Galen

On the Composition of Drugs According to Kind, 7

7.1

μαλάγματα καλοῦσιν οἱ ἰατροὶ τὰ τῶν ἐσκληρυσμένων σωμάτων παρὰ φύσιν μαλακτικὰ, θερμῆς μὲν ἅπαντα κράσεως ὄντα μετρίας, οὐ μὴν ξηραίνοντά γε, καθάπερ οὐ δὲ ὑγραίνοντα σαφῶς. μέσα γάρ πως ὄντα τά γε ἀκριβῶς μαλακτικὰ τῶν ὑγραινόντωντε καὶ ξηραινόντων, οἷον χύσιν τινὰ τῆς οὐσίας τῶν σκληρυνομένων ἐργάζεται. καλεῖται δὲ μαλακτικὰ, κᾂν ἐφ’ἑτέρων βραχὺ παραλλάττῃ πρόςτε τὸ ξηραίνειν καὶ ὑγραίνειν, ἐὰν μόνον αὐτοῖς ὑπάρχῃ τὸ χεῖν τὴν ὑποκειμένην οὐσίαν, ὧν ψαύει μορίων, γίνεται δηλονότι διὰ τὸ μετρίαν αὐτοῖς εἶναι θερμότητα, καὶ ὅτι γε μετὰ τὸ χυθῆναι τὴν σκληρότητα τῶν διαφορητικῶν ἐστι χρεία φαρμάκων εἴρηται κατάτε τὸ εʹ. τῆς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως καὶ τὸ ιδʹ. τῆς θεραπευτικῆς μεθόδου. μὲν οὖν ἀρίστη θεραπεία τῶν σκληρυνομένων, δὴ καὶ σκιρροῦται μὴ θεραπευθέντα διὰ τῆς κατὰ μέθοδον ἰατρικῆς, γίνεται τοῦ θεραπεύοντος θεωροῦντος ἐπὶ πόσον τοῦ θεραπευομένου σώματος οὐσία προήκει φύσεως παρὰ τὴν σύμμετρον ὑγρότητα καὶ ξηρότητα, καθάπερ γε καὶ τὴν τοῦ πάθους αὐτοῦ σύστασιν, εἰς ὅσον ηὔξηται, καὶ πρὸς τούτοις ἐν αὐτοῖς τοῖς μαλάττουσι φαρμάκοις τὸ μᾶλλόντε καὶ ἧττον, εἰς ταῦτα γὰρ ἀποβλέποντί σοι στοχαστικὴ μὲν, ἀλλὰ μετὰ τέχνης πρώτη χρῆσις τοῦ μαλακτικοῦ ἔσται φαρμάκου. μετὰ δὲ μίαν βʹ. ἡμέρας εἴτ’ἐπιτεῖναι προσῆκεν εἴτ’ἐκλῦσαι τὴν δύναμιν τοῦ φαρμάκου νοήσεις, ὡς ἐπίτε τῶν ἔμπροσθεν εἴρηται καὶ κατὰ τὴν θεραπευτικὴν μέθοδον. οἱ μὲν οὖν ἰατροὶ συνέθεσαν φάρμακα μαλακτικὰ καὶ διαφορητικὰ ὡς πρὸς ἀμφοτέρους ἀποβλεπόντει τοὺς σκοποὺς, τόντε τῆς χύσεως τοῦ ἐσκληρυσμένου καὶ σκιρρουμένου μορίου, τόντε τῆς διαφορήσεως, οὐκ ἐναλλὰξ ἑκατέρῳ χρώμενοι, καθάπερ ἐμὲ πράττοντα βλέπετε πολλάκις, ἀλλ’ἀεὶ τὰ δύο διὰ τοῦ συνθέτου φαρμάκου ποιοῦντα. εὔδηλον δ’ὅτι κατὰ τὴν μίξιν ἤτοι τὰ μαλάττοντα πλέονά ἐστιν τὰ διαφοροῦντα, καὶ τό γε μᾶλλόντε καὶ ἧττον ἐν αὐτοῖς οὐκ ὀλίγον. εὔδηλον δὲ ὅτι πολλάκις ἴσα ταῖς δυνάμεσι μίγνυνται, καὶ χρὴ καθάπερ ἐπὶ τῶν ἄλλων φαρμάκων, οὕτως κᾀπὶ τούτων παρασκευάσασθαι τῷ βουλομένῳ καλῶς ἰατρεύειν πλείω φάρμακα τῶν ὁμογενῶν, πάντως γε δύο μίγνυσθαι, τότε ἰσχυρότατον ἐν τῷ γένει καὶ τὸ μετριώτατον, ἵνα ἐκ τῆς διαφόρου μίξεως αὐτῶν ἐπικαίρου γενομένης ἐργάζηται τὰ μεταξὺ τῶν ἄκρων πάμπολλα φάρμακα. οὐ γὰρ τὴν αὐτὴν ἔχει δύναμιν τὸ στέαρ βδελλίῳτε καὶ στύρακι καὶ ἀμμωνιακῷ θυμιάματι, καθάπερ οὐ δὲ αὐτῶν τῶν στεάτων τὸ χήνειόντε καὶ ὀρνίθειον παρδάλειον λεόντειον ὑαίνης τινος ἄλλου ζώου. κατὰ γὰρ τὴν κρᾶσιν τοῦ ζώου καὶ τὸ στέαρ ἐστι, τῶν μὲν θερμοτέρων θερμαντικώτερον, τῶν δὲ ξηροτέρων ξηραντικώτερον, καὶ γινώσκουσί γε οἱ πολλοὶ τῶν ἰατρῶν ἰσχυρότατον μὲν εἶναι κατ’ἄμφω, λέγω δὴ τὸ θερμαίνειντε καὶ διαφορεῖν, τὸ τοῦ λέοντος στέαρ. ἐγγὺς δὲ αὐτῷ τὸ τῶν παρδάλεων, ὡς ὀλίγον ἔχειν τὸ μαλακτικόν. ἥττονα δὲ ἐν τῷ θερμαίνειντε καὶ διαφορεῖν ἔχει τὸ χήνειον τὴν δύναμιν, ἔχει δέ τι πλέον ἐν τῷ μαλάττειν. ἀνάλογον δὲ ἀφέστηκε τοῦδε καὶ τὸ τῶν ἀλεκτορίδων. τούτοις μὲν οὖν ἅπασι καὶ τὸ λεπτομέρεστερον εἶναι τῶν ἐν τοῖς τετράποσι ζώοις ὑπάρχει. διαφορὰ δὲ πάλιν ἐν ἐκείνοις ἐστὶ παμπόλλη, τοῦ μὲν ὑείου μαλακωτάτουτε καὶ ὑγροτάτου καὶ διὰ τοῦτο ἀσθενεστάτου τῶν ἄλλων ὄντος, ὡς ἁρμόττειν ἐπὶ σωμάτων μὲν ἁπαλῶν, οἷα τὰ τῶν γυναικῶν ἐστι καὶ παίδων καὶ εὐνούχων καὶ τῶν ἁβροδιαίτων ἀνδρῶν ἐν σκιατροφίᾳ καὶ ἀγυμνασίᾳ καὶ λουτροῖς πλείοσι ποτίμων ὑδάτων ἐκτεθηλυσμένα. τὸ δὲ τῶν αἰγῶντε καὶ βοῶν, εἰς ὅσον ἰσχυρότερον τοῦ τῶν ὑῶν ἐστιν, εἰς τοσοῦτον σώμασίτε καὶ φύσει σκληροτέροις καὶ τοῖς σκιρρωδεστέροις τῶν σκληροτέρων ἁρμόττει. τὸ δὲ τῶν ταύρων καὶ τράγων ἐπὶ τῶν ἰσχυροτέρων σωμάτωντε καὶ παθῶν. δὲ αὐτὴ καὶ τοῖς ἄλλοις ὑπάρχει πρὸς ἄλληλα διαφορὰ κατὰ τὸ μᾶλλόντε καὶ ἧττον. ἄρξομαι δὲ ἀπὸ τῶν ἀσθενεστέρων, πρότερον ὑπὲρ τοῦ κατὰ τὴν σκληρότητα καὶ σκίρρωσιν πάθους προειπών. κοινοῦ γὰρ συμβεβηκότος τοῖς φλεγμαίνουσι καὶ τοῖς σκληρυνομένοις τοῦ κατὰ τὴν ἐπέρεισιν τῶν δακτύλων ἀντιβατικοῦ, διορίζεται τὰ πάθη τῷτ’ἐπωδύνῳ καὶ τῷ ἀνωδύνῳ, τοῦτο γὰρ οὐκέτι κοινὸν ἀμφοῖν. ὥσπερ δὲ ἐν τοῖς ἄλλοις ἅπασιν ὅσα μεταπίπτειν εἰς ἄλληλα πέφυκεν, ἔνεστι μεθόριον ἀμφοτέρων ἠρέμα μέτοχον, οὕτως καὶ τῶν φλεγμονωδῶν ὄγκων πρὸς τοὺς ἄνευ φλεγμονῆς σκίρρους, οἷοί περ οἱ τῶν ἐσκληρυσμένων εἰσὶν, ὑπάρχει τις ἐν τῷ μεταξὺ διάθεσις, ἀνώδυνος μὲν, εἰ μὴ τοὺς δακτύλους ἐπερείδοις, ὀδυνωμένη δὲ τοῦτο πραττόντων, ἣν σαφοῦςτε καὶ συντόμου διδασκαλίας ἕνεκα ἤτοι φλεγμονὴν σκιρρώδη λεκτέον σκίρρον φλεγμονώδη, μὴ προσέχοντας ἐνταῦθα τῷ κατὰ τὸν ὄγκον μεγέθει. τῆς γὰρ ἰδέας τῶν παθῶν ἐστιν, οὐ τοῦ καθ’ἕτερον αὐτῶν ποσοῦ φλεγ μονὴ καὶ σκιρρος ὀνόματα, μεγάλης μὲν φλεγμονῆς γενομένης διὰ τὸ τοῦ φλεγμαίνοντος μορίου μέγεθος διὰ τὴν τοῦ παρὰ φύσιν ὄγκου, μικρᾶς δὲ τῆς ἤτοι μικρὸν τόπον κατειληφυίας βραχὺν ὄγκον ἐχούσης. εἰρήσεται δὲ νῦν ἐμοὶ μικρᾶς φλεγμονῆς καὶ μικροῦ σκίρρου θεραπεία, καθάπερ καὶ μεγάληςτε καὶ μεγάλου, κατὰ τὰς τῶν παθῶν ἰδέας. νοηθήσεται γὰρ ἐκ τούτων καὶ τῶν ἑτέρων λεγομένων μεγάλωντε καὶ μικρῶν θεραπεία. φλεγμονῆς μὲν οὖν μεγάλης διὰ καταπλασμάτων ἴασις γίνεται καί τινων ὑγρῶν φαρμάκων. τῆς δὲ μικρᾶς, ὅταν σκιρρώδει σκληρότητι μιχθῇ, καὶ διὰ καταπλασμάτων μὲν ἔστιν ὅτε, καὶ διὰ φαρμάκων δὲ κηρωτοειδῶντε καὶ ὑγρῶν, ἔτιτε τῶν μαλακτικῶν ἐμπλάστρων. διὰ τοιούτων δὲ καὶ τῆς μικρᾶς σκληρότητος ἴασις γίνεται, ἀλλ’ἐπὶ ταύτης μὲν ἁπλοῦς σκοπὸς, ὥσπερ καὶ τῆς φλεγμονῆς συνισταμένης. ἐπὶ δὲ τῆς ἐχούσης φλεγμονώδους τι σκληρότητος σύνθετος καὶ σκοπὸς γίγνεται.

7.2

περὶ τῆς παρύγρου. καὶ διὰ τοῦτο καὶ φάρμακον σύνθετόν πώς ἐστιν, οἷον καὶ τοῦτο τὸ πᾶσι γινωσκόμενον, ἐπῃνημένον δὲ μεγάλως ὑπ’ἄλλωντέ τινων καὶ μάλιστα τοῦ Ἥρα, τὸ καλούμενον πάρυγρον. ἰᾶται γὰρ τοῦτο βραχεῖαν ἔτι φλεγμονὴν ἔχον τὸ μόριον, οὐ μετὰ πολὺν χρόνον τῆς σκευασίας, ἀλλ’εὐθέως ἐπιτιθέμενον. σκληρότητα δὲ ἀνώδυνον ἐπικτωμένου τοῦ πεπονθότος μορίου, κᾂν ἔτι βραχεῖ χρονιώτερον τοῦ προσφάτου, χρήσιμον ὑπάρχει. καθάπερ γε καὶ ἂν ἀπηλλαγμένον παντάπασι τὸ πεπονθὸς μόριον τῆς φλεγμονώδους διαθέσεως, ἄμεινον ἐπ’αὐτῷ τὸ χρονιώτερον φάρμακον. ἀνάλογον δὲ δηλονότι τῇ τῆς σκληρότητος ἐπιτάσει συναύξεσθαι τὸν χρόνον προσήκει τοῦ φαρμάκου, τὸ μέντοι λίαν ἐσκληρυσμένον μόριον οὐ δὲ τὸ χρόνιον μαλάξει φάρμακον. μικτὴν γὰρ ἐπαγγελίαντε καὶ δύναμιν ἔχει τοῦτο δὴ τὸ πάρυγρον ὀνομαζόμενον, ὅτι καὶ τὴν ὕλην μικτήν. εἴ γε τὸ μὲν ὕειον στέαρ καὶ κηρὸς ἀσθενέστατα τῶν μαλακτικῶν ἐστι, λιθάργυρος δὲ καὶ ψιμύθιον οὐδὲν ἔχει μαλακτικὸν, ὡς ἐμάθομεν. δὲ ἐπαινέσας τὸ φάρμακον τοῦτο μάλιστα πάντων Ἥρας ἐκ τῶνδε συντίθησιν αὐτὸ κατὰ τήνδε τὴν λέξιν. Ϛ στέατος προσφάτου ὑείου ἐξινισμένου οὐγγίας μδʹ. κηροῦ οὐγγίας κδʹ. ψιμυθίου οὐγγίας στʹ. λιθαργύρου οὐγγίας στʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, χρόνῳ δὲ συνίσταται. καθάπερ γε καὶ κηρὸν καὶ στέαρ ὕειον ἔφην ἀσθενοῦς εἶναι δυνάμεως μαλακτικῆς, οὕτω κᾂν ἐλαίῳ μίξῃς βραχύ τι κηροῦ, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν κηρέλαιον ποιήσεις. εἶναι δὲ χρὴ δηλονότι τὸ ἔλαιον οὔτε τὸ καλούμενον ὀμφάκινόντε καὶ ὠμοτριβὲς οὔτε τὸ θαλλοὺς ἐλαιῶν ἐν τῇ ἐργασίᾳ προσειληφός.

7.3

αἱ τῶν μαλακτικῶν φαρμάκων κατὰ γένος διαφοραὶ καὶ δυνάμεις. τὰ μὲν οὖν οὕτως ἀσθενῆ μαλακτικὰ καὶ τὰς μικρὰς θεραπεύει φλεγμονάς · τὰ δὲ τούτων ἀτονώτερα, τὰς ἄνευ φλεγμονῆς βραχείας σκληρότητας. τὰ δ’ἔτι τούτων ἰσχυρότερα τὰς μείζους, ὥσπερ καὶ τὰ τῆς ἐγγὺς ἡκούσης σκίρρου σκληρότητος ἰατικὰ, δραστικώτατά ἐστιν, ὁποῖον ὑπάρχει τότε τῶν μυελῶν γένος ἐν τῷ μᾶλλόντε καὶ ἧττον ἀλλήλων διαφερόντων, ὡς ἐφεξῆς διαιρήσω, τότε τῶν βδελλίων ἀμφοῖν, Ἀραβικοῦτε καὶ Σκυθικοῦ, τότε τῶν στυράκων. καὶ γὰρ καὶ τούτων δραστικώτατος κατὰ τὴν χρόαν ὠχρὸς, ὅσπερ καὶ κάλλιστος ἐν Παμφυλίᾳ γεννᾶται. δὲ ἐπὶ τὸ φαιότερον ἀποκεχωρηκὼς τοῦδε πολλαχόθιτε γίνεται καὶ τῇ δυνάμει πολὺ τοῦ κατὰ τὸν ὠχρὸν ἀπολείπεται. ῥέπει δ’οὖν καὶ οὗτος αὐτὸς ἐν τῷ χρονίζειν ἐπὶ τὸ χρυσίζον χρῶμα. τούτῳ μὶν οὖν εἰς τὰς ἀντιδότους χρώμεθα διὰ τὸ σπανίζειν, ὥστε αὐτοκράτορί γε σκευάζων ὁτιοῦν διὰ στύρακος ἀεὶ τούτῳ χρήσῃ. κᾂν τῶν πλησίον τις μεγαλόφρων εἰς δαπάνην φαρμάκων, κᾀκείνῳ συνθήσεις ἐκ τοιούτου στύρακος τὸ φάρμακον. ἐπὶ τῶν ἄλλων δὲ τοῦ φαιοτέρου τὸν ἄριστον ἐκλέξῃ, τῇτε ὀσμῇ κρίνων μάλιστα καὶ τῇ χρόᾳ, φαυλότερος γὰρ μελάντερος. ἔστι δὲ τῶν ἰσχυρῶς μαλαττόντων τὰ σκιρρούμενα, τὸ καλούμενον ἀμμωνιακὸν θυμίαμα καὶ μᾶλλον αὐτοῦ τὸ λιπαρόντε καὶ νέον. τούτων δὲ ἧττον μὲν, ἀλλὰ καὶ αὐτὰ δραστήρια αἴγειόντε καὶ βόειον. ἐν αὐτοῖς δὲ τούτοις τὸ μὲν τῶν τράγων καὶ ταύρων ἰσχυρότερα, τὸ δὲ τῶν βοῶν καὶ τῶν αἰγῶν ἀσθενέστερα μὲν τούτων, οὐκ ἄπρακτα δὲ οὐ δὲ αὐτά. τὸ δὲ τῶν ἐρίφωντε καὶ μόσχων ἔτι καὶ τούτων αὐτῶν ἀσθενέστερα, δραστικώτερα δὲ ὅμως ἐστὶ τοῦ χοιρείου. διαφορητικωτέραν δὲ τούτων δύναμιν, οὐ μαλακτικωτέραν ἔχει τὸ λεόντειον καὶ παρδάλειον, ὑαίνηςτε καὶ χηνὸς, ὅσῳ καὶ λεπτομερεστέραν ἔχει τὴν οὐσίαν αἰγείουτε καὶ βοείου στέατος. τὸ δὲ τῶν ἀλεκτορίδων ἐν τῷ μεταξὺ τοῦτε χηνείου καὶ τοῦ ὑείου τέτακται. καθάπερ γε καὶ τῶν μυελῶν ἄριστος μὲν τῶν μόσχων. καὶ ῥητίναι μὲν ὅσαι μὴ δριμεῖαν ἔχουσι τὴν ὀσμὴν, μιγνύμεναι τῶν εἰρημένων τινὶ τὸ μὲν ἐχέκολλον τοῖς συντιθεμένοις φαρμάκοις παρέχονται, τὸ δὲ μαλακτικὸν αὐτῶν οὐκ ἀναιροῦσιν, ἐπιτηδειοτάτη δὲ τε Χία καλουμένη καὶ λάριξ ἐστί. μετὰ ταύτας δὲ πευκίνη καὶ μετ’ἐκείνην ἐλατίνη. δριμεῖα δὲ στροβιλίνη σφοδρῶς ἐστιν, ἀλιπὴς δὲ καὶ ξηραίνουσα μεγάλως πιτυΐνη, καλοῦσι δ’αὐτὴν ἰδίως φύσημα. ταύτας μὲν οὖν φευκτέον ἐστί. τῇ Χίᾳ δὲ καὶ τῇ ἐλατίνῃ χρηστέον οὐκ αὐταῖς καθ’ἑαυτὰς, ἀλλὰ μετὰ κηροῦ καί τινος τῶν ἄλλων, τι ἂν ἁρμόττειν δοκῇ τῇ διαθέσει. καὶ πίττα δὲ Βρυτία τὴν αὐτὴν ἔχει δύναμιν, ὡς ἂν ἐχέκολλόν τι καὶ λιπαρὸν ἔχουσα. τὴν δὲ ἄλλην πίτταν οὐ μικτέον, ὥσπερ οὐ δὲ τὴν ἄσφαλτον, ἐπὶ πλέον γὰρ ἥκουσι ξηρότητος. ἐμάθομεν δὲ ὅτι καὶ τὰ ξηραίνοντα τοῖς μαλάττουσίν εἰσιν ἐναντία. ἐπεὶ δὲ τὴν πευκίνην καὶ φρυκτὴν ῥητίνην εἰώθασι καὶ Κολοφωνίαν ὀνομάζειν, ἰστέον ὅτι καὶ ἄλλη τίς ἐστι Κολοφωνία παραπλήσιος τῇ χίᾳ μαστίχῃ, μαλακτικὸν ἔχουσά τι, καθάπερ ἐκείνητε καὶ λιβανωτός. ὑπάρχει δέ τι καὶ τῇ Αἰγυπτίᾳ μαστίχῃ μαλακτικὸν, ἀλλὰ τὸ πλέον αὐτῆς τῆς δυνάμεως πεπτικόντε καὶ διαφορητικὸν ὑπάρχει. καὶ τῷ λιβάνῳ τόδε τι μαλακτικὸν ὑπάρχει, ἀλλὰ τοῦτο μὲν ἑψόμενον ἔστι χρήσιμον, ὥσπερ καὶ τὸ τῆς τήλεως σπέρμα, καὶ γὰρ καὶ τοῦτο μαλάττει καλῶς ἑψηθὲν, ἔτι δὲ καὶ μᾶλλον εἰ στέατι μιχθείη. τὰ δὲ χωρὶς ἑψήσεως διὰ τὸ ξηρὸν τῆς συστάσεως ἀνίεσθαι δεόμενα καὶ τήκεσθαι καὶ δύεσθαι καὶ λύεσθαι τῶν ἐλαιωδῶν τινος δεῖται. τοιαῦτα δ’ἐστὶν αὐτὸ τὸ ἔλαιον, ὅταν μηδὲν ἔχῃ στύψεως, τε ἐκ τῶν βαλανείων γλοιὸς, ἔτιτε τὸ καλούμενον σούσινον, καὶ πρὸς αὐτῷ πολλῷ μᾶλλον ἔτι τὸ Κομμαγηνόν. ἔτι δὲ καὶ τὸ βούτυρον ἐξ αὐτῆς τάξεως τότε τῆς ἀλθαίας ἀφέψημα καὶ τὸ τῆς τήλεως. μεταξὺ δὲ τῶν οὕτω μαλακῶν καὶ τῶν ἰσχυροτάτων, ὁποῖα τότε βδέλλιόν ἐστι καὶ στύραξ, τό γε ἀμμωνιακὸν θυμίαμα τὴν αὐτὴν δύναμιν, ἥνπερ καὶ πρόπολις ἔχει. τοῦ γε μὴν βδελλίου καὶ τοῦτο διοριστέον, ὅτι τὸ Σκυθικὸν ἄμεινον εἰς ταῦτα μακρῷ θατέρου τοῦ Ἀραβικοῦ, καὶ μάλιστα ὅταν νέοντε καὶ μαλακὸν, καὶ λιπαρὸν ὀνομάζουσιν. ἔθος γὰρ καὶ τοῦτό ἐστιν ἐν τοῖς νεωτέροις ἰατροῖς ἐπὶ τῶν τοιούτων φαρμάκων τὸ μαλακτικώτερον λέγειν καὶ ὑγρότερον. ἔστι δὲ δηλονότι καὶ ὑγρότερον τοῦτο. καὶ χαλβάνη δὲ καὶ καλούμενος ὀποπάναξ πρὸς τῷ διαφορεῖν ἔχει τι καὶ μαλακτικόν. ὑπερέχει δὲ τῷ μὲν διαφορεῖν ὀποπάναξ, τῷ δὲ μαλάττειντε καὶ πέττειν χαλβάνη. τοιαύτη μέν τίς ἐστι μαλακτικῶν φαρμάκων δύναμις. σὺ δ’ὅταν ἤτοι τι τῶν γεγραμμένων ἐν ταῖς φαρμακίτισι βίβλοις ἐξετάσῃςτε καὶ κρίνῃς συντιθῇς αὐτὸς, ἀκηκοὼς ἄρτι τὰς κατὰ τὸ μᾶλλόντε καὶ ἧττον ἐν τοῖς φαρμάκοις διαφορὰς, ἀκηκοὼς δὲ καὶ τὰς τῶν σωμάτωντε καὶ παθῶν, τὰ μὲν ἰσχυρὰ τοῖς ἰσχυροῖς, τὰ δὲ ἀσθενῆ τοῖς ἀσθενέσι προσάξεις. ἐν δὲ τῷ μετὰ τὸ πρόσθεν ἐπιτεθὲν ἕτερον ἐπιτιθέναι, καταντλεῖν ἔλαιον ἁπλοῦν, λιπαρὸν ἁρμόττει τῷ πεπονθότι μορίῳ. τῶν δὲ ἐχεκόλλων ὀνομαζομένων φαρμάκων οὐδὲν ἀφελεῖν χρὴ, πρὶν αὐτόματον ἀποστῆναι, ἀλλὰ κᾂν λούηταί τις, ἐᾷν ἐπικεῖσθαι. φυλάττεσθαι δὲ καὶ τὰ τῶν φαρμάκων ὑδάτων λουτρὰ καὶ μάλιστα ὅσα χαλκανθώδητε καὶ στυπτηριώδη καὶ θειώδη · ταῦτα μὲν ἱκανὰ συνετοῖς ἀνδράσι καί τινα τριβὴν κατὰ τῆς τέχνης ἔργα κεκτημένοις.

7.4

αἱ τῶν μαλακτικῶν φαρμάκων κατ’εἴδη διαφοραὶ καὶ δυνάμεις. ἐπεὶ δὲ οὐ πάντες εἰσὶ τοιοῦτοι καὶ πρόκειται κατὰ τήνδε τὴν πραγματείαν, οὐχ ὥσπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου, μόνην εἰπεῖν τὴν μέθοδον, ἀλλ’ἅμα παραδείγματι τῶν κατὰ μέρος ἑνίτε καὶ δευτέρῳ, προστεθῆναι δεῖ καὶ τὰ πείρᾳ προκείμενα φάρμακα, πρόσκειται τοῖς πρὸ ἡμῶν ἐν τῷ φαρμακευτικῷ μέρει τῆς τέχνης ἐνδόξοις, ἐπὶ τὰς κατ’εἴδη διαφορὰς ἐπὶ τῶν μαλακτικῶν φαρμάκων ἀφίξομαι τὴν ἀρχὴν ἀπὸ τῶν μαλακωτάτων ποιησάμενος αὐτοῖς, καὶ τὰς μικρὰς ἰᾶται φλεγμονάς. τῶν συνθέτων μαλακτικῶν τὰ μέν ἐστιν, ὡς ἂν εἴποι τις, ἀσθενέστερα κατὰ τὴν πρώτην τάξιν. ἔνια δὲ οὐ πολλῷ τούτων ἰσχυρότερα κατὰ δευτέραν, καί τινα κατὰ γʹ. ἕτερα. καὶ πρὸς αὐτοῖς κατὰ δʹ. ἄλλα. χρῆσθαι δὲ προσῆκεν, ὡς προείρηται, πρὸς μὲν τὰς βραχείας σκληρότητας καὶ τὰ μαλακὰ σώματα τοῖς τῆς πρώτης τάξεως. πρὸς δὲ τὰ τούτων ἰσχυρότερα σώματάτε καὶ πάθη τοῖς τῆς δευτέρας, ὥσπερ γε καὶ τοῖς τῆς τρίτης καὶ τῆς τετάρτης ἀνάλογον. ὑπογράφουσι δὲ καὶ τὰ καθ’ἑκάστην αὐτῶν ἰδίᾳ. μαλακτικὰ φάρμακα πρώτης τάξεως. βούτυρον ῥητίνη Κολοφωνία καὶ κηρὸς λευκὸς, μὴ παλαιὸς, ἴσα τῷ σταθμῷ τὰ γʹ. τηκόμενα μετ’ἀλλήλων, μαλακτικὰ πρώτης τάξεώς ἐστι. καὶ πάρυγρος, ὅταν πρόσφατος, χρονισθεῖσα δὲ διαφορητικωτέρα γίνεται, ἀσθενεστάτη δὲ τῶν μαλακτικῶν, κηρὸς μετὰ βουτύρου τακεὶς διὰ σουσίνου Κομμαγηνοῦ. καὶ τούτων ἀσθενέστερόν ἐστι τὸ καλούμενον κηρέλαιον, ὅταν εἰς λίτραν ἐλαίου χαλαστικοῦ μηδεμίαν ἔχοντος στύψιν ἐμβληθῶσι κηροῦ οὐγγίαι ιβʹ. ἑκκαίδεκα. καὶ αἱ διὰ τῶν ὠῶν δὲ κηρωταὶ βραχύ τι χαλαστικὸν ἔχουσι. ἰσχυρότεραι δὲ τούτων, ἀλλὰ ἀσθενεῖς ἔτι καὶ αὗται κηρωταὶ, αἱ δι’οἰσύπου καὶ ῥητίνης καὶ κηροῦ, τηκομένων ἴσῳ τῷ σταθμῷ. ἐὰν δὲ παλαιότερά πως αὐτὰ, δεήσεται μίξεως ἐλαίου τινὸς τῶν χαλαστικῶν σουσίνου Κομμαγηνοῦ στέατος ὑείου ὀρνιθείου χηνείου. μαλακτικὰ φάρμακα δευτέρας τάξεως. ὡς ἐν τοῖς ἁπλοῖς φαρμάκοις, ἐποιήσαμεν τέσσαρας τάξεις τῶν ὁμογενῶν, τὸ μᾶλλόντε καὶ ἧττον ἐν αὐτοῖς ὁριζούσας, ἐνίων δ’ἔφην ἀμφίβολον εἶναι τὴν δύναμιν, εἴτ’ἐπὶ τελευτῇ τῆς πρώτης τάξεως εἴτ’ἐν ἀρχῇ τῆς δευτέρας, θετέον ἐστὶ τὴν δύναμιν αὐτῶν, ὡσαύτως καὶ περὶ τῆς δευτέραςτε καὶ τρίτης τῶντε ταύταις ἐφεξῆς. ἐπ’ἐνίων δὲ θαρρήσας ἀποφαίνεσθαι τινὰ μὲν ἐν ἀρχῇ τῆσδε, τινὰ δὲ ἐπὶ τῇ τελευτῇ τῆσδε τῆς τάξεως ἔφην ὑπάρχειν, ὥσπερ ἔνια χωρὶς προσθήκης ἤτοι τῆς πρώτης τῆς δευτέρας τῆς γʹ. τῆς δʹ. τάξεως ἔφην εἶναι. πολλῆς δὲ πείρας τῆς κατὰ μέρος ἐπὶ πολλῶντε σωμάτων καὶ παθῶν αἱ τοιαῦται τῶν ἀποφάσεων δέονται, διὸ κᾂν μετ’ἐμέ τις ὁμοίως ἐμοὶ φιλόπονόςτε καὶ ζηλωτικὸς ἀληθείας γένηται, μὴ προπετῶς ἐκ δυοῖν τριῶν χρήσεων ἀποφαινέσθω. πολλάκις γὰρ αὐτῷ φανεῖται διὰ τῆς μακρᾶς πείρας, ὥσπερ ἐφάνη κᾀμοὶ, ὅτι τὰ κατὰ τὴν δευτέραν τάξιν εἰρημένα εἰς τὴν γʹ. ἀρχομένην μετατεθῆναι δεῖ κατὰ τὴν ἀρχὴν ἁπλῶς τῆς γʹ. ἅτε γὰρ καὶ τῶν σωμάτων τῆς διαφορᾶς, οἷς προσάγεται τὰ φάρμακα καὶ τῶν παθῶν αὐτῶν οὐκ ὀλίγην ἐχόντων ἐν τῷ μᾶλλόντε καὶ ἧττον τὴν ὑπεροχὴν, χαλεπώτατόν ἐστιν ἐπὶ πᾶσιν ἀπόφασιν ποιήσασθαι μίαν, ἐξ ἐπιμέτρου δὲ καὶ αὐτῶν τῶν φαρμάκων τῶν ἁπλῶν οὐ μικρὰν ἐχόντων διαφοράν. ἐμοῦ δὲ ἐπὶ τῶν ἀρίστων καθ’ἕκαστον εἶδόςτε καὶ γένος ἀποφηναμένου τὴν δύναμιν, ἐὰν ἐπὶ τοῦ χειρίστου ποιήσηταί τις τήνδε διὰ τῆς πείρας ἐξέτασιν, ποιήσεται μὲν ψευδῶς, οὐ διώρικε δὲ τὰς τῆς δυνάμεως αὐτῶν τάξεις. ἀσφαλέστατον οὖν ἐστι, τὴν αὐτῶν τῶν φαρμάκων πρὸς ἄλληλα διαφορὰν ἐν τῷ μᾶλλόντε καὶ ἧττον ἀκριβῶς γράφειν, ὥσπερ ἐπίτε τῶν ἄλλων ἐποίησα καὶ νῦν ποιήσω.

7.5

διαφόρους γίγνεσθαι διαφορὰς ἐν τῷ μᾶλλόντε καὶ ἧττον κατὰ τὴν μαλακτικὴν τοῦ Μνασαίου ἔμπλαστρον κατὰ διάφορον τῶν ἁπλῶν ποσότητάτε καὶ ἡλικίαν καὶ ἕψησιν. κατὰ γάρ τοι τὴν δευτέραν τάξιν τῶν μαλακτικῶν οὐχ ἥκιστα ἄν τις θείη τὴν ὑπὸ τοῦ Μνασαίου συντεθεῖσαν ἔμπλαστρον, ὁμολογούντων μὲν ἁπάντων ἀλλήλοις τῶν μνημονευσάντων αὐτῆς, ἐξ ἐλαίου τοῦ παλαιοῦ καὶ λιθαργύρου καὶ στέατος ὑείου. διαφερομένων δὲ ἔντε τῇ ποσότητι τούτων ἑκάστου καὶ τῷ τινὰς μὲν ἐκ προσφάτου στέατος, ἐνίους δὲ ἐκ παλαιοῦ συντιθέναι τοῦ καλουμένου πρὸς ἁπάντων ἤδη συνήθως ἀξουγγίου. ἐπὶ γάρ τοι τούτοις ἀσθενεστάτη γένοιτ’ἂν ἐκ λιθαργύρου καὶ στέατος ὑείου καὶ ἐλαίου, μηδετέρου παλαιοῦ. δ’ἰσχυροτέρα ἐλαίου μὲν αὐτῶν παλαιοῦ, θατέρου δὲ νέου βληθέντος. δὲ ταύτης ἰσχυροτέρα παλαιῶν ἀμφοτέρων. κατὰ μὲν οὖν τὸ νέον παλαιὸν βάλλεσθαι τὸ ἔλαιον καὶ τὸ στέαρ αἱ διαφοραὶ δʹ. ἔσονται ποτὲ μὲν ἀμφοῖν νέων, ποτὲ δὲ ἀμφοῖν παλαιῶν, ποτὲ δὲ τοῦ μὲν ἐλαίου παλαιοῦ, τοῦ στέατος δὲ προσφάτου τοὐναντίον, ἐλαίου μὲν προσφάτου, παλαιοῦ δὲ στέατος ἐμβαλλομένου. κατὰ δὲ τὴν πρὸς ἄλληλα συμμετρίαν αὐτῶν τῶν τριῶν ἁπλῶν φαρμάκων ἕτεραι πλείους. ἤτοι γὰρ ἴσα τῷ σταθμῷ καὶ μέτρῳ μίγνυται τὰ τρία καὶ πολλοί φασι τὴν ὑπ’αὐτοῦ τοῦ Μνασαίου συντεθεῖσαν ἐκ τριῶν ἴσων συγκεῖσθαι τὰ δύο μὲν ἴσα, τὸ τρίτον δὲ οὐκ ἴσον ἀλλ’ἔλαττον πλέον τῶν τριῶν ἀνίσων μιγνυμένων. εὔδηλον οὖν ὅτι πολλαὶ γενήσονται διαφοραί. πλέονος μὲν γὰρ τῆς λιθαργύρου βληθείσης μαλακώτερον τῇ δυνάμει γενήσεται τὸ φάρμακον, ἐλάττονος δὲ ἰσχυρότερον. καὶ μαλακτικώτερον μὲν, εἰ τοῦ στέατος ἐμβάλλοιμεν πλέον, διαφορητικώτερον δ’εἰ τοῦ ἐλαίου. καὶ γὰρ αὖ καὶ ἄλλο τι προσέρχεται πλέονος ἐμβληθέντος ἐλαίου, μεγάλην ἔχοντος δύναμιν εἰς τὸ διαφορητικώτερον ἐργάσασθαι τὸ φάρμακον. ἔστι δὲ τοῦτο, καθάπερ εἴρηταί μοι κατὰ τὸν αʹ. λόγον, εἰ ἐπὶ πλέον ἑψήσεις. ἐὰν γοῦν μόνην τὴν λιθάργυρον ἑψήσεις ἐν ἐλαίῳ πλέονι, ξηραντικώτερον ἔσται τὸ φάρμακον. ἐν πλέονι δὲ ἑψήσεις πλέον ἐλαίου βαλὼν, εἴ γε μέλλοι σύστασιν ἕξειν ἐμπλάστρου. ὡς εἴ γε τούτου μὴ φροντίζοι τις, ἀλλὰ ἴσῳ χρόνῳ τόθ’ἧσσον ἔχον ἐλαίου κατὰ τὸ πλέον ἑψήσει, πρόδηλον ὅτι μαλακτικώτερον ἔσται κατὰ τὴν δύναμιν, πλέον ἔλαιον μέμικται, καθάπερ εἰ καὶ ὠμήν τις ἄκοπον τὴν λιθάργυρον ἐλαίῳ μίξας βούλοιτο χρῆσθαι. διό περ πολλάκις ἤδη μοι λέλεκται, μεμνῆσθαι διὰ παντὸς αὐτοῦ κελεύω, μὴ καθάπερ ἔνιοι τὰς ἀποφάσεις ἁπλῶς ὑπὲρ τῶν φαρμάκων ποιοῦνται καὶ ἡμᾶς οὕτω πράττειν, βελτίονα λέγοντας ἁπλῶς εἶναι τήνδε τὴν σύνθεσιν τοῦ φαρμάκου τῆσδε. δύναται γὰρ ἑκάτερα πρὸς διαφέροντα κατ’εἴδη πάθη καλῶς συγκεῖσθαι, καί ποτε πρὸς ταὐτὸ κατὰ διαφέροντας τοὺς καιρούς. ταῦτα τοίνυν ἅπαντα τὰ νῦν εἰρημένα μοι προακούσας τις, οὐ φιλόπονος μόνον μνήμων, ἀλλὰ καὶ φύσει συνετὸς ὢν, ὠφελίμως ἀναγνώσεται τὰ μετὰ διορισμῶν γεγραμμένατε καὶ γραφησόμενά μοι. καὶ λέξω δέ σοι τοὺς διορισμοὺς ἐπὶ τῶν προκειμένων φαρμάκων ἐν προσθήκῃ τριῶν τεττάρων συλλαβῶν γινομένους, ὁποίαν προσθήκην ἐπὶ τοῦ προκειμένου κατὰ τὸν ἐνεστῶτα λόγον φαρμάκου τοῦ Μνασαίου φαίνεται πεποιημένος Ἀνδρόμαχος. ἐν γὰρ τῷ καταλόγῳ τῶν μηλίνων ἐμπλάστρων ἑνδεκάτην τῇ τάξει γράψας αὐτὴν οὐχ ἁπλῶς εἰπεῖν ἠρκέσθη, καθάπερ ἐπὶ τῶν ἔμπροσθεν εἰρημένων, ἄλλῃ καὶ ἄλλῃ προγράφων αὐτῶν, ἀλλὰ προσέθηκε τὸ ἁπαλή. τοῦτ’οὖν ἠξίουν αὐτὸν ἐπὶ πασῶν πεποιηκέναι καὶ κατ’αὐτάς γε τὰς μηλίνας ἦρχθαι μὲν ἀπὸ τῆς ἁπαλωτάτης, μεταβάντα δὲ ἀπ’αὐτῆς ἐπὶ τὴν ἰσχυροτέραν ὀλίγῳ δεδηλωκέναι, προσγράψαντα βραχεῖ μέν τινι ταύτης ἰσχυροτέραν εἶναι τὴν δευτέραν, ἐκείνης δ’αὖ πάλιν ἰσχυροτέραν εἶναι τὴν τρίτην, εἶτ’ἐκείνης τὴν δʹ. ὥσπερ αὖ πάλιν, εἴ τινα ἴσην ᾤετο δύναμιν ἔχειν, αὐτὸ τοῦτο προσγράψαι, εἴπερ εὐλαβοῖτο κινδυνεύειν ἔν γε ταῖς τοιαύταις ἀποφάσεσιν, ἀλλὰ τά γε ἁπλᾶ μαλακτικὰ φάρμακα προδιδάξαι, τὸ μᾶλλόντε καὶ ἧττον ἐν αὐτοῖς διορισάμενον, ὅπως ἀναγινώσκων ἐφεξῆς τὰς ὑπ’αὐτοῦ γεγραμμένας μαλακτικὰς ἐμπλάστρους πολλὰς, ἰσχυροτέραν μὲν εἶναι γνωρίζῃ τὴν διὰ στύρακος, ἀμμωνιακοῦτε καὶ βδελλίου καὶ προπόλεως καὶ χαλβάνης, στέατόςτε ταυρείου καὶ τραγείου καὶ τῶν μυελῶν συγκειμένην, ἀσθενῆ δὲ τὴν μηδὲν τούτων ἔχουσαν, ἀλλ’ἤτοι πάντα ἀσθενῆ κατὰ τὴν δύναμιν, τούτων μὲν αὐτῶν ἰσχυρότερα, μέσα δὲ ταῖς κράσεσίτε καὶ δυνάμεσιν μετὰ τοῦ μεμίχθαι τοῖς ἀσθενέσιν ἕν τι τῶν ἰσχυρῶν δύο. δῆλον γὰρ ὅτι τὸ μεταξὺ πλάτος ἐν ἅπασι τοῖς φαρμάκοις οὐκ ὀλίγον ἐστὶ κατὰ τὸ μᾶλλόντε καὶ ἧττον, ἐπὶ κοινῇ δυνάμει πάντων αὐτῶν γενικῶς νοουμένῃ, καθ’ἣν ὁμογενῆτε καὶ ὁμοειδῆ τὰ φάρμακα λέγεται, καθάπερ γε ἕτερα διαφέροντα γενικαῖς εἰδικαῖς διαφοραῖς. ὁπότε οὖν ταῦτά μοι διωρίσθη καί τις ἐξ αὐτῶν ὁρμώμενος οὐ χαλεπῶς δυνήσεται διαγινώσκειν τάτε δύναμιν ἰσχυροτέραν ἔχοντα καὶ τὰ μαλακωτέραν, τὴν ἱστορίαν αὐτῶν ἤδη ποιήσομαι, τὰς γεγραμμένας τοῖς ἐμπειροτάτοις τῶν φαρμάκων ἀνδράσιν, εἴτ’ἐμπλάστρους ὀνομάζειν ἐθέλοις εἴτε μαλάγματα, γράψας ἐφεξῆς. ἄρξομαι δ’ἀπὸ τῶν ὑπ’Ἀσκληπιάδου γεγραμμένων ἐν τῷ δʹ. τῶν ἐκτὸς, Μαρκέλλας ἐπιγράφει.

7.6

τὰ ὑπ’Ἀσκληπιάδου μαλάγματα. Ἀμυθάωνος μάλαγμα πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις λύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰ δυσκίνητα τῶν ἄρθρων. Ϛ ἀμμωνιακοῦ θυμιάματος γο λστʹ. κηροῦ γο λστʹ. τερμινθίνης γο ηʹ. βδελλίου γο ηʹ. λιβανωτοῦ οὐγγίας δʹ. σμύρνης γο δʹ. χαλβάνης γο ηʹ. κυπρίνου κο. δʹ. βρέχεται σμύρνα, λίβανος, βδέλλιον οἴνῳ, τὸ δὲ ἀμμωνιακὸν ὄξει λύεται. πάντα δὲ κόπτεται, τοῦ ὑπέρου χριομένου τῷ κυπρίνῳ μέχρι παντελοῦς διαλύσεως. τοῦτο τὸ φάρμακον τῶν παλαιῶν ἐστι καὶ ἐνδόξων, ὥσπερ καὶ τὸ μετὰ τοῦτο γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου, κατὰ τόνδε τὸν τρόπον. διάσμυρνον ἀπολοφόνιον, φάρμακον ἐπιτετευγμένον. πρὸς τὰς τῶν ὑποχονδρίων διατάσεις διαλύει πᾶσαν σκληρίαν, ποιεῖ ἡπατικοῖς, σπληνικοῖς, νεφριτικοῖς, ποιεῖ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν πρὸς τὰς τῶν ἄρθρων ὀδύνας καὶ κατοχὰς ποιεῖ. Ϛ κηροῦ γο ιστʹ. τερμινθίνης γο ιστʹ. ἀμμωνιακοῦ θυμιάματος γο ιστʹ. βδελλίου γο ιστʹ. σμύρνης γο ιστʹ. προπόλεως γο ιστʹ. ἴριδος γο ιστʹ. στύρακος γο ιστʹ. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, οἴνου εὐώδους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. καὶ τὸ μετὰ τοῦτο δὲ γεγραμμένον ὑπὸ τοῦ Ἀσκληπιάδου φάρμακον ἀξιολογώτερον μὲν ὑπάρχει τῶν ὑπογεγραμμένων, ἧττον δὲ ἐκείνων εἰς τὴν τῶν ἐσκληρυσμένων λύσιν. ἄλλο Διοσκορίδου φάρμακον ἐπιτετευγμένον πρὸς τὰ δυσκίνητα κῶλα καὶ πρὸς ἀγκύλας διαλύει πᾶσαν σκληρίαν, ποιεῖ καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις καὶ πρὸς τὰς ἐν βάθει ἀποστάσεις. Ϛ κηροῦ μνᾶν αʹ. ῥητίνης φρυκτῆς μνᾶς ἥμισυ, χαλβάνης μνᾶς ἥμισυ, ἴριδος Ἰλλυρικῆς μνᾶς ἥμισυ, ἰρίνου ὑποστάθμης τὸ ἱκανὸν, οἴνου ὅσον ἐξαρκεῖ, κοπτόν ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. τὸ μετὰ τὸ προειρημένον φάρμακον ἐφεξῆς γεγραμμένον ὑπὸ Ἀσκληπιάδου ταὐτὸν ὑπάρχει τῷ ὑπὸ τοῦ Ἥρα γεγραμμένῳ κατὰ τὸ τέλος τῆς φαρμακίτιδος αὐτοῦ βίβλου, βραχεῖαν δέ τινα διαφορὰν ἐν τῇ συμμετρίᾳ τῶν τεττάρων ἔχει φαρμάκων ἁπλῶν, ὡς ἔσται φανερὸν, ὅταν ἀμφότερα γραφῇ. πρότερον δὲ μνημονεύσω τοῦ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένου, κατὰ λέξιν οὕτως ἔχοντος. Λευκίου καθηγητοῦ πρὸς ἀγκύλας ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς ἐν βάθει ἀποστάσεις, ποιεῖ καὶ πρὸς τὰς τῶν νεύρων συνολκὰς καὶ τὰς τῶν ἄρθρων κατοχὰς, ἃς ἀγκύλας καλοῦμεν. ποιεῖ ὀπισθοτονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἔστι δὲ καὶ ἄκοπον ἀγαθὸν, διαλυόμενον ἰρίνῳ κυπρίνῳ δαφνίνῳ. ποιεῖ πρὸς τὰ χρόνια καὶ δυσαλθῆ σκληρώματα. Ϛ βδέλλου 𐅻 ιστʹ στέατος μοσχείου 𐅻 ιστʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιστʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιστʹ. ὀποπάνακος 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. κάγχρυος 𐅻 ηʹ. στύρακος 𐅻 ηʹ. λιβάνου 𐅻 ηʹ. πεπέρεως κόκκους ρξʹ. ἰρίνου μύρου ὑποστάθμης ὅσον ἐξαρκεῖ, κηροῦ, τερμινθίνης ἀνὰ ἡμίλιτρον, οἴνου τὸ ἱκανὸν, κοπτόν ἐστι τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. ὅπῃ τοίνυν Ἥρας διεφώνησεν ἐν τῇ τῶν ἁπλῶν συμμετρίᾳ πρὸς τὸν Ἀσκληπιάδην, ὡς ὑπεσχόμην, ἤδη δηλώσω. πρῶτον ἁπάντων ἔγραψεν Ἀσκληπιάδης φάρμακον βδέλλου ὁλκὰς ιστʹ. δὲ Ἥρας οὐ βδέλλου, ἀλλὰ βδελλίου ὁλκὰς πʹ. πενταπλάσιαι δέ εἰσιν αὗται τῶν ιστʹ. δηλονότι. ἐφεξῆς δὲ στέατος μοσχείου ὁλκὰς ιστʹ. γράψαντος τοῦ Ἀσκληπιάδου, πενταπλασίας Ἥρας ἔγραψεν, ὡς καὶ τοῦ βδελλίου. πενταπλάσιαι γὰρ δηλονότι αἱ πʹ. δραχμαὶ τῶν ιʹ. καὶ στʹ. εἰσί. τρίτον ἐπὶ τοῖς γεγραμμένοις Ἀσκληπιάδης ἔγραψε φάρμακον, ἀμμωνιακὸν θυμίαμα καὶ τούτου τὰς 𐅻 ιστʹ. ἀξιῶν βάλλεσθαι. κατὰ τὴν ἀναλογίαν οὖν τῶν ἔμπροσθεν ἐχρῆν καὶ τὸν Ἥραν πʹ. γεγραφέναι 𐅻. ἔγραψε δ’οὐ τοσαύτας, ἀλλὰ ρʹ. ὥστε πλέονας ἐνέβαλεν κʹ. ἄλλο δ’ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις ἔγραψεν Ἀσκληπιάδης, οὕτως εἰπὼν, ἴρεως Ἰλλυρικῆς 𐅻 ιστʹ. ἐφύλαξε δὲ τούτου τὴν ἀναλογίαν Ἥρας πʹ. γράψας. ἐπὶ τοῖς προγεγραμμένοις φαρμάκοις ἔγραψεν Ἀσκληπιάδης ὀποπάνακος 𐅻 ηʹ. ἐφύλαξε δὲ καὶ τὴν πρὸς τοῦτο ἀναλογίαν Ἥρας μʹ. γράψας ἕκτου φαρμάκου, χαλβάνης ἐμνημόνευσεν Ἀσκληπιάδης 𐅻 ηʹ. ἐμβαλών. ἐφύλαξε καὶ τὴν πρὸς αὐτὴν ἀναλογίαν Ἥρας, πενταπλασίαν ἀξιῶν ἐμβάλλεσθαι. πενταπλάσιαι γάρ εἰσιν αἱ μʹ. τῶν ηʹ. ἕβδομον φάρμακον Ἀσκληπιάδης ἔγραψεν οὕτως. κάγχρυος 𐅻 ηʹ. ἐχρῆν οὖν καὶ τὸν Ἥραν, εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν, μʹ. βάλλειν, νυνὶ δὲ οὐχ οὕτως, ἀλλὰ διπλασίας ιστʹ. γὰρ αὐτὸς γέγραφεν. ὀγδόου στύρακος Ἀσκληπιάδης μέμνηται 𐅻 ηʹ. ἐμβαλὼν. ἐφύλαξε τὴν ἀναλογίαν τούτου Ἥρας, πενταπλάσιον ἐμβαλών. ἔνατον φάρμακον ἔγραψεν Ἀσκληπιάδης, λιβανωτοῦ 𐅻 ηʹ. ἐμβαλὼν αὐτοῦ, δὲ Ἥρας οὐ πενταπλάσιον, ἀλλὰ διπλάσιον ἀξιοῖ. δεκάτου δὲ πεπέρεως ἐμνημόνευσεν Ἀσκληπιάδης ρξʹ. κόκκους ἐμβαλὼν, πάλιν συμφώνως Ἥρας φʹ. ἔβαλεν. ἔν τισι τῶν ἀντιγράφων οὐκ οἶδ’ὅπως κʹ. εἰσὶ γεγραμμένοι, καθάπερ ἐν ἑτέροις ρηʹ. ἑνδέκατον ἔγραψεν Ἀσκληπιάδης κηρὸν, ὥσπερ καὶ ιβʹ. τὴν τερμινθίνην ῥητίνην ἑκατέρου βάλλειν ἀξιῶν ἡμίλιτρον. ἐχρῆν οὖν καὶ τὸν Ἥραν εἴπερ ἐφύλαττε τὴν ἀναλογίαν, πενταπλάσιον ἐμβάλλειν ἑκατέρων, ὅπερ ἦν ἀνὰ λίτρας βʹ. ἔτι καὶ ἥμισυ προσκείμενον τῆς λίτρας. δὲ οὐχ οὕτως, ἀλλ’ἑκατέρου τρεῖς λίτρας ἀξιοῖ βάλλειν καὶ οὐγγίας δʹ. εὔδηλον οὖν ὅτι τοῦ μὲν κάγχρυος Ἥρας ἐμβάλλει διπλάσιον τῆς ἀναλογίας, ὥσπερ καὶ τοῦ λιβανωτοῦ. τοῦ δὲ ἀμμωνιακοῦ θυμιάματος ἐπλεόνασεν ἐν τῷ τετάρτῳ μέρει, καθάπερ γε καὶ τῆς τερμινθίνης ῥητίνης μετὰ τοῦ κηροῦ γʹ. καὶ γὰρ ἐπὶ τούτων ἐπλεόνασε τῷ τρίτῳ μέρει καὶ κατὰ τοῦτο παραπλησίαν ἐποίησε τὴν ὅλην σύνθεσιν τοῦ φαρμάκου τῇ τοῦ Ἀσκληπιάδου. πλεονάσας γὰρ ἐν τῇ τοῦ κάγχρυος συμμετρίᾳ μηδὲν ἔχοντος μαλακὸν, ἀλλὰ μόνον διαφορητικὸν, συνηύξησεν αὐτῷ καὶ τὰ μαλακτικὰ, τόντε λιβανωτὸν καὶ τὸν κηρὸν καὶ τὴν τερμινθίνην. τοῦτο μὲν οὖν τὸ φάρμακον Λευκίου μὲν ὀνομάζει τοῦ καθηγητοῦ Ἀσκληπιάδης, ὅπῃ δὲ διαφέρεται τῷ Ἥρᾳ διῆλθον. ἐσχάτης δὲ τάξεώς ἐστι τῶν μαλακτικῶν, οὐ γὰρ ἂν εὕροις αὐτοῦ μαλακτικώτερον τῶν σκιρρουμένων. ἐστόχασται δὲ συνθεὶς αὐτὸ καὶ τοῦ διαφορεῖν τὸ περιεχόμενον ἐν τοῖς σκιρρουμένοις. τὰ δὲ ἄλλα φάρμακα τὰ πρὸ αὐτοῦ βραχὺ πλεονεκτεῖ τῶν προγεγραμμένων. ἐν αὐτοῖς δὲ περιέχεται καὶ τὰ τμητικὰ τῶν πεπαχυμμένων καὶ γλίσχρων χυμῶν, πολλάκις γίγνεται χρήσιμα τοῖς σκιρρουμένοις ὄγκοις, ὅταν ὑπὸ γλίσχρων χυμῶν σκίρρωσις αὐτῶν κατασκευάζηται. μετρίως μὲν οὖν ὀποπάναξ λεπτύνει. καλοῦσι δὲ οὕτως τὴν ῥίζαν τοῦ πάνακος, οὗ τὸν καυλὸν ὀπίζοντες τὸν ὀποπάνακα ποιοῦσιν, ἔστι γὰρ ῥυπτικῆς, οὐ τμητικῆς δυνάμεως. τέμνει δὲ καὶ ῥύπτει καὶ διαφορεῖ σφοδρῶς οὐ μόνον χυμοὺς πεπαχυμμένουςτε καὶ γλίσχρους, ἀλλὰ καὶ αὐτὰ τὰ στερεὰ σώματα, μετ’αἰγείας κόπρου τὸ ὄξος, ἅτινα πρόσκειται τῷ μετὰ τὸ προκείμενον φάρμακον ἐφεξῆς γεγραμμένῳ, φησιν Ἀλκιμίωνος ἐπιγεγράφθαι. γράφει μὲν οὖν περὶ τοῦ προτέρου τόνδε τὸν τρόπον. ἄλλο μάλαγμα Μάρκου Τελεντίου Ἀσκληπιάδου, σφόδρα γενναῖον πρὸς τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πρὸς τὰς τῶν μητρῶν ἐμπνευματώσεις, ἐπιγραφόμενον τὸ φάρμακον Ἀσκληπιάδειον διὰ τὸ ἀναφέρεσθαι εἰς τὸν Βιθυνὸν Ἀσκληπιάδην. Ϛ σμύρνης 𐅻 γʹ. ἄλλως γο γʹ. ὀποπάνακος ἡμίλιτρον, κηροῦ λίτραν αʹ Ϛ . χαλβάνης γο γʹ. μάννης ἡμίλιτρον, ἀμμωνιακοῦ θυμιάματος ἡμίλιτρον, ῥητίνης φρυκτῆς λίτραν αʹ Ϛ. ὄξους κοτύλην αʹ. χρηστέον δ’αὐτῷ καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἄλλο Ἀλκιμίωνος ἐπιγραφόμενον. Ϛ κηροῦ λίτραν αʹ. ἥμισυ, ῥητίνης κολοφωνίας λίτραν αʹ Ϛ . ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ Ϛ. χαλβάνης οὐγγίας γʹ. σμύρνης γο γʹ. λιβάνου γο γʹ. ὀποπάνακος λίτραν αʹ Ϛ . προπόλεως οὐγγίας γʹ. ὄξους ξέστας βʹ. αἰγείας κόπρου γο γʹ. τρῖβε ἀμμωνιακὸν, ὄξους ἐπιβαλὼν ξε. αʹ. εἶτα ἐπίβαλλε τούτοις σμύρναν, λίβανον, ὀποπάνακα καὶ πάλιν λέαινε. τὴν δὲ πρόπολιν κόπτε μετὰ τὴν χαλβάνην. τὸν δὲ κηρὸν καὶ τὴν ῥητίνην ἕψε, ἐπιβαλὼν ἐλαίου κοτύλας βʹ. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πρόπολιν καὶ χαλβάνην, κινῶν συνεχῶς. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι, καὶ ἀποξύσας ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας, ἀνελόμενος χρῶ. ἐπὶ τῷ προγεγραμμένῳ μαλάγματι γέγραπται κατὰ τὸ Ἀσκληπιάδου βιβλίον ἕτερον, ὀλίγον μὲν ἔχον μαλακτικῆς δυνάμεως, τὸ πλέον δὲ θερμαντικῆς. ἔχει δὲ οὐ μόνον γεντιανῆς χυλὸν, ἀλλὰ καὶ τοὺς ὀποὺς, τόντε τοῦ πευκεδάνου καὶ τὸν τοῦ σαγαπηνοῦ, θερμαίνοντα σφοδρῶς φάρμακα. μέμικται δ’αὐτῷ καὶ ἀφρόνιτρον καὶ λίθου Ἀσίου ἄνθος, λεπτυντικῆςτε καὶ τμητικῆς δυνάμεως φάρμακα. τὸ δὲ θεῖον τὸ ἄπυρον ὅτι θερμαίνει, πάντες ἴσασι, καθάπερ γε καὶ τὸν πισσίτην οἶνον. ὑπογράψω δὲ καὶ τοῦτο τὸ φάρμακον αὐτῇ τοῦ Ἀσκληπιάδου λέξει. μάλαγμα φαρμιανὸν ἐπιγραφόμενον πρὸς τὰς προειρημένας διαθέσεις. μάλιστα δὲ ποιεῖ πλευριτικοῖς, καὶ γὰρ παραχρῆμα λύει τοὺς πόνους ἐπιτιθέμενον ἐν αὐτοῖς τοῖς παροξυσμοῖς. δεῖ δὲ μετὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου ἐρεύθου περὶ τοὺς τόπους γενομένου βαστάζειν τὸ σπλήνιον καὶ πάλιν διαστήσαντας ἐπιθεῖναι, λύει καὶ τὰς κεχρονισμένας διαθέσεις. Ϛ κηροῦ λίτρας εʹ. λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτρας γʹ. φρυκτῆς γο γʹ. λίτραν αʹ. τερμινθίνης λίτραν αʹ. λιβάνου λι. αʹ Ϛ. σμύρνης γο στʹ. ἀλόης γο στʹ. οἰσύπου γο γʹ. γεντιανῆς χυλοῦ γο γʹ. ὀποῦ πευκεδάνου γο γʹ. ὀποπάνακος γο στʹ. σαγαπηνοῦ γο δʹ. ἀφρονίτρου οὐγγίας στʹ. λίθου Ἀσίου ἄνθους γο στʹ. προπόλεως γο γʹ. θείου ἀπύρου γο δʹ. οἴνου πισσίτου ξέστας εʹ. ἕψε δὲ πισσίτην καὶ τὸν χυλὸν τῆς γεντιανῆς, τὰ δὲ τηκτὰ τήξας ἔα ψυγῆναι. τὸ δὲ ἀμμωνιακὸν καὶ τὸν λίβανον καὶ τὴν σμύρναν καὶ τὴν ἀλόην συντρίψας καὶ βαλὼν εἰς θυείαν, ἐπίβαλλε τούτοις τὸ ὑγρόν. καὶ ὅταν διαλυθῇ, τρῖβε φιλοπόνως. τὰ δὲ ξηρὰ κόψας καὶ σήσας ἐπίβαλλε τοῖς λεανθεῖσι, καὶ ἀνακόψας ἐπιμελῶς ἐπίβαλλε τούτοις τὰ τηκτὰ ἀναζεθέντα χωρὶς ἐγκηρίδων. καὶ μίξας, ἀνελόμενος χρῶ. μετὰ τὸ προειρημένον ἐφεξῆς ἔγραψεν Ἀσκληπιάδης ἕτερον μάλαγμα παραπλησίως αὐτῷ κατὰ τήνδε τὴν λέξιν. ἄλλο τὸ τοῦ Νεαπολίτου, ἐσκευάσθη Ἀκυλίᾳ Σεκουνδίλλῃ. Ϛ οἴνου πισσίτου ξέστας στʹ. κηροῦ λίτρας στʹ. ἀμμωνιακοῦ θυμιάματος λίτρας γʹ. φρυκτῆς λίτρας γʹ. τερμινθίνης λίτραν αʹ Ϛ . λιβάνου λίτραν αʹ Ϛ. σμύρνης γο στʹ. ἀλόης γο στʹ. ἀφρονίτρου γο στʹ. λίθου Ἀσίου ἄνθους οὐγγίας στʹ. γεντιανῆς χυλοῦ τῆς ῥίζης γο στʹ. σαγαπηνοῦ γο δʹ. θείου ἀπύρου γο δʹ. προπόλεως γο δʹ. πάνακος ῥίζης γο γʹ. σαμψύχου γο γʹ. πεπέρεως λευκοῦ γο γʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται.

7.7

τὰ ὑπ’Ἀνδρομάχου γεγραμμένα μαλάγματα. μάλαγμα σκληρὸν καὶ ξηρόν. Ϛ πίσσης λίτρας γʹ. κηροῦ λίτρας βʹ. ῥητίνης λίτραν αʹ. χαλβάνης γο βʹ. ἀμμωνιακοῦ θυμιάματος γο βʹ. μάννης γο δʹ. ὄξους ξε. γʹ. πευκεδάνου χυλοῦ τῆς ῥίζης γο στʹ. οἰσύπου γο δʹ. ἄλλως. Ϛ πίσσης λίτρας δʹ. κηροῦ λίτρας βʹ. ῥητίνης λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. μάννης λίτραν αʹ. χαλβάνης γο στʹ. ἕτεροι λίτραν αʹ. ὄξους ξέστας γʹ. ἄλλη Ἀριστοκλέους. Ϛ πίσσης λίτρας δʹ. κηροῦ λίτρας ηʹ. ῥητίνης φρυκτῆς λίτρας δʹ. τερμινθίνης λίτρας δʹ. ἀμμωνιακοῦ θυμιάματος λίτρας βʹ. γο ηʹ. χαλβάνης λίτραν αʹ. οὐγγίας δʹ. ἄλλο τὸ πρὸς ἀγκύλας. Ϛ βδελλίου 𐅻 ιστʹ. λιβάνου 𐅻 ιστʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ηʹ. ὀποπάνακος 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. στέατος μοσχείου 𐅻 ιστʹ. πεπέρεως κόκκους ρξʹ. στύρακος 𐅻 ηʹ. κάγχρυος 𐅻 ιστʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιστʹ. τερμινθίνης μνᾶς ἥμισυ, κηροῦ μνᾶς ἥμισυ, κυπρίνου κοτύλας δʹ. οἴνου τὸ ἱκανόν. τὸ διὰ μελιλώτου. Ϛ νάρδου Κελτικῆς 𐅻 ιʹ. κυπέρεως 𐅻 ηʹ. καρδαμώμου 𐅻 ηʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. κρόκου 𐅻 δʹ. μελιλώτου 𐅻 κέ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ηʹ. τερμινθίνης 𐅻 νʹ. κηροῦ νέου 𐅻 ρʹ. κυπρίνου κοτύλης ἥμισυ, ὄξους τὸ ἱκανόν. τινὲς ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρʹ. πρὸς τὰ ἐντὸς πάντα. διὰ σπερμάτων. Ϛ ἀμμωνιακοῦ θυμιάματος 𐅻 νʹ. κηροῦ 𐅻 νʹ. τερμινθίνης 𐅻 νʹ. τήλεως 𐅻 κεʹ. στέατος ταυρείου τεθεραπευμένου 𐅻 κεʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 κεʹ. νίτρου 𐅻 κεʹ. μέλιτος κοτύλας στʹ. ὄξους κοτύλην αʹ. πάνακος 𐅻 κεʹ. κυπρίνου ὀλίγον. ὡς δὲ Φιλωνίδης. Ϛ τήλεως σπέρματος, ἀνίσου σπέρματος, στύρακος, ῥυπαροῦ βδελλίου, μάννης, λιβάνου, καρδαμώμου, κυπέρου νέου. πάνακος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ἀφρονίτρου, ἑκάστου ἀνὰ 𐅻 κεʹ. ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης ἀνὰ 𐅻 νʹ. στέατος ταυρείου 𐅻 ξʹ. μελιλώτου 𐅻 ξʹ. κηροῦ 𐅻 βʹ. ἄλλως ρʹ. μέλιτος κοτύλης ἥμισυ. οἴνου κοτύλην αʹ. ἄλλο, ὡς Ἁρπόκρας. Ϛ τήλεως, νίτρου, πάνακος, ἴρεως ἀνὰ δραχμὰς ηʹ. τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, κηροῦ ἀνὰ 𐅻 ρʹ. στέατος ταυρείου 𐅻 ρʹ. ἄλλως νʹ. μέλιτος λι. αʹ. ὄξους ξέστας βʹ. σελίνου σπέρματος, κυμίνου, μαράθρου ἀνίσου ἀνὰ 𐅻 νʹ. μελιλώτου 𐅻 νʹ. οἱ δὲ κεʹ. σαμψύχου 𐅻 νʹ. καρδαμώμου, ἄμμεως ἀνὰ 𐅻 νʹ. κυπρίνῳ ἀναλάμβανε. τὸ διὰ σαμψύχου πρὸς πολλά. Ϛ κηροῦ νέου, δαφνίδων, τήλεως λείας, σαμψύχου, ἑκάστου ἀνὰ 𐅻 ρʹ. τερμινθίνης 𐅻 ρνʹ. νίτρου 𐅻 λβʹ. πεπέρεως 𐅻 λβʹ. οἱ δὲ δεκαὲξ, κυπέρου 𐅻 ιστʹ. κυπρίνου κοτύλας βʹ. στυρακίνου. τὸ διὰ δαφνίδων. Ϛ κηροῦ 𐅻 οεʹ. πίσσης Βρυτίας 𐅻 οεʹ. δαφνίδων 𐅻 οεʹ. νίτρου 𐅻 οεʹ. ῥητίνης φρυκτῆς 𐅻 οεʹ. χαλβάνης 𐅻 ιβʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιβʹ. κάγχρυος 𐅻 ιβʹ. ἄμμεως 𐅻 ιβʹ. πεπέρεως λευκοῦ 𐅻 ιστʹ. κυπρίνου 𐅻 στʹ. κο. στʹ. ἄλλο μάλαγμα εὔχρουν, πολύχρηστον. Ϛ κηροῦ λίτραν αʹ. ῥητίνης φρυκτῆς λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος γο στʹ. στυπτηρίας ὑγρᾶς γο στʹ. ἁλὸς ἄνθους γο στʹ. τινὲς ἰξοῦ γο στʹ. τὸ Ἀπολλοφάνους. Ϛ κηροῦ 𐅻 πʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 πʹ. βδελλίου 𐅻 πʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 πʹ. ῥητίνης τερμινθίνης 𐅻 μʹ. μάννης λιβάνου 𐅻 μʹ. ἰρίνῳ συγκόπτεται. τὸ διὰ στυπτηρίας ἄλλως. Ϛ κηροῦ 𐅻 ρʹ. πίσσης 𐅻 νʹ. στυπτηρίας ὑγρᾶς 𐅻 κεʹ. ἐγὼ δὲ 𐅻 νʹ. ἰξοῦ 𐅻 νʹ. πρὸς ἰσχιαδικοὺς καλόν. Ϛ πηγάνου ἀγρίου σπέρματος, σιλφίου, δαφνίδων, ἀφρονίτρου, ἀβροτόνου, κολοκυνθίδος, καρδαμώμου, ἄμμεως ἀνὰ 𐅻 δʹ. πηγάνου χλωροῦ, πίσσης, τερμινθίνης, ἀμμωνιακοῦ θυμιάματος, κηροῦ, στέατος ἀνὰ 𐅻 ηʹ. χαλβάνης 𐅻 στʹ. ὀποπάνακος 𐅻 δʹ. θείου ἀπύρου 𐅻 δʹ. πρὸς σπληνικούς. Ϛ κηροῦ μνᾶν αʹ. ῥητίνης μνᾶν αʹ. ἀμμωνιακοῦ θυμιάματος μνᾶς ἥμισυ, στυπτηρίας ὑγρᾶς 𐅻 νʹ. γλοιοῦ κοτύλην αʹ. καππάρεως ῥίζης 𐅻 νʹ. καλαμίνθης ῥίζης 𐅻 νʹ. μυροβαλάνου μάγματος 𐅻 νʹ. ὄξος εἰς τὰ ξηρὰ, ἔλαιον εἰς τὰ τηκτὰ χρῶ. μάλαγμα πολύχρηστον. Ϛ νάπυος 𐅻 δʹ. μάννης 𐅻 βʹ. πηγάνου 𐅻 δʹ. ἀφρονίτρου 𐅻 δʹ. καππάρεως ῥίζης 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 δʹ. μυροβαλάνου 𐅻 κεʹ. κενταυρίου τοῦ λεπτοῦ 𐅻 δʹ. ζʹ. λίθου Ἀσίου ἄνθους 𐅻 δʹ. τήλεως 𐅻 δʹ. καρδαμώμου 𐅻 δʹ. κηροῦ 𐅻 οεʹ. ῥητίνης 𐅻 ρʹ. μέλιτος κοτύλας στʹ. ἰρίνου ὑποστάθμης κοτύλην αʹ. ὄξους εἰς τὸ ἀμμωνιακόν κοτύλας βʹ. τὸ Πολυάρχιον ἐκ τῆς ἐπιστολῆς. Ϛ κυπέρου μνᾶν αʹ. καρδαμώμου ἴσον, μάννης ἴσον, κηροῦ ἴσον, τερμινθίνης φρυκτῆς μνᾶν αʹ Ϛ . ὑγρᾶς μνᾶς γʹ. κυπρίνου τὸ ἱκανόν. ἐγὼ βδελλίου μνᾶν αʹ. δευτέρα γραφή. Ϛ κυπέρεως μνᾶν αʹ. καρδαμώμου τὸ ἴσον, βδελλίου ἴσον, λιβάνου ἴσον, βαλσάμου ἴσον, κηροῦ μνᾶν αʹ Ϛ. ῥητίνης φρυκτῆς μνᾶς δʹ. κυπρίνου κο. στʹ. οἴνου εὐώδους κοτύλην αʹ Ϛ . ὡς δὲ ἐγὼ χρῶμαι. Ϛ κυπέρεως μνᾶν αʹ. καρδαμώμου ἴσον. ἀμώμου ἴσον, βδελλίου ἴσον, κηροῦ μνᾶν αʹ Ϛ. ῥητίνης φρυκτῆς, τερμινθίνης μνᾶς δʹ. κυπρίνου κοτύλην αʹ. κασσίας, κινναμώμου, ἀμμωνιακοῦ θυμιάματος, νάρδου Ἰνδικῆς, κρόκου, σμύρνης ἀνὰ μνᾶς δʹ. οἴνου εὐώδους ὅσον ἐξαρκεῖ. μάλαγμα πρὸς πολλὰ ποιοῦν Ἀπολλωνίου. Ϛ κηροῦ, πίσσης, ῥητίνης φρυκτῆς ἀνὰ 𐅻 ρκεʹ. νίτρου, λιβάνου ἀνὰ 𐅻 νʹ. στέατος μοσχείου καὶ ταυρείου, βουτύρου ἀνὰ 𐅻 οεʹ. οἰσύπου 𐅻 ιεʹ. ὕδατος κυάθους στʹ. μάλαγμα πρὸς ἡπατικοὺς καλόν. Ϛ ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρμδʹ. οἱ δὲ 𐅻 ρβʹ. βδελλίου 𐅻 ρμδʹ. κρόκου 𐅻 ιβʹ. σμύρνης 𐅻 ιβʹ. κηροῦ 𐅻 ρμδʹ. οἱ δὲ ρʹ. ὄξους κοτύλης δʹ. κυπρίνου κοτύλην αʹ. ἐγὼ δὲ κοτύλας ιʹ. μάλαγμα πρὸς ῥευματισμὸν στομάχου καὶ ἐντέρων. Ϛ οἰνάνθης οὐγγίαν αʹ. φοινικοβαλάνου σαρκὸς οὐγγίας βʹ. ἀκακίας οὐγγίαν αʹ. ῥόδων οὐγγίαν μίαν, ὀμφακίου γο δʹ. ἀλόης γο δʹ. κηκίδος οὐγγίας δʹ. στυπτηρίας στρογγύλης γο δʹ. πίσσης γο δʹ. κηροῦ γο γʹ. οἱ δὲ λιβάνου, μυρσίνου γο γʹ. οἶνον εἰς τὰ ξηρά. πρὸς ὑδρωπικοὺς καὶ ἐμπνευματώδεις. Ϛ πίσσης ὑγρᾶς λίτραν αʹ. κηροῦ λίτραν αʹ. νίτρου γο στʹ. θείου ἀπύρου γο στʹ. στυπτηρίας σχιστῆς γο στʹ. ἄλλο μάλαγμα πρὸς ἰσχιαδικοὺς καὶ ἄλλα πολλά. Ϛ κηροῦ 𐅻 οβʹ. τερμινθίνης 𐅻 μηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 λβʹ. προπόλεως 𐅻 μγʹ. χαλβάνης 𐅻 λστʹ. βδελλίου 𐅻 κεʹ. κρόκου 𐅻 εʹ. ὀποπάνακος 𐅻 ιβʹ. νίτρου ἀφροῦ 𐅻 λʹ. μύρῳ ἰρίνῳ κόπτων χρῶ. ἄλλο μάλαγμα Ἀνδρείου πολύχρηστον. Ϛ πυρέθρου 𐅻 ηʹ. κόκκου κνιδείου 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 ηʹ. σικύου ἀγρίου ῥίζης 𐅻 ηʹ. ῥητίνης πευκίνης 𐅻 ηʹ. τερμινθίνης 𐅻 ηʹ. κηροῦ λʹ. ὀποῦ συκαμίνου 𐅻 ιβʹ. οἱ δὲ 𐅻 ιʹ. ἀφρονίτρου 𐅻 κʹ. λιβάνου 𐅻 ξεʹ. βδελλίου 𐅻 ιʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιʹ. οἱ δὲ κʹ. σμύρνης 𐅻 ιʹ. ἀριστολοχίας 𐅻 ιʹ. οἱ δὲ κʹ. πεπέρεως λευκοῦ 𐅻 ιʹ. καὶ μακροῦ 𐅻 ιʹ. ξυλοβαλσάμου 𐅻 ιʹ. καρδαμώμου 𐅻 ιʹ. οἰσύπου 𐅻 ιεʹ. ἐβίσκου ῥίζης 𐅻 ιʹ. ξιφίου ῥίζης 𐅻 ιʹ. στύρακος 𐅻 ιʹ. καππάρεως ῥίζης 𐅻 ιʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιʹ. ἀλόης Ἰνδικῆς 𐅻 ιʹ. χαλβάνης 𐅻 ιʹ. ἰξοῦ δρυΐνου 𐅻 ιʹ. οἱ δὲ ιβʹ. στέατος χηνείου 𐅻 ηʹ. ῥητίνης ξηρᾶς 𐅻 ιβʹ. ὑποστάθμης ἴρεως τὸ ἱκανόν. ἄλλο Ἀμυθάωνος πρὸς θώρακος καὶ ὑποχονδρίων καὶ στομάχου ἀλγηδόνας καὶ πρὸς ἀγκύλας καὶ ἀποστήματα, καὶ σκληρίας μαλάσσει. Ϛ ἀμμωνιακοῦ θυμιάματος 𐅻 νʹ. κηροῦ 𐅻 κʹ. βδελλίου 𐅻 νʹ. ῥητίνης τερμινθίνης 𐅻 κʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιʹ. χαλβάνης 𐅻 εʹ. τὸ βδέλλιον οἴνῳ διαχεῖται καὶ ἀμμωνιακὸν, εἶτα καὶ τὰ τηκτὰ καταχεῖται καὶ συλλεαίνεται, ἰρίνου προσμεμιγμένου. μάλαγμα Ἀντιπάτρου πρὸς κωλικοὺς καὶ πάντα τὰ ἐντός. Ϛ σιλφίου 𐅻 βʹ ἐλελισφάκου 𐅻 δʹ. κασσίας 𐅻 δʹ. μελανθίου 𐅻 δʹ. σταφίδος ἀγρίας 𐅻 δʹ. χαλβάνης 𐅻 δʹ. στρουθίου 𐅻 δʹ. θείου ἀπύρου 𐅻 δʹ. πάνακος 𐅻 ζʹ. προπόλεως 𐅻 ζʹ. πυρέθρου 𐅻 ζʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ζʹ. νίτρου 𐅻 ζʹ. Ἀσίου ἄνθους 𐅻 κεʹ. κηροῦ 𐅻 ρνʹ. ῥητίνης 𐅻 ρνʹ. ἐλαίου κοτύλην αʹ. ἄλλο μάλαγμα Καλλινίκου ἐκ τῶν Πακκίου πρὸς πάντα. Ϛ κηροῦ νέου 𐅻 ρʹ. ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης, βδελλίου διαυγοῦς ἀνὰ 𐅻 νʹ. ὑοσκυάμου σπέρματος 𐅻 λʹ. ὀποῦ μήκωνος 𐅻 κʹ. μελιλώτου, σμύρνης, ἀριστολοχίας, πεπέρεως, γεντιανῆς, στύρακος, ἑκάστου ἀνὰ 𐅻 ιεʹ. λιβάνου 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. ἐλαίου κοτύλην αʹ. μήκωνος λευκῆς σπέρματος 𐅻 μηʹ. στροβίλων 𐅻 κʹ. ἄλλο μάλαγμα λευκόπυρον. Ϛ τερμινθίνης λίτρας δʹ. κηροῦ λίτρας γʹ. ἀμμωνιακοῦ θυμιάματος γο στʹ. χαλβάνης γο βʹ. ὀποπάνακος γο βʹ. μάννης οὐγγίας βʹ. στέατος ταυρείου γο βʹ. κυπρίνου ὀλίγον. ἄλλο ἔμπλαστρον μάλαγμα καλὸν Κρίσπου. Ϛ σμύρνης, ὀποπάνακος, χαλβάνης ἀνὰ γο στʹ. πάνακος ῥίζης, μάννης λιβάνου, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ λίτρας βʹ. ἄλλως αʹ. κηροῦ, ῥητίνης φρυκτῆς ἀνὰ λίτρας γʹ. ὄξους κοτύλας βʹ ξε. βʹ. ἄλλο πρὸς ἰσχιαδικοὺς καὶ κεφαλαλγικοὺς καὶ πρὸς πάντα τὰ χρόνια ἀλγήματα. Ϛ κηροῦ 𐅻 κδʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ζʹ. τερμινθίνης 𐅻 ζʹ. θαψίας χυλοῦ 𐅻 ηʹ. ἐλαίου κοτύλην αʹ. ἄλλο πρὸς ὑδρωπικοὺς, Κλεοφάντου. Ϛ κηροῦ, ῥητίνης πευκίνης, ἀφρονίτρου ἀνὰ 𐅻 ρʹ. χαλβάνης 𐅻 ιβʹ. προπόλεως 𐅻 ιβʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιβʹ. Ϛ . κυπρίνου κο. βʹ. ὄξους κο. βʹ. ἄλλο ἀνώδυνον Νικοστράτου πρὸς ποδάγραν. Ϛ κηροῦ λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος γο στʹ. ὀποπάνακος γο δʹ Ϛ. μηκωνείου γο γʹ. κύπρινον εἰς τὸ συγκόψαι. ἄλλο πρὸς λειποδέρμους Ἐπιδαύρου. Ϛ θαψίας ῥίζης 𐅻 γʹ. πεπέρεως μέλανος μακροῦ 𐅻 αʹ. στέατος μοσχείου 𐅻 ιβʹ. λιβάνου 𐅻 δʹ. ξυλοβαλσάμου 𐅻 βʹ. ῥητίνης 𐅻 ιστʹ. κηροῦ 𐅻 ηʹ. τὰ τηκτὰ κατάχει κατὰ τῶν ξηρῶν. ἄλλο μάλαγμα παρὰ Ἀσκληπιάδου, ἀνώδυνον, ποιοῦν παραχρῆμα ἄπονον. Ϛ κηροῦ Τυρρηνικοῦ μνᾶν αʹ. στέατος ταυρείου, στέατος χηνείου, μυελοῦ ἐλαφείου, τερμινθίνης ἀνὰ μνᾶν αʹ. χαλβάνης μνᾶς ἥμισυ, οἰσύπου γο δʹ. ῥοδίνου κοτύλας δʹ. μύρου τηλίνου κοτύλην αʹ. ἐλαίου καλοῦ κοτύλην αʹ. ταῦτα πυρὶ μαλακῷ τῆξον, ἐλαφρῶς κινῶν. ἔστω δὲ ἐν ἑτοίμῳ κεκομμένα λεῖα, ἴρεως Ἰλλυρικῆς χοίνικες βʹ. ἀριστολοχίας χοῖνιξ αʹ. ὑποκυστίδος λείας χοίνικος ἥμισυ, κηκίδος λείας χοίνικες βʹ. μάννης χοῖνιξ αʹ. βδελλίου χοῖνιξ αʹ. κινναμώμου, κρόκου Κιλικίου, σμύρνης, κασσίας, νάρδου Ἰνδικῆς; σχοίνου ἄνθους, καλάμου ἀρωματικοῦ, ἀμώμου, πεπέρεως, ῥοὸς χυλοῦ, χελώνης θαλασσίας αἵματος, ἀνδροσαίμου βοτάνης, πυρέθρου, ἑκάστου ἀνὰ 𐅻 λεʹ. ὄξους παλαιοῦ κοτύλην αʹ. εἰς τὸ αὐτὸ ἀναμίξας πάσας τὰς δυνάμεις μάλασσε καὶ σύγκοπτε, ἕως ἂν ὅλκιμον καὶ καταπεπονημένον γένηται, καὶ ἀπόθου. ποιεῖ καὶ πρὸς τοὺς θώρακος καὶ πνεύμονος ῥευματισμοὺς καὶ τοὺς τὸ βρέγμα τῆς κεφαλῆς ἀλγοῦντας, ἀπόνους παραχρῆμα ποιεῖ. καλεῖται δὲ Ἀσκληπιὸς δύναμις. ἰσχιαδικὸν καλὸν πάνυ πρὸς ἰσχιαδικοὺς παρὰ Ἥρα Καππάδοκος. Ϛ πίσσης ὑγρᾶς κοτύλας γʹ βʹ. κηροῦ λίτραν αʹ. πιτυΐνης λίτραν αʹ. θείου ἀπύρου λίτραν αʹ. νίτρου λίτραν α Ϛ . σταφίδος ἀγρίας ξε. αʹ. πυρέθρου λίτραν αʹ. τρυγὸς κεκαυμένου λίτρας βʹ. καρδαμώμου ξε αʹ. χαλβάνης ἡμίλιτρον. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο μάλαγμα Βακχείου, Καῖσαρ ἐχρήσατο. Ϛ στέατος ὑείου μνᾶς βʹ. κηροῦ μνᾶς βʹ. ἑλενίου, καλάμου ἀρωματικοῦ, πάνακος ῥίζης, ἁλὸς ὀρυκτοῦ ἀμμωνιακοῦ ἀνὰ 𐅻 ιʹ. βδελλίου διαυγοῦς, ἀμμωνιακοῦ θυμιάματος ἀνὰ μνᾶς βʹ. σχοίνου ἄνθους, ἴρεως ἀνὰ μνᾶν αʹ. λιβανωτοῦ, πεπέρεως, χαλβάνης ἀνὰ 𐅻 κεʹ. ἕψησις, ὡς καρδαμήλειος. ἄλλο μάλαγμα τὸ χρυσοῦν πρὸς ἀρθριτικούς. Ϛ ῥητίνης στροβιλίνης λίτρας βʹ. ἀξουγγίου, χαλβάνης ἀνὰ 𐅻 ιβʹ. κηροῦ 𐅻 κδʹ. δαφνείου 𐅻 ιβʹ. ἕψε ὡς οἶδας. ἄλλο μάλαγμα πρὸς πλευρῶν ἄλγημα. Ϛ κυπέρου, καρδαμώμου, μάννης, ἀμμωνιακοῦ θυμιάματος, τερμινθίνης, κηροῦ, ἰρίνου ἀνὰ λίτραν αʹ. ἕψε τὸ ἀμμωνιακὸν ἰδίᾳ, λέαινε τὰ τηκτὰ, τήξας σὺν κυάθῳ ἰρίνου, ἐπίπασσε τὸ ἀμμωνιακὸν, εἶτα τὰ ξηρὰ μίξον, ἰρίνῳ βάπτων τὰς χεῖρας. ἄλλο μάλαγμα Κλονιακοῦ εὔχρουν. Ϛ ἀρρενικοῦ γο γʹ. στυπτηρίας σχιστῆς ἴσον, ἀσβέστου τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας γʹ. κηροῦ ἴσον, ὄξους εἰς τὰ ξηρὰ, ἐλαίου εἰς τὰ τηκτὰ γο ηʹ. χρῶ καὶ ἐπὶ σπληνικῶν.

7.8

Δαμοκράτους μάλαγμα. ἐπεὶ καὶ πρὸς μνήμην ἐστὶ χρήσιμα τὰ διὰ μέτρων γεγραμμένα καὶ τὰς συμμετρίας τῶν φαρμάκων ἀκριβῶς φυλάττει, διὰ τοῦτο καὶ τὰ Δαμοκράτους εἴωθα προσγράφειν, ἐν οἷς ἐστι καὶ τοῦτο προσγεγραμμένον. χρεία δὲ πάντως καὶ μαλάγματος καλοῦ Τοῖς σφόδρα φιλιάτροισιν ἔσται πολλάκις Πρὸς σπάσματα μυῶν μεγάλα καὶ πρὸς ῥήγματα Ἄρθρων. ἔτι δὲ καὶ λυγίσματα, Νεύρων παχυσμοὺς καὶ μυῶν τὰς σκληρίας Μετὰ φλεγμονῆς, πρὸς μέντοι καὶ τὰ δήγματα, Πρὸς ταῦτα τοῦτό ἐστι δραστικώτατον. αἴρει δὲ καὶ λειχῆνας αὐτὸ καὶ λέπρας, Ἐπικείμενον τὸ πλεῖστον ἡμέρας ιʹ. ἀλλαττόμενον παρὰ μίαν βʹ. ἡμέρας. πίσσης διαυγοῦς ξηροτάτης λίτρας βʹ. μίαν πιτυΐνης καὶ μίαν κηροῦ καλοῦ, Ἀμμωνιακοῦ καὶ στυπτηρίας ὑγρᾶς πάλιν Μίαν ποίει, δριμυτάτου ὄξους βʹ. ξέστας μετρήσας, ἔχε παρεσκευασμένον. κατὰ τὸ σπάνιον δὲ χαλβάνης βʹ. οὐγγίας Τινὲς προσέβαλλον, βουλόμενοι τὰς σκληρίας Θᾶσσον μαλάξαι τὰς ἐχούσας καὶ χρόνον. σκεύαζε δ’οὕτως, ἀπολαβὼν ὄξους τρίτον, Ἀμμωνιακοῦ κατάχειτε καὶ στυπτηρίας, Καὶ λεῖα ποιῶν ἐν θυείᾳ μείζονι, Πάχος ποίησον μέλιτος ὑγροῦ προσφάτου. πίσσαν δὲ καὶ τὸ λοιπὸν ἐν καινῇ χύτρᾳ Ἕψησον, ὡς πᾶν παρ’ἐλάχιστον ἐκφρυγῇ, Οὕτως κατάχειτε τῶν καλῶς λελεασμένων Ἐν τῇ θυείᾳ κἀνάκοφθ’ἕως λάβῃ Ξανθὸν τὸ χρῶμα μηλίνῃ προσεμφερές. μῖξαι δὲ πάντως βουλόμενος καὶ χαλβάνην. μετὰ κηροῦ ταύτην πιτυΐνηντε προσβαλεῖς, Ἄρας μετ’ὀλίγον τὴν χύτραν ἀπὸ τοῦ πυρός. τινὲς δὲ προσβάλλουσι μάννης σταθμὸν ἴσον, Τὴν στυπτηρίαν αἴροντες ἐκ τοῦ φαρμάκου. καὶ χρώμενοι πρὸς τὰ τοιαῦτα, προσφάτους Κολλῶσι ταύτῃ τῇ δυνάμει διαιρέσεις. τούτῳ δὲ κέχρησο κἀπὸ πρώτης ἡμέρας, Ἐφ’ὧν προεῖπον, ὅταν ἔχωσιν εὐλαβῶς, Πρὸς τὰς ἀμυχάςτε καὶ τὰ ταύταις ἑπόμενα. τῷ σπληνίῳ δ’ἄνωθεν ὄξει διάβροχον Σπόγγον ἐπίβαλλε κἀπίδει πεπιεσμένως, Οὕτως ἐπιρρίψεις αὐτὸ καὶ τοῖς σπληνικοῖς. ἐφ’ὧν δ’ὑπονοεῖς τὸν σκίρρον σπλάγχνῳ τινὶ Ἐσόμενον, ἀδεῶς κέχρησο τῷ μαλάγματι. μετὰ τοῦτο τὸ φάρμακον Δαμοκράτης ἔγραψε τὴν διὰ τῶν ἁλῶν, ἀρξάμενος αὐτῆς οὕτως. ἄν ἐπιμένῃ τούτων τινὶ πλείοσι χρόνοις; σκεύαζε καὶ τοῦθ’, ὡς κάλλιστον φάρμακον. εἶτα μετὰ τοῦτο καὶ ἄλλο δι’ἁλῶν γράφει καὶ μετ’ἀμφότερα πάλιν ἄλλο, χοιράδας δὲ διαφορεῖν ἐπαγγελλόμενον καὶ ἥπατος καὶ σπληνὸς ὑδερώδεις διαθέσεις. ἐμοὶ δὲ ἄμεινον ἔδοξεν, ἐν ταῖς διαφορητικαῖς ἐμπλάστροις ταῦτα γράψαι τὰ φάρμακα.

7.9

περὶ τῶν χαλαστικῶν φαρμάκων. καλεῖταί τινα χαλαστικὰ φάρμακα συνήθως ἅπασι σχεδόν τι τοῖς νεωτέροις ἰατροῖς, ἐφ’ὧν, ὡς καὶ τοὔνομα μὲν δείκνυσι, χαλᾷ τὰ τετανυμένα μόρια. τὸ γὰρ κεχαλάσθαι τῷ συντετάσθαι κατὰ τοὐναντίον λέγεται. γέγραπται γοῦν που καὶ ὑφ’Ἱπποκράτους ᾧδε. δέρματος σκληροῦ μάλθαξις, συντεταμένου χάλασις. εἰ μὲν οὖν κυρίως τις χρῷτο τοῖς ὀνόμασι, μαλακτικὰ τῶν ἐσκληρυσμένων σωμάτων εἶναί τινα φήσει φάρμακα, τὰ λυτικὰ δηλονότι τῆς σκληρότητος αὐτῶν, ὥσπερ γε καὶ χαλαστικὰ τὰς τῆς τάσεως ἰατικά. συμβαίνει δὲ ἐπὶ ταῖς φλεγμοναῖς τετάσθαι τὸ δέρμα, ποτὲ μὲν ὑπὸ τοῦ ὑποκειμένου ὄγκου τὸ σύμπτωμα τοῦτο λαμβάνον, ἐνίοτε δὲ καὶ αὐτὸ συμφλεγμαῖνον, οὐ μὴν οὐσία τῆς φλεγμονῆς σκληρότης ἐστὶ τοῦ φλεγμαίνοντος μέρους, ἀλλὰ τοὐναντίον ἅπαν, ὡς ἐν τοῖς περὶ αὐτῆς λόγοις δείκνυμεν, ὑγρότης. ἐν δὲ τοῖς σκιρρουμένοις οὐχ ὑγρότης ἐστὶν ἐπικρατοῦσα κατὰ τὸ πεπονθὸς μόριον, ἀλλ’ σκληρότης. ἀμφοτέρων δὲ τῶν παθῶν ὁμογενής πώς ἐστιν γένεσις καὶ ἴασις. γεννᾶται γὰρ ἐξ ἐπιρροῆς, ἰᾶται δὲ κενωθέντων αὐτῶν. οὐ μὴν γε τρόπος τῆς κενώσεως ἐπ’ἀμφοῖν αὐτὸς, ἀλλὰ ὡς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δέδεικται, καθ’ἣν καὶ τῶν ἄλλων ἁπάντων παθῶν τῆς ἰάσεως εἴρηται μέθοδος, ἐπὶ μὲν τῶν φλεγμαινόντων μορίων τε ἀποκρουστικὴ ποιότης τῶν φαρμάκων ὠφέλιμός ἐστι κατὰ τοὺς πρώτους χρόνους, τε διαφορητικὴ μέχρι παντός. κατὰ δὲ τοὺς σκίρρους διαφορητικὴ μόνη χωρὶς τῆς ἀποκρουστικῆς. τὰ μὲν οὖν τελέως σκιρρωθέντα τελέως ἐστὶν ἀνίατα. διαγινώσκειν δ’αὐτὰ χρὴ τῷ μηδεμίαν αἴσθησιν ὑπολείπεσθαι τοῖς πεπονθόσι μέρεσιν. ἐφ’ὧν δ’ἐστὶ μὲν αἴσθησις, ἀλλ’ἀμυδρὰ, θεραπεύεται ταῦτα διὰ φαρμάκων διαφορούντων μὲν δηλονότι τὸ παχυνθὲν ὑγρὸν, οὐ μὴν ἰσχυρῶς γε καὶ ἀθρόως τοῦτο ποιούντων, ὡς τὰ διαφορητικὰ ποιοῦσι φάρμακα. καλοῦσι δὲ ἐπισπαστικάτε καὶ ἐξιπωτικὰ τὰ τοιαῦτα. θαυμάζειν δ’οὐ χρὴ τὴν μετάπτωσιν εἰς σκληρότητα γιγνομένην ἐκ τῶν φλεγμαινόντων, ὅταν ἅμα τότε ἐπιρρυὲν ὑγρὸν παχύτερόντε καὶ γλίσχρον, τε ἴασις διὰ φαρμάκων γένηται ξηραινόντων σφοδρῶς. ὡς γὰρ κᾀπὶ τῶν ἐκτὸς αὐτῷ μὲν ὁμιλοῦντα τῷ πυρὶ πολλὰ τῶν σωμάτων φρύγεται, δι’ὕδατος δὲ ἀναμαλάττεται, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν φλεγμαινόντων κατὰ τὸν πεπονθότα τόπον ὑγρότης ὑπὸ μὲν τῶν θερμαινόντωντε καὶ ξηραινόντων ἰσχυρότερον φαρμάκων ὑπολειπόμενον ἴσχει τι γλίσχρον καὶ παχὺ, διαφορηθέντος τοῦ λεπτοῦ. καὶ τούτῳ τῷ τρόπῳ κατάτε τὰς ἀρθρίτιδας οἱ πῶροι γίγνονται καὶ κατὰ τὰς νεφρίτιδας οἱ λίθοι. ἐὰν δέ ποτε τὸ φλεγμονὴν ἐργασόμενον ῥεῦμα λεπτὸν κατὰ τὴν σύστασιν, τε ἴασις αὐτοῦ διὰ τῶν ξηραινόντων καὶ θερμαινόντων γένηται φαρμάκων, οὐδὲν ὑπολείπεται σκιρρῶδες. οὐχ ἥκιστα δὲ καὶ τὰ σφοδρῶς ψύχοντάτε καὶ στύφοντα τοὺς σκίρρους εἴωθεν ἐργάσασθαι. καὶ πολλοὺς ἐξ ἐρυσιπελάτων ἀμέτρως παθόντων ταῦτα σκιρρώδεις ὄγκους ἔχοντας θεώμεθα διὰ τὴν ἀμαθίαν τῶν θεραπευτάντων αὐτοὺς ἰατρῶν. πρώτη μὲν οὖν διαφορὰ τῶντε τὰς φλεγμονὰς θεραπευσάντων φαρμάκων ἐστὶ καὶ τῶν τοὺς σκίρρους εἰρημένη. ἑτέρα δὲ διὰ τὴν συνεζευγμένην ὀδύνην τοῖς φλεγμαίνουσιν οὐκ ἀνεχομένην ἰσχυρὸν φάρμακον προσφέρεσθαι τῷ πεπονθότι μορίῳ. σὺν ὀδύνῃ γὰρ ἐνεργεῖ ταῦτα, φθανόντων ὀδυνᾶσθαι τῶν φλεγμαινόντων διὰ τὸ πάθος καὶ διὰ τοῦτο μαλακωτάτων φαρμάκων δεομένων. τὰ σφοδρότερα δὲ πρὸς τῷ μὴ λύειν παρηγορεῖν τὰς ὀδύνας, ἔτι καὶ παροξύνοντα, μείζονας ἐργάζεται τὰς φλεγμονάς. πρώτη μὲν οὖν χρῆσις ἐπὶ τῶν ὀδυνωμένων φλεγμονῶν ἐστιν διὰ τῶν ὑγρῶν ἱκανῶς φαρμάκων, ἅμα τῷ μετρίως θερμαίνειν. ἐφεξῆς δὲ διὰ τῶν ἠρέμα παχυτέρωντε καὶ ξηραντικωτέρων. τρίτη δὲ διὰ τῶν χαλαστικῶν ὀνομαζομένων, τινες ἐν τοῖς μαλάγμασι γράφουσιν. ἔστι δὲ αὐτῶν μαλακτικώτατα μὲν ὅσα κηρωτοειδῆ ταῖς συστάσεσιν, ὅταν διὰ βουτύρου καὶ κηροῦ καὶ στεάτων, ἐλαίουτε χαλαστικοῦ συντίθεται. μίγνυται δὲ τούτοις οἰσύπουτε καὶ ῥητίνης καὶ πίσσης ὀλίγον, ὥσπερ γε καὶ λιβανωτὸς καὶ χαλβάνη καί τι καὶ τῆς Ἰλλυρικῆς ἴρεως. ηὑρέθη δὲ ὑπὸ Μενεκράτους, ὡς αὐτόςτε λέγει καὶ ἄλλοι τινὲς αὐτῷ μαρτυροῦσιν, διὰ χυλῶν ὀνομαζομένη τῶν μηκέτι ὀδυνωμένων ἰσχυρῶς φλεγμονῶν, ἰατικὸν φάρμακον. ἐπιγέγραπται δὲ τὸ βιβλίον, ἐν γέγραπται τὸ φάρμακον, αὐτοκράτωρ ὁλογράμματος · αὐτοκράτωρ μὲν, ἐπειδὴ τούτῳ προσπεφώνηται, ὁλογράμματος δὲ διότι χωρὶς χαρακτήρων ὅλαις ταῖς συλλαβαῖς γέγραπται βʹ καὶ γʹ. καὶ δʹ. καὶ εʹ. καὶ τῶν ἄλλων ἀριθμῶν ἕκαστος, ἤτοι ῥητίνης πίσσης τινος ἄλλου φαρμάκου. τοῦτο δ’ἔπραξεν Μενεκράτης, ἐπειδὴ πολλάκις οὐ μόνον ἀκόντων ἁμαρτάνεσθαι συμβαίνει κατὰ τὰς γραφὰς, ἀλλὰ καὶ διὰ φθόνον ἑκόντων ἐνίων, τὸ μὲν ο γράμμα θ ποιούντων διὰ μέσης τῆς στρογγύλης γραμμῆς ἑλκυσθείσης ἑτέρας ἐγκαρσίας, τὸ δὲ ἰῶτα γράμμα προστεθείσης ἑτέρας ὁμοίως ἐγκαρσίας, ὥσπερ καὶ ἀποξυσθείσης μιᾶς γραμμῆς ἐκ τοῦ γράμμα καὶ ῥῶ τὸν χαρακτῆρα τοῦ ἰῶτα καταλείπεσθαι συμβαίνει. κατὰ τὸν αὐτὸν δὲ τρόπον ἐκ πολλῶν γραμμάτων τῶν μὲν προσθέσει, τῶν δὲ συνθέσει, τῶν δ’ἀφαιρέσει, συμβαίνει τὴν ἀλλοίωσιν γενέσθαι τῶν δηλούντων αὐτὰ χαρακτήρων. ἀλλ’οὐδέν γε πλέον εἰργάσατο πρὸς τὸν ἑξῆς χρόνον Μενεκράτης, τῶν ἐγγραφομένων αὐτοῦ τὴν βίβλον, οὐχ ὁλογραμμάτους τὰς προσηγορίας τῶν ἀριθμῶν γραφόντων, ἀλλὰ διὰ τῶν δηλούντων αὐτὰ χαρακτήρων. εἰκότως οὖν ηὐδοκίμησε τὰ Δαμοκράτους βιβλία τῶν φαρμάκων εἰς μέτρα γραφέντα, καὶ εἴπερ ἅπαντα τὸν τρόπον τοῦτον ἐγέγραπτο, κάλλιστον ἂν ἦν. ἐπεὶ δ’οὐκ ὀλίγα τῶν δοκίμων φαρμάκων παραλέλειπται, διὰ τοῦτο καὶ τῶν ἄλλων φαρμακιτίδων βίβλων δεόμεθα, δι’ὧν ἔγραψαν ἔνιοι ποικίλων φαρμάκων συνθέσεις. ἀλλ’ γε διὰ τῶν χυλῶν ὑπὸ Μενεκράτους εὑρεθεῖσαι διὰ τῶνδε τῶν τριμέτρων στοιχείων ὑπὸ Δαμοκράτους γέγραπται, μετά τινων μὲν καὶ ἄλλων, ὁμοίως ἑαυτῇ προγεγραμμένων αὐτῆς δυοῖν.

7.10

διὰ χυλῶν Δαμοκράτους ὑπὸ Μενεκράτους. εἰπόντες οὖν ἔμπροσθε πῶς τὰ τραύματα Δίχα φλεγμονῆς μένοντα κολληθήσεται, Ἑξῆς ἐροῦμεν πῶς τὰ φλεγμαίνοντ’ἄγαν Δυνατὸν θεραπεύειν φαρμάκοις ἔσται καλῶς. ὅταν μυὸς τρωθέντος νεύρων τινῶν καὶ νυγέντος ὑμένος ἐγγὺς ὀστέου, Μετὰ τὴν τετάρτην ἡμέραν πυκνοὶ πόνοι Καὶ φλεγμοναὶ, πυρετοίτε μετὰ συμπτωμάτων; πολλῆς ἀγρυπνίας, παρακοπῆς, δίψους σφοδροῦ, Ξηρότητος γλώττης γένηται πρόσθεσις, Καθ’ἡμέραν ῥέποντα πρὸς τὰ χείρονα. ἰχὼρ τρυγώδης, λεπτὸς, ἐρυθρὰ τραύματα. τάτ’ἐγγὺς αὐτῶν πάντ’ἔχοντα σώματα Ὀργὰς, διατάσεις, φλεγμονὰς, οἰδήματα, Τότε μὴ κατάπλασσε ποικίλοις καταπλάσμασιν. ἔθος γάρ ἐστι τοῦτο ποιεῖν τοῖς νέοις, Ἱν ἐκφυγόντες τὰς ἀκμὰς τῶν φλεγμονῶν Τοῖς συκοφάνταις μὴ παρέχωσιν αἰτίαν. δεῖ δὲ τὸν ἔχοντα τῆς ἰδίας πίστιν τριβῆς Καὶ συγκαταβαίνειν τοῖς νοσοῦσ’εἰς τοὺς φόβους, Μὴ περιμένοντα τὴν τύχην καὶ τὴν φύσιν. σκεύαζε τοίνυν πρὸς προείρηται πάθη Καὶ τοῖς ποδαγρικοῖς ἁρμόζον τὸ φάρμακον, Ἐν παντὶ καιρῷ τοῖς νοσοῦσ’ἐπικείμενον, Τοῖς γὰρ διαλείμμασιν μὲν εὐκινησίαν Παρέχον ἑτοίμην. καὶ τὸ μὴ πώροις ταχὺ Πυκναῖςτ’ἐπιβολαῖς παρενοχλεῖσθαι ῥᾳδίως. ἐν ταῖς καταρχαῖς δ’οὐκ ἐῶν μεγέθη λαβεῖν, Ἐν ἀκμαῖς δὲ τὰς παρακμὰς ποιοῦν ταχὺ, Ἄν μὴ μεταβαίνῃ ῥᾳδίως τις ἐφ’ἕτερα. τὸ δὲ φάρμακον σκεύαζε τοῦτον τὸν τρόπον, Λιθαργύρου μὲν λειοτάτου, χρυσίτιδος Λίτρας βʹ. βαλὼν, τέσσαρας δ’ἀξυγγίου Ἄγαν παλαιοῦ, μίαν δὲ καὶ μιᾶς λίτρας Τρίτον ἐλαίου πολυετοῦς καὶ παχυτάτου Καὶ μὴ δυσώδους, μὴ μέλανος, μὴ τραχέος, Οὕτω γὰρ ἔσται δραστικὸν τὸ φάρμακον. τήξας δ’ἐπιμελῶς ἐν λοπάδι τἀξούγγιον, Ἔπαιρ’ἀπ’αὐτοῦ τοὺς ὑμένας καὶ τοὺς ἅλας, Ἠθμῷ διηθῶν εἰς ἑτέραν μείζω χύτραν, Καὶ προσβαλὼν ἔλαιον ἀνάζεσον πάλιν, Μὴ πᾶν δ’ἔλαιον, ἀλλὰ τὰ δύ’αὐτοῦ μέρη, Τὸ τρίτον δ’ὑπολιπὼν, ἔχ’ἐν ἑτοίμῳ κείμενον, Ἄν ἐπειχθῇς προσβάλλειν, ἵν’ σοι παρόν. ἔσται δὲ χρεία πάντως ἐν χειμῶνί γε, Ὅταν γεγονὸς τῷ μακρῷ χρόνῳ παχὺ Τὸ βαλλόμενον ἔλαιον εἰς τὸ φάρμακον, Λιθάργυρόντε τῶν ζεόντων κατάπασσε, Ἕψε ἐπὶ μαλακῷ καὶ διηνεκεῖ πυρὶ, Κινῶν σπάθῃ, βέλτιον ἂν τῇ πευκίνῃ. ὅταν δὲ ἐπὶ χρόνον μέτριον ἑψούμενον Τὸ φάρμακον λάβῃ μὲν ἐμπλάστρου πάχος, Λάβῃ δ’ὁμοίως δυσωδίαν φαρμάκου, Ἔπαιρε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς, Ποιῶν μὲν βραχὺ σκληροτέραν ἐν τῷ θέρει, Μαλακὴν δὲ τῷ χειμῶν’, ἀμόλυντον δ’ὅμως, Κίνει δ’ὁμοίως ἕως μετρίως ὑποψυγῇ, Εἶτα πάλιν χερσὶ σκληροτέραις πρόσπασσε πᾶν Μαλαχθὲν, οὕτως μεταφέρειν ἐκ τῆς χύτρας. ὅταν δ’ χρεία, πάλιν μαλάττειν εὐτόνως, Μαλακῷτ’ἐπιμελῶς ἐμπλάσαντας δέρματι, Οὕτως ἐπιβάλλειν εὐμεγέθη τὰ σπλήνια. ταύτην δὲ τὴν ἔμπλαστρον εἰ βούλει ποτὲ Μᾶλλον ποιεῖν πρὸς νεῦρα παχέα καὶ μύας Σκληρούςτε μασθοὺς, ἄρθρατ’ἐξῳδηκότα, Μαλάχης ἀγρίας τῶν ῥιζῶν λίτραν βαλὼν Καθαρῶντε, προσφάτωντε καὶ συντεμὼν Εἰς δακτυλιδίους, τῷτε μήκει καὶ πάχει Τόμους ἐπίβαλλε τοῖς ζέουσ’ἐν τῇ χύτρᾳ. ὅταν δὲ πᾶσαν ἀνθρακωθέντ’ἀποβάλῃ Τὴν ἰκμάδα καὶ τὴν δύναμιν τὸ φάρμακον, Ἔπαρον ἠθμῷ τῆς μαλάχης τὰ ῥίζια, Λείαν δ’ἐπιπάσας τὴν λιθάργυρον, τότε Ἕψησον, ὡς προεῖπον πρόσθεν, καὶ πάλιν Ἀπόθουθ’ὁμοίως καὶ τὸν αὐτὸν χρῶ τρόπον. τοῦτο δὲ ἑκατέρας φησὶ τὰς ἀρετὰς ἔχειν πρῶτος εὑρὼν Μενεκράτης τὸ φάρμακον, Ἀνὴρ κράτιστος, ἑκτικὸς πρὸς τὴν τέχνην. καὶ γὰρ φυλάττει τὰ νεότρωτα τραύματα Δίχα φλεγμονῆς, κολλᾷντε τὰ διῃρημένα Ἔπεισεν ἡμᾶς καὶ τὰ φλεγμαίνοντ’ἄγαν Ἕλκη θεραπεύειν, τούςτε τρωθέντας μύας, Δίχα τινὸς ἄλλου τῶν βοηθεῖν δυναμένων Καταπλασμάτων, σπόγγωντε καὶ τῶν ἐμβροχῶν. ποιεῖ δὲ πάνθ’ὅσ’ἔμπροσθεν εἶπον ποιεῖν Τὴν διὰ λιθαργύρουτε καὶ ἀξουγγίου. εἶναι δ’ἄριστον πεσσὸν ἐν κεχρονισμέναις, Ἐν προσφάτοιςτε φλεγμοναῖς τῆς ὑστέρας, Ἕλκητε πληροῦν κοῖλα, ῥοδίνῳ μύρῳ Διεθεῖσα καλῷ γε μυρσίνῳ ἀπουλοῦν. καθόλουτε πᾶν κατάπλασμα καὶ φάρμακον Ἔξωθεν ἐπ’αὐτῶν φήσ’ἐπιρριπτούμενον, Περισσὸν εἶναι τοῖςτε ταύτῃ χρωμένοις. ἔστι δ’ἀναγραφῆς ἄξιον τὸ φάρμακον. ἤδη δὲ πιστόν ἐστι καὶ τοῖς βασκάνοις, Λέγει δὲ ποιεῖν αὐτὸ τοῦτον τὸν τρόπον. ἑπτὰ μὲν ἐλαίου τοῦ θέρους λίτρας σταθμῷ. ἐν ἄλλῳ εὗρον ἥμισυ τοῦ ἐλαίου Τοῦ λιπαροῦ καὶ προσφάτου ἀξουγγίου. ἐννέα δὲ τοῦ χειμῶνος, ὥς φησιν, βάλεις, Ἓξ δὲ μόνον λειοτάτης λιθαργύρου. ξέστου δ’ἔφασκε τήλεως μέρος ἥμισυ. ταὐτὸν λινοσπέρμουτε τοῦ κεκαυμένου. μαλάχηςτ’ἀγρίας ἔλεγε γʹ. λίτρας σταθμῷ, Ῥίζης ἐχούσης χυλὸν ἔτι τὸν πρόσφατον, Ἕψειν δι’ὕδατος μὲν ξέστας ηʹ. μέτρῳ, Εἰς λοπάδα καινὴν κεραμίαν πλατύστομον, Ῥίζης βάλλοντα τῆς μαλάχης κεκαθαρμένης, Τετμημένης, λεπτῆςτε καὶ τεθλασμένης, Τῆλιν πεπλυμένην, τότε λινόσπερμον καλῶς. ὅταν δὲ χυλωθῇτε καὶ πάχος λάβῃ, Δι’ὀθονίου τὸν χυλὸν ἀποθλίψας ἔχε, Στήσας δὲ τὰς δʹ. λίτρας σταθμῷ Μιγνὺςτ’ἔλαιον, πᾶν ἕψει ἐπ’ἀνθράκων. ὅταν δὲ λεπταὶ πομφόλυγες ἐκ μειζόνων Πυκναίτ’ἐπαναστῶσι τοῖς ἐν τῇ χύτρᾳ Πρόσπασσε λείαν τὴν λιθάργυρον, τότε Ἕψετε μαλακῷ καὶ διηνεκεῖ πυρὶ, Ἕως τε χυλὸς τῷ λίπει συνεκφρυγεὶς, Τὸ φάρμακον ἔμπλαστρος ἔσται μηλίνη, Εὔχρους, ἀμόλυντος, ἀλλὰ μὴ σκληρὰ πάνυ. ταύτην ἐφευρὼν τοῖς παλαιοῖς φαρμάκοις, Ἔλεγε διὰ χυλῶν εὐλόγως τὸ φάρμακον. ἄλλο. καὶ τοῦτο δέ ἐστιν ὁμογενὲς τὸ φάρμακον, Εἰ καὶ δι’ἑτέρων μιγμάτων σκευάζεται. ποιεῖ γὰρ ἀμέλει πρὸς προεῖπον, πάνθ’ἁπλῶς Τάτ’ὠμὰ καὶ δύσπεπτα καὶ δυσμετάβολα, Τὰ κατὰ μυῶν ὑμένωντε μεγάλα τραύματα. λύει γὰρ αὐτῶν τὰς ὠτειλὰς ῥᾳδίως Ἀρθριτικοῖςτε πᾶσ’ἐπιρριπτούμενον, Παρηγορήσει τοὺς κεχρονισμένους τόπους. ἔχει δὲ πίσσης ξηροτάτης λίτρας βʹ. καθαροῦτε κηροῦ Ποντικοῦ λίτρας βʹ. πάλιν τερμινθίνηςτε καὶ τῆς καθύγρου Λίτρας βʹ. μάννης λιβάνουτ’ἀδόλου λίτραν Ἥμισυ δὲ λίτρας τι βραχυρρεπέστερον Λευκοῦ, λιπαροῦ μάλιστα, βουτύρου νέου. τὰ μὲν ἄλλ’ἐπὶ πολὺ τῆκε καὶ λάβρῳ πυρὶ Συνεχῶς, ἐπιβλέπων ἢν ἀμόλυντον τυγχάνῃ Τὸ φάρμακον τριβόμενον ὑπὸ τῶν δακτύλων. οὗ περ γινομένου, βαστάσας ἀπὸ τοῦ πυρὸς, Τοῖς τηκομένοις τὴν μάνναν οὕτω κατάπασον, Κινῶν ἐπὶ πολὺ τῇ σπάθῃ τὸ φάρμακον. οὕτω ψυγέντε καὶ μαλαχθὲν, ἀποτίθου Ῥόδινόντε ταύτῃ τῇ δυνάμει τὸ πρόσφατον Πολὺ καταμίξας, χρήσῃ καὶ πρὸς κοῖλ’ἄγαν Ἄσαρκάθ’ἕλκη καὶ τενόντων φλεγμονὰς Δυσμεταβόλωςτ’ἔχοντα πρὸς λευκὸν πύον.

7.11

περὶ ἀκόπων. τὴν τῶν ἀκόπων φαρμάκων ἐπαγγελίαν ἐνδείκνυται καὶ αὐτὸ τοὔνομα αὐτῶν. κόπους δ’ὀνομάζουσιν οἱ ἄνθρωποι τὰς ἐκ τῶν πολλῶν σφοδρῶν κινήσεων γιγνομένας διαθέσεις τοῖς σώμασιν, ἤτοι γ’ὅλοις κατὰ τὰ μᾶλλον πονήσαντα μόρια. λυπηραὶ δ’εἰσὶν αἱ διαθέσεις αὗται, μάλιστα μὲν τοῖς κινουμένοις, ἤδη δὲ καὶ τοῖς ἡσυχάζουσιν, ὅσαι σφοδρότεραι. ὕστερον δὲ καὶ τοῖς ἰατροῖς εἰθίσθη, κᾂν μὴν πρὸς κόπους τὸ φάρμακον ὑπ’αὐτῶν συγκείμενον, ἀλλ’ἤτοι πρὸς ὀδύνην χρονίζουσαν ἐν τῷ βάθει τοῦ σώματος δυσκινησίαν δυσαισθησίαν σκληρότητα μορίου τάσιν ὄγκον σκιρρώδη καλεῖν ὁμοίως, ἄκοπα καὶ τὰ τοιαῦτα πάντα, μόνον ἐὰν ἔχῃ τὴν καθ’ὑγρότητα σύστασιν ὁμοίαν τοῖς ἀκόποις, ἥτις ἐστὶ παραπλησία ταῖς ὑγραῖς κηρωταῖς, ὁποίαις κᾀπὶ τῶν ἐξαρθρημάτωντε καὶ καταγμάτων χρώμεθα. τῆς γὰρ τοιαύτης συστάσεως ὑγρότατον μέν ἐστι τὸ καλούμενον ὑπὸ τῶν νεωτέρων ἰατρῶν κηρέλαιον. ἐφεξῆς δ’αὐτοῦ τὰ ἄκοπα χρίσματα καὶ μετὰ ταῦτα παχυτέραν ἔχουσα σύστασιν τῶν ὑγρῶν κηρωτὴ, εἶθ’ τῶν ἁπαλῶντε καὶ μαλακῶν ὀνομαζομένων. ὑστάτη δὲ τῶν ἀμολύντων, ὁμοία τῇ τῶν καλουμένων ἰδίως ἐπιθεμάτων · οἷς ἐφεξῆς ἐστιν τῶν ἐμπλάστρων σύστασις, ἐχουσῶν καὶ τούτων αὐτῶν, ἐν τῷ μᾶλλόντε καὶ ἧττον οὐ μικρὰν διαφορὰν, ὥστ’ἔνιοι τῶν ἰατρῶν, κηρωτομαλάγματά τινα προσηγόρευσαν, ἀπὸ τῆς συστάσεως μόνης οὕτως ὀνομάσαντες, ὅσα τῶν ἐπιτιθεμένων φαρμάκων οὐκέτι μέν ἐστιν ὑγρὰ, σκληρὰ δὲ εἰς τοσοῦτον οὐδέπω, καθάπερ αἱ ἔμπλαστροι. οὐσῶν οὖν ἁπασῶν τῶν εἰρημένων διαφορῶν δηλωτικῶν οὐ τῆς δυνάμεως τῶν φαρμάκων, ἀλλὰ τῆς κατὰ τὴν σύστασιν ἰδέας · τῶν ἀκόπων προσηγορία, πάλαι μὲν ἐσήμανε τὴν δύναμιν τῶν φαρμάκων, ὕστερον δὲ τὴν σύστασιν. καὶ διὰ τοῦτο ἠναγκάσθησαν ἅμα διορισμοῖς ὀνομάζειν αὐτὰ, τουτὶ μὲν ἄκοπον, χαλαστικὸν, τουτὶ δὲ μαλακτικὸν θερμαντικὸν ἀνώδυνον μετασυγκριτικὸν προσαγορεύσαντες, ὥσπερ γε καὶ πρὸς τόδε τι πάθος ἁρμόττειν, οἷον ἰσχιάδα, παράλυσιν, πλευρῶν ὀδύνην κοινῇ πρὸς ἁπάσας ὀδύνας. αὐτοφυὲς μὲν οὖν ἐστι φάρμακον ἁπλοῦν, ἀρωγὸν ἅπασι κόποις τὸ ἔλαιον, καὶ χωρὶς προσθήκης ὀνομάζομεν, ἐπειδὴ καὶ μόνον ἦν τοῖς παλαιοῖς χρόνοις, ὕστερον δὲ τότε κίκινον ἔλαιον αὐτῷ προσετέθη παρά γε ὑμῖν. ἐν Αἰγύπτῳ γὰρ καὶ τοῦτο παλαιὸν ἦν καὶ μετὰ τὸ κίκινον αὖθις ἄλλα, τότε ῥαφάνινον καὶ τὸ σινάπινον καὶ τὸ σησάμινον, ἕτεράτε τοιαῦτα, καθάπερ καὶ παρ’ἡμῖν κρίνινόντε καὶ μαστίχινον καὶ σχίνινον, ὅσατε τούτων ποικιλώτερα μέχρι καὶ τῶν μύρων. εὔδηλον οὖν ὅτι τὰ παρὰ τοῖς παλαιοῖς ἄκοπα καλούμενα φάρμακα, πάνθ’ὑγρὰ ταῖς συστάσεσιν ἀναγκαῖον εἶναι, τοὺς μὲν ἐπιπολῆς κόπους ἐλαίου μόνου θεραπεύοντος, τοὺς δὲ καὶ διὰ βάθους καὶ σφοδροτέρους, μετά τινος τῶν ἐμβαλλομένων αὐτῷ χαλαστικῶν φαρμάκων, θερμαίνειν συμμέτρως πεφυκότων, ὥσπερ χαλβάνητε καὶ ῥητίνη τερμινθίνη καὶ πρὸς αὐτῇ κολοφωνίατέ τις ὀνομαζομένη καὶ φρυκτή. θερμότεραι δὲ τούτων ἐλατίνητέ ἐστι καὶ στροβιλίνη, βραχὺ δὲ τῆς τερμινθίνης λάριξ ὑπάρχει θερμοτέρα. μίγνυται δὲ τὰ τοιαῦτα πάντα χαλαστικοῖς ἐλαίοις, ὁποῖόν ἐστι τὸ Σαβῖνον, ἐπεμβαλλομένου ποτὲ καὶ κηροῦ. χρίσμα δὲ ἄκοπόν ἐστιν ἐπὶ τῶν ἤδη διὰ βάθους ἀλγούντων καὶ τὸ διὰ τοῦ σπέρματος τῆς ἐλάτης, χαμαιμήλουτε καὶ ἀνήθου καὶ ἄνθους αἰγείρου περὶ ὧν ἐφεξῆς ἐροῦμεν ὅπως σκευάζεται. καὶ τὸ σούσινον δὲ καὶ τὸ γλεύκινον καὶ τὸ κομμαγηνὸν ἐκ τῶν ἀκόπων χρισμάτων ἐστὶν, ὅσατε διὰ πιμελῆς καὶ στέατος συντίθεται μετριώτατα μὲν χαλῶντος τοῦ ὑείου, μᾶλλον δὲ τούτων τὸ ἀλεκτορίδων καὶ τούτου μᾶλλον ἔτι τὸ χήνειον. ἰσχυρότερον δὲ στέαρ ἐστὶν ὡς θερμαίνειν σφοδρότερον ἤδη καὶ διὰ τοῦτο καὶ διαφορεῖν ἱκανῶς τὸ λεόντειόντε καὶ παρδάλειον. ἐν δὲ τῷ μέσῳ τούτων ἐστὶ καὶ βοείουτε καὶ αἰγείου τὸ τῶν ἀλωπέκωντε καὶ τῆς ὑαίνης. ταῦτα μὲν οὖν ἅπαντα κατὰ γένος ἐστὶ τῶν κυρίως ὀνομαζομένων ἀκόπων, ἀλλήλων διαφέροντα τῷ μᾶλλόντε καὶ ἧττον θερμαίνειν, ὥστ’ἔνια καὶ τὸ γένος ὅλον ἐκπεπτωκέναι δόξει τῶν ἀκόπων χρισμάτων, ἐπὶ τῶν μα λακῶν σωμάτων ἐξεταζόμενα, καίτοι τοῖς σκληροτέροις, ὁποῖα τὰ τῶν ἀγροίκων ἐστιν, ὠφελιμώτατα φαινόμενα. λέλεκται γὰρ καὶ πολλάκις, ὡς τὰ σκληρὰ σώματα τῶν ἰσχυροτέρων ἀνέχεται φαρμάκων. ὅσα δὲ μαλακὰ καὶ ὑγρὰ, καθάπερ τὰ τῶν παίδων καὶ γυναικῶν καὶ εὐνούχων, οὐ φέρει τὴν τῶν τοιούτων φαρμάκων δύναμιν. εὔδηλον δ’ὅτι καὶ τὰ μυράκοπα καλούμενα τῶν ἀκόπων μιγνυμένων τοῖς μύροις γίγνεται, μηδέν τι βελτίω τῶν ἄλλων ὄντα, πλὴν κατὰ τὴν εὐωδίαν. ὥσπερ οὖν εἴωθα τοῖς πρεσβυτέροις διὰ μακρᾶς πείρας βεβασανισμένα γράφειν, οὕτω καὶ νῦν πράξω τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’Ἀσκληπιάδου γεγραμμένων ποιησάμενος.

7.12

τὰ ὑπ’Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ δʹ. τῶν ἐκτὸς, ἄκοπάτε καὶ μυράκοπα. ἄκοπα πρὸς τὰς ἐκ κόπων ἀηδίας ποιεῖ καὶ νευρικαῖς συμπαθείαις. ἐχρήσατο δὲ Θεμίσων. τὸ φάρμακόν ἐστι σφόδρα καλόν. Ϛ σαμψύχου ξέστην αʹ. λιβανωτίδος ξέστην αʹ. τήλεως ξέστην αʹ. καρδαμώμου ξέστου ἥμισυ, βράθυος ξέστου ἥμισυ, οἴνου γλυκάζοντος ξέστας γʹ. ἐλαίου Βεναφράνου λίτρας γʹ. κηροῦ λίτρας βʹ. τὰ ξηρὰ βαλὼν εἰς τὸν οἶνον ἔα βρέχεσθαι ἐπὶ γʹ. ἡμέρας, τῇ δ’ἐπιούσῃ βαλὼν τὸ ἔλαιον καὶ κινήσας ἐπιμελῶς καὶ θεὶς ἐπ’ἀνθράκων, ἕψε κινῶν. καὶ ὅταν συνεχῶς ἀναβράσῃ, ἔκθλιβε τὸ ὑγρὸν καὶ τὸν κηρὸν κατακνήσας καὶ εἰς τοῦτο ἐπιβαλὼν καὶ πάλιν ἐπιθεὶς ἐπὶ τὸ πῦρ, ἕψε. καὶ ὅταν τακῇ κηρὸς, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔα ψυγῆναι, καὶ ἀναψύξας ἀπόθου εἰς ἄγγος ὑέλινον κασσιτέρινον καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ καὶ ἀνιεμένῳ ἑνὶ τῶν μύρων. ἄλλο. Ϛ σαμψύχου ξέστην αʹ. λιβανωτίδος ξέστην αʹ. τήλεως ξέστην αʹ. δάφνης ἀκρεμόνων λίτρας ἓξ, σχοίνου ὄνθους γο γʹ. οἴνου παλαιοῦ ξέστας γʹ. ἐλαίου γλυκέος ξέστας γʹ. σικύου ἀγρίου τῆς ῥίζης, νάρδου Κελτικῆς ἀνὰ λίτρας ἥμισυ, κηροῦ λίτρας γʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο φάρμακον ἐπιτετευγμένον. ποιεῖ καὶ παρέτοις, τρομώδεσι καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. ἐχρήσατό γε Μήνιος Ῥοῦφος. ποιεῖ ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ὥστε τῆς ὅλης ἀπαλλάττειν διαθέσεως. χρῆσις ἐν διαλείμμασιν. ἐν δὲ τοῖς παροξυσμοῖς ἀνιεμένῳ χρώμεθα τῷ φαρμάκῳ. Ϛ σαμψύχου ξε. βʹ. τήλεως ξε. αʹ. λιβανωτίδος ξε. αʹ Ϛ. μελιλώτου ξέστην αʹ. Ἰλλυρικῆς λίτραν αʹ. κυπέρου λίτραν αʹ. βράθυος λίτραν αʹ. κάγχρυος λίτραν αʹ. καρδαμώμου ἡμίλιτρον, σχοίνου ἄνθους ἡμίλιτρον, κασσίας ἡμίλιτρον, ἀβροτόνου ἡμίλιτρον, μύρτων καρποῦ ἡμίλιτρον, δάφνης καρποῦ ἡμίλιτρον. πάντα θλάσας καὶ βαλὼν εἰς ἄγγος διπλοῦν μυρεψικὸν, ἐπίβαλλε οἴνου τμωλίτου ξε. ηʹ. ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γʹ. εἶτ’ἐπίβαλλε ἐλαίου Σαβίνου λίτρας ιστʹ. ἰρίνου λίτραν αʹ. σχινίνου λίτραν αʹ. Συριακοῦ λίτραν αʹ. γλευκίνου λίτραν αʹ. μυρσίνου λίτραν αʹ. δαφνίνου λίτραν αʹ. καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας τῶν ἡψημένων, ἐξέρα εἰς ἕτερον ἀγγεῖον καὶ πάλιν ἕψε, χωρὶς τῶν ἀφεψημένων, ἐπιβαλὼν κηροῦ ἡμίλιτρον, ῥητίνης λάρικος λίτραν αʹ. σμύρνης στακτῆς ἀνὰ λίτραν αʹ. τακέντων δὲ τούτων, χρῶ καθὰ προείρηται. ἄλλο. Ϛ σαμψύχου λίτρας βʹ. τήλεως ξε. βʹ. λιβανωτίδος ξε. βʹ. βράθυος λίτρας βʹ. ξε. βʹ. μελιλώτου λίτρας βʹ. κυπέρου λίτραν αʹ. ἴρεως Μακεδονικῆς λίτραν αʹ. κάγχρυος λίτραν αʹ. καρδαμώμου λίτραν αʹ. καλάμου ἀρωματικοῦ ἡμί λιτρον, σχοίνου ἄνθους ἡμίλιτρον, κασσίας σύριγγος, κόστου, ἐλελισφάκου ἀνὰ ἡμίλιτρον, δαφνίδων ἡμίλιτρον, σικύου ἀγρίου τῆς ῥίζης ἡμίλιτρον, μυρσίνης ἀκρεμόνων ἡμίλιτρον, οἴνου Τμωλίτου εὐώδους ξέστας ηʹ. ἐλαίου Σαβίνου λίτρας κδʹ. ἰρίνου λίτραν αʹ, κυπρίνου λίτραν αʹ. σχινίνου λίτραν αʹ. γλευκίνου κι. αʹ. μυρσίνου λι. αʹ. ἀμμωνιακοῦ ἀμαρακίνου λίτραν αʹ. ἡδυχρόου λίτραν αʹ. μαλαβαθρίνου λίτραν αʹ. σμύρνης στακτῆς λίτραν αʹ. ὀποβαλσάμου λίτραν αʹ. κηροῦ λίτρας ιεʹ. τὰ ξηρὰ βρέχεται, καθάπερ προείρηται ἐπὶ ἡμέρας τρεῖς καὶ τούτοις ἐπιβάλλεται τὸ ἔλαιον καὶ τὰ πολλὰ τῶν μύρων. τὸ δὲ μαλαβάθρινον καὶ ἀμαράκινον καὶ ἡδύχροον καὶ στακτὴ καὶ τὸ ὀποβάλσαμον ἔσχατα φυλάττεται, ὥστε κατὰ τὴν τοῦ φαρμάκου σκευασίαν, ἤδη τοῦ κηροῦ τακέντος, ταῦτα ἐπιβάλλεσθαι. πῶς δὲ χρὴ σκευάζειν καὶ τίνι τρόπῳ χρηστέον τῷ φαρμάκῳ ἤδη δεδήλωται. ἄκοπον τὸ διὰ τοῦ μέλιτος ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς κοπώδεις ἀηδίας καὶ τὰς τῶν νεύρων συνολκάς. ποιεῖ ὀπισθοτονικοῖς, κυνικῶς σπωμένοις, λέγεται τετράμυρον. Ϛ μέλιτος γο γʹ. ἰρίνου γο γʹ. ῥοδίνου γο γʹ. κυπρίνου γο γʹ. γλευκίνου γο γʹ. κηροῦ γο γʹ. τερμινθίνης γο γʹ. ἕψε χωρὶς τὸ μέλι. τὰ δὲ τηκτὰ τῆκε καὶ βαλὼν εἰς θυείαν ἀνάκοπτε ὁμοῦ πάντα καὶ λεάνας ἀνελόμενος χρῶ. ἄλλο. Ϛ κυπρίνου, ἰρίνου, ῥοδίνου, γλευκίνου, ἑκάστου κοτύλας στʹ. κηροῦ 𐅻 κδʹ. τερμινθίνης 𐅻 ηʹ. μέλιτος 𐅻 στʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. ἄλλο καλεῖται ληξοπύρετον. Ϛ ῥοδίνου κοτύλας δʹ. ἰρίνου δʹ. γλευκίνου δʹ. κυπρίνου κοτύλας δʹ. κηροῦ 𐅻 ιβʹ. τερμινθίνης 𐅻 ιδʹ. σμύρνης στακτῆς 𐅻 δʹ. μέλιτος ἑφθοῦ 𐅻 ιστʹ. σκεύαζε καθὰ προείρηται, ἄλλο ἐκ τῶν Ἀφροδισέως. Ϛ ῥοδίνου κοτύλας δʹ. ἰρίνου κοτύλας δʹ. κυπρίνου κοτύλας δʹ. κηροῦ 𐅻 ιβʹ. γλευκίνου κοτύλας δʹ. στέατος χηνείου 𐅻 ιβʹ. τερμινθίνης 𐅻 δʹ; στακτῆς 𐅻 δʹ. ὀποβαλσάμου 𐅻 βʹ. μέλιτος ἑφθοῦ 𐅻 ηʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο ἄκοπον δυσῶδες λεγόμενον πρὸς τὰς διαθέσεις τὰς προειρημένας. Ϛ κηροῦ 𐅻 ηʹ. τερμινθίνης 𐅻 ηʹ. χαλβάνης 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. μυελοῦ ἐλαφείου 𐅻 ηʹ. σκεύαζε κατὰ τρόπον καὶ χρῶ καὶ ἀκράτῳ καὶ ἀνιεμένῳ. ἄλλο πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. Ϛ ῥητίνης τερμινθίνης 𐅻 νστʹ. κηροῦ 𐅻 κηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 λβʹ. χαλβάνης 𐅻 λβʹ. μυελοῦ ἐλαφείου 𐅻 κδʹ. μέλιτος ἑφθοῦ 𐅻 κδʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. ἀμμωνιακὸν ὄξει διαλύεται. ἄλλο. Ϛ κηροῦ 𐅻 κδʹ. τερμινθίνης 𐅻 κδʹ. χαλβάνης 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. μυελοῦ ἐλαφείου 𐅻 ηʹ. στύρακος 𐅻 ιστʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο. Ϛ κηροῦ 𐅻 κδʹ κηʹ. τερμινθίνης 𐅻 ιστʹ. χαλβάνης 𐅻 στʹ. στύρακος 𐅻 ηʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. μέλιτος κο. αʹ Ϛ . μυελοῦ ἐλαφείου 𐅻 ηʹ. ἁλὸς ἄνθους ὅσον ἐξαρκεῖ, ὄξει τὸ ἀμμωνιακὸν διάλυε. ἄλλο ἰσχιαδικοῖς, ὀπισθοτονικοῖς καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. Ϛ κηροῦ γο στʹ. τερμινθίνης λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος γο αʹ. ὀποπάνακος γο βʹ. χαλβάνης γο βʹ. μυελοῦ ἐλαφείου γο βʹ. μυελοῦ ταυρείου γο βʹ. οἰσύπου γο βʹ. ἐλαίου ἰρίνου κο. αʹ. μέλιτος γο γʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο πρὸς τὰς ἄγαν κοπώδεις διαθέσεις καὶ τὰς τῶν νεύρων συνολκάς. Ϛ κηροῦ 𐅻 νʹ. τερμινθίνης 𐅻 κεʹ. ἀφρονίτρου 𐅻 στʹ. οἰσύπου 𐅻 στʹ. μέλιτος ἑφθοῦ 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. μυελοῦ ἐλαφείου 𐅻 στʹ. χαλβάνης 𐅻 στʹ στέατος ταυρείου 𐅻 στʹ. δαφνίδων ξηρῶν 𐅻 στʹ. ἐλαίου κοτύλην αʹ. οἴνου ἀθαλάσσου κοτύλην αʹ. σκεύαζε κατὰ τρόπον ἄλλο Ἀκουντιανὸν ἐπιγραφόμενον. Ϛ κηροῦ γο βʹ. χαλβάνης γο γʹ. νίτρου γο γʹ. τερμινθίνης ὑγρᾶς γο γʹ. οἰσύπου γο βʹ. στέατος ταυρείου οὐγγίας βʹ. ἐλαίου κυπρίνου γο δʹ. ἐλαίου μηλίνου γο δʹ. ἰρίνου γο δʹ. μέλιτος γο δʹ. ἐλαίου κοινοῦ γο στʹ. ἐλαίου παλαιοῦ γο δʹ. ἀμμωνιακοῦ θυμιάματος γο αʹ. λιβάνου γο αʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο Ϛ ἐλαίου παλαιοῦ ξε. αʹ Ϛ. τερμινθίνης λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος γο βʹ. κηροῦ ἡμίλιτρον, χαλβάνης γο γʹ. οἰσύπου γο βʹ. λιβάνου γο αʹ. ἰοῦ γο βʹ. μέλιτος κοτύλας βʹ. ἄλλως γο δʹ. μυελοῦ ἐλαφείου γο γʹ. στέατος χηνείου γο βʹ. οἴνου κοτύλας βʹ. ἀφρονίτρου γο βʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο χλωράκοπον. ποιεῖ ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, παρέτοις, τρομώδεσι. Ϛ σμύρνης 𐅻 δʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 δʹ. λιβάνου 𐅻 δʹ. νίτρου 𐅻 δʹ. ἰοῦ 𐅻 δʹ. ὀποπάνακος οὐγγίας ιʹ. χαλβάνης οὐγγίας δʹ. τερμινθίνης λίτρας βʹ. κηροῦ λίτρας βʹ. μαλαβαθρίνου μύρου, ξέστου ἥμισυ, κυπρίνου, ξέστου ἥμισυ, ὄξους ὅσον ἐξαρκεῖ, ἀμμωνιακὸν, σμύρναν, νίτρον διάλυε, καὶ ὅταν αὐτὰ διαλυθῇ, ἐπίβαλλε τούτοις ὀποπάνακα, χαλβάνην. λεανθεῖσι τούτοις ἐπίβαλλε τὰ τηκτὰ καὶ μίξας ἀνελόμενος χρῶ. ἄλλο. Ϛ σμύρνης 𐅻 δʹ. τερμινθίνης λίτρας βʹ. κηροῦ 𐅻 βʹ. ἀμμωνιακοῦ θυμιάματος, λιβάνου, νίτρου, ἰοῦ ἀνὰ 𐅻 δʹ. μύρου μηλίνου ξέστου ἥμισυ, κυπρίνου οὐγγίας γʹ. ἰρίνου γο γʹ. ἐλαίου παλαιοῦ ξέστας γʹ. ὀποπάνακος γο γʹ. χαλβάνης γο δʹ. ὄξους τὸ ἱκανὸν, σκεύαζε καθὰ προείρηται. ἄλλο πρὸς τὰς κεχρονισμένας διαθέσεις, σφόδρα γενναῖον. Ϛ κηροῦ μνᾶν αʹ. ἐλαίου παλαιοῦ ξέστας δʹ. τερμινθίνης λίτραν αʹ. σμύρνης οὐγγίας δʹ. λιβάνου, ὀποπάνακος, σικύου ἀγρίου ῥίζης, ἰοῦ, νίτρου ἀνὰ οὐγγίας δʹ. πεπέρεως λευκοῦ γο βʹ. χαλβάνης οὐγγίας δʹ. μυελοῦ ἐλαφείου οὐγγίας δʹ. μύρου κυπρίνου οὐγγίας δʹ. μύρου ἰρίνου οὐγγίας δʹ. μύρου μηλίνου οὐγγίας δʹ. πηγάνου χλωροῦ τῶν ἀκρεμόνων οὐγγίας γʹ. ὄξους τὸ ἱκανόν. σικύου ἀγρίου τὰς ῥίζας καὶ τὸ πήγανον ἕψε μετὰ τοῦ ὄξους, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας ἐπίβαλλε τοῖς ξηροῖς, καὶ λεάνας ἐπιμελῶς ἀναλάμβανε τοῖς τηκτοῖς καὶ χρῶ ποτε μὲν ἀκράτῳ τῷ φαρμάκῳ, ἔστι δὲ ὅτε καὶ ἀνιεμένῳ. τοῦτο δὲ γίνεται κατὰ λόγον τῶν ὑποκειμένων διαθέσεων. ἄλλο Βάσσου φάρμακον ἐπιτετευγμένον. τούτῳ αὐτῷ χρησάμενος πρότερον παραλυθεὶς διεσώθη. Ϛ ἐλαίου μυρσίνου οὐγγίας δʹ. κυπρίνου οὐγγίας δʹ. ἐλαίου παλαιοῦ λίτραν αʹ Ϛ . χαλκάνθου λίτραν αʹ Ϛ. κηροῦ λίτραν αʹ. τερμινθίνης λίτραν αʹ Ϛ . χαλβάνης γο γʹ. μάννης οὐγγίας δʹ. ὀποπάνακος οὐγγίας βʹ. βρυωνίας ῥίζης γο δʹ. ἰοῦ οὐγγίας δʹ. ἀφρονίτρου οὐγγίας δʹ. πεπέρεως γο βʹ. πυρέθρου οὐγγίας δʹ. στέατος ἐρίφου γο στʹ. εὐφορβίου οὐγγίας δʹ. ὄξους τὸ ἱκανὸν, ἕψε βρυωνίαν, πύρεθρον μετὰ ὄξους, ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας καὶ τοῖς ξηροῖς ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς ἀναλάμβανε τοῖς τηκτοῖς. χρῆσις δεδήλωται. ἄλλο τὸ διὰ τοῦ καστορίου παρέτοις καὶ πρὸς τὰς κεχρονισμένας διαθέσεις. Ϛ οἰσύπου γο γʹ. μυελοῦ ἐλαφείου οὐγγίας δʹ. τερμινθίνης γο γʹ. ἀμμωνιακοῦ θυμιάματος γο βʹ. χαλβάνης οὐγγίας βʹ. καστορίου γο βʹ. πεπέρεως λευκοῦ γο βʹ. εὐφορβίου οὐγγίας βʹ. ἀδάρκης γο βʹ. νίτρου ἀφροῦ οὐγγίας βʹ. ὀποπάνακος γο βʹ. ἐλαίου στυρακίνου γο αʹ. ἐλαίου ἰρίνου γο βʹ. ἐλαίου παλαιοῦ κο. αʹ. κηροῦ λίτραν α Ϛ. συντίθει κατὰ τρόπον. ἄλλο, ἐχρήσατο Βάσσος, παραλυθεὶς πολλῷ χρόνῳ καὶ τῆς τοιαύτης νόσου ἀπηλλάγη. Ϛ ἐλαίου μυρσίνου γο δʹ. μηλίνου γο δʹ. κυπρίνου γο δʹ. ἐλαίου παλαιοῦ ἡμίλιτρον, κηροῦ λίτραν μίαν, τερμινθίνης ἡμίλιτρον, χαλβάνης γο εʹ. λιβάνου οὐγγίας δʹ. ὀποπάνακος γο βʹ. ἰοῦ γο βʹ. βρυωνίας ῥίζης γο δʹ. ἀφρονίτρου γο δʹ. πεπέρεως γο βʹ. πυρέθρου γο βʹ. στέατος ἐρίφου γο στʹ. εὐφορβίου γο αʹ. ὄξους τὸ αὔταρκες. σύνθεσις κοινὴ τῶν τοιούτων φαρμάκων. ἄλλο σύγχρισμα ποδαγρικῶν, ἀρθριτικῶν τὸ διὰ τῶν ἁλῶν ἀπαλλάττει τῆς ὅλης διαθέσεως. χρῆσις καθ’ἡμέραν. Ϛ ἁλῶν ῥυπαρῶν, τουτέστιν αὐτῆς τῆς γῆς λίτραν αʹ. στυπτηρίας σχιστῆς λίτραν αʹ. τρυγὸς οἴνου Ἰταλικοῦ ξε. αʹ. λίθου Ἀσίου ἄνθους γο δʹ. τρῖβε τὰ ξηρὰ φιλοπόνως καὶ τὴν τρύγα ἐπιβαλὼν καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε τοῖς λεανθεῖσιν ἐλαίου παλαιοῦ ξε. αʹ. καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. ἐν ἄλλαις γραφαῖς ἀναλαμβάνεται μέλιτι Ἀττικῷ. ἄλλο. Ϛ ἁλῶν ῥυπαρῶν γο γʹ. στυπτηρίας σχιστῆς οὐγγίας γʹ. λίθου Ἀσίου τοῦ ἄνθους οὐγγίας γʹ. λιβανωτοῦ οὐγγίας ἥμισυ γο στʹ. σμύρνης οὐγγίας ἥμισυ γο στʹ. τρυγὸς οἴνου Ἰταλικοῦ ξέστου ἥμισυ, σκεύαζε καθὰ προείρηται. ἄλλο σύγχρισμα τὸ συντεθὲν Πατρόκλῳ Καίσαρος ἀπελευθέρῳ ἀπαλλάττει τῆς ὅλης διαθέσεως. χρῆσις καθ’ἡμέραν καὶ πρωῒ πρὸ βαλανείου καὶ μετὰ τὸ βαλανεῖον καὶ περὶ ἑσπέραν. λαβόντας χρὴ τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ διαλύσαντας ἀλείφειν τοὺς πόδας καὶ ἀνατρίβειν χωρὶς περιθλάσεως. Ϛ λιβάνου 𐅻 ιʹ. πεπέρεως λευκοῦ 𐅻 ιʹ. ἀφρονίτρου 𐅻 ηʹ. σμύρνης 𐅻 δʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. ὄξους τὸ ἱκανὸν, ἐλαίου κυπρίνου κο. αʹ Ϛ . τὰ ξηρὰ κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, τὰ δὲ λοιπὰ ὄξει διαλύεται καὶ λεαίνεται, εἶθ’ὁμοῦ πάντα μίγνυται καὶ λεανθεῖσιν ἐπιβάλλεται τὸ κύπρινον, ἀνελόμενοι δὲ χρώμεθα. ἄλλο. Ϛ λιβάνου 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ηʹ. στυπτηρίας σχιστῆς, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 ηʹ. νίτρου 𐅻 ηʹ. ὄξους τὸ ἱκανὸν, ἐλαίου κυπρίνου κο. βʹ. κηροῦ ἡμίλιτρον. τὰ τηκτὰ τήκεται καὶ τοῖς λεανθεῖσιν ἐπιβάλλεται. ἄλλο τὸ τοῦ Νεαπολίτου, φάρμακον ἐπιτετευγμένον ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ποδαγρικοῖς, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Ϛ λιβάνου οὐγγίας βʹ. πεπέρεως λευκοῦ οὐγγίας βʹ. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας βʹ. σμύρνης οὐγγίας βʹ. λίθου Ἀσίου ἄνθους οὐγγίας βʹ. στυπτηρίας σχιστῆς οὐγγίας βʹ. νίτρου οὐγγίας βʹ. κενταυρίου χυλοῦ οὐγγίας βʹ. τρυγὸς οἴνου Ἰταλικοῦ ξε. αʹ. ἐλαίου κυπρίνου, δαφνίνου, μυρσίνου, στυρακίνου, κηροῦ ἀνὰ λίτραν αʹ. τερμινθίνης ἡμίλιτρον, χαλβάνης οὐγγίαν αʹ. ὀποπάνακος οὐγγίας ἥμισυ, τὰ τηκτὰ κατὰ τῶν λεανθέντων. ἄλλο. συνετέθη Δομιτίῳ Νιγρίνῳ, ἀπαλλάττει τῆς ὅλης διαθέσεως. Ϛ σμύρνης στακτῆς οὐγγίας βʹ. λιβάνου οὐγγίας βʹ. ἀμμωνιακοῦ θυμιάματος οὐγγίαν αʹ. νίτρου ἐρυθροῦ ἁλῶν ῥυπαρῶν οὐγγίας βʹ. στυπτηρίας σχιστῆς οὐγγίας βʹ. λίθου Ἀσίου ἄνθους οὐγγίας βʹ. κολοκυνθίδος ἐντεριώνης γο βʹ. μανδραγόρου χυλοῦ γο βʹ. μέλιτος γο βʹ. εὐφορβίου οὐγγίας βʹ. μύρου κροκίνου οὐγγίας στʹ. μηλίνου οὐγγίας στʹ. στυρακίνου οὐγγίας στʹ. μαλαβαθρίνου οὐγγίας στʹ. δα φνίνου οὐγγίας στʹ. γλευκίνου οὐγγίας στʹ. ἡδυχρόου οὐγγίας στʹ. ἀμαρακίνου γο στʹ. στέατος φώκης γο στʹ. μὴ παρόντος τούτου, χρηστέον μυελῷ ἐλαφείῳ παλαιοτάτῳ, κηροῦ λίτραν αʹ. χαλβάνης γο αʹ. τερμινθίνης ἡμίλιτρον, ὀποπάνακος οὐγγίας ἥμισυ, τρυγὸς οἴνου Ἰταλικοῦ ξέστην αʹ. σκεύαζε καθὼς ἄνω εἴρηται. ταύτῃ τῇ σκευασίᾳ χρηστέον ἐπὶ τῇ Σαβερνίῳ Οὐαλέντι σκευασθείσῃ ποδάρκῃ, ἥτις ἐπιγράφεται Πομπηίου πολυτελής. τὸ διὰ τῆς αἰγείρου, ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρετικοῖς, τρομώδεσι, ποιεῖ καὶ πρὸς χρῆσιν καθημερινήν. Ϛ αἰγείρου ἀκρεμόνων μνᾶν αʹ. σικύου ἀγρίου ῥίζης λίτρας δʹ. κασσίας σύριγγος λίτρας βʹ. μύρου κροκίνου λίτρας βʹ. κρόκου γο γʹ. οἴνου εὐώδους ξε. ιβʹ. ἐλαίου Σαβίνου ξε. τʹ. σαμψύχου λίτρας δʹ. κηροῦ λίτρας δʹ. τοὺς ἀκρέμονας τῆς αἰγείρου κόψας ἐπιμελῶς, ἔχε ἐν ἀγγείῳ διπλῷ μυρεψικῷ καὶ τούτοις ἐπίβαλλε σάμψυχον, ῥίζαν σικύου κόψας παχυμερῶς καὶ τούτοις ἐπίβαλλε τὸν οἶνον καὶ πάντα ἔα βρέχεσθαι ἐπὶ ἡμέρας θʹ. τῇ δ’ἐπιούσῃ ἐπιβαλὼν τὸ ἔλαιον καὶ ἀνακόψας ἐπιμελῶς ἕψε, πυρὶ χρώμενος μαλακῷ. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας καὶ τούτῳ ἐπιβαλὼν κηρὸν κατακεκνησμένον καὶ μυελὸν λεανθέντα καὶ θεὶς ἐπὶ τὸ πῦρ ἕψε · ὅταν δὲ τακῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε τὸ κρόκινον, κινῶν συνεχῶς. τὸ δὲ κρόκινον λεάνας, ἀναλάμβανε αἵματι χερσαίας χελώνης, ὥστε ἔχειν ἐλαίου παλαιοῦ τὸ πάχος. σφάζεται δὲ χελώνη κατὰ τὴν κατακλεῖδα καλάμῳ ἀποξανθέντι ἀμφότερα τὰ μέρη. τὰ δὲ τηκτὰ τῷ κρόκῳ ἐπιβαλὼν καὶ ἀνακόψας, ἀνελόμενος χρῶ. τὸ φάρμακον ἀπαλλάττει τῆς ὅλης διαθέσεως. μᾶλλον δὲ βέλτιον γίνεται, εἰ προσλάβοι τοῦ τῆς χελώνης αἵματος δαψιλῶς. ἄλλο, ποιεῖ πρὸς τὰς ἐκ περιψύξεως ἀηδίας καὶ τὰς ἐκ πληγῶν περιθλάσεις. Ϛ αἰγείρου ἀκρεμόνων μνᾶν αʹ. σικύου ἀγρίου ῥίζης λίτρας δʹ. κασσίας σύριγγος λίτρας βʹ. μυελοῦ ἐλαφείου λίτρας βʹ. κρόκου λίτρας γʹ. οἴνου εὐώδους ξε. ιβʹ. ἐλαίου λίτρας ιʹ. σαμψύχου λίτρας δʹ. κηροῦ λίτρας δʹ. αἵματος χερσαίας χελώνης ὅσον ἂν βάλῃς, ὠφελήσεις τὸ φάρμακον, σκεύαζε καθὰ προείρηται. ἄλλο ἄκοπον τὸ διὰ τῶν φρύνων. τούτῳ ἐχρήσατο ἀνὴρ ξυστικὸς καὶ ἀκόπῳ καὶ μαλάγματι καὶ τῆς ὅλης ἀπηλλάγη διαθέσεως. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ ἐλαίου παλαιοῦ Σαβίνου λίτρας γʹ. σικύου ἀγρίου ῥίζης λίτρας γʹ. κηροῦ λίτρας γʹ. ἀποχύματος λίτρας γʹ. στέατος ὑείου παλαιοῦ λίτρας γʹ. βατράχων φρυνίχων τῶν μεγάλων ἀριθμῷ γʹ. εἰ μή γε, τῶν μικρῶν εʹ. μυελοῦ ἐλαφείου γο γʹ. ἀφρονίτρου γο γʹ. θείου ἀπύρου γο γʹ. ἐλαίου δαφνίνου οὐγγίας γʹ. ἐλαίου ἰρίνου γο γʹ. μύρου μαλαβαθρίνου λίτραν αʹ. σαμψύχου λίτραν αʹ. τὰς ῥίζας τέμνων εἰς παχέα καὶ βαλὼν σὺν τῷ σαμψύχῳ εἰς τὸ ἔλαιον καὶ θεὶς ἐπ’ἀνθράκων ἕψε καὶ ὅταν ἀναξηρανθῶσιν αἱ ῥίζαι, ἔκθλιβε τὸ ὑγρὸν καὶ τὰς μὲν ῥίζας καὶ τὸ σάμψυχον ἀπόρριπτε. τοὺς δὲ βατράχους καθεὶς εἰς σπυρίδιον πλεκτὸν καὶ τούτου τὰ χείλη συρράψας καὶ θεὶς εἰς τὸ ἐκθλιβὲν ἔλαιον καὶ πάλιν θεὶς τὸ ἀγγεῖον ἐπὶ τὸ πῦρ, πωμαζόμενον. ἱκανοῦ δὲ διαστήματος γενομένου, ὥστε τοὺς βατράχους ἀποτακῆναι, τὸ σπυρίδιον βαστάσας καὶ τὸ ὑγρὸν ἐκθλίψας ῥῖπτε τὸ σπυρίδιον. τῷ δ’ὑπολειφθέντι ἐλαίῳ ἐπίβαλλε τὰ τηκτὰ κινῶν συνεχῶς. ἔσχατον ἐπίβαλλε μυελὸν καὶ χαλβάνην καὶ ὅταν διαλυθῇ ἄρας ἀπὸ τοῦ πυρὸς καὶ ποσῶς ἐάσας ψυγῆναι κατάπασσε τὰ ξηρὰ κοπέντα καὶ σησθέντα λεπτοτάτῳ κοσκίνῳ κινῶν συνεχῶς καὶ εἰς θυείαν ἐξεράσας καὶ ἀνακόψας, ἐπίβαλλε μαλαβαθρίνου μύρου λίτραν αʹ Ϛ. καὶ ἀνακόψας, ἀνελόμενος εἰς ἀγγεῖον μολυβδοῦν, ἀδιάπνευστον φύλαττε. χρηστέον δὲ τῷ φαρμάκῳ, ὅτε μὲν ὡς μαλάγματι παρακμῆς γενομένης. ἔστι δ’ὅτε καὶ συγχρίσματι. λαβόντες γὰρ τοῦ φαρμάκου ὅσον ἐξαρκεῖ, διαλύσαντες μύρῳ καὶ ποιήσαντες κηρωτῆς ὑγρᾶς τὸ πάχος χρώμεθα. ἄλλο τὸ τοῦ Ἁλιέως, φάρμακον ἐπιτετευγμένον, ἐν Ἁλιεὺς διατρίβων καὶ ὑπὸ τοῦ πάθους συνεχόμενος ἐπὶ τοσοῦτον, ὥστε τὸ σωμάτιον διαστραφῆναι, ἐχρήσατο τῷ φαρμάκῳ καὶ τῆς ὅλης ἀπηλλάγη διαθέσεως. ἐδόθη σκευασία, Οὐαλερίῳ Παυλίνῳ. ἔχει δὲ οὕτως. Ϛ ἐλαίου Σαβίνου λίτρας γʹ. αἰγείρου ἀκρεμόνων λίτραν αʹ. μὴ παρόντων τῶν ἀκρεμόνων, χρηστέον σαμψύχῳ, ὥστε εἶναι τῆς σαμψύχου διπλοῦν. ἔχει δὲ καὶ σαμψύχου λίτραν αʹ. κυπρίνου λίτραν αʹ. ἰρίνου λίτραν αʹ. μαστίχης λίτραν αʹ. σμύρνης στακτῆς ἡμίλιτρον, κηροῦ λίτρας γʹ. ἀποχύματος λίτρας γʹ. λίπους ὑείου λιπαροῦ λίτρας γʹ. θείου ἀπύρου γο γʹ. νίτρου ἀφροῦ γο γʹ. χαλβάνης λίτρας γʹ. μυελοῦ ἐλαφείου γο δʹ. χελωνῶν χερσαίων ιʹ. τὸ αἷμα ἐμβάλλειν χρὴ, σκευασθέντι τῷ φαρμάκῳ καὶ ἤδη τριβομένῳ. σκευάζειν δὲ δεῖ, καθάπερ εἴρηται. ἐν δὲ τῇ χρήσει τοῦ φαρμάκου, αἴροντας χρὴ λίτραν αʹ. τούτῳ ἐπιβάλλειν ἡδύσματος χάριν ὀποβαλσάμου γο γʹ. καὶ μύρου μαλαβαθρίνου γο αʹ. τοῦτο πρὸς τὰς καθ’ἡμέρας χρήσεις, οὕτως σκευάζεται. ἄλλο τὸ τοῦ Ἁλιέως. παραπεποιημένον ὑπὸ Οὐαλερίου Παυλίνου. Ϛ κηροῦ λίτρας γʹ. σικύου ἀγρίου ῥίζης λίτρας γʹ. ἀποχύματος λίτρας γʹ. στέατος ὑείου λιπαροῦ λίτρας γʹ. ἐλαίου Σαβίνου λίτρας γʹ. κυπρίνου λίτραν αʹ. σουσίνου λίτραν αʹ. κροκίνου λίτραν αʹ. μαστίχης λίτραν αʹ. στακτῆς ἡμίλιτρον, μυελοῦ ἐλαφείου λίτραν αʹ Ϛ . χαλβάνης λίτραν αʹ Ϛ. φρύνους εʹ. σαμψύχου αἰγείρου ἀκρεμόνων λίτρας γʹ. θείου ἀπύρου γο γʹ. ἀφρονίτρου γο γʹ. χελωνῶν πλειόνων τὸ αἷμα. σκεύαζε καθὰ προείρηται. ἄλλο Φλαβίου Κλήμεντος, φάρμακον ἐπιτετευγμένον. τούτῳ ἴσμεν ἀνθρώπους διεστραμμένους ὅλον τὸ σῶμα ὑπὸ ποδάγρας καὶ χειράγρας χρησαμένους, ἐπὶ τοσοῦτον σωθέντας, ὥστε ἀλωβήτους περιπατῆσαι. Ϛ ἐλαίου Σαβίνου λίτρας ιβʹ. σικύου ἀγρίου τῆς ῥίζης λίτρας ιβʹ. κηροῦ λίτραν αʹ. τερμινθίνης λίτραν αʹ. μυελοῦ ἐλαφείου λίτραν αʹ. χαλβάνης λίτραν αʹ. βατράχους ἀριθμῷ στʹ. τὸ ἔλαιον διαιροῦμεν καὶ ὅπου μὲν ἑψοῦμεν τοὺς βατράχους, ὅπου δὲ τὰς ῥίζας, ἔπειτα τὸ ὑγρὸν διιλύσαντες, χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, χρώμεθα δὲ τῷ φαρμάκῳ ὡς ἀκόπῳ. τοῦτο τὸ φάρμακον Οὐαλερίῳ Παυλίνῳ τρόπον τοῦτον προσβάλλοντες τῇ γραφῇ, σαμψύχου λίτραν αʹ Ϛ . μύρου κροκίνου λίτραν αʹ. μαλαβαθρίνου λίτραν αʹ. ὀποβαλσάμου γο γʹ. χελωνῶν ιʹ. τὸ αἷμα, μυελοῦ ἐλαφείου λίτρας βʹ. χαλβάνης λι. βʹ. στέατος ὑείου παλαιοῦ λι. γʹ. ἀποχύματος λίτραν αʹ. κηροῦ λίτρας γʹ Ϛ. θείου ἀπύρου γο αʹ. ἀφρονίτρου γο δʹ. φρύνους γʹ. χελωνῶν ιεʹ. τὸ αἷμα καὶ ἀντὶ τοῦ κροκίνου Συριακοῦ λίτραν αʹ. σαμψύχου λίτραν αʹ Ϛ . σκεύαζε κατὰ τρόπον. ἄλλο Πομπηΐου Σαβίνου, ἐπιγράφεται πολυτελές. ἐσκευάσθη Ἀβουρνίῳ Οὐάλεντι, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, ποδαγρικοῖς, τρομώδεσι καὶ πρὸς πᾶσαν νευρικὴν διάθεσιν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ σαμψύχου λίτρας βʹ. τήλεως λίτρας βʹ. μελιλώτου λίτραν αʹ. λιβανωτίδος λίτραν αʹ. βράθυος λίτραν αʹ Ϛ. κάγχρυος λίτραν αʹ. κυπρίνου λίτραν αʹ. ἀβροτόνου λίτραν αʹ. καρδαμώμου ἡμίλιτρον, δαφνίδων ἡμίλιτρον, οἴνου εὐώδους ξέστας κδʹ. μύρου ἰρίνου λίτρας ιεʹ. κυπρίνου λίτρας βʹ. δαφνίνου, γλευκίνου, μαλαβαθρίνου ἀνὰ λίτρας βʹ. Συριακοῦ λίτρας βʹ. κηροῦ λίτρας βʹ. τερμινθίνης λίτραν αʹ. χαλβάνης γο βʹ. ὀποπάνακος γο γʹ. ἀμμωνιακοῦ θυμιάματος κεκαθαρμένου γο δʹ. πεπέρεως μακροῦ, νίτρου ἐρυθροῦ, λίθου Ἀσίου ἄνθους, κολοκυνθίδος ἐντεριώνης, στυπτηρίας σχιστῆς ἀνὰ γο δʹ. λιβάνου γο δʹ. κενταυρίου γο δʹ. μανδραγόρου χυλοῦ, σμύρνης στακτῆς, μέλιτος ἑφθοῦ ἀνὰ γο δʹ. φρύνους βατράχους μεγάλους ἀριθμῷ ἓξ, χελωνῶν χερσαίων ιʹ. τὸ αἷμα. τὸ φάρμακον σκευάζεται ποικίλως. τὰ μὲν ἀρωματικὰ καὶ ξηρὰ κόψαντες εἰς παχέα καὶ βαλόντες εἰς ἄγγος διπλοῦν μυρεψικὸν καὶ τούτοις ἐπιβαλόντες οἶνον, ἐῶμεν βρέχεσθαι ἐπὶ ἡμέρας γʹ. τῇ δὲ δʹ. ἄραντες τοῦ οἴνου ὅσον ἐξαρκεῖ, τούτῳ διαβρέχομεν, ἀμμωνιακὸν θυμίαμα, λιβάνον, χαλβάνην, ὀποπάνακα καὶ τοὺς λοιποὺς χυλοὺς, ταῦτα διαλυθέντα λεαίνομεν, λεανθεῖσι τούτοις ἐπιβάλλομεν κεκομμένα καὶ σεσησμένα, στυπτηρίαν, νίτρον ἐρυθρὸν, κολοκυνθίδα, λίθου Ἀσίου ἄνθος, πέπερι καὶ τὰ λοιπὰ τῶν ξηρῶν λεαίνομεν, τούτοις ἐπιβάλλομεν σμύρναν στακτὴν καὶ τὸ μέλι. τούτων οὕτω σκευασθέντων, ἐπιβάλλομεν τοῖς ἐν τῷ οἴνῳ βρεχομένοις, πάντα τὰ ὑγρὰ καὶ θέντες ἐπὶ τὸ πῦρ ἕψομεν, κινοῦντες συνεχῶς. καὶ ὅταν τὸ πολὺ τοῦ οἴνου δαπανηθῇ, ἐκθλίβομεν τὸ ὑγρὸν καὶ εἰς τοῦτο καταθέντες τοὺς βατράχους, καθὼς ἄνω προείρηται, ἕψομεν καὶ τότε τὰ τηκτὰ ἐπιβάλλομεν, τακέντων δὲ τούτων, ἄραντες ἀπὸ τοῦ πυρὸς, ἐπιβάλλομεν τοῖς λεανθεῖσι καὶ ἀνακόψαντες, ἀνελόμενοι χρώμεθα. ἄλλο ἄκοπον μετασυγκριτικόν. ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρέτοις, τρομώδεσιν. ἐχρήσατο Ἰούλιος Σεκοῦνδος. ἀνασκεύαζε τὰς κεχρονισμένας διαθέσεις, ποιεῖ καὶ κεφαλαλγικοῖς. Ϛ ἀδάρκης γο βʹ. σμύρνης στακτῆς γο βʹ. ἀφρονίτρου γο βʹ. εὐφορβίου, ὀποβαλσάμου ἀνὰ οὐγγίας βʹ. στυρακίνου μύρου λίτραν αʹ. τὰ ξηρὰ κόπτε καὶ σῆθε καὶ τούτοις ἐπίβαλλε σμύρναν στακτὴν, ὀποβάλσαμον καὶ ἀνακόψας ἀναλάμβανε τῷ στυρακίνῳ καὶ χρῶ, ποτὲ μὲν ἀκράτῳ, ποτὲ δὲ ἀνειμένῳ τῷ φαρμάκῳ καὶ πέψει συνεργεῖ. ἄλλο, Ὀρφίτῳ συνετέθη. τούτῳ χρώμενος ἀπηλλάγη τῆς περὶ τὸν θώρακα διαθέσεως ὀχληρᾶς καὶ πολυχρονίου γενομένης. Ϛ ἀδάρκης γο βʹ. σμύρνης στακτῆς γο βʹ. ἀφρονίτρου γο γʹ. εὐφορβίου γο Ϛ . ἄλλως γο στʹ. μαλαβαθρίνου μύρου λίτραν αʹ. φουλιάτου Ῥωμαϊστὶ λεγομένου ἡμίλιτρον, κηροῦ γο βʹ. ὀποβαλσάμου γο βʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο τὸ τοῦ Νεαπολίτου, Ἀγρίππᾳ συνετέθη. Ϛ ἀδάρκης, ἀφῃρημένων τῶν καλάμων, οὐγγίας γʹ. εὐφορβίου γο γʹ. ἄλλως στʹ. ἀφρονίτρου γο γʹ. στακτῆς οὐγγίας γʹ. ὀποβαλσάμου οὐγγίας γʹ. μύρου μαλαβαθρίνου αʹ. λίτραν αʹ. φουλιάτου αʹ. ἡμίλιτρον, ἡδυχρόου ἡμίλιτρον, κροκίνου ἡμίλιτρον, νάρδου Ἀσιανῆς Θυατειρηνῆς τῆς αʹ. ἡμίλιτρον, κηροῦ γο γʹ. σκεύαζε κατὰ τρόπον. ἄλλο μυράκοπον βασιλικὸν πρὸς τὰς κεχρονισμένας διαθέσεις καὶ πέψεις συνεργεῖ. Ϛ καλάμου ἀρωματικοῦ γο γʹ. καρποβαλσάμου γο γʹ. ἀμώμου οὐγγίας γʹ. καρδαμώμου γο γʹ. σχοίνου ἄνθους γο γʹ. κασσίας ῥοδιζούσης οὐγγίας γʹ. μελιλώτου γο γʹ. σαμψύχου γο γʹ. βράθυος οὐγγίας γʹ. τήλεως γο γʹ. κυπέρου γο γʹ. νάρδου γο γʹ. πεπέρεως λευκοῦ οὐγγίας γʹ. σμύρνης Τρωγλοδύτιδος ἡμίλιτρον, εὐφορβίου, ἀδάρκης, νίτρου ἀνὰ ἡμίλιτρον, οἴνου Φαλερίνου ξε. ιστʹ. μύρου μαλαβαθρίνου πρώτης σκευασίας λίτρας βʹ. νάρδου αʹ. συνθέσεως λίτραν αʹ. φουλιάτου αʹ. λίτραν αʹ. ὀποβαλσάμου λίτραν αʹ. κροκίνου λίτραν αʹ. στυρακίνου αʹ. λίτραν αʹ. ἀμυγδαλίνου λίτραν αʹ. Κομμαγηνοῦ λίτραν αʹ. γλευκίνου λίτραν αʹ. ἰρίνου λίτραν αʹ. ἡδυχρόου λίτρας βʹ. ἀμαρακίνου αʹ. λίτραν βʹ. ἕψε μυρεψικῶς. τὸ φάρμακον σφόδρα ἐστὶ καλὸν, ἐσκευάσθη Κέλερι πριμιπιλαρίῳ, ποιεῖ ἰσχιαδικοῖς, ἀρθριτικοῖς, παρέτοις, τρομώδεσι, πρὸς σπάσματα, ῥήγματα καὶ πρὸς τὰς τῶν σπλάγχνων σκιρρώδεις διαθέσεις καὶ πέψει συνεργεῖ, ἐπιχριόμενον τῷ στόματι τῆς κοιλίας καὶ τοῖς μεταφρένοις. ἄλλο συνετέθη Ακυλίᾳ Σεκουνδίλλῃ. Ϛ εὐφορβίου, ὀποβαλσάμου, σμύρνης στακτῆς ἀνὰ γο βʹ. νίτρου ἀφροῦ γο γʹ. κηροῦ γο αʹ. μύρου μαλαβαθρίνου λι. αʹ. φουλιάτου ἡμίλιτρον, κροκίνου ἡμίλιτρον, νάρδου μύρου ἡμίλιτρον, ἡδυχρόου ἡμίλιτρον, ἀμαρακίνου ἡμίλιτρον, σκεύαζε κατὰ τρόπον. ἤρκει μὲν τὰ προγεγραμμένα. καὶ γὰρ ἐπιμελῶς Ἀσκληπιάδης τάςτε σκευασίας αὐτῶν ἔγραψε καὶ τὰς χρήσεις, δὲ Ἀνδρόμαχος ἀμελέστερον, ὡς εἴωθεν, οὐ δὲ πρὸς τι ποιεῖν ἕκαστα αὐτῶν πέφυκεν ἐπισημηνάμενος, ἀλλ’ἡμῖν ἐπιτρέπων, ὡς πρὸς τεχνίτας γὰρ ἀεὶ πεποίηται τὰς γραφάς. ἐπεὶ δ’ἔνια τῶν ἀκόπων ἀλλήλοις ὄντα παραπλήσια, κατὰ συμμετρίας διαφέρει, διὰ τοῦτο καὶ ταῦτα προέγραψα, δυναμένων τῶν ἀναγινωσκόντων ἐξ ὧν Ἀσκληπιάδης ἐδίδαξε καὶ περὶ τούτων λογίσασθαι ποῖα τῶν ἀκόπων πρὸς ποῖα πάθη μάλιστα ἁρμόσει. λέγω δὲ κἀγὼ, μετὰ τὸ διελθεῖν καθόλου τινὰς λόγους περὶ αὐτῶν, ἐξ ὧν μεθοδικώτερον ἐπὶ τὰς χρήσεις αὐτῶν οἱ προσέχοντες τὸν νοῦν τοῖς λεχθησομένοις ἀφίξονται.

7.13

τὰ ὑπ’Ἀνδρομάχου ἄκοπα γεγραμμένα. ἄκοπον χλωρὸν τὸ τοῦ Ἁλιέως. Ϛ κηροῦ, τερμινθίνης, ἐλαίου παλαιοῦ ἀνὰ λίτραν αʹ Ϛ. ἀφρονίτρου γο δʹ. χαλβάνης γο γʹ. ἰοῦ ξυστοῦ γο γʹ. ὀποπάνακος γο στʹ. ἀμμωνιακοῦ θυμιάματος γο γʹ. μάννης γο γʹ. ὄξους γο βʹ. μηλίνου γο βʹ. κυπρίνου γο βʹ. ἰρίνου γο βʹ. αἰγείου στέατος γο αʹ. ἄλλο ἄκοπον καλόν. Ϛ κηροῦ λίτρας ιστʹ. ἀφρονίτρου 𐅻 ηʹ. δαφνίδας ἀριθμοῦ ηʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. κροκομάγματος τὸ ἱκανὸν, μυελοῦ ἐλαφείου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. κηροῦ 𐅻 αʹ. οἴνου ῥοδιακοῦ αʹ. ὄξους ὀλίγον εἰς τὰ ξηρά. ἄλλο τὸ Βάσσου τοῦ Στωϊκοῦ. Ϛ σικύου ἀγρίου ῥίζης λίτραν αʹ. καστορίου γο βʹ. μυελοῦ ἐλαφείου γο στʹ. ἐλαίου παλαιοῦ λίτρας βʹ. κηροῦ λίτραν αʹ. ἀφρονίτρου γο γʹ. δαφνίδων ξε. βʹ. πηγάνου χλωροῦ δέσμην χειροπληθῆ, λιβανωτίδος ἴσον, ἐλαίου Σαβίνου παλαιοῦ λίτρας ιʹ. τῷ ἐλαίῳ αἱ ῥίζαι ἐναφεψοῦνται καὶ αἱ βοτάναι, εἶτα ἐκθλίβονται, εἶτα τὰ τηκτὰ καταχεῖται. ἄλλο. Ϛ ὀποπάνακος γο αʹ. ῥητίνης γο αʹ. ῥητίνης πιτυΐνης λίτρας βʹ. κηροῦ λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος γο στʹ. οἰσύπου γο βʹ. ἐλαίου παλαιοῦ ξε. αʹ Ϛ . ἁλὸς ἄνθους γο βʹ. ἄλλο. Ϛ κηροῦ λίτραν αʹ. μυελοῦ ἐλαφείου γο βʹ. μύρου Βαβυλωνίου λίτραν αʹ. ἡδυχρόου λίτραν αʹ. στακτῆς λίτραν αʹ. μαλαβάθρου γο αʹ. νάρδου γο αʹ. ὀποβαλσάμου γο στʹ. ἐν θαλάσσῃ τὸν μυελὸν τῆκε ἐν ἅλμῃ, θεραπεύσας τὰ τηκτὰ ὁμοῦ, ἔσχατον ὀποβάλσαμον. ἐὰν δὲ ὑγρὸν τὸ ἄκοπον, κηροῦ πλεῖον ἀπόδος. ἄλλο ἄκοπον Κουαδράτου. Ϛ ἰρίνου μύρου γο αʹ. κηροῦ γο αʹ. κυπρίνου γο αʹ. δαφνίνου γο αʹ. ἐλαίου παλαιοῦ γο γʹ. τερμινθίνης οὐγγίαν αʹ. μυελοῦ ἐλαφείου γο αʹ. οἰσύπου γο αʹ. πεπέρεως γο αʹ. νίτρου 𐅻 δʹ. θείου ἀπύρου 𐅻 δʹ. πυρέθρου 𐅻 δʹ. μέλιτος γο αʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν. ἄλλο τὸ δυσῶδες ἄκοπον. Ϛ τερμινθίνης 𐅻 νστʹ. κηροῦ 𐅻 κηʹ. οἰσύπου 𐅻 στʹ. μέλιτος 𐅻 στʹ. μυελοῦ ἐλαφείου 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. χαλβάνης 𐅻 στʹ. ἀφρονίτρου 𐅻 στʹ. ἔστιν ὅτε ὀποπάνακος 𐅻 στʹ. δαφνίδων 𐅻 στʹ. ἐλαίου παλαιοῦ ξέστην αʹ. οἴνου κοτύλας βʹ. τινὲς καστορίου 𐅻 γʹ. ἄλλο τὸ διὰ σαμψύχου. Ϛ κηροῦ λίτραν αʹ. ἐλαίου ὀμφακίνου ξέστας γʹ. σαμψύχου ξέστην αʹ. τήλεως ξέστην αʹ. οἴνου παλαιοῦ ξε. δʹ. μαλάχης δέσμην, λινοζώστεως δέσμην, σικύου ἀγρίου ῥίζας. ἄλλο, ὡς Ἀντίμαχος. Ϛ σαμψύχου νέου, λιβανωτίδος, ἀσπαλάθου, βράθυος ἐστιν ἕρβα σαβίνα, τήλεως ἀνὰ ξέστας βʹ. κηροῦ λίτραν αʹ. οἴνου παλαιοῦ ξέστας γʹ. γλευκίνου ξέστας γʹ. ἄλλο παρὰ Φιλοκλέους. Ϛ ἐλαίου ἀφηψημένου ἐπὶ πολὺ, ῥιζῶν σικύου ἀγρίου ξέστας γʹ. κηροῦ μνᾶν μίαν, τερμινθίνης μνᾶν αʹ. μυελοῦ ἐλαφείου 𐅻 κεʹ. χηνείου στέατος 𐅻 κεʹ. χαλβάνης 𐅻 ιβʹ Ϛ. σαμψύχου ξε. αʹ. λιβανωτίδος ξέστην αʹ. ταῦτα ἔσχατα λεαίνεται σὺν οἴνῳ εὐώδει καὶ συμμίσγεται, γίνεται δὲ μάλαγμα κηροῦ πλείονος μιγέντος. ἄλλο ἄκοπον ἐπιτετευγμένον, ὡς Ἀφροδᾶς. Ϛ ἀφρονίτρου 𐅻 γʹ. πεπέρεως κόκκους μʹ. καὶ μακροῦ τὸ ἴσον, λιβάνου 𐅻 ιστʹ. ταῦτα τρίψας, ἐπίχεε οἴνου εὐώδους Χίου Ῥοδίου κο. αʹ. μέλιτος 𐅻 θʹ. εἶτα τῆκε ἐν λοπάδι, κηροῦ Τυρρηνικοῦ 𐅻 ιβʹ. στέατος ταυρείου 𐅻 μβʹ. ἄλλο, ἦν Ἀσφαλαρτήσιος. Ϛ κροκομάγματος 𐅻 δʹ. μυελοῦ ἐλαφείου 𐅻 ιβʹ. οἰσύπου 𐅻 στʹ. στέατος χηνείου ὑείου 𐅻 ιβʹ. τερμινθίνης 𐅻 ιβʹ. ἰρίνου 𐅻 ιηʹ. κυπρίνου, γλευκίνου ἀνὰ 𐅻 ιηʹ. τῆκε τὸ μέλι, εἶτα μίσγε τοῖς ξηροῖς καὶ συλλεάνας ὁμοῦ τοῖς ἐν τῇ θυείᾳ χρῶ. ἄλλο ἄκοπον τὸ βαρβαρικὸν, δι’εὐφορβίου πρὸς ἰσχιαδικοὺς καὶ πρὸς ἄλλα πολλά. Ϛ ὀποπάνακος γο αʹ. Τυρρηνικοῦ γο αʹ. τερμινθίνης γο βʹ. χαλβάνης γο αʹ. ἀμμωνιακοῦ θυμιάματος γο βʹ. εὐφορβίου γο βʹ. καστορίου γο βʹ. πεπέρεως λευκοῦ γο βʹ. μυελοῦ ἐλαφείου γο δʹ. οἰσύπου γο δʹ. λιμνηστρίδος γο Ϛ . στυρακίνου, δαφνίνου, ἀμαρακίνου ἀνὰ γο γʹ. ἐλαίου παλαιοῦ ξε. βʹ. ἡδυχρόου γο στʹ. σκευάσας χρῶ, ποιεῖ πρὸς ἀπηλπισμένας νεύρων διαθέσεις, ἰδίως δὲ καὶ πρὸς ἰσχιαδικούς. ἄλλο ἄκοπον Ἀρούντιος Ἀκύλας ἐθεραπεύθη. πρὸς ἰσχιάδα ποιοῦν καὶ πρὸς πᾶσαν νεύρων περίτασιν. Ϛ ὀποπάνακος οὐγγίας βʹ. χαλβάνης γο αʹ. τερμινθίνης οὐγγίας βʹ. πεπέρεως λευκοῦ, καστορίου ἀνὰ γο βʹ. οἰσύπου γο δʹ. κασσίας γο δʹ. μυελοῦ ἐλαφείου γε δʹ. κηροῦ λίτραν αʹ. στυρακίνου οὐγγίας στʹ. ἰρίνου οὐγγίας στʹ. δαφνίνου οὐγγίας στʹ. ἐλαίου παλαιοῦ λίτραν αʹ. εὐφορβίου οὐγγίας βʹ. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας βʹ. τὸ εὐφόρβιον μετ’ὀλίγου μέλιτος ἀνάμιξον. ἄλλο ἄκοπον τὸ τοῦ Γλυτοῦ, ὡς Φιλόξενος γραμματικός. Ϛ κηροῦ λίτρας βʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. χαλβάνης λίτραν αʹ Ϛ. στύρακος λίτραν αʹ. βδελλίου λίτραν αʹ. σμύρνης γο βʹ. λιβάνου γο θʹ. οἰσύπου Ἀττικοῦ λίτραν αʹ. προπόλεως λίτραν αʹ. ῥητίνης τερμινθίνης λίτραν αʹ. ἐλαίου παλαιοῦ λίτρας βʹ. κυπρίνου, ἰρίνου μύρου, ἀμυγδαλινοῦ ἀνὰ λίτρας βʹ. Συριακοῦ λίτρας γʹ. ὀποπάνακος λίτραν αʹ. σκεύαζε. ἄλλο ἄκοπον χλωρὸν, ὡς Κλήμης Σερτώριος χρῶμαι. Ϛ ἰοῦ ξυστοῦ οὐγγίας στʹ. ῥητίνης φρυκτῆς οὐγγίας δʹ. ἐλαίου μυρσίνου λίτραν αʹ. σχινίνου λίτραν αʹ. ἐλαίου παλαιοῦ λίτραν αʹ. δαφνίνου λίτρας βʹ. Συριακοῦ λίτραν αʹ. γλευκίνου λίτρας γʹ. στέατος ἀρνείου γο γʹ. κηροῦ Ποντικοῦ λίτρας γʹ. χαλβάνης λίτραν αʹ. μυρσίνης ἁπαλῶν φύλλων, πηγάνου φύλλων χλωρῶν, λιβανωτίδος χλωρᾶς, δάφνης φύλλων ἁπαλῶν ἀνὰ οὐγγίας στʹ. βοτάνης σαλβίας ἡμίλιτρον. τὰ χλωρὰ κόπτε καὶ τοῖς ἐλαίοις ἔμβρεχε νύκτα καὶ ἡμέραν, εἶτα ἐφέψε μετὰ τῶν τηκτῶν. ἀπὸ τοῦ πυρὸς ὅταν λάβῃς, τὸν ἰὸν βάλλε καὶ διηθήσας, ἀπόθου, ποιεῖ πρὸς πάντα πόνον νεύρων. ἄλλο ἄκοπον θερμαντικὸν, ὡς Κάστος πρὸς χρονίους διαθέσεις, σπασμούς. Ϛ πισσελαίου ξε. αʹ. Συριακοῦ μύρου τὸ ἴσον, ἴρεως Ἰλλυρικῆς ἴσον, τερμινθίνης λίτραν αʹ. ἀξουγγίου λίτραν αʹ. ξύσματος πλοίου οὐγγίαν αʹ. κινῶν ἕψε πηγάνῳ χλωρῷ. ἄλλο ἄκοπον, τὸ Ὠρίωνος τοῦ κτενιστοῦ καλόν. Ϛ κηροῦ λίτρας στʹ. προπόλεως λίτρας εʹ. ἴρεως Ἰλλυρικῆς λίτρας δʹ. τερμινθίνης λίτρας δʹ. ὀποπάνακος λίτρας γʹ. ἐλαίου παλαιοῦ λίτρας δʹ. χαλβάνης λίτρας βʹ. ἐλαίου σχινίνου λίτρας γʹ. μυρσίνου λίτρας γʹ. ἀμμωνιακοῦ θυμιάματος λίτραν αʹ. μυελοῦ ἐλαφείου λίτρας γʹ. οἰσύπου λίτρας στʹ. δαφνίδων λίτραν αʹ. στυρακίνου λίτρας γʹ. ἀμυγδαλινοῦ λίτρας γʹ. στέατος μοσχείου λίτρας γʹ. καὶ λεοντείου λίτραν αʹ Ϛ . ὀποβαλσάμου λίτραν αʹ Ϛ. σκεύαζε ἐπιμελῶς. ἄλλο μυράκοπον καλόν. Ϛ μαλαβάθρου, ἡδυχρόου, νάρδου κροκίνου Βαβυλωνίου ἀνὰ ἡμίλιτρον, στακτῆς γο στʹ. ὀποβαλσάμου γο στʹ. κηροῦ γο στʹ. Κομμαγηνοῦ γο στʹ. ἀλόης γο βʹ. μέλιτος γο γʹ. σκεύασον. ἄλλο μυράκοπον, χρῶμαι. κηροῦ λευκοῦ γο βʹ. στέατος χηνείου ἠρωματισμένου γο αʹ. στέατος ταυρείου ἠρωματισμένου γο αʹ. στέατος λεοντείου ἠρωματισμένου γο βʹ. κροκοδείλου ἠρωματισμένου γο αʹ. μυελοῦ ἐλαφείου γο αʹ. ἁλὸς ἀμμωνιακοῦ γο βʹ. πεπέρεως λευκοῦ οὐγγίας βʹ. λιβανωτοῦ οὐγγίαν αʹ. κινναμώμου οὐγγίας γʹ. ἀφρονίτρου οὐγγίαν αʹ. ἴρεως Ἰλλυρικῆς ξέστας βʹ. νάρδου μύρου ξε. αʹ. μαλαβάθρου Ἀλεξανδρίνου ξέστας βʹ. στακτῆς λίτρας βʹ. Συριακοῦ κροκίνου λίτρας βʹ. μέλιτος λίτρας δʹ. ὀποβαλσάμου ξέστην αʹ. Κομμαγηνοῦ λίτρας βʹ. σκεύαζε, ὡς οἶδας. ἄλλο μυράκοπον. Ϛ κηροῦ Τυρρηνικοῦ οὐγγίας στʹ. ἀμμωνιακοῦ οὐγγίας δʹ. εὐφορβίου λίτρας δʹ. πεπέρεως λευκοῦ γο δʹ. λιμνηστρίδος οὐγγίας δʹ. μάγματος μαλαβάθρου οὐγγίας στʹ. ὀποβαλσάμου λίτραν α. μαλαβάθρου λίτραν αʹ. στακτῆς γο στʹ. φουλιάτου οὐγγίας στʹ. νάρδου λίτρας γʹ.

7.14

γλευκίνου σκευασίαι. γλευκίνου σκευασία. ὡς Ἀνδρόμαχος ἐφεξῆς τῶν προγεγραμμένων ἀκόπων, Ἀνδρόμαχος ἔγραψε γλευκίνου σκευασίαν, οὐ κακῶς ἐπιζεύξας αὐτὴν τοῖς ἀκόποις χρίσμασιν · ἀνωδυνώτατον γάρ ἐστι καὶ ἀκοπώτατον. γράφεται δὲ παρὰ αὐτοῦ κατὰ λέξιν οὕτως. γλευκίνου σκευασία, χρῶμαι. Ϛ σμύρνης λίτρας βʹ. νάρδου Ἰνδικῆς λίτρας βʹ. κόστου λίτρας γʹ. στύρακος λίτραν αʹ. βδελλίου, σαμψύχου, ξυλοβαλσάμου, σχίνου, καρδαμώμου, σπάθης, ἴρεως Ἰλλυρικῆς, μίσυος, ἀσάρου ἀνὰ λίτρας βʹ. μελιλώτου λίτραν αʹ. νάρδου Κελτικῆς λίτραν αʹ. ἀσπαλάθου, καλάμου ἀνὰ ἡμίλιτρον, ἀριστολοχίας μακρᾶς λι. αʹ Ϛ . λιβανωτίδος σπέρματος ξε. βʹ. λιβάνου λίτρας γʹ. κασσίας λίτρας γʹ. τήλεως ξε. βʹ. σφάγνου λίτρας βʹ. ἀμώμου λίτρας βʹ. φλοιοῦ λιβάνου λίτραν αʹ. ῥόδων ξηρῶν λίτρας βʹ. βράθυος γο στʹ. μαράθρου λίτρας βʹ. βαλσάμου καρποῦ λίτρας βʹ. κρόκου γο γʹ. δαφνίδων λίτραν αʹ. πεπέρεως λευκοῦ λίτραν αʹ. ὀποβαλσάμου γο γʹ. μαλαβάθρου φύλλων λίτρας δύο, στροβίλους χλωροὺς δύο, πηγάνου χλωροῦ γο βʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 δʹ. νίτρου 𐅻 δʹ. οἴνου παλαιοῦ ξε. ιβʹ. γλεύκους καλοῦ κεράμια βʹ Ϛ. ἐλαίου παλαιοῦ λίτρας εʹ. σκεύαζε ἡμέρας μʹ. ταῦτα γράψας Ἀνδρόμαχος, οὐκέτι τὸν τρόπον τῆς σκευασίας, ὥσπερ Κρίτων ἐποίησεν. ἔτι δὲ καὶ πόσων εἶναι βούλεται λιτρῶν Ἰταλικῶν τὸ κεράμιον ξεστῶν οὐκ ἐδήλωσεν. γλευκίνου σκευασία, ὡς Κρίτων ἐν τῷ δευτέρῳ τῶν κοσμητικῶν. Κρίτων ἐν τῷ τέλει τοῦ βιβλίου τὴν σκευασίαν ἔγραψε τοῦ γλευκίνου, κατὰ τήνδε τὴν λέξιν. γλεύκινον δύναμιν ἔχει θερμαντικὴν, ἀνετικήν. ποιεῖ πρὸς τὰς ἐν ὑστέρᾳ διαθέσεις καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν, τούτου δὲ αἱ σκευασίαι πολλαί. δὲ λεγομένη ἁπλῆ ἔχει οὕτως. Ϛ γλεύ κους προσφάτου Μαρωνείας σταφυλῆς μετρητὴν βαλὼν εἰς ἀγγεῖον κασσιτερινὸν ἕψε ἐπ’ἀνθράκων, καὶ ὅταν τρὶς τετράκις ἀναζέσῃ, ἐξεράσας εἰς ὀστράκινον μετρητὴν, τίθει ἐν ἡλίῳ καὶ ἐπίβαλλε ἐλαίου λευκοῦ ὀμφακίνου χοᾶς στʹ. σχίνου μνᾶς στʹ. οἱ δὲ μνᾶς Ϛ . νάρδου τὸ ἴσον, καλάμου τὸ ἴσον, ἀσπαλάθου τὸ ἴσον, ἐλάτης μνᾶν αʹ · κυπέρου μνᾶν αʹ. καρδαμώμου μνᾶς ηʹ. ἀμώμου τὸ ἴσον, μελιλώτου γο εʹ. ἔστω δὲ πάντα λεῖα, ἔπειτα συγκινήσας ἐπὶ ἡμέρας ηʹ. καὶ τὸ γλεῦκος ἀποκαθάρας χρῶ. γλευκίνου σκευασία, ὡς Διοσκορίδης ἐν τῷ αʹ. περὶ ὕλης. Διοσκορίδης δ’οὕτως ἔγραψε. γλεύκινον δὲ σκευάζεται τὸ ἁπλοῦν, ἔκτε ὀμφακίνου καὶ σχίνου καὶ νάρδου Κελτικῆς καὶ καλάμου καὶ σπάθης καὶ ἀσπαλάθου καὶ μελιλώτου καὶ κόστου καὶ γλεύκους συμπεριτριβομένων μέσων στεμφύλων τῷ ἔχοντι ἀγγείῳ τὰ ἀρώματα καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον, κινεῖται δὲ ἐπὶ ἡμέρας λʹ. δὶς τῆς ἡμέρας, εἶτα ἐκπιεσθὲν ἀποτίθεται. δύναμιν δὲ ἔχει θερμαντικὴν, μαλακτικὴν, ἀνεκτικὴν, ποιοῦσαν πρὸς τὰ ῥίγη καὶ τὰ νευρικὰ πάντα καὶ τὰ ἐν ὑστέρᾳ. παντὸς δὲ ἀκόπου μᾶλλον ὠφελεῖ, μαλακτικὸν ὄν. γλευκίνου σκευασία, ὡς Ἥρας. ἐπεὶ δὲ σαφέστερον αὐτῶν ἔγραψεν Ἥρας τὴν τοῦ γλευκίνου σκευασίαν, ἐπὶ τῷ τέλει τῆς φαρμακίτιδος βίβλου καὶ τὴν ἐκείνου γραφὴν παραθήσομαι κατὰ λέξιν οὕτως. ἐλαίου γλευκίνου σύνθεσις ποιοῦντος πρόςτε τὰς ψύξεις καὶ τὰ νευρικὰ μάλιστα, ὠφελεῖ τοὺς ὀπισθοτονικοὺς καὶ ἔμπροσθοτονικοὺς, θερμὸν δι’ἐρίου καθαροῦ ἐλαίῳ βεβρεγμένου, ἐπιρριπτομένου τοῖς τόποις. Ϛ ἐλαίου Βενεφράνου λίτρας σηʹ. ἄλλως σνʹ. οἴνου Φαλερίνου παλαιοῦ εὐώδους ξέστας γʹ. γλεύκους ἀμιναίου ξε. ρηʹ. ἑλενίου λίτρας ιβʹ. σπάθης λίτρας εʹ. ἀσπαλάθου λίτρας εʹ. ἡδυσάρου λίτρας βʹ Ϛ. μητρῴας ἀρτεμισίας λίτρας βʹ Ϛ . κυπέρου λίτρας βʹ. σμύρνης λίτρας γʹ. οἱ δὲ λίτραν αʹ. πεπέρεως λευκοῦ λίτρας βʹ. Ϛ. σπλάγχνου λίτρας βʹ Ϛ . ξυλοβαλσάμου λίτρας βʹ Ϛ. ἀριστολοχίας μακρᾶς λίτραν αʹ. γο γʹ. μυρσίνης φύλλων ξηρῶν γο αʹ. λιβανωτίδος ξηρᾶς γο εʹ. δάφνης φύλλων ξηρῶν γο ιβʹ. βδελλίου λίτρας βʹ Ϛ . ἴρεως Ἰλλυρικῆς λίτρας βʹ Ϛ. στύρακος λίτραν αʹ. γο γʹ. κασσίας ξηρᾶς λίτραν αʹ. γο γʹ. λαδάνου λίτραν αʹ. γο γʹ. καρδαμώμου λίτραν αʹ. γο γʹ. κρόκου λίτραν αʹ. γο γʹ Ϛ . βαλσάμου καρποῦ λίτρας βʹ Ϛ. λιβάνου λίτρας εʹ. κροκομάγματος λίτρας εʹ. πάνακος λίτραν αʹ. γο γʹ. καλάμου ἀρωματικοῦ λίτρας εʹ. ἀσάρου λίτρας βʹ Ϛ . κασσίας μελαίνης λίτρας βʹ Ϛ. ἀμώμου σταφυλῆς λίτραν αʹ. γο γʹ. σχοίνου ἄνθους λίτρας εʹ. κόστου λίτρας εʹ. γο γʹ. νάρδου Κελτικῆς λίτρας εʹ. μελιλώτου λίτραν αʹ. γο γʹ. σαμψύχου λίτραν αʹ. γο γʹ. ῥόδων ξηρῶν λίτραν αʹ. γο γʹ. τήλεως λίτρας Ϛ . λίτρας βʹ Ϛ. ὀποβαλσάμου ἀγγεῖα μικρὰ εʹ. μαλαβάθρου μύρου λίτραν αʹ. κόψας τὰ ξηρὰ καὶ ἀραιοτέρῳ κοσκίνῳ σήσας βρέχε ἐν οἴνῳ. βδέλλιον καὶ ἂν μὴ ξηρὸν καὶ αὐτὸ κόπτε · ἐὰν δὲ λιπαρὸν εἴη, τῷ οἴνῳ αὐτὸ διάλυε ὁλμοκοπῶν. βαλὼν εἰς μικρὸν ἀγγεῖον μυρεψικὸν κασσιτερινὸν, πωμάσας ἐπιμελῶς ἔα ἐπὶ δώδεκα ἡμέρας καὶ δώδεκα νύκτας. συγχρονισάτω δὲ τὸ γλεῦκος καθαρῶς σταφυλῆς ἐκτεθλιμμένης, ἵνα μηδὲν ἔχῃ δρόσου. βαλὼν δὲ τὸ γλεῦκος εἰς μέγα χαλκεῖον, ὥστε καὶ εἰς τὸ ζέμα τοῦ γλεύκους χώραν ἔχειν, ἐπιβάλλειν πάντα ἐν τῷ οἴνῳ βεβρεγμένα καὶ τὸ ἔλαιον καὶ τὸν οἶνον δὶς τῆς ἡμέρας ἐν σπάθῃ μυρεψικῇ σαλευέσθω ἐπὶ ὥραν. δὲ σπάθη ἀπομασσέσθω ἐπιμελῶς, ἵνα μὴ τὸ προσμεῖναν ἐν αὐτῇ ὀξῦσαν βλάπτῃ τὸ φάρμακον πάλιν καταθείσης τῆς σπάθης. ἐσκευάσθω δὲ τὸ σκεῦος πώματι καὶ ἄνωθεν κεντρῶσι πλείοσι καὶ περιδείσθω ἐπιμελῶς. ὑποκείσθω δὲ τῷ ἀγγείῳ σπείρα. ὅταν δὲ ἡμέραι ιεʹ. διέλθωσι, τὸ ἀμμωνιακὸν καὶ αὐτὸ τὸ ἄμωμον ἀποδιδόσθω, ὁλοσχερέστερον κεκομμένον. λʹ. δὲ ἡμέρας ἐν διπλῷ ἀγγείῳ ἐπ’ἀνθράκων δύο τρία ζέματα δεῖ ἐνδιδόναι, τῷ μύρῳ ἀποδιδόντας καὶ τὸ ὀποβάλσαμον. καθελόντας δὲ τὸ ἀγγεῖον καὶ ψύξαντας ἐπὶ ποσὸν ἀποχεῖν τὸ μύρον. τὰ δὲ λοιπὰ σπυριδίοις ὡς ἔστι θερμὰ ἐκθλίβειν, τὸ μὲν πρῶτον διὰ χειρῶν, εἶτα διὰ πιεστῆρος ποιήσαντάς τι διὰ τὸ μύρον ἀποβάλλειν εἰς αὐτὸ τὸ μαλάβαθρον, ἐὰν μύρον βάλωμεν κεχυμένον ἐπὶ θερμοῦ ὕδατος καὶ ἀνακινεῖν τῇ σπάθῃ, ἵνα μιγῇ, εἶτα ἐάσαντας μίαν ἡμέραν καὶ ἀποτίθεσθαι ἐν ὑελίνοις ἀγγείοις ὀστρακίνοις κόμμι κεχρισμένοις.

7.15

τὰ ὑπὸ Ἥρα γεγραμμένα ἄκοπα. ἄκοπον πρὸς παραλυτικοὺς καὶ καθόλου πρὸς πᾶν ἄλγημα. Ϛ πηγάνου χλωροῦ λίτραν αʹ. γλήχωνος ξηροῦ λίτραν αʹ. κυπέρου λίτραν αʹ. νίτρου 𐅻 νʹ. τήλεως λίτραν αʹ. λινοζώστεως ξηρᾶς λίτραν αʹ. πρασίου λίτραν αʹ. λιβανωτίδος λίτραν αʹ. ἀριστολοχίας λίτραν αʹ. ἀμυγδάλων πικρῶν λελεπισμένων μοδίου Ϛ . ἴρεως λίτρας βʹ. τερμινθίνης λίτρας βʹ. δαφνίδων λίτρας βʹ. σικύου ἀγρίου ῥίζης λίτρας βʹ. ἀμμωνιακοῦ θυμιάματος λίτρας βʹ. βράθυος λίτρας βʹ. ἐλλεβόρου λευκοῦ λίτρας στʹ. μυρσίνης χλωρᾶς λίτρας γʹ. δάφνης φύλλων ξηρῶν λίτρας γʹ. κηροῦ λίτρας δʹ. βδελλίου λίτρας δʹ. οἴνου κο. βʹ. ἐν ἄλλῳ τοῦ οἴνου χοᾶς ιβʹ. ἐλαίου χοεῖς δʹ. κόψας τὰ ὀφείλοντα κοπῆναι ἁδρομερῶς, ἐπίχεε ὕδωρ καὶ ἔμπαλιν τὰ κεκομμένα, προσεπίχεε δὲ καὶ τὸν οἶνον καὶ τὸ ἔλαιον καὶ ἔασον ἐννυκτερεῦσθαι καὶ τῇ ἑξῆς ἡμέρᾳ ἕψε, ἕως ταῦτα ἐμπλέοντα καθεψηθῇ καὶ προσλάβῃ τὸ ἔλαιον τὴν ἀπὸ τῶν ἑψημένων ποιότητα. ταῦτα δὲ γίνεται ἅπαντα χρόνῳ. εἶτα ἄρας καὶ θλίψας τὰ σκύβαλα, προσέμβαλε τὸν κηρὸν καὶ τὴν ῥητίνην καὶ τὸ βδέλλιον. ἄλλο χλωράκοπον πρὸς ἰσχιάδας καὶ παραλύσεις. τούτῳ ἐχρησάμην ἐπὶ Φόρτῃ. Ϛ ῥητίνης τερμινθίνης λίτραν αʹ. μάννης γο δʹ. χαλβάνης γο δʹ. ἀφρονίτρου γο δʹ. ἀμμωνιακοῦ θυμιάματος γο δʹ. ὀποπάνακος γο δʹ. στέατος αἰγείου γο στʹ. ἰοῦ γο εʹ. κυπρίνου κο. αʹ. ἰρίνου κο. αʹ Ϛ. μηλίνου γο δʹ. Συριακοῦ γο γʹ. πεπέρεως γο γʹ. τινὲς δὲ οὐγγίας δʹ. ἐλαίου παλαιοῦ ξε. αʹ Ϛ . ἀδάρκης γο αʹ. ὄξους τὸ αὐταρκέστατον. τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ τὸ ἀφρόνιτρον σὺν τῷ ὄξει λειοτρίβει, τὰ δὲ λοιπὰ τήξας κατάχει. ἄλλο ἄκοπον πρὸς ἰσχιάδας χρονίας, πρὸς ἀγκύλας καὶ παραλύσεις, ἔστι λίαν ἐνεργές. Ϛ ἐλαίου παλαιοῦ καὶ ἰρίνου λίτρας στʹ. καὶ δαφνίνου λίτρας στʹ. πυρακείνου λίτρας στʹ. κηροῦ λίτρας στʹ. τερμινθίνης γο βʹ. εὐφορβίου γο βʹ. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας γʹ. καστορίου γο βʹ. ὀποπάνακος γο βʹ. χαλβάνης οὐγγίας βʹ. μυελοῦ ἐλαφείου γο βʹ. πεπέρεως γο βʹ. τὰ τηκτὰ τήξας κατὰ τῶν ξηρῶν κατάχει καὶ ἑνώσας χρῶ. ἄλλο ἄκοπον πρὸς ἰσχιάδας καὶ καθόλου πρὸς πάντα. Ϛ σμύρνης μέρος ἓν, