Galen

Commentary on Hippocrates' Aphorisms, 7

7.prooemium

πάντες σχεδὸν οἱ προγράψαντες ἐξηγήσεις τῶν ἀφορισμῶν ἐν ἀρχῇ μὲν ἐπὶ πλέον ἐπεκτείνουσι τοῦ χρησίμου τὸν λόγον, ἐκλύονται δὲ προϊόντες, ὥστε πρῶτον μὲν ἐπὶ τὸ χρήσιμον προϊέναι μόνον, εἶθ’ἑξῆς ἐλλιπέστερον τούτου καὶ τελευτῶντες ἐσχάτως συντέμνουσι τὰς ἐξηγήσεις, ὡς μη δ’ὅτι νόθοι τῶν ἀφορισμῶν εἰσιν ἔνιοι καὶ προφανῶς ψευδεῖς, ἔτι παρακολουθεῖν. ἀλλ’ὥσπερ οἱ κάμνοντες ἐν τοῖς διαλόγοις ἐπινεύουσι πρὸς ἅπαν ἑτοίμως, οὕτω καὶ αὐτοὶ προσίενταίτε πάντας, οὓς ἂν εὕρωσι γεγραμμένους ἀφορισμοὺς εἰς ἔσχατόντε βραχυλογίας ἀφικνοῦνται κατὰ τὰς ἐξηγήσεις αὐτῶν ἐπιλανθανόμενοι τῆς ἐν ἀρχῇ μακρολογίας. ἀλλ’ἡμεῖς γε τὰς ἄλλας αὐτῶν ἀτοπίας ἐπειράθημεν φυλάξασθαι καὶ πάσας ὁμαλῶς ποιήσασθαι τὰς ἐξηγήσεις ἐσπουδάσαμεν, ἐστοχασμένας μὲν τῶν ἀληθῶντε ἅμα καὶ χρησίμων τῇ τέχνῃ; τῇ δὲ ἑρμηνείᾳ μήτε εἰς βραχυλογίαν ἐσχάτην συνηγμένας, οὐ γὰρ ὑπομνήματι τὸ τοιοῦτον, ἀλλὰ συγγράμματι πρέπει, μήτ’εἰς μῆκος τοσοῦτον, ὅσον ἐν ἀρχῇ τῶν ἐξηγήσεων ἐκεῖνοι πεποίηνται. τὸ δ’ἄριστον ἐν ἅπασι τοῖς λόγοις, ὅπερ καὶ σύμμετρόν ἐστιν ἑκάστῃ πραγματείᾳ, τοῦτο ἐσπουδάσαμεν ἀπ’ἀρχῆς μέχρι τέλους διαφυλάξαι.

7.1

ἐν τοῖσιν ὀξέσι νοσήμασι ψύξις ἀκρωτηρίων κακόν. ἐν μὲν τοῖς χρονίοις νοσήμασι καὶ μάλισθ’ὅσα χωρὶς πυρετῶν εἰσι καὶ κατὰ τὸν χειμῶνα καὶ γέρουσι ψυχρὰ γίνεσθαι τὰ τοῦ σώματος ἔσχατα μόρια, ῥῖνας καὶ πόδας καὶ ὦτα καὶ χεῖρας ἄκρας, οὐδὲν ἄτοπον. οὐ μὴν ἔν γε τοῖς ὀξέσι μέτριον τὸ κακὸν, ἀλλ’ἱκανῶς ὀλέθριον τὸ σύμπτωμα, φλεγμοναῖς σφοδροτάταις τῶν σπλάγχνων ἐπιγινόμενον. ὀξέα δὲ προσαγορεύεσθαι νοσήματά φησιν αὐτὸς, ὧν οἱ πυρετοὶ τοὐπίπαν εἰσὶ συνεχεῖς. ἐν οἶς ὅταν ἄνευ μεγάλης φλεγμονῆς ὦσι, μὴ ὅτι καταψύχεσθαι τοῖς ἀκροῖς, ἀλλὰ καὶ διακαίεσθαι συμβέβηκεν. ἀλλ’ὅταν τὸ τῆς φλεγμονῆς θερμὸν οὕτω σφοδρὸν, ὡς ἕλκειν ἐφ’ἑαυτὸ δίκην σικύας ἐξ ὅλου τοῦ σώματος τὸ αἷμα, διακαίονται μὲν οἱ οὕτως ἔχοντες τὰ σπλάγχνα, ψύχονται δὲ τὰ ἀκρωτήρια διὰ τὴν ἔνδειαν τοῦ αἵματος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα, καὶ οἵ πλεῖστοί γε αὐτῶν οὐ δὲ τῶν περιβολαίων ἀνέχονται, διὰ τὸ περὶ τοῖς σπλάγχνοις καῦμα.

7.2

ἐπὶ ὀστέῳ νοσήσαντι σὰρξ πελιδνὴ κακόν. οὐ γὰρ ἐπὶ μετρίαις βλάβαις ὀστῶν, ἀλλὰ ταῖς ἰσχυραῖς σηπέδοσι τὸ τοιοῦτον εἶδος τῆς χρόας ἐγγίνεται περικειμέναις σαρξὶ, σβεννυμένης δηλονότι τῆς κατὰ φύσιν θερμασίας ἐν αὐτοῖς.

7.3

ἐπὶ ἐμέτῳ λὺγξ καὶ ὀφθαλμοὶ ἐρυθροὶ κακόν. οἷόν τι πάθος τοῖς μυσὶν σπασμός ἐστι, τοιοῦτον ἐν τῷ στομάχῳ γίνεται λὺγξ, ὑγροῖς ἀνιῶσιν ἐπιγινομένη, ποτὲ μὲν ὅλην τὴν κοιλίαν, ὡς τὰ πολλὰ δὲ τότε στόμα καὶ τὸν στόμαχον αὐτῆς, καὶ ἐν τοῖς ἐμέτοις ἀπορρίψασα, παραχρῆμα παύεται τῆς λυγγός. ὡς ὅταν γε μη δ’ὑπὸ τούτων παύηται, δυοῖν θάτερον ἐνδείκνυται, ἤτοι τὴν ἀρχὴν τῶν νεύρων τὸν ἐγκέφαλον τὴν γαστέρα φλεγμαίνειν οὐ μετρίαν φλεγμονήν. τὸ δὲ τῶν ὀφθαλμῶν ἔρευθος ἕπεται ἀμφοτέροις, καὶ μᾶλλόν γε ταῖς κατὰ τὸν ἐγκέφαλον φλεγμονώδεσι διαθέσεσιν.

7.4

ἐπὶ ἱδρῶτι φρίκη οὐ χρηστόν. ὅτι τὰ κρίσιμα μὴ κρίνοντα τὰ μὲν θανατώδεα, τὰ δὲ δύσκριτα λέλεκται πρὸς αὐτοῦ, διὰ τὸ τὴν φύσιν ἐν ταῖς τοιαύταις διαθέσεσιν ὑπὸ τοῦ νοσήματος νικᾶσθαι.

7.5

ἐπὶ μανίῃ δυσεντερίῃ ὕδρωψ ἔκστασις ἀγαθόν. δυσεντερίαν μὲν ὕδρωπα τῷ λόγῳ τῆς μεταστάσεως ἴαμα γίνεσθαι μανίας οὐδὲν ἄλογον, ἐκ τῆς κεφαλῆς τῶν λυπούντων κάτω μεθισταμένων, ἔκστασιν δ’οὐδαμῶς διάλυσιν εἶναι μανίας, ὥστε μᾶλλον αὔξησιν ἄν τις εἴποι καὶ μέντοι καὶ εἴπερ ὄντως Ἱπποκράτης πολλαχῆ μανίαν καὶ σφοδρὰν ὠνόμασεν ἔκστασιν, οἴδαμεν οὕτω τινὰ παυσάμενον ἧς ἔμπροσθεν εἶχε μετρίας μανίας, ἐλογισάμεθάτε τῇ σφοδρότητι τῆς κινήσεως τῶν ποιούντων τὴν μανίαν αἰτίων ἀκολουθῆσαι τὴν λύσιν, ὥσπερ εἴωθε κἀν τοῖς ὀξέσι νοσήμασι τὰ σφοδρότατα τῶν συμπτωμάτων ἔστιν ὅτε κρίσεις ἀγαθὰς ἐργάζεσθαι.

7.6

ἐν νούσῳ πολυχρονίῃ ἀποσιτίη καὶ ἄκρητοι ὑποχωρήσιες κακόν. καὶ αὐτὴ μὲν καθ’ἑαυτὴν ἀποσιτία σημεῖον ἐστι μοχθηρὸν ἐν χρονίοις νοσήμασιν. ἐπὶ γὰρ τῶν σωθήσεσθαι μελλόντων ἐκ τῶν τοιούτων νοσημάτων αὐτῷ τοὐναντίον ὄρεξις σφοδροτέρα γίνεται σιτίων. ὥστ’οὐκ ἀγαθὸν σημεῖον ἀποσιτία. ὅταν δὲ καὶ τὰ κατὰ τὰς διαχωρήσεις ὑπάρχει πονηρὰ, πολὺ δὴ καὶ μᾶλλον. ἀκράτους δ’ὑποχωρήσεις εἴρηκε τὰς ἀμίκτους ὑδατώδους ὑγρότητος αὐτοῦ τοῦ κενουμένου χυμοῦ μόνου διαχωροῦντος, εἴτε πικρόχολος εἴτε μελαγχολικὸς εἴτε πρασοειδὴς εἴτε τῆς ἰώδους λεγομένης ὑπάρχει χολῆς, ἐνδείκνυνται γὰρ αἱ τοιαῦται διαχωρήσεις ἐκπεφρύχθαι τὴν κατὰ φύσιν ὑγρότητα πᾶσαν ὑπὸ τῆς πυρετώδους θερμασίας.

7.7

ἐκ πολυποσίης ῥῖγος καὶ παραφροσύνη κακόν. ὅτι μὲν πολυποσία πολλὴν πόσιν οὐχ ὕδατος, ἀλλ’οἴνου δηλοῖ πρόδηλον παντί. παραφρονοῦσι δ’ἐπὶ ταῖς τοιαύταις πόσεσιν ἔνιοι πληρουμένης τῆς κεφαλῆς αἵματόςτε καὶ πνεύματος θερμοῦ. δι’αὐτὸ δὲ τοῦτο καὶ θερμότεροι γίνονται, μάλιστα μὲν τὴν κεφαλὴν, ἤδη δὲ καὶ σύμπαν τὸ σῶμα. σπάνιοί γε μὴν ἐξ αὐτῶν εἰσὶν οἱ σὺν τῇ παραφροσύνῃ ῥιγώσαντες, ἐφ’ὧν οὐκ ἐξάπτεται τὸ σύμφυτον θερμὸν, ἀλλὰ σβέννυται διὰ τὸ πλῆθος, ὥσπερ ἐπὶ τῶν πολλῶν ξύλων ἐπιβληθέντων τῷ πυρὶ τε τοῦ λύχνου φλὸξ ἐξ ἐλαίου καταχυθέντος ἀθρόως.

7.8

ἐπὶ φύματος εἴσω ῥήξιος ἔκλυσις, ἔμετος καὶ λειποψυχία γίνεται. φῦμα μὲν ὠνόμασεν, ὅπερ ἐν ἑτέροις αὐτὸς εἴωθε προσαγορεύειν ἐμπύημα, τὴν δ’ἔσω ῥῆξιν αὐτοῦ τὴν εἰς τὴν γαστέρα λέγει. ταύτῃ γὰρ ἔμετος ἕπεται, ὡς αἵ γε τὸν κατὰ θώρακάτε καὶ πνεύμονα φυμάτων ῥήξεις οὐκ ἐμέτους, ἀλλ’ἐκ ἀνάγκης μὲν βῆχα, πολλάκις δὲ καὶ πνίγα φέρουσιν, ὥσπερ γε καὶ αἱ εἰς τὰ ἔντερα συρρήξεις τῶν ἐμπυημάτων διαχώρησιν ἐργάζονται πύου. κοινὸν δὲ πασῶν ῥήξεων ἔκλυσίςτε καὶ λειποψυχία, διὰ τὴν τοῦ ζωτικοῦ πνεύματος ἔκκρισιν, ὡς ἑτέρωθι δέδεικται.

7.9

ἐπὶ αἵματος ῥύσει παραφροσύνη καὶ σπασμὸς κακόν. οὗτος ἀφορισμὸς ἡμᾶς ὠφελεῖ μεγάλα πρὸς τὸ πεισθῆναι γίνεσθαί ποτε παραφροσύνας ἐπ’ἐνδείᾳ παραπλησίῳ τρόπῳ τοῖς κατὰ κῶλα τρόμοις. ἐκεῖνάτε γὰρ ἀρρωστίᾳ τῆς κινούσης αὐτὰ δυνάμεως ἀστηρίκτους ἴσχει τὰς κινήσεις, τ’ἐγκέφαλος παραφόρους. διόπερ οὐ δὲ σφοδρὸν γίνεταί ποτε τὸ τοιοῦτον εἶδος τῆς παραφροσύνης, ἀλλὰ μέτριόντε καὶ ὡς ἂν εἴποι τις ληρῶδες, αὐτὸς γὰρ εἴωθεν ὀνομάζειν λῆρον τὴν μετρίαν παρακοπήν. ἐὰν οὖν καὶ σπασμός ποτε συνέλθῃ τῇ τοιαύτῃ παραφροσύνῃ, παντάπασιν ἀνιάτως ἔχουσιν. ἔνια μὲν οὖν τῶν ἀντιγράφων διὰ τοῦ καί συνδέσμου γέγραπται, τινὰ δὲ τὸν παραδιαζευκτικὸν ὀνομαζόμενον ἔχει τὸ , καθ’ὃν καὶ παραφροσύνη μὲν οὐκ ἀγαθόν ἐστι σύμπτωμα μεθ’αἵματος ῥύσιν, εἰ καὶ μόνη συμβαίη. πολὺ δὴ μᾶλλον σπασμὸς, εἰ καὶ χωρὶς παραφροσύνης γένοιτο, μέγιστον δὲ κακὸν, εἰ ἀμφοῖν ἐστι σύνοδος. ὅπου γε καὶ μόνος διὰ τὴν ἄμετρον κένωσιν γενόμενος σπασμὸς ὀλεθριώτατόν ἐστι σύμπτωμα. τὸ μὲν γὰρ τῆς παραφροσύνης ἧττόν ἐστι κακόν.

7.10

ἐπὶ εἰλεῷ ἔμετος λὺγξ σπασμὸς παραφροσύνη κακόν. ἐν τοῖς εἰλεοῖς οὐδὲν ὑπέρχεται κάτω καὶ τοῦτό ἐστιν ἴδιον ἀχώριστον τοῦ πάθους. ἔμετος δὲ οὐκ ἀεὶ σύνεστιν, ἀλλ’ὅταν ὀλεθρίως ἔχωσι. καὶ εἰ πλέον δὲ σπαράττονται καὶ κόπρος αὐτοῖς ἐπανέρχεται καὶ λύζουσιν. ἔνιοι δὲ καὶ παραφρονοῦσι καὶ σπῶνται, συμπασχούσης τῆς ἀρχῆς τῶν νεύρων τῇ τοῦ στομάχου κακώσει. δοκεῖ δέ μοι γίνεσθαι τὰ τοιαῦτα τῶν ἐντέρων, ἐν οἷς διάθεσίς ἐστιν, ἀπώσασθαι ἑαυτῶν τὴν κόπρον ἐφιεμένων, ὅταν ἀνιαρὰ διὰ χρόνου μῆκος , μὴ δυναμένων δὲ διὰ τὴν ἐν τοῖς κάτω μέρεσι στέγνωσιν ἐκεῖθεν διαπέμπειν, ἀλλ’ἀναγκαζομένων ἔμπαλιν τῇ φύσει κινεῖσθαι βιαίως καὶ πρὸς τὴν ἄνω χώραν ἐκθλίβειν τὰ λυποῦντα.

7.11

ἐπὶ πλευρίτιδι περιπνευμονίη κακόν. ἐν μὲν τοῖς πλείστοις τῶν ἀντιγράφων ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ πρόσκειται τὸ κακόν, ἔν τισι δ’ἁπλῶς οὕτως γέγραπται · ἐπὶ πλευρίτιδι περιπνευμονία, βουλομένων τῶν οὕτως γραφόντων οὐχ ὅτι κακόν ἐστιν ἀγαθὸν ἐπιγινομένη πλευρίτιδι περιπνευμονία διδάσκειν νῦν αὐτὸν, ἀλλ’ἁπλῶς αὐτὸ τοῦτο μόνον, ὅτι μεταπίπτειν εἴωθε πλευρῖτις εἰς περιπνευμονίην ἐπιγίνεσθαι πλευρίτιδι περιπνευμονίαν. μεταπίπτει μὲν οὖν ὅταν τοῦ προτέρου παυσαμένου ἕτερον γένηται, ἐπιγίνεται δὲ ὅταν διαμείναντος ἐκείνου προσγένηται ἕτερον. ἀλλὰ νῦν φαίνεται περὶ τῶν ἐπιγινομένων Ἱπποκράτης γράφων, οἷς εὐθὺς ἐξ ἀρχῆς καὶ τὸ κακοῖς εἶναι ὑπάρχει. ὥστε κἂν μὴ πρόσκειται τὸ κακὸν, ἤτοι γε ἐπακουστέον αὐτὸ κατὰ τὸν ἀπὸ κοινοῦ λεγόμενον τρόπον δυνάμει δηλοῦσθαι νομιστέον. ἅπασα γὰρ τῶν οὕτως ἐπιγινομένων σύστασις οὐ σμικροῖς οὐ δ’ἐπιεικέσιν ἕπεται νοσήμασιν, ἀλλὰ μεγάλοιςτε καὶ κακοήθεσιν · οἷον εὐθέως ἐπὶ τῶν εἰρημένων κατὰ τὸν ἀφορισμὸν παθῶν, ὅταν μὴ στέγηται κατὰ τὰς πλευρὰς τὴν πλευρῖτιν ἐργαζόμενος χυμὸς, ἀφικνεῖταί τι μέρος αὐτοῦ καὶ πρὸς τὸν πνεύμονα. τῇ μέντοι περιπνευμονίᾳ πλευρῖτις οὐ πάνυ τι πέφυκεν ἕπεσθαι, διότι καὶ μὲν τὴν ἐπιεικῆ περιπνευμονίαν ἐκκαθαίρεται πᾶς λυπῶν χυμὸς ἀναβηττόμενος. ἐν δὲ ταῖς ὀλεθρίαις φθάνει πνίγειν πρὸ τοῦ τὰς πλευρὰς συμπαθεῖν.

7.12

ἐπὶ περιπνευμονίης φρενῖτις κακόν. ὅταν ὑπὸ θερμοῦ χυμοῦ περιπνευμονία, πολλοὺς ἀτμοὺς ἐπὶ τὴν κεφαλὴν ἀναπέμπουσα πληροῖ τὸν ἐγκέφαλον ἀτμῶν καὶ φρενῖτιν ἐργάζεται. τὰ δ’ἄλλα κοινὰ πρὸς τὸν ἔμπροσθεν εἰρημένον ἀφορισμὸν, οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τοῖς ἐφεξῆς.

7.13

ἐπὶ καύμασιν ἰσχυροῖσι σπασμὸς τέτανος κακόν. οἱ πλεῖστοι τῶν ἐξηγητῶν οὕτως ἴσασι γεγραμμένον ἀφορισμὸν τοῦτον, δὲ Μαρῖνος ἐπὶ τραύμασι γράφει. καὶ γὰρ τὸν ἑξῆς ἀφορισμὸν αὐτῷ φησι μαρτυρεῖν. ἀληθὲς μὲν οὖν καὶ τὸ τοῖς ἰσχυροῖς τραύμασι φλεγμονάςτε καὶ σπασμοὺς γίνεσθαι. τῶν δ’ἐξηγησαμένων σχεδὸν ἁπάντων καὶ μάλιστα τῶν παλαιοτάτων, τὴν ἐπὶ καύμασιν ἰσχυροῖς γραφὴν ἐπισταμένων, ἄμεινον καὶ ἡμᾶς ἐκείνην ἐξηγεῖσθαι. τινὲς μὲν οὖν τὸ καύμασιν ἐν ἴσῳ τῷ πυρετοὺς ἤκουσαν, ἔνιοι δὲ τὴν ἐκ τοῦ περιέχοντος πύρωσιν οὕτως εἰρῆσθαί φασιν. ἔνιοι δὲ ἀντὶ τοῦ καυτηρίοιςτε καὶ ἐσχάραις καὶ πάντες ἀληθεύουσιν. ἐπιγίνονται γὰρ ἅπασι τούτοις οὐκ ἐπ’ἀγαθῷ τέτανοίτε καὶ σπασμοὶ κατὰ ξηρότητα τῶν νεύρων, οὕσπερ χαλεπωτάτους ἐδείκνυμεν ὄντας.

7.14

ἐπὶ πληγῇ ἐς τὴν κεφαλὴν ἔκπληξις παραφροσύνη κακόν. μὲν γὰρ παραφροσύνη γνωρίζεται, φθεγγομένωντε καὶ πραττόντων οὐδενὸς ἐχόμενα λόγου. δ’ἔκπληξίς ἐστιν, ὅταν μὴ φθέγγωνταί τι, μήτε πράττωσιν, ἀλλ’ἀναπεπταμένοις τοῖς ὀφθαλμοῖς, ἐφ’ἡσυχίας μένωσιν ὁμοίως τοῖς ὑπὸ δέους ἐκπλαγεῖσιν. ὅτι δὲ τὰ τοιαῦτα πάντα πάσχοντος ἐγκεφάλου γίνεται πρόδηλον · ἐδείχθη γὰρ ἐν ἐκείνῳ τὸ τῆς ψυχῆς ἡγεμονικόν. ἐὰν γοῦν ἐπὶ τῇ τελευτῇ προγεγραμμένον τὸ κακὸν, εὔδηλον ὡς ὀρθῶς εἴρηται. διήκει γὰρ εἰς αὐτὸν εἴσω τὸν ἐγκέφαλον ἐνδείκνυται τὴν πληγήν. ἐὰν δὲ μὴ προσγράφηται, δυνατὸν ἡμῖν ἐστι καὶ προσυπακοῦσαι, καθάπερ ἐν τοῖς ἔμπροσθεν ἔφαμεν ἀπὸ κοινοῦ. δυνατὸν δὲ καὶ τῷ συνενδείκνυσθαι τὰ συμπτώματα τὴν βλάβην τοῦ ἐγκεφάλου τὸ μέγεθος τῆς κακώσεως ἐπινοεῖν.

7.15

ἐπὶ αἵματος πτύσει πύου πτύσις κακόν. ὅτι πᾶς οὗτος κατάλογος αὐτῷ τῶν καλουμένων ἰδίως ἐπιγινομένων ἐστὶν, ὑπὲρ ὧν καὶ Πραξαγόρας ἓν ὅλον οὐ σμικρὸν ἔγραψε βιβλίον, εὔδηλον εἶναι νομίζω κἀξ αὐτοῦ τοῦ ἀφορισμοῦ. οὐ γὰρ ἅπασα πτύσις αἵματος ἑπομένην ἔχει πύου πτύσιν, ἀλλ’ κακοήθης μόνη, διὸ καὶ ἐκ τοῦ πνεύμονος τοὐπίπαν τοιαύτη.

7.16

ἐπὶ πύου πτύσει φθίσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσιν. ἥν ἰδίως ὀνομάζουσιν οἱ Ἕλληνες καὶ μάλιστ’αὐτῶν οἱ Ἀθηναῖοι φθόην, ταύτην νῦν Ἱπποκράτης ὠνόμασε φθίσιν, ἐπὶ πνεύμονος ἑλκώσεσιν ἀνιάτοις, γιγνομένης ἅπαντος τοῦ σώματος ἰσχνότητος μετὰ πυρετοῦ λεπτοῦ. τὸ δὲ ῥύσις ἤτοι κατὰ τῆς τῶν τριχῶν ἐκπτώσεως κατὰ τῆς ὑγρᾶς διαχωρήσεως εἴρηκεν, ἀμφότερα γὰρ εἴωθε γίνεσθαι, ἐσχάτως ἐχόντων τῶν φθινόντων, τὸ μὲν ἐπὶ ξηρότητι, τὸ δ’ἐπ’ἀρρωστίᾳ δυνάμεως. τό γε μὴν ἐπὶ τέλει γεγραμμένον · ἐπὴν δὲ τὸ πτύελον ἴσχηται, ἀποθνήσκουσι τὸν τρόπον δηλοῖ τοῦ θανάτου τῶν ὑπὸ φθόης ἀπολλυμένων. ἄχρι γὰρ τοσούτου ζῶσιν ἰσχνοὶ γιγνόμενοι, μέχρι περ ἀναβήττειν δύνανται καὶ καθαίρειν διὰ τῶν ἀναπτυομένων τὸν πνεύμονα. μενόντων δ’ἔνδον αὐτῶν ἐμφράττονται μὲν αἱ τῆς ἀναπνοῆς ὁδοὶ, πνίγονται δ’οἱ πάσχοντες.

7.17

ἐπὶ φλεγμονῇ τοῦ ἥπατος λὺγξ κακόν. εἶπον ἤδη καὶ πρόσθεν ὡς ἅπαντες οὗτοι οἱ ἐφεξῆς ἀλλήλων ἀφορισμοὶ γεγραμμένοι διδάσκουσι περὶ τῶν ἐπιγενομένων συμπτωμάτων τοῖς πάθεσιν αὐξανομένοις καὶ χείροσιν αὐτῶν γιγνομένας · οὕτως οὖν καὶ νῦν λὺγξ ἐφ’ἥπατι φλεγμαίνοντι γίνεσθαι λέλεκται, οὐ διὰ παντὸς οὔθ’ὡς ἔτυχε πάσχοντος, ἀλλ’ὅταν εἰς μέγεθος αἴρηται ξεούσης τῆς φλεγμονῆς, ὑφ’ἧς εἰς συμπάθειαν στόμαχος ἔρχεται, ποτὲ μὲν τῷ λόγῳ τῶν κοινῶν νεύρων, ἅπερ ἐστὶν (ὡς αὐτὸς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν ἐδίδαξε) βραχύτατα. διὸ καὶ τότε μόνον συμπάθεια γίνεται τῷ στομάχῳ πρὸς τὸ ἧπαρ, ὅταν καὶ φλεγμονὴ μεγίστητε καὶ χειρίστη γένηται. καὶ μέντοι καὶ διὰ τὸ χολὴν ἱκανῶς θερμήντε καὶ πολλὴν ἐν ταῖς φλεγμοναῖς τοῦδε τοῦ σπλάγχνου γεννᾶσθαίτε καὶ συρρεῖν εἰς τὴν ἀρχὴν τῶν ἐντέρων, ἧς ἐπιπολαζούσης καὶ ἀναθεούσης εἰς τὴν γαστέρα δάκνεσθαίτε καὶ διὰ τοῦτο λύζειν τῷ στομάχῳ συμβέβηκεν. ἔνιοι δὲ οἴονται τὸ μέγεθος τῆς φλεγμονῆς τοῦ ἥπατος θλῖβον τὴν κοιλίαν ἐργάζεσθαι τὴν λύγγα, διέξοδον οὐκ ἔχοντος ὡς ἐκεῖνοί φασι τοῦ πνεύματος.

7.18

ἐπὶ ἀγρυπνίῃ σπασμὸς παραφροσύνη κακόν. ἔνιοι προστιθέασι κἀνταῦθα τὸ κακόν. ἡμῖν δ’εἴρηται πρόσθεν ὡς εἰ μὴ καὶ προστεθείη περιέχονται δυνάμεις. διὰ τί δὲ ταῖς ἀμέτροις ἀγρυπνίαις ἕπεται σπασμὸς παραφροσύνη, δῆλόν ἐστι τῷ μεμνημένῳ τῶν ἔμπροσθεν. μὲν γὰρ σπασμὸς ἐρρέθη καὶ πρὸς αὐτοῦ τοῦ Ἱπποκράτους ὥσπερ ὑπὸ πληρώσεως, οὕτω καὶ κενώσεως γίνεσθαι. κενωτικώτατόν τι δὲ καὶ ξηραντικώτατόν ἐστιν ἀγρυπνία, καὶ διὰ τοῦτο τόντε κατὰ ξηρότητα φέρει σπασμὸν καὶ παραφροσύνην, αὐτῷ τῷ λόγῳ τῆς ἀμέτρου ξηρότητος καὶ πρὸς τούτῳ, διότι χολωδέστερον ἐν ταῖς μακραῖς ἀγρυπνίαις γίνεται τὸ αἷμα. κατὰ τινα μέντοι τῶν ἀντιγράφων καὶ τά γε ἀκριβέστατα χωρὶς τῆς παραφροσύνη γέγραπται ἀφορισμὸς τρόπῳ τοιῷδε · ἐπὶ ἀγρυπνίῃ σπασμὸς, ὡς ἂν οἶμαι, τὰ κάκιστα τῶν ἐπιγινομένων ἐνταῦθα γράφοντος τοῦ Ἱπποκράτους.

7.19

ἐπὶ ὀστέου ψιλώσει ἐρυσίπελας. ἐν τούτῳ τῷ λόγῳ μάλιστα χρὴ προσυπακούειν τὸ κακόν · οὐ γὰρ δὴ τοῦτό γέ φησιν ὡς διὰ παντὸς ὡς τὸ πολὺ τοῖς ἐψιλωμένοις ὀστοῖς ἐρυσίπελας ἐπιγίνεται. τοὐναντίον γὰρ πᾶν ἀληθές ἐστι, τῷ σπανίῳ ἕπεσθαι τοῖς οὕτω παθοῦσιν ὀστοῖς ἐρυσίπελας · ἀλλ’ὅτι μοχθηρόν ἐστι σύμπτωμα, συγγυμνωθέντος ὀστοῦ τὴν πέριξ σάρκα φανῆναι κατειλημμένην ἐρυσιπέλατι.

7.20

ἐπὶ ἐρυσιπέλατι σηπεδὼν ἐκπύησις. πρόδηλον δή που καὶ κατὰ τοῦτον τὸν λόγον ἐστὶν, ὡς τοῖς κακοήθεσιν ἐρυσιπέλασιν ἐπιγίνεται ταῦτα.

7.21

ἐπὶ ἰσχυρῷ σφυγμῷ ἐν τοῖς ἕλκεσιν αἱμορραγίη. ἐν τοῖς φλεγμαίνουσιν ἕλκεσιν σφυγμὸς γίνεται μὴ φερούσης τῆς ἐπικειμένης ταῖς ἀρτηρίαις σαρ κὸς τὴν κένωσιν αὐτῶν, ἀλλ’ὀδυνωμένης, ὅταν ἐμπίπτωσιν αὗται διαστελλομέναι. ἔστι γὰρ τοιοῦτος σφυγμὸς ὀδυνηρά τις αἴσθησις, ἐκ τῆς τῶν ἀρτηριῶν κινήσεως γινομένη, ὧν οὐ δὲ αἰσθανόμεθα τὴν ἀρχὴν, ἔν γε τῷ κατὰ φύσιν ἔχειν τὰ μόρια, διάτε τὸ τῆς ὁμιλίας αὐτῶν ἄλυπον καὶ διὰ τὴν εὐρυχωρίαν, ἐν κινοῦνται. φλεγμονὴν δὲ τε στενοχωρία καὶ τὸ τῆς διαθέσεως ὀδυνηρὸν αἴσθησιν ἀνιαρὸν ἐργάζεται τοῖς κάμνουσιν, ἐκ τῆς κινήσεως τῶν ἀρτηριῶν, ἣν καλοῦσιν οὐκ ἰατροὶ μόνον, ἀλλὰ καὶ πάντες ἄνθρωποι σφυγμόν. ἔοικε δὲ καὶ κίνησις αὕτη τῶν ἀρτηριῶν κατὰ τὰς τοιαύτας διαθέσεις αὐξάνεσθαι. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ὡς ἔστι καὶ τῶν ἀλλοτρίων ἀποκριτικὴ μία τις ἐν αὐτοῖς δύναμις, ἥτις καὶ τοὺς κρισίμους ἱδρῶτας ἐργάζεται καὶ τὰς αἱμορραγίας καὶ τὰς τῆς γαστρὸς ὑποχωρήσεις, ὅσατε ἄλλα τοιαῦτα. κατὰ ταύτην οὖν τὴν δύναμιν ἐνίοτε σφοδρότερον φύσις ἐνεργοῦσα μεγάληντε ἅμα καὶ βίαιον ἐργάζεται τὴν κίνησιν τῶν ἀρτηριῶν, ἐφιεμένη διώσασθαι τὰ λυποῦντα καὶ οὕτως ἐπιφέρει τὰς αἱμορραγίας.

7.22

ἐπὶ ὀδύνῃ πολυχρονίῃ τῶν περὶ τὴν κοιλίην ἐκπύησις. εἴτε γὰρ ψύξις εἴθ’ὅλως ἀνώμαλός τις εἴη δυσκρασία περὶ τὴν κοιλίαν εἴτε πνεῦμα φυσῶδες εἴτε δριμύτης τις δακνώδης ἀδύνατον αὐτοῖς εἰς πολὺν ἐκταθῆναι χρόνον ἁπάντων δεόντως περὶ τὸν κάμνοντα γιγνομένων. ἀναγκαῖον γὰρ τοῦτο προσυπακούειν ἐν ἅπασι τοῖς τοιούτοις λόγοις. ὑπολείπεται γοῦν ἔτι διὰ φλεγμονὴν χρονίζειν τὴν ὀδύνην, ἥτις ἐκπυήσει τῷ χρόνῳ δηλονότι μὴ φθάσαντός γε ἀποθανεῖν τοῦ ἀνθρώπου. καὶ γὰρ τοῦτο χρὴ προσυπακούειν ἐν τοῖς τοιούτοις λόγοις ἅπασιν.

7.23

ἐπὶ ἀκράτῳ χωρήσει δυσεντερία. ἀκρήτους ὑποχωρήσεις εἴωθεν ὀνομάζειν Ἱπποκράτης τὰς ἀμίκτους ὑγρότητος ὑδατώδους, αὐτὸν μόνον ἐχούσας εἰλικρινῆ ὑπερχόμενον κάτω χυμὸν, εἴτε τὸν τῆς ξανθῆς χολῆς εἴτε τὸν τῆς μελαίνης. θαυμαστὸν οὖν οὐδὲν ἐπὶ ταῖς τοιαύταις ὑποχωρήσεσιν ἀναβρωθῆναί τι τῶν ἐντέρων.

7.24

ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη, ἢν κενεὸν λάβῃ. ἐπὶ τοῦ κατὰ τὴν κεφαλὴν ὀστέου δηλονότι διακοπέντος οὐχ ἁπλῶς οὐ δ’ὡς ἔτυχεν, ἀλλὰ μέχρι τῆς ἐντὸς ἐπιφανείας, ἣν περιέχουσα τὸν ἐγκέφαλον ἐνδέχεται κενὴ χώρα, παραφροσύνη γίνεται · πλησιάζει γὰρ ἤδη τὸ πάθημα ταῖς μήνιγξι καὶ τῷ ἐγκεφάλῳ. Μαρῖνος δὲ οὐκ οἶδ’ὅπως ἰδίᾳ μὲν ἀναγινώσκειν ἀξιοῖ τὸ ἐπὶ ὀστέου διακοπῇ παραφροσύνη. ἰδίᾳ αὖθις ἀρχὴν ἀφορισμοῦ δευτέρου ποιεῖται, τὸ ἢν κενεὸν λάβῃ, προστιθεὶς αὐτῷ τὸ ἐκ φαρμακοποσίης σπασμὸς, οὕτως ὡς ὅλος ἀφορισμὸς τοιοῦτος γίνηται · ἢν κενεὸν λάβῃ ἐκ φαρμακοποσίης σπασμὸς, θανατῶδες. εἰκότωςτε γάρ φησιν εἰρῆσθαι τοῦτο. τὸν γὰρ ἐπὶ κενώσει γινόμενον σπασμὸν ἀεὶ μέμφεσθαι τὸν Ἱπποκράτην. ἀλλὰ τοῦτο μὲν αὐτὸ καλῶς εἶπεν Μαρῖνος, ὡς διὰ κένωσιν ἄμετρον γινόμενος σπασμὸς, ὀλέθριόν ἐστιν. οὕτω γοῦν καὶ ἐκ φαρμακοποσίης ὀλέθριος γίνεται · τὸ πρότερον δ’οὐκ αἰσθάνεται λόγον ἐργαζόμενος ψευδῆ · τὸ γὰρ ἐπὶ ὀστέου διακοπῇ τὴν παραφροσύνην γίνεσθαι προφανῶς ψεῦδός ἐστιν. οὔτε γὰρ κατ’ἄλλο τι τῶν ὀστῶν οὔτε κατὰ τῆς κεφαλῆς ἕπεται τῇ διακοπῇ παραφροσύνη, πρὶν ἐπὶ τὰς μήνιγγας ἐξικέσθαι τὸ πάθος.

7.25

ἐκ φαρμακοποσίης σπασμὸς θανατῶδες. φαρμακοποσίας καὶ φαρμακείας ἰδίως εἴωθεν Ἱπποκράτης ὀνομάζειν τὰς τῶν καθαιρόντων φαρμακείας μόνον. ὅτι δ’ἐπὶ τούτοις ἀμέτρως κενώσασι σπασμὸς ἐπιγινόμενος ὀλέθριόν ἐστιν, εἴ τις μέμνηται τῶν ἤδη πολλάκις εἰρημένων οὐκ ἀγνοεῖ.

7.26

ἐπὶ ὀδύνῃ ἰσχυρῇ τῶν περὶ τὴν κοιλίην ἀκρωτηρίων ψύξις κακόν. γίνεται μὲν ὡς καὶ πρόσθεν ἐρρέθη καὶ διὰ μέγεθος φλεγμονῆς σπλάγχνων τῶν ἀκρωτηρίων ψύξις. γίνεται δὲ καὶ διὰ λειποψυχίαν τὸ σβέννυσθαι τὴν ἔμφυτον θερμασίαν τὸ πνίγεσθαι διὰ πλῆθος καὶ μάλισθ’ὅταν ψυχρὸν εἴη. γίνεται δὲ καὶ διὰ ὀδύνην ἰσχυρὰν ἐν τοῖς μέσοις τοῦ σώματος ὑπάρχουσαν, δι’ἣν συστέλλεται μὲν φύσις εἰς ἑαυτὴν, ἕπεται δ’αὐτῇ καὶ τὸ αἷμα καταλεῖπον οὐ μόνον τὰ ἀκρωτήρια τοῦ σώματος, οἷον πόδας καὶ χεῖρας καὶ κεφαλὴν, ἀλλὰ καὶ σύμπαν τὸ δέρμα. μερικὴν οὖν τινα αἰτίαν εἴρηκεν Ἱπποκράτης ἐν τῷδε τῷ λόγῳ, ψύξεως ἀκρωτηρίων, ὥσπερ καὶ κατ’ἄλλους πολλοὺς ἐδείχθη λόγους τοῦτο πράττων, καὶ θαυμαστὸν οὐδέν ἐστι τὸν ἐξευρίσκοντα πρῶτον πολλὰ μὴ πάντων ὁμοῦ τὴν εὕρεσιν, ἀλλ’ἑκάστου κατὰ μέρος ποιεῖσθαι.

