Commentary on Hippocrates' Aphorisms, 5
“σπασμὸς ἐξ ἐλλεβόρου θανάσιμον”. τοῖς ἐλλέβορον εἰληφόσι λευκὸν, δηλονότι, τοῦτο γὰρ ἁπλῶς εἰώθασιν ὀνομάζειν ἐλλέβορον, οὐχ ὥσπερ τὸν μέλανα μετὰ προσθήκης, τούτοις οὖν ἐὰν καθαιρομένοις ἐπιγένηται σπασμὸς, ὀλέθριον εἶναί φησι τὸ σύμπτωμα. γίνεται μὲν γὰρ οὐ κατὰ τὴν ἀρχὴν τῆς καθάρσεως ἡνίκα τοῦ πνιγῆναι κίνδυνος, ἀλλ’ὅταν σπαραχθῶσι σφοδρότερον ἐμοῦντες, δι’αὐτὴν μάλιστα τὴν ἐν τοῖς ἐμέτοις συντονίαν πονησάντων τῶν νευρῶν κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς, ἐφ’ᾧ καὶ ἄλλως ἑωράκαμεν, ὅταν ἰσχυρῶς δηχθῇ, γεγενημένους σπασμοὺς ὥσπερ καὶ τῷ νεανίσκῳ τὸν ἰὸν ἐμέσαντι. βέλτιον γὰρ ἰὸν, οὐκ ἰώδη τὸν ἔμετον ὀνομάζειν ἐκεῖνον, ἐπειδήπερ ἦν οἷος ἀκριβὴς ἰὸς ὀνομαζόμενος εὐανθέστατος. ἀλλὰ κατά γε τὸν ἔμετον ἐσπάσθη πᾶν τὸ σῶμα καὶ ὅτε πυρετὸς αὐτοῦ καὶ ὁ σπασμὸς ἐπαύσατο παραχρῆμα κενωθέντος τοῦ ἰοῦ. τοιοῦτον δ’ἦν τὸ ἐμεθὲν, οἷον εἴ τις ὕδατι δεύσειεν ἰὸν τὸν ἄριστον, ὡς γενέσθαι σύστασιν ἐξ ἀμφοῖν σιραίου πάχει προσεοικυῖαν. οὐκ ἀδύνατον μὲν οὖν, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν τὴν πρὸς τὸ στόμα τῆς γαστρὸς γενέσθαι σπασμὸν ἐπ’ἐλλεβόρῳ λευκῷ, καὶ εἴη ἂν ὁ μετριώτατος σπασμὸς οὗτος. ἐγχωρεῖ δὲ καὶ δι’αὐτὴν τὴν κένωσιν ὑπερκαθαιρομένοις αὐτοῖς γενέσθαι σπασμὸν, ὡς καὶ τοῖς χολερικοῖς ἐπιγίνονται συνολκαὶ πολλάκις καὶ μάλιστα τῶν κατὰ τὰς γαστροκνημίας μυῶν. οὐκ ἀδύνατον δὲ οὐ δὲ διὰ τὴν ἐνέργειαν τοῦ φαρμάκου τὰ ἐκ τῶν νεύρων ὑγρὰ πρὸς ἑαυτὸ βίᾳ σπῶντος ἐκ τῆς κακοπαθείας ταύτης ἐπιγενέσθαι σπασμόν · ἀλλὰ καὶ τῆς δυνάμεως ἐνίοτε τοῦ ἐλλεβόρου πρὸς ἀνάδοσιν ὁρμησάσης σφοδρότερον, ἐγχωρεῖ τὴν τῶν νεύρων οὐσίαν ξηρανθῆναι βιαιότερον. ἐδίδαξε δ’ἡμᾶς αὐτὸς ὁ Ἱπποκράτης ὡς ὁ σπασμὸς ἐπὶ κενώσει καὶ πληρώσει γίγνεται τῶν νευρωδῶν δηλονότι σωμάτων, ὑφ’ὧν αἱ κατὰ προαίρεσιν ἐνεργοῦνται κινήσεις. ἔστι δὲ ταῦτα τόνοι, σύνδεσμοι καὶ μῦες καὶ τένοντες · ὥσπερ ὁρῶμεν ἐπὶ τῶν ἐκτὸς ἱμάνταςτε καὶ χορδὰς τεινομένας, ἐάντε ξηρανθῶσιν ἐπὶ πλέον ἐάνθ’ὑγρότητι πολλῇ διαβραχῶσιν, οὕτω καὶ κατὰ τῶν ζώων σώματα τὰ πολλὰ τὸν σπασμὸν εἰκὸς γίνεσθαι · πρόδηλον δ’ὡς ὁ μὲν ἐπὶ πληρώσει δυνατός ἐστι ἰαθῆναι κενώσει, τὸν δ’ἐπὶ κενώσειτε καὶ ξηρότητι τῶν νεύρων οὐ πάνυ τι δυνατόν ἐστιν ἰάσασθαι. γίνεται δ’, ὡς ἔφην, καὶ κατὰ συμπάθειαν σπασμὸς, ὃν οὐχ ἡγητέον ὑπὸ τοῦ Ἱπποκράτους παραλελεῖφθαι. τὸν γὰρ πρώτως γιγνόμενον σπασμὸν ἐδήλωσεν ἐν τῷ φάναι, σπασμὸν ἐπὶ πληρώσει καὶ κενώσει συνίστασθαι, καὶ μὴν καὶ τῷ λόγῳ τῆς δήξεως ἴσμεν ἐπὶ τῷ στομάχῳ λυγμὸν γινόμενον, ὡς ἄν τινα καὶ τὰ νεῦρα πάσχειν ὁμοίως προσδοκῆσαι καὶ δόξει καὶ ὁ σπασμὸς οὗτος ἐνίοτε γίνεσθαι τοῖς ἐπ’ἐλλεβόρου καθαιρομένοις ὑφ’Ἱπποκράτους οὐκ εἰρημένος · εἰ μὴ, νὴ Δία, φαίη τις αὐτὸν ἐπὶ κενώσει συμβαίνειν τῶν δακνόντων χυμῶν ξηραντικῶν ὑπερεχόντων. οὗτοι μὲν οἱ τρόποι τῶν ἐπ’ἐλλεβόρῳ σπωμένων · θεραπεύονται δ’αὐτῶν ὅτε διὰ δῆξιν καὶ ὁ διὰ τὴν συντονίαν τὴν ἐπὶ τοῖς ἐμέτοις, ὁ δὲ διὰ ξηρότητα τῶν ἀνιάτων ἐστίν · εἰκότως. τοιγαροῦν ὅλον τὸ γένος τοῦ τοιούτου σπασμοῦ φησι θανάσιμον ὑπάρχειν ὁ Ἱπποκράτης, ἐπειδή τινες μὲν αὐτοῦ διαφοραὶ δυσίατοι, μία δ’ἀνίατός ἐστιν.
“ἐπὶ τραύματι σπασμὸς ἐπιγενόμενος θανάσιμον”. ὥσπερ ἐν τῷ πρὸ τούτου λόγῳ θανάσιμον ἔφη τὸν σπασμὸν, ἐν ἴσῳ τῷ κινδυνώδητε καὶ τελευτῶντα πολλάκις εἰς θάνατον οὕτω καὶ νῦν τὸν ἐπὶ τῷ τραύματι σπασμὸν ὠνόμασε θανάσιμον, οὐκ ἐξ ἀνάγκηςτε καὶ διὰ παντὸς ἐπιφέροντα θάνατον, ἀλλ’ὡς πάνυ πολλάκις. ὡσαύτως δὲ καὶ κατὰ πολλοὺς τῶν ἔμπροσθεν ἀφορισμῶν ἐφαίνετο τῷ θανασίμου ὀνόματι χρώμενος. ἐπὶ γοῦν τοῖς τραύμασιν οἱ σπασμοὶ γίγνονται τῷ λόγῳ τῆς ἑπομένης αὐτοῖς φλεγμονῆς, ὅταν ἅψηται τῶν νευρωδῶν μορίων. καὶ πρῶτά γε φαίνεται σπώμενα τάτε κατ’εὐθὺ τῶν φλεγμαινόντων, εἶθ’οὕτως ὅταν καὶ τῆς ἀρχῆς αὐτῆς ἅψηται τὸ πάθος, ἐπὶ πᾶν ἐκτείνεσθαι τὸ σῶμα.
“αἵματος πολλοῦ ῥυέντος σπασμὸς ἢ λυγμὸς ἐπιγενόμενος κακόν”. οὐκ ἄλλο μέντοι νομιστέον δηλοῦσθαι ἐκ τοῦ πρόσθεν ὀνόματος τοῦ θανάσιμον, ἄλλο δ’ἐκ τοῦ νῦν τοῦ κακόν. εἴωθε γὰρ ὁ Ἱπποκράτης ἐκεῖνα τῶν συμπτωμάτων ὀνομάζειν οὕτως, οἷς ἐπιγίνεται πολλάκις καὶ θάνατος. εἰ δὲ τῷ μᾶλλόντε καὶ ἧττον ἀλλήλων δόξειεν τὰ ὀνόματα διαφέρειν, μείζονα τὸν κίνδυνον ἐνδείξαιτ’ἂν ἢ θανάσιμον φωνὴ τῆς κακόν. ὁ γοῦν ἐπὶ πολλῇ κενώσει τοῦ αἵματος γιγνόμενος σπασμὸς ἐκ τα- θατέρου γένους ἐστὶ τῶν ποιούντων αὐτὸν αἰτίων, ὡς προείρηται.
“ἐπὶ ὑπερκαθάρσει σπασμὸς ἢ λυγμὸς ἐπιγινόμενος κακόν”. ὅπερ ἐνίοτε τοῖς ἐλλέβορον εἰληφόσιν ἐλέγομεν γίγνεσθαι, τοῦτο νῦν ὑπὲρ ἁπάντων ἀπεφήνατο τῶν ὁπωσοῦν καθαιρομένων. σπῶνται γὰρ οἱ ὑπερκαθαιρόμενοι κατὰ τὰς εἰρημένας αἰτίας ἐπὶ τὸν ἐλλέβορον εἰληφότων, κίνδυνόςτε καταλαμβάνει τοὺς οὕτω κάμνοντας οὐ μικρὸς, ἐπειδὴ πολὺ χείρων ἐστὶν ὁ ἐπὶ κενώσει σπασμὸς τοῦ διὰ πλήρωσιν. ὅτι δὲ καὶ ὁ λυγμὸς σπασμός ἐστι στομάχου κατὰ τὸν Ἱπποκράτην γινώσκομεν δήπου.
“ἢν μεθύων ἐξαίφνης ἄφωνός τις γένηται, σπασθεὶς ἀποθνήσκει, ἢν μὴ πυρετὸς ἐπιλάβῃ ἢ ἐς τὴν ὥρην ἐλθὼν καθ’ἣν αἱ κραιπάλαι λύονται, φθέγξηται”. πληρουμένων τῶν νεύρων ὁ τοιοῦτος ἐπιγίνεται σπασμός. εἴωθε δὲ ῥᾳδίως αὐτὰ πληροῦν ὁ οἶνος, ὡς ἂν θερμὸς ὑπάρχων τὴν κρᾶσιν τοιαύτη φύσις, ἑτοίμως ἅπασιν ἐγκαταδύεται καὶ μάλισθ’ὅταν μὴ πάνυ τι παχυμερὴς ᾖ. τῷ μὲν οὖν πλήθει τῆς οὐσίας τὸν σπασμὸν ἐπιφέρει τοῖς νεύροις, τῇ ποιότητι δὲ θεραπεύει πάλιν αὐτὸς ἣν εἰργάσατο διάθεσιν, ἐκθερμαίνωντε καὶ ξηραίνων τὰ νεῦρα. ἐὰν οὖν ποτε τοῦτο μὴ δυνηθῇ ποιῆσαι, θάνατον ἀκολουθεῖν ἀναγκαῖόν ἐστιν. ᾗ δὲ δυνάμει τὸν οἶνον ἔφαμεν ἰᾶσθαι τοὺς σπασμοὺς, ταύτῃ δηλονότι καὶ ὁ πυρετὸς ἰᾶται. προσεκτέον δ’ἐνταῦθα μάλιστα τῷ ἔθει τοῦ Ἱπποκράτους, ἀφώνους ὀνομάζοντος τοὺς ὁπωσοῦν καρουμένους. ἀλλὰ κυρίως λέγεται κάρος ἡ παντὸς τοῦ σώματος αἰφνίδιος ἀναισθησίατε καὶ ἀκινησία · ταύτην οὖν τὴν διάθεσιν ἀφ’ἑνὸς τῶν συμπτωμάτων ὀνομάζειν εἴωθεν ὁ Ἱπποκράτης καὶ γίνεται δηλονότι τῆς ἀρχῆς τῶν νεύρων παθούσης. οὐ δὲ γὰρ οὐ δὲ ἄλλως ὅλως οἶόντε σπασθῆναι τὸ σῶμα πρὸ τοῦ ταύτην παθεῖν, ἤτοι πρώτως ἢ κατὰ συμπάθειαν ἑτέρου προπεπονθότος μορίου. κραιπάλας δ’ὅτι πάντες οἱ Ἕλληνες ὀνομάζουσι τὰς ἐξ οἴνου βλάβας τῆς κεφαλῆς εὔδηλον. οὕτως γοῦν ἔνιοι καὶ τὴν ἐτυμολογίαν ἐποιήσαντο τῆς προσηγορίας ἀπὸ τοῦ κάρηνον πάλλεσθαι γεγονέναι φάσκοντες. τὴν δ’ὥραν καθ’ἣν αἱ κραιπάλαι λύονται, κέκληκεν ὁ Ἱπποκράτης ἀντὶ τοῦ τὸν καιρόν. ἔστι δ’οὗτος οὐκ ἀποτετμημένος, οὐ δὲ περιγεγραμμένος ἅπασιν ἑνὶ μέτρῳ. τινὲς μὲν γὰρ κατὰ τὴν ὑστεραίαν ἡμέραν ἐπαύσαντο τῆς κραιπάλης, τινὲς δὲ καὶ κατὰ τὴν ἐπιγιγνομένην αὐτὴν νύκτα, τινὲς δ’ἐν τῇ τρίτῃ πάντως ἡμέρᾳ, καὶ γίνεται τοῦτο διάτε τὴν δύναμιν καὶ τὸ πλῆθος τοῦ ποθέντος οἴνου καὶ αὐτὴν τοῦ πιόντος φύσιν. ὥσπερ γὰρ οὖν ἡ τροφὴ τοῦ πεφθῆναι μίαν ἅπασιν ἀνθρώποις οὐκ ἔχει προθεσμίαν, οὕτως οὐ δ’ὁ οἶνος. ἢ τοίνυν ἡμᾶς ἐμπείρως ἔχειν χρὴ τῆς φύσεως τοῦ κάμνοντος ἢ τὴν ἐξωτάτω προθεσμίαν ἐπιτηρεῖν, καθ’ἣν, ἐὰν μήτε πυρέξαι φθάσῃ μήτε φθέγξηται, τεθνήξεται πάντως σπασθείς.
“ὁκόσοι ὑπὸ τετάνου ἁλίσκονται ἐν τέτρασιν ἡμέρῃσιν ἀπόλλυνται · ἢν δὲ ταύτας διαφύγωσιν, ὑγιέες γίνονται”. κάτοξυ πάθος ὁ τέτανός ἐστιν ὡς ἂν ἐξ ὀπισθοτόνουτε καὶ ἐμπροσθοτόνου συγκείμενος, ὥστ’εἰκότως αὐτὸν συντομωτέραν ποιεῖσθαι τὴν κρίσιν, οὐ φερούσης τὸν ἐπὶ τῇ τάσει κάματον τῆς φύσεως ἐν πλείονι χρόνῳ. κατὰ τὴν πρώτην οὖν περίοδον τῶν κρισίμων ἡμερῶν ἡ κρίσις τῷ πάθει.
“τὰ ἐπιληπτικὰ ὁκόσοισι πρὸ τῆς ἤβης γίνεται, μετάστασιν ἔχει. ὁκόσοισι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τουτέοισι τὰ πολλὰ συναποθνήσκει”. κυρίως μὲν ὀνομάζονται μεταστάσεις πάθους, ὅταν ἐξ ἑτέρου μέρους εἰς ἕτερον μετέρχωνται, καταχρωμένων δὲ καὶ αἱ λύσεις οὕτω προσαγορεύονται. καί μοι δοκεῖ νῦν ὁ Ἱπποκράτης κατὰ τὸ δεύτερον σημαινόμενον κεχρῆσθαι τῇ προσηγορίᾳ. οὐ μόνον γὰρ εἰς ἕτερα μόρια μεθισταμένων τῶν τὴν ἐπιληψίαν ἐργαζομένων χυμῶν λύεται τὸ πάθος, ἀλλὰ καὶ τελέως ἐκθεραπευομένων · εἰσὶ μὲν γὰρ οὗτοι παχεῖς καὶ ψυχροὶ καὶ φλεγματικοί. παύονται δ’ὑπότε τῆς ἡλικίας ἐπὶ τὸ ξηρότερον μεταβαλλούσης καὶ διὰ γυμνασίαν καὶ διὰ δίαιταν ξηραντικὴν, ἅμα τοῖς ἐπιτηδείοις φαρμάκοις. ἀλλὰ νῦν γε ὁ Ἱπποκράτης μόνης τῆς καθ’ἡλικίαν μέμνηται μεταβολῆς ὑφ’ἧς διδασκόμενοι καὶ τὸ τῆς διαίτης εἶδος ἅμα τοῖς φαρμάκοις εὑρήσομεν. ὅπερ οὖν ἐν ἑτέρῳ μέρει τῶν ἀφορισμῶν εἶπε, τῶν ἐπιληπτικῶν τοῖσι νέοισιν ἀπαλλαγὴν αἱ μεγάλαι μεταβολαὶ, μάλιστα τῆς ἡλικίας καὶ τῶν χωρίων καὶ τῶν βίων καὶ τόπων ποιέουσι, ταῦτα νῦν ἐπ’αὐτῶν τῶν παθῶν ἐδήλωσε, τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα τῶν ἐπιληπτικῶν παθῶν παύεσθαι λέγων ἐν τῇ τῆς ἡλικίας μεταβολῇ, τὰ δ’ἐξωτέρω τῶν εἴκοσι πέντε ἐτῶν συναποθνήσκειν, ᾧ καὶ δῆλον ὡς καὶ τὸν τῆς ἥβης χρόνον ἕως τῶν πέντε καὶ εἴκοσιν ἐτῶν ἐκτετάσθαι νομίζει, τὴν ἀρχὴν λαμβάνοντα μετὰ τὴν δευτέραν ἑβδομάδα. πρόδηλον δὲ ὡς οὔτε πᾶσιν ἰαθήσεται τὸ πάθος ὑπὸ τῆς ἡβηστικῆς ἡλικίας, εἰ μὴ καὶ τα- τἄλλα πράττειν ὀρθῶς, οὔθ’οἷς ἐν ταύτῃ συνέστη διὰ παντὸς παραμένει καλῶς διαιτωμένοις. ἀλλ’ὅτι γε τὴν ἀπὸ τῆς ἡλικίας ἴασιν οὐκ ἔχει, συγκαταγηράσει δ’ὅσον ἐπ’αὐτῇ τὸ πάθος αὐτοῖς ἐδήλωσε σαφῶς, οὐ μὴν σαφῶς γέ τι λέλεκται · καίτοι δοκοῦν εἶναι σαφὲς τοῖς ἀμελέστερον ἀκούουσι τοῖς πέντε καὶ εἴκοσιν ἐτῶν συναποθνήσκειν τὸ πάθος οἷς ἐγένετο πέμπτον καὶ εἰκοστὸν ἔτος ἄγουσιν, ἀλλ’ἔτι καὶ μᾶλλον οἷς ἐξωτέρω. προσθέντες οὖν τὸ λεῖπον τῇ λέξει τοῦ Ἱπποκράτους ἀληθῆ τελέως αὐτὴν ἀπεργασόμεθα, τὰ ἐπιληπτικὰ παθήματα. τὰ μὲν πρὸ τῆς ἥβης συνιστάμενα κατὰ τὸν ἐκείνης λύεται καιρὸν, τὰ δ’ἐξωτέρω τῆς ἥβης συναποθνήσκει. καιρὸς δ’ἥβης ἐστὶν ὁ μετὰ τεσσαρεσκαίδεκα μέχρι πέντε καὶ εἴκοσιν ἐτῶν. ἔστι δὲ καὶ ἄλλη τις γραφὴ τοιαύτη · οἷσι δὲ πέντε καὶ εἴκοσιν ἐτέων γίνεται, τὰ πολλὰ συναποθνήσκει, σημαίνοντος τοῦ τὰ πολλά τα- ταὐτὸν τῷ ὡς ἐπὶ τὸ πολύ.
“ὁκόσοι πλευριτικοὶ γινόμενοι οὐκ ἀνακαθαίρονται ἐν τεσσαρεσκαίδεκα ἡμέρῃσιν, τουτέοισιν ἐς ἐμπύημα μεθίσταται”. τὴν διὰ τῶν πτυσμάτων κένωσιν τῶν τὴν πλευρῖτιν ἐργασαμένων χυμῶν ἀνακάθαρσιν καὶ κάθαρσιν εἴωθεν ὀνομάζειν ὁ Ἱπποκράτης, ὥσπερ γε καὶ τὸ πτύειν τούτους καθαίρεσθαι κατάτε τὸ περὶ διαίτης ὀξέων καὶ τὸ προγνωστικὸν ὠνόμασεν. ἀλλὰ νῦν γε χρόνον ὁρίζει τῆς καθάρσεως, ἐν ᾧ μὴ γενομένης αὐτῆς εἰς ἐμπύημά φησι μεθίστασθαι τὴν πλευρῖτιν, ἤτοι τὴν εἰς πῦον μεταβολὴν οὕτως ὀνομάζων ἅπασαν, ὥσπερ κα- κἀν τῷ προγνωστικῷ πολλάκις, ἢ τὴν μεταξὺ θώρακόςτε καὶ πνεύμονος ἔκχυσιν τοῦ πύου. γίνεται γὰρ ἑκάτερον τούτων, ὅταν οἱ πλευριτικοὶ μὴ καθαρθῶσι διὰ τῶν πτυσμάτων. ἀλλὰ τό γε δεύτερον τῶν εἰρημένων ἐν τοῖς ἐφεξῆς αὐτὸς ὠνόμασε ῥῆξιν ἐμπυήματος.
“ἡ φθίσις γίνεται μάλιστα ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι πέντε καὶ τριήκοντα”. διὰ τῶν ἔμπροσθεν ἀφορισμῶν ἡνίκα τὰ νοσήματα κατὰ τὰς ἡλικίας διηγεῖτο, τοῖς δὲ νεανίσκοισιν αἵματος πτύσιες ἔφη · νυνὶ δὲ καὶ τὸν τῶν ἐτῶν ἀριθμὸν προσέθηκεν, οὐ διὰ τοῦτο γράψας πάλιν ἄνωθεν ὑπὲρ αὐτῶν, ἀλλὰ τῇ κοινωνίᾳ τῶν κατὰ θώρακάτε καὶ πνεύμονα παθῶν. διὰ τί μὲν οὖν οἱ νεανίσκοι καὶ μάλιστα τοῖς τοιούτοις ἁλίσκονται παθήμασιν ἔμπροσθεν εἴρηται · περὶ δὲ τῶν κατὰ τὰς ἡλικίας ἐτῶν ἐν τῷδε διοριστέον, ἐπεὶ καὶ ὁ Ἱπποκράτης ἔφη φθίσιν γενέσθαι ἡλικίῃσι τῇσιν ἀπὸ ὀκτωκαίδεκα ἐτέων μέχρι τριάκοντα πέντε. τὸ γὰρ ἡλικίῃσι πληθυντικῶς εἰρημένον ἔνδειξίν τινα ἔχει τοῦ μὴ μίαν ἡλικίαν ὑ πολαμβάνειν εἶναι τὸν Ἱπποκράτην τὴν μεταξὺ τῶν εἰρημένων ἐτῶν. οὐ δὲ γάρ ἐστι μία σκοπουμένοις ἀκριβέστερον, ἀλλ’ἡ μὲν ἀπὸ τῶν ὀκτωκαίδεκα μέχρι τῶν πέντε καὶ εἴκοσι ἐτῶν μειρακίων ἐστίν. ἡ δ’ἀπὸ τοῦδε τῶν νεανίσκων μέχρι πέντε καὶ τριάκοντα.
“ὁκόσοι κυνάγχην διαφεύγουσιν, ἐς τὸν πνεύμονα αὐτέοισι τρέπεται καὶ ἐν ἑπτὰ ἡμέρῃσιν ἀποθνήσκουσιν. ἢν δὲ ταύτας διαφύγωσιν, ἔμπυοι γίνονται”. περὶ μεταστάσεως ὁ λόγος αὐτῷ νῦν ἐστι τῆς ἐκ κυνάγχης εἰς τὸν πνεύμονα γινομένης, ἥντινά φησιν ἀναιρεῖν μὲν ὡς τὰ πολλὰ ὑπὸ τῶν ἑπτὰ ἡμερῶν πνιγομένου δηλονότι τοῦ κάμνοντος. εἰ δ’ὑπερβαλεῖν αὐτὰς δυνηθεῖεν, μεταβάλλοντος εἰς πῦον τοῦ ῥεύματος ἐμπύους γίνεσθαι. γνωρίζεται δὲ ἐς τὸν πνεύμονα τρέπεσθαι τὴν κυνάγχην ἐκ τοῦ σφυγμοῦ. σκληρὸς γὰρ καὶ ἄτακτος καὶ ἀνώμαλος ἐς τὸ ἡγεμονικὸν μόριον τῆς ὕλης μετάστασιν γινομένην εἷναι σημαίνει. μαλθακὸς δὲ καὶ ὁμαλὸς καὶ τακτὸς μετὰ τῆς εὐπνοίας ὁμαλῆς δήλην ἀπόλυσιν σημαίνει.
“τοῖσιν ὑπὸ τῶν φθίσεων ἐνοχλουμένοισιν ἢν τὸ πτύσμα ὅ τι ἂν ἀποβήσσωσι βαρὺ ὄζῃ ἐπὶ τοὺς ἄνθρακας ἐπιχεόμενον καὶ αἱ τρίχες ἐκ τῆς κεφαλῆς ῥέωσιν, θανάσιμον”. τὰς ἐπὶ πνεύμονι ἑλκώδεις διαθέσεις ὀνομάζει νῦν φθίσεις, ἐφ’ὧν ἀξιοῖ δοκιμάζειν ἀκριβέστερον τὴν ὀσμὴν ἐπιχέοντας ἄνθραξι τὸ ἀναπτυόμενον. ὥσπερ δ’ἐν τοῖς ἔμπροσθεν ἐπὶ τῶν κατὰ τὴν κύστιν ἑλκῶν ὀσμὴν γίνεσθαι βαρεῖαν ἔφησεν, οὕτω καὶ νῦν ὄζειν βαρὺ τὸ πτύσμα τῶν φθισικῶν. εἰ δὲ καὶ τῆς κεφαλῆς αἱ τρίχες ἐκρέοιεν τοῖς οὕτω διακειμένοις, ὀλεθρίως ἔχειν αὐτοὺς, ἐνδείκνυσθαι γὰρ ἔν δειαντροφῆς ἐσχάτης, ἔστιν ὅτε καὶ διαφθορὰν χυμῶν.
“ὁκόσοισι φθισιῶσιν ἀπορρέωσιν αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς, οὗτοι διαρροίας ἐπιγινομένης ἀποθνήσκουσιν”. περὶ τῶν ἐγγὺς ἤδη τοῦ θανάτου φθισικῶν ὁ λόγος αὐτῷ νῦν ἐστιν οὓς ἐδήλου μὲν ἔχειν κακῶς καὶ ἡ τῶν τριχῶν ῥύσις. ἐπιγενομένης δὲ διαρροίας ἐπίδοξος ἂν ἦν ὁ θάνατος ὅσον οὔπω γενήσεσθαι, ὡς ἂν αἰτίουτε ἅμα καὶ σημείου κακοῦ τοῦ τοιούτου συμπτώματος ὄντος. γίγνεται μὲν γὰρ ἐπ’ἀρρωστίᾳ τῆς δυνάμεώς, αὐτὸ δὲ πάλιν ἀρρωστοτέραν αὐτὴν ἀπεργάζεται.
“ὁκόσοι αἷμα ἀφρῶδες πτύουσι, τουτέοισιν ἐκ τοῦ πνεύμονος ἡ ἀναγωγὴ γίνεται”. καὶ τῶν ἀντιγράφων τὰ πολλὰ καὶ τῶν ἐξηγησαμένων τὸ βιβλίον οὐκ ὀλίγοι ἴσασι κατὰ τήνδε τὴν λέξιν τὸν ἀφορισμὸν γεγραμμένον, ὁκόσοι ἀφρῶδες αἷμα ἐμέουσι. καί τινές γε τὴν ἐξήγησιν αὐτοῦ ποιούμενοι πλῆθος ἐνδείκνυσθαί φασι το- τοὔνομα καὶ διὰ τοῦτο ἀπὸ τοῦ κυρίου μετενηνέχθαι. προδήλως δ’οὗτοι καταψεύδονται τοῦ φαινομένου. πολλάκις γὰρ ὦπται πτύσις αἵματος ἀφρώδους ἄνευ πλήθους γεγενημένη. εἰ μὲν οὖν ὄντως ὑφ’Ἱπποκράτους οὕτως ἐγράφη, κατακεχρῆσθαι τῇ προσηγορίᾳ φήσομεν αὐτόν. οὐ γὰρ δὴ τὸ μὲν πολὺ τὴν ἐκ πνεύμονος ἀναγωγὴν δηλοῖ, τὸ δ’ὀλίγον ἐξ ἄλλου τινός. εἰ δ’ἀναπτύουσι ἢ ἀναβήττουσιν εἴη γεγραμμένον, ὠνομάσθαιτε κυρίως ἐνδείκνυσθαίτε τὸ τοιοῦτον αἷμα τῆς σαρκοειδοῦς τοῦ πνεύμονος οὐσίας, ἥπερ ἐστὶ τὸ ἴδιον αὐτοῦ σῶμα, δεδέχθαι τὴν ἕλκωσιν ὡς ἀλη θὲς μὲν φάναι τὸ ἀφρῶδες αἷμα μόνου τοῦ πνεύμονος ἐνδείκνυσθαι τὴν ἕλκωσιν. οὐκ ἀληθὲς δὲ τοῦ πνεύμονος ἑλκωθέντος ἐξ ἀνάγκης ἀφρῶδες ἀναπτύεσθαι. πολλάκις γὰρ ἐθεασάμεθα κατενεχθέντων τινῶν ἀφ’ὑψηλοῦ καὶ λακτισθέντων καὶ πληγέντων ἐν ταῖς παλαίστραις κατ’ἐκεῖνο μάλιστα τὸ τῆς πληγῆς μέρος, ἐν ᾧ καταφερομένῳ τινὶ πρὸς το- τοὔδαφος ἕτερος ἐπιπίπτει κατὰ τοῦ θώρακος, αἷμα μετὰ βηχὸς ἀναπτυσθὲν πλεῖστον εὐχρούστατον ἄνευ πάσης ὀδύνης, ὅπερ εὔλογόν ἐστιν ἔκ τινος τοῦ κατὰ πνεύμονα ῥαγέντος ἀγγείου φέρεσθαι.
“ὑπὸ φθίσιος ἐχομένῳ διαρροίας ἐπιγιγνομένης, θανατῶδες”. ὀλίγον ἔμπροσθεν εἴρηκε τοῖς φθίνουσιν ἐπειδὰν τότε πῦον ᾖ δυσῶδες καὶ αἱ τρίχες ἀπὸ τῆς κεφαλῆς ἐκρέωσι, διαρροίας ἐπιγενομένης ἕπεσθαι θάνατον. ἐνταυθὶ δ’ἁπλῶς εἶπε θανατῶδες διάρροιαν εἶναι ἐπὶ φθίσει, μήτε τῶν τριχῶν μνημονεύσας, ὡς ἱκανῆς οὔσης καὶ μόνης τὸν θάνατον δηλῶσαι, οὐ μὴν οὕτω γε ὑπόγυον, οὐ δὲ ταχὺ γενησόμενον, ὡς ὅταν ἅμα τῇ ῥύσει τῶν τριχῶν.
“ὁκόσοι ἐκ πλευρίτιδος ἔμπυοι γίνονται, ἢν ἀνακαθαρθῶσιν ἐν τεσσαράκοντα ἡμέρῃσιν, ἀφ’ἧς ἂν ἡ ῥῆξις γένηται, παύονται · ἢν δὲ μὴ, εἰς φθίσιν μεθίστανται”. προσθεὶς τῷ λόγῳ τὸ τῆς ῥήξεως ὄνομα σαφῶς ἐδήλωσεν αὐτὸν ὑπὲρ ἐκείνων διαλεγόμενον, οἷς εἰς ἐμπύημα τῆς κατὰ τὴν πλευρὰν φλεγμονῆς τρεπομένης, εἶτα ἐκραγείσης, ἐν τῷ μεταξὺ θώρακόςτε καὶ πνεύμονος χωρίῳ περιέχεται τὸ πῦον. ἅπασι γὰρ τούτοις ἐὰν μὴ τὸ πλεῖστον ἐν τεσσαράκονθ’ἡμέραις ἡ κένωσις γένηται, τοῦ πύου διὰ τῶν πτυσμάτων ἐκκαθαρθέντος, ἀναγκαῖόν ἐστι διαβρωθῆναι τὸν πνεύμονα, σηπομένου τῷ χρόνῳ τοῦ πύου. τῇ μὲν οὖν πλευρίτιδι τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν ὅρον ἔθετο τῆς καθάρσεως, τοῖς δ’ἐμπύοις τὴν τεσσαρακοστήν. εἴρηται δ’ἐπὶ πλεῖστον ὑπὲρ τῆς διαφορᾶς τῶν ἄλλων κρισίμων ἡμερῶν καὶ τῶνδε κατὰ τὴν περὶ τῶν κρισίμων πραγματείαν, ὅθεν ἀναλεξαμένῳ τινὶ τὴν θεωρίαν ἅπασαν ἕτοιμον ἕπεσθαι πᾶσι τοῖς ὑφ’Ἱπποκράτους εἰρημένοις περὶ κρισίμων ἡμερῶν.
“τὸ θερμὸν βλάπτει ταῦτα τοῖσι πλεονάκις χρεομένοισι σαρκῶν ἐκθήλυνσιν, νεύρων ἀκράτειαν, γνώμης νάρκωσιν, αἱμορραγίας, λειποθυμίας · ταῦτα οἶσι θάνατος”. περὶ θερμοῦ καὶ ψυχροῦ χρήσεως ἀμέτρουτε καὶ συμμέτρου λέλεκται μὲν οὐκ ὀλίγα κα- κἀν τῷ περὶ χρήσεως ὑγρῶν, εἴρηται δὲ καὶ κατὰ τοῦτο τὸ χωρίον τῶν ἀφορισμῶν τὸ ἅπαντα σχεδόν γε τὰ κεφάλαια · καὶ πρῶτόν γε αὐτῶν ὅτι τῷ θερμῷ ἀμέτρως χρωμένων ταῦτ’ἐργάζεται τὰ πάθη σαρκῶν ἐκθήλυνσιν, ὅπερ ἐστὶν ἀτονία. εἴρηται γὰρ ἐκ μεταφορᾶς, ἐπειδὴ τὸ θῆλυ πᾶν ἀσθενέστερόν ἐστιν τοῦ ἄρρενος. ὡμολόγηται δὲ τούτῳ καὶ τὸ ἐπιφερόμενον, ἡ τῶν νεύρων ἀκράτεια · καὶ γὰρ ταῦτα ἄρρωστα γίνεται, λυομένης αὐτῶν ὑπὸ τοῦ θερμοῦ τῆς οὐσίας. καὶ ἡ τῆς γνώμης δὲ νάρκωσις ἀτονία γνώμης ἐστὶ διαλυομένης δηλονότι καθάπερ τῆς τῶν νεύρων οὐσίας, οὕτω καὶ τῆς τοῦ ἐγκεφάλου. κατὰ δὲ τὸν αὐτὸν τρόπον αἱμορραγίας ἐπιφέρει ἡ τοῦ θερμοῦ χρῆσις ἄμετρος, ἐκείναις δηλονότι ταῖς διαθέσεσι τοῦ σώματος, αἱ πρὸς αἱμορραγίαν ἐπιτηδείως ἔχουσιν. ἕπονται δὲ ταῖς αἱμορραγίαις λειποθυμίαι καὶ ταύταις ὁ θάνατος, ὥσπερ γε καὶ τοῖς ἄλλοις τοῖς προειρημένοις. ἀλλ’ἐκείνοις μὲν ἐν χρόνῳ πλέονι, τοῖς μὲν μᾶλλον, τοῖς δ’ἧττον. αἱμορραγίαις δὲ λειποθυμίαις αὐτίκα. γέγραπται μὲν οὖν ἡ τελευτὴ τοῦ ἀφορισμοῦ διαφερόντως ἐν τοῖς ἀντιγράφοις, ἅπασαι δὲ αἱ γραφαὶ τὴν εἰρημένην ἐνδείκνυνται διάνοιαν. ἔστι δ’αὐτῶν μία μὲν ἥδε, τούτοισι θάνατος · ἑτέρα δὲ, ταῦτα ἐφ’οἶς ὁ θάνατος · ἡ τρίτη δὲ, ταῦτα οἶσι θάνατος · ἄλλη δὲ, ταῦτα εἰς θάνατον.
“τὸ δὲ ψυχρὸν σπασμοὺς, τετάνους, μελασμοὺς, ῥίγεα πυρετώδεα”. τὸ ἄμετρον δηλονότι ψυχρὸν ἐργάζεται σπασμοὺς καὶ τετάνους καὶ κατάψυξιν τῶν νεύρων. ὥσπερ γὰρ οὐ χρὴ λύεσθαι τὴν οὐσίαν αὐτῶν ὑπὸ τῆς ἀμέτρου θερμασίας, οὕτως οὐ δὲ περαιτέρω τοῦ προσήκοντος ἀποψύχεσθαίτε καὶ συνάγεσθαι καὶ σφίγγεσθαι. καὶ μὲν δὴ καὶ μελασμοὺς ἐργάζεται τῇ ψύξει καὶ ῥίγη πυρετοὺς ἐπικαλούμενα διὰ τὴν δέρματος πυκνότητα καὶ τῶν πόρων στενοχώρησιν. κάλλιον δ’ἦν εἰρῆσθαι, ῥίγη τάτε σπασμοὺς ἐργαζόμενα καὶ μελασμοὺς καὶ πυρετούς. εἴρηται δ’ἐπὶ πλέον ὑπὲρ τῆς τῶν συμπτωμάτων αἰτίας ἰδίᾳ.
“τὸ ψυχρὸν πολέμιον ὀστέοισιν, ὀδοῦσι, νεύροις, ἐγκεφάλῳ, νωτιαίῳ μυελῷ · τὸ δὲ θερμὸν φίλιον”. ὅσα φύσει ψυχρότερα μόρια, τοιαῦτα δ’ἐστὶν ἐν τοῖς ζώοις ἅπανθ’ὅσα τελέως ἐστὶν ἄναιμα, θᾶττόντε καὶ μᾶλλον ὑπὸ τῆς ἀμέτρου χρήσεως τοῦ ψυχροῦ βλάπτεται. τοῖς δ’αὐτοῖς τούτοις εἰκότως οἰκειότερόν ἐστι τὸ θερμόν.
“ὁκόσα κατέψυκται ἐκθερμαίνειν δεῖ, πλὴν ὁκόσα αἱμορραγέειν μέλλει”. οὐκ ἀνατρέπεται πρὸς τοῦ νῦν εἰρημένου τὸ τὰ ἐναντία τῶν ἐναντίων ἰάματα ὑπάρχειν, περὶ οὖ θεωρήματος ἐπὶ πλέον εἴπομεν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, δεικνύντες ὡς ἕτερόν τι θεώρημά ἐστιν ἀναγκαιότερον, ἰᾶσθαι πρότερον κελεῦον ὅσα κατεπείγει μᾶλλον, τουτέστιν ὅσα φέρει τὸν κίνδυνον, ὥσπερ καὶ νῦν ἡ αἱμορραγία. πρὸς ἐκείνην οὖν πρότερον ἵστασθαι χρὴ, κα- κἄπειθ’οὕτως εἰς τὴν οἰκείαν εὐκρασίαν ἀνακομίζειν τὸ πεπονθός.
“ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες δέρμα περισκληρύνει, ὀδύνην ἀνεκπύητον ποιέει, μελασμοὺς, ῥίγεα πυρετώδεα, σπασμοὺς, τετάνους”. κυρίως μὲν ὀνομάζοντι τὸ θερμόν ἐστι δακνῶδες · τῇ δ’ὁμοιότητι τῆς αἰσθήσεως καὶ τὸ ψυχρὸν ὕδωρ ὀνομάζεται δακνῶδες, οὐχ ἁπλῶς τῷ δέρματι προσπῖπτον, ἀλλ’ὁπόταν ἑλκωθῇ. διεξέρχεσθαι γὰρ χρὴ τὴν τοῦ δάκνεσθαι μέλλοντος οὐσίαν τὸ δακνῶδες αὐτῇ γενησόμενον, ὅπερ ἐπὶ μὲν τοῦ κατὰ φύσιν ἔχοντος δέρματος οὐχ οἷόντε ποιεῖν ἐστι τὸ ψυχρὸν ὕδωρ, ἐπειδὴ πυκνότερον ἢ κατὰ τὴν οὐσίαν αὐτοῦ τὸ δέρμα ἐστίν. ἐπὶ δὲ τῶν ἡλκωμένων ὡς ἀραιοτέρων ὑπαρχόντων διεξέρχεσθαι δύναται. διὰ τῆς οὐσίας αὐτῶν ἐγκαταβαῖνον ἐν τῷ βάθει. λέλεκται δ’ἐπὶ πλέον ὑπὲρ καὶ τῶν δακνωδῶν φύσεως ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως. τοῖς μὲν οὖν ἡλκωμένοις δακνῶδες τὸ ψυχρὸν, τοῖς δ’ἀνελκώτοις οὔτε δακνῶδες καὶ σκληρὸν ἐργάζεται τὸ δέρμα τῇ πιλήσει τῆς οὐσίας αὐτοῦ. καὶ μὲν δὴ καὶ τὴν ἀνεκπύητον ὀδύνην ἐργάζεται τῷ καταψύχειν τὸ ἔμφυτον θερμὸν, ὅπερ ἐκπυΐσκει τὰ ἕλκη, κωλύειτε διαπνεῖσθαι τὰ τὴν ὀδύνην ἐργαζόμενα. τὰ δ’ἐφεξῆς εἴρηται καὶ πρόσθεν αὐτῷ μελασμοὶ καὶ ῥίγη πυρετώδη καὶ σπασμοὶ καὶ τέτανοι.
“ἔστι δὲ ὅκου ἐπὶ τετάνῳ ἄνευ ἕλκεος νέῳ εὐσάρκῳ θέρεος μέσου ψυχροῦ πολλοῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιέεται, θέρμη δὲ ταῦτα ῥύεται”. ὅσα σπανίως ὠφελεῖ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ἐφεξῆς τοῖς προειρημένοις ὁ Ἱπποκράτης διεξέρχεται, καὶ πρῶτόν γε περὶ τοῦ ψυχροῦ φησιν ὡς ἐπὶ τετάνου, δῆλον δ’ὅτι καὶ παντὸς ἄλλου σπασμοῦ κατὰ τὴν μέσην ὥραν θερινὴν, ὅταν εὔσαρκος ὁ κάμνων ᾖ καὶ νέος, ἡ τοῦ ψυχροῦ κατάχυσις ἐπανάκλησιν θέρμης ποιησαμένη θεραπεύσῃ τὸ πάθος. ᾧ καὶ δῆλον ὡς οὐ κατὰ τὴν ἑαυτοῦ δύναμιν ἰατικὸν τοῦ νοσήματός ἐστι τὸ ψυχρὸν, ἀλλὰ κατὰ συμβεβηκὸς, ἐπειδὴ τοῖς εὐσάρκοις νέοις ἐπανάκλησιν θέρμης ποιεῖται. ἐπ’ἄλλης γὰρ οὐκ ὠφελήσει γε ἡλικίας, διότε μη δὲ τὴν ἐπανάκλησιν ἐργάζεται. ὅπου δ’οὐ δὲ ἐπὶ ταύτης ἐν ἄλλῃ τινὶ τῶν ὡρῶν, ὅτι μὴ κατὰ μέσον τοῦ θέρους. ἡ γάρ τοι τοῦ ψυχροῦ πρόπτωσις ἤτοι νικᾷ τὴν ἔμφυτον θερμασίαν ἢ ἀθροίζει. νικᾷ μὲν, ὅταν ἀσθενὴς ὑπάρχῃ, ἀθροίζει δ’, ὅταν ἰσχυρὰ τὴν διαπνοὴν αὐτῆς συνέχουσα καὶ διακωλύουσα. παραιτεῖται δὲ τοὺς ἐφ’ἕλκεσι σπασμοὺς ὡς οὐκ ἄν ποτε τούτων ὑπὸ τοῦ ψυχροῦ θεραπευθησομένων, οὐ δ’εἰ νέος εἴη ὁ κάμνων καὶ φύσει θερμὸς καὶ κατὰ τὴν θερινὴν ὥραν καὶ χώραν, ἐπειδὴ, καθὰ προείρηκεν αὐτὸς, ἕλκεσι τὸ μὲν ψυχρὸν δακνῶδες ὀδύνην ἀνεκπύητον ποιέει. γενομένων οὖν ἐφ’ἕλκεσι διὰ τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν ἐναντιώτατον ἔσται τὸ ψυχρὸν, οὔτε τὸ ἕλκος αὐτὸ παρηγοροῦν οὔτε τὴν τῶν νευρωδῶν σωμάτων φλεγμονὴν διαλῦον.
“τὸ θερμὸν ἐκπυητικὸν οὐκ ἐπὶ παντὶ ἕλκει, μέγιστον σημεῖον ἐς ἀσφαλείην δέρμα μαλάσσει, ἰσχναίνει, ἀνώδυνον, ῥιγέων, σπασμῶν, τετάνων παρηγορικόν. τὴν δ’ἐν τῇ κεφαλῇ καρηβαρίην λύει. πλεῖστον δὲ διαφέρει ὀστέων κατάγμασι, μάλιστα δὲ τοῖσιν ἐψιλευμένοισι, τουτέων δὲ μάλιστα τοῖσιν ἐν κεφαλῇ ἕλκεα ἔχουσι. καὶ ὁκόσα ὑπὸ ψύξεως θνήσκει ἢ ἑλκοῦται καὶ ἕρπησιν ἐσθιομένοισι, ἕδρῃ, αἰδοίῳ, ὑστέρῃ, κύστει, τουτέοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον”. ὥσπερ τὸ ψυχρὸν σπασμῶν καὶ τετάνων ὑπάρχει ποιητικὸν, ὅμως θεραπεύει σπανίως ποτὲ τέτανον, οὕτω καὶ τὸ θερμὸν ἐκπυητικὸν ὂν ὅσον ἐφ’ἑαυτῷ γίγνεται ποτ’ἀνεκπύητον. ἐπὶ γοῦν τῶν σηπεδονωδῶν ἑλκῶν καὶ ἁπλῶς ἁπάντων τῶν ῥευματικῶν οὐκ ἐκπυΐσκει τὸ θερμὸν, ἀλλὰ καὶ βλάπτει μεγάλως αὐτά. καὶ συμβαίνει ἐς τα- ταὐτὸν ἄμφω τότε βλάπτον ἕλκη καὶ τὸ μὴ ἐκπυΐσκον, ὥσπερ οὖν καὶ κατὰ το- τοὐναντίον τότ’ὠφελοῦν καὶ τὸ ἐκπυΐσκον. μέγιστον γάρ ἐστι σημεῖον πρὸς ἀσφαλείαν ἕλκει τότε πῦον καὶ τὸ τούτου ποιητικὸν φάρμακον. οὐδὲν γὰρ δύναται γενέσθαι κακὸν ἐφ’ἕλκει πῦον γεννῶντι. τὰ γοῦν σπασμὸν ἐπιφέροντα πάντως ἀνεκπύητά ἐστι. ὁμοίως δὲ καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν, ὅσατε τῶν πέριξ χωρίων ἀνάβρωσιν ἔχει καὶ τὰ δυσεπούλωτα δὲ πάντ’ἐστὶν ἀνεκπύητα καὶ ὅσα τῶν κακοήθων ἑλκῶν ἰδίοις ὀνόμασι κατ’ἐξοχήν τινα κέκληται καρκινώδη, χειρώνεια, τηλέφια καὶ φαγεδαινικὰ, πάντ’ἐστὶ καὶ ταῦτ’ἀνεκπύητα. μέγιστον οὖν σημεῖον εἰς ἀσφάλειαν ἕλκει τὸ πῦόν ἐστι καὶ τοῦτό γε τεκμαίρου ἐπὶ τῆς τοῦ θερμοῦ χρήσεως. ἐφ’ὧν γὰρ οὐχ ἁρμόττει, θεάσῃ ταῦτ’ἀνεκπύητα μένοντα πρὸς τοῦ θερμοῦ. τὰ δ’ἐφεξῆς ἔργα τοῦ θερμοῦ φαινόμενα συνεχῶς καταλέγει. καὶ γὰρ μαλάττει τὸ ἐσκληρυμμένον δέρμα καὶ ἰσχναίνει τὸ πεπαχυσμένον, ἀνώδυνόντ’ἐστὶ καὶ σπασμῶν καὶ τετάνων παρηγορικὸν, οὐχ ὥσπερ τὸ ψυχρὸν ὀδύνην ἀνεκπύητον ἐργάζεται, τῷ τῆς φύσεως ἡμῶν ἀλλότριον ὑπάρχειν, ἥτις ἐστὶ ἐστὶ τὸ ἔμφυτον θερμὸν, ἥντινα συναύξει ὅταν γε μετρίως ὁμιλῇ, τὸ δ’ἔξωθεν θερμὸν ἐργάζεται πάνθ’ὅσα λέλεκται, τὰ μὲν οὖν πέττοντε καὶ ἀλλοιοῦν ἐπὶ τὸ βέλτιον, ἔνια δὲ τῷ διαφορεῖν καὶ κενοῦν τὰ λυποῦντα ἐκθεραπεῦον. εἰ δὲ καὶ μὴ τελέως ἐκθεραπεύσειεν, ἀλλὰ τάς γ’ὀδύνας πραύνει. ἐπὶ δὲ τῶν ἐν τῇ κεφαλῇ διαθέσεων αὐτάτε ταῦτα δρᾷ καὶ τὰς καλουμένας καρηβαρίας, αἵτινές εἰσι βαρύτητες τῆς κεφαλῆς ἰᾶται, συμπέπτον καὶ διαφοροῦν τὰ λυποῦντα. καὶ μὲν δὴ καὶ τοῖς τῶν ὀστῶν κατάγμασιν ὠφελιμώτατόν ἐστι καὶ μᾶλλον τοῖς. ἐψιλωμένοις, ὅπερ ἐστὶ γεγυμνωμένοις τῆς σαρκός. ἔτι δὲ μᾶλλον ὅσα κατὰ τὴν ὕλην γίγνεται · βλαβερώτατον γάρ ἐστι καὶ τούτοις τὸ ψυχρὸν ὡς ἂν μὴ μόνον τοῖς ὀστοῖς, ἀλλὰ καὶ αὐτῷ τῷ ἐγκεφάλῳ πολέμιον ὑπάρχειν · καὶ μὲν δὴ καὶ ὅσα μόρια διὰ τὸ κατεψῦχθαι νεκροῦται καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ ὅσα διὰ τὴν ψῦξιν ἑλκοῦται, καθάπερ ἐν χειμῶνι πτέρναι καὶ δάκτυλοι καὶ ὅλως τὰ ἄκρα, καὶ τούτων ἴαμα ἔσται τὸ θερμόν. οὕτω δὲ καὶ τῶν ἑρπήτων τοῖς ἀναβιβρωσκομένοις καίτοι ὑπὸ χολώδους καὶ θερμοῦ χυμοῦ γιγνομένοις · ἀλλὰ διὰ τὴν ἕλκωσιν ἐναντίον αὐτοῖς τὸ ψυχρὸν, ὡς δακνῶδες ἑλκῶν ὑπάρχον. οὕτω δὴ καὶ ταῖς κατὰ τὴν ἕδραν ἁπάσαις διαθέσεσιν οἰκεῖον μὲν τὸ θερμὸν, ἐναντιώτατον δὲ τὸ ψυχρὸν, ὅτιτε νευρώδης ἡ ἕδρα, πολέμιον δὲ τοῖς νεύροις τὸ ψυχρὸν, καὶ ὅτι κατὰ τὴν κοινωνίαν ἥτε ψῦξις ἐπαναβαίνει ῥᾳδίως ἐκ τῆς ἕδρας εἰς τὰ κατὰ τὴν κοιλίαν, ἥτε θερμασία κατὰ τὸν αὐτὸν τρόπον. οὕτω δὲ καὶ ὑστέρᾳ καὶ κύστει τὸ μὲν θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον. αὐτάτε γάρ ἐστι νευρώδη καὶ μεταδίδωσι τοῖς ὑπερκειμένοις ῥᾳδίως τῆς ψύξεως. ὅτι δὲ ἅπασι τοῖς εἰρημένοις κατὰ τὸν ἀφορισμὸν ἐπιπεφώνηκε κοινῇ τούτοισι τὸ θερμὸν φίλον καὶ κρῖνον, τὸ δὲ ψυχρὸν πολέμιον καὶ κτεῖνον, εὔδηλόν ἐστι, κα- κἂν ἐγὼ μὴ λέγω.
“ἐν τουτέοισι δὲ δεῖ τῷ ψυχρῷ χρέεσθαι, ὁκόθεν αἱμορραγέει ἢ αἱμορραγέιν μέλλει, μὴ ἐπ’αὐτὰ, ἀλλὰ περὶ αὐτὰ ὁκόθεν ἐπιρρεῖ καὶ ὁκόσα φλεγμοναὶ ἢ ἐπιφλογίσματα ἐς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι ἐπὶ ταῦτα · ἐπεὶ τά γε παλαιὰ μελαίνει καὶ ἐρυσίπελας τὸ μὴ ἑλκούμενον ὠφελέει, ἐπεὶ τό γε ἑλκούμενον βλάπτει”. τὰς ἐκ τοῦ ψυχροῦ γιγνομένας ὠφελείαςτε καὶ βλάβας ἐν τῷδε διεξέρχεται, πρῶτον μὲν λέγων ἐπὶ τῶν αἱμορραγούντων ἢ μελλόντων χρήσιμον ὑπάρχειν αὐτὸ, μὴ τοῖς αἱμορραγοῦσι μέρεσιν αὐτὸ προσαγόμενον. ἕλκεσι γὰρ τὸ ψυχρὸν δακνῶδες, ἀλλὰ τοῖς πέριξ αὐτῶν καὶ μάλιστα ἐκείνοις, ὅθεν ἐπιρρεῖ τι τοῖς ἕλκεσι, καὶ μὲν δὴ καὶ τὰς φλεγμονὰς ἁπάσας, ὅσατε ὡς αὐτὸς ὠνόμασεν ἐπιφλογίσματα, τουτέστιν ὥσπερ ὑπὸ φλογὸς ἐπικεκαυμένα διὰ τὴν θερμασίαν τῶν ἐργασαμένων αὐτὰ χυμῶν · καὶ γὰρ καὶ ταῦτα χαίρει τῷ ψυχρῷ. φαίνεται δέ σοι θεωμένῳ ταῦτα πάντα κατὰ τὴν χρόαν ἐρυθρὰ καὶ ὕφαιμα, νεαρῷ δηλονότι καὶ οὐ παλαιῷ τῷ αἵματι, τὸ γὰρ εὐανθὲς οὐκ ἔχει τὸ παλαιὸν αἷμα. διὸ καὶ προσαγομένου τοῦ ψυχροῦ τῷ τοιούτῳ πελιδνοῦσθαίτε καὶ μελαίνεσθαι συμβαίνει τὰ πεπονθότα μόρια. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐρυσίπελας ὠφελεῖται πρὸς τοῦ ψυχροῦ τὸ χωρὶς ἕλκους, ὡς τῷ γε ἡλκωμένῳ δακνῶδέςτε καὶ ὀδυνῶδές ἐστι τὸ ψυχρὸν καὶ ταύτῃ βλάπτει τῶν ὀδυνωμένων μερῶν ἀεὶ ῥεῦμα κινούντων ἐφ’ἑαυτά.
“τὰ ψυχρὰ οἷον χιὼν καὶ κρύσταλλος τῷ στήθει πολέμια, βηχέων κινητικὰ καὶ αἱμορραγικὰ καὶ καταρροικά”. μέχρι μὲν τοῦδε τὸν λόγον ὑπὲρ ὕδατος ἐποιήσατο θερμοῦ καὶ ψυχροῦ, νυνὶ δὲ καὶ περὶ χιόνος καὶ κρυστάλλου διῆλθεν, ἐνδεικνύμενος ὡς τὰς βλάβας μείζονας εἰς τοσοῦτον τῶν κατὰ τὸ ψυχρὸν ὕδωρ ἐργάζεσθαι πέφυκεν εἰς ὅσον ἐκείνου ψυχρότερά ἐστι καὶ τοῖς κατὰ θώρακα χωρίοις πολεμιώτατα ὑπάρχει βῆχάςτε κινοῦντα καὶ ῥήξεις ἀγγείων ἐργαζόμενα, πολλάκις αἱμορραγικὰ γίγνεται · καὶ μέντοι καὶ τοῖς ἀπὸ κεφαλῆς κατάρροις ἀδικοῦντα θώρακάτε καὶ πνεύμονα. καὶ γὰρ καὶ τούτους ἐργάζεται χιὼν καὶ κρύσταλλος, καταψύχοντα τὸν ἐγκέφαλον.
“τὰ δὲ ἐν ἄρθροισιν οἰδήματα καὶ ἀλγήματα ἄτερ ἕλκεος καὶ ποδαγρικὰ καὶ σπάσματα, τούτων τὰ πλεῖστα τὸ ψυχρὸν πολλὸν καταχεόμενον ῥηίζειτε καὶ ἰσχναίνει καὶ ὀδύνην λύει. νάρκη δὲ μετρίη ὀδύνης λυτική”. ὅτι μὲν τὰ πλεῖστα τῶν τοιούτων ὀνίνησι τὸ ψυχρὸν ἐδήλωσε. τίνα δέ ποτ’ἔστι ταῦτα παρέλιπεν εἰπεῖν, ὡς ἐξ ὧν προείρηκεν οὐ χαλεπὸν ἐξευρεῖν. ὁκόσαι γὰρ, φησὶ, φλεγμοναὶ ἢ ἐπιφλογίσματα εἰς τὸ ἐρυθρὸν καὶ ὕφαιμον ῥέποντα νεαρῷ αἵματι, ταῦθ’ὑπὸ τοῦ ψυχροῦ θεραπεύεσθαι τὴν ἐπιρροὴν ἀναστέλλοντος δηλονότι καὶ ταύτῃ κενοῦντος τὰ σώματα. διὸ καὶ τὴν ὀδύνην ἐν τοῖς τοιούτοις λύει καὶ τὴν αἰτίαν αὐτῆς ἐκκόπτει. καὶ ἡ ψῦξις δὲ τῶν μορίων ἐπὶ πλέον νάρκην φέρει μετρίαν, ἥτις καὶ αὐτὴ λύει τὴν ὀδύνην, ἀμβλύνουσα τὴν αἴσθησιν.
“ὕδωρ τὸ ταχέως θερμαινόμενον καὶ ταχέως ψυχόμενον κουφότατον”. οὐ τῷ σταθμῷ κουφότατον εἶναι τὸ τοιοῦτον λεκτέον. οὐ δὲ γὰρ ἂν οὕτω μέγα διδάσκοι πρὸς τῷ καὶ διὰ περιόδου τινὸς ἐξευρίσκειν ὃ ῥᾳδίως ἦν ἐξ ἀρχῆς ἐξευρεῖν. εἴπερ δὲ βούλεται τὸ τῷ σταθμῷ κουφότατον ὕδωρ διαγνῶναι, πρόχειρον ἐπὶ τὸ τῶν ἱσταμένων ἴδιον ἄγειν κριτήριον διὰ ζυγοῦ καὶ σταθμοῦ ποιουμένῳ αὐτῶν τὴν ἐξέτασιν. ἀλλὰ κουφότερον εἶπε νῦν τὸ μὴ βαρῦνον τὴν γαστέρα καὶ διεξερχόμενον ταχέως, ὥσπερ καὶ βαρὺ λέγομεν τὸ ἐναντίον αὐτῷ τὸ μὴ διεξερχόμενον ταχέως. εὔδηλον δὲ ὡς οὐ μόνον τοῦτο κριτήριον ὕδατός ἐστιν ἀρετῆς. ἀλλ’ὡς τῶν μὲν ἄλλων εὐπορωτάτων ὑπαρχόντων καὶ πᾶσι γινωσκομένων, τούτου δ’ἔχοντός τι τεχνικὸν, οὕτως ἐπὶ τὴν γραφὴν αὐτοῦ ἥκειν τὸν Ἱπποκράτην. τίνα δὲ τα- τἄλλα ἐστί; πρῶτον μὲν εἰ μὴ θολερὸν, μήτ’ἰλυῶδες · εἶθ’ἑξῆς εἰ μή τι κατὰ τὴν ὀσμὴν, μήτε κατὰ τὴν γεῦσιν ἐμφαίνει τινὸς ἀλλοκότου ποιότητος. εἶθ’οὕτως ὃ νῦν εἶπεν Ἱπποκράτης, εἰ θερμαίνεται καὶ ψύχεται ταχέως · δῆλον γὰρ ὡς εὐαλλοίωτόν ἐστι τὸ τοιοῦτον, ἀρετὴ δ’ὥσπερ σίτου τὸ εὐαλλοίωτον, οὕτω καὶ τοῦ ὕδατος. εἴ γε δὴ ῥᾷστα μεταβάλλεσθαι βουλόμεθα πᾶν τὸ μέλλον πεφθήσεσθαι καλῶς ὑπὸ τῶν πεπτικῶν ὀργάνων. ὅσοι δὲ τῇ τῶν πινόντων διαθέσει μὴ κρίνουσι τὸ ἄριστον ὕδωρ, ἀσφαλεστάτῳ μὲν χρῶνται τεκμηρίῳ · μόνον δ’εἴπερ αὐτὸ παραλαμβάνουσιν οὐκ ὀρθῶς ποιοῦσι. χρὴ γὰρ αὐτὸ πρότερον προκεκρίσθαι τοῖς εἰρημένοις σημείοις, πρὶν ὅλως τις ἐπὶ τὴν τοιαύτην ἀφίκηται πεῖραν.
“ὁκόσοισι δὲ πίνειν ὄρεξις νύκτωρ, τοῖσι πάνυ διψώδεσιν, ἢν ἐπικοιμηθῶσιν, ἀγαθόν”. οὔτ’εἰ δοτέον ἐστὶ τὸ ποτὸν ἐπὶ τῶν ἐν νυκτὶ πάνυ διψησάντων ἐδήλωσεν, ἀλλὰ μόνον ὅ τι συμφέρει τούτοις ἐπικοιμηθῆναι. πεφθήσεται γὰρ δηλονότι καὶ ὑποκαταβήσεται κατὰ τὸν ὕπνον, ὅ τί περ ἂν ᾖ τὸ τῆς δίψης αἴτιον. οὐ μὴν οὐ δ’ἄδηλόν ἐστιν, ὡς τοῖς πάνυ διψῶσι δοτέον ἐστὶ τὸ ποτὸν, εἴτ’ἐξ οἴνου πόσεως ἀκρατεστέρου τοῦτ’αὐτοῖς εἴη γεγενημένον εἴτ’ἐξ ἐνδείας ποτοῦ. τότε γὰρ τὴν ἔνδειαν ἰᾶσθαι προσφορᾷ τότε τὴν ἐξ οἴνου θερμασίαν ὕδατι σβεννύναι τῶν ὑγιεινῶν ἐστι θεωρημάτων. εἰ μέντοι μετρίως εἶεν διψώδεις, οὐ πάντως ἐστὶ δοτέον αὐτοῖς τὸ ποτὸν, ἀλλ’ἐπισκεπτέον εἴτ’ἐνδείᾳ πάσχουσιν ὑγρότητος τὸ τοιοῦτον εἶτε δι’οἴνου πλείονα πόσιν, ἐγχωρεῖ γὰρ τούτους κοιμηθέντας ὠφεληθῆναι.
“γυναικείων ἀγωγὸν ἡ ἐν ἀρώμασι πυρίη. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα χρησίμη ἂν ἦν, εἰ μὴ καρηβαρίας ἐνεποίει”. γυναικείων εἴρηκε τῶν ἐκκενουμένων δηλονότι διὰ μήτρας ταῖς γυναιξὶ κατάτε τάς ἐμμήνους καθάρσεις καὶ μετὰ τοὺς τόκους. εὔδηλον δ’ὡς κα- κἀνταῦθα τὰς μὲν ἤτοι διὰ φλεγμονὴν τῆς μήτρας ἢ διαστροφὴν ἤ τι τοιοῦτον μὴ καθαιρομένας καλῶς ἰασόμεθα τὸ πάθος ἐκθεραπεύοντες, οὗ σύμπτωμά ἐστὶν ἡ τῶν γυναικείων ἐπίσχεσις, τὰς δ’ἄνευ τοῦ τοιούτου παθήματος ἐνδεῶς καθαιρομένας ταῖς νῦν ὑπ’αὐτοῦ διδασκομέναις πυρίαις ἰᾶται. ἐπὶ τούτων γὰρ ἤτοι πάχος αἵματος αἴτιόν ἐστι τῆς ἐπισχέσεως ἢ ἔμφραξις τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ἢ μύσις τῶν αὐτῶν τούτων ἢ πύκνωσις ὅλης τῆς οὐσίας αὐτῆς. ὅ τι δ’ἂν ᾖ τῶν εἰρημένων ἡ διὰ τῶν ἀρωμάτων πυρία θεραπεύει τὴν διάθεσιν, ἀναστομοῦν μὲν δυναμένη τὰ μεμυκότα πέρατα τῶν ἀγγείων, λεπτύνειν δὲ τὸ πάχος τῶν χυμῶν, τὰς δ’ἐμφράξεις τῷ τέμνειν ἐκφράττουσα. πολλαχοῦ δὲ καὶ εἰς ἄλλα, φησὶν, ἦν ἂν χρήσιμος, εἰ μὴ καρηβαρίας ἐνεποίει. τὸ γὰρ ὅλον σῶμα πυριᾶσθαι διὰ τῆς μήτρας ἠδύνατο συνεχῶς ἐν ἁπάσαις ταῖς ψυχραῖς καὶ ὑγραῖς διαθέσεσιν, εἰ μὴ τὴν ἀπὸ πυρίας ἐφοβούμεθα κεφαλαλγίαν καὶ μάλιστα ἐν τοῖς πυρετοῖς. ὅτι γὰρ κεφαλαλγῆ σχεδὸν ἅπαντά ἐστι τὰ ἀρώματα δηλοῖ μὲν ἡ πεῖρα, διδάσκει δὲ καὶ ὁ λόγος. ὅσα γὰρ ἱκανῶς θερμαίνει κεφαλαλγῆ πάντ’ἐστὶν, ὡς ἂν ἄνω φύσει φερομένου τοῦ θερμοῦ. θερμὴ δὲ ἱκανῶς ἐστιν ἁπάντων τῶν ἀρωμάτων ἡ φύσις καὶ μάλιστα κασσίας καὶ κόστου καὶ κινναμώμου καὶ ἀμώμου.
“τὰς κυούσας φαρμακεύειν ἢν ὀργᾷ τετράμηνα καὶ ἄχρι ἑπτὰ μηνῶν ἧσσον. τὰ δὲ νήπια καὶ πρεσβύτερα εὐλαβέεσθαι χρή”. οὗτος ὁ ἀφορισμὸς εἴρηται καὶ πρόσθεν ἐν τοῖς περὶ φαρμάκων λόγοις · ἀλλὰ καὶ νῦν ἐν τοῖς περὶ τῶν γυναικείων κατά γε τὰ πλεῖστα τῶν ἀντιγράφων εὑρίσκεται. τινὲς δ’ἐξαίρουσιν αὐτὸν ὅπως μηδεὶς ᾖ γεγραμμένος, ἐξηγήσεως δὲ οὐ δεῖται νεωτέρας ἡμῖν τοῖς ἔμπροσθεν εἰρημένοις.
“γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ὑπό τινος τῶν ὀξέων νοσημάτων ληφθῆναι θανάσιμον”. εἰκότως · ἐάντε γὰρ πυρετῶδες ᾖ τὸ νόσημα, συνεχεῖς ἀνάγκη τοὺς πυρετοὺς ἔχειν αὐτό. τοιοῦτο γάρ ἐστι τὸ ὀξὺ καὶ κίνδυνος ἐν τῷδε διττὸς, εἷς μὲν αὐτοῦ τοῦ πυρετοῦ ἀναιροῦντος τὸ ἔμβρυον, ἕτερος δ’ὅτι διὰ μακροῦ μὲν τρέφοντες ἐνδείᾳ τροφῆς ἀναιροῦμεν τὸ ἔμβρυον. εἰ δ’ἵνα τοῦτο διασώσωμεν, ἀφειδήσομεν τοῦ συνεχῶς τρέφειν, αὐξήσαντες τῇ τῶν τροφῶν ἀκαιρίᾳ τοὺς συνεχεῖς πυρετοὺς, ἀποκτενοῦμεν τὴν κύουσαν, οὕτω δὲ κα- κἂν χωρὶς πυρετοῦ τῶν ἄλλων τι γένηται νοσημάτων ὀξέων, οἷον ἐπιληψία ἢ ἀποπληξία ἢ σπασμὸς ἢ τέτανος ἅμα τῷ μεγέθει καὶ τῇ συντονίᾳ τοῦ νοσήματος, ἀδύνατον ἐξαρκέσαι τὴν κάμνουσαν.
“γυνὴ ἐν γαστρὶ ἔχουσα φλεβοτομηθεῖσα ἐκτιτρώσκει, καὶ μᾶλλον, εἰ μεῖζον εἴη τὸ ἔμβρυον”. ἐνδείᾳ τροφῆς φθείρεται τὸ ἔμβρυον οὐ μόνον ἐκ τῆς φλεβοτομίας, ἀλλὰ κα- κἀν ταῖς μικροτέραις ἀσιτίαις, ἐπιδείξομεν δὲ τοῦτο μικρὸν ὕστερον καὶ δι’ἄλλων ἀφορισμῶν. εἰκότως οὖν τὸ ἔμβρυον τὸ μεῖζον μᾶλλον φθείρεται, φλεβοτομηθείσης τῆς γυναικὸς, διὰ τὸ πλείονος δεῖσθαι τροφῆς.
“γυναικὶ αἷμα ἐμεούσῃ τῶν καταμηνίων ῥαγέντων λύσις γίνεται”. εἰκότως · ἀντίσπασίςτε γὰρ ἅμα καὶ κένωσις ἔσται τοῦ τὴν ὁρμὴν εἰληφότος αἵματος ἄνω · τουτὶ μὲν οὖν καὶ ἡ πεῖρα διδάσκει συμφερόντως γιγνόμενον, ἐξ αὐτῆς δ’ὁρμηθέντες καὶ ἡμεῖς μιμησόμεθα τὰ καλῶς ὑπὸ τῆς φύσεως ἀποτελούμενα καὶ διὰ φλεβοτομίας κενώσομεν τὰς οὕτω πάσχουσας.
“γυναικὶ τῶν καταμηνίων ἐκλειπόντων αἷμα ἐκ τῶν ῥινῶν ῥυῆναι ἀγαθόν”. ὅτι μὲν οὖν ἀναγκαῖόν ἐστι τὸ καλῶς ἐφ’ἑκάστῳ μηνὶ κενούμενον αἷμα, ἐπειδὰν κατά τινα διάθεσιν ἐπισχεθῇ, βλάπτειν τὴν γυναῖκα καὶ ὅ τι δι’ἑτέρου χωρίου κενουμένου ἰάσεται τῆς βλάβης τὸ πᾶν σῶμα πρόδηλον παντί. πολλῶν δ’ὄντων χωρίων δι’ὧν ἐκκενοῦσθαι δύναται, τοῖς μὲν ἄλλοις ἅπασι πρόσεστί τις μείζων ἢ ἐλάττων βλάβη. μόνη δ’ἡ διὰ τῶν ῥινῶν κένωσις ἄλυπός ἐστιν, ἣν ἐπαινεῖ νῦν ὁ Ἱπποκράτης. οὐ μὴν οὐ δ’εἴ τις ἄλλη κένωσις ἄλυπος εὑρίσκοιτο, τούτου χάριν ὁ ἀφορισμὸς ψευδής ἐστιν. οὐ γὰρ ὅτι μόνη κένωσις ἡ διὰ τῶν ῥινῶν ἀγαθὴ τῶν καταμηνίων ἐκλειπόντων εἴρηκεν, ἀλλ’ἁπλῶς ἐπῄνεσεν αὐτὴν, μὴ προσθεὶς ὅτι μόνη. κα- κἂν τὴν δι’ἕδρας οὖν τὴν ἀγαθὴν εἶναι λέγῃ ταῖς οὕτως ἐχούσαις γυναιξὶν, οὐ μάχεται τῷ ἀφορισμῷ. φαίνεται γὰρ ἐνίοτε δι’ἑνὸς ὡς παραδείγματος ὁ Ἱπποκράτης ἀποφαινόμενος ὑπὲρ τῶν ὁμοίων ἁπάντων.
“γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ἡ κοιλίη ῥυῇ πολλάκις, κίνδυνος ἐκτρῶσαι”. τῷ λόγῳ τῆς κενώσεως καὶ νῦν ὁ Ἱπποκράτης κίνδυνος, φησὶν, ἐκτρῶσαι, καθότι καὶ πρόσθεν ἐπὶ τῆς φλεβοτομίας ἐδείκνυμεν.
“γυναικὶ ὑπὸ ὑστερικῶν ἐνοχλουμένῃ ἢ δυστοκούσῃ πταρμὸς ἐπιγενόμενος ἀγαθόν”. ἀσαφές ἐστι τὸ τὸν κατὰ ἀφορισμὸν ὄνομα τὸ ὑστερικῶν. ἔνιοι μὲν γὰρ ἀκούουσιν ἐπὶ πασῶν κατὰ τὰς ὑστέρας διαθέσεων, ἔνιοι δὲ ἐπὶ μόνων ἐκείνων αἷς ἕπεται πάθος ὃ προσαγορεύουσιν ὑστερικὴν πνίγα, καίτοι γε οὐ πνίγα κατ’ἀλήθειαν οὖσαν, ἀλλ’ἄπνοιαν. ἔνιοι δ’ἐπὶ τῶν χωρίων ἀκούουσιν, ἐπειδὴ καὶ ταῦτα τὰ ὕστερα καλοῦσιν. ἀλλ’οὗτοι μὲν ἄντικρυς ἁμαρτάνουσιν, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἀληθεύειν, ἐν τῷ καταρρήγνυσθαι τὰ ἐν τῇ μήτρᾳ κατεχόμενα χωρία πρὸς τῶν πταρμῶν. ἄλλοςτε γὰρ ὑπὲρ τούτων ἀφορισμὸς αὐτῷ γέγραπται καὶ διαφέρει πάμπολυ καὶ κατὰ το- τοὔνομα τὰ ὕστερα τῶν ὑστερικῶν. ψεῦδός γε μήν ἐστι καὶ τὸ περὶ πάντων τῶν κατὰ τὰς ὑστέρας παθῶν εἰρῆσθαι τὸν λόγον. οὔτε γὰρ ἑλκώσεις οὔτε φλεγμονὰς οὔτ’ἐρυσιπέλατα, καθάπερ οὐ δ’ἀποστήματα πταρμὸς ὀνίνησιν. ἀληθὲς δὲ τὸ καὶ κατὰ ὑστερικὰς ἀπνοίας ἐπιγινομένου πταρμοῦ ῥᾳστωνεῖν τὰς καμνούσας, οὐ μόνον ὅτι σημεῖον ἀγαθόν ἐστιν αὐτομάτως ἐπιγενόμενος ὁ πταρμὸς ταῖς οὕτως ἐχούσαις, ἀλλὰ καὶ αἴτιον ὥσπερ τι βοήθημα τοῦ πάθους γινόμενος. σημεῖον μὲν οὖν ἀγαθόν ἐστι, διότι δηλοῖ τὴν φύσιν ἔμπροσθεν νεναρκωμένην, ἐπεγείρεσθαίτε καὶ ἀναζωπυρεῖσθαι καὶ τῶν οἰκείων κινήσεων ἀναμιμνήσκεσθαι, ὁπότε γε καὶ ἀποτίθεταί τινα τῶν περιττωμάτων. ἐδείχθη γὰρ ἐν τοῖς τῶν συμπτωμάτων αἰτίοις ὁ πταρμὸς οὕτω γινόμενος, αἴτιον δὲ τῆς ὠφελείας, ὅτι τῷ σφοδροτέρῳ κλόνῳ καὶ βρασμῷ τοῦτο μὲν ἐπεγείρει τὴν φύσιν, τοῦτο δ’ἐκκρίνει τὰ δυσεκκρίτως ἐμπεπαρμένα τοῖς μορίοις τοῦ σώματος. οὕτω γὰρ καὶ τὴν λύγγα πέφυκεν ἰᾶσθαι.
“γυναικὶ καταμήνια ἄχροα καὶ μὴ κατὰ τὰ αὐτὰ ἀεὶ γινόμενα καθάρσιος δεῖσθαι σημαίνει”. πολλὰ τῶν ἀντιγράφων βιβλία ἔστιν εὑρεῖν οὕτως ἔχοντα τὴν λέξιν · γυναικὶ καταμήνια χρόνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα. δύναται μὲν οὖν καὶ τὰ χρόνια καταμήνια, τουτέστιν ὅσα τῆς εἰθισμένης ὑστερίζει περιόδου, καθάρσεως δεῖσθαι χυμοῦ φλεγματικοῦ, διὸ καὶ δύσχροα γίγνεται οὐ μὴν ἐξ ἀνάγκης γε ταύτης μόνης · καὶ γὰρ δὴ καὶ διὰ τῆς λεπτυνούσης διαίτης ἐνίοτε τὰς τοιαύτας διαθέσεις πολλάκις ἰασόμεθα, γέγραπται δὲ περὶ τῆς διαίτης ταύτης ἓν ἰδίᾳ βιβλίον, ἅμα δ’αὐτῇ καὶ ἡ τῶν ἀρωμάτων πυρία καὶ οἱ τὴν αὐτὴν ἐκείνῃ δύναμιν ἔχοντες πεσσοὶ πρόθετοι καὶ τὰ πινόμενα φάρμακα τμητικάτε καὶ λεπτυντικὰ πάχους τῶν χυμῶν, ὁποῖόν ἐστι καὶ τὸ διὰ τῆς καλαμίνθης, ᾧ συνήθως ἑκάστοτε χρώμεθα, ὅ καὶ τὰς ἐμμήνους καθάρσεις βραδυνούσης ἐκίνησε πολλάκις. ὁ γάρ τοι σκοπὸς τῆς ἰάσεως αὐτῶν ἐστιν ἀναστομῶσαι μὲν τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων, λεπτῦναι δὲ τὸ αἷμα. καὶ μὲν δὴ καὶ ἡ τοῦ παντὸς σώματος κάθαρσις, ὡς εἶπον, ὅτε δὴ τῶν παχέων γένηται χυμῶν, ἰᾶται τὰς τοιαύτας διαθέσεις. εἰ δ’ἄχροα γεγραμμένον εἴη, πολὺ δὴ μᾶλλον ἡ κάθαρσις ἰάσεται τὰς οὕτως ἐχούσας. οὐ δὲ γὰρ διὰ τὸν φλεγματικὸν μόνον χυμὸν, ἀλλὰ καὶ τὸν μελαγχολικὸν καὶ τὸ πικρόχολον, ἄχροα γίνεται τὰ καταμήνια. πῶς μὲν οὖν χρὴ διαγινώσκειν τὸν πλεονάζοντα χυμὸν ἐν τῷ προτέρῳ τῶν γυναικείων αὐτὸς ἐδίδαξεν, νῦν δ’ὅτι διὰ καθάρσεώς ἐστι κενωτέον αὐτὸ ἐδήλωσεν. τὸ δὲ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τῇδε τῇ γραφῇ συμφωνεῖ μᾶλλον, ἵν’ὁ σύμπας λόγος ᾖ τοιοῦτος · ἐὰν ἄχροα γένηται τὰ καταμήνια καὶ μὴ κατὰ τὰ αὐτὰ ἰόντα τοῖς δι’ἔθους ἔμπροσθεν γινομένοις τῇ γυναικὶ, καθάρσεως δεῖται. συμβαίνει γὰρ ἐπὶ τῶν κακοχύμων γυναικῶν οὐ μόνον ἀχρουστέρας φαίνεσθαι τὰς ἐμμήνους καθάρσεις, ἀλλὰ καὶ τὸν χρόνον τῆς περιόδου διαφθείρειν. εἰ μὲν παχύτεροίτε καὶ δυσρούστεροι τῶν κατὰ φύσιν εἷεν οἱ χυμοὶ γεγονότες ἐπιβραδύνοντες καὶ χρονίζοντες, φθάνονται δὲ τὴν συνήθη προθεσμίαν ἐπὶ τοῖς ἐναντίοις, ὑγροτέροιςτε καὶ λεπτοτέροις δηλονότι.
“γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν οἱ μασθοὶ ἐξαίφνης ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει”. καὶ οὗτος ὁ ἀφορισμὸς ἐξ ἐκείνων ἐστὶν, οὓς ἔφαμεν ἔνδειαν τῆς τροφῆς σημαίνειν τῷ ἐμβρύῳ. κοιναὶ γάρ τινές εἰσι φλέβες ὑστερῶντε καὶ τιτθῶν, αἵτινες ὅταν ἐνδεῶς ἔχωσιν αἵματος, ἰσχνοὺς μὲν τοὺς τιτθοὺς ἀποφαίνουσι, τῇ δὲ ἀτροφίᾳ ποτὲ μὲν ἀναιροῦσι τὸ ἔμβρυον, ἔστι δ’ὁτὲ πρὸς ἔκκρισιν παρορμῶσι διὰ τὴν αἰτίαν, ἣν αὐτὸς ἐν τῷ περὶ φύσεως παιδίου γράφει κατὰ τήνδε τὴν ῥῆσιν · ἡ τροφὴ καὶ ἡ αὔξησις τὰ ἀπὸ τῆς μήτρας κατιόντα, οὐκέτι αὐτάρκη τῷ παιδίῳ ἐστὶν, ὅταν οἱ δέκα μῆνες παρέλθωσι καὶ τὸ ἔμβρυον αὐξηθῇ. ἕλκει γὰρ ἀπὸ τοῦ αἵματος εἰς ἑωυτὸ γλυκύτατον, ἅμα δὲ καὶ ἀπὸ τοῦ γάλακτος ἐπαυρίσκεται ὀλίγον. ὅταν δ’αὐτῷ ταῦτα σπανιώτερα γένηται καὶ ἁδρὸν ᾖ τὸ παιδίον, ζητοῦντε πλέον τῆς ὑπαρχούσης τροφῆς, ἀσκαρίζει, καὶ τοὺς ὑμένας ῥηγνύον ἀρχὴν ἀποκυήσεως παρέχει τῇ μητρί.
“γυναικὶ ἐν γαστρὶ ἐχούσῃ ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τα- θάτερον ἐκτιτρώσκει, καὶ ἢν μὲν δεξιὸς ἰσχνὸς γένηται, τὸ ἄρσεν, ἢν δ’ὁ ἀριστερὸς, τὸ θῆλυ”. ὅπερ ὁ προγεγραμμένος ἀφορισμὸς ἐπ’ἀμφοτέρων ἔλεγε τῶν τιτθῶν, τοῦθ’οὗτος ἐπὶ τα- θατέρου. διὰ δὲ τὴν προειρημένην αἰτίαν τῇ κοινωνίᾳ τῶν φλεβῶν τὸ κατ’εὐθὺ τοῦ μειωθέντος τιτθοῦ μὲν ὄν ἔμβρυον ἐκτιτρώσκεται, τὸ δ’ὅτι διδύμων ὄντων, ἄρρενόςτε καὶ θήλεος, ἐὰν μὲν ὁ δεξιὸς τιτθὸς ἰσχνὸς γένηται, τὸ ἄρρεν μόνον, ἐὰν δ’ὁ ἀριστερὸς, τὸ θῆλυ διαφθείρεται, ἐξ ἐκείνης ἤρτηται τῆς δόξῃς αὐτοῦ, ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖς δεξιοῖς, τὰ δὲ θήλεα ἐν τοῖς ἀριστεροῖς μᾶλλον.
“γυνὴ κύουσα μη δὲ τετοκυῖα εἰ γάλα ἔχει, τὰ καταμήνια αὐτῆς ἐκλέλοιπε”. μακρότερος ὁ λόγος καὶ δεῖται τοῦ μέλλοντος αὐτῷ παρακολουθήσειν ἀκριβῶς γεγυμνασμένου κατὰ τὰ περὶ φυσικῶν δυνάμεων ὑπομνήματα. λεχθήσεται δὲ τοσοῦτον ὅμως αὐτοῦ νῦν, ὅσον ἐνδέχεται διὰ βραχυτάτων ῥηθὲν εἰς τὰ προκείμενα γενέσθαι χρήσιμον. κοινὸν δὴ τοῦθ’ὑπάρχει πᾶσι τοῖς τοῦ ζώου μορίοις, ὅσα χυμῶν τινῶν ἐστι γεννητικὰ χρησίμων, ἤτοι γε ἑτέροις μορίοις ἢ εἰς τὴν τοῦ γένους διαδοχὴν ἢ εἰς τὴν τοῦ κυουμένου τροφὴν περιττὸν ὑπάρχειν τὸν χυμὸν ἐκεῖνον τῆς τροφῆς τοῦ γεννῶντος αὐτὸν μορίου. οὐ γὰρ τῷ γινώσκειν ἐς ὅ τι χρήσιμος ὁ χυμὸς ἔσται τῷ ζώῳ τὴν γένεσιν αὐτοῦ ποιεῖται τὸ μόριον, εἴ γε μὴ μέλλει νοῦν ἔχειν τὸν τοιοῦτον, ὁποῖον ἀξιοῦμεν ἔχειν τοὺς πολιτικοὺς ἄνδρας, ἀλλ’ὁ μὲν δημιουργήσας τὸ ζῶον ἔχει τὸν νοῦν, αὐτὸ δὲ τὸ μόριον, ὡς ἐδείχθη, διοικεῖται δυνάμεσι φυσικαῖς ἄλλαιςτέ τισι καὶ τῇ ἀλλοιωτικῇ, καθ’ἣν ὁμοιοῖ τὴν τροφὴν αὐτῷ. ὅσον μὲν οὖν τῆς ἀλλοιωθείσης ὑπ’αὐτοῦ τροφῆς ἀκριβῶς ὡμοιώθη τῷ τρεφομένῳ, προστίθεταί γε καὶ τρέφει τὸ μόριον ἐκεῖνο καὶ τοῦτό ἐστιν, ὥσπερ αὐτὸς ἔφη, τροφὴ δὲ τὸ τρέφον καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον. τὸ δὲ περιττὸν ὑπολειπόμενον, ὅμοιός γέ τίς ἐστι τῇ τοῦ μορίου φύσει χυμὸς, ἐν μὲν τοῖς ὀστοῖς τὸ κατὰ τὰς σήραγγας αὐτὰς, κατὰ δὲ τὸ ἧπαρ τὸ αἷμα. τούτου τοῦ γένους ἐστὶ καὶ τὸ κατὰ σάρκα τοῦ πνεύμονος ἀφρῶδες ὑγρὸν καὶ ὁ κατὰ τὰς διαρθρώσεις γλίσχρος χυμὸς καὶ τὸ κατὰ τοὺς ὄρχειςτε καὶ παραστάτας ὀνομαζόμενον σπέρμα καὶ τὸ κατὰ τὴν γλῶτταν, ᾧ το- τοὔνομα σίαλον. εἰσὶ δέ τινες κα- κἀν τοῖς μασθοῖς ἀδένες ὁμοιοῦν ἑαυτοῖς δυνάμενοι τὸ ἐπιρρέον. ὄντες οὖν ἄναιμοίτε καὶ λευκοὶ τὸ οἰκεῖον χυμὸν ἐργάζονται τοιοῦτον, οἷονπερ ἔστι τὸ γάλα καὶ πλεῖόν γε ποιοῦσι τοιοῦτον, ὅταν ἐπιρρέῃ τροφὴ πλείων ἐν αὐτοῖς. πλείων δὲ ἐπιρρεῖ κατὰ τὸν ὄγδοον μῆνα καὶ τὸν ἔνατον τῆς κυήσεως, ἡνίκα καὶ πεπλήρωνται δαψιλῶς αἱ κοιναὶ φλέβες ὑστερῶντε καὶ τιτθῶν, ὡς καὶ διὰ τῆς τῶν κυουμένων ζώων ἀνατομῆς ἐναργῶς φαίνεται. γίνεται δέ ποτε καὶ χωρὶς τοῦ κυῆσαι σπανίως τὸ τοιοῦτον, ὅταν ἀφίκωνται εἰς ὁμοίαν πλήρωσιν αἱ φλέβες ἐξ ἐπισχέσεως καταμηνίων γινομένην, ἧς νῦν μέμνηται διαθέσεως ὁ Ἱπποκράτης.
“γυναιξὶν ὁκόσῃσιν ἐς τοὺς τιτθοὺς αἷμα συστρέφεται, μανίην σημαίνει”. ὅτι μὲν εἰς τοὺς τιτθοὺς τὸ αἷμα φερόμενον, εἷθ’ὑπὸ τῶν αὐτόθι ἀδένων μεταβαλλόμενον γάλα γίγνεται, κατὰ τὸν προγεγραμμένον ἀφορισμὸν εἴρηται. νυνὶ δ’ὅταν ἀμετάβλητον διαμένῃ τὸ παραγενόμενον εἰς αὐτοὺς αἷμα, φησὶν ὁ Ἱπποκράτης μανίην σημαίνεσθαι. ἐγὼ μὲν οὖν οὔπω τοῦτο γινόμενον ἐθεασάμην, ὥστ’εἰ καὶ γίνεται ποτὲ μὲν τῶν σπανίων ἐστίν. ὁ Ἱπποκράτης δ’ὡς ἑωρακὼς αὐτὸ γράφει · καὶ εἴπερ γε ἀληθές ἐστι, τοιάνδε τινα χρὴ νομίζειν αὐτῆς τὴν αἰτίαν ὑπάρχειν. τῶν ἀδένων ἡ φύσις καὶ μάλιστα κατὰ τοὺς τιτθοὺς ἄναιμόςτέ ἐστι καὶ δηλονότι ψυχρά. τὸ γὰρ ἄναιμον ἅπαν ψυχρὸν, καὶ δὴ καὶ τὴν τοῦ φερομένου πρὸς αὐτοὺς αἵματος ἀλλοίωσιν ἐπὶ τὸ ψυχρότερον ἐργάζεται. ὅσῳ γάρ εἰσιν οἱ ἀδένες οὗτοι τῆς τοῦ ἥπατος σαρκὸς ψυχρότεροι, τοσοῦτον τὸ γάλα τοῦ αἵματος. ὅταν οὖν ποτε πολύτε ἅμα καὶ ζέον αἷμα πάντῃ τοῦ σώματος ἀναφέρηται καὶ μάλιστα ἐπὶ τὴν κεφαλὴν, μανήσονται μὲν, ὅτι τὴν κεφαλὴν καταλαμβάνει τὸ τοιοῦτον αἷμα · τὸ δ’ἐπὶ τοὺς τιτθοὺς ὁρμῆσαν αὐτοῦ τὴν εἰς το- τοὐναντίον οὐ δυνήσεται λαβεῖν ἀλλοίωσιν ὡς γενέσθαι γάλα, διάτε τὴν ζέσιν καὶ τὸ πλῆθος.
“γυναῖκα ἢν θέλῃς εἰδέναι εἰ κύει, ἐπὴν καθεύδειν μέλλῃ, μελίκρητον δίδου πίειν, κα- κᾒν μὲν στρόφον ἔχῃ περὶ τὴν γαστέρα, κύει, εἰ δὲ μὴ, οὐ κύει”. ὁ στρόφος γίνεται μὲν καὶ διὰ δῆξιν, γίνεται δὲ καὶ διὰ πνεῦμα φυσῶδες οὐκ ἔχον εὐπετῆ διέξ οδον, ὅντινα καὶ νῦν στρόφον ἡγητέον, ἐπὶ τῶν κυουσῶν γίγνεσθαι, διὰ τὴν ἀπὸ τῆς μήτρας στενοχωρίαν. καθεύδειν δὲ μελλούσῃ διδόναι τὸ μελίκρατον ὠμὸν δηλονότι. τοῦ γὰρ φυσώδους αὐτοῦ πρὸς τὴν διάγνωσιν χρῄζει, βουλόμενος ἡσυχάζειντε ἅμα καὶ πεπληρῶσθαι σιτίων τὴν γυναῖκα. συντελέσει γὰρ ἄμφω ταῦτα πρὸς τὴν τοῦ στρόφου γένεσιν.
“γυνὴ ἢν μὲν ἄρρεν κύῃ, εὔχρους ἐστὶ, ἢν δὲ θῆλυ, δύσχρους”. ὡς πρὸς ἑαυτὴν κρινουμένης τῆς γυναικὸς οὐ πρὸς ἑτέραν ἡ διάγνωσις ἀπότε τῆς εὐχροίας δηλονότι καὶ τῆς δυσχροίας εἴρηται τῷ Ἱπποκράτει. ἑαυτῆς γὰρ ἀχρουστέρα φαίνεται κύουσα τὸ θῆλυ, διότι ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄρρενος · οὐκ ἂν δὲ συνελήφθη τοιοῦτον, εἰ μὴ τότε σπέρμα τα- τἀνδρὸς ἥθ’ὑστέρα τῆς γυναικὸς ψυχρότερα κατ’ἐκεῖνον τὸν χρόνον ἦν ἐν ᾧ συνελάμβανε, διὸ καὶ τοῦ πλειστάκις ἔχεται τὸ λεγόμενον. ἐνδέχεται γὰρ οὕτω καλῶς ἅπαντα πρᾶξαι τὴν γυναῖκα μετὰ τὸν τῆς λήψεως καιρὸν, ὡς εὔχρουν γενέσθαι. δῆλον δὲ ὅτι καὶ ἄλλα ἐστὶ γνωρίσματα κύειν ἄρρεν, ὥσπερ αὐτοῦ τοῦ κυουμένου τότε πλῆθος καὶ ἡ ἰσχὺς τῶν κινήσεων, οὐ δ’αὐτὰ τῶν διηνεκῶν ὄντα σημείων. ἐνδέχεται γάρ ποτε κατὰ τὸ σπάνιον καὶ θῆλυ κυόμενον ῥωμαλεώτερον ἄρρενος ἰσχυράςτε ἅμα καὶ πολλὰς κινεῖσθαι κινήσεις, καί ποτε τὸ ἄρρεν ἀσθενέστερον τοῦ θήλεος ὑπάρχειν, ἐλάττουςτε καὶ ἀμυδροτέρας κινήσεις κινεῖσθαι.
“ἢν γυναικὶ κυούσῃ ἐρυσίπελας ἐν τῇ ὑστέρῃ γένηται, θανατῶδες”. ἆρά γε τὸ ἐρυσίπελας ἡγεῖται μόνον ἐν τῇ μήτρᾳ συνιστάμενον ἐπὶ τῆς κυούσης θανατῶδες ὑπάρχειν, ἢ καὶ τὴν ἰδίως ὀνομαζομένην φλεγμονήν; ὅτι μὲν γὰρ ἐρυσιπέλατος γινομένου τεθνήξεται τὸ ἔμβρυον ἐξ ἀνάγκης εὔδηλον, εἴ γε καὶ ὀξεῖς πυρετοὶ πολλάκις ἀναιροῦσιν αὐτὸ χωρὶς ἐρυσιπέλατος · εἰ δὲ καὶ φλεγμηνάσης τῆς μήτρας δυνήσεταί ποτε διαζῆσαι τὸ ἔμβρυον ἄξιον σκέψεως.
“ὁκόσαι παρὰ φύσιν λεπταὶ ἐοῦσαι ἐν γαστρὶ ἔχουσιν ἐκτιτρώσκουσι δίμηνα πρὶν ἢ παχυνθῆναι”. κατὰ τρεῖς τρόπους ἀκηκόασιν οἱ ἐξηγησάμενοι τὸ βιβλίον τῆς διανοίας τοῦ προκειμένου νῦν ἀφορισμοῦ. τινὲς μὲν γὰρ ἡγοῦνται πάντως ἐκτιτρώσκειν αὐτὰς, τινὲς δὲ, εἰ μὴ παχυνθεῖέντε καὶ ἀνατραφεῖεν, ἀλλὰ διαμένοιεν ἄτροφοίτε καὶ ἰσχναί · τινὲς δὲ, ὅταν ἀνατρέφωνται, τότε μάλιστα ἐκτιτρώσκουσιν, ὃ καὶ δοκεῖ τῶν προειρημένων ἀπιθανώτερον ὑπάρχειν · ἀλλ’ὅμως οὕτως ἐξηγήσατο τὸν ἀφορισμὸν Νουμησιανὸς, εἰρῆσθαι μὲν φάσκων ἐπὶ τῶν παρὰ φύσιν ἰσχνῶν γεγενημένων, δεομένων δὲ ἀνατραφῆναι πρότερον, εἶτα φθανουσῶν λαβεῖν, ἃς οὐχ οἷόντε εἶναί φησιν ἀνατραφῆναι χωρὶς τοῦ τὸ χορηγούμενον αἷμα εἰς τροφὴν τῷ κυουμένῳ πρὸς τὴν τῆς κυούσης ἀναλαμβάνεσθαι θρέψιν, ὥστε εἰκότως ἀποροῦν αὐτάρκους τροφῆς τὸ ἔμβρυον ἀποφθείρεσθαι. ἀλλὰ καὶ τοῦ παρὰ φύσιν λεπταὶ τινὲς μὲν οὕτως ἤκουσαν ὡς ὁ Νουμησιανὸς, ἵνα παρὰ τὴν ἑαυτῆς φύσιν ἡ κύουσα εἴη γεγενημένη λεπτὴ, τινὲς δὲ τὸ ὑπερβαλλόντως φασὶ σημαίνεσθαι, δηλοῦν βουλομένου τοῦ Ἱπποκράτους ὡς οὐχ αἱ μετρίως λεπτυνθεῖσαι τοῦτο πάσχουσιν ἐξ ἀνάγκης, ἀλλ’ὅσαι κατελεπτύνθησαν ἱκανῶς. ἑκατέρα δὲ ἡ ἐξήγησις ἔχει τινὰ λόγον.
“ὁκόσαι δὲ μετρίως τὸ σῶμα ἔχουσαι ἐκτιτρώσκουσι δίμηνα καὶ τρίμηνα ἄτερ προφάσιος φανερῆς, ταύτῃσιν αἱ κοτυληδόνες μύξης μεσταί εἰσι καὶ οὐ δύνανται γοῦν κρατέειν ὑπὸ τοῦ βάρεος τὸ ἔμβρυον, ἀλλ’ἀπορρήγνυνται”. ἄτερ φανερᾶς προφάσεως λέγει πυρετοῦ σφοδροῦ καὶ γαστρὸς ῥεύματος ἢ αἱμορραγίας ἢ ἐρυσιπέλατος ἐν αὐτῇ τῇ μήτρᾳ συστάντος ἢ πηδησάσης σφοδρότερον τῆς κυούσης ἢ κραξάσης ἢ λυπηθείσης ἢ θυμωθείσης ἢ φοβηθείσης ἢ ἐνδεῶς διαιτηθείσης ἤ τι τοιοῦτον ἕτερον διαπραξάσης ἢ παθούσης. εἰκὸς γὰρ ταῖς τοιαύταις μυξώδη τὰ στόματα τῶν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων ὑπάρχειν, ἐξ ὦν ἤρτηται τὸ χωρίον, ἃ δὴ καὶ κοτυληδόνας ὠνόμασεν, οὐχ ὡς ἔνιοι νομίζουσι τὰς ἐπιτρεφομένας ἀδενώδεις σάρκας αὐταῖς. ἔντε γὰρ τῷ πρώτῳ τῶν γυναικείων αὐτός φησιν, ἢν δὲ αἱ κοτυληδόνες φλέγματος περίπλεες ἔωσι, τὰ καταμήνια γίνεται ἐλάσσονα, καὶ ὁ Πραξαγόρας ἐν τῷ πρώτῳ τῶν φυσικῶν, κοτυληδόνες δέ εἰσι τὰ στόματα τῶν φλεβῶν καὶ τῶν ἀρτηριῶν τῶν εἰς τὴν μήτραν φερουσῶν.
“ὁκόσαι παρὰ φύσιν παχεῖαι ἐοῖσαι μὴ ξυλλαμβάνουσιν ἐν τῇ γαστρὶ, ταύτῃσι τὸ ἐπίπλοον τὸ στόμα τῶν ὑστερέων ἀποπιέζει καὶ πρὶν ἢ λεπτυνθῆναι οὐ κύουσιν”. τοῦ παρὰ φύσιν διχῶς ἀκούουσι κα- κἀνταῦθα · τινὲς μὲν τὸ ὑπερβαλλόντως δηλοῦσθαι νομίζοντες, τινὲς τὸ παρ’αὐτὴν αὐτῆς τῆς κυούσης τὴν φύσιν. ἀληθέστερον δὲ τὸ πρότερον. ὑπὸ γάρ τοι τῆς κατὰ τὸ ἐπίπλοον πιμελῆς ἀποπιέζεται καὶ στενοχωρεῖται τὸ τῆς ὑστέρας στόμα ταῖς ὑπερβαλλόντως παχείαις γινομέναις. λέγει δὲ νῦν στόμα δηλονότι τὸ ἔνδον, ἔνθατε λευτᾷ μὲν ἡ μήτρα, ὁ δ’αὐχὴν ἄρχεται, ὃ καὶ κυριώτερον ἂν ὑστέρας ὀνομάζοιτο στόμα. τὸ γὰρ ἕτερον πέρας τοῦ αὐχένος, τὸ συνάπτον τῷ γυναικείῳ αἰδοίῳ, οὐ τῆς μήτρας, ἀλλὰ τοῦ αὐχένος αὐτῆς εἰκότως ἄν τις ὀνομάσειε στόμα.
“ἢν ὑστέρη ἐν τῷ ἰσχίῳ ἐγκειμένη διαπυήσῃ, ἀνάγκη ἔμμοτον γενέσθαι”. τὴν δεησομένην τῆς διὰ τῶν μοτῶν θεραπείας ἔμμοτον ὠνόμασεν. ὅτι δὲ διαπυήσασα ἡ μήτρα καὶ μάλιστα πρὸς το- τοὐκτὸς, ἔοικε γὰρ τοῦτο ἐνδείκνυσθαι νῦν, ἐξ ἀνάγκης δεηθήσεσθαι θεραπείας τοιαύτης οὐκ ἄδηλον.
“ἔμβρυα τὰ μὲν ἄρρενα ἐν τοῖσι δεξιοῖσι, τὰ δὲ θήλεα ἐν τοῖσιν ἀριστεροῖσι μᾶλλον”. ὅτι διὰ τὴν κρᾶσιν εὐθὺς ἐξ ἀρχῆς οὖσαν θερμοτέραν ἄρρεν γίγνεται τὸ ἔμβρυον ἐν τοῖσι περὶ σπέρματος ὑπομνήμασιν ἐπιδέδεικται. θερμοτέρα δὲ ἡ κρᾶσις γίγνεται τοῖς ἐμβρύοις οὐχ ἥκιστα καὶ διὰ τὸ χωρίον, ὅπερ ἐστὶ τὸ δεξιὸν τῆς ὑστέρας μόριον, αὐτίκα δὲ τοῦτο θερμότερόν ἐστι τῇ γειτνιάσει τοῦ ἥπατος. εἴη δ’ἄν τι πρὸς τὴν θερμότητα τοῦ κυουμένου συντελοῦν καὶ τὸ τῆς θηλείας σπέρμα προερχόμενον μὲν ἐκ τῶν οἰκείων ὄρχεων δι’ἑκατέρας τῆς κεραίας, τὸ μὲν εἰς τὸν δεξιὸν κόλπον τῆς μήτρας, τὸ δὲ εἰς τὸν ἀριστερὸν, ἀνόμοιον ὑπάρχον, ὡς καὶ τοῦτ’ἐπεδείξαμεν. εἴπερ οὖν ὀρρωδέστερόν ἐστι καὶ ψυχρότερον τὸ κατὰ τὸν ἀριστερὸν ὄρχιν σπέρμα, καὶ κατὰ τοῦτ’ἂν εἰκότως ἐν τοῖς ἀριστεροῖς μέρεσι τῆς μήτρας τὸ συνιστάμενον εὐθὺς ἐξ ἀρχῆς κύημα γίγνοιτο ψυχρότερον. εἴρηται δὲ περὶ τῶν τοιούτων ἁπάντων αὐτάρκως κα- κἀν τῷ πέμπτῳ τῶν Ἱπποκράτους ἀνατομικῶν.
“ἐς ὑστέρων ἐκπτώσιας πταρμικὸν ἐπιτιθεὶς ἐπιλαμβάνειν τοὺς μυκτῆρας καὶ τὸ στόμα”. οὐ περισπῶντας χρὴ τὴν ὑστάτην συλλαβὴν ἀναγιγνώσκειν ὑστερῶν, ἀλλὰ βαρύνοντας ὑστέρων. οὐ γὰρ δὴ αὐτὰς τὰς ὑστέρας ἐκπεσεῖν βούλεται διὰ τῆς γινομένης ἐντάσεως διὰ τῶν πταρμικῶν φαρμάκων, ἀλλὰ τὰ καλούμενα χόριάτε καὶ ὕστερα.
“γυναικὶ τὰ καταμήνια ἢν βούλῃ ἐπισχεῖν, σικύην ὡς μεγίστην πρὸς τοὺς τιτθοὺς πρόσβαλε”. ὥσπερ τῶν ἐλλιπῶς ἢ μη δὲ ὅλως κενουμένων καταμηνίων ἐδίδαξεν ἰάσεις ὁ Ἱπποκράτης, οὕτω καὶ νῦν τῶν ἀμέτρως κενουμένων διδάσκει, κελεύων ἡμῖν μεγίστην σικύην προσβάλλειν τοῖς τιτθοῖς. ἄμεινον δ’οὐκ αὐτοῖς τοῖς τιτθοῖς, ἀλλ’ὑπ’αὐτοὺς ἐκ τῶν κάτω μερῶν ἐρείδειν αὐτὴν, καθ’ὃ μάλιστά εἰσίν αἱ κάτωθεν ὑπ’αὐτοὺς ἀναφερόμεναι φλέβες. καὶ μέντοι καί γράφουσιν ἔνιοι σικύην ὡς μεγίστην ὑπὸ τοὺς τιτθοὺς πρόσβαλλε · μεγίστην δ’ἀξιοῖ τὴν σικύην εἶναι, ἵνα σφοδροτέραν ἀπὸ τῆς μήτρας ἐργάσηται τὴν ἀντίσπασιν. ἄνω, διὰ τῶν κοινῶν τοῦτο ἐπιτεχνώμενος φλεβῶν.
“ὁκόσαι ἐν γαστρὶ ἔχουσαι, τουτέων συμμύει τὸ στόμα τῶν ὑστερέων”. μέγιστον τοῦτο γνώρισμα κυούσης γυναικὸς, ἢν ἡ μαιεύτρια δυνηθῇ καθέσει δακτύλου ψαῦσαι τοῦ στόματος τῶν ὑστερῶν · ἀφ’οὖ γὰρ ἂν τὸ πρῶτον ἐντὸς ἑαυτῶν λάβωσι τὸ σπέρμα, περιστέλλουσι μὲν ἑαυτῶν τὸ κύτος ἅπαν, κλείουσι δὲ τὸ στόμα φαίνεταί γε μὴν καὶ διὰ φλεγμονὴν καὶ σκίρρον μεμυκὸς τῶν ὑστερῶν τὸ στόμα καὶ διορίζεται.
“γυναικὶ ἢν ἐν γαστρὶ ἐχούσῃ γάλα ἐκ τῶν μαζῶν πολὺ ῥυῇ, ἀσθενὲς τὸ ἔμβρυον σημαίνει, ἢν δὲ στερεοὶ οἱ μασθοὶ ἔωσιν, ὑγιεινότερον τὸ ἔμβρυον σημαίνει”. κατ’ἐκεῖνον δηλονότι τὸν χρόνον ῥεῖ τὸ γάλα, αἷς ἂν φαίνηται ῥέον, ἡνίκα φύσιν ἔχει ταῖς κυούσαις γεννᾶσθαι. οὐ γὰρ δὴ κατά γε τοὺς πρώτους μῆνας γεννᾶται, τὸ δ’ὅλως ῥεῖν αὐτὸ καὶ μὴ μένειν ἔνδον ἐκ τοῦ πλέον ἀθροίζεσθαι γίνεται. πλέον δ’ἀθροίζεται πληρουμένων ἐπὶ πλέον τῶν κοινῶν ἐν τιτθοῖς πρὸς τὰς ὑστέρας φλεβῶν. πληροῦνται δ’ἔτι μᾶλλον, ὀλίγον ἀναλίσκοντος τοῦ κυουμένου. τοῦτο δ’αὐτὸ γίνεται διὰ τὴν ἀσθένειαν αὐτοῦ. δῆλον οὖν ὅτι τοὺς τιτθοὺς οὐκ ἰσχνοὺς φαίνεσθαι χρὴ, καθάπερ ὅτ’ἦν ἀκύμων ἡ γυνή. τοῦτο γὰρ σημεῖον ἔνδειαν αἵματος ἐνδείκνυται, διὰ τοῦτο ἐπ’αὐτῶν διαφθείρεται τὸ ἔμβρυον, οὐθ’οὕτως μεστοὺς ὡς ἀπορρεῖν τὸ γάλα. διαιρομένους δὲ εἰς τοσοῦτον, ὡς στερεοὺς ἁπτομένους φαίνεσθαι. μέση γὰρ ἡ τοιαύτη κατάστασίς ἐστι τῶντε ἀντιτύπων, διὰ τὸ πεπληρῶσθαι σφοδρῶς, καὶ τῶν μαλακῶντε καὶ χαλαρῶν, διὰ τὴν ἔνδειαν τοῦ αἵματος. ὅθεν εἰκότως ἐπαινεῖ τὸ τοιοῦτο σημεῖον ὁ Ἱπποκράτης, ὡς ἂν ἐνδεικνύμενον οὔτ’ἀσθενεῖν τὸ κυούμενον οὔτ’ἐνδεῖν αὐτοῦ τὴν τροφήν.
“ὁκόσαι διαφθείρειν μέλλουσι τὰ ἔμβρυα, ταύτῃσιν οἱ τιτθοὶ ἰσχνοὶ γίνονται · ἢν δὲ πάλιν σκληροὶ γένωνται, ὀδύνη ἔσται ἢ ἐν τοῖσι τιτθοῖσιν ἢ ἐν τοῖσιν ἰσχίοισιν ἢ ἐν τοῖσιν ὀφθαλμοῖσιν ἢ ἐν τοῖσι γούνασι, καὶ οὐ διαφθείρουσιν”. ἔμπροσθεν εἰρήκει, ἐν γαστρὶ ἐχούσῃ γυναικὶ ἢν ἐξαίφνης οἱ μασθοὶ ἰσχνοὶ γένωνται, ἐκτιτρώσκει. εἰρήκει δὲ καὶ, ἢν ὁ ἕτερος μασθὸς ἰσχνὸς γένηται, δίδυμα ἐχούσῃ τὸ ἕτερον τῶν ἐμβρύων ἐκτιτρώσκεσθαι · νυνὶ δὲ τὴν τάξιν τῆς ἀκολουθίας ὑπαλλάξας οὐκ ἀπὸ τῶν σημείων, ἀλλ’ἀπ’αὐτῶν τῶν γυναικῶν τῶν διαφθειρουσῶν ἤρξατο προηγεῖσθαι λέγων αὐταῖς ἰσχνοὺς τοὺς τιτθούς. ἔστι δ’οὐ πάντῃ ταυτὸν ἢ τοῖς ἰσχνοῖς τιτθοῖς ἕπεσθαι διαφθορὰν εἰπεῖν ἢ τῆς διαφθορᾶς μελλούσης ἔσεσθαι τοὺς ἰσχνοὺς τιτθοὺς προηγεῖσθαι. ὁ μὲν γὰρ ἕπεσθαι λέγων τῇ τῶν τιτθῶν ἰσχνότητι τὴν διαφθορὰν, οὗτος ἀποφαίνεται τοῦτο μόνον σημεῖον εἶναι τῆς μελλούσης φθορᾶς · ὁ δὲ ταῖς μελλούσαις διαφθείρειν λέγων τοὺς τιτθοὺς ἰσχνοὺς γίνεσθαι οὐ μόνον ἔοικεν ἐνδείκνυσθαι τοῦτο προηγεῖσθαι διαφορὰν τῶν ἐμβρύων. ἐπισκεπτέον οὖν ἀκριβέστερόν ἐστι καὶ παραφυλακτέον ἐπ’αὐτῶν φαινομένων κατὰ τὰς κυούσας, εἰ μή ποτ’ἄλλως διαφθείρουσιν, ἀλλ’ἀεὶ μετὰ τοῦ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν ἢ ταῖς πηδησάσαις ἢ ταῖς μέγα βοησάσαις ἢ θυμωθείσαις ἢ φοβηθείσαις ἐξαίφνης ἰσχυρῶς ἐγχωρεῖ ποτὲ μὲν μὴ προηγήσασθαι τὴν ἰσχνότητα τῶν τιτθῶν, ἐγχωρεῖ δὲ καὶ ταῖς διὰ πυρετοῦ μέγεθος ἢ ἐρυσιπέλατος ἐν ταῖς ὑστέραις γενομένου ἢ καὶ διὰ τὸ μυξῶδες τῶν κοτυληδόνων ἤ τι τοιοῦτον ἕτερον ἀκολουθῆσαι φθορὰν ἄνευ τῆς τῶν τιτθῶν ἰσχνότητος. Ἱπποκράτης μὲν γὰρ ἔοικεν ὑπολαμβάνειν ἀεὶ προηγεῖσθαι, καί μοι παραφυλάττοντι πολλάκις ἐφάνησαν ἐπὶ τῶν προειρημένων αἰτίων τῆς φθορᾶς οἱ τιτθοὶ προισχνούμενοι. μήποτε οὖν ὅταν ἄνευ τῶν τοιούτων τινὸς αἰτίων ἡ τῶν τιτθῶν ἰσχνότης γένηται, τὴν ἔνδειαν τοῦ αἵματος αἰτιατέον ἐστὶ ἐν ταῖς κοιναῖς φλεψὶ τιτθῶντε καὶ ὑστερῶν, ἃς ἔφη διὰ τὴν ἀτροφίαν φθείρεσθαι τὸ ἔμβρυον. ἐπὶ δὲ ταῖς ἄλλαις αἰτίαις ἐφ’αἷς ἤτοι γε ἀποθνήσκει τι παθὼν ἢ ἀπορρήγνυται τὸ ἔμβρυον, ὅταν οἱ περιέχοντες αὐτὸ ὑμένες διασπῶνται τῆς φύσεως ἀναστομούσης τὰς μήτρας ὠδῖνάςτε ἐγειρούσης, ῥοπὴν γίνεσθαι διὰ ταῦτα τοῦ αἵματος ἐπὶ τὰ γεννητικὰ μόρια. κοινὸς γάρ τίς ἐστιν οὗ τος ὁ λόγος, ἐφ’ὧν ἡ φύσις ἐκκρίνει τι μετὰ βίας, ὡς τὴν ῥοπὴν ἐκεῖσε γίνεσθαι τοῦτε αἵματος καὶ τοῦ πνεύματος, οἷς ὥσπερ τισὶν ὀργάνοις χρωμένη διωθεῖται τὰ λυποῦντα βίᾳ. κατὰ τοῦτο γοῦν καὶ τοῖς ὀδυνωμένοις μορίοις ἐπιγίνονται φλεγμοναὶ τῆς φύσεως μὲν ἐκκρῖναίτε καὶ διώσασθαι σπευδούσης τὸ τὴν ὀδύνην ἐργαζόμενον. ἵνα δὲ τοῦτο πράξῃ πληρούσης αἵματόςτε καὶ πνεύματος αὐτό. ταῦτα μὲν οὖν ἐς τὸ πρότερον μέρος τοῦ ἀφορισμοῦ λελέχθω μοι · τὰ δ’ἑξῆς αὐτῷ τὸ δεύτερον, ἐν ᾧ διαθέσεως ἐναντίας μέμνηται τῶν τιτθῶν, ἐστὶ τοιοῦτον. ἢν δὲ πάλιν, φησὶν, οἱ μασθοὶ γίνωνται σκληροί. σημαίνοντος δὲ τοῦ πάλιν ἐν ταῖς τοιαύταις ῥήσεσι δύο, τὸ μὲν ἕτερον ὃ συνῆπται τῇ προειρημένῃ διαθέσει, τὸ δ’ἕτερον ὅπερ καὶ δι’ἄλλης λέξεως εἰώθασιν ἔμπαλιν λέγειν, ἀληθέστερόν γέ μοι φαίνεται καὶ κατὰ τὴν Ἱπποκράτους εἶναι γνώμην τὸ δεύτερον σημαινόμενον, ἵν’ᾖ τὸ καθ’ὅλον τὸν ἀφορισμὸν λεγόμενον τοιοῦτον · οἱ μὲν ἰσχνοὶ τιτθοὶ πάντως προηγοῦνται τῆς διαφθορᾶς τῶν ἐμβρύων καὶ οὐχ οἷόντε διαφθαρῆναι ταῦτα μὴ προϊσχνωθέντων αὐτῶν. οἱ μέντοι σκληροὶ φθορὰν μὲν οὐ σημαίνουσιν, ὀδύνη δέ τις ἀκόλουθον αὐτοῖς τῶν εἰρημένων μορίων, ἵν’ὥσπερ ἐνδείας αἵματος ἰσχνότεροι τιτθοὶ τὴν ἔνδειξιν ἔχωσιν, οὕτω πλήθους οἱ σκληροὶ διαφέροντες δηλονότι τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων τῶν στερεῶν. ἐφ’ὧν πάλιν ἀποτι θεμένης τῆς φύσεως εἴς τινα μόρια τὸ περιττὸν, ὀδυνᾶται μὲν ἐκεῖνα, τὸ δ’ἔμβρυον ἀβλαβὲς διαμένει. ζητηθήσεται δὲ ἐνθάδε διὰ τίνα αἰτίαν οὐδέποτε τῷ τῆς μήτρας σώματι τὸ περιττὸν ἡ φύσις ἐναποτίθεται καὶ ποιήσει φλεγμονὴν ἢ διὰ τί φλεγμηνάσης τῆς μήτρας φθαρήσεται τὸ ἔμβρυον · ἢ τὸ λεγόμενον ὑπὸ Ἱπποκράτους ἕτερόν ἐστιν; οὐ γὰρ ὅτι μηδέποτε τοῖς σκληροῖς τιτθοῖς ἕπεται φθορὰ τῶν ἐμβρύων εἰρηκέναι νομιστέον αὐτὸν, ἀλλ’ὅτι μὴ διὰ παντὸς ὥσπερ ἐπὶ τῶν ἰσχνῶν, ἀλλ’ἐὰν εἰς ἕτερον μόριον ἀπωθῆται τὸ περιττὸν ἡ φύσις, ὃ διὰ τῆς ὀδύνης γνωριοῦμεν, οὐκ ἔστι φθορὰ, γενήσεται πάλιν ὁ σύμπας λόγος, ἐὰν οὕτως ἀκούσωμεν, τοιοῦτος · τῶν φθείρειν μελλουσῶν ἰσχνοὶ μὲν ἀεὶ προηγοῦνται οἱ τιτθοὶ, σκληροὶ δὲ καὶ πλήρεις οὐκ ἀεί. το- τοὐπίπαν γὰρ ἐπὶ τῶν τοιούτων εἰς ἕτερόν τι μόριον ἡ φύσις ἐναποτίθεται τὸ περιττόν. εἴ γε μὴν ἐπὶ τὰς μήτρας αὐτὸ διώσαιτο γενήσονται καὶ τότε πάντως ἰσχνοί. κατὰ γὰρ τὴν Ἱπποκράτους γνώμην, ὡς ἔοικεν, εἰ καὶ δι’ἕτερόν τι καὶ μὴ διὰ τὴν ἔνδειαν τῆς τροφῆς ὁ ἐκτρωσμὸς γένοιτο, προηγήσεται πάντως ἡ ἰσχνότης τῶν τιτθῶν δι’ἣν εἶπον αἰτίαν, ὥστε κα- κἂν δι’ὑγρότητα τῶν κοτυληδόνων ἀπορρυήσεται τὸ κύημα καὶ τότε διωθουμένης αὐτὸ τῆς φύσεως εἰς ἔκκρισιν ἡ ῥοπὴ τοῦ αἵματος ἐπὶ τὰς μήτρας ἔσται καὶ κατὰ τοῦτο καὶ οἱ τιτθοὶ τῆς ἔμπροσθεν καταστάσεως ἰσχνότεροι γενήσονται.
“ὁκόσῃσι τὸ στόμα τῶν ὑστερέων σκληρόν ἐστι, ταύτῃσιν ἀνάγκη τὸ στόμα τῶν ὑστερέων συμμύειν”. εἴρηται μὲν καὶ πρόσθεν ὡς τὸ συμμύειν τὸ στόμα τῶν ὑστερέων κοινόν ἐστι σημεῖον ὄγκουτέ τινος ἐν αὐτῷ παρὰ φύσιν καὶ κυήσεως τῇ γυναικὶ καὶ ὡς χρὴ διακρίνειν αὐτὸ τῇ σκληρότητι. ταῖς μὲν γὰρ κυούσαις ἁπαλόν ἐστι καὶ κατὰ φύσιν, αἷς δ’ὄγκος παρὰ φύσιν ἢ φλεγμονώδης ἢ σκιρρώδης γίνεται σκληρόν. ἄμεινον οὖν ἦν τὸν ἀφορισμὸν τοῦτον ἐφεξῆς ἐκείνῳ γεγράφθαι καθ’ὃν ἔλεγεν, ὅσαι ἐν γαστρὶ ἔχουσι, τουτέων τὸ στόμα συμμύει τῶν ὑστερέων.
“ὁκόσαι ἐν γαστρὶ ἔχουσαι ὑπὸ πυρετῶν λαμβάνονται καὶ ἰσχυρῶς ἰσχναίνονται ἄτερ προφάσιος φανερῆς, τίκτουσι χαλεπῶς καὶ ἐπικινδύνως ἢ ἐκτιτρώσκουσαι κινδυνεύουσιν”. συμβαίνει τισὶ τῶν τικτουσῶν, ἐφ’αἷς πρότερον ἠθροίσθησαν κακοχυμίαι πρὶν νοσεῖν, ἐνίοτε μὲν ἁλίσκεσθαι σφοδροῖς πυρετοῖς ὡς ἐκτικρώσκειν ἐξ ἀνάγκης, ἐνίοτε δὲ μετρίοις μὲν, ἀλλ’οὐ καθαιρουμένοις ἀκριβῶς, ὑπολείπουσι δέ τι λείψανον ἐν τῷ σώματι τῆς κακοχυμίας, ἐφ’ᾗ συνέστησαν ὡς ἂν μὴ δυναμένων τῶν ἰατρῶν διὰ τὸ κύειν τὴν γυναῖκα μήτε βοήθημα προσάγειν ἰσχυρὸν μήτ’ἀκριβῶς διαιτᾶσθαι. διὰ τοῦτ’οὖν αὐταῖς ὅτε πυρετὸς ὑποτροπιάζει συνεχῶς καὶ δυσφόρως τῷ πλείστῳ τοῦ χρόνου σύνεστι. εἰκότως τοιγαροῦν ποτὲ μὲν οὐκ ἀντέχει τὸ ἔμβρυον, ἀλλ’ἀποφθείρεται διάτε τοὺς πυρετοὺς καὶ τὴν κακοχυμίαν. ἐνίοτε δὲ ἀργεῖ μὲν ἄχρι τῆς ἀκοκυήσεως. ἀλλ’αὐτότε νοσῶδες ὂν ὡς ἂν ἐν πολλῷ χρόνῳ τεταλαιπωρημένον, ἀσθενῆτε καὶ τὴν κυήσασαν ἔχον οὐκ ἀκινδύνως τίκτεται. πρὸς γάρ τοι τὴν εὐτοκίαν ἰσχυρῶν ἀμφοτέρων δεῖται τῶν σωμάτων, τοῦτε τῆς κυούσης αὐτῆς καὶ τοῦ παιδίου.
“ἐπὶ ῥόῳ γυναικείῳ σπασμὸς καὶ λειποθυμίη ἢν ἐπιγένηται, κακόν”. οὐκ εὐθέως δηλονότι γεγονότος τοῦ ῥοῦ γίνεται ταῦτα, καθάπερ οὐ δὲ τῶν ἄλλων οὐδὲν ὅσα κατὰ τὸν ἑξῆς λόγον ἐπιγίνεταί τισιν ἑτέροις, ἀλλ’ἤτοι σφοδροῖς γινομένοις ἢ χρονίζουσιν. ἡ μὲν οὖν λειποθυμία κοινὸν ἁπάσης ἀμέτρου κενώσεώς ἐστι σύμπτωμα. ὁ δὲ σπασμὸς εἰ καὶ μὴ κοινὸν, ἀλλά γε ταῖς πλείσταις ἑπόμενον καὶ μᾶλλον ὅταν ᾖ τὸ πεπονθὸς μόριον νευρῶδες.
“καταμηνίων γινομένων πλειόνων νοῦσοι ξυμβαίνουσι καὶ μὴ γιγνομένων ἀπὸ τῆς ὑστέρης ξυμβαίνουσι νοῦσοι”. ἐνίοις τῶν ἰατρῶν ἔδοξεν ἐπὶ πλήθει μὲν γίνεσθαι πολλὰ νοσήματα, δι’ἔνδειαν δὲ μηδὲν, ἀλλ’ὁ Ἱπποκράτης ἡγεῖται ἐνίοτε καὶ δι’ἔνδειαν νοσεῖν οὐ γυναῖκας μόνον, ἀλλὰ καὶ τοὺς ἄνδρας. εἴ γε ἐν ταῖς ἐνδείαις ἕπεται ποτὲ μὲν ψυχρότης, ποτὲ ξηρότης, ποτὲ δὲ ἄμφω. δέδεικται δ’ὅτι ὅσαι τῶν δυσκρασιῶν τηλικαῦται τὸ μέγεθός εἰσιν ὡς ἐνέργειαν ἤδη βλάπτειν ἐκ τούτου τῶν νοσημάτων ὑπάρχουσι γένους. ἀλλὰ κατὰ τοῦτο μὲν οὔτε ψεῦδος πρὸς Ἱπποκράτους οὔτ’ἀσαφὲς εἴρηται. καθὸ δ’ἐπὶ μὲν τῶν πλειόνων καταμηνίων εἶπεν ἁπλῶς γίνεσθαι νόσους, μὴ προσθεὶς τὸ ἀπὸ τῆς ὑστέρας. ἐπὶ δὲ τῶν μὴ γινομένων καὶ τοῦτο προσέθηκεν, ἄξιον ἐπισκέ ψασθαι πότερον ἀμφοτέροις τοῖς προειρημένοις ἐπενήνεκται κοινὴ τὸ ἀπὸ τῆς ὑστέρας ἢ μόνον ἴδιόν ἐστι τῶν μὴ γινομένων. ἀδύνατον δὲ τοῦτο ἀκριβῶς ἐπιδιασκέψασθαι χωρὶς τοῦ γνῶναι τὰς αἰτίας ἁπάσας, ἐφ’αἷς πλείω τοῦ προσήκοντος ἢ ἐλάττω γίνεται καταμήνια. δυνατὸν οὖν ἐστι καὶ ἀναστομωθέντων ἐπὶ πλέον τὸν εἰς τὴν μήτραν καθηκόντων ἀγγείων καὶ λεπτοτέρου τοῦ αἵματος ἢ θερμοτέρου γενομένου καὶ τοῦ σώματος ὅλου διὰ καχεξίαν τινὰ βαρυνομένου τῷ αἵματι, κα- κἂν μηδέπω τὴν κατὰ φύσιν ὑπερβαίνῃ συμμετρίαν, ὠθοῦντος αὐτὸ πρὸς τὰς ἐν τῇ μήτρᾳ φλέβας, ὥσπερ ἐν ταῖς ῥευματικαῖς διαθέσεσιν ἄλλοτ’εἰς ἄλλο μόριον ἄμετρον κένωσιν γενέσθαι καταμηνίων. ἐλάττω δ’αὖ καταμήνια δυνατόν ἐστι γενέσθαι διάτε μύσιν ἢ ἔμφραξιν τῶν τὴν ἔμμηνον κάθαρσιν ἐπὶ τὴν μήτραν φερουσῶν φλεβῶν, διὰ πάχος αἵματος ἢ διὰ ψυχρότητα καὶ ῥώμην αὐτῶν τῶν κατὰ τὴν μήτραν ἀγγείων, ὡς μὴ παραδέχεσθαι τὸ ἐπιρρέον. ὅ τι δ’ἂν ᾖ τούτων ἀναγκαῖόν ἐστιν ἐν τῷ χρόνῳ καὶ τὴν μήτραν αὐτὴν πάσχειν τι πάθος ἤτοι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιρρῶδες ἢ καρκινῶδες, ᾧ πάλιν συμπάσχειν ὅλον τὸ σῶμα. κατὰ μέντοι τὰς ἀμέτρους κενώσεις οὐδὲν τοιοῦτον πάθημα γίνεται ταῖς ὑστέραις, ᾧ συννοσήσει τὸ σύμπαν σῶμα λόγῳ συμπαθείας, ὥστε πιθανώτερον ἐπὶ τῶν ἰσχομένων καταμηνίων εἰρῆσθαι μόνον ἀπὸ τῆς ὑστέρας τὰς νόσους συμβαίνειν.
“ἐπὶ ἀρχῷ φλεγμαίνοντι καὶ ἐπὶ ὑστέρῃ φλεγμαινούσῃ στραγγουρίη ἐπιγίγνεται. ἐπὶ δὲ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίγνεται”. ὅταν τις ὀλίγον ἀποκρίνῃ οὖρον συνεχῶς, στραγγουρία τὸ πάθος καλεῖται καὶ γίνεται ποτὲ μὲν ἐπ’ἀρρωστίᾳ τῆς καθεκτικῆς δυνάμεως ἐν τῇ κύστει, ποτὲ δ’ἐπὶ δριμύτητι τῶν οὔρων. ἡ μὲν οὖν ἀρρωστία διάτε δυσκρασίαν γίνεται καί τινα τῶν παρὰ φύσιν ὄγκων, ἡ δριμύτης δὲ ἤτοι διὰ πάθος νεφρῶν ἢ τὸ τοιοῦτον ἥκειν εἰς αὐτοὺς ἐκ τῶν φλεβῶν τὸ διηθούμενον ὀρρῶδες περίττωμα · δεόντως οὖν ὁ Ἱπποκράτης ἐπιγίνεσθαί φησιν στραγγουρίαν ἀρχῷ καὶ ὑστέρᾳ φλεγμαινούσῃ καὶ νεφροῖς ἐμπύοις, ἐπὶ μὲν ἀρχῷ καὶ μήτρᾳ κατὰ συμπάθειαν πασχούσης τῆς κύστεως, ἐπὶ δὲ νεφροῖς ἐμπύοις ἐκκρινομένου τοῦ πύου διὰ τῆς κύστεως. τοῦτο μὲν οὖν τῇ δριμύτητι δάκνον τὴν κύστιν ἐρεθίζει πρὸς τὴν ἀπόκρισιν, ἐπὶ δὲ τῇ κατ’ἀρχὸν ἢ μήτραν φλεγμονῇ τῷ τῆς γειτνιάσεως λόγῳ πάσχειν ἀναγκαῖόν ἐστι τὴν κύστιν καὶ τῆς δυσκρασίαςτε καὶ τῆς φλεγμονῆς μεταλαμβάνουσαν, ἔτιτε θλιβομένην ἂν καὶ στενωχορουμένην ὑπὸ τῶν παρὰ φύσιν ὄγκων ἐν αὐτοῖς. εἴρηται δέ μοι καὶ πρόσθεν ὡς οὐχ ἁπλῶς ἕτερον ἑτέρῳ πάθος ἐπιγίνεσθαι πέφυκεν, ἀλλὰ τοῖς ἀξιολόγοις κατὰ μέγεθος. οὕτως οὖν καὶ τῷ ἥπατι φλεγμαίνοντι λὺγξ ἐπιγίνεται, διὰ τὴν τῶν νεύρων κοινωνίαν, οὐ διὰ παντὸς, ἀλλ’ὅταν εἰς μεγίστην ἀποκατασταθῇ φλεγμονήν.
“γυνὴ ἢν μὴ λαμβάνει ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοισι θυμία κάτωθεν. κα- κἢν μὲν πορεύεσθαί σοι δοκέῃ ἡ ὀδμὴ διὰ τοῦ σώματος ἐς τὰς ῥῖνας καὶ ἐς τὸ στόμα, γίνωσκε ὅτι αὐτὴ οὐ δι’ἑαυτὴν ἄγονός ἐστιν”. τὸ θυμία ῥῆμα τῆς ὕλης ἐνδεικτικόν ἐστι τῆς θυμιᾶσθαι πεφυκυίας, λιβανωτοῦ δηλονότι καὶ σμύρνης καὶ στύρακος ὅσατ’ἄλλα, θερμὰ μὲν τὴν κρᾶσιν, εὐώδη δ’ἱκανῶς. βούλεται γὰρ εἰς ὅλον ἀνενεχθῆναι τὸ σῶμα τὴν ἀπ’αὐτῶν δύναμιν, ἵνα καὶ κατὰ τὸ στόμα καὶ κατὰ τοὺς μυκτῆρας αὐτῆς γενομένης αἴσθηται σαφῶς ἡ γυνή. μόναις οὖν ἐκείναις οὐ διαδοθήσεται πρὸς ὅλον τὸ σῶμα τῶν θυμιαμάτων ἡ ποιότης, ὅσαις σκληρὸν ἢ πυκνόν ἐστι τὸ τῆς ὑστέρας σῶμα. τοιοῦτον δὲ ὂν οὐκ ἐπιτήδειον εἰς τὰς συλλήψεις ἐστὶν, ὡς καὶ αὐτὸς μικρὸν ὕστερον ἐρεῖ · ὁκόσαι ψυχρὰς καὶ πυκνὰς ἔχουσι τὰς μήτρας οὐ κυΐσκουσι. τὸ δ’ἐπὶ τῇ τελευτῇ τοῦ ἀφορισμοῦ γεγραμμένον, ἐν ᾧ φησι, γίνωσκε ὅτι οὐ δι’ἑαυτὴν ἄγονός ἐστι, ἐνδεικτικόν ἐστι τῆς χρείας αὐτοῦ. πολλάκις γὰρ ἕνεκα διαμονῆς γένους ἤτοι γε ἱερατικοῦ τινὸς ἢ βασιλικοῦ σπουδάζουσιν αἱ πόλεις ἔκγονα ἔχειν ἀνδρῶν ἢ γυναικῶν, εἰς οὓς ἂν ἔτι μόνους καθεστήκει τὸ γένος. εἶθ’ὅταν αἱ γυναῖκες μὴ κυΐσκωσι, ζήτησις γίγνεται δι’ὁπότερον αὐτὸ συμβαίνει τοῦτο. καὶ ταύτην αἰνίττεται τὴν τέχνην εἶναι ταῖς ἀγαθαῖς προμνηστρίαις ὁ Πλάτων ἐν Θεαιτήτῳ. λεχθήσεται δ’ὁ σύμπας λόγος ὀλίγον ὕστερον, ὅταν ἅπαντας ἐξηγησώμεθα τοὺς διαφέροντας εἰς αὐτὸν ἀφορισμούς.
“ἢν γυναικὶ ἐν γαστρὶ ἐχούσῃ αἱ καθάρσιες πορεύωνται, ἀδύνατον τὸ ἔμβρυον ὑγιαίνειν”. καὶ τὸ καθάρσιες πληθυντικῶς εἰρημένον καὶ τὸ πορεύωνται μετ’αὐτοῦ λεγόμενον ἐνδείκνυται μήτε ὀλίγον εἶναι τὸ ἐκκρινόμενον αἷμα μήθ’ἅπαξ, ἀλλὰ καὶ πολλάκις καὶ πολύ. τὸ γὰρ ἅπαξ ἢ δὶς ὀλίγον ἐκκριθὲν ἐπιφαίνεται πολλάκις ἄνευ τοῦ πεπονθέναι τι τὸ ἔμβρυον. ὅταν δὲ μηδὲν ἀπολείπηται τοῦ πλήθους τῆς τῶν ἐμμήνων καθάρσεως, ἐφεξῆς δὲ καὶ σώζηται τὴν προθεσμίαν τῶν περιόδων κατὰ τοὺς μῆνας, ἀδύνατον ὑγιαίνειν τὸ ἔμβρυον, εἴπερ γε τὸ ἐρρωμένον εἰς τροφὴν ἑαυτοῦ καταχρῆται τῷ φερομένῳ εἰς τὰς μήτρας ἐξ ὅλου τοῦ σώματος. ἥ γε μὴν ἔκκρισις ἡ γινομένη ταῖς κυούσαις ἐκ τῶν κατὰ τὸν αὐχένα φλεβῶν ἔοικεν ἐπιφαίνεσθαι. τῶν γὰρ ἔνδον ἐν αὐτῷ τῷ κύτει τῆς μήτρας ἐξῄρηται τὸ χωρίον, ὥστ’οὐδὲν δι’ἐκείνων εἰς τὸν γυναικεῖον κόλπον ἐκκριθῆναι δύναται.
“ἢν γυναικὶ καθάρσιες μὴ πορεύωνται μήτε φρίκης μήτε πυρετοῦ ἐπιγινομένου, ἄσαι δ’αὐτῇ προσπίπτωσι, λογίζου ταύτην ἐν γαστρὶ ἔχειν”. ἐπὶ τῶν ἀμέμπτως καθαιρομένων γυναικῶν, εἶτ’ἐξαίφνης ἐπισχεθεισῶν τῶν καθάρσεων, ἄνευ φανερᾶς αἰτίας τὸν λόγον τοῦτον ὁ Ἱπποκράτης ἐποιήσατο, διδάσκων ἡμᾶς ἅπερ αἱ πλεῖσται τῶν γυναικῶν διὰ πείρας ἴσασιν. ὅταν γὰρ ἀσώδεις ὦσιν ἐπεσχημένων τῶν καταμηνίων, συνειληφέναι τεκμαίρονται. γίνεται δὲ ἡ ἄση καθ’ὃν λόγον καὶ ἡ κίσσα, τοῦ στομάχου κεκακωμένου ταῖς συνειληφυίας. ἐγχωρεῖ δέ ποτε καὶ διὰ τὴν ἐν ὅλῳ τῷ σώματι κακοχυμίαν συμβῆναι τὸ τοιοῦτον. ἀλλὰ φρικώδειςτε καὶ πυρετώδεις ἐκεῖναι γίγνονται καὶ ταύτῃ διορίζονται τῶν κυουσῶν.
“ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσι οὐ κυΐσκουσι καὶ ὁκόσαι καθ’ὑγρὰς ἔχουσι τὰς μήτρας, οὐ κυΐσκουσιν, ἀποσβέννυται γὰρ αὐταῖς ὁ γόνος καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαεῖς · ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ἐξ ἀμφοτέρων τὴν κρᾶσιν ἔχουσι συμμέτρως ἐπίτεκνοι γίγνονται αἱ τοιαῦται”. εἰ τὴν προσήκουσαν ἅπασι τοῖς ἀφορισμοῖς ἐξῆς ἐπιθεῖναί μοι τάξιν, οὐκ ἂν ὤκνησα μεταθεῖναι τὸν ὀλίγον ἔμπροσθεν εἰρημένον ἀφορισμὸν εἰς τὴν τοῦδε χώραν, ὥστε συμπληρωθέντος τοῦ περὶ τῶν καθάρσεων λόγου τὸν περὶ τῶν μητρῶν αὐτοῦ ἐφεξῆς γεγράφθαι, διδάσκοντος αὐτοῦ κατὰ πόσους τρόπους αἱ γυναῖκες γίνονται στεῖραι. πρῶτος οὖν τῶν ἐν αὐτοῖς ἐκεῖνος ὁ ἀφορισμὸς ἔσται, καθ’ὃν ἔφη, ἢν γυνὴ μὴ λαμβάνῃ ἐν γαστρὶ, βούλῃ δὲ εἰδέναι εἰ λήψεται, περικαλύψας ἱματίοις θυμία κάτω · δεύτερος δὲ οὗτος ὁ νῦν ἡμῖν προκείμενος οὗ τὸ κεφάλαιόν ἐστι. τὰς μὲν εὐκράτους μήτρας ἐπιτηδείας εἶναι πρὸς σύλληψιν, τὰς δὲ δυσκράτους, ἐὰν μὲν τοῦτο μετρίως πεπόνθασι, δυσχερῶς συλλαμβάνειν, ἐὰν δὲ ἀμέτρως, στείρας ἐργάζεσθαι τὰς γυναῖκας · ὥστε συνεπινοεῖται μὲν ἡ τῆς τῶν ἀνδρῶν ἀγονίας αἰτία, λανθάνει δὲ τοὺς πολλούς. ἀλλ’ὁ προσέχων ἀκριβῶς τὸν νοῦν τοῖς λεγομένοις πρῶτον μὲν εἴσεται διὰ τί καὶ τῶν ἀνδρῶν ἔνιοι παντάπασιν ἄγονοι γίνονται, δεύτερον δὲ ἐπὶ τῷδε περὶ μὲν τῶν εὐκράτως ἐχόντων ἀνδρῶντε καὶ γυναικῶν ὡς ἀεὶ γεννῶσι, κα- κἂν καὶ δυσκράτοις μίγνυνται, περὶ δὲ τῶν δυσκράτων ὡς μετὰ τῶν ἐναντίων μόνων. εἰρήσεται γοῦν πρότερον περὶ τῶν στεριφῶν γυναικῶν, ὦν ἡ κατασκευὴ καὶ μήτρας εὐθὺς ἐξ ἀρχῆς ἀμέτρως ἐστὶ δύσκρατος, ἐπικρατούσης ἤτοι μιᾶς τῶν πρώτων ἢ δυοῖν, ὡς ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι διώρισται, δεικνύντων ἡμῶν ὀκτὼ τὰς πάσας εἶναι δυσκρασίας, ἁπλᾶς μὲν τέτταρας, ὧν καὶ νῦν Ἱπποκράτης ἐμνημόνευσε, συνθέτους δὲ ἄλλας τέτταρας ἀλλήλαις ἐπιπλεκομένας τούτων. ἔνθα μὲν οὖν ἐπικρατεῖ ψυχρότης ἄμετρος, ὡς πυκνὴν ἐργάσασθαι τὴν μήτραν, στενὰ μὲν ἐσχάτως ἐπὶ τούτων ἐστὶ τὰ στόματα τῶν εἰς αὐτὴν καθηκόντων ἀγγείων, στέριφαι δ’αἱ γυναῖκες, ὡς ἂν μήτε συμφῦναι τοῦ χορίου δυναμένου τοῖς στόμασι τῶν ἀγγείων μήτ’, εἰ τοῦτό ποτε γένοιτο, τραφῆναι καλῶς τὸ κύημα. ἢ γὰρ οὐ δ’ὅλως αἱ καθάρσεις γίνονται ταῖς τοιαύταις ἢ παντάπασιν ὀλίγαι καὶ αὗται μοχθηραὶ, μόνου τοῦ λεπτοτέρου καὶ ὑδατωδεστέρου διεκπίπτοντος τοῦ αἵματος. καὶ γὰρ οὖν καὶ ῥᾳδίως ἐμφράττεται ταῦτα διάτε τὴν οἰκείαν στενότητα καὶ διότι φλεγματικώτερον ἀθροίζουσι χυμὸν αἱ τοιαῦται γυναῖκες ὡς τὸ πολύ. καὶ γὰρ καὶ τὸ σύμπαν σῶμα το- τοὐπίπαν ὅμοιόν ἐστι ταῖς μήτραις. ἐγχωρεῖ δὲ καὶ ψυχθῆναι τὸ τοῦ ἄρρενος σπέρμα κατὰ τὰς τοιαύτας μήτρας, εἰ μὴ θερμότερον εἴη φύσει. πρώτης μὲν οὖν τῆς ψυχρᾶς κράσεως Ἱπποκράτης ἐμνημόνευσεν εἰπὼν, ὁπόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν. οὐ μὰ Δία συμπλέξαι βουλόμενος ἐπ’αὐτῶν τῇ ψυχρότητι τὴν πυκνότητα, καθάπερ εἰ καὶ ξηρότητα προσέθηκεν ἢ ὑγρότητα. τούτων μὲν γὰρ οὐδετέρα διὰ παντὸς ἕπεται τῇ ψυχρότητι καὶ διὰ ταῦτα ἀνὰ μέρος ἑκατέρα μίγνυται. πυκνότης δ’ἐξ ἀνάγκης σύνεστι ταῖς ἄγαν ψυχραῖς ὑστέραις, δι’ἣν οὐ δὲ κυῆσαι δύνανται, καθότι προείρηται. καὶ τοίνυν ἀκούσωμεν οὕτω τοῦ κατὰ τὸν ἀφορισμὸν λόγου παντὸς, ὅσαι ψυχρὰς τὰς μήτρας ἔχουσιν οὐ κυΐσκονται διὰ πυκνότητα τῆς οὐσίας αὐτῶν. διὰ τί δ’ἡ πυκνότης ἐναντιοῦται τῇ κυήσει παρέλιπεν εἰπεῖν, ὡς ἡμῶν συνιέναι δυναμένων. καὶ ὅσαι δ’ὑγρὰς ἀμέτρως ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται, σβέννυται γὰρ ὁ γόνος ὥσπερ ἐν τελματώδει γῇ τὰ δημήτρια σπέρματα. καὶ μὴν ὅσαι ξηρὰς, παραπλήσιόν τι συμβαίνει τοῖς εἰς ψάμμον ἢ εἰς ἀργιλώδη γῆν ἢ πετρώδη καταβαλλομένοις σπέρμασι, κατὰ δὲ τὰς ἀμέτρως θερμὰς τοῖς εἰς πάνυ θερμὴν, οἵαπερ ἐστὶν ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οὕτω μὲν δὴ τεττάρων ποιοτήτων ὁ Ἱπποκράτης ἐμνημόνευσεν, ἑκάστης ἰδίᾳ τὴν δύναμιν ἐξηγησάμενος, ἵν’εἰ καὶ ποτε μιχθεῖεν ἀλλήλαις, εὔδηλος ἡ μίξις ὑπάρχῃ. μετὰ δὲ ταῦτα, φησὶν, ὅσαι δ’ἔξ ἀμφοτέρων τῇ κράσει συμμέτρως ἔχωσιν, ἐπίτεκνοι γίνονται. τίνων ἀμφοτέρων; οὐ τῶν ποιοτήτων δηλονότι, τέτταρες γάρ εἰσιν, ἀλλὰ τῶν κατ’αὐτὰς ἀντιθέσεων. ὡς γὰρ ἐν τοῖς περὶ κράσεων ἐδείχθη, μία μὲν εὐκρασία γίνεται. συμμέτρως ἀλλήλοις μιχθέντων τοῦ ψυχροῦ καὶ τοῦ θερμοῦ, μία δὲ ἄλλη τοῦθ’ὑγροῦ καὶ τοῦ ξηροῦ, καὶ δύναταί τις ὑστέρα κατὰ μὲν τὴν ἑτέραν ἀντίθεσιν εὔκρατος εἶναι, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος. ἀλλ’εἰς μὲν τὸ μὴ κυΐσκεσθαι καὶ ἡ ἑτέρα τῶν δυσκρασιῶν ἱκανή. γίνεσθαι δὲ ἐπίτεκνον γυναῖκα χωρὶς τῶν ἀμφοτέρων εὐκρασιῶν ἀδύνατον. ὁ μὲν οὖν Ἱπποκράτης ὥσπερ τὸν ἔμπροσθεν λόγον ἅπαντα περὶ τῶν γυναικείων ἔγραψεν, οὕτω καὶ τόνδε τὸν νῦν εἰρημένον ὑπὲρ τῶν κατὰ τὰς ὑστέρας κράσεων, οὐ μὴν γέ τι προσέγραψε περὶ τῶν ἀνδρῶν, ἤτοι γ’ὡς ἐκ τῶν εἰρημένων ἕτοιμον ἡμῖν ὂν ἐπὶ τὸ σπέρμα τὰς αὐτὰς δυσκρασίας μετενεγκεῖν ἢ ὡς ὕστερον μὲν εἰπεῖν ἀναβαλλόμενος, ἐπιλαθόμενος δέ. τινὲς μέντοι προσέγραψαν ὑπὲρ τῶν ἀρρένων ἐφεξῆς ἀφορισμὸν ἕτερον, οὗ ἡ ἀρχὴ παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀρρένων, ὃν οἱ δοκιμώτατοι τῷ ἐξηγησαμένῳ τοὺς ἀφορισμοὺς λείπεσθαί φασι φανερῶς καὶ τῆς διανοίας τοῦ Ἱπποκράτους καὶ τῆς ἑρμηνείας · καὶ μέντοι καὶ κατὰ τὴν ἀναλογίαν ὧν ἔ γραψεν ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἐστὶν ἡμῖν ἐπὶ τοὺς ἄνδρας μεταβαίνουσι λέγειν ἤτοι διὰ τὴν ψυχρότητα τῆς κράσεως οὐκ ἀκριβῶς πέττεσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο μετρίας μὲν τῆς ἐν αὐτῷ γινομένης δυσκρασίας δεῖσθαι μήτρας ἱκανῶς θερμῆς, ἀμέτρου δ’ὑπαρχούσης ἄγονον εἶναι παντάπασιν ἢ δι’ὑγρότητα πάλιν οὐκ ἐκπέττεσθαι καὶ δεῖσθαι καὶ τοῦτο μετρίας μὲν τῆς δυσκρασίας οὔσης, θερμοτέραςτε καὶ ξηροτέρας τῆς μήτρας, ἀμέτρου δὲ γενομένης ἄγονον ὑπάρχειν, ὡσαύτως δὲ διὰ μὲν ὑπερβάλλουσαν θερμότητα πεφρυγμένῳ παραπλήσιόν τι γενέσθαι τὸ σπέρμα, διὰ δὲ ξηρότητα μη δ’ἐκταθῆναι δύνασθαι κατὰ τὴν πρώτην ἔκπτωσιν οὗ μάλιστα δεῖ πρὸς τὸ κυῆσαι τὴν γυναῖκα. δέδεικται γὰρ ἐν τοῖς περὶ σπέρματος λόγοις, εἰ μὴ τῷ πλείστῳ τοῦ κύτους τῆς μήτρας ἐπεκταθείη τὸ σπέρμα, μὴ συλλαμβάνειν αὐτήν. τούτων οὖν ἡμῖν ὥσπερ στοιχείων παρεσκευασμένων ἐφεξῆς εἴπομεν ὅπερ ἔμπροσθεν εἰπεῖν ἀνεβαλλόμεθα, προβεβλημένων ὑπὸ τοῦ Πλάτωνος ἐν τῷ Θεαιτήτῳ. φησὶ γὰρ τοῦτο ἔργον εἶναι μέγιστον τῶν μαιῶν ὡς ἐπίστασθαι συνάγειν ἀλλήλοις ἐπιτήδεια σώματα πρὸς κύησιν, ὅπερ ἐδείχθη νῦν ἐν τῷ λόγῳ μετὰ τοῦ διαγιγνώσκειν δύνασθαι τίνες μὲν ἄγονοι τῶν ἀνδρῶν εἰσι, τίνες δὲ στερίφαι τῶν γυναικῶν. αἱ μὲν γὰρ ἄμετροι δυσκρασίαι τούτων αἰτίαι · μέτριαι δ’εἴπερ εἰσὶν, εἰ μὲν ταῖς ἐναντίαις συνάγονται, κυήσουσιν αἱ γυναῖκες, εἰ δὲ ταῖς ὁμοίαις, οὐ κυήσουσιν. οὐ γὰρ οἷόντέ ἐστι τὸ ψυχρότερον σπέρμα κατὰ τὴν ψυχροτέραν ὑστέραν τελεσφορεῖσθαι, καθάπερ οὐ δὲ τὸ ξηρότερον ἐν τῇ ξηροτέρᾳ καὶ τῶν ἄλλων ἑκάτερον ὡσαύτως. ἀλλὰ δεῖται τὸ μὲν ψυχρότερον σπέρμα τοσούτῳ θερμοτέρας ὑστέρας, ὅσῳ περ ἂν αὐτὸ τῆς ἀρίστης ἀπολείπεται κράσεως, τὸ δ’ὑγρότερον τῆς ξηροτέρας, καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως. διάγνωσις δὲ πασῶν τῶν ἀμέτρων κατὰ τὴν ὑστέραν δυσκρασιῶν ἐστιν ἢν ὀλίγον ἔμπροσθεν εἴρηκεν ὁ Ἱπποκράτης διὰ τῆς τῶν ἀρωμάτων πυρίας. ἡ μὲν γὰρ ψυχρότης διὰ τὴν πυκνότητα τῆς ὑστέρας οὐκ ἐᾷ μέχρι τοῦ στόματος καὶ τῶν ῥινῶν ἀναφέρεσθαι τὴν ὀσμὴν τῶν θυμιωμένων, ὡσαύτως δὲ καὶ ἡ ξηρότης. ἡ δὲ ὑγρότης ὥσπερ τὸν γόνον ὑπ’αὐτοῦ λέλεκται σβεννύειν, οὕτω καὶ τὴν τῶν ἀρωμάτων ποιότητα. λοιπὴ δὲ ἡ σφοδρὰ θερμότης εἰ τὴν τῶν ἀρωμάτων δύναμιν ἀλλοιώσειτε καὶ διαφθερεῖ καὶ διὰ τοῦτο οὐκ ἐάσει διασώζουσαν αὐτὴν τὸ εἰλικρινὲς ἀναφέρεσθαι πρόςτε τὸ στόμα καὶ τὰς ῥῖνας αὐτάρκης, κα- κἀπὶ τούτων τῶν φύσεων εἰς διάγνωσιν καὶ τῶν ἀρωμάτων γενήσεται πυρία. εἰ δὲ οὐχ ἱκανὴ ταῦτα δρᾷν ἐστιν, ἐξ ἄλλων γνωρισμάτων ἐπισκεπτέον ἡμῖν ἔσται τὴν τοιαύτην φύσιν αὐτὸ τοῦτο πρῶτον ἐγνωκότας ὡς ἐστὶ σπάνιος ἡ τοιαύτη κρᾶσις ἐπὶ τῶν γυναικῶν, ἐπειδὴ φύσει ψυχρότερόν ἐστι τὸ θῆλυ τοῦ ἄρρενος. ὥστε καὶ διὰ τοῦτο τὴν Ἱπποκράτους διάγνωσιν, ἣν ἐκ τῆς τῶν ἀρωμάτων ποιεῖται πυρίας, ἐπὶ τῶν στεριφῶν γυναικῶν εἶναι χρησιμωτάτην ἤτοι πάσης ἀμέτρου δυσκρασίας ὑποπιπτούσης ἢ κατὰ τὸ σπάνιον ἐκφευγούσης αὐτὴν μιᾶς ἐπ’ἐκείνων τῶν γυναικῶν αἱ λεπταίτε φαίνονται καὶ μέλαιναι καὶ δασεῖαι, ὥστε ἐξ αὐ τῶν τούτων γινώσκεσθαι τὴν ἀμετρίαν τῆς κράσεως ἄνευ τῆς διὰ τῶν ἀρωμάτων πυρίας.
“παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἀρρένων · ἢ γὰρ δι’ἀραιότητα τοῦ σώματος τὸ πνεῦμα ἔξω φέρεται, πρὸς τὸ μὴ παραπέμπειν τὸ σπέρμα, ἢ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρέει ἔξω, ἢ διὰ τὴν ψυχρότητα οὐκ ἐκπυριῆται, ὥστε ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ἢ διὰ τὴν θερμασίαν τὸ αὐτὸ τοῦτο γίνεται”. ὁ τοῦτον παραθεὶς τὸν ἀφορισμὸν οὐ δὲ τῶν ἰδίων ἀκούει φωνῶν. ἐπαγγειλάμενος γὰρ ἐπὶ τῶν ἀρρένων παραπλήσιον ποιήσασθαι τὸν λόγον, ὥσπερ ἐπὶ τῶν γυναικῶν ὁ Ἱπποκράτης ἔγραψεν, οὐκ ἔπραξε τοῦτο. τεττάρων γὰρ ἐκείνου δυσκρασιῶν μνημονεύσαντος ἐχρῆν καὶ τοῦτον ἐπὶ τῶν ἀρρένων εἰρηκέναι τὰς τέσσαρας, ὥσπερ ἡμεῖς. ἐποιήσαμεν. ὁ δ’οὐχ οὕτως, ἀλλὰ πρῶτον μὲν τὴν ἀραιότητα εὐθέως τοῦ σώματος μέμφεται μὴ λελεγμένην ἐπὶ τῶν γυναικῶν, εἶτ’οὐ δ’αὐτὸς ὁ λόγος αὐτῷ καθ’ἑαυτὸν ἐξεταζόμενος ἀληθής ἐστι. φαίνονται γὰρ οὐκ ὀλίγοι τῶν ἀνδρῶν ἀραιὸν μὲν ἔχοντες τὸ σῶμα, γονιμώτατον δὲ σπερμαίνοντες. καὶ οὐδὲν θαυμαστόν · ἡ γὰρ ἀραιότης τοῦ σώματος ἐπὶ θερμοτέραις ἅμα καὶ ὑγροτέραις γίνεται κράσεσιν, αἵπερ δὴ μάλιστά εἰσι πολυσπερμόταται ἅμα καὶ γονιμώταται. καὶ γὰρ καὶ τὴν ὕλην ἔχουσιν, ἔξ ἧς τὸ σπέρμα γίνεται δαψιλῆ καὶ τὴν δύναμιν ἐξ ἧς πέττεται. ἐξακοντίζεται δὲ τὸ σπέρμα τῇ συντονίᾳ τῶν σπερματικῶν ἀγγείων ἐκθλιβόμενον οὐχ ὑπὸ πνεύματος ὠθούμενον. ἀναμέμικται μὲν γὰρ οὐσία πνευματικὴ τῇ τοῦ σπέρματος ὑγρότητι, δεῖται δὲ καὶ αὕτη τῶν ἐκθλιβόντων αὐτὴν, ὥσπερ καὶ ἡ ὑγρότης τοσοῦτον πλεονεκτοῦσα τῆς ξηρότητος ὅσον καὶ θᾶττον ἐξακοντίζεται καὶ μέχρι πλείονος φέρεται. ταῦτα μὲν οὖν ὁ παραγράψας τὸν ἀφορισμὸν ἀγνοεῖ καὶ πρὸς τούτοις ὅταν φῇ διὰ τὴν πυκνότητα τὸ ὑγρὸν οὐ διαχωρεῖν ἔξω. εἰ μὲν γὰρ ὑγρὸν ἄλλο τι λέγει καὶ μὴ τὸ σπέρμα, ληρώδης ὁ λόγος · εἰ δὲ τὸ σπέρμα φησὶ διὰ τὴν πυκνότητα τοῦ σώματος ὅλου, μὴ διαχωρεῖν ἔξω παντάπασιν ἀγνοεῖ τὴν τῶν σπερματικῶν ὀργάνων κατασκευὴν, ἄμεινον γὰρ ἦν αἰτιᾶσθαι τὴν ἐκείνων στενότητα. καὶ μὲν δὴ καὶ τὸ ἐφεξῆς εἰρημένον, ἄχρι τινὸς, ἀληθῶς ἀδιανόητον ἔχει τὸ ἐπιφερόμενον. τὸ μὲν γὰρ διὰ τὴν ψυχρότητα τῆς κράσεως μὴ ἐκπυριᾶσθαι τὸ σπέρμα καὶ διὰ τοῦτο ἄγονον ὑπάρχειν ἀληθές ἐστι, τὸ δὲ ἀθροίζεσθαι μὴ δύνασθαι πρὸς τὸν τόπον τοῦτον ἐκ περιττοῦ πρός κειται. μετὰ δὲ τοῦ μὴ προσειρῆσθαι τὸν τόπον ὑπ’αὐτοῦ, καταλελεῖφθαι δ’ὑφ’ἡμῶν νοηθῆναι. καίτοι γ’ἡ τούτων φωνὴ τὴν ἀναφορὰν ἔχει ὡς ἐπὶ τὸ προειρημένον. ἀλλὰ ταῦτα μὲν σμικρὰ, τὸ δ’ἐπὶ τῇ τελευτῇ μέγα σφάλμα, λέγοντος αὐτοῦ διὰ τὴν θερμασίαν. τὸ αὐτὸ τοῦτο γίνεσθαι · φανερῶς γὰρ ἐπὶ τὸ προειρημένον ὁ λόγος οὗτος ἀναφέρεται. προείρηται δὲ διὰ τὴν ψυχρότητα, οὐκ ἐκπυριᾶται, ὡς ἀθροίζεσθαι πρὸς τὸν τόπον τοῦτον, ὥστε καὶ διὰ τὴν θερμασίαν χρὴ νοεῖν οὐκ ἐκπυριώμενον οὐ δὲ ἀθροιζόμενον ἐν τοῖς σπερματικοῖς ὀργάνοις τὸ σπέρμα. προφανῶς δέ ἐστιν ἄτοπον τοῦτο · φρύγεσθαι μὲν γὰρ ἢ ὀπτᾶσθαι ἤ τι τοιοῦτον λέγειν, πάσχειν τὸ σπέρμα διὰ τὴν θερμότητα λόγον ἔχει · τὸ δὲ μὴ ἐκπυριᾶσθαι παντάπασιν ἄτοπον.
“γάλα διδόναι κεφαλαλγέουσι καὶ πυρεταίνουσι κακὸν καὶ οἶσιν ὑποχόνδρια μετέωρα διαβορβορύζοντα καὶ τοῖσι διψώδεσι. κακὸν δὲ καὶ οἶσι χολώδεες αἱ ὑποχωρήσιες καὶ ἐν τοῖσι ὀξέσι πυρετοῖσιν ἐοῦσι καὶ οἶσιν ἂν αἵματος πολλοῦ διαχώρησις γέγονεν. ἁρμόζει δὲ τοῖσι φθινώδεσι μὴ λίην πολλῷ πυρέσσουσι διδόναι γάλα καὶ ἐν πυρετοῖσι μακροῖσι καὶ βληχροῖσι, μηδενὸς τῶν προειρημένων σημείων παρεόντος, παρὰ λόγον δὲ ἐκτετηκόσι”. ὅτι τὸ γάλα ταχέως ἀλλοιοῦται διττὴν ἔχει τὴν ἀλλοίωσιν, ὅταν μὲν ὁμιλῇ πλείονι θερμασίᾳ, κνισούμενον εὐθέως, ὅταν δ’ὀλίγῃ, ταχέως ὀξυνόμενον, ἔνεστι μέν σοι κατανοῆσαι τοῦτο ἐπὶ πυρὸς ἕψοντι παραχρῆμα μετὰ τὸ τῶν τιτθῶν ἐκπεσεῖν αὐτὸ, τοῦτο δὲ ἐν τῷ κεῖσθαι καθ’ἑαυτό. τῷ μὲν γὰρ ἑψομένῳ ἡ πρὸς τὸ κνισῶδες ἀποτυχία, τῷ δ’ἀποκειμένῳ ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον. οὕτω δὲ κα- κἀπὶ τῶν ὑγιαινόντων, εἰ μὴ πεφθείη καλῶς, τοῖς μὲν ὀξύνεται, τοῖς δὲ κνισοῦται. κατὰ μὲν γὰρ τὴν ψυχροτέραν κοιλίην ὀξύνεται πάντως ἤτοι θᾶττον ἢ βραδύτερον, κατὰ δὲ τὴν θερμοτέραν κνισοῦται. τὸ μέντοι καλῶς πεφθὲν γάλα τρόφιμόντ’ἐστὶ καὶ εὔχυμον. ἐν αὐτῷ δὲ τῷ πέττεσθαι καὶ τούτοις ἐξαίρειτε τὰ ὑποχόνδρια καὶ κεφαλῆς ἅπτεται. ταῦτα μὲν οὖν αὐτοῦ τὰ ἔργα καὶ τὰ πάθη κα- κἀπὶ τῶν ὑγιαινόντων θεάσῃ · τὰ δ’ἐπὶ τῶν νο σούντων ὁ Ἱπποκράτης διεξέρχεται, φαινόμενα μὲν ἑκάστοτε καὶ διὰ τῆς αὐτῶν ἐκείνων πείρας καὶ τὰ πρὸ τῆς ἐμπειρίας γιγνώσκεσθαι δυνάμενα. ὅπου γὰρ ἐπὶ τῶν ἀμέμπτως ὑγιαινόντων ἴσμεν αὐτὸ κεφαλαλγέςτε ἅμα καὶ φυσῶδες ὑποχονδρίων ὑπάρχον, οὐδὲν δὴ θαυμαστὸν ἐπινοεῖν ὡς τοῖς ἤδη κεφαλαλγοῦσιν ἢ μετέωρα τὰ ὑποχόνδρια ἔχουσιν ἐναντιώτατόν ἐστι. καλῶς δὲ εἶπεν ὑποχόνδρια μετέωρα, καίτοι δυνάμενος εἰπεῖν ἐμπεφυσημένα καὶ φυσώδη. οὐ γὰρ ταῦτα μόνον τὸ γάλα βλάπτειν πέφυκεν, ἀλλὰ καὶ τα- τἄλλα πάντα τὰ ὁπωσοῦν ἄλλως μετέωρα κατά τι φλεγμονῶδες ἢ ἐρυσιπελατῶδες ἢ σκιρρῶδες ἢ οἰδηματῶδες πάθος. ἔτι δὲ δὴ μᾶλλον ἂν ἀπόστημα μηδέπω συνερρηγμένον ᾖ καθ’ὑποχόνδριον, οὐκ ἀγαθὸν οὐ δὲ τούτοις τὸ γάλα. τά μὲν οὖν τοιαῦτα πάντα δι’ἑνὸς ὀνόματος ἐδήλωσεν εἰπὼν ὑποχόνδρια μετέωρα. βλάπτεσθαι δέ φησι καὶ διαβορβορύζοντα πρὸ τοῦ γάλακτος, ἕτερα μὲν ὄντα τῶν ἐμπεφυσημένων καὶ τεταμένων, φυσώδη γε μὴν καὶ ταῦτα καὶ πνευματώδη. μείζων μὲν οὖν ἡ βλάβη τοῖς διατεταμένοις ὑποχονδρίοις, ἐλάττων δὲ τοῖς διαβορβορύζουσιν, ἀλλ’ὅμως οὐ δὲ τούτοις ἐστὶ τὸ γάλα χρήσιμον, ὀξύνεται γὰρ ἐπ’αὐτῶν. ὀρρὸν μέντοι γάλακτος ἡδύνοντες ἁλσὶ καὶ μέλιτι πολλοῖς τῶν τοιούτων ἐδώκαμεν, ὀνίνανται γὰρ ὑπιούσης αὐτοῖς τῆς γαστρός · καὶ τοῖς διψώδεσι κακὸν εἶναί φησι τὸ γάλα, κνισοῦται γὰρ ἐπ’αὐτῶν, ἐάντε φύσει διψῶσιν, ἐάντε καὶ κατὰ τὸν καιρόν τινα γεννηθῶσι. καὶ μὲν δὴ ὅσαι διαχωροῦσι χολώδη καὶ τούτοις ἐγὼ φαίην ἂν τὸ γάλα κνισῶδες, οὐχ ἧττον δὲ καὶ τοῖς ἐμοῦσι τοιαῦτα. καθόλου γὰρ ἐμάθομεν ὡς ἀλλοιοῦται τάχιστα πρὸς ἁπάντων τῶν θερμῶν αἰτίων ἐπὶ τὸ κνισῶδες. εἰκότως οὖν βλαβερὸν καὶ τοῖς ὀξέως πυρέττουσι. καί μοι δοκεῖ βέλτιον ἂν ἡ λέξις οὕτως ἔχειν, κακὸν δὲ καὶ οἶσι χολώδεις ὑποχωρήσιες καὶ τοῖς ὀξέσι πυρετοῖσιν ἐοῦσιν. οὐ γὰρ ἐπὶ τούτων ἀμφοτέρων μόνον βλαβερόν ἐστιν, ἀλλὰ καὶ καθ’ἑκάτερον ἰδίᾳ. ταῦτα μὲν οὖν τὰ πάθη βλάπτει τὸ γάλα μεγάλως, τὰ δ’ἐφεξῆς ὠφελεῖ, περὶ ὧν ὁ Ἱπποκράτης οὕτως ἔγραψεν, ἁρμόζει δὲ φθινώδεσι μὴ λίην πολλῷ πυρέττουσι διδόναι, περὶ τῶν φθινωδῶν γὰρ ποιεῖται τὸν λόγον πρῶτον. ἀκουστέον δ’οὕτως ὀνομάζειν αὐτὸν ἐκείνους ὅσοι νοσοῦσι φθόην, τοὺς δ’ἄλλους ἐκτετηκότας ἐφεξῆς ἐρεῖ κατὰ τὴν λέξιν, ἧς ἡ ἀρχὴ, καὶ ἐν πυρετοῖσι βληχροῖσι καὶ μακροῖσι · κοινὸν δ’ἐπὶ πάντων ὅσοι γάλακτος χρῄζουσι τὸ δεῖσθαι τροφῆς εὐχύμουτε ἅμα καὶ ταχέως ἀναδιδομένης. καὶ οὐ δεῖ ταράττεσθαι εἰ τὸ γάλα φαμὲν εὔχυμον, φυσῶδές τι ἔχον. καθόλου γὰρ εὔχυμα λέγομεν εἶναι ὅσα μετὰ τὴν πέψιν εἰς χρηστὸν χυμὸν μεταβάλλει, ἤτοι εἰς αἱματικὸν, οὗτος γὰρ φίλιος ἡμῶν χυμός. διὰ τί δὲ εἰπὼν, ἁρμόζει δὲ φθινώδεσι, προσέθηκε, μὴ λίην πολλῷ πυρέσσουσιν, ἄξιον εἶναί μοι δοκεῖ σκέψεως οὐ μικρᾶς. ἤρκει γὰρ καὶ χωρὶς τοῦ λίην. ἆρ’οὖν καὶ τοῖς πολλῷ πυρέττουσι μόνοις μὴ διδόναι τὸ γάλα; ἢ τοῖς μὲν λίην πολλῷ πυρέττουσι μόνοις δίδωσιν ἢ παρεγγέγραπται πρός τινος τὸ λίην, ὥσπερ καὶ ἄλλα πολλά; ταυτὶ μὲν οὖν ἐπὶ σχολῆς τις ζητείτω. τὸ δὲ τοῖς πολλῷ πυρέττουσι μὴ διδόναι τὸ γάλα παρ’ἡμῶν ἤδη μαθὼν ἴστω. θαυμάζω δὲ πῶς ἐφ’ὧν κελεύει διδόναι τὸ γάλα προσέγραψε, μη δ’ἑνὸς ὧν προείρηται παρόντος, οὐ κατὰ βραχυλογίαν τοῦτο ὂν τῆς ἀφοριστικῆς διδασκαλίας. ἐγινώσκετο γὰρ ἐξ ὧν προειρήκει καὶ μὴ ῥηθὲν ὅτι δοτέον φθινώδεσι καὶ παράλογον ἐκτετηκόσιν, ἄνευ τοῦ κεφαλαλγεῖν ἢ ὀγκοῦσθαι τὸ ὑποχόνδριον ἢ χολώδεις γίνεσθαι διαχωρήσεις ἢ τῶν ἄλλων τι τῶν τοιούτων ὑπάρχειν αὐτοῖς ἢ οὐχ ἁπλῶς, οὐ δὲ ἀεὶ βραχυλογίαν ἀσκεῖν ἔοικεν ὁ Ἱπποκράτης, ἀλλ’ἐν οἶς μέγα τι τὸ κινδυνευόμενον τῷ ἀμελῶς ἀκουσθέντι διδάσκει, λέγειν ἐπὶ τούτων οὐκ ὀκνεῖ ταῦτα ἐνίοτε δὶς ἢ καὶ τρίς.
“ὁκόσοισιν οἰδήματα ἐφ’ἕλκεσι φαίνεται, οὐ μάλα σπῶνται, οὐ δὲ μαίνονται τουτέων δ’ἀφανισθέντων ἐξαίφνης, τοῖσι μὲν ὄπισθεν σπασμοὶ, τέτανοι · τοῖσι δὲ ἔμπροσθεν μανίαι, ὀδύναι πλευροῦ ὀξεῖαι ἢ ἐμπύησις ἢ δυσεντερίη, ἢν ἐρυθρὰ ᾖ τὰ οἰδήματα”. τοὺς παρὰ φύσιν ὄγκους ἅπαντας ὁ Ἱπποκράτης οἰδήματα προσαγορεύει, περιεχομένων ἐν αὐτοῖς δηλονότι καὶ τῶν φλεγμονῶν καὶ μέντοι καὶ αὐτὸ τοῦτο το- τοὔνομα τὸ τῆς φλεγμονῆς ἐπὶ τῆς φλογώσεως μᾶλλον οἱ παλαιοὶ πάντες ἔλεγον, εἰ καὶ χωρὶς ὄγκου συσταίη. ἔστι μὲν οὖν τὸ νῦν λεγόμενον τοιοῦτον, οἶς ὄγκοι τοῖς ἕλκεσιν ἐπιγίνονται, οὐ πάνυ τι σπῶνται οὐ δὲ μαίνονται. τοῦτο δὲ ἔνδειξιν ἔχει τοῦ καὶ σπᾶσθαι μέν τινας ἐπ’αὐτοῖς καὶ μαίνεσθαι, ἀλλὰ σπανίως τοῦτο πάσχειν, ὅταν δηλονότι μέγεθος ἀξιόλογον ἢ κακοήθειάν τινα προσλάβωσιν, ἂν μέντοι τύχωσιν ἀφανισθέντες ἐξαίφνης οἱ ὄγκοι, σπασμούςτε καὶ τετάνους ὅταν ἐν τοῖς ὀπίσω μέρεσιν ᾖ τὰ ἕλκη, τουτέστι κατὰ τὸν νῶτον. τὰ δ’ἄλλα τὰ ἐφεξῆς εἰρημένα τοῖς ἐν τοῖς πρόσω μέρεσι γεγενημένοις ἕπεσθαί φησι. νευρώδη μὲν γὰρ τὰ ὄπισθεν, ἀρτηριώδη δὲ καὶ φλεβώδη τὰ ἔμπροσθέν ἐστιν. ὅταν οὖν ἀπὸ τῶν ἡλκωμένων μερῶν ὁ χυμὸς ὁ ποιήσας τὸ οἴδημα ἐπαναβῇ πρός τι τῶν κυρίων μορίων, ἐν μὲν τοῖς νευρώδεσι μέρεσι τοῖς ὀπίσω σπασμοὶ καὶ τέτανοι γενήσονται, νεύρων δὲ ταῦτα πάθη, ἐν δὲ τοῖς πρόσω μανία μὲν, ἐὰν ἐπὶ τὴν κεφαλὴν ἀνενεχθῇ, πλευροῦ δ’ἄλγημα τραπέντος ἐπὶ θώρακα τοῦ χυμοῦ. πολλάκις δ’οὗτοι καὶ ἔμπυοι γίνονται, μὴ διαφορηθέντος αὐτοῦ δυσεντερίαν δ’ἔσεσθαί φησιν, ἐὰν ἐρυθρῶν ὄντων τῶν οἰδημάτων ἐξαίφνης γένηται μετάστασις. ἐκείνην μέντοι τὴν δυσεντερίαν ὀνομάζομεν αἱματηρὰν, ἥτις ἐστὶν αἵματος κένωσις δι’ἐντέρων χωρὶς ἑλκώσεως. ὅτι μὲν οὖν ἂν κατὰ νῶτον ἢ τὰ πρόσω μόρια τὰ τούτοις ἀνακείμενά ποτε συμβῇ ἀφανισθῆναι τὰ οἰδήματα, τοῖς εἰρημένοις πάθεσι περιπίπτουσιν οἱ κάμνοντες ἑωράκαμεν. οὐ μὴν ὁ Ἱπποκράτης αὐτὸς ἐδήλωσεν εἴτε περὶ τούτων λέγει μόνων τῶν μορίων εἴτε περὶ πάντων ἁπλῶς ὥστε καὶ τὰ κῶλα περιλαμβάνεσθαι κατὰ τὸν λόγον. ἐπὶ μὲν οὖν κνημῶν οὐκ εἰσὶν ἐν τοῖς πρόσω μέρεσι μύες εἰς τένοντας εὐρώστους τελευτῶντες, ἐπὶ δὲ τοῦ μηροῦ τὸν ἐν τοῖς πρόσω μέρεσι τοῦ γόνατος τένοντα μέγιστον ὁρῶμεν, ἐφ’ᾧ κατὰ συμπάθειαν εὔλογόν ἐστιν ἀκολουθῆσαι σπασμὸν μᾶλλον ἤ τινι τῶν ὀπίσω τοῦ μηροῦ κειμένων μυῶν, σαρκώδεις γάρ εἰσιν ἅπαντες. ὥστ’οὐκ ἀληθὲς εἶναι δόξει τὸ καθόλου λεγόμενον, ὡς τοῖς ὀπίσω μέρεσι μόνοις ἕπονται σπασμοί. φαίνεταί γε μὴν ὡς τὸ πολὺ τοῦτο γινόμενον, οὐκ ἐπί σκελῶν μόνων, ἀλλὰ καὶ χειρῶν, ἴσως διὰ τὸ κατ’εὐθυωρίαν εἶναι ταῦτα πάντα τὰ μέρη τῷ νωτιαίῳ, πεφυκέναι δὲ ἀπὸ τούτου τάτε τῶν κώλων νεῦρα καὶ τὰ τῶν ῥαχιτῶν μυῶν.
“ἢν τραυμάτων ἰσχυρῶν καὶ πονηρῶν ἐόντων οἴδημα μὴ φαίνηται, μέγα κακόν”. δύναται μὲν καὶ τῷ κατὰ τὴν τελευτὴν εἰρημένῳ τὸ κακὸν συναφθῆναι τὸ μέγα, δύναται καὶ τῷ προτέρῳ τοῦ ἀφορισμοῦ μέρει. γενήσεται γὰρ ὁ λόγος τοιοῦτος · τραυμάτων πονηρῶν ἐόντων οἴδημα μὴ φαίνεσθαι κακόν ἐστι μέγα, εἴτε οὕτως τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνεσθαι κακόν. ἐγχωρεῖ δὲ καὶ κοινὸν ἀμφοῖν εἰρῆσθαι τὸ μέγα, ὡς καὶ οὕτως εἶπεν · ἢν τραυμάτων πονηρῶν ἐόντων οἴδημα μέγα μὴ φαίνηται, κακόν ἐστι μέγα. βελτίων δὲ τῶν τριῶν λόγων ἐστὶ κατά γε τὴν ἐμὴν κρίσιν ὁ τοιοῦτος. ἢν τραυμάτων πονηρῶν ἐόντων μὴ φαίνηται οἴδημα, κακόν ἐστι. προείρηται δέ μοι κατὰ τῶν παρὰ φύσιν ὄγκων ἁπάντων ὑπ’αὐτοῦ λέγεσθαι τὸ οἴδημα. πονηρὰ δ’ἡγητέον εἰρῆσθαι τραύματα τὰ κατὰ τὰς κεφαλὰς ἢ τελευτὰς τῶν μυῶν καὶ μάλιστα τῶν νευρωδῶν. κατὰ μὲν τὰς κεφαλὰς τῶν μυῶν ἐμφύεται τοῖς μυσὶ τὰ νεῦρα, κατὰ δὲ τὰς τελευτὰς οἱ τένοντες ἐμφύονται. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ἐμέμψατο τὰ ἐξαίφνης ἐφανιζόμενα τῶν οἰδημάτων, οὕτω νῦν τὰ μη δ’ὅλως ἐπιγινόμενα τοῖς πονηροῖς τραύμασιν. ὑποψία γάρ τίς ἐστιν ἐπὶ τούτων ἐπὶ τὰ κυριώτερα μεθίστασθαι τοὺς ἐπιρρέοντας τοῖς τραύμασι χυμοὺς καὶ μάλιστα τοῦτ’ἔοικε γίνεσθαι κατ’ἐκεῖνα τῶν τραυμάτων, ἐν οἷς ὀδύνη μέν ἐστι καὶ δι’αὐτὴν ἐπιρρεῖ τι πάντως. ἀναστέλλεται δὲ ὑπὸ τῶν ἰατρῶν τοῖς ἰσχυρῶς ψύχουσιν ἢ στύφουσι φαρμάκοις, ὡς τά γε χωρὶς ὀδύνης οὐ δὲ ῥεῦμα κινεῖ. μάλιστα δ’ὀδυνᾶται τὰ νευρώδη μόρια, δεόμενα διὰ τῶν θερμαινόντων καὶ ξηραινόντων θεραπεύεσθαι φαρμάκων.
“τὰ χαῦνα χρηστὰ, τὰ ἔνωμα κακά”. οὗτος ὁ λόγος μόριόν ἐστι τοῦ προγεγραμμένου, διδάσκοντος τοῦ Ἱπποκράτους ὅσα μὲν οἰδήματα χαῦνα χρηστὰ πάντ’εἷναι, τὰ δ’ἐναντία μοχθηρά. κυρίως μὲν οὖν ἀντίκειται τῷ χαύνῳ τὸ σκληρὸν καὶ ἀντίτυπον. ὁ δ’Ἱπποκράτης ἔνωμον αὐτὸ προσηγόρευσεν. οὐ δὲ γὰρ οἷόντε γενέσθαι ποτὲ ἀντίτυπον οἴδημα πεπτούσης καλῶς τῆς ἐν τῷ μορίῳ φύσεως τοὺς ἐπιρρέοντας χυμούς.
“τῷ ὄπιθεν κεφαλῆς ὀδυνωμένῳ ἡ ἐν μετώπῳ ὀρθίη φλὲψ τμηθεῖσα ὠφελέει”. οὐ μόνον ἐπιτηδεύει κενοῦν ὁ Ἱπποκράτης ἔνθα χρεία κενοῦν, ἀλλὰ καὶ μετὰ ἀντισπάσεως. ἡ δὲ ἀντίσπασις ἐπὶ τα- τἀναντία γίνεται, κατὰ μῆκος μὲν ἄνω καὶ κάτω, κατὰ πλάτος δὲ ἔνθα καὶ ἔνθα. τοῦτ’ἐστὶν ἐπ’ἀριστεράτε καὶ δεξιὰ, κατὰ βάθος δὲ ὀπίσωτε καὶ πρό σω. νῦν οὖν ἐν τοῖς ὄπισθεν τῆς κεφαλῆς ἀλγήμασι μετὰ ἀντισπάσεως κένωσις ἐκ μετώπου γενήσεται, ὥσπερ καὶ ἐν τοῖς ἔμπροσθεν ἡ κατ’ἰνίου. οὕτω γοῦν ὀφθαλμῶν χρόνια ῥεύματα πολλάκις ἐθεραπεύθη διὰ τῶν κατ’ἰνίον μερῶν, αἵματος ἀφαιρεθέντος ἅμα χρήσει σικύας.
“ῥίγεα ἄρχεται γυναιξὶ μὲν ἐξ ὀσφύος μᾶλλον καὶ διὰ νότου εἰς κεφαλὴν, ἀτὰρ καὶ ἀνδράσιν ὄπισθεν τοῦ σώματος μᾶλλον ἢ ἔμπροσθεν, οἷον ἀπότε πήχεων, μηρῶν, ἀτὰρ καὶ τὸ δέρμα ἀραιὸν ἔχουσι, καὶ δηλοῖ δὲ τοῦτο ἡ θρίξ”. ῥίγος πᾶν ἄρχεται μὲν μετά τινος αἰσθητῆς ψύξεως. ἑτοιμότερα δ’οὐ ψυγῆναι μόνον, ἀλλὰ καὶ τῆς ψύξεως αἰσθάνεσθαι τὰ κατὰ νῶτον, ὥστ’εἰκότως ἐντεῦθεν ἄρχεται τὰ ῥίγη καὶ θᾶττόν γε ταῖς γυναιξὶ γίνεται ταυτὶ, διότι καὶ ψυχρότερόν ἐστι τὸ θῆλυ φύσει καὶ ἀσθενέστερον. ἀναθεῖ δ’ἐντεῦθεν ἀρξάμενον τὸ ῥῖγος ἐπὶ τὴν ἀρχὴν τῶν νεύρων, τὴν κεφαλὴν, τάχιστα γιγνομένης διὰ τοῦ νωτιαίου τῆς συμπαθείας. ἐπειδὴ καὶ οὗτος ὁμοίως ἐγκεφάλου ψυχρός ἐστι φύσει καὶ διὰ τὴν μαλακότητα τῆς οὐσίας ὁμοίως εὐάλωτος. ἐκ δὲ τῶν πρόσω μερῶν οὐκ ἄρχεται τὰ ῥίγη, διότι θερμότερα τῶν ὀπίσω τὴν κρᾶσιν ἐστὶ καὶ τούτων γνώρισμα τίθεται τὴν ἀραιότητα τοῦ δέρματος, αὐτῆς δὲ πάλιν ταύτης τὸ πλῆθος τῶν τριχῶν. εἴρηται δέ μοι περὶ τριχῶν γενέσεως αὐτάρκως ἐν τοῖς περὶ κράσεων ὑπομνήμασιν.
“οἱ ὑπὸ τεταρταίων ἁλισκόμενοι οὐ πάνυ τοι ὑπὸ σπασμῶν ἁλίσκονται. ἢν δὲ ἁλίσκωνται πρότερον, εἶτα καὶ ἐπιγένηται τεταρταῖος, παύονται”. ὁ μὲν ἐπὶ κενώσει γενόμενος σπασμὸς ὀξύτατός ἐστι καὶ ὀλεθριώτατος. ὁ δ’ἐπὶ πληρώσει τῶν νευρωδῶν μορίων οἶος καὶ ἐπιληπτικὸς οὔτ’ὀξύτατος οὔθ’ὁμοίως ἐκείνων κινδυνώδης. μέμνηται δὲ νῦν ὁ Ἱπποκράτης τοιούτου σπασμοῦ. τὸ γὰρ ἁλισκόμενοι ἁλίσκονται παράτασιν δηλοῖ τοῦ χρόνου. τοῦτον οὖν τὸν σπασμὸν ὁ τεταρταῖος οὐκ ἐᾷ γενέσθαι, ἀλλὰ καὶ εἰ φθάσειε προσγενέσθαι, λύει. γίνεται δ’ὑπὸ γλίσχρων χυμῶντε καὶ φλεγματικῶν ἐμπλαττομένων γε τοῖς νευρώδεσι μορίοις. οὔσης δὲ τοῖς τοιούτοις χυμοῖς διττῆς τῆς ἰάσεως, ἐκκρίσεώςτε καὶ πέψεως, ἀμφοτέρας ὁ τεταρταῖος ἔχει, τὴν μὲν ἔκκρισιν τῷ ῥίγει · μόνος γὰρ ὁ τοιοῦτος σπασμὸς ἱκανῶς ἐκκρῖναι παχὺν χυμόν · τὴν δὲ πέψιν τῷ λόγῳ τῆς ἐπιγενομένης τῷ ῥίγει θερμασίας.
“ὁκόσοισι δέρματα περιτείνεται καρφαλέα καὶ σκληρὰ, ἄνευ ἱδρώτων τελευτῶσιν, ὁκόσοισι δὲ χαλαρὰ καὶ ἀραιὰ, σὺν ἱδρῶτι τελευτῶσιν”. τῶν μελλόντων ἀποθνήσκειν οἷς μὲν αὐχμώδη καὶ σκληρὰ καὶ ξηρὰ καὶ τεταμένα τὰ δέρματα, χωρὶς ἱδρῶτος ἀποθνήσκουσιν, οἶς δὲ τα- τἀναντία ἀραιὰ καὶ μαλακὰ καὶ χαλαρὰ, σὺν ἱδρῶτι τελευτῶσι. τοῖς μὲν γὰρ προτέροις ἢ οὐχ ὅλως ἐστὶν ὑγρότης ἢ οὐκ ἐν τῷ δέρματι, τοῖς δ’ἄλλοις καὶ κατὰ τὸ δέρμα ἐστίν.
“οἱ ἰκτεριώδεες οὐ πάνυ τι πνευματώδεες εἰσίν”. πνευματώδεις νῦν εἰρῆσθαι νομιστέον ἐκείνους ὅσοι κατὰ γαστέρα πλῆθος ἀθροίζουσι φυσώδους πνεύμα τος, ἤτοι δι’ἐρυγῶν κενούμενον ἢ διὰ φυσῶν ἢ παραμένοντε καὶ διατεῖνον τὰ τῇδε. γίνεται δὲ τοῦτο ποτὲ μὲν δι’ἀτονίαντέ τινα καὶ ἀσθένειαν αὐτῶν τῶν κατὰ γαστέρα μορίων, ἐνίοτε δ’ἐπὶ φλεγματώδει χυμῷ καὶ ψυχρῷ. οὗτοι μὲν οὖν οἱ διὰ φλεγματικὸν χυμὸν πνευματώδεις ἐναντίοι τοῖς ἰκτεριώδεσίν εἰσι χολώδεσιν οὖσιν, ὥστε οὐκ ἄν ποτε κατὰ τὴν τοῦ πλεονάζοντος χυμοῦ φύσιν οἱ ἰκτεριώδεις γίγνονται πνευματώδεις. ἐγχωρεῖ δ’αὐτοὺς ἐπ’ἀρρωστίᾳ τῶν μερῶν φυσώδεις γίνεσθαι. διὰ τοῦτ’οὖν προσέθηκε τῷ λόγῳ τὸ οὐ πάνυ τι, τὸ μὲν διηνεκὲς τῆς ἀποφάσεως κωλύων, ἐνδεικνύμενος δὲ ὡς τὸ πολὺ γίνεσθαι τὸ προειρημένον. οὐ πάνυ γάρ τοι τοῖς κατὰ γαστέρα μορίοις ἅπαντα ἄτονα ἔστιν εὑρεῖν τοὺς ἰκτεριώδεις.