισι χολώδεα, ἄκρητα ὀλίγα καὶ ἢν ἐμέωσιν, ἄκρητα ἐμέουσι. τὸ μὲν ἐν τοῖς ὀξυτάτοις πυρετοῖς ἄκρητα χολώδεα γεννᾶσθαι κατὰ τὸ σῶμα θαυμαστὸν οὐδέν · εἴ γε δὴ καὶ πιμελὴ καὶ σὰρξ ἁπαλὴ καὶ νεοπαγὴς ὑπὸ τῶν τοιούτων πυρετῶν τήκεται καὶ κατοπτᾶται τὸ αἷμα. τὸ δὲ καὶ συρρεῖν εἰς τὴν γαστέρα καὶ ἔντερα τὰς τοιαύτας συντήξεις ἴδιον τῶν ὀδυνωμένων ἐπὶ νευρώδεσι μόνων. ὅτιτε σὺν τούτοις κακοῦται καὶ πάσχει τὸ τῆς γαστρὸς στόμα νευρωδέστατον ὄν. εὕρηται δ’ὀρθῶς ὑπ’αὐτοῦ τὰ σύνεγγυς καὶ τὰ κοινὰ πρῶτα καὶ μάλιστα κακοῦσθαι, καὶ ὅτι παθεῖν τοῦτο ταῖς ὀδύναις οὐκ ἀνέχει, καίτοι μικραὶ τυγχάνουσιν οὖσαι. λειποψυχίαι γὰρ γίνονται κακοπαθοῦντι τῷ στόματι τῆς γαστρός. ἐν δὲ ταῖς λειποψυχίαις συρρεῖ τὰ λεπτὰ περιττώματα πάντα εἰς τὴν γαστέρα. καὶ μέντοι καὶ χωρὶς τοῦ πεπονθέναι τοῦτο κατὰ τὰς ἰσχυρὰς ὀδύναςτε καὶ λύπας φαίνεται τὰ τοιαῦτα περιττώματα συρρέοντα πρὸς τὴν γαστέρα καὶ τὰ ἔντερα. τῶν μὲν οὖν εἰς τὴν γαστέρα παραγιγνομένων κένωσις δι’ἐμέτων γίγνεται, τῶν δ’εἰς τὰ ἔντερα διὰ τῆς ὑποχωρήσεως.

2.21

οὗτοι οὖν καὶ θνήσκουσι δεκαταῖοι μάλιστα. ἔστι καὶ παρὰ τοῖς ἄλλοις παλαιοῖς ἐνίοτε μάλιστα φωνῆς τὸ σημαινόμενον τοιοῦτον εὑρεῖν, οἷον καὶ νῦν φαίνεται παρὰ τῷ Ἱπποκράτει τὸν ἔγγιστα ποσαχὸν ἐμφαῖνον τοῦ λεγομένου κατὰ τὸν ἀριθμὸν πράγματος, ὡς εἰ καὶ οὕτως εἰρήκει · καὶ θνήσκουσιν οἱ οὕτως ἔχοντες ἐπὶ τὸ πολὺ περὶ τὴν δεκάτην ἡμέραν, ὥστ’εἰ κἂν ἐναταῖοι καὶ ἑνδεκαταῖοι τοῦτο πάθωσιν, ἀληθῶς εἰρῆσθαι τὸν λόγον. ὅτι δ’οὕτω χρῶνται τῷ μάλιστα, δῆλόν ἐστί σοι καὶ ἐκ τῶνδε τῶν παραδειγμάτων · Θουκυδίδης μὲν ἐν τῷ πρώτῳ φησί · ταῦτα δὲ ξύμπαντα ὅσα ἔπραξαν οἱ Ἕλληνες πρόςτε ἀλλήλους καὶ τὸν βάρβαρον ἐγένετο ἐν ἔτεσι πεντήκοντα μάλιστα. καὶ ἐν τῷ αὐτῷ · ἀπέχει δὲ ξʹ σταδίους μάλιστα. Ἀνδοκίδης δὲ ἐν τῷ περὶ μυστηρίων · ᾄδων δ’ἀνθρώπους τὸν μὲν ἀριθμὸν μάλιστα τριακοσίους. πολλή δέ ἐστιν χρῆσις τῆς λέξεως κατὰ τοῦτο τὸ σημαινόμενον ἅπασι τοῖς Ἕλλησιν.

2.22

ἢν δὲ καταγῇ κάτω γνάθος, ἢν μὲν μὴ ἀποκαυλισθῇ παντάπασιν, ἀλλὰ ξυνέχηται τὸ ὀστέον, ἐγκεκλιμένον δὲ ἔῃ, κατορθῶσαι μὲν χρὴ τὸ ὀστέον παρά γε τὴν γλῶσσαν πλαγίαν ὑπείραντα τοὺς δακτύλους, τὸ δὲ ἔξωθεν ἀντερείδειν, ὡς ἂν ξυμφέρει, κἂν διεστραμμένοι ἔωσιν οἱ ὀδόντες οἱ κατὰ τὸ τρῶμα κεκινημένοι, ὁκόταν τὸ ὀστέον κατορθωθῇ, ζεῦξαι τοὺς ὀδόντας χρὴ πρὸς ἀλλήλους μὴ μόνον τοὺς δύο, ἀλλὰ καὶ πλέονας, μάλιστα δὲ δὴ χρυσίῳ. ἔστ’ἂν κρατηθῇ τὸ ὀστέον · εἰ δὲ μὴ, ἐν λίνῳ. ἔπειτα ἐπιδεῖν κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν ὀλίγοισι, μὴ ἄγαν ἐρείδοντα, ἀλλὰ χαλαροῖσιν. ὅταν τοῦ καταγέντος ὀστοῦ μηδὲν ἀπαθὲς ὑπολείπηται, διαλυθέντων ἀπ’ἀλλήλων τῶν μερῶν, ὡς κατὰ μηδὲν τοῦτο συνέχεσθαι τὸ εἶδος τοῦ κατάγματος οἱ νεώτεροι τῶν ἰατρῶν ὀνομάζουσι καυληδὸν, ἐπειδὴ καὶ Ἱπποκράτης εἶπεν, ἐὰν μὴ ἀποκαυλισθῇ παντάπασι. τὰ δ’ἄλλα καὶ ταύτης τῆς ῥήσεως καὶ τῶν ἐφεξῆς σαφῆ, πλὴν εἴ πού τι βραχὺ παρεμπίπτοι καὶ τοῦτ’ἐπισημαινούμεθα.

2.23

εὖ γὰρ εἰδέναι χρὴ ὅτι ἐπίδεσις ὀθονίων γνάθῳ καταγείσῃ μικρὰ μὲν ἂν ὠφελέοι, εἰ χρηστῶς ἐπιδέοιτο, μεγάλα δὲ ἂν βλάπτοι, εἰ κακῶς ἐπιδέοιτο. τὸ μὲν μέγα βλάπτειν τὴν μοχθηρὰν ἐπίδεσιν κοινὸν ἁπάντων καταγμάτων ἐστὶ, τὸ δὲ μηδὲν ὠφελεῖν μέγα τὴν ἀγαθὴν ἐπίδεσιν ἐν τοῖς τῆς γένυος κατάγμασιν οὐκ ἄρα πάντων κοινόν ἐστι τῶν ὀστῶν, ἀλλὰ μόνων ἐκείνων ὅσα τὴν ἐν κύκλῳ περιβολὴν οὐ δέχεται τῶν ὀθονίων, εἴ τις φυλάττοι τὸ πεπονθὸς ὀστοῦν, ὅπως ἂν αὐτὸ διαπεπλασμένον ὑπὸ τοῦ ἰατροῦ παραλάβῃ. πρόσεστι δ’ἐξαίρετον τῇ γνάθῳ καὶ τὸ τῆς ἐπιδέσεως ἄσηρον, ὡς ἂν εἰθισμένῃ γυμνῇ καὶ ἀσκεπάστῳ διὰ παντὸς εἶναι.

2.24

πυκνὰ δὲ παρὰ τὴν γλῶσσαν ἐσμάττεσθαι χρὴ καὶ πουλὺν χρόνον ἀντέχειν τοῖσι δακτύλοισι κατορθοῦντα τοῦ ὀστέου τὸ ἐγκλιθέν. ἄριστον δὲ εἰ ἀεὶ δύναιτο, ἀλλ’οὐχ οἷόντε. ἢν δὲ ἀποκαυλισθῇ παντάπασι τὸ ὀστέον, ὀλιγάκις δὲ τοῦτο γίνεται, κατορθοῦν μὲν χρὴ τὸ ὀστέον οὕτως καθάπερ εἴρηται. ὅταν δὲ κατορθώσῃς, τοὺς ὀδόντας χρὴ ζευγνύναι, ὡς ἔμπροσθεν εἴρηται · μέγα γὰρ ἂν συλλαμβάνοι ἐς τὴν ἀτρεμίην, προσέτι καὶ εἴ τις ὀρθῶς ζεύξῃ, ὥσπερ χρὴ τὰς ῥαφὰς ῥάψας · ἀλλὰ γὰρ οὐ ῥηΐδιον ἐν γραφῇ χειρουργίην πᾶσαν ἀτρεκέως ἡγέεσθαι, ἀλλ’ὑποτυπέεσθαι χρὴ ἀπὸ τῶν γεγραμμένων. τὸ μὲν μάττεσθαι ζητεῖν σημαίνει, τὸ δὲ ἐσμάττεσθαι τῶν ἐν βάθει τι ζητεῖν, ὥσπερ καὶ νῦν. ἀξιοῖ γὰρ Ἱπποκράτης ἐμβάλλοντα τῷ στόματι τὸν δάκτυλον ἐπισκοπεῖσθαι μὴ παραλλάσσῃ τὰ μέρη τοῦ κατεαγότος ὀστοῦ καὶ οὕτως ἐπανορθοῦσθαι τῷ δακτύλῳ, πρὸς τί περ ἃν δόξῃ συμφέρειν ἀντωθοῦντα εἰς ῥέπει πρὸς τὴν ἐκτὸς χώραν. ὅτι δ’οὐκ αὐτὸν τὸν ἰατρὸν ἀεὶ χρὴ τοῦτο ποιεῖν, ἀλλὰ τὸν κάμνοντα διδάξει πράττειν οὕτως, εὔδηλον εἶναι νομίζω.

2.25

ἔπειτα χρὴ δέρματος Καρχηδονίου, ἢν μὲν νεώτερος τρωθεὶς, ἀρκέει τῷ λοιπῷ χρέεσθαι, ἢν δὲ τελειότερος αὐτῷ τῷ δέρματι τάμνοντα χρὴ εὖρος ὡς τριδάκτυλον ὅκως ἂν ἁρμόζει ὑπαλείψαντα κόμμι τὴν γνάθον. εὐμενέστερον γὰρ κόλλῃ προσκολλῆσαι τὴν δέριν ἄκρον πρὸς τὸ ἀποκεκαυλισμένον τῆς γνάθου, ὡς δάκτυλον ἀπὸ τοῦ τρώματος ὀλίγῳ πλέον. τοῦτο μὲν ἐς τὸ κάτω μέρος, ἐχέτω δὲ ἐντομὴν κατὰ τὴν ἴξιν τοῦ γενείου ἱμὰς, ὡς ἀμφιβεβήκει ἀμφὶ τὸ ὀξὺ τοῦ γενείου, ἕτερον δὲ ἱμᾶντα τοιοῦτον ὀλίγῳ πλατύτερον προσκολλῆσαι χρὴ πρὸς τὸ ἄνω μέρος τῆς γνάθου ἀπολιπόντα κατὰ τοσοῦτον ἀπὸ τοῦ τρώματος, ὅσονπερ ἕτερος ἀπέλιπεν. ἐσχίσθω δὲ καὶ οὗτος ἱμὰς τὴν ἀμφὶ τὸ οὖς περίβασιν. μαλακὸν εἶναι βούλεται τὸ δέρμα, καθάπερ ἦν ἴσως τότ’ἐν Καρχηδόνι. τούτων γὰρ ἐμνημόνευσεν ὀνομαστὶ παραδείγματος ἕνεκεν, ὥσπερ καὶ πρόσθεν ἐν τῷ περὶ ἀγμῶν Αἰγυπτίου δέρματος. εὔδηλον δ’ὅτι τοῦ δέρματος τούτου τοῦ ἐξωτάτου σκληρότερόντε καὶ πυκνότερον ὀνομάζει λοιπόν. ὅπως δ’αὐτῷ χρῆται, τῆς ἀντιτάσεως ἕνεκα τῶν κατεαγότων μορίων τῆς γένυος, αὐτὸς δηλώσει παρακο λουθούντων ἡμῶν τῷ σκοπῷ τοῦ γιγνομένου. βούλεται γὰρ τὸ μὲν ἕτερον μέρος τοῦ κατεαγότος ὀστοῦ πρὸς τὸ γένειον, τὸ κατώτερον τείνεσθαι ἄνω πρὸς τὴν κεφαλήν.

2.26

ἀποξέες δ’ἔστωσαν οἱ ἱμᾶντες ἀμφὶ τὴν ξυναφὴν, ἔνθα ξυνάπτεσθαίτε καὶ συνδεῖσθαι εἰς τὰ πέρατα τῶν ἱμάντων. ἐνταῦθα κελεύει στενότερά πως ὑπάρχειν αὐτὰ, μειουμένου κατὰ βραχὺ τοῦ πλάτους, ὅπως δέσις ἀσφαλεστέρα γένηται. τὰ γὰρ πλατύτερα πέρατα, κἂν ἐπιμελῶς τις δήσῃ, τὸ μόνιμον οὐκ ἔχει.

2.27

ἐν δὲ τῇ κολλήσει σάρξ τοῦ σκύτεος πρὸς τοῦ χρωτὸς ἔστω, ἐχεκολλότερον γὰρ οὕτως. τὸ σκύτος ἐκ δέρματος ζώου γίνεται διττὴν ἔχοντος φύσιν. ὅσον μὲν γὰρ ἔξωθέν ἐστι τοῦ δέρματος ὁμιλοῦν τῷ πέριξ ἀέρι πυκνότερόντε γίγνεται καὶ νευρωδέστερον, ὅσον δ’ἐντὸς τοῦδε, μαλακώτερόν τι καὶ ἀραιότερον. αὐτοῦ δὲ τούτου τὸ μὲν ἐγγύτερον τοῦ ἔξω πέρατος ἧττόν ἐστι, τὸ δὲ ἔνδον οὐ ψαύει τῶν ὑποκειμένων τῷ δέρματι, μᾶλλόντε ἀραιὸν καὶ σαρκῶδες, ὅπερ δὴ καὶ σάρκας τοῦ σκύτους ὠνόμασε καὶ συμβουλεύει κατὰ τοῦτο γίγνεσθαι τὴν κόλλησιν, ἅτε γὰρ μαλακώτερον καὶ ἀραιότερον ἐπιτηδειότερόν ἐστιν εἰς τοιαύτην χρείαν.

2.28

ἔπειτα κατατείναντα χρὴ καὶ τοῦτον τὸν ἱμᾶντα, μᾶλλον δέ τι τὸν περὶ τὸ γένειον, ὡς ὅτι μάλιστα μὴ ἀποσμιλαίνῃ γνάθος, ξυνάψαι τοὺς ἱμᾶντας κατὰ τὴν κορυφὴν, κἄπειτα περὶ τὸ μέτωπον ὀθονίῳ καταδῆσαι. ἀνενεχθέντων δηλονότι πρὸς τὴν κεφαλὴν τοῦ κάμνοντος ἀμφοτέρων τῶν περάτων τοῦ ἱμᾶντος δέσις αὐτῶν πρὸς τὴν κορυφὴν αὐτῆς. μᾶλλον δὲ βούλεται τετάσθαι τὸν κάτω χάριν τοῦ τὴν γένυν, ὡς αὐτὸς εἶπε, μὴ ἀποσμιλαίνειν, ὅπερ ἐστὶν εἰς ὀξὺ παράγεσθαι.

2.29

καὶ κατάβλημα χρὴ εἶναι, ὥσπερ νομίζεται, ὡς ἀτρεμέει τὰ δεσμὰ, τὴν δὲ κατάκλισιν ποιεέσθω ἐπὶ τὴν ὑγιέα γνάθον μὴ τῇ γνάθῳ ἐρηρεισμένος, ἀλλὰ τῇ κεφαλῇ. ἰσχναίνειν δὲ χρὴ τὸ σῶμα ἄχρι ἡμερῶν δέκα, ἔπειτα ἀνατρέφειν μὴ βραδέως. γὰρ οὖν τῇσι πρώτῃσιν ἡμέρῃσι μὴ φλεγμήνῃ, ἐν εἴκοσιν ἡμέρῃσι γνάθος κρατύνεται. τελέως γὰρ ἐπιπωροῦται, ὥσπερ καὶ τἄλλα τὰ ἀραιὰ ὀστέα, ἢν μὴ ἐπισφακελίσῃ. ἀλλὰ γὰρ περὶ σφακελισμῶν τῶν συμπάντων ὀστέων ἄλλος μακρὸς λόγος λείπεται. αὕτη διάστασις ἀπὸ τῶν κολλημάτων εὐμενὴς καὶ εὐταμίευτος καὶ ἐς πολλὰ καὶ πολλαχοῦ διορθώματα εὔχρηστος. τῶν δὲ ἰητρῶν οἱ μὲν σὺν νόῳ εὔχειρες καὶ ἐν ἄλλοισι τρώμασι τοιοῦτοί εἰσι καὶ ἐν γνάθων κατήξεσιν. ἐπιδέουσι γὰρ τὴν γνάθον κατεαγεῖσαν ποικίλως καὶ καλῶς καὶ κακῶς. τὸ κατὰ πάντων ἔξωθεν ἐπιβαλλόμενον οὕτως ὠνόμασεν, εἴτε τῶν καλουμένων παραρμάτων εἴτε τῶν ὁμοίων εἴη τι. καλεῖ δ’αὐτὸς, ὥσπερ νῦν ἔτι συνήθως ὀνομάζεται, παράρματα παραιρούμενα ὑπὸ τῶν ἀμφιεσμάτων, ὑπὸ τῶν ῥαπτόντων αὐτά. μάλιστα γὰρ ἐπιτήδεια διὰ μαλακότητα, ταῦτά ἐστιν εἰς τὴν προκειμένην χρείαν, δύναιτο δ’ἄν τις ἀπορῶν αὐτῶν ἐπὶ τῶν ὁμοίων ἀφικνεῖσθαι.

2.30

πᾶσα γὰρ ἔνδεσις γνάθου οὕτω καταγείσης ἐκκλίνει τὰ ὀστέα τὰ ἐς τὸ κάταγμα ῥέποντα μᾶλλον ἐς τὴν φύσιν ἄγει. τῆς οὕτω, φησὶ, καταγείσης γένυος, τουτέστι τῆς καυληδὸν, ἐπίδεσις ἐκκλίνει μᾶλλον εἰς τὸ κάταγμα ἐξευθύνει τὰ ὀστᾶ διὰ τὸ μὴ δύνασθαι περιελιχθῆναι τὰ ὀθόνια κύκλῳ τὰ περὶ τὸ πεπονθὸς, ἀλλ’ἔξωθεν μόνον ἐπικαλέεσθαι.

2.31

ἤν δὲ κάτω γνάθος κατὰ τὴν σύμφυσιν τὴν κατὰ τὸ γένειον διασπασθῇ, μόνη δὲ αὕτη ξύμφυσις ἐν τῇ κάτω γνάθῳ ἐστὶν, ἐν δὲ τῇ ἄνω πολλαὶ, ἀλλ’οὐ βούλομαι ἀποπλανᾷν τὸν λόγον · ἐν ἄλλοισι γὰρ εἴδεσι νουσημάτων περὶ τούτων λεκτέον. ἢν οὖν διαστῇ κατὰ τὸ γένειον σύμφυσις, κατορθῶσαι μὲν παντὸς ἀνδρός ἐστι. τὸ μὲν γὰρ ἐξεστεὸς ἐσωθέειν χρὴ εἰς τὸ εἴσω μέρος προσβάλλοντα τοὺς δακτύλους, τὸ δὲ εἴσω ῥέπον ἀνάγειν ἐς τὸ ἔξω μέρος ἐνερείσαντα τοὺς δακτύλους · ἐς διάστασιν μέντοι διατεινάμενοι ταῦτα χρὴ ποιέειν. ἐκ δυοῖν μὲν κάτω γένυς ὀστῶν σύγκειται κατ’ἄκρον τὸ γένειον ἀκριβῶς ξυμπεφυκότων, ἐκ πολλῶν δὲ ἄνω κατὰ συνάρθρωσιν κειμένων. ἀλλ’ τοιαύτη τῶν ὀνομάτων λεπτουργία παρὰ τοῖς παλαιοῖς οὐκ ἦν. διὸ καὶ Ἱπποκράτης τὴν ἄνω γένυν ξυντιθέντων τῶν ὀστῶν τὰς ἁρμονίας ὑπὸ τῆς ξυμφύσεως ἔταξε γένος, ἑνὶ γνωρίσματι προσέχων τὸν νοῦν ἐπ’αὐτῶν μηδεμίαν αἰσθητὴν κίνησιν ἐν ταῖς τοιαύταις τῶν ὀστῶν συνθέσεσι.

2.32

ῥᾷον γὰρ οὕτως ἐς τὴν φύσιν ἥξει εἰ ἐγχρίπτων τις ἐς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. τοῦτο παρὰ πάντα τὰ ὑπομνήματα χάριεν εἰδέναι. ὁκόταν δὲ κατορθώσῃ, ζεῦξαι μὲν χρὴ τοὺς ὀδόντας τοὺς ἔνθεν καὶ ἔνθεν πρὸς ἀλλήλους, ὥσπερ καὶ πρόσθεν εἴρηται. ἰῆσθαι δὲ χρὴ κηρωτῇ καὶ σπλήνεσιν ὀλίγοισι καὶ ὀθονίοισιν. ἔθος ἐστὶν Ἱπποκράτους, ὅσα κοινὰ παραγγέλματα τῶν κατὰ μέρος ἐστὶν ἅπαξ αὐτὰ περὶ ἑνὸς εἰπόντα δηλῶσαι τοῦ πράγματος τὴν δύναμιν, ὅτι κοινὴ πάντων τῶν ὁμοίων, ὥσπερ καὶ νῦν ἀξίως τὰ προδιατείνοντα τὴν κάτω γένυν οὕτω διαπλάττειν ἐπήνεγκε. ῥᾷον γὰρ εἰς τὴν φύσιν ἥξει εἴ τις ἐγχρίπτων εἰς ἄλληλα τὰ ὀστέα παραναγκάζειν πειρᾶται. αὐτὸ τὸ νῦν εἰρημένον, ὅτι κοινὰ ἁπάντων ἐστὶ τῶν διαπλαττομένων ὀστῶν, ἐπεσημήνατο διὰ τῆς προκειμένης ῥήσεως.

2.33

ἐπίδεσιν δὲ βραχείην ποικίλην, μάλιστα τοῦτο τὸ χωρίον ἐπιδέχεται, ἐγγὺς γάρ τι τοῦ ἰσορρόπου ἐστὶν, ὡς δὴ μὴ ἰσόρροπον ἐόν. ἀκριβῶς μὲν ἰσόρροπόν ἐστι μόριον, ὅταν ὁμοιότατον κατὰ τὸ σχῆμα κυλίνδρῳ. καλῶ δὲ κύλινδρον οὐχ παίζουσιν αἱ παῖδες, ἀλλὰ καὶ τὸ τοῖς κίοσιν ὑπάρχον σχῆμα. τοῦτο δ’ἀκριβῶς μὲν οὐδενὶ τῶν ὀστῶν ἐστι, μᾶλλον μέντοι τῶν ἄλλων ἐν μηρῷ καὶ βραχίονι. τῆς δὲ ἄνω γένυος ὅτι μὲν οὐκ ἔστι τοιοῦτον σχῆμα πρόδηλον, ὥσπερ οὐ δὲ ἰσόρροπον αὐτὴν εἶναί φασιν, ἐγγὺς μέντοι τοῦ ἰσορρόπου διὰ τοῦτ’αὐτὴν εἶπεν, ὅτι τὸ ἀριστερὸν μέρος τῷ δεξιῷ κατὰ πᾶν ἐξωμοίωται καὶ ἴσον ἐστὶ καὶ διὰ τοῦτο τὸ συγκείμενον ἐξ ἀμφοῖν ἰσόρροπον γίνεται μηδεμίαν ἔχον ῥοπὴν ἐπὶ θάτερα μέρη. δέχεται δὲ ποικίλας ἐπιδέσεις γένυς, ὡς κἀν τῇ τῶν ἐπιδέσμων γυμνασίᾳ πρώτῃ πάντων οὔσῃ μεμαθήκατε.

2.34

τοῦ δὲ ὀθονίου τὴν περιβολὴν ποιέεσθαι χρὴ, ἢν μὲν δεξιὴ γνάθος ἐξεστήκῃ, ἐπὶ δεξιά · ἐπὶ δεξιὰ δὲ νομίζεται εἶναι, ἢν δεξιὰ χεὶρ ἡγέηται τῆς ἐπιδέσιος · ἢν δὲ ἑτέρη γνάθος ἐξεστήκῃ, ὡς ἑτέρως χρὴ τὴν ἐπίδεσιν ἄγειν κἂν μὲν ὀρθῶς τις κατορθώσηται καὶ ἐπατρεμήσῃ ὡς χρὴ, ταχεῖα μὲν ἄλθεξις, οἱ δὲ ὀδόντες ἀσινέες γίνονται, ἢν δὲ μὴ, χρονιωτέρη μὲν ἄλθεξις, διαστροφὴν δὲ ἴσχουσα, οἱ ὀδόντες δὲ καὶ σιναροὶ καὶ ἀχρήϊοι γίνονται. ἐλέχθη καὶ πρόσθεν ἐπὶ τῶν ἑλκῶν ὅσα χεῖλος ἐξῃρημένον ἔχει, τὴν μὲν ἀρχὴν βάλλεσθαι τῆς ὀθόνης ὄπισθεν τοῦ τοιούτου χείλους, ἑλίττειν δ’οὕτω κατ’αὐτὸν τὸν ἐπίδεσμον, ὡς προσάγεσθαι θάτερα χείλη τοῦ ἕλκους. ἔστι γὰρ τοῦτο κοινὸν ἁπάντων τῶν ἐπανάγεσθαι δεομένων εἰς τὴν ἀρχαίαν φύσιν. οὕτως οὖν καὶ νῦν τὸ κοινὸν τοῦτο φυλακτέον ἐστὶ προστέλλοντε καὶ καταναγκάζον τὸ ἐφεστηκὸς μέρος. ἔσται δὲ τοῦτο τῶν ὀθονίων αὐτὸ προσαγόντων ἐκείνῳ. προσαχθήσεται δὲ, εἰ μὲν τὸ δεξιὸν εἴη μέρος τὸ ἐξεστηκὸς, ἐντεῦθεν μὲν ἀγομένων, ἐπὶ δὲ τὸ ἀριστερὸν ἀγόντων ἐπίδεσμον. εἰ δὲ τὸ ἀριστερὸν εἴη τὸ πεπονθὸς, ἐκεῖθεν μὲν ἀρχομένων, ἐπὶ τὸ δεξιὸν δὲ ἀφικνουμένων. τοίνυν Ἱπποκράτης ὅταν ἀπὸ τῶν δεξιῶν μερῶν ἀρξάμενός τις ἐπὶ θάτερον ποιῆται τὴν νομὴν τῶν ὀθονίων, ἐπὶ δεξιὰ καλεῖ τὴν τοιαύτην ἐπίδεσιν, οὐ τῇ φορᾷ τοῦ ἐπιδέσμου προσέχων τὸν νοῦν, ἀλλὰ τῇ τῆς χειρὸς ἡγεμονίᾳ · ἐὰν γὰρ νοήσῃς καταντικρὺς τοῦ μὲν ἐπιδουμένου τὸν ἰατρὸν, μὲν ἀπὸ τῆς δεξιᾶς γνάθου φορὰ τῶν ὀθονίων ἐπὶ τὴν ἀριστερὰν ἀγομένη τῆς δεξιᾶς ἔσται χειρὸς, δ’ἐναντία τῆς ἀριστερᾶς.

2.35

ἢν δὲ ῥὶς καταγῇ, τρόπος μὲν οὐχ εἷς ἐστι κατάξιος. αὐτὸς δὲ ἐφεξῆς ἐρεῖ τοὺς τρόπους · ἤτοι γὰρ μέρος αὐτῆς κατάγνυται, τῆς συνεχείας φυλαττομένης, ὡς μήτε κάτω χωρῆσαι μήτ’ἐφ’ἑκάτερα παραστραφῆναι, καὶ τούτων τι προσγίγνεται, καὶ ἤτοι κατὰ τὸ χονδρῶδες αὐτῆς τὸ πρόσω τούτων τι συμβαίνειν εἴωθεν, κατὰ τὸ λοιπὸν τὸ ὀστῶδες.

2.36

ἀτὰρ πολλὰ μὲν δὴ καὶ ἄλλα λωβέονται οἱ χαίροντες τῇσι καλῇσιν ἐπιδέσεσιν ἄνευ νόου, ἐν δὲ τοῖσι περὶ τὴν ῥῖνα καὶ μάλιστα. εἰρωνευόμενος εἴρηκεν οὐ τὰς ὄντως καλὰς σημαίνων, ὧν σκοπός ἐστιν εἰς τὸ κατὰ φύσιν ἄγειν τὸ πεπονθὸς, ἀλλὰ τὰς εὐμόρφους καὶ τερπούσας τοὺς ὁρῶντας. ὁποῖαι δέ εἰσιν αὗται, διὰ τῆς ἑπομένης ῥήσεως μαθήσῃ.

2.37

ἐπιδεσίων γάρ ἐστιν αὕτη ποικιλωτάτη καὶ πλείστους μὲν σκεπάρνους ἔχουσα, διαρρωγὰς δὲ καὶ διαλήψιας ποικιλωτάτας τοῦ χρωτὸς ῥομβοειδέας. ὡς οὖν εἴρηται, οἱ τὴν ἀνόητον ἐγχειρίην ἐπιτηδεύοντες ἄσμενοι ῥινὸς καταγείσης ἐπιτυγχάνουσιν ὡς ἐπιδήσωσι. μίαν μὲν οὖν ἡμέρην δύο ἀγάλλεται μὲν ἰητρὸς, χαίρει δὲ καὶ ἐπιδεδεμένος, ἔπειτα ταχέως μὲν ἐπιδεδεμένος κορίσκεται · ἀσηρὸν γὰρ τὸ φρόνημα. ἀρκέει δὲ τῷ ἰητρῷ, ἐπειδὴ ἐπέδειξεν ὅτι ἐπίσταται ποικίλως ῥῖνα ἐπιδέειν. ποιέει δὲ ἐπίδεσις τοιαύτη πάντα τἀναντία τοῦ δέοντος. τοῦτο μὲν γὰρ ὁκόσοι σιμοῦνται διὰ τὴν κάτηξιν δηλονότι, εἰ ἄνωθέν τις μᾶλλον πιέζοι, σιμότεροι ἂν εἶεν, τοῦτο δὲ ὅσοισι παραστρέφεται ἔνθα ἔνθα ῥὶς κατὰ τὸν χόνδρον ἀνωτέρω, δῆλον ὅτι οὐδὲν αὐτοὺς ἄνωθεν ἐπίδεσις ὠφελήσει, ἀλλὰ καὶ βλάψει μᾶλλον. σκέπαρνον μὲν ἐπίδεσμον ὅτι καλεῖ τὸν ἐγκεκλιμένον ὀλίγον ἐκ τῆς ἐγκαρσίας ἐπιβολῆς ἔμπροσθεν εἴρηται. διαρρωγὰς δὲ λέγει τὰ μεταξὺ διαστήματα τῶν ὀθονίων. ῥομβοειδῆ δὲ σχήματα τὰ ἰσόπλευρα μὲν, οὐκ ὀρθογώνια δέ · καὶ γὰρ καὶ ὁρίζεται τὸν ῥόμβον οὕτως Εὐκλείδης. ἔμαθες δὲ ὡς ἐν τοῖς ἐπιδέσμοις πάντων σχεδὸν πρῶτον ὀνομάζουσι ῥόμβον ἀπὸ τοῦ τὰ τοιαῦτα μάλιστα ἐργάσασθαι σχήματα.

2.38

οὐχ οὕτω γὰρ συναρμόσει σπλήνεσι τὸ ἐπὶ θάτερον τῆς ῥινὸς, καίτοι οὐ δὲ τοῦτο ποιέουσιν οἱ ἐπιδέοντες. οὐδὲν ὠφελεῖσθαί φησιν ἐξ ἐπιδέσεως τὴν εἰς τὸ πλάγιον ἐν τῷ καταγῆναι διαστραφεῖσαν ῥῖνα. γάρ τοι δόξῃ ἄν τινι βοηθεῖν αὐτῇ, μη δ’αὐτὸ δύνασθαί τι. δόξειε δ’ἂν εἶναι βοηθεῖν, στηρίσαι κατὰ τὸ πλάγιον αὐτὴν ὀθονίοις, ἐς ὅπερ ἐπεκλήθη, ἀλλ’οὐ δὲ ταῦτά φησιν ἀκριβῶς δύνασθαι πρᾶξαι τόδε.

2.39

ἄγχιστα δὲ ἐπίδεσίς μοι δοκέῃ ἀντιποιέειν, εἰ κατὰ μέσην τὴν ῥῖνα κατὰ τὸ ὀξὺ ἀμφιθλασθείη σὰρξ κατὰ τὸ ὀστέον, εἰ καὶ τὸ ὀστέον μικρόν τισιν εἴη καὶ μὴ μέγα. τοῖσι γὰρ τοιούτοισιν ἐπιπώρωμα ἴσχει ῥὶς καὶ ὀκριοειδεστέρῃ τινὶ γίνεται. ἀλλ’ὅμως οὐ δὲ τούτοισι δήπου πολλοῦ ὄχλου δέεται ἐπίδεσις, εἰ δή τι καὶ δεῖ ἐπιδέειν. ἐν εὐθυτάτῳ δόξειεν ἂν ὠφελεῖν κοινὴ τῆς ῥινὸς ἐπίδεσις, ὅταν ἐν τῷ μέσῳ αὐτῆς ἤτοι περίθλασις γένηται τοῦ δέρματος καὶ πάθῃ τι τὸ ὀστοῦν ἐπ’ὀλίγον. ἐξοχὴ γάρ τις ἕπεται κατὰ τὴν πώρωσιν αὐτοῦ. τοίνυν ἐπίδεσις ἐν τοῖς τοιούτοις παθήμασιν εἴργουσα καὶ προστέλλουσα τὸ πεπονθὸς ὠφέλειάν τινα δόξει δύνασθαι παρέχειν, ἕν τι δ’οὐδὲν τούτοις ἀναγκαῖον ἐπιδεῖν · τὰ γὰρ θλάσματα πειρᾶσθαι χρὴ μάλιστα μὲν ἀφλέγμαντα διαφυλάττειν, εἰ δὲ καὶ φλεγμαίνοιεν, ἀφλέγμαντα ποιεῖν ὡς τάχιστα. γε ἐπιτρεφόμενος πῶρος ὀλίγος οὐδὲν δὴ τούτων ἐπιδέσεων δεῖται.

2.40

ἀρκέει δὲ ἐπὶ μὲν τὸ φλάσμα σπληνίον ἐπιτείναντα κεκηρωμένον, ἔπειτα ὡς ἀπὸ δύο ἀρχέων ἐπιδέεται, οὕτως ὀθονίῳ ἐς ἅπαξ περιβαλέειν. τὸ μέσον τοῦ ὀθονίου κατὰ τοῦ μέσου τῆς ῥινὸς ἐπιβαλόντα μὴ βιαίως ἀπάγειν χρὴ τῶν δαελῶν ἑκάστην ὀπίσω τῆς κεφαλῆς, ἐντεῦθέντε ἐπὶ μέτωπον ἀνάγοντα δῆσαι.

2.41

ἀρίστη μέντοι ἰητρείη τῷ ἀλήτῳ τῷ σητανίῳ, τῷ πλυτῷ, γλίσχρῳ, πεφυρημένῳ, ὀλίγῳ καταπλάσσειν τὰ τοιαῦτα. σητανίους πυροὺς οἱ δόξαντες ἄριστα τὴν Ἱπποκράτους ἐξηγήσασθαι λέξιν εἰρῆσθαί φασι πρὸς αὐτοῦ τοὺς σῆτες ἐσπαρμένους, ὅπερ οἱ Ἀττικοὶ τῆτες ὀνομάζουσι, διὰ τοῦ τ τὰς συλλαβὰς ἀμφοτέρας λέγοντες, ἐξ οὗ σημαίνεσθαί φασι τοὺς ἐν τῷ ἔτει τούτῳ, τουτέστι κατὰ τὸ ἔαρ ἐσπαρμένους, διμηνιαίουςτε καὶ τεσσαρακονθημέρους ὀνομαζομένους. ἐγὼ δὲ πυρῶν εἶδός τι σητανίους καλουμένους οἶδα κατάτε τὴν Κῶν αὐτὴν καὶ σύμπαν τὸ κατὰ τὴν Ἀσίαν Ἑλληνικόν. ὀλίγον ἔχουσιν οὗτοι τὸ πυρὸν, ἱκανῶς δὲ γλίσχρον τὸ σταῖς, οὗ μάλιστα νῦν Ἱπποκράτης δεῖται, καθότι καὶ αὐτὸς ἐφεξῆς ἐρεῖ · καὶ ὅταν μὴ ἔχῃ τοιοῦτον, ἤτοι μάνναν κόμμι κελεύει μιγνύναι αὐτῷ. σπείρονται μὲν οὗτοι πυροὶ κατὰ τὸ ἔαρ εἰσβάλλον, ὡς αὐτὸς διμηνιαίοις καὶ καλὰ καὶ κατὰ τὴν ὥραν τοῦ πλείονος ὀνομαζομένοις. γίγνεται δ’αὐτῶν μάλιστα γλίσχρον τὸ σταῖς, ὅταν τελεσθέντων ἀφαιρεθῇ τὸ πιτυρῶδες ἐπάνω. γίγνεται μὲν καὶ διὰ τῶν λεπτῶν κοσκίνων, γίγνεται δὲ καὶ τῷ προπεπλύσθαι τοὺς πυρούς. ὥσπερ γὰρ αἱ πτισσόμενοι κριθαὶ τὸ λέπος ἀφιᾶσι μᾶλλον ὅταν προβραχῶσιν, οὕτως καὶ οἱ πυροί. πῶς οὖν εἶπε ταὐτόν; οὐ γὰρ ταὐτόν ἐστι βεβρέχθαιτε καὶ πεπλύσθαι · βρέχονται μὲν γὰρ ἐν τοῖς μύλωσιν ἅπασιν οἱ πυροὶ ἀλεῖσθαι, πλύνονται δὲ οὐκ ἐν ἅπασιν, ἀλλ’ἐν ταῖς πλείσταις πόλεσι τῆς Ἀσίας, ἂν καίτοι οὗτοι γιγνόμενοι ἔχουσι πλοκὰ μεγάλα πεπλυμένα, διὰ λεπτῶν σχοίνων μικρὰ διαστήματα ἐχουσῶν, ὡς χοῦν μὲν καὶ ψάμμον διέρχεσθαι, τὸν πυρὸν δὲ ἐπιμένειν εἰς ταὐτό. ἐμβάλλοντες οὖν μύλωσιν ἀλεῖν πυρὸν, πρῶτον μὲν προδιαττῶσιν, ἔπειτα δὲ καθιᾶσιν εἰς ὕδωρ ὅλον τὸν πλόκαμον, ὥστε πλύνεσθαίτε ἅμα καὶ βρέχειν συμμέτρως τοὺς πυρούς. ἀναφερομένου δὲ ἐκ τοῦ ὕδατος τοῦ πλοκάμου τὸ μὲν πλεῖστον ἀπορρεῖ ἀπὸ τῆς ὑγρότητος, ἀπομένει δὲ πρὸς τοῖς πυροῖς τοσοῦτον, ὅσον ἀλουμένοις ἐπιτήδειόν ἐστιν. εἰ γὰρ μὴ βραχείη τὸ περικείμενον ἔξωθεν αὐτοῖς λέμμα, τὸ τοιοῦτον δέρμα σύμφυτον εἰς λεπτὰ καταθραύεται κατὰ τὰς μύλας καὶ οὕτως ἐν τῷ διαττᾶσθαι συνδιεξέρχεταί τι τοῦ καταθραυσθέντος τῷ ἀλεύρῳ · τοῦ δὲ προβραχέντος πυροῦ τὸ πυρῶδες ἁδρομερὲς μένον οὐ συνδιαττᾶται καὶ κατὰ τοῦτο καθαρώτερον γίγνεται τὸ ἄλευρον ἐκ τοῦ βεβρέχθαι τοὺς πυρούς. ἔνδοθεν δέ φησι πλυτῷ καὶ γλίσχρῳ τῷ σητανίῳ πυρῷ τὸ μετὰ τοῦ δέρματος, ὅπερ οἷον σάρξ ἐστιν αὐτοῦ τὸ κατεργασθὲν, ὡς εἶπον, ἄλευρον ἱκανῶς γίγνεται γλίσχρον. ἡγοῦμαι τοίνυν αὐτὸν ὠνομακέναι πλυτὸν ἄλευρον, ὅταν ἐκ τῶν οὕτως κεκαθαρμένωντε καὶ προβεβρεγμένων γένηται πυρῶν. εἰ γὰρ μὴ τοῦτό τις ἀκούσειεν, ἀπολείπεται πλυτὸν ἄλευρον ἀκούειν ἡμᾶς, ὅταν οὖν ὕδατι βρέξαντες αὐτὸ καὶ κινήσαντες πολυειδῶς, εἶτα ἐάσαντες καταστῆναι τὸ ἐποχούμενον, ἄνωθεν ὕδωρ ἀπολαμβάνοντες ἑψήσωμεν, ὅπερ ἐπὶ τοῦ χόνδρου ποιοῦμεν · ἀλλὰ μάχεται τούτῳ τὸ κελεύειν αὐτὸν φυρᾷν τὸ ἄλευρον, ἕψον γὰρ εἰρήκει. καὶ οὐ φυρᾶται δὲ τὸ οὕτως ὑγρὸν, ἀλλ’ἕψεται μόνον. ἔτι δ’ἂν μᾶλλον λέγει διὰ τῆς πεφυρημένῳ λέξεως κατανοήσαιμεν.

2.42

χρὴ δὲ, ἢν μὲν ἀγαθὸν τῶν πυρῶν τὸ ἄλητον καὶ εὐόλκιμον, τούτῳ χρέεσθαι πάντα τὰ τοιαῦτα · ἢν δὲ μὴ πάνυ ὅλκιμον , ἐς ὀλίγην μάνναν ὕδατι ὡς λειοτάτην διέντα, τούτῳ φυρᾷν τὸ ἄλητον κόμμι πάνυ ὀλίγου ὡσαύτως μίσγειν. ὁκόσοισι μὲν οὖν ῥὶς ἐς τὸ σιμὸν ῥέπουσα καταγῇ, ἢν μὲν ἐκ τοῦ ἔμπροσθεν μέρεος κατὰ τὸν χόνδρον ἵζηται, οἶόντέ ἐστι καὶ ἐντιθέναι τι διόρθωμα εἰς τοὺς μυκτῆρας · ἢν δὲ μὴ, ἀνορθοῦν μὲν χρὴ πάντα τὰ τοιαῦτα, τοὺς δακτύλους ἐς τοὺς μυκτῆρας ἐντιθέντα, ἢν ἐνδέχηται. ἀγαθοὺς πυροὺς τοὺς ἀρίστους δηλονότι λέγει. ταύτην γὰρ οἱ παλαιοὶ τὴν προσηγορίαν ἐπιφέρειν εἰθισμένοι κατὰ παντὸς τοῦ πρώτου ὄντος ἐν τῷ οἰκείῳ γένει. λέγουσι δὲ καὶ νῦν ἅπαντες οἱ περὶ τὴν σιτοποιίαν ἀρίστους εἶναι πυροὺς τοὺς πυκνοὺς τὴν οὐσίαν. οἱ γὰρ χαῦνοι πολὺ τὸ πιτυρῶδες ἔχουσι καὶ τὸ σταῖς αὐτῶν οὐ γίγνεται γλίσχρον, ὡς καὶ μυῶν. ὅλκιμον δὲ ὠνόμασε τὸ γλίσχρον ἀπὸ τοῦ συμβεβηκότος, ἐπειδὴ τεινόντων ἡμῶν αὐτὸ πρὸς τἀναντία μέρη, συνεχὲς μὲν οὐ διασπώμενον τοῦ μὴ γλίσχρου φθάνοντος διασπᾶσθαι κατὰ τὰς τοιαύτας ἐνεργείας. εἰ δὲ διασπᾶται, πῶς ἄν τις ἕπεσθαι φαίηται τεινούσαις χερσὶ αὐτό; εἰ δ’οὐχ ἕπεται, πῶς ἂν ὅλκιμον ἔτι λεχθείη; τό γε μὴν ἀδιάσπαστον καὶ συνεχὲς γενόμενον εἰκότως ἄν τις ὅλκιμον ὀνομάζοι, καθάπερ καὶ τὸν ἰξόν. ἐπὶ πλεῖστον γὰρ οὗτος ἕλκεται πρὸς τἀναντία μέρη διαλαμβανόμενος ὑπὸ τῶν ἡμετέρων χειρῶν, ὥστε καὶ ἐκ τούτων δῆλός ἐστιν Ἱπποκράτης γλίσχρον ἀξιῶν εἶναι τὸ σταῖς, ὅπου γε καὶ ὅταν μὴ τοιοῦτον , μάνναν αὐτῷ προσβάλλειν κόμμι κελεύει. μάννα δὲ καλεῖται τὸ ὑπόσεισμα τοῦ λιβανωτοῦ. μὴ παρούσης δὲ μάννης αὐτὸν λειώσεις δηλονότι τὸν λιβανωτὸν, καὶ τούτου πάλιν αὐτοῦ τὸν λιπαρώτερον ἐκλεξάμενος. ἐγὼ δέ ποτε μήτε λιβανωτοῦ μήτε κόμμεως εὐπορῶν ἐχρησάμην ὑγρᾷ ῥητίνῃ, παρέτυχε γάρ πως αὕτη. χρήσαιο δ’ἄν ποτε καὶ μέλιτι, μη δὲ ταύτης παρούσης, ἀλλ’ἄμεινον ἐπὶ τὴν μάνναν ἔρχεσθαι καὶ τὸ κόμμι. θερμαίνει γάρ πως τό γε μέλι καὶ ῥητίνη. τὰ δὲ τοιαῦτα παρὰ τὰς ἀρχάς ἐστιν ἄχρηστα. προϊόντος μὲν οὖν τοῦ χρόνου καὶ μένοντος τοῦ λειψάνου τῆς φλεγμονῆς ταῦτα γίγνεται τῶν ἄλλων χρησιμώτερα. καθάπερ οὖν ἐμνημόνευσεν ἔμπροσθεν, σκύτους Αἰγυπτίου μὲν πρῶτον, αὖθις δὲ Καρχηδονίου παράδειγμα τῷ λόγῳ ποιούμενος, οὕτω καὶ νῦν τοὺς σητανίους ὠνόμασε πυροὺς, ὡς καὶ οὕτως εἶπεν · ἀλεύρῳ χρῆσθαι γλίσχρας αὐτὰς ἐργαζομένῳ, οἷόν περ ἐργάζονται οἱ σητάνιοι πυροί. τάχα δὲ πάντας ὀνομάζει σητανίους οἷς συμβέβηκε πυκνοῖςτε εἶναι καὶ γλίσχρον ἔχειν τὸ ἄλευρον, ὡς ἀπὸ τοῦ συμβεβηκότος μᾶλλον αὐτοῖς εἶναι τὴν προσηγορίαν, οὐκ ἀπό τινος ἰδίας ἐξαιρέτου.

2.43

ἢν δὲ μὴ παχὺ ὑπάλειπτρον μὴ ἐς τὸ ἔμπροσθεν τῆς ῥινὸς ἀπάγοντα τοῖσι δακτύλοισιν, ἀλλ’ ἵδρυται. ἔξωθεν δὲ τῆς ῥινὸς ἔνθεν καὶ ἔνθεν ἀμφιλαμβάνοντα τοῖσι δακτύλοισι συναναγκάζειντε ἅμα καὶ ἀναφέρειν ἐς τὸ ἄνω. καὶ ἢν μὲν πάνυ ἐς τὸ ἔμπροσθεν τὸ κάτηγμα ἔῃ, οἷόντέ τι καὶ εἴσω τῶν μυκτήρων ἐντιθέναι, ὥσπερ ἤδη εἴρηται, ἄχνην τὴν ἀφ’ἡμιτυβίου ἄλλο τι τοιοῦτον ἐν ὀθονίῳ εἱλίσσοντα, μᾶλλον δὲ ἐν Καρχηδονίῳ δέρματι ἐρράψαντα, σχηματίσαντα τὸ ἁρμόσσον σχῆμα τῷ χωρίῳ, ἵνα ἐγκείσεται. ἢν μέντοι προσωτέρω τὸ κάτηγμα, οὐδὲν οἷόντε εἴσω ἐντιθέναι · καὶ γὰρ εἰ ἐν τῷ ἔμπροσθεν ἀσηρὸν τὸ φόρημα, πῶς γε δὴ οὐκ ἐν τῷ ἐσωτέρω; τὸ μὲν οὖν πρῶτον καὶ ἔσωθεν ἀναπλάσσεσθαι καὶ ἔξωθεν ἀφειδήσαντα χρὴ ἀνάγειν ἐς τὴν ἀρχαίαν φύσιν καὶ διαρθρώσασθαι. κάρτα γάρ οἱ τε ῥὶς καταγεῖσα ἀναπλάσσεται, μάλιστα μὲν αὐθήμερος · ἢν δὲ μὴ, ὀλίγῳ ὕστερον, ἀλλὰ καταβλακεύουσιν οἱ ἰητροὶ καὶ ἁπαλωτέρως τὸ πρῶτον ἅπτονται ὡς χρή. παραβάλλοντα γὰρ τοὺς δακτύλους χρὴ ἔνθεν καὶ ἔνθεν κατὰ τὴν φύσιν τῆς ῥινὸς ὡς κατωτάτω κάτωθεν συναναγκάζειν, καὶ οὕτως μάλιστα ἀνορθοῦνται σὺν τῴ ἔσωθεν διορθώσει διορθοῦντα. ἔπειτα δὲ ἐς ταῦτα ἰητρὸς οὐδεὶς ἄλλος τοιοῦτός ἐστιν, εἰ ἐθέλοι μελετᾷν καὶ τολμᾷν, ὡς οἱ αὐτοῦ δάκτυλοι οἱ λιχανοί · οὗτοι γὰρ κατὰ φύσιν μάλιστά εἰσι. παραβάλλοντα γὰρ χρὴ τῶν δακτύλων ἑκάτερον παρὰ πᾶσαν τὴν ῥῖνα ἐρείδοντα ἡσύχως οὕτως ἔχειν, μάλιστα μὲν εἰ οἷόντε εἴη ἀεὶ ἔστ’ἂν κρατηθῇ, εἰ δὲ μὴ, ὡς πλεῖστον χρόνον, ὡς εἴρηται · εἰ δὲ μὴ, παῖδα γυναῖκά τινα. μαλθακὰς γὰρ τὰς χεῖρας δεῖ εἶναι οὕτως, ὡς ἂν κάλλιστα ἰητρευθείη ῥὶς, ὅτε μὴ ἐς τὸ σκολιὸν, ἀλλ’ἐς τὸ κάτω ἱδρυμένη εἴη ἰσόρροπος. ἐγὼ μὲν οὖν οὐδεμίαν που ῥῖνα εἶδον, ἥτις οὕτω κατεαγεῖσα οὐχ οἵητε διαρθρωθῆναι αὐτίκα, πρὶν πωρωθῆναι συναγκαζομένη ἐγένετο, εἴ τις ὀρθῶς ἐθέλοι ἰητρεύειν. ἀλλ’οἱ ἄνθρωποι αἰσχροὶ μὲν εἶναι πολλοῦ ἀποτιμῶσι · μελετᾷν δὲ ἅμα μὲν οὐκ ἐπίστανται, ἅμα δὲ οὐ τολμέουσιν, ἢν μὴ ὀδυνῶνται θάνατον δεδοίκασι, καίτοι ὀλιγοχρόνιος πώρωσις τῆς ῥινός. ἐν γὰρ δέκα ἡμέρῃσι κρατύνεται, ἢν μὴ ἐπισφακελίσῃ. ὁκόσοισι δὲ τὸ ὀστέον ἐς τὸ πλάγιον κατάγνυται, μὲν ἴησις αὕτη, τὴν δὲ διάρθρωσιν δηλονότι χρὴ ποιέεσθαι οὐκ ἰσόρροπον ἀμφοτέρωθεν, ἀλλὰ τότε ἐγκεκλιμένον ὠθέειν ἐς τὴν φύσιν ἔκτοσθεν ἀναγκάζοντα καὶ ἐσματτευόμενον ἐς τοὺς μυκτῆρας καὶ τὰ εἴσω ῥεύσαντα διορθοῦν ἀόκνως ἔστ’ἂν κατορθώσῃ, εὖ εἰδότα ὅτι ἢν μὴ αὐτίκα κατορθώσηται, οὐχ οἷόντε μὴ καὶ διεστράφθαι τὴν ῥῖνα. ὅταν δὲ ἀγάγῃς ἐς τὴν φύσιν, προβαλόντα χρὴ ἐς τὸ χωρίον τοὺς δακτύλους τὸν ἕνα δάκτυλον, ἐξέσχεν, ἀνακωχέειν αὐτὸν ἄλλον τινὰ, ἔστ’ἂν κρατυνθῇ τὸ τρῶμα. ἀτὰρ καὶ ἐς τὸν μυκτῆρα τὸν μικρὸν δάκτυλον ἀπωθέοντα ἄλλοτε καὶ ἄλλοτε διορθοῦν χρὴ τὰ ἐκκριθέντα. ὅτι δ’ἂν φλεγμονῆς ὑπογίνεται τούτοισι, χρὴ τῷ σταιτὶ χρέεσθαι · τοῖσι μέντοι δακτύλοισι προσέχειν χρὴ ὁμοίως καὶ τοῦ σταιτὸς ἐπικειμένου. ἢν δέ που κατὰ τὸν χόνδρον ἐς τὰ πλάγια καταγῇ, ἀνάγκη τὴν ῥῖνα ἄκρην μετεστράφθαι. χρὴ οὖν τοῖσι τοιούτοισι ἐς τὸν μυκτῆρα ἄκρον διόρθωμά τι τῶν εἰρημένων τι τοιούτοισιν ἔοικεν ἐντιθέναι. πολλὰ δ’ἄν τις εὕροι τὰ ἐπιτήδεια. ὅσα μήτε ὀσμὴν ἴσχει μήτε ἄλλως προσηνέα ἐστίν. ἐγὼ δέ ποτε πνεύμονος προβάτου ἀπότμημα ἐνέθηκα · τοῦτο γάρ πως παρέτυχεν · οἱ γὰρ σπόγγοι ἐντιθέμενοι ὑγράσματα δέχονται. εἰ μὴ δυνατὸν, φησὶν, εἴη ἐντιθέναι τῇ ῥινὶ τοὺς δακτύλους, ὑπαλείπτρῳ χρηστέον. ὀνομάζει δ’οὕτως, ὡς ἤδη πρόσθεν εἶπον, ἅπαν τι ἂν ὑπαλείψειεν, οἷαίπερ εἰσὶ μίλαιτε καὶ σπαθομίλαι καὶ τὰ διαπύρινα κατὰ τὸ πέρας αὐτῶν ἔχοντα ταῦτα πάντα κεφαλὰς περιφερεῖς. ὥσπερ δὲ ἐν τῷ καίειν τὴν μασχάλην ἐδεόμεθα λεπτοτάτων ὑπαλείπτρων, οὕτω νῦν παχέων ἐστὶ χρεία, ὁπότε γε καὶ τοῖς δακτύλοις, ὅταν ἐγχωρῇ, χρώμεθα, κἂν ἐντὸς εἰς τοὺς μυκτῆρας ὅσοιπερ ἂν αὐτῶν ἁρμόττωσι καὶ ὅσοι διαπλάττωσι τὸ κατεαγὸς μερὸς τῆς ῥινός. ὅπερ δὲ προσήκει χρῆσθαι τῷ ὑπαλείπτρῳ σαφῶς αὐτὸς ἐδίδαξεν, ἀνάγειν αὐτὸ κελεύσας οὐ κατὰ τὸ πρόσθεν μέρος τῆς ῥινὸς, ἀλλὰ καθ’ μάλιστα καταπέπτωκεν εἰς τὴν κοιλότητα τὸ κατεαγὸς αὐτῆς. ἐκεῖνο γάρ ἐστι τὸ καὶ τῆς μοχλείας δεόμενον, ἵνα ὑψωθὲν. εἰς τὴν κατὰ φύσιν ἀφίκηται χώραν · οὐ δὲ γὰρ οὐ δ’ἄλλο τι τὸ διαπλάττειν ἐστὶν ὁτιοῦν μέρος ἔξω τοῦ τὴν οἰκείαν ἑκάστῳ τῶν μερῶν αὐτοῦ διδόναι χώραν. τὰ δ’ἐφεξῆς τῆσδε τῆς ῥήσεως ἄχρι πολλοῦ πάντ’ἐστὶ σαφῆ.

2.44

ἔπειτα χρὴ Καρχηδονίου λοιπὸν πλάτος ὡς τοῦ μεγάλου δακτύλου τετμημένον ὅκως ἂν ξυμφέρῃ, προσκολλῆσαι ἐς τὸ ἔκτοσθεν πρὸς τὸν μυκτῆρα τὸν ἐγκεκλισμένον, κἄπειτα κατατεῖναι τὸν ἱμᾶντα, ὅκως ἂν ξυμφέρῃ. μᾶλλον δὲ ὀλίγου τείνειν χρὴ, ὥστε ὀρθὴν καὶ ἀπαρτῆ τὴν ῥῖνα εἶναι · ἔπειτα, μακρὸς γὰρ ἔστω ἱμὰς, κάτωθεν τοῦ ὠτὸς ἀγαγόντα αὐτὸν ἀναγαγεῖν περὶ τὴν κεφαλήν. καὶ ἔξεστι μὲν κατὰ τὸ μέτωπον προσκολλῆσαι τὴν τελευτὴν τοῦ ἱμᾶντος, ἔξεστι δὲ μακρότερον ἄγειν, ἔπειτα περιελίσσοντα περὶ τὴν κεφαλὴν καταδεῖν. τοῦτο ἅμα μὲν δικαίην τὴν διόρθωσιν ἔχει, ἅμα δὲ εὐταμίευτον καὶ μᾶλλον, ἢν ἐθέλῃ, καὶ ἧσσον τὴν ἀντιρροπὴν ποιῆσαι τῆς ῥινός · καὶ γὰρ ὁκόσοισι ἐς τὸ πλάγιον ῥὶς κατάγνυται, τὰ μὲν ἄλλα ἰητρεύειν χρὴ, ὡς προείρηται, προσδέεται δὲ τοῖσι πλείστοισι καὶ τοῦ ἱμᾶντος πρὸς ἄκρην τὴν ῥῖνα προσκολλῆσαι τῆς ἀντιρροπίης εἵνεκα. ὅσοισι δὲ σὺν τῇ κατήξει καὶ ἕλκεα προσγίνεται, οὐδὲν δεῖ ταράσσεσθαι διὰ τοῦτο, ἀλλ’ἐπὶ μὲν τὰ ἕλκεα ἐπιτιθέναι πισσηρὴν τῶν ἐναίμων τι, εὐαλθέα γὰρ τὰ τοιαῦτα · ὁμοίως κἂν ὀστέα μέλλῃ ἀπιέναι, τήντε διόρθωσιν τὴν πρώτην ἀόκνως χρὴ ποιέεσθαι μηδὲν ἐπιλείποντα καὶ τὰς διορθώσιας τοῖσι δακτύλοισιν ἐν τῷ ἔπειτα χρόνῳ, χαλαρωτέροισι μὲν γὰρ χρώμενον, χεόμενον δέ. εὐπλαστότατον γὰρ τι παντὸς τοῦ σώματος ῥίς ἐστι. τῶν δὲ ἱμάντων · τῇ κολλήσει καὶ τῇ ἀντιρροπίῃ παντάπασιν οὐδὲν κωλύει χρῆσθαι, οὔτ’ἢν ἑλκώσῃ οὔτ’ἢν ἐπιφλεγμήνῃ, ἀλύπητοι γάρ εἰσι. διὰ τὴν ἀπαρτῆ φωνὴν σημαίνεται ἅπασα διὰ τῶν προσκολλημάτων ἀντίτασίςτε καὶ οἷον εὔθυσις τῆς διεστραμμένης ῥινός. δὲ νῦν κελεύει ποιεῖν, ἀσθενὲς ἐφάνη μοι πειρωμένῳ · εἰ μὲν γὰρ ἰσχυρότερόντε εἴη ἀποκολλᾶται καὶ ἀφίσταται μετρίως τείνοντος, οὐδὲν ἀξιόλογον περαίνεται.

2.45

ἢν δὲ οὖς κατεαγῇ, ἐπιδέσιες πᾶσαι πολέμιαι · οὐ γὰρ οὕτω τις χαλαρὸν περιβάλλοι · ἢν δὲ μᾶλλον πιέζῃ, πλέον κακὸν ἐργάσεται, ἐπεὶ καὶ ὑγιὲς οὖς ἐπιδέσει πιεχθὲν, ὀδυνηρὸν καὶ σφυγματῶδες καὶ πυρετῶδες γίνεται. τῆς συνεχείας λύσις ἕλκος μὲν ἐν σαρκώδει μορίῳ, κάταγμα δὲ ἐν ὀστῷ καλεῖται. τὸ δὲ ἐν χόνδρῳ γενόμενον οὐκ ἔχον ἰδίαν προσηγορίαν καταχρησάμενος Ἱπποκράτης τοῦ κατάγματος ὀνόματι προσηγόρευσεν.

2.46

ἀτὰρ καὶ τὰ ἐπιπλάσματα κάκιστα μὲν τὰ βαρύτατα ἐπίπαν, ἀτὰρ καὶ τὰ πλεῖστα φλαῦρα καὶ ἀποστατικὰ καὶ μύξαντε ὑποποιέει πλείω, κἄπειτα ἐκπυήσιας ἀσηρὰς, τούτων δὲ οὖς ἥκιστα κατεαγὲν προσδέεται. οἷς ἀπεδείξαμεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ τὰ κατὰ μέρος ὁμολογεῖται πάντα. καὶ γὰρ καὶ νῦν ἐπὶ τῶν ἐπιπλασμάτων βλάπτεσθαί φησι τὸ οὖς Ἱπποκράτης, ὥσπερ καὶ φαίνεται διὰ τῆς ἐμπειρίας · ἱκανῶς γὰρ βούλεται ξηραίνεσθαι δὴ, ὅτι ξηρότατόν ἐστι τὴν φύσιν ἔχον. ἆρ’οὖν κἀκ δέρματος συγκείμενον. ἐδείχθη δὲ ἕκαστον μόριον εἰς ὅσον ἂν ξηρότερον εἰς τοσοῦτο τῆς ξηραντικωτέρας ἀγωγῆς δεόμενον.

2.47

ἄγχιστα μὲν, εἴπερ χρὴ, τὸ γλίσχρον ἄλητον, χρὴ δὲ μη δὲ τοῦ βάρος ἔχειν, ψαύειν δὲ ὡς ἥκιστα ξυμφέρει. ἀγαθὸν γὰρ ἐνίοτε φάρμακον καὶ τὸ μὴ φέρειν φάρμακον καὶ πρὸς οὖς καὶ πρὸς ἄλλα πολλά. χρὴ δὲ καὶ τὴν ἐπικοίμασιν φυλάττεσθαι, τὸ δὲ σῶμα ἰσχναίνειν καὶ μᾶλλον ἂν κίνδυνος ἔῃ ἔμπυον τὸ οὖς γενέσθαι. ἄμεινον δὲ καὶ μαλθάξαι τὴν κοιλίην. ἐγγυτάτω, φησὶν, ἐστὶ τοῦ μὴ βλάπτειν ἐπιπλαττόμενον τὸ γλίσχρον ἄλευρον. ἔστι γὰρ δῆλον ὅτι τοῦτο τῶν ἄλλων ξηραντικώτερον. εἴρηται δὲ ὀλίγῳ ἔμπροσθεν ἡμῖν, ὁποῖον λέγει τὸ γλίσχρον ἄλητον, ἡνίκα τὸν περὶ τῆς καταπλαττομένης ῥινὸς ἐποιεῖτο λόγον. ὁμοιότατον δὲ τούτῳ ποιοῦσι κατάπλασμα τῇ πείρᾳ διδαχθέντες οἱ κατὰ παλαίστραν ἔχοντες ἐκ τοῦ χόνδρου, βρέχοντες αὐτὸν ὄξει μέχρι διοιδέσει καὶ οὕτως λεαίνοντες.

2.48

ἢν δὲ καὶ εὐήμετος ἔῃ, ἐμέειν ἀπὸ συρμεσμοῦ. συρμεσμοὺς δὲ ἐκάλουν οἱ παλαιοὶ τὰς μετρίας κενώσεις εἴτε διὰ τῆς ἕδρας εἴτε καὶ δι’ἐμέτων γίγνοιντο. τοιούτων τινὰ κελεύει καὶ νῦν ποιεῖσθαι. πολλαὶ δ’ὗλαι τοῦτο περιεργάζονται · καὶ γὰρ μέλι πλέον ληφθὲν αὐτὸ καὶ μελίκρατον ἀκρατέστερον καὶ πτισάνης χυλὸς ἐξ ὕδατος ἑψημένος μόνον καὶ αὐτὸς καθ’ἑαυτὸν καὶ μετὰ μέλιτος. καὶ τούτων μᾶλλον ἀπὸ ῥαφανίδων ἔμετος καὶ ἀπὸ ναρκίσσου βολβοῦ. μείζων δὴ τούτων, οὐ μὴν ἤδη γλίσχρος, ὅταν εἰς ῥαφανῖδας ἐλλεβόρου λευκοῦ κάρφη πήξαντες ἐν τῇ ὑστεραίᾳ τὰς ῥαφανῖδας δῶμεν φαγεῖν, εἴτε μόνας εἴτε καὶ δι’ὀξυμέλιτος.

2.49

ἢν δὲ ἐς πύησιν ἔλθῃ, ταχέως μὲν οὐ χρὴ στομοῦν · πολλὰ γὰρ καὶ τῶν δοκεόντων ἐκπυέεσθαι, ἀναπίνεταί ποτε, κἢν μηδέπω τις καταπλάσῃ. φυλάσσεται τὸ οὖς ἅτε μὴν διὰ τὸν ὑποκείμενον τῷ δέρματι χόνδρον · ἂν γὰρ μὴ ταχέως τμηθὲν συναχθῇτε καὶ κολληθῇ, κίνδυνός ἐστι λυπανθῆναι τὸν χόνδρον. ἀναπίνεται δὲ, τουτέστιν ἐκδαπανᾶται καὶ διαφορεῖται, τὸ συνιστάμενον αὐτόθι πῦον ἐνίοτε διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων ἁπλῶν καὶ κούφων φαρμάκων, ὅσα ξηραίνειν ἀδήκτως πέφυκεν, οἷόν ἐστι καὶ τοῦ κοχλίου μύξα μετὰ λιβανωτοῦ καὶ εἰ δέοι ξηραίνεσθαι σφοδρότερον, ἤτοι μετ’ἀλόης μετὰ σμύρνης μετ’ἀμφοῖν. οὕτως δὲ καὶ μέλι καταχριόμενον Ἀττικὸν ἐπιπασσόμενον λεῖον τῶν εἰρημένων ἕκαστον ξηραντικόν ἐστι τὸ φάρμακον. ἄδηκτον δὲ λέγω τόντε λιβανωτὸν καὶ τὴν ἀλόην καὶ τὴν σμύρναν.

2.50

ἤν δὲ ἀναγκασθῇ στομῶσαι, τάχισται μὲν ὑγιὴς γίνεται, ἤν τις πέρην διακαύσῃ. εἰδέναι μέντοι χρὴ σαφῶς ὅτι κυλλόν ἐστι τὸ οὖς καὶ μεῖον τοῦ ἑτέρου, ἢν πέρην διακαυθῇ. κυλλὸν μὲν καὶ μικρότερον ἐξ ἀνάγκης γίγνεται διαφθαρέντος ἐν τῇ καύσει μέρους οὐκ ὀλίγου, τοῦτε χόνδρου καὶ τοῦ περιέχοντος αὐτὸν δέρματος ἔχεσθαι. ἐπὶ δὲ τοῦτο συμβουλεύει ποτὲ δεδιὼς τὸ δύσαλθες τοῦ χόνδρου. γυμνωθεὶς γὰρ συνουλοῖ καὶ μάλιστα βραχείαις τισὶν ἡμέραις χρονίσεις, μετὰ τὸ τμηθῆναι μὴ συνελθόντος καὶ κολληθέντος τοῦ δέρματος εὐθέως.

2.51

ἢν δὲ μὴ πέρην καίηται, τάμνειν χρὴ τὸ μετέωρον μὴ πάνυ σμικρὴν τομήν. ἕνεκα τοῦ μηδὲν ἐμμεῖται τοῦ πύου καὶ βλάπτειν τὸν χόνδρον ἀξιόλογον κελεύει ποιεῖσθαι τὴν τομήν.

2.52

διὰ παχυτέρου μὴν καὶ τὸ πῦον εὑρίσκεται ὡς ἄν τις δοκέοι. κατὰ τὴν διάγνωσιν τοῦ περιεχομένου γίγνεται πύου τις ἀπάτη τοῖς ἀνατεινομένοις, ὡς δοκέειν ἤδη πολύτε εἶναι αὐτὸ καὶ λεπτῦναι τὸ δέρμα. κατὰ δὲ τίνα τρόπον εἰς τὴν τοιαύτην ἀπάτην ἀφικνοῦνται διὰ τῶν ἑξῆς αὐτὸς Ἱπποκράτης δηλώσει.

2.53

ὡς δ’ἐν κεφαλαίῳ εἰπεῖν καὶ πάντα τἄλλα τὰ μυξώδεα καὶ μυξοποιὰ, ἅτε γλί σχρα ἐόντα ὑποθιγγανόμενα, διολισθαίνει ταχέως ὑπὸ τοὺς δακτύλους ἔνθα καὶ ἔνθα. διὰ τοῦτο διὰ παχυτέρου εὑρίσκουσι τὰ τοιαῦτα οἱ ἰητροὶ ὡς οἴονται. κατὰ τὰς διαγνώσεις τῶν ἐκπυϊσκομένων μερῶν ἐπανήκει συμμέτρως πρὸς τὴν ἁφὴν τὸ πάσχον σῶμα, διαιρεθὲν εὑρίσκεται πῦον ἔχον. ἐπειδὰν οὖν εὕρωσιν οἱ ἰατροὶ τὴν αὐτὴν ποσότητα τῆς εἴξεως ἐπὶ παντὸς ἄλλου μέρους ὁμοίως ἐκπεπυηκέναι νομίζοντες τοῖς ἔμπροσθεν ἑωραμένοις, ἐπὶ τὸ τέμνειν ἀφικόμενοι διαμαρτάνουσιν ἐνίοτε διττὴν ἁμαρτίαν, ὡς τὸ μη δ’ὅλως εὑρεῖν πῦον ἐπὶ τούτων διὰ τοῦ παχύτερα πολλῷ παρὰ τὴν προσδοκίαν εἶναι τοιαῦτα · ἔοικε γὰρ πολλάκις ἰατρῷ ὑγρὸν ἔχοντα ἐν αὐτοῖς μυξῶδες, ὡς οὕτω διαπυήσαντα. καὶ γίγνεται τοῦτο διότι τὰ τοιαῦτα τῶν ὑγρῶν, ὡς αὐτὸς εἷπεν, ὀλισθαίνει ταχέως ἐν τῷ ψαύειν αὐτῶν εἴωθε συνίστασθαι περίτε χόνδρους καὶ τένοντας καὶ νεῦρα καὶ συνδέσμους, ὡς αὐτὸς ἐφεξῆς λέγει.

2.54

ἐπεὶ καὶ τῶν γαγγλιωδέων ἔνια ὅσα ἂν πλαδαρὰ ἔῃ καὶ μυξώδεα σάρκα ἔχῃ, πολλοὶ στομοῦσιν οἰόμενοι ῥεῦμα ἀνευρήσειν ἐς τὰ τοιαῦτα. μὲν οὖν γνώμη τοῦ ἰητροῦ ἐξαπατᾶται, τῷ δὲ πράγματι τῷ τοιούτῳ οὐδεμία βλάβη στομωθέντι. ὅσα δὲ ὑδατώδεα χωρία ἐστὶν μύξης πεπληρωμένα καὶ ἐν οἵοισι χωρίοισιν ἕκαστα θάνατον φέρει στομούμενα κατὰ ἀλλοίας βλάβας, περὶ τούτων ἐν ἄλλῳ λόγῳ γεγράψεται. τὰ γὰρ χονδρώδη καὶ ταῦτα τὰ γαγγλία καὶ σύντροφά τινὰ εἰσι περὶ νεῦρα τὴν γένεσιν ἐξ ὑγροῦ, γλίσχρου δὲ μυξώδους ἐσχηκότα. τοιαύτη γὰρ οἰκεία τῶν νεύρων τροφή.

2.55

ὅταν οὖν τάμῃ τις τὸ οὖς, πάντων μὲν καταπλασμάτων καὶ πάσης τῆς μετώσιος ἀπέχεσθαι χρή. ἰητρεύειν δὲ ἐναίμοις ἄλλῳ, τι μήτε βάρος μήτε πόνον παρασχήσει. ἐπεὶ ξηρόν ἐστι μόριον τὸ οὖς καὶ διὰ τοῦτο τῶν ξηραινόντων δεῖται φαρμάκων, χρὴ μέντοι οὐ μέγαν τοῦ προσήκοντος αὐτὸ ξηραίνειν, ὅταν ἐπὶ τὸ τέμνειν εὐθέως τὰ φάρμακα προσφέρωνται. τεῖνον γὰρ ἐργάζεται μηδὲν ἔχοντα παρηγορικὸν, οὐ μὴν οὐ δὲ βαρύνεσθαι χρὴ τὸ οὖς τῷ ἐπιτιθεμένῳ ὄγκῳ · καὶ γὰρ τὰ ὦτά γ’ὀδυνᾶται καὶ ἅμα ἀσηρόν. ἄριστον οὖν ἐστι χρῆσθαι φαρμάκοις μετὰ τὸ στομῶσαι μετρίως ξηραίνουσιν, ὁποῖα τὰ ἔναιμα καλούμενα. τὰ γὰρ καταπλάσματα ἐγκλείειτε καὶ θηλύνει μὴ ξηραίνοντα τὰς περιττὰς ὑγρότητας αὐτῶν καὶ μάλιστα γλίσχρας καὶ παχείας οὔσας.

2.56

ἢν γὰρ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ἴσχῃ πυρώδεας χαλώδεας, ὀχληρόν. προσθεῖναι δὲ χρὴ τῇ λέξει τὸ ὑγρὸν, ὅπερ καὶ παρεγγράφουσί τινες, ὡς εἶναι τὴν ὅλην γραφὴν τοιαύτην · ὅτε γὰρ χόνδρος ἄρξηται ψιλοῦσθαι καὶ ὑποστάσιας ὑγρῶν ἴσχει. καλεῖ δ’ὑποστάσεις τὰς ἔνδον μονὰς τῶν ὑγρῶν, προσῆκεν ἐκκρίνεσθαι, τοῦτε πύου δηλονότι καὶ τοῦ μυξώδους χυμοῦ. ὀχλώδη οὖν, φησὶ, γίγνεται, τουτέστι ὀδυνηρὰ, ὅπερ ὁρᾶται τοῦ χόνδρου κακουμένου.

2.57

γίγνεται δὲ καὶ τοῦτο δι’ἐκείνας τὰς ἰήσιας, πάντων δὲ τῶν παλιγκοτησάντων πέρην διάκαυσις αὐταρκέστατον. ποίας ἰήσεις μέμφεται; δηλονότι περὶ ὧν ἐνεδείξατο μικρὸν ἔμπροσθεν ἀπέχεσθαι κελεύων, καταπλασμάτων καὶ μετώσεως καὶ τῶν βαρυνόντων καὶ ὀδυνώντων.