7.27

γυναικὶ ἐν γαστρὶ ἐχούσῃ τεινεσμὸς ἐπιγινόμενος ἐκτρῶσαι ποιέει. περὶ τὸ καλούμενον ἀπευθυσμένον ἔντερον τεινεσμὸς γίνεται τὴν αὐτὴν ἔχων αἰτίαντε καὶ διάθεσιν, ἣν ἐν ταῖς δυσεντερίαις λαμβάνει τῶν ἄλλων τι τῶν ὑπερκειμένων ἐντέρων. ὠνομάσθαι δὲ τὸ πάθος ἀπὸ τῆς τάσεώς φασι τῆς γινομένης κατ’αὐτὴν, δι’ἣν καὶ προθυμούμενοι σφοδρῶς ἀποπατεῖν ἐξανίστανται συνεχῶς. διὰ τὴν τοιαύτην οὖν ἔντασίντε καὶ κακοπάθειαν τότ’ἄλλο πᾶν σῶμα κάμνει καὶ μάλιστα πάντων μήτρα, συμφυὴς οὖσα τῷ ἀπευθυσμένῳ. θαυμαστὸν δ’οὐδὲν ἐπὶ σφοδραῖςτε καὶ συνεχέσιν ἐξαναστάσεσι καὶ τάσεσι ἐκτιτρώσκεσθαι τὸ κυούμενον, ὅτε καὶ ἐπὶ ταῖς ἄλλαις σφοδραῖς ἤτοι κινήσεσιν ὀδύναις τῆς κυούσης ἐκτιτρώσκεσθαι πέφυκεν.

7.28

τι ἂν ὀστέον χόνδρος νεῦρον ἀποκοπῇ ἐν τῷ σώματι οὔτε αὔξεται οὔτε συμφύεται. καὶ οὗτος ἀφορισμὸς ἔμπροσθεν ἤδη γέγραπται κατὰ τήνδε τὴν λέξιν. ἐπὴν διακοπῇ ὀστέον χόνδρος νεῦρον γνάθου τὸ λεπτὸν ἀκροποσθίη, οὔτε αὔξεται οὔτε συμφύεται, καὶ ἐφθάσαμεν αὐτὸν ἐξηγήσασθαι μετὰ τὸ ἕκτον ὑπόμνημα.

7.29

ἢν ὑπὸ λευκοῦ φλέγματος ἐχομένῳ διάρροια ἰσχυρὴ ἐπιγένηται, λύει τὴν νοῦσον. σύνηθές ἐστι τοῖς ἄλλοις ἰατροῖς ὀνομάζειν τινὰ λευκοφλεγματίαν ὕδερον ἤγουν ὡς καὶ πελιδνοῦ τινος φλέγματος ὡς κατὰ μὲν τὸν ἑαυτοῦ λόγον ὑπάρχοντος ἀεὶ λευκοῦ, δι’ἐπιμιξίαν δέ τινα τῶν ἄλλων χυμῶν μεταβάλλοντος τὸ ἀκριβὲς τῆς χρόας. δύναται δὲ καὶ ὡς ἐν τῷ περὶ ἄρθρων ἔγραψε · σπόνδυλοι δ’οἱ κατὰ ῥάχιν οὐχ ὡς οὐκ ὄντων τῶν σπονδύλων ἑτέρωθι διοριζόμενος, ἀλλ’ἁπλῇ προσθήκῃ χρώμενος, οὕτως κἀνταῦθα χωρὶς διορισμοῦ τὴν προσθήκην τοῦ λευκοῦ πεποιῆσθαι. τὸ δ’ὑπὸ διαρροίας ἰσχυρᾶς χρονίας, ἑκατέρως γὰρ γράφεται, λύεσθαι τὴν τοῦ λευκοῦ φλέγματος πλεονεξίαν κοινὸν καὶ πρὸς ἄλλα πολλὰ τῶν οὕτως εἰρημένων αὐτῷ.

7.30

ὁκόσοισιν ἀφρώδεα τὰ ὑποχωρήματα ἐν τῇσι διαρροίῃσι, τουτέοισιν ἀπὸ τῆς κεφαλῆς φλέγμα καταρρεῖ. ἀδιορίστως εἴρηται τοῦτο, γένοιτο μὲν γὰρ ἄν ποτε τὸ διαχωρούμενον ἀφρῶδες, ἐκ τῆς κεφαλῆς ἐπιρρέοντος ὑγροῦ πνευματώδους εἰς τὴν γαστέρα · γένοιτο δ’ἄν ποτε καὶ τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων ἐκχεόντων αὐτό. συσταίη δ’ἂν ἐνίοτε καὶ κατὰ τὴν γαστέρα, μίαν μὲν ὡς ἂν εἴποι τις, ἔχον αἰτίαν συνεκτικὴν, ὅπως ἂν ἐκκρίνηταίτε καὶ γένηται, προηγουμένας δὲ πλείους. ἔστι δὲ συνεκτικὴ τοῦ τοιούτου φλέγματος αἰτία πνεῦμα φυσῶδες ἐν τῇ πρὸς ὑγρότητα μίξει σφοδρᾷ καὶ ἀνωμάλῳ κινήσει κεχρημένον, ὡς αὐτότε θραυσθῆναι καὶ τὸ φλέγμα θραῦσαι κατὰ πολλὰ καὶ σμικρὰ μόρια. τῆς δὲ τοιαύτης αὐτῷ κινήσεως τε οἰκεία φύσις αἰτία καί ποτε καὶ πλῆθος θερμασίας. οὕτως γοῦν ἐπὶτε τῶν ἑψημένων ἀφρὸς ὁρᾶται καὶ μάλισθ’ὅταν γλίσχρα τὴν φύσιν, ἔντε τῇ θαλάττῃ κατὰ τὰς βιαίας τῶν ἀνέμων ἐμβολάς. ὅσοι δὲ ἡγοῦνται διὰ τοῦ πνεύμονος εἰς τὴν γαστέρα τὴν ὁδοιπορίαν γίνεσθαι τῷ φλέγματι καὶ διὰ τοῦτο ἀφρῶδες αὐτὸ φαίνεσθαι, οὐκ οἶδα τί φήσουσιν ἐπὶ τῶν ἀπὸ κεφαλῆς σαφῶς εἰς πνεύμονα ῥευματιζομένων. ἐχρῆν μὲν γὰρ αὐτοὺς ἀφρώδη διαχωρεῖν. οἱ δ’οὔτε διαχωροῦσιν οὔτ’ἀναβήττουσιν ἀφρώδη, καίτοι πολλάκις ἐναργῶς αἱ τραχεῖαι κατὰ σπλάγχνον ἀρτηρίαι πλήρεις εἰσὶ τοῦ καταρρέοντος ἐκ τῆς κεφαλῆς, πεφθὲν μὲν ἀναπτύεται πύῳ παραπλήσιον, ἀφρῶδες δ’οὐ γίνεται. ἀλλ’οὐ δ’αἷμα διὰ παντὸς ἀφρῶδες ἀναπτύουσιν ἐκ πνεύμονος. ἔοικεν οὖν ὅταν ἐξ αὐτῆς τοῦ σπλάγχνου τῆς ἰδίας οὐσίας συναναφέρηταί τι ἀφρῶδες γίνεσθαι τὸ αἷμα. πτύουσί γε μὴν καὶ οἱ πλευριτικοί ποτε τὸ ἀφρῶδες, ἔτιτε σπανιώτερον αὐτῶν μᾶλλον οἱ περιπνευμονικοί. θερμασίας δέ μοι δοκεῖ ἀκράτουτε καὶ πυρώδους ἠθροισμένης ἐν τοῖς πάσχουσι μορίοις. εἰ δὲ τὸ καταρρέον ἐκ τῆς κεφαλῆς εἰς τὰς τραχείας ἀρτηρίας τοῦ πνεύμονος, ὡς ἔνιοί φασι, διεξέρχεται κάτω, πρῶτον μὲν εἰς τὰς τῆς καρδίας κοιλίας αὐτὸ παραγίνεσθαι δεήσει, μετὰ δὲ τοῦτο δυοῖν θάτερον, ἤτοι διὰ τῆς κοίλης φλεβὸς εἰς μὲν τὰ κυρτὰ τοῦ ἥπατος πρῶτον, εἶτα ἐκεῖθεν εἰς τὰ σιμὰ καὶ οὕτως διὰ τῶν πυλῶν εἰς τὰς τῶν ἐντέρων ἕλικας, πρῶτον μὲν εἰς τὴν μεγάλην ἀρτηρίαν, εἶθ’οὕτως εἰς τὴν τοῦ μεσεντερίου. καὶ πῶς ἂν ἔτι μένειν ἀφρῶδες ἀναμιχθέντε τῷ αἵματι καὶ τοσαύτας διεξελθὸν ἅμα αὐτῷ φλέβας.

7.31

ὁκόσοσι πυρέσσουσιν ἐν τοῖσιν οὔροισι κριμνώδεες αἱ ὑποστάσιες γίνονται, μακρὴν τὴν ἀρρωστίην σημαίνουσι. καὶ οὗτος λόγος διορισθεὶς ἀληθὴς γίνεται μαρτυρούμενος ὑπὸ τῆς πείρας. ὀλέθρια μὲν γάρ ἐστι τὰ κριμνώδη τῶν οὔρων, κἀν τῷ προγνωστικῷ λέλεκται καὶ φθάνουσιν ἀποθνήσκειν οἱ πλεῖστοι πρὶν χρονίσαι τὴν νόσον. ὅσοι δ’ἐξ αὐτῶν ἐσώθησαν, ἐχρόνισαν οὗτοι πάντες, ὡς ἂν πολλῆς τῆς πέψεως δεομένης τῆς διαθέσεως, ἐφ’ τὸ τοιοῦτον οὖρον οὐροῦσιν. εἴρηται δ’ἡμῖν ἐν τοῖς περὶ κρίσεων ὑπὲρ ἁπάντων οὔρων ἐπὶ πλέον ἔν γε μὴν ταῖς ἐπιδημίαις. ἀρκέσει γάρ μοι δυοῖν ἀρρώστοιν μνημονεῦσαι, κατὰ μὲν τὸ πρῶτον τοῦ μετὰ τρεῖς καταστάσεις δευτέρου γεγραμμένου Σιληνοῦ, περὶ οὗ κατὰ τὴν διήγησιν οὕτως εἶπεν · οὔρησεν ἀθρόως ὑπὸ τοῦ χυμοῦ κενούμενον ὑπόστασις κριμνώδης, λευκὴ, ἄκρεα πάλιν ψυχρὰ, ἑνδεκάτῃ ἀπέθανε. κατὰ δὲ τὸ τρίτον τοῦ τρίτου τῶν ἀρρώστων, περὶ οὗ κατὰ μὲν τὴν ἀρχὴν τῆς διηγήσεως οὕτως ἔγραψεν · κατακείμενος ἐν τῷ Δεάλκους κήπῳ. προελθὼν δὲ μετ’ὀλίγον, οὖρα λεπτὰ, ποικίλα, ἐναιωρήματα ἔχοντα σμικρὰ οἷον κρίμνα. τοῦτον δὲ φησι τεσσαρακοσταῖον κριθῆναι. δῆλον οὖν κἀκ τούτων τῶν παραδειγμάτων, ὅσοι μὲν σωθήσεσθαι μέλλουσι τῶν οὐρησάντων κριμνώδη, χρονίζουσιν, ὅσοι δὲ ὀλεθρίως ἔχουσι, τούτους ἐνδέχεται καὶ διὰ ταχέων ἀποθανεῖν.

7.32

ὁκόσοισι δὲ χολώδεες αἱ ὑποστάσιες, ἄνωθεν δὲ λεπταὶ, ὀξείην ἀρρωστίην σημαίνει. τὸ μὲν χολῶδες ἀεὶ ὀξείας ἐργάζεται νόσους. εἴρηται γὰρ ἡμῖν ὅτι τὸν πικρόχολον χυμὸν οὕτως ὀνομάζειν ἔθος ἐστὶ τοῖς παλαιοῖς ἰατροῖς, ὡς τόν γε μελαγχολικὸν ἀεὶ μετὰ προσθήκης λέγουσιν, οὐχ ἁπλῶς χολὴν ὡς τὴν ξανθὴν, ἀλλὰ μέλαιναν χολήν. τὸ δ’ἄνωθεν λεπταὶ, τουτέστιν ὑδατώδεες. οὕτω γὰρ εἴωθε χρῆσθαι τῇ τοῦ λεπτοῦ προσηγορίᾳ Ἱπποκράτης, δόξειεν ἂν οὐ καλῶς εἰρῆσθαι. τὸ γὰρ ὑδατῶδες οὖρον ἄπεπτόν ἐστι καὶ χρόνιον. ἐγὼ γοῦν οὐκ ἐθεασάμην ποτὲ οὖρον ὡς τὸ ὑφιστάμενον ἐν αὐτῷ χολῶδες εἶναι, τὸ δ’ἐπιπολάζον ὑδατῶδες. οὐκ ἀλόγως οὖν ἔνιοι τῶν ἐξηγητῶν ἔφασαν οὐ τόπου δηλωτικὸν, ἀλλὰ χρόνου τὸ ἄνωθεν ἐπίρρημα νῦν εἶναι, καθάπερ εἰ καὶ οὕτως εἴρηται. τῶν οὔρων αἱ ὑποστάσεις, ὅταν ἐξ ἀρχῆς μὲν ὦσι λεπταὶ, μετὰ δὲ ταῦτα χολώδεις γεννηθῶσιν, ὀξεῖαν ἀρρωστίαν δηλοῦσιν.

7.33

ὁκόσοισι δὲ διεστηκότα οὖρα γίνεται, τουτέοισι ταραχὴ ἰσχυρὴ ἐν τῷ σώματί ἐστι. τὰ διεστηκότα κυρίως μὲν ἀκούοντι ἀδύνατόν τι δηλώσει. συνεχὲς γὰρ ἑαυτῷ τὸ οὖρόν ἐστιν ἀεὶ μηδεμίαν ἐν τῷ μέσῳ χώραν ἔχον κενήν. εἰ δὲ τὸ κατὰ τὴν σύστασιν ἀνώμαλον εἰρῆσθαι δεχοίμεθα, δεόντως εἶπε ταραχὴν ἰσχυρὰν αὐτὸ σημαίνειν. ἐπικρατούσης μὲν γὰρ τῆς φύσεως ὁμαλῶς ἥνωται πάντα, στασιαζόντων δὲ τῶν νοσωδῶν αἰτίων αὐτῇ, τὸ μὲν κρατούμενόντε καὶ πεττόμενον ἑτέραν ἴσχει τὴν ἰδέαν, τὸ δὲ ἀνθιστάμενόντε καὶ στασιάζον ἑτέραν. καὶ ὅταν γε πλείω τὰ τοιαῦθ’ὑπάρχει, ποικιλωτέραν ἀποφαίνει τὴν ἀνωμαλίαν τῶν οὔρων καὶ τὴν αἰτίαν αὐτῶν τὴν ταραχήν.

7.34

ὁκόσοισι δὲ ἐν τοῖσιν οὔροισιν ἐφίστανται πομφόλυγες νεφριτικὰ σημαίνουσι καὶ μακρὴν ἀρρωστίαν ἔσεσθαι. πομφόλυγες γίνονται περιτεινομένης ὑγρότητος φυσώδει πνεύματι. μᾶλλον δὲ εἴωθε τὸ τοιοῦτον συμβαίνειν, ὁπόταν ἔχῃ τι γλίσχρον ὑγρότης. τηνικαῦτα δὲ καὶ αἱ πομφόλυγες αὗται δύσλυτοίτε καὶ μόνιμοι γίνονται. σημεῖον οὖν ἐστι τὸ συνεκκρίνεσθαι τοῖς οὔροις πνεῦμα φυσῶδες ἀρρωστίας νεφρῶν ψυχρᾶς. τοιαύτη γὰρ ἀθροίζει τὸ φυσῶδες πνεῦμα καὶ διὰ τοῦτό φησιν ἔσεσθαι τὴν ἀρρωστίαν μακράν. τὸ γὰρ ψυχρὸν ἅπαν δύσλυτόντε καὶ δύσπεπτόν ἐστι καὶ διὰ τοῦτο χρόνιον. ἔνιοι δὲ φασιν ὑπὸ τῆς δριμύτητος τῶν οὔρων ἀνεστομωμένας τὰς κατὰ νεφροὺς ἀρτηρίας ἐκκρίνειν τι τοῦ πνεύματος, συνεξερχόμενον τοῖς οὔροις τὰς πομφόλυγας ἐργάζεται.

7.35

ὁκόσοισι δὲ λιπρὴ ἐπίστασις καὶ ἀθρόη, τουτέοισι νεφριτικὰ καὶ ὀξέα σημαίνει. εἴτε διαχώρησις εἴτ’οὖρον λιπαρὸν, ἐπὶ συντήξει γίνεται πιμελῆς οὐ μᾶλλόν τι τῆς κατὰ τοὺς νεφροὺς τῆς καθ’ὅλον τὸ ζῶον. ὅθεν οὐ δὲ νεφριτικὸν ἰδίως ἐστὶ τὸ σημεῖον, ἀλλὰ κοινὸν ἁπάσης πιμελῆς τηκομένης ὑπὸ θερμασίας πυρώδους · τοίνυν οὕτως ἀκουστέον ἐστὶν ὡς ἐπὶ τῶν νεφριτικῶν εἶναι ὁμολογουμένων, οὐ τὸ γένος τοῦ πάθους, ἀλλὰ τὴν ὀξύτητα διαγινώσκοντόςτε καὶ προλέγοντος ἐν τῷδε τοῦ Ἱπποκράτους τὰ νεφριτικὰ μεταγραπτέον, ὡς ἔνιοι τῶν ἐξηγησαμένων ἐποίησαν εἰς τὰ φρενιτικά. καίτοι γε τοῦτο οὐ δὲ φρενίτιδος μόνης σημεῖον οὔτε τῆς ἁπλῶς οὔτε τῆς διακαοῦς, ἀλλὰ παντὸς συντήκοντος πυρετοῦ. τό γε μὴν ἀθρόον προσκείμενον τῷ λόγῳ δύναται μὲν καὶ τὴν τοῦ χρόνου βραχύτητα δηλοῦν, δύναται δ’οὐδὲν ἦττον καὶ τὴν τοῦ τόπου τὸ γὰρ ἐσφιγμένον ἑαυτῷτε συνεχόμενον ἀθρόον ὀνομάζομεν, ἐναντίον ὑπάρχον τῷ διεσπασμένῳ. ταυτὶ μὲν οὖν ἄχρι τοσούτου καὶ τοῖς διδασκάλοις ἡμῶν ἡρμήνευται. τὸ δέ μοι δοκοῦν ἤδη φράσω · τὸ ἀθρόον προσκείμενον τῷ λόγῳ δοκεῖ μοι κατὰ τοῦ χρόνου λελέχθαι καὶ διὰ τοῦτο τῆς περὶ τοὺς νεφροὺς πιμελῆς ἐνδείκνυσθαι τῆξιν. αἱ γοῦν ἐν ἄλλοις μέρεσι τοῦ ζώου τηκόμεναι πιμελαὶ κατὰ βραχὺ καὶ οὐκ ἀθρόως ἐπὶ τὴν οὔρησιν ἀφικνοῦνται, μεταλαμβανομένης τῆς συντήξεως εἰς τὰς πρώτας μὲν τὰς πλησίον αὐτῆς φλέβας, ἐφεξῆς δὲ τὰς συνεχεῖς. εἶτ’αὖθις εἰς ἄλλαςτε καὶ ἄλλας μέχρι περ ἂν ἐπὶ τοὺς νεφροὺς ἀφίκηται. τῆς δὲ περὶ τοὺς νεφροὺς πιμελῆς τακείσης μετάληψις εἰς οὖρα ταχίστητε ἅμα καὶ οὐ κατὰ βραχύ. πᾶσα δὲ ἀθρόως γίνεται καὶ διὰ τοῦτο περὶ τοῖς νεφροῖς αὐτοῖς ἐνδείκνυται τὴν διάθεσιν ὑπάρχειν. τούτῳ καὶ τὴν πεῖραν εὑρήσεις μαρτυροῦσαν, ἐὰν ἀκριβῶς παραφυλάττῃς. καὶ μέντοι καὶ διττῆς οὔσης γραφῆς, ἔν τισι μὲν γὰρ ἀντιγράφοις ἐπίστασις, ἔν τισι δὲ ὑπόστασις γέγραπται, τὴν προτέραν ἀληθεστέραν εἶναί φαμεν · ἐφίσταται γὰρ ἀεὶ τὸ λιπαρὸν, οὐχ ὑφιζάνει. καὶ μέντοι καὶ τῇ τοῦ πρόσθεν ἀφορισμοῦ λέξει συμφωνεῖ μᾶλλον τοιαύτη γραφή. κατ’αὐτὴν γὰρ εἶπεν Ἱπποκράτης, ὁκόσοισι δὲ ἐπὶ τοῖς οὔροις πομφόλυγες ἐφίστανται, νεφριτικὰ σημαίνει καὶ μακρὴν τὴν ἀρρωστίαν ἔσεσθαι. ἀκόλουθον οὖν τὸ ἐφίστανται τοῖς ἐφεξῆς εἰρημένοις ἐστίν. ὁκόσοισι δὲ λιπαρὰ ὑπόστασις καὶ ἀθρόως, τουτέοισιν νεφριτικὰ σημαίνει καὶ ὀξείην τὴν νόσον ἔσεσθαι.

7.36

ὁκόσοισι δὲ νεφριτικοῖσιν ἐοῦσι τὰ προειρημένα ξυμβαίνει σημεῖα, πόνοιτε περὶ τοὺς μύας τοὺς ῥαχιαίους γίνονται, ἢν μὲν περὶ τοὺς ἔξω τόπους γίνωνται, καὶ τὰ ἀποστήματα προσδέχου ἐσόμενα ἔξω · ἢν δὲ μᾶλλον οἱ πόνοι περὶ τοὺς εἴσω τόπους γίνωνται, καὶ τὸ ἀπόστημα προσδέχου μᾶλλον ἐσόμενον εἴσω. ἐν μὲν τοῖς ἔμπροσθεν ἀφορισμοῖς διαγνωστικὰ σημεῖα πασχόντων νεφρῶν ἔγραψεν, ἐν τούτῳ δὲ περὶ τῶν ὁμολογουμένων ἐκ πλείονος χρόνου νεφριτικῶν εἶναι διδάσκει, λέγων ἐπ’αὐτῶν ἀπόστασιν ἔσεσθαι τοῖς προγεγραμμένοις σημείοις προελθόντος πόνου, τουτέστιν ἀλγήματος κατὰ τοὺς ῥαχιαίους μῦς, οὓς καὶ ῥαχίτας ὀνομάζουσιν οἱ ἰατροί. διττὸν δέ ἐστι γένος τῶν μυῶν τούτων, ἓν μὲν ὄπισθεν ὑπὸ τῷ δέρματι περιλαμβάνον ἑκατέρωθεν ὅλην τὴν ἄκανθαν, ἕτερον δ’ἐν τοῖς πρόσω μέρεσιν ἐπιτεταμένον οὐ καθ’ὅλης τῆς ῥάχεως, ἀλλὰ μόνων τῶν κατ’ὀσφὺν μερῶν. καθ’ὁποτέρους οὖν αὐτῶν ἐρείδῃ τὸ ἄλγημα καὶ τὴν ἀπόστασιν ἐκεῖ γενήσεσθαι προσδέχου. πότερον δὲ τῶν νεφρῶν αὐτῶν ἐκπυησάντων μόνων τῶν μυῶν ποτε καὶ συναμφοτέρων οὐκέτι διώρισεν. μέντοι πεῖρα δείκνυσιν ἅπαντα τὰ γινόμενα. καὶ γὰρ οἶς μύες ἐνίοτε μόνοι τοῦτο πάσχουσιν, ἤτοι γε οἱ ἔνδοντε πρόσω οἱ πίσωτε καὶ ἔξω καὶ χωρὶς τῶν μυῶν, οἱ νεφροὶ ποτὲ μὲν εἴσω, ποτὲ δὲ ἔξω ῥεπούσης αὐτοῖς τῆς ἀποστάσεως.

7.37

ὁκόσοι αἷμα ἐμέουσιν ἢν μὲν ἄνευ πυρετοῦ, σωτήριον, ἢν δὲ ξὺν πυρετῷ, κακόν. θεραπεύειν δὲ τοῖς ψυκτικοῖσιν στυπτικοῖσιν. ἐμεῖται μὲν ἐκ στομάχου καὶ γαστρὸς, ἀναβήττεται δὲ τὰ ἐκ τῆς τραχείας ἀρτηρίας ἀναφερόμενα καὶ πνεύμονος. ἔνιοι μέντοι τῶν ἐξηγησαμένων τὸ βιβλίον εἰρῆσθαί φασι τὸ ἐμέουσι καὶ κατὰ τῶν ἐξ ἀρτηρίαςτε καὶ πνεύμονος ἀναγόντων αἷμα. καίτοι γε σωτήριον εἶναι τοῦτο τὸ πάθημα, τουτέστι θεραπευθῆναι δυνάμενον, ὅταν μὴ πυρέττωσιν οἱ κάμνοντες, οὐκ ἀληθές. εἰ γὰρ καὶ ὅτι μάλιστα χωρὶς πυρετοῦ τις ἐκ πνεύμονος ἀναβήττοι τὸ αἷμα, κίνδυνός ἐστι καὶ τούτῳ μὴ θεραπευθῆναι καὶ πάντως, χρονίζοντος αὐτοῦ γενήσονται ὕστερον καὶ οἱ πυρετοί. διὰ τοῦτο μὲν οὖν ἄμεινον ἀκούειν τοῦ ἐμέουσιν ὀνόματος ὡς κυρίως εἰρημένου, προσεπισκοπεῖσθαίτε καὶ διορίζεσθαι τότ’ἀκίνδυνον ἐν αὐτῷ καὶ τὸ κινδυνῶδες ἐκ τοῦ πυρέττειν μή. τοῖς μὲν γὰρ ἀπυρέτοις εὔδηλον ὡς οὐδεμία φλεγμονὴ κατὰ τὸν τόπον ἐστὶν, ὅθεν ἀναφέρεται τὸ αἷμα, ὥστε ἤτοι κατ’ἀναστόμωσιν ἀγγείου γίνεσθαι τὸν ἔμετον τοῦ αἵματος μεθ’ἑλκώσεως, ἀλλὰ χωρὶς φλεγμονῆς. θεραπεύεται δὲ τὰ χωρὶς φλεγμονῆς ἕλκη ῥᾳδίως τοῖς στυπτικοῖς. ὅσον δὲ σὺν φλεγμονῇτε ἅμα καὶ πυρετοῖς ἐστι, μὴ ὅτι θεραπείας τυχεῖν, ἀλλ’οὐ δ’ἐπὶ ταὐτοῦ δύναται διαμεῖναι μεγέθους, ἀεὶ γὰρ μείζω καὶ κακοηθέστερα γίνονται.

7.38

κατάρροι ἐς τὴν ἄων κοιλίην ἐκπυοῦνται ἐν ἡμέρῃσιν εἴκοσιν. ἄνω κοιλίαν νῦν ὀνομάζει τὴν ὑπὸ τοῦ θώρακος περιγραφομένην, ἣν πνεύμων κατείληφε καὶ διὰ τοῦτο εἰς τοῦτον ἐκ τῆς κεφαλῆς κατάρρους φέρεται διὰ τῆς τραχείας ἀρτηρίας. ἐκπυΐσκεται δὲ τὸ πλεῖστον ἐν ἡμέραις εἴκοσι καὶ οὐχ ὡς οἱ πλεῖστοι γράφουσιν, ἡμέραις εἴκοσι μιᾷ. διὰ παντὸς γὰρ Ἱπποκράτης τὴν κʹ ἡμέραν κρίσιμον, οὐ τὴν καʹ οἶδεν, ὡς ἐν τοῖς περὶ κρισίμων ἡμερῶν ὑπομνήμασιν ἔδειξα.

7.39

ἤν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίην ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ ἐς τὸν περίναιον καὶ τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσέειν σημαίνει. σχεδὸν μὲν ἐν ἅπασι τοῖς ἀντιγράφοις ἀφορισμὸς οὗτος γέγραπται · περιελεῖν δὲ αὐτὸν χρὴ διὰ τὸν ἔμπροσθεν εἰρημένον. ἐξηγησάμεθα γὰρ αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων τοιοῦτον ὑπάρχοντα τῇ λέξει, ἢν οὐρέῃ αἷμα καὶ θρόμβους καὶ στραγγουρίη ἔχῃ καὶ ὀδύνη ἐμπίπτῃ εἰς τὸ ὑπογάστριον καὶ τὸν κτένα, τὰ περὶ τὴν κύστιν νοσεῖ. κατὰ γοῦν αὐτὸν τὸν προκείμενον ἀφορισμὸν τελευτὴ διττὴν ἔχει τὴν γραφὴν, μίαν μὲν, ὡς προγέγραπται, ἑτέραν δὲ τὴν κύστιν νοσέειν σημαίνει.

7.40

ἤν γλῶσσα ἐξαίφνης ἀκρατὴς γένηται ἀπόπληκτόν τι τοῦ σώματος, μελαγχολικὸν τὸ τοιοῦτο γίνεται. ἀκρατῆ μὲν ὀνομάζει γλῶσσαν ἤτοι τὴν ἀστήρικτον ὡς μὴ διαθροῦσαν ἀκριβῶς τὴν φωνὴν τὴν ἀκίνητόντε καὶ παραλελυμένην παντάπασιν. ἀπόπληκ τον δέ τι τοῦ σώματος τὸ παραλελυμένον. διὰ τί δὲ ἐξαίφνης γινόμενα ταῦτα μελαγχολικὰ ὑπάρχειν φησὶν οὐκ οἶδα. μελαγχολίας μὲν γὰρ, ἣν δὴ καὶ συνήθως ἅπαντες Ἕλληνες ὁμολογοῦσιν, ὀρθῶς εἴρηται πρὸς αὐτοῦ τὰ τοιαῦτα γνωρίσματα, ἢν φόβος δυσθυμία πολὺν χρόνον ἔχουσα διατελέῃ, μελαγχολικὸν τὸ τοιοῦτον. ἄλλως δὲ μελαγχολικὰ λέγομεν εἶναι πάθη τούςτε καρκίνους καὶ τοὺς ἰλέφαντας, ἔτιτε λέπρας καὶ ψώρας καὶ μέλανας ἀλφούς. ἀλλ’οὐ δὲ τῶν τοιούτων παθῶν τινος οὔτε τῆς ὑπὸ πάντων ὀνομαζομένης μελαγχολίας ὁρᾶται προηγουμένη γλώσσης ἀκράτεια, καθάπερ οὐ δὲ μορίου τινὸς ἀποπληξία. λοιπὸν οὖν ἐστι λέγειν, ὥσπερ ἐπὶ τεταρταίου πυρετοῦ, μελαγχολικὸν εἶναί φαμεν αἴσιον τὸν τῆς περιόδου χυμὸν, οὕτω καὶ τῶν εἰρημένων παθημάτων, τῆςτε κατὰ τὴν γλῶτταν ἀκρατείας καὶ τῆς τοῦ μορίου παραλύσεως. καὶ δυνατόν γε τῷ πάχει τοῦ χυμοῦ τὰ τοιαῦτα ἀκολουθῆσαι παθήματα, καθάπερ τῷ παχεῖτε καὶ γλίσχρῳ φλέγματι, οὔκουν ἁπλῶς μελαγχολικὸν ἐροῦμεν εἶναι τῶν εἰρημένων ἑκάτερον, ὥσπερ οὐ δὲ φλεγματικὸν ἁπλῶς, ἀλλὰ φλεγματικὸν καὶ μελαγχολικόν. τὸ δὲ ἐξαίφνης πρόσκειται τῷ λόγῳ διὰ τὰς κατὰ βραχὺ γιγνομένας βλάβας, ἐπίτε φλεγμονῇ σκιρρουμένῃ καὶ δυσκρασίᾳ δυσλύτῳ.

7.41

ἥν ὑπερκαθαιρομένων πρεσβυτέρων λὺγξ ἐπιγένηται, οὐκ ἀγαθόν. κοινὸς οὗτος λόγος κατ’ἄμφω, καὶ καθ’ὅσον ἅπασι τοῖς ὑπερκαθαιρομένοις οὐκ ἀγαθὸν λὺγξ καὶ καθ’ὅσον τοῖς πρεσβυτέροις τὰ μοχθηρὰ πάντα χείρω διὰ τὴν ἡλικίας ἀσθένειαν.

7.42

ἤν πυρετὸς μὴ ἀπὸ χολῆς ἔχῃ, ὕδατος πολλοῦ καὶ θερμοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς, λύσις τοῦ πυρετοῦ γίνεται. δηλοῖ σαφῶς ἐν τούτῳ τῷ λόγω μὴ πάντας ἀπὸ χολῆς γίνεσθαι τοὺς πυρετούς. δηλοῖ δὲ καὶ ὅτι πλὴν τῶν ἐπὶ χολῆς γινομένων οἱ λοιποὶ πάντες ὕδατος πολλοῦ καταχεομένου ἐπὶ τῆς κεφαλῆς λύονται. κατὰ τοῦτον γοῦν τὸν λόγον κἀν τῷ πρώτῳ τῶν ἐπιδημιῶν ἐπὶ Μελίτωνος ἔγραψε, λουτροῖς ἐχρήσατο κατὰ τῆς κεφαλῆς. οἵτε γὰρ ἐπ’ἐγκαύσει καὶ ψύξει γινόμενοι πυρετοὶ πρὸς τῶν τοιούτων ὀνίνανται λουτρῶν, οἵτ’ἐπὶ κόποις οὐδὲν ἧττον, οἵτε διὰ στέγνωσιν πόρων, εἴτε δι’ἔμφραξιν εἴτε διὰ μύσιν στεγνωθέντων. ἀναπνεῦσαι γὰρ ἐπ’αὐτῶν χρὴ καὶ διαφορηθῆναι τὴν πυρετώδη θερμασίαν. οὐ μὴν ὅταν γε φλεγμονή τις καὶ χωρὶς φλεγμονῆς χυμῶν σηπεδὼν ἀνάπτῃ τὴν πυρετώδη θερμασίαν, ὀνίνησι τὰ λουτρὰ πρὶν ἤτοι κενωθῆναι τοὺς λυποῦντας χυμοὺς πεφθῆναι. ἀλλὰ τά γε τοιαῦτα νοσήματα πλευρίτιδάςτε καὶ περιπνευμονίας ἡπατίτιδάςτε καὶ σπληνίτιδας ἐκάλουν οἱ παλαιοὶ, σύμπτωμα τιθέμενοι τὸν πυρετὸν αὐτὸν, οὐκ αὐτὸ πάθος. ἐφ’ὧν δὲ χωρὶς μορίου φλεγμονῆς οἱ κατὰ τὰς φλέβας χυμοὶ σηπόμενοι πυρετοὶ ἀνάπτουσιν, ἐπ’ἐκείνων μόνων ἔλεγον ὑπὸ πυρετοῦ τὸν ἄνθρωπον ὀχλεῖσθαι καὶ πυρετὸν ἔχειν αὐτὸν, ἐπ’ἐκείνων δὲ καὶ τὰς διαφορὰς τῶν πυρετῶν ἔγραψαν, ἠπίαλον καὶ λειπυρίαν, ἑλκώδητε καὶ τυφώδη καὶ λοιμώδη καὶ καῦσον. ἡπατίτην δὲ τὸν πυρετὸν καὶ σπληνῖτιν περιπνευμονίην πλευρίτην οὐδεὶς εἶπεν, ὥστε νῦν λόγος ἐστὶ τῷ Ἱπποκράτει περὶ τῶν αὐτῶν πυρετῶν μορίων ἄνευ φλεγμονῆς. κατὰ μέντοι τὰ πλεῖστα τῶν ἀντιγράφων οὐχ ὕδατος, ἀλλ’ἱδρῶτος γέγραπται, τοιαύτην τινὰ ἔννοιαν ἐνδεικνυμένης τῆς γραφῆς · ἐὰν πυρετὸς μὴ ὑπὸ χολῆς ἔχῃ, πολὺς ἱδρὼς ἀπὸ τῆς κεφαλῆς καταρρέων λύει τὸν πυρετὸν, οὐ δήπου τῆς κεφαλῆς μόνης ἐκχεῖσθαι τὸν ἱδρῶτα λέγοντος τοῦ Ἱπποκράτους, ἀλλ’ἀπὸ πρώτου φαινομένου μορίου περὶ παντὸς τοῦ σώματος δηλοῦντος. ἐπὶ ταύτῃ τῇ γραφῇ συμβήσεται τοὺς διὰ χολὴν πυρέττοντας ὑπὸ τῶν τοιούτων ἱδρώτων μηδὲν ὀνίνασθαι. καὶ μὴν ἐναργῶς γε λύονται πολλάκις οἵτ’ἄλλοι πυρετοὶ καὶ καθ’οὓς ξανθὴ χολὴ πλείστη τριταῖοίτε καὶ καῦσοι. βελτίων οὖν προτέρα γραφὴ θεραπείαν ἀληθῆ διδάσκουσα τοῦ γένους τῶν εἰρημένων πυρετῶν, ὅσοι διὰ κόπους ἐγκαύσεις ψύξεις ὅλως στεγνώσεις τοῦ δέρματος γίγνονται. τὸ μὲν οὖν μὴ ἀπὸ χολῆς ῥῆμα καὶ τὴν ὠχρὰν δύναται καὶ τὴν μέλαιναν ἐνδείκνυσθαι χολήν. οὐ μὴν ἐπί γε ταύταις μόναις ἐδείκνυμεν, ἀλλὰ καὶ διὰ φλέγμα σηπόμενον γίνεσθαι πυρετὸν καὶ κατὰ τοῦτο μόνον ἀφορισμὸς οὐκ ἀληθεύειν δόξει, πλὴν εἰ τὴν σηπεδόνα τοῦ φλέγματος εἰς χολώδη χυμὸν ἀξιώσειέ τις μεταπίπτειν.

7.43

γυνὴ ἀμφιδέξιος οὐ γίγνεται. ἀμφιδέξιον Εὐριπίδης εἴρηκε σίδηρον τὸν ἑκατέρωθεν μὲν τέμνοντα, περιδέξιον δὲ τὸν Ἀστεροπαῖον Ὅμηρος τὸν ἀμφοτέραις ταῖς χερσὶν ὁμοίως χρώμενον, ὡσεὶ καὶ ἀμφοτεροδέξιον εἰρήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἀμφαριστερὸν Ἀριστοφάνης εἶπεν ἐν Ταγηνίταις ἄνθρωπον ἀμφοτέρωθεν ἀριστερόν. Ἱππῶναξ ἀμφιδέξιον ἔφη κατὰ τόνδε τὸν ἴαμβον. ἀμφιδέξιος γὰρ εἰ μὴ καὶ οὐχ ἁμαρτάνω. ἄνδρες μὲν οὖν ἀμφοτέραις ταῖς χερσὶν ὡς δεξιαῖς χρώμενοι πολλάκις ὤφθησαν, γυνὴ δὲ οὐδεμία μέχρι δεῦρο, διὰ τὴν ἀσθένειαν τῆς φύσεως. εἴπερ γὰρ ἀμφοτέραις ταῖς χερσὶ διὰ ῥώμην τῆς κατὰ τὰ νεῦρα καὶ τοὺς μῦς δυνάμεως ἄνδρες τινὲς χρῶνται, δεόντως οὐδεμία γυνὴ χρήσεται, γε ἀγαπητόν ἐστι τῇ δεξιᾷ μόνῃ χρῆσθαι μετρίως. τὰς γοῦν Ἀμαζονίδας αὐτός φησιν ἐπικαίειν τὸν δεξιὸν τιτθὸν, ἵνα εἰς τὴν πλησίον χεῖρα πλείονος τροφῆς ἀφικνουμένης εὐρωστία τις αὐτῇ προσγένηται, ὡς τῇ φύσει γε καὶ ταύτης ὑπαρχούσης ἀσθενοῦς. ἔνιοι μέντοι φασὶν ἀμφιδέξιον εἰρῆσθαι τὴν ἐν τῷ δεξιῷ μέρει τῆς μήτρας γινομένην. καὶ τούτων ἔτ’ἀλογώτερον ἕτεροι περὶ τῶν ἑρμαφροδίτων ὀνομαζομένων τὸν λόγον εἶναί φασι τῷ Ἱπποκράτει τῷ μὲν ἄρρενι προσγίνεσθαι φάσκοντι γυναικεῖον αἰδοῖον, τῇ θηλείᾳ δὲ μὴ προσγίνεσθαι τὸ ἀνδρεῖον.

7.44

ὁκόσοισιν ἔμπυοι καίονται τέμνονται ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται, ἢν δὲ ὕφαιμόντε καὶ βορβορῶδες καὶ δυσῶδες, ἀπόλλυνται. ἐμπυήματα μὲν εἴωθεν ὀνομάζειν οὐ τὰ κατὰ θώρακα μόνον, ἀλλὰ καὶ τὰ καθ’ὁτιοῦν μόριον ἄλλον τοῦ σώματος εἰς πῦον ἀλλοιωθέντα φύματα. μόνους δὲ ἐμπύους προσαγορεύει τοὐπίπαν ἐξαιρέτους, οἷς μεταξὺ θώρακόςτε καὶ πνεύμονος ἤθροισται τὸ πῦον, οὓς ὅτι συνήθως ἔκαιον οἱ παλαιοὶ μαθεῖν ἔστι καὶ ἐξ ὧν εἴρηκε Πλάτων κωμικὸς ἐπὶ Κινησίου κατὰ τήνδε τὴν ῥῆσιν · μετὰ ταῦτα δὲ Εὐαγόρου παῖς ἐκ πλευρίτιδος Κινησίας σκελετὸς, ἄπυος, καλάμινα σκέλη φορῶν, φθόης προφήτης, ἐσχάρας κεκαυμένος πλείστας ὑπ’Εὐρυφῶντος ἐν τῷ σώματι. ὅτι δὲ τὸ μὲν πῦον τὸ λευκὸν ἀγαθόν ἐστι, τὸ δὲ βορβορῶδες καὶ δυσῶδες μοχθηρὸν οὐδεὶς ἀγνοεῖ.

7.45

ὁκόσοι τὸ ἧπαρ διάπυον καίονται, ἢν μὲν τὸ πῦον καθαρὸν ῥυῇ καὶ λευκὸν, περιγίνονται · ἐν χιτῶνι γὰρ τὸ πῦον τουτέοισίν ἐστιν · ἢν δὲ οἷον ἀμόργη ῥυῇ, ἀπόλλυνται. αὐτὸς εἶπε τὴν αἰτίαν, δι’ἣν οἱ μὲν ἀπόλλυνται τῶν οὕτως ἐχόντων, οἱ δὲ περιγίνονται · καὶ γὰρ οἷς ἐν χιτῶνι τὸ πῦον ἐστι μηδὲν πεπονθυίας τῆς οὐσίας τοῦ σπλάγχνου σώζονται πάντες, οἷς δ’ἄχρι τῆς τοῦ ἥπατος σαρκὸς φθορὰ διήκει, δεόντως ἀποθνήσκουσιν. ὅτι δὲ ἀμόργην ὀνομάζουσιν οἱ Ἕλληνες τὴν ὑπόστασιν τοῦ ἐλαίου καὶ ὅτι τοιαύτης εἰκὸς γίνεσθαι τὴν ἄπεπτον σηπεδόνα τοῦ ἥπατος εὔδηλον παντί.

7.46

ὀφθαλμῶν ὀδύνας ἄκρητον ποτίσας καὶ λούσας πολλῷ θερμῷ φλεβοτόμει. τῶν παραγεγραμμένων εἶναί μοι δοκεῖ καὶ οὗτος ἀφορισμὸς, οὐχ ὁμολογῶν ἑνὶ τῶν ἔμπροσθεν εἰρημένων τὸ ὀδύνην ὀφθαλμῶν ἀκρατοποσίαν λουτρὸν πυρίην φλεβοτομίην φαρμακείην λύειν. τοῦτον μὲν τὸν ἀφορισμὸν ἐξήγημαι κατὰ τὸ ἕκτον ὑπόμνημα, δεικνὺς τὰς διαθέσεις, ἐφ’ὧν ἕκαστον χρὴ τῶν βοηθημάτων ἄγειν εἰς χρῆσιν. δὲ νῦν προκείμενος ἀφορισμὸς ἐπὶ μιᾶς διαθέσεως ἀξιοῖ χρῆσθαι τοῖς τρισὶ βοηθήμασιν. εἰ μὲν οὖν ἔχει τις ἡμᾶς διδάξαι τὴν διάθεσιν, · ἐφ’ἧς χρεία τῶν τριῶν ἐστι βοηθημάτων, εἰσόμεθα χάριν αὐτῷ · μέχρι δ’ἂν ἐξηγῶνται μὲν τὸν ἀφορισμὸν ὡς γνήσιον, μὴ διδάσκωσι δ’ἡμᾶς τὴν διάθεσιν, οὐ πεισόμεθα ταῖς ἐξηγήσεσιν αὐτῶν. γοῦν λέγουσιν οἱ ὅλως ἐγχειρήσαντες εἰπεῖν τι, κἂν μετρίως πιθανὰ, ἔστι τοιαῦτα. ἐφ’ὧν αἷμα παχὺ τὸ πλεονάζον ἐστὶ καὶ διὰ τοῦτο κενώσεως χρῇζον, ἄμεινον νομίζουσι χέοντες πρότερον αὐτὸ μετὰ ταῦτα χρῆσθαι τῇ φλεβοτομίᾳ, χεθήσεσθαι δὲ πιόντων τὸν ἄκρατον νῶν καμνόντων καὶ λουσαμένων. ἀλλ’οἱ ταῦτα λέγοντες ὅτι μηδέποτε διὰ πείρας ἦλθον ὧν λέγουσιν, ἀκριβῶς ἴσασιν οἱ τῶν ἔργων τῆς τέχνης τρίβωνες. οὔτε γὰρ οἶνον οὔτε λουτρὸν ἀνέχεται πληθωρικὴ διάθεσις ἄνευ μεγίστης βλάβης, ἀλλ’ἔστι ταῦτα τὰ βοηθήματα ταχέως αἵματος ἐσφηνωμένου κατά τι μόριον ἄνευ τοῦ καθ’ὅλον τὸ σῶμα πλήθους. οὕτω γοῦν καὶ Ἀσκληπιάδης οἴνῳ χρῆται μετὰ τὴν τοῦ παντὸς σώματος κένωσιν, ὑπὲρ τοῦ τὰς ἐνστάσεις ἰᾶσθαι. πλήθους δ’ὄντος ἐν ὁλῷ τῷ σώματι διαρραγῆναι φθάνουσιν οἱ χιτῶνες ὀφθαλμῶν ἐν αὐτῷ τῷ πίνειντε καὶ λούεσθαι. ὥστε εἰ μὲν ἄνευ πλήθους ὀδύνη γίγνοιτο, δι’ἔμφραξίντε καὶ σφήνωσιν αἵματος παχέος, ὀρθῶς μὲν λούσουσίτε καὶ οἶνον δώσουσιν, οὐκ ὀρθῶς δὲ φλεβοτομήσουσιν · εἰ δὲ πλῆθος εἵη, καλῶς μὲν φλεβοτομήσουσιν, οὐκ ὀρθῶς δὲ λούσουσι καὶ οἶνον δώσουσιν.

7.47

ὑδρωπιῶντα ἢν βὴξ ἔχῃ, ἀνέλπιστός ἐστι. τοῦτο πρόσθεν εἴρηται · τοῖς ὑδρωπικοῖς βὴξ ἐπιγενομένη κακόν.

7.48

στραγγουρίην καὶ δυσουρίην θώρηξις καὶ φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω. ὅτι μὲν στραγγουρία τὴν κατὰ στράγγα τῶν οὔρων ἀπόκρισιν δηλοῖ τοὔνομα αὐτὸ διδάσκει. δυσουρία δὲ δύναται μὲν καὶ μετ’ὀδύνης οὔρησις εἰρῆσθαι, δύναται δὲ καὶ μετὰ δυσχερείας τινὸς, ὡς μόγις ἐνεργεῖν τὴν κύστιν. τὴν μὲν οὖν στραγγουρίαν αὐτῶντε τῶν οὔρων ἐργάζεται δριμύτης, ἀρρωστίατε τῆς καθεκτικῆς ἐν τῇ κύστει δυνάμεως, ἥτις γίνεται διὰ δυσκρασίαν καὶ μάλιστα τὴν ψυχράν. τὴν δὲ δυσουρίαν, εἰ μὲν μετὰ ὀδύνης εἴη, φλεγμονὴ καὶ ἀπόστημα καὶ ἕλκωσις ἀνώμαλόςτε δυσκρασία καὶ πνεῦμα φυσῶδες · εἰ δὲ δυσχερής τις κίνησις εἴη, ἀρρωστία δυνάμεως παρὰ φύσιν ὄγκος. ἐκ τούτων ἁπασῶν τῶν διαθέσεων τὴν μὲν ψύξιν θώρηξις λύει, τουτέστιν ἤτοι ἁπλῶς οἴνου πόσις ἀκρατεστέρου · καὶ μέντοι τὴν τοιαύτην φλεγμονὴν, ἥτις δι’ἔμφραξιν παχέος αἵματος ἄνευ πλήθους ἐγένετο, τὴν δὲ σὺν πλήθει φλεγμονὴν, ἤδη δὲ καὶ τὴν ἄλλην, ὅση χωρὶς μὲν ἐνδείας ἐστὶ, μετ’εὐρωστίας δὲ δυνάμεως, ἰᾶται φλεβοτομία. περὶ δὲ τοῦ τέμνειν τὰς εἴσω φλέβας εἴρηταί μοι κατὰ τὸ πρὸ τούτου βιβλίον, ἐν τόνδε τὸν ἀφορισμὸν ἐξηγούμην, δυσουρίην φλεβοτομίη λύει, τέμνειν δὲ τὰς εἴσω.

7.49

ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα καὶ ἐρύθημα ἐν τῷ στήθει ἐπιγιγνόμενον ἀγαθόν. ἔξω γὰρ τρέπεται τὸ νούσημα. οὗτος ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν · ὑπὸ κυνάγχης ἐχομένῳ οἴδημα γενέσθαι ἐν τῷ βρόγχῳ ἀγαθόν. ἐξήγημαι δ’αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. ἐνταῦθ’οὖν ἔοικε παραγεγράφθαι, προσθεῖναί τινος βουληθέντος τὸ ἔξω γὰρ τρέπεται τὸ πάθος.

7.50

ὁκόσοισι σφακελισθῇ ἐγκέφαλος, ἐν τρισὶν ἡμέρῃσιν ἀπόλλυνται · ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. τὸ σφακελίζειν μὲν, ὡς πολλάκις εἴρηκεν ἐν τῷ περὶ ἀγμῶν καὶ ἄρθρων, ἐπὶ τοῦ διαφθείρεσθαι τοὔνομα φέρων, ἐνταυθοῖ οὐκ ἐγχωρεῖ φθορὰν ἀκοῦσαι τοῦ ἐγκεφάλου προκειμένου τοῦ, ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται. εἰ γὰρ δὴ φθορὰ τῆς οὐσίας ἐστὶν ὅλης ἑκάστου τῶν σφακελιζόντων μορίων σφάκελος, οὐκ ἐνδέχεται θεραπευθῆναι τὸν οὕτω κάμνοντα. μή ποτε οὖν ἐνίοτε οὕτω καταχρώμενοι φέρωσι τοὔνομα καὶ κατὰ τῶν ἀρχομένων μὲν ἐμπίπτειν τῇ διαθέσει, μηδέπω δ’ἀκριβῶς ἐχόντων αὐτὴν συμπεπληρωμένην. τοιαῦτα γάρ τινα κἀπὶ τῶν σαρκωδῶν μορίων ἐν ταῖς γαγγραίναις συμβαίνει, τοῦ μὲν πάθους αὐτοῦ διὰ μέγεθος τῆς φλεγμονῆς ἀναισθησίαντε καὶ μελασμὸν πάντως γε νεκρώδη τινὰ χροιὰν ἐπιφέροντος τῷ πάσχοντι μορίῳ. γαγγραινοῦσθαι δὲ λέγομεν καὶ τὸν ἀρχόμενον ἐμπίπτειν τῇ διαθέσει. ὥσπερ οὖν γάγγραιναν ἤδη μὲν συμπεπληρωμένην, ὡς νενεκρῶσθαι τὸ μόριον ἀδύνατον ἰᾶσθαι, γεννωμένην δ’ἔτι δυνατὸν, οὕτω καὶ σφάκελον. καίτοι γε καὶ τὴν ἐν τοῖς σαρκώδεσι μορίοις νέκρωσιν ἐπὶ μεγέθει φλεγμονῆς, ἣν ἰδίως ὀνομάζουσι γάγγραιναν οἱ ἰατροὶ καὶ ταύτην οἱ Ἕλληνες ἐκάλουν σφάκελον. οὕτω γοῦν μοι δοκεῖ καὶ Ἡρόδοτος τὸν μηρὸν εἰρηκέναι τοῦ Καμβύσου σφακελίζεσθαι καὶ τὸν ἐγκέφαλον δὲ σφακελίζειν οὕτως ἄν τις εἴποι μόνως · καὶ μέντοι καὶ διὰ τί παχὺς θάνατος ἐπ’αὐτοῦ, πρόδηλον ὡς τοῦτε πάθους ὄντος χαλεπωτάτου καὶ μορίου κυριωτάτου. μὴ φθάσαντος δὲ ἀποθανεῖν ἐν τρισὶ ταῖς πρώταις ἡμέραις τοῦ κάμνοντος, ἀλλ’εἰς τὴν τετάρτην ἀφικομένου, παρακμάζειντε χρὴ τὸ πάθος ἐλπίζειν, ἐρρῶσθαίτε τὴν δύναμιν, ὡς κρατῆσαι τελέως αὐτοῦ.

7.51

πταρμὸς γίνεται ἐκ τῆς κεφαλῆς διαθερμαινομένου τοῦ ἐγκεφάλου διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ · ὑπερχεῖται γὰρ ἀὴρ ἐνεὼν ἔξω. ψόφει δὲ ὅτι διὰ στενοῦ αὐτῷ διέξοδός ἐστιν. αἱ τοιαῦται λέξεις δύο σημαίνουσιν, ἓν μὲν καθόλου λεγόμενον ἐπὶ παντὸς τοῦ προκειμένου πράγματος, ὥσπερ ἐνταῦθα τῶν πταρμῶν, ἕτερον δ’ἐπὶ μέρους, ὡς ἐνταῦθα περὶ τῶν ἐξ ἐγκεφάλου γινομένων πταρμῶν. μὲν οὖν πρῶτος λόγος ἔσται τοιοῦτος · πᾶς πταρμὸς ἐξ ἐγκεφάλου γίνεται, διαθερμαινομένου τοῦ ἐγκεφάλου διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, ὥσπερ ἐστὶν ἀληθέστερος · οὐ γὰρ πᾶς πταρμὸς γίνεται διαθερμαινομένου τοῦ ἐγκεφάλου διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ. πτεροῖς γοῦν τινες ἐρεθίζοντες τὰς ῥῖνας πτάρνυνται καὶ μετὰ βηχὸς δέ τι πνεῦμα κάτωθεν ἀφικνούμενον εἰς τοὺς τῆς ῥινὸς πόρους αἴτιον γίνεται πταρμοῦ. καὶ τὸ νομίζειν δὲ τὸν ἐκ τῆς κεφαλῆς ἐκκρινόμενον ἀέρα μόνον εἶναι τὸν ψοφοῦντα, προφανῶς ψεῦδός ἐστιν. ἐναργῶς γὰρ φαίνεται κάτωθεν ἐκ τοῦ πνεύμονος ἀὴρ ἀναφερόμενος, ἀθρόως συστελλομένου τοῦ θώρακος. ἀλλὰ καὶ τὸ προηγεῖσθαι τοῦ πταρμοῦ τὴν εἰσπνοὴν ἀθροιζούσης τῆς φύσεως ἀέρα δαψιλῆ, πρὸς τὴν τοῦ πταρμοῦ γένεσιν ὁμολογεῖ τοῖς εἰρημένοις. μόνος οὖν τὴν ἀρχὴν τῆς γενέσεως ἔχων, ὄρεξιν τῆς φύσεως ἀποκρῖναι φυσῶδες ἐκ τῆς κεφαλῆς πνεῦμα, τοῦτον γίνεται τὸν τρόπον, ὃν ἐπιχειρεῖ διδάσκειν ἀφορισμὸς, οὐ δὲ τοῦτον ἴσως πάντα, τὸ γὰρ διυγραινομένου περιττὸν εἰς πταρμοῦ γένεσιν. εἰ γὰρ καὶ πλεονάζει τι κατὰ τὴν κεφαλὴν ὑγρὸν, οὐκ ἐργάζεται πταρμὸν ἄνευ τοῦ πνευματωθῆναι · καὶ τοῦτο φαίνεται προφανῶς ἐπὶ πολλῶν ἐκκρινόντων μὲν ὑγρότητα διὰ μυκτήρων παμπόλλην, οὐ πταρνυμένων ἐξ ἀνάγκης ἐπὶ πολύ. ἐκεῖνοι μὲν γὰρ μόνοι πτάρνυνται τῶν οὕτω διακειμένων, οἷς δακνῶδές ἐστι τὸ καταρρέον ὑγρὸν, ὡς εἰ καὶ τοῖς μυκτῆρσιν αὐτοῖς ἐνθείης τι δακνῶδες. ὥσπερ γὰρ βήξ φυσικόν τι σύμπτωμά ἐστιν, ἕνεκα τοῦ καθαίρεσθαι τὰς ἐν τῷ πνεύμονι τραχείας ἀρτηρίας, οὕτω καὶ πταρμὸς ἐναργῶς φαίνεται καθαίρων τοὺς κατὰ τὴν ῥῖνα πόρους. διττῆς δ’οὔσης αὐτοῖς τῆς συντρήσεως, εὐρείας μὲν εἰς τὸ στόμα, διὰ λεπτοτέρων δὲ πόρων εἰς τὸν ἐγκέφαλον. μὲν εἰς τὸ στόμα σύντρησις ὑπὸ τοῦ κάτωθεν ἀναφερομένου πνεύματος, οἱ δ’εἰς τὸν ἐγκέφαλον ἀνήκοντες πόροι πρὸς τοῦ κατιόντος ἐξ ἐκείνου καθαίρονται. καί σοι παραφυλάττοντι φανοῦνται κουφίζοντες τὰ βάρη τῆς κεφαλῆς οἱ ἐξ ἐγκεφάλου τὴν ἀρχὴν τῆς κινήσεως ἔχοντες πταρμοί. γίνονται γὰρ ἀραιουμένων καθαιρομένωντε τῶν κατὰ τὴν κεφαλὴν ὑγρῶν ἐκκρινομένωντε τῇ τῆς φύσεως ὁρμῇ. τὸ δ’ἀραιοῦσθαι γίνεται αὐτοῖς θερμαινομένοις. θερμαίνονται δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας ἀναζωπυρουμένης, ἧς διὰ τὴν ἀρρωστίαν πρότερον ἤθροιστο τὰ περιττὰ τῶν ὑγρῶν. ὅταν οὖν εἴπῃ διυγραινομένου τοῦ ἐν τῇ κεφαλῇ κενοῦ, μάλιστα μὲν ἀκουστέον τοῦ κατὰ τὰς κοιλίας τοῦ ἐγκεφάλου, ἤδη δὲ καὶ τοῦ περιέχοντος αὐτὸν ἔξωθεν. εὔπορον γάρ ἐστι κἀκεῖνο διὰ τοῦ ἐγκεφάλου, πρότερον μὲν εἰς τὰς κοιλίας αὐτὰς, ἐντεῦθεν δ’ὑπελθεῖν εἰς τὴν ῥῖνα. τὸ δὲ τῷ ἀθρόῳ τῆς ἐκπτώσεως αὐτοῦ γίνεσθαι τὸν ψόφον, αὐτὸς Ἱπποκράτης εἶπεν. ἔστι δὲ τοῦτο κοινὸν ὁποτέρωθεν ἂν ἔχηται, εἴτ’οὖν ἐκ τοῦ πνεύμονος ἀναφερόμενος εἴτ’ἐκ τῆς κεφαλῆς καταφερόμενος.

7.52

ὁκόσοισι ἧπαρ περιοδυνᾶται, τουτέοισι πυρετὸς ἐπιγινόμενος λύει τὴν ὀδύνην. τὸ ἐπιγινόμενον ὄνομα δηλωτικόν ἐστι τοῦ πρόσθεν, ὅτι περιωδυνῶντο, μὴ πυρέττειν αὐτούς. εἴπερ οὖν τὸ ἧπαρ ὀδυνᾶται σφοδρῶς διὰ φλεγμονὴν ἰσχυρὰν διὰ πνεῦμα φυσῶδες, οὐκ ἦν αὐτοῖς φλεγμονὴ, πάντως γὰρ ἂν ἐπύρεττον. εὔλογον οὖν ὑπὸ φυσώδους πνεύματος ὀδυνᾶσθαι τὸ σπλάγχνον αὐτοῖς. ὀδυνᾶται μὲν καὶ δι’ἔμφραξιν, ἀλλὰ μετρίως καὶ μετὰ βάρους μᾶλλον σφοδρᾶς ὀδύνης. δὲ σφοδρὰ ὀδύνη διὰ πνεῦμα φυσῶδες φλεγμονὴν ἤτοι μεγίστην διαπυΐσκουσαν γίνεται.

7.53

ὁκόσοισι συμφέρει αἷμα ἀφαιρεῖσθαι ἀπὸ τῶν φλεβῶν, τούτους χρὴ ἔαρι φλεβοτομεῖσθαι. οὗτος ἀφορισμὸς μόριόν ἐστι τοῦ διὰ τοῦ ἔμπροσθεν εἰρημένου κατὰ τόνδε τὸν τρόπον · ὁκόσοις φαρμακείη φλεβοτομίη συμφέρει, τοῦ ἦρος φλεβοτομεῖν φαρμακεύειν. ἔν τισι δὲ τῶν ἀντιγράφων ὅλως οὐ γέγραπται. καὶ τινὲς μὲν τῶν ἐξηγησαμένων τὸ βιβλίον ἴσασι δίςτε γράφουσιν αὐτὸν, ἔνιοι δ’οὐ δ’ὅλως μέμνηνται. θαυμάσαι δ’ἐστὶ τῶν μὴ μόνον γραφόντων δὶς τοὺς αὐτοὺς ἀφορισμοὺς, ἀλλὰ καὶ τὰς ἐξηγήσεις προστιθέντων ἐν τοῖς αὐτοῖς ὑπομνήμασιν, ἄνευ τοῦ ἐπισημαίνεσθαι, ἤδη τῶν ἔμπροσθεν γεγραμμένων ὑπάρχειν αὐτοὺς, ἐνίους μὲν ὅλους, ἐνίους δ’ἐκ μέρους, ὥσπερ καὶ τόνδε. τί ποτ’οὖν ἔδοξεν τοῖς προστιθεῖσι τοὺς τοιούτους ἀφορισμοὺς ἐπὶ τῆς τοῦ βιβλίου τελευτῆς αὐτῷ τῷ Ἱπποκράτει, δὶς ὑπὲρ τῶν αὐτῶν μνημονεύειν καί τισι τῶν ἐξηγησαμένων δὶς ἐξηγεῖσθαι, μὰ τοὺς θεοὺς, οὐκ ἔχω συμβαλεῖν. οὔτε γὰρ αὐτὸν τὸν συγγραφέα πιθανόν ἐστιν ἐπιλήσμονα τῶν τηλικούτων ὑπάρχειν, καὶ μάλισθ’ὅταν τοιοῦτος, οἶον ἴσμεν ἐν ἅπασιν ὄντα τὸν Ἱπποκράτην, οὔτε τῶν προστιθέντων λήθην τοσαύτην τινα ἄλλην πανουργίαν ἐστὶν ἐπινοῆσαι, δι’ἣν δὶς ἔγραψαν ὑπὲρ τῶν αὐτῶν. ἔτιτε μᾶλλόν ἐστι τῶν ἐξηγητῶν ἐκείνων θαυμάζειν ὅσοι δὶς ἐξηγούμενοι τοὺς αὐτοὺς ἀφορισμοὺς οὐ δ’αὐτὸ τοῦτο προσέθεσαν, ὅτι δεύτερον αὐτὸ ποιοῦσι. καὶ τούτων ἔτι μᾶλλον ὅσοι καὶ διαφόρους ἐξηγήσεις ἔγραψαν, ἔντε τούτοις ἐπὶ τῇ τελευτῇ καὶ τοῖς ἔμπροσθεν ἐπὶ τῶν αὐτῶν εἰρημένοις.

7.54

ὁκόσοισι μεταξὺ τῆς γαστρὸς καὶ τῶν φρενῶν φλέγμα ἀπόκειται καὶ ὀδύνην παρέχει οὐκ ἔχον ἔξοδον, οὐ δὲ εἰς ἑτέρην τῶν κοιλιῶν, τουτέοισι κατὰ τὰς φλέβας ἐς τὴν κύστιν τρεπομένου τοῦ φλέγματος λύσις γίνεται τῆς νούσου. εἰκότως ἀπορεῖν μοι δοκεῖ Μαρῖνος, ἀδύνατον ἡγούμενος συστῆναι μεταξὺ γαστρὸς καὶ φρενῶν φλέγμα. καταρρυήσεται γὰρ αὐτὸ κάτω μέχρι τῶν τῆς ἥβης ὀστῶν. οὐ μὴν οὐ δὲ μεταληφῆναι δύνασθαί φησιν εἰς τὰς φλέβας τοῦτο, καθάπερ ἐπὶ τῶν ὑδερικῶν λεπτὴ καὶ ὑδατώδης ὑγρότης μεταλαμβανομένη δι’οὔρων ἐκκρίνεται. ἀκούειν οὖν φησι χρῆναι τοῦ μεταξὺ τῶν φρενῶντε καὶ τῆς γαστρὸς, ἀντὶ τοῦ μεταξὺ φρενῶν ἰδίου σώματος, σαρκῶδές ἐστι καὶ τῆς τοῦ περιτοναίνου κορυφῆς. ἀλλ’εἰ καὶ οὕτως ἀκούσαιμεν, Μαρῖνε, τὴν εἰς τὰς φλέβας μετάληψιν ὁμοίως ἄπορον εἴη. οὐ δυνατὸν γὰρ ἐντεῦθεν ἐπὶ τοὺς νεφροὺς ἀφικέσθαι διὰ φλεβῶν, οὐ δ’ἐκ τῆς ὑπὸ τὸ περιτόναιον εὐρυχωρίας ἀδύνατον πρὸς τῷ καὶ παντελῶς ἄκυρον εἶναι τὴν κατάχρησιν τῆς κατὰ γαστέρα προσηγορίας. οὐδὲν γὰρ ὅμοιόν ἐστι περιτοναίῳ καὶ γαστρὶ, διότι τῆς προσηγορίας κοινωνήσουσι. κάλλιον ἦν ἀκούειν μὲν ὥσπερ ἅπαντες ἤκουσαν, ἐκείνην ὑπ’αὐτοῦ λέγεσθαι τὴν εὐρυχωρίαν, ὅση κάτω μέν ἐστι τῶν φρενῶν, ἔνδοντε τοῦ κατ’ἐπιγάστριον περιτοναίου, σκοπεῖντε εἰ δυνατόν ἐστιν λέγει γινωσκόντων ἡμῶν ὡς ἀεὶ ταῖς ὕλαις ὁδὸν εὑρίσκειν οἴεται τὴν φύσιν Ἱπποκράτης, ὅταν ἐρρωμένη τυγχάνει κἂν ὅτι μάλιστα παχεῖαί πώς εἰσι καὶ διὰ λεπτῶν ὁδοιποροῦσι πόρων, ὅπου γε καὶ δι’ὀστῶν ἀποστάσεις γίνεσθαί φησιν. ὁρῶμεν δὲ καὶ τὸ μεταξὺ θώρακόςτε καὶ πνεύμονος ὑγρὸν ἐπὶ τῶν ἐμπύων ἀναβηττόμενον. ἐνίοτε δὲ καὶ διὰ τοῦ δέρματος ὑγιοῦς ὑπάρχοντος αἷμα διεκπῖπτον ἐπὶ τῶν πωρουμένων ὀστῶν. οὔκουν οὐ δ’ἐφ’οὗ νῦν εἶπεν Ἱπποκράτης φλέγματος ἀδύνατον παντάπασιν ὑποληπτέον εἰς οὖρα γενέσθαι μετάληψιν, ἀλλ’ἐγχωρεῖν ποτε καὶ τοῦτο ὑπὸ τῆς φύσεως πραχθῆναι, προλεπτυνάσης κατὰ βραχὺ τὸ φλέγμα, καθάπερ ἐπὶ τῶν ἐμπύων τὸ πῦον.

7.55

ὁκόσοισι τὸ ἧπαρ ὕδατος πλησθὲν εἰς τὸν ἐπίπλουν ῥαγῇ, τουτέοισιν κοιλίη ὕδατος ἐκπιμπλᾶται καὶ ἀποθνήσκουσιν. ἐπιτηδειότατόν ἐστι τὸ ἧπαρ ὑδατίδας γεννῆσαι κατὰ τὸν ἔξωθεν αὐτῷ περικείμενον ὑμένα. φαίνεται γοῦν ἐπὶ τῶν σφαττομένων ζώων ἐνίοτε μεστόν. ἐὰν οὖν ποτε συμβῇ ῥαγῆναι τὰς ὑδατίδας, ἐκχεῖται δηλονότι τὸ ὕδωρ εἰς τὴν κατ’ἐπιγάστριον περιτοναίου χώραν, ἐν καὶ τὸ κατὰ τοὺς ὑδέρους ἀθροίζεται. εἰς δὲ τὸ ἐπί πλοον οὐχ οἷοντε ῥαγῆναι τὸ ὕδωρ ἄνευ τοῦ διαβρωθῆναί πως αὐτό. στεγανὸν γάρ ἐστι πανταχόθεν, ὡς μηδὲν εἰς αὐτὸ παρεμπεσεῖν ἐκ μηδενὸς ἄλλου μορίου, πλὴν ἐκ γαστρὸς καὶ κώλου καὶ σπληνὸς, ἐκείνωντε τῶν μερῶν, ὅθεν ἐκπέφυκεν · τοίνυν βούλεται διαβιβρώσκεσθαι τὸν περιτόναιον ἐν τοῖς δεξιοῖς δηλονότι μέρεσιν αὐτοῦ καθ’ πλησιάζει τῷ ἥπατι. εἰς τὸ ἐπίπλουν ἀκουστέον ἀντὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ. τὸ δ’ἐμπίπλασθαι τὴν κοιλίαν ὕδατος οὐκ ἐπ’αὐτῆς εἴρηται τῆς τὰ σιτία δεχομένης γαστρὸς, ἀλλὰ τοῦ παντὸς κύτους, κάτω τοῦ θώρακός ἐστι, καθ’ σημαινόμενον οἵτε προγάστορες λέγονται καὶ αἱ γυναῖκες ἔχειν ἐν γαστρί. τὸ δ’ἀποθνήσκειν οἷς ἐνταῦθα τὸ ὕδωρ ἀθροίζεται σκεπτέον. γὰρ διηνεκῶς ἀκουστέον ὡς τὸ πολύ. σώζονται γοῦν ἔνιοι καὶ τῶν ὑδερικῶν, καίτοι τῆς τοιαύτης χώρας αὐτοῖς ὕδατος ἐμπλησθείσης. οὐ μὴν οὐ δ’ἀδύνατόν ἐστιν ὥσπερ ἐπ’ἐκείνων, διάτε τῶν ὑδατώδη καθαιρόντων φαρμάκων καὶ προσέτι τῶν οὐρητικῶν, ἐπιθημάτωντε τῶν ἐξατμίζειν δυναμένων ὑγρότητα τοιαύτην, οὕτω κἀπὶ τούτων γενήσεσθαι τὴν θεραπείαν.

7.56

ἁλύκη, χάσμη, φρίκη, οἶνος ἴσος ἴσῳ πινόμενος λύει τὴν νόσον. σολοικοφανὲς εἰκότως ἐνίοις ἔδοξεν εἶναι τὸ σχῆμα τοῦ λόγου καὶ διὰ τοῦτ’ἔνιοι κατ’αἰτιατικὰς πτώσεις ἔγραψαν ἁλύκην, χάσμην, φρίκην, οἶνος ἴσος ἴσῳ πινόμενος λύει. διαφέρει γοῦν εἰς τὸ παρὸν, καθ’ὁποτέραν ἄν τις γραφὴν ἐξηγήσηται τὸν ἀφορισμόν. ἐπίστασθαι γὰρ χρὴ πρῶτον ὅτι προσηγόρευκεν ἁλύκην, ἣν οἱ πολλοὶ τῶν Ἑλλήνων ὀνομάζουσιν ἅλην, ἔπειτα δ’ἥτις ἐστὶν τοῦτ’ἐργαζομένη τὸ σύμπτωμα διάθεσις. ἁλύειν μὲν οὖν λέγουσιν ἐκείνους τῶν ὑγιαινόντων, ὅσοιπερ ἂν ἀεὶ τοῖς παροῦσι δυσχεραίνοντες ἄλλοτε εἰς ἄλλα μεταβαίνουσι πράγματάτε καὶ πράξεις. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ νοσούντων ἐκείνης ἁλύειν φασὶν ὅσοι μὴ φέροντες τὴν κατάκλισιν ἐξαλλάττουσι τὰ σχήματα διὰ τὸ δύσφορον ἀεὶ τὸ παρὸν εἶναι. τοῦτο δὲ ἔγνωμεν ἐκείνοις μάλιστα συμβαῖνον, οἷσπερ ἂν ἐν τῷ στόματι τῆς γαστρὸς, ὅπερ ἐνίοτε καταχρώμενοι στόμαχον ὀνομάζουσι, περιέχεταί τις ἰδιότης ὑγρότητος ἀνιαρᾶς, οὔτε πολλῆς οὔτ’ἐμπλεούσης τῷ κύτει τῆς γαστρὸς, ἀνατρεπομένης δὲ εἰς τοὺς χιτῶνας αὐτῆς. ἀλλὰ καὶ τὸ χασμᾶσθαι, καθάπερ καὶ σκοτοδινᾶσθαι περιεχομένης τινὸς ἐν τοῖς μυσὶ, δι’ὧν καὶ κατὰ προαίρεσιν γίνονται κινήσεις, ἤτοι ὑγρότητος πνευματώδους πνεύματος ἀτμώδους γίνεσθαι δέδεικται. καὶ φρίκη δὲ μοχθηρῶν χυμῶν διαθεόντων κατὰ τὸ δέρμα συμβαίνει. δῆλον δὲ ὅτι περὶ τῆς ἐκ τοῦ νοσώδους σώματος ὁρμωμένης φρίκης λόγος νῦν ἡμῖν ἐστιν, οὐ τῆς ὑπό τινος αἰτίας ἔξωθεν. ἕκαστον οὖν τούτων τῶν εἰρημένων οἴνου πόσις θεραπεύει ἀκρατεστέρου, τὴν συμμετρίαν δὲ τῆς κράσεως αὐτὸς ἐδήλωσεν εἰπών. οἶνος ἴσος ἴσῳ πινόμενος · ὕδατι γὰρ δηλονότι κεράννυσθαι βούλεται τὸν οἶνον ἴσῳ, χάριν τοῦ τὸ μὲν διώσασθαι, κενῶσθαι τῶν λυπηρῶν, ὅσον ἂν ὑπείκῃ τῇ ῥύμῃ τῆς τοῦ οἴνου φορᾶς, τὸ δ’ὑπόλοιπον ἐπικράσαι. θερμαίνει γὰρ, ὡς ἴσμεν, οἶνος ἅπαν τὸ σῶμα καὶ ταχέως ἐπὶ πάντα φέρεται τὰ μόρια, μετὰ τοῦ χυμοὺς χρηστοὺς ἐργάζεσθαι.

7.57

ὁκόσοισιν ἐν τῇ οὐρήθρῃ φύματα γίνονται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύεται πόνος. καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τοῖς ἔμπροσθεν Ἱπποκράτης ἔγραψεν, ἡμεῖς δὲ ἐξηγησάμεθα κατὰ τήνδε τὴν λέξιν εἰρημένην · ὁκόσοισιν ἐν τῇ οὐρήθρᾳ φύματα φύεται, τουτέοισι διαπυήσαντος καὶ ἐκραγέντος λύσις

7.58

ὁκόσοισι δ’ἂν ἐγκέφαλος σεισθῇ ὑπό τινος προφάσιος, ἀνάγκη ἀφώνους γίνεσθαι παραχρῆμα. καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν ἐν τισὶ μὲν τῶν ἀντιγράφων ἀφώνους ἐστὶν εὑρεῖν κατὰ τὴν πληθυν τικὴν αἰτιατικὴν πτῶσιν γεγραμμένον, ἐν τισὶ δὲ κατὰ τὴν ἑνικὴν ἄφωνον ἐν σολοικοφανεῖ σχήματι. διαφέρει δὲ οὐδὲν οὐ δ’ἐνταῦθα πρός γε τὰ παρόντα γινωσκόντων ἡμῶν ὡς ἔθος ἐστὶ τῷ Ἱπποκράτει πολλάκις ἀφ’ἑνὸς συμπτώματος τοῦ προδηλοτάτου, τῆς ἀφωνίας, ὀνομάζειν οὕτω καὶ δηλοῦν, ὅσοι μη δ’ἄλλην τινὰ τῶν νατὰ προαίρεσιν ἀποσώζουσι κινήσεων μη δ’ὅλως αἰσθάνονται. κεῖνται δὲ ὡσαύτως τοῖς ἀποπληκτικοῖς ἀναίσθητοίτε ἅμα καὶ ἀκίνητοι · γίνεται μὲν οὖν καὶ δι’ἄλλας αἰτίας τοῦτο. νυνὶ μέντοι τῆς σείσεως τοῦ ἐγκεφάλου μνημονεύει Ἱπποκράτης καὶ ταύτῃ τὴν τοιαύτην ὅλου τοῦ σώματος ἔσεσθαί φησι διάθεσιν. σεισθῆναι δὲ οὕτω συμβαίνει τὸν ἐγκέφαλον διά τινα βιαίαν πτῶσιν ὅλου τοῦ σώματος ἐξ ὑψηλῶν γεγενημένην χωρίων. αἱ γὰρ τοιαῦται καταπτώσεις εἰώθασι καὶ τὴν ἐν τοῖς τῆς ῥαχέως σπονδύλοις σεῖσιν ἐργάζεσθαι, ὅταν αἱ μὲν ἁρμονίαι κινηθῶσιν αὐτῶν, δ’ἐν κοιλότητι περιεχόμενος νωτιαῖος πονήσῃ, διασεισθεὶς δὲ σφοδρῶς εἰς κίνδυνον ἄγει ῥήξεων ἔνια τῶν ἀποπεφυκότων αὐτῷ νεύρων, ὅπερ οὐχ ἥκιστα καὶ κατὰ τὸν ἐγκέφαλον γίνεται καὶ τοσούτῳ γε μᾶλλον, ὅσῳ καὶ πλείων ἐστὶν πέριξ αὐτοῦ χώρα κενὴ καὶ μᾶλλον ἐπὶ τῶν πρεσβυτέρων, ὡς ἐν ταῖς ἀνατομικαῖς πραγματείαις λέλεκται, συστέλλεται γοῦν ψυχικὴ δύναμις εἰς ἑαυτὴν ἐν ταῖς τοιαύταις διαθέσεσιν, ἀνιαθεῖσα τῇ σφαλερᾷ κινήσει καὶ διὰ τοῦτο ἡσυχάζει. τῶν δ’ἀποφύσεων ἔνιαι μὲν ἱκανῶς τείνονται, τινὲς δ’ἐκ μέρους γε διασπῶνται. κατὰ τοῦτο μέχρι περ ἂν ἀνακτήσηται πάλιν ἑαυτὴν ψυχικὴ δύναμις, ἄφωνόντε καὶ ἀκίνητον ὅλον κεῖται τὸ παθὸν οὕτω ζῶον. εἰ δ’ἀποσπασθῆναι φθάσειεν κατά τι μέρος αὐτοῦ κατασπασθῆναι ἐγκέφαλος, οὐκέτι ἀναφέρουσι.

7.59

τοῖσι σώμασι τοῖσιν ὑγρὰς τὰς σάρκας ἔχουσι δεῖ λιμὸν ἐμποιέειν · λιμὸς γὰρ ξηραίνει τὰ σώματα. ὅτι μὲν οὖν ὅσα ξηραίνει βοηθήματα τῶν ὑγρῶν παθημάτων ἐστὶν ἰατικὰ πρόδηλον, εἴ γε δὴ ἐναντία τῶν ἐναντίων ἐστὶν ἰάματα. ὅτι δὲ καὶ λιμὸς ξηραίνει κατὰ συμβεβηκὸς οὐκ ἄδηλον. ἐὰν γὰρ ἀπορρέῃ μέν τι τοῦ σώματος, ὡς καὶ πρόσθεν, ἀναπληρῶται δὲ μηκέτι ὑπὸ τροφῆς τὸ κενούμενον, ἀναγκαῖον αὐτῷ ξηρότερον γενέσθαι. δῆλον γὰρ ὅτι τῶν κατὰ τὸ ζῶον ἑκάστου μερῶν ἀπέρχεται πρότερον ὅσον ἂν ὑγρότερον , ὡς ἂν καὶ αὐτῆς τῆς ἀπορρόης γιγνομένης, διὰ τὸ λεπτύνεσθαίτε καὶ εἰς ἀτμὸν λύεσθαι τὸ σῶμα διὰ διττὴν αἰτίαν, ἔξωθεν μὲν ὑπὸ τοῦ περιέχοντος, ἔνδοθεν δὲ ὑπὸ τῆς ἐμφύτου θερμασίας · ἀμέλει τῶν φωλευόντων τῶν ζώων, ὡς ἂν μήτ’ἔξωθεν ἔτι θερμαινομένων μήτ’ἔνδοθεν. ὅλως οὐδὲν παντάπασιν ὀλίγιστον ἀπορρεῖ, καὶ διὰ τοῦτο τινὰ μὲν αὐτῶν οὐ δ’ὅλως δεῖται τροφῆς, ἔνια δ’ὀλιγίστης παντάπασιν. ἐφεξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἕτεροι δύο σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις εὑρίσκονται, μετὰ τοῦ καὶ τοὺς ἐξηγησαμένους τὸ βιβλίον ὀλίγου δεῖν ἅπαντας μνημονεύειν αὐτῶν, καί τινες ἐξηγοῦνται αὐτοὺς, ἀλλὰ διαφόρως ἐν τοῖς ἔμπροσθεν, οὐ δὲ τοῦτο αὐτὸ προστιθέντες ὅτι γεγραμμένοι ἔμπροσθέν εἰσιν. ἡμεῖς δὲ κατὰ τὸ τέταρτον ὑπόμνημα τὴν ἐξήγησιν αὐτῶν ἐποιησάμεθα, βραχύ τι τῇ λέξει διαφερόντων. μὲν γὰρ ἕτερος τῶν νυνὶ γεγραμμένων ἐκ περιττοῦ προσκείμενον ἔχει καὶ καταπίνειν μὴ δύνασθαι ἀλλ’ μόγις. δ’ἕτερος ἔμπαλιν ὑπηλλαγμένον ἔχει τὸ μόγις, ὥστ’εἷναι τὸ μὲν πρότερον τοιοῦτον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται ἀλλ’ μόγις, θανάσιμον. τὸ δὲ δεύτερον, ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον. οἱ δὲ πρόσθεν, οὓς κατὰ τὸ τέταρτον ἔφην ἐξηγήσασθαι τῶνδε τῶν ὑπομνημάτων, οὕτως εἶχον. ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ, οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι, πνὶξ ἐξαίφνης ἐπιγένηται, θανάσιμον. εἶθ’ἑξῆς μετ’αὐτὸν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐξαίφνης ἐπιστραφῇ καὶ μόγις καταπίνειν δύνηται, οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ θανάσιμον. ὅπερ οὖν ἐν τῷ προτέρῳ τῶν ἀφορισμῶν εἴρηται περιττὸν, νῦν ἐπισκεψώμεθα. καὶ γὰρ καὶ τεθέαμαι γινόμενον αὐτὸ, παντάπασιν ὀλεθρίως ἐχόντων τῶν καμνόντων, ὥστ’ἤτοι μη δ’ὅλως δύνασθαι καταπίνειν μόγις, οὐκ ὄντος οἰδήματος ἐν τῇ φάρυγγι. πάρεστι γὰρ τοῦτο διαγνῶναι σαφῶς ἀνοιχθέντος μὲν ἐπὶ πλεῖστον τοῦ στόματος, προβληθείσης δὲ τῇ κάτω γένυι τῆς γλώττης. ἐν τῇ τοιαύτῃ καταστάσει τοῦ δυσχερῶς καταπίνειν αἰτίαν ὑποληπτέον τὴν κοινωνίαν τοῦ χιτῶνος, ὃς ὑποπέφυκεν ἐκ τῶν ἔνδον μερῶν, τοῦτε στομάχου καὶ τοῦ λάρυγγος. ἐδείχθη γὰρ οὗτος ἐν τῇ διὰ τοῦ στόματος πορείᾳ τῶν σιτίων αὐτὸς μὲν ὑπὸ γαστρὸς κατασπώμενος, ἀνασπῶν δ’ὅλον τὸν λάρυγγα. οἰδησάσης οὖν τῆς ἐν τῷ λάρυγγι φλεγμονῆς ἐνίοτε μὲν οὐ δ’ὅλως, ἔστι δ’ὅτε μόγις ἕπεται κατασπώσῃ τῇ γαστρὶ, καὶ διὰ ταύτην τὴν αἰτίαν ἤτοι γ’οὐ δ’ὅλως μόγις καταπίνουσιν.

7.60

ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ οἰδήματος μὴ ἐόντος ἐν τῇ φάρυγγι πνὶξ ἐξαίφνης ἐπιγένηται καὶ καταπίνειν μὴ δύνηται, ἀλλὰ μόλις θανάσιμον.

7.61

ἢν ὑπὸ πυρετοῦ ἐχομένῳ τράχηλος ἐπιστραφῇ καὶ καταπίνειν μὴ δύνηται οἰδήματος μὴ ἐόντος ἐν τῷ τραχήλῳ, θανάσιμον.

7.62

ὅκου ἐν ὅλῳ τῷ σώματι καὶ τὸ σῶμα καταψύχεται καὶ πάλιν θερμαίνεται χρῶμα ἕτερον ἐξ ἑτέρου μεταβάλλει, μῆκος νόσου σημαίνει. καὶ τοῦτον τὸν ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶν ὑπομνημάτων ἐξηγησάμεθα τὴν αὐτὴν παρὰ βραχὺ λέξιν ἔχοντα τῇ νῦν εἰρημένῃ. γέγραπται γὰρ οὕτως · καὶ ὅκου ἐν ὅλῳ τῷ σώματι μεταβολαὶ καὶ ἢν τὸ σῶμα ψύχηται αὖθις θερμαίνηται καὶ εἰ χρῶμα ἕτερον ἐξ ἑτέρου γένηται, νόσου μῆκος σημαίνει.

7.63

ἱδρὼς πολὺς, θερμὸς ψυχρὸς, ἀεὶ ῥέων, σημαίνει ὑγρὸν ἀπάγειν, ἰσχυρῷ μὲν ἄνωθεν, τῷ δ’ἀσθενεῖ κάτωθεν. ἔμπροσθεν ἄλλον ἀφορισμὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων ἐξηγησάμεθα, ὃς κατὰ τόνδε τὸν τρόπον ἐγέγραπτο · ἱδρὼς πολὺς θερμὸς ψυχρὸς ἀεὶ ἐὼν, ψυχρὸς μείζω, θερμὸς ἐλάσσω νοῦσον σημαίνει. καὶ τήν γε διάθεσιν ἔφαμεν εἶναι τῶν γε τοιούτων ἱδρώτων ὑγρότητος πλῆθος ἐν τῷ τοῦ κάμνοντος περιεχόμενον σώματι. διὰ τοῦτ’οὖν νῦν ἡμῖν προκείμενος ἀφορισμὸς ἀπάγειν κελεύει τὴν περιττὴν ὑγρότητα, τοῖς μὲν ἰσχυροῖς μὲν ἄνωθεν, ὅπερ ἐστὶ διὰ τῶν ἐμέτων, τοῖς δ’ἀσθενεστέροις κάτωθεν, ὅπερ καὶ αὐτὸ σημαίνει δι’ὑπαγωγῆς γαστρός. ὅτι μὲν οὖν ἐκκενοῦν ἀεὶ χρὴ τοῦ σώματος τὰς περιττὰς ὑγρότητας ἄντικρυς δῆλον. εἰ δὲ τοῖς ἰσχυροῖς μὲν ἄνωθεν μόνον ἀεὶ, τοῖς δ’ἀσθενέσι κάτωθεν, ἄξιον εἶναι δοκεῖ μοι σκέψεως. βέλτιον γὰρ ἴσως οὐ ταύτῃ διαιρεῖν τῶν βοηθημάτων τὴν χρείαν, ἀλλ’ὡς ἡμῖν ἐν τῇ θεραπευτικῇ πραγματείᾳ περὶ τῶν τοιούτων ἁπάντων διώρισται. καὶ τοῦτον οὖν τὸν ἀφορισμὸν ἐκ τῶν παραγεγραμμένων εἶναι νομίζω. ἑξῆς τοῖς προγεγραμμένοις ἀφορισμοῖς ἄλλοι τρεῖς εὑρίσκονται κατὰ τὰ πλεῖστα τῶν ἀντιγράφων καὶ τοῖς ἐξηγηταῖς ὁμοίως γεγραμμένοι βραχύ τι διαλλάττοντες τῇ λέξει τῶν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων. γράφουσι δ’αὐτοὺς ὡδί.

7.64

πυρετοὶ ὁκόσοι μὴ διαλείποντες διὰ τρίτης ἰσχυρότεροι γίνονται, ἐπικίνδυνοι. ὅτῳ δ’ἂν τρόπῳ διαλείπωσι, σημαίνει ὅτι ἀκίνδυνοι.

7.65

ὁκόσοι πυρετοὶ μακροὶ, τουτέοισι φύματα εἰς τὰ ἄρθρα πόνοι ἐπιγίνονται.

7.66

ὁκόσοις φύματα μακρὰ εἰς τὰ ἄρθρα πόνοι ἐκ πυρετοῦ γίνονται, οὗτοι σιτίοισι πλείοσι χρέονται. εὔδηλον δὲ ὅτι καὶ οὗτοι παρέγκεινται τῶν ἔμπροσθεν οὐδὲν βραχύ τι τῇ λέξει διαφέροντες, ἐξήγημαι δ’αὐτοὺς ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.

7.67

ἤν τις τῷ πυρέσσοντι τροφὴν διδῷ ἣν ὑγιεῖ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ κάμνοντι νοῦσος. γράφεται δὲ καὶ οὕτως ἀφορισμὸς ἤν τι τῷ πυρέσσοντι τροφὴν διδῷ, τῷ μὲν ὑγιαίνοντι ἰσχὺς, τῷ δὲ κάμνοντι νοῦσος. ἑκατέρα δ’ λέξις ἀποκεχώρηκε τῆς κατὰ φύσιν ἑρμηνείας, ἐπὶ τοῦτο δὴ τὸ καλούμενον κακόζηλον, οὐκ οἶδ’ τι βουληθέντων, ὅσοι διεσκεύασαν οὕτω πολυειδῶς τὸ τέλος τοῦ βιβλίου. τὰ μὲν αὐτῇ τῇ λέξει γράφοντες τῶν ἔμπροσθεν ὑπ’αὐτοῦ τοῦ Ἱπποκράτους εἰρημένων, τὰ δ’ὑπαλλάττοντες βραχύ τι, τὰ δ’ὅλα παρεντιθέντες, ὥσπερ καὶ τουτὶ τὸ νῦν προκείμενον, οὐ δ’ἐγγὺς τῆς Ἱπποκράτους ἑρμηνείας ἧκον. ἐκεῖνος μὲν γὰρ ἔμπροσθεν ἔφη · τὰ μὴ καθαρὰ σώματα ὁκόσῳ ἂν τρέψῃς, μᾶλλον βλάψεις · καὶ ἢν ἐκ νόσου τροφὴν · λαμβάνων τις μὴ ἰσχύει, σημαίνει ὅτι τὸ σῶμα πλείονι τροφῆ χρῆται, ἢν δὲ χρὴ μὴ λαμβάνοντος τοῦτο γίνηται τροφὴν εἰδέναι ὅτι κενώσεως δεῖται, καί τινα τοιαῦτα ἕτερα κατὰ φύσιν ἡρμηνευμένα. δὲ τὸν νῦν προκείμενον ἀφορισμὸν συνθεὶς κακοζήλως εἶπεν ἐπὶ τῆς τροφῆς, εἰ τῷ ὑγιαίνοντι ἰσχὺς αὕτη τῷ κάμνοντι νοῦσος, βούλεται γὰρ λέγειν τὴν τροφὴν ἰσχύος μέν εἶναι τοῖς ὑγιαίνουσι ποιητικὴν, βλάβης δὲ τοῖς νοσοῦσιν. ἢν νὴ Δία τοῖς μὲν ὑγιαίνουσιν αὔξειν τὴν ἰσχὺν, τοῖς δὲ κάμνουσι νόσον. ἡρμήνευκε δὲ ἀλλοκότως αὐτὸ τὴν τροφὴν αὐτὴν εἰπὼν ἰσχὺν μὲν τοῖς ὑγιαίνουσιν εἶναι νόσον δὲ τοῖς κάμνουσιν, οὔτ’ἰσχὺν οὖσαν, ἀλλ’ἰσχύος ποιητικὴν, οὔτε νοῦσον, ἀλλὰ νόσου ποιητικὴν, ἄμεινον δὲ εἰπεῖν αὐξητικήν.

7.68

τὰ διὰ τῆς κύστεως διαχωρέοντα ὁρῆν δεῖ, ἢν οἷα τοῖς ὑγιαίνουσιν ὑποχωρέεται. τὰ ἥκιστα οὖν ὅμοια τούτοισι, ταῦτα νοσερώτερα · τὰ δὲ ὁμοιότερα τοῖς ὑγιαίνουσιν ἥκιστα νοσερά. ὅμοια κατὰ τὸ σῶμα σύμπαν εἴρηται πρὸς Ἱπποκράτους ἔντε τῷ προγνωστικῷ καὶ κατ’ἄλλα βιβλία πάντα τοῖς ὑγιαίνουσι δηλοῦν ἀγαθόν τι, τὰ δ’ἀνόμοια τοὐναντίον. τοῦτο οὖν καὶ νῦν πειρᾶται λέγειν συνθεὶς τὸν ἀφορισμὸν τοῦτον. ὑποπτεύω γὰρ καὶ τοῦτον οὐχ Ἱπποκράτους εἶναι τῇ λέξει τεκμαιρόμενος οὐκ ἐχούσῃ τὴν αὐτὴν ἰδέαν ταῖς ἐκείνου καὶ τοῖς λεγομένοις αὐτοῖς οὐκ ἀπηκριβωμένῃ ὁμοίως ἐκείνου. ὅταν γοῦν εἴπῃ τὸ τὰ ἥκιστα ὅμοια τούτοις, ταῦτα νοσερώτερά τις οὐκ ἂν μέμψαιτο νοσερώτερα λέγοντι αὐτῷ ἀντὶ τοῦ νοσερώτατα, τοῦτε ὕστατον νοσώδη. τὸ γὰρ ἥκιστα μετ’ἐπιτάσεώς τινος λέγεται καὶ πολλῆς τῆς εἰς τὸ παρὰ φύσιν παρατροπῆς. ἕκαστον δὲ τῶν παρὰ φύσιν εἰς ὅσον ἀποκεχώρηκε τοῦ κατὰ φύσιν, εἰς τοσοῦτον καὶ μοχθηρόν ἐστι. τὰ γοῦν ἥκιστα τοῖς κατὰ φύσιν ὅμοια μάλιστά ἐστι τοῖς κατὰ φύσιν ἐναντία καὶ διὰ τοῦτο νοσερώτατα.

7.69

καὶ οἷσι τὰ ὑποχωρήματα ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, ὑφίστανται οἷον ξύσματα, καὶ ἢν ὀλίγα , ὀλίγη νοῦσος γίγνεται, ἢν δὲ πολλὰ, πολλὴ, τουτέοισι ξυμφέρει ὑποκαθῆραι τὴν κοιλίην · ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς τὰ ῥοφήματα, βλάψεις καὶ ὁκόσῳ ἂν πλείω διδῷς μᾶλλον βλάψεις. τὰ διὰ τῆς γαστρὸς ὑπιόντα λέγειν εἴωθεν αὐτὸς ὑποχωρήματάτε καὶ διαχωρήματα · καὶ διὰ τοῦτο καὶ νῦν ἐδέξαντό τινες ἐπὶ τῶν κατὰ τὴν γαστέρα κενουμένων εἰρῆσθαι τὸν λόγον αὐτῷ. μάχεται δ’αὐτὸ τὸ προσκείμενον ἐν τῇ λέξει, τὸ ἢν ἐάσῃς στῆναι καὶ μὴ κινέῃς, οἰκεῖον γὰρ τοῦτο τοῖς ὑγροῖς, καὶ διὰ τοῦθ’ἕτεροι πάλιν ἐπὶ τῶν οὔρων ἐδέξαντο λέγειν αὐτόν. ἑκάτεροι δὲ πάλιν σχιθέντες οἱ μὲν ἐφίστανται γράφουσι διὰ τοῦ ε τὴν πρώτην συλλαβὴν, οἱ δὲ ὑφίστανται διὰ τοῦ υ. τοῖς μὲν οὖν οὔροις οὐδέτερον ἐναντιοῦται τῶν ῥημάτων. καὶ γὰρ καὶ διὰ τῶν ὑφισταμένων αὐτοῖς καὶ διὰ τῶν ἐφισταμένων εἰώθαμεν καὶ τῶν παρόντων τι διαγινώσκειν καὶ τῶν μελλόντων ἔσεσθαι, κατὰ δὲ τὰ διαχωρήματα τὸ ἐφίστασθαι μᾶλλόν πως, πρέπει. οὐ γὰρ ὥσπερ ἐπὶ τῶν οὔρων ἑτοίμη τῶν ὑφισταμένων διάγνωσις, οὕτω κἀπὶ τῶν διαχωρημάτων. ἐπὶ μὲν γὰρ τῶν οὔρων καὶ αὐτὸ τὸ ἄγγος ἐξ ὑέλου πεποιημένων ἐνδείκνυται τῶν ὑφισταμένων τὴν φύσιν, καὶ εἰ ἐν ἄλλῳ δέ τινι περιέχοιτο σκεύει, δυνατὸν ἀποχέοντας τὸ ἐπιπολῆς αὐτὸ μόνον καταλιπεῖν τὸ ὑφιστάμενον. ἐπὶ δὲ τῶν διαχωρημάτων οὐδέτερον πιθανόν. πάλιν δὲ αὐτὸ τὸ ἐφεξῆς εἰρημένον τὸ οἷον ξύσματα τοῖς μὲν κατὰ τὴν γαστέρα διαχωροῦσι πρέπει, τοῖς δ’ἐκφερομένοις τῶν οὔρων καθ’ὁντιναοῦν τρόπον εἴτ’ἄνωθεν εἴτε κάτωθεν ἁρμόττει. ξυσματώδη μὲν γὰρ κατὰ τὴν γαστέρα διαχωρεῖται πολλάκις, ὀνομάζεταίτε συνήθως οὐχ ὑπὸ Ἱπποκράτους μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἰατρῶν, οὐ μὴν ἐπί γε τῶν οὔρων. αὕτη τοίνυν περὶ τὰ ὀνόματα καὶ τὰ ῥήματα χρῆσις ἄκυρος ἐνδείκνυται παρεγκεῖσθαι καὶ τοῦτον τὸν ἀφορισμόν. ἔτιτε δὴ μᾶλλον ἐπειδὰν εἴπῃ, τούτοις συμφέρει ὑποκαθῆραι τὴν κοιλίην. οὐ γὰρ ἁπλῶς οὐ δ’ὡς ἔτυχεν, ὅτῳ ξυσματώδη κατὰ τὴν κοιλίαν ὑπάγονται, τούτῳ συμφέρει καθαίρειν αὐτὴν, ὥσπερ οὐ δὲ βλάβη τις ἐξ ἀνάγκης ἕπεται τροφὴν λαμβάνουσι τοῖς οὕτως ἔχουσιν. ὁρῶμεν γὰρ χολωδῶν διαχωρημάτων γενομένων ἐκκρινόμενα κατὰ τὴν γαστέρα ξύσματα, ἐφ’οἷς οὔτε βλάπτονται ῥοφήματα λαμβάνοντες ἅπαντες οὔτε προκαθαίρειν αὐτοὺς ἀναγκαῖόν ἐστιν, ἐάν γε πᾶν ἤδη κεκενωμένον τὸ χολῶδες. ἔτι δὲ μᾶλλον οὐ δ’εἰ τοῖς οὔροις ἐμφέροιτο οἷον ξύσματα, καθαίρειν προσήκει πρὸς τῷ καὶ χα λεπὸν εἶναι διαγνῶναι, τὴν ἰδέαν ὁποίαν τινὰ εἶναι βούλεται τῶν ἐμφερομένων τοῖς οὔροις ξυσματωδῶν. ἀλλ’οἱ τούτους τοὺς ἀφορισμοὺς παρενθέντες δοκοῦσί μοι χάριν αὐτοῦ τούτοις συνθεῖναι, τοῦ συγκεχύσθαιτε τὸν λόγον, ὥσπερ αἴνιγμα καὶ δεῖσθαι ζητήσεως πολλῆς, ἐν καθιστάντες ἑαυτοὺς ἐξηγητὰς τῶν λεγομένων εὐδοκιμοῦσι παρὰ τοῖς μειρακίοις. ὅτι δὲ οἱ λόγοι πάντες οἱ ἀσαφεῖς ἀφορμὰς πολυλογίας παρέχουσι τοῖς σοφισταῖς δῆλον ἔσται σοι κατ’αὐτὸν τοῦτον τὸν ἀφορισμόν. ἔνιοι γάρ τοι τῶν ἐξηγησαμένων αὐτὸν οὔ φασιν ἀπαγορεύειν τὸν Ἱπποκράτην, διδόναι ῥοφήματα τοῦ οὕτω διακειμένοις, ἀλλὰ πλέονι κωλύειν εἰρηκέναι, ὁκόσῳ ἂν πλέονα διδῷς μᾶλλον βλάψεις, ὥσπερ οὐ καὶ τῶν ἄλλων, ὅσοι χρῄζουσι ῥοφημάτων ὑπὸ πλειόνων βλαπτομένων ὡς οὐκ ἀκόλουθον τῷ φάντι, ὁκόσῳ ἂν πλεῖστα διδῷς μᾶλλον βλάψεις καὶ τοῖς ἐλάττοσιν ἐλάττονα τὴν βλάβην ἔσεσθαι νομίζειν. ἀλλ’ὅμως διὰ τὸ τῆς ἑρμηνείας μοχθηρὸν ὑπάρχει τοῖς σοφισταῖς πορίζεσθαι τοῖς λόγοις διαλύσεις καὶ μᾶλλόν γε ὅταν ἐξῇ καὶ προσθεῖναί τι καὶ ἀφελεῖν καὶ μεταγράψαι, ὅπερ ἐν τοῖς ἀσαφέσι λόγοις εἰώθασι πράττειν. αὐτίκα γέ τοι καὶ κατὰ τοῦτον τὸν ἀφορισμὸν ἔνιοι τὸν καί σύνδεσμον προσθέντες, ἢν ἄλλοι τοῦ μετ’αὐτὸν ἀρχὴν τίθενται, ταύτην ποιοῦσι τούτου τελευτὴν, ἵνα λόγος οὕτω ἔχῃ, ἢν δὲ μὴ καθαρὴν ποιήσας διδῷς, μᾶλλον βλάψεις καὶ ὁκόσαις ἂν κάτω ὠμὰ ὑποχωρέῃ, ὡς δηλονότι καὶ τούτοις ὅσῳ ἂν πλείω διδῷς, μᾶλλον βλάψεις. εἶτ’ἀφ’ἑτέρας ἀρχῆς πάλιν γράφουσιν. ὅτι χολῆς μελαίνης ἔνεστιν ἢν πλείω, πλείων, ἢν ἐλάσσω, ἐλάσσων νοῦσος. οἵ γε μὴν πολλοὶ τῶν ἐξηγητῶν ἑτέρως ἐξηγοῦνται καὶ γράφουσιν ὡς ὑπογέγραπται ῥῆσις.

7.70

ὁκόσα ἂν κάτω ὠμὰ ὑποχωρέῃ ἀπὸ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω πλείων, ἢν ἐλάσσω, ἐλάσσων νοῦσος. εἴρηται δὲ καὶ πρόσθεν ὅτι καὶ ἄλλοι τινές εἰσιν, ἔξεστι γὰρ ἐν τοῖς ἀσαφέσιν ὡς ἂν ἐθέλῃ τις γράφειν, οὐδενὸς ἐπὶ τοῖς μεταγράφουσι νόμου κειμένου, πολλάκις δὲ οὐ διὰ τὴν ἀσάφειαν, ἀλλ’ὅτι ψευδής ἐστιν λόγος · διὰ τοῦτο ἀναγκάζονται προσγράφειν τοῖς ἐξ ἀρχῆς εὑρεθεῖσιν ἀφαιρεῖν μεταγράφειν, ὥσπερ ἀμέλει καὶ κατὰ τόνδε τὸν ἀφορισμὸν, οὗ τὴν λέξιν οἱ πρῶτοι τῶν ἐξηγησαμένων τοὺς ἀφορισμοὺς, ὧν ἐστιν Ἡρόφιλος, Βακχεῖος, Ἡρακλείδηςτε καὶ Ζεῦξις οἱ ἐμπειρικοὶ, τοιαύτην τινὰ γράφουσιν. ὁκόσοις ἂν κάτω ὠμὰ ὑποχωρέῃ χολῆς μελαίνης ἐστὶν, ἢν πλείω, πλείονος, ἢν ἐλάσσω, ἐλάσσονος. ἀλλ’ὅτι τῶν ἐπὶ μέρους τινὸς λόγος οὗτος ἑρμηνευτὴς ἐστιν, εἴρηται δ’ὡς ἐκ καθόλου, διὰ τοῦτο τὴν ἀπορίαν παρέσχεν. ἐπεί τοι λεγόμενον αὐτοῦ κατὰ τὴν λέξιν οὐδεμίαν ἔχει ζήτησιν, ἀποφαινομένου τοῦ γράψαντος αὐτήν. οἷς ἂν ὠμὰ χωρέῃ, διὰ χολῆς μελαίνης ἐνεῖναι τοῖς πέττουσιν ὀργάνοις δηλονότι, δι’ἣν ψυχόμενα χείρω πέττει καὶ τρόπον ἀπεψίας ἐργάζεται τὸν κατ’ὠμότητα, τῆς ξανθῆς χολῆς τὸ ἐναντίον ἐργαζομένης, οἷον κνισώδη γάρ τινα γίνεται δι’αὐτὴν ἀπεπτούμενα. τινὲς δὲ καὶ τοῦτον τὸν λόγον ἔτι περὶ τῶν οὔρων ἡγοῦνται λέγεσθαι.

7.71

αἱ ἀποχρέμψεις ἐν τοῖσι πυρετοῖσι τοῖσι μὴ διαλείπουσι αἱ πελιδναὶ καὶ αἱματώδεες καὶ χολώδεες καὶ δυσώδεες πᾶσαι κακαὶ, ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ κοιλίην καὶ κύστιν καὶ ὅκου ἄν τι ἀποχωροῦν στῇ κεκαθαρμένον κακόν. καὶ οὗτος ἀφορισμὸς ἔμπροσθεν γέγραπται κατὰ τόνδε τὸν τρόπον. αἱ ἀποχρέμψιες ἐν τοῖσι πυρετοῖσιν ἐν τοῖσι μὴ διαλείπουσιν αἱ πελιδναὶ καὶ αἱματώδεες, πᾶσαι κακαί. ἀποχωρέουσαι δὲ καλῶς, ἀγαθαὶ καὶ κατὰ τὴν διαχώρησιν καὶ κατὰ τὰ οὖρα. ἢν δὲ μήτε τῶν συμφερόντων ἐκκρίνηται διὰ τῶν τόπων τούτων, κακόν. ἐξηγησάμεθα δ’αὐτὸν ἐν τῷ τετάρτῳ τῶνδε τῶν ὑπομνημάτων.

7.72

τὰ σώματα χρὴ, ὅπου τις βούλεται καθαίρεσθαι, εὔροα ποιέειν καὶ ἢν ἄνω εὔροα ποιέειν, στῆσαι τὴν κοιλίην, ἢν δὲ κάτω, ῥυῆσαι τὴν κοιλίην. καὶ τούτου τοῦ λόγου τὸ πρῶτον μέρος ἔμπροσθεν γέγραπται, μὴ προσκειμένου τοῦ καὶ ἄνω, ἢν βούλῃ εὔροα καὶ τὰ ἐφεξῆς, ἅτινα προσγράψαι βουλόμενος ἐνταυθοῖ τις ἐνέγραψεν αὖθις τὸν αὐτὸν ἀφορισμὸν μετ’ἐξηγήσεως, ὥσθ’ὑπάρχειν ἀληθῆ. ὅτι ἀληθεστέρα ταύτης ἑτέρα τίς ἐστιν ἐξήγησις, ἣν καὶ διὰ μακρᾶς πείρας ἡμεῖς ἐβασανίσαμεν, ἔμπροσθεν δέδεικται κατὰ τὸ τέταρτον ὑπόμνημα.

7.73

ὕπνος, ἀγρυπνίη, ἀμφότερα γιγνόμενα μᾶλλον τοῦ δέοντος, νοῦσος. καὶ οὗτος ἀφορισμὸς ἔν τισι τῶν ἀντιγράφων παρέγκειται πρόσθεν εἰρημένος ὅλος ὡσαύτως, πλὴν τοῦ κατὰ τὸ τέλος, ἐνταυθοῖ μὲν γὰρ νόσος. ἐκεῖ δὲ πολὺ βέλτιον γέγραπται κακόν.

7.74

ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖσιν, ἢν τὰ μὲν ἔξω ψυχρὰ , τὰ δὲ ἔσω καίηται καὶ πυρετὸς ἔχῃ, θανάσιμον. καὶ οὗτος ἀφορισμὸς εἰκῆ γέγραπται πρόσθεν ἄμεινον εἰρημένος, χωρὶς τοῦ καὶ πυρετὸς ἔχῃ. νῦν δὲ ἐκ περιττοῦ πάλιν ἔχει προσκείμενον τὸ καὶ πυρετὸς ἔχῃ · προειρηκότος γὰρ αὐτοῦ κατὰ τὴν ἀρχὴν, ἐν τοῖσι μὴ διαλείπουσι πυρετοῖς, ματαία πάλιν ἐπὶ τῇ τοῦ λόγου τελευτῇ προσθήκη καὶ πυρετὸς ἔχῃ.

7.75

ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ῥὶς ὀφθαλμός ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἀσθενέος ἐόντος, ὅτι ἂν τούτων γένηται, ἐγγὺς θάνατος, καὶ οὗτος ἀφορισμὸς ἔμπροσθεν εἴρηται κατὰ τήνδε τὴν λέξιν. ἐν μὴ διαλείποντι πυρετῷ, ἢν χεῖλος ῥὶς ὀφθαλμὸς ὀφρὺς διαστραφῇ, ἢν μὴ βλέπῃ, ἢν μὴ ἀκούῃ, ἤδη ἀσθενοῦς ἐόντος, τι ἂν τουτέων γένηται, ἐγγὺς θάνατος.

7.76

ἐπὶ λευκῷ φλέγματι ὕδρωψ ἐπιγίνεται. τὸ λεγόμενόν ἐστι τοιοῦτον, ὅσοις ἂν πλεῖστον ἐν τοῖς ἀγγείοις καὶ κατὰ τὴν ἕξιν ὅλην τοῦ σώματος ἀθροισθῇ λευκὸν φλέγμα, τούτοις λευκοφλεγματίας ὕδερος ἔσται.

7.77

ἐπὶ διαρροίῃ δυσεντερίη. ἀπὸ κοινοῦ δηλονότι προσυπακοῦσαι χρὴ τὸ ἐπιγίνεται, ξεομένων τῶν ἐντέρων κατὰ βραχὺ, κἄπειτα διὰ βάθους τούτου γινομένου καὶ οὕτως ἑλκουμένων. ἔμπροσθεν δὲ βέλτιον ἐν ἀφορισμῷ γνησίῳ γέγραπται κατὰ τόνδε τὸν τρόπον · ἐπὶ ἀκράτῳ ὑποχωρήσει δυσεντερία καὶ ἡμεῖς ἐξηγησάμεθα τὸν ἀφορισμὸν τοῦτον ἐν ἕκτῳ τῶν ὑπομνημάτων.

7.78

ἐπὶ δυσεντερίῃ λειεντερίη ἐπιγίνεται. καὶ οὗτος ἀφορισμὸς μόριόν ἐστιν ἀφορισμοῦ εἰρημένου ἔμπροσθεν τοῦτον τὸν τρόπον · ὅσοι σπληνώ δεες ὑπὸ δυσεντερίης ἁλίσκονται, τούτοισιν ἐπιγενομένης μακρῆς τῆς δυσεντερίης, ὕδρωψ ἐπιγίνεται λειεντερίη, καὶ ἀπόλλυνται. ἐξηγησάμεθα δὲ καὶ ἡμεῖς αὐτὸν κατὰ τὸ ἕκτον τῶν ὑπομνημάτων.

7.79

ἐπὶ σφακελισμῷ ἀπόστασις ὀστέου. ἀπὸ κοινοῦ δηλονότι κἀνταῦθα προσυπακοῦσαι δεῖ τὸ ἐπιγίνεται. πότερον δὲ τῷ τοῦ ὀστέου σφακελισμῷ τὴν ἀπόστασιν αὐτοῦ ἕπεσθαι τῷ τῆς προκειμένης σαρκὸς, οὐκ ἐδήλωσε, δύναται δ’ἑκάτερον ἀληθῶς λέγεσθαι.

7.80

ἐπὶ αἵματος ἐμέτῳ φθόη καὶ τοῦ πύου κάθαρσις ἄνω. ἐπὶ τῇ φθόῃ ῥεῦμα ἐκ τῆς κεφαλῆς ἐπὶ τῷ ῥεύματι διάρροια, ἐπὶ τῇ διαρροίᾳ σχέσις τῆς ἄνω καθάρσεως, ἐπὶ τῇ σχέσει θάνατος. ἐν τοῖς πλείοσι τῶν ἀντιγράφων καὶ παρὰ τοῖς πλείστοις τῶν ἐξηγητῶν γέγραπται · ἐπὶ αἵματος ἐμέτῳ φθορά. κατά τινα μέντοι τῶν ἀντιγράφων ἐπὶ αἵματος ἐμέτῳ φθόη γέγραπται. φαίνεται γοῦν ὅτι καὶ ταῦτα συνηράνισται μοχθηρῶς ἐκ πολλῶν Ἱπποκρατείων ἀποφάσεων συγκείμενα παρεφθαρμένως, μάλιστα δὲ παρ’ἐκείνων τῶν ἀφορισμῶν ἐπὶ αἵματος πτύσει, πύου πτύσις καὶ ῥύσις. ἐπὴν δὲ τὸ σίαλον ἴσχηται, ἀποθνήσκουσιν.

7.81

ὁκοῖα καὶ ἐν τοῖσι κατὰ τὴν κύστιν καὶ ἐν τοῖσι κατὰ τὴν κοιλίην ὑποχωρήμασι καὶ ἐν τοῖσι κατὰ τὰς σάρκας καὶ ἤν πη ἄλλη τῆς φύσεως ἐκβαίνῃ τὸ σῶμα, ἢν ὀλίγον, ὀλίγη νοῦσος γίνεται, ἢν πολὺ δὲ, πολλὴ, ἢν πάνυ πολλὴ, θανάσιμον τὸ τοιοῦτον. οὗτος ὕστατος ἀφορισμὸς ἐν πλείστοις τῶν ἀντιγράφων γέγραπται, κατά τινα μέντοι καὶ ἄλλοι πρόσκεινται, διεσκευασμένοι καθάπερ καὶ οἵδε οὓς διεληλύθαμεν ἐκ τῶν γνησίων ὄντας οὕτως, ὥστε τοὺς μὲν αὐτῇ τῇ λέξει, τοὺς δὲ παρὰ βραχὺ, τοὺς δὲ μετὰ βραχείας προθέσεως ἐοικέναι τοῖς ὑπ’αὐτοῦ τοῦ Ἱπποκράτους γεγραμ μένοις, ὅθεν αὐτοὺς οὐ δ’ἡμεῖς ἔτι προσεθήκαμεν. οὐ δὲ γὰρ αὐτὸς οὗτος νῦν προκείμενος ἔχει τι περιττότερον ὧν πολλάκις Ἱπποκράτης ἔδειξεν, ἀλλὰ καὶ τρόπος τὰς ἑρμηνείας εὔδηλος κατ’ἐκεῖνον. τὸ δὲ οἷα καὶ ἐν τοῖς κατὰ τὴν κύστιν καὶ ἐν τοῖς κατὰ τὴν κοιλίαν ἀποδόσεως χρῄζει, τό γε μὴν κεφάλαιον, ὡς ἔφην, ἀληθές. εἰ μὲν γὰρ ὀλίγον ἐκβαίνοι τοῦ κατὰ φύσιν ἐν οἵῳ δή ποτε μορίῳ μακροτέραν τὴν νόσον · εἰ δ’ἐπὶ πλέον, πολλὴν ὑποληπτέον · εἰ πάνυ πολλὴ τοῦ κατὰ φύσιν μετάβασις γένηται, θανάσιμον εἶναι τὸ τοιοῦτον νόσημα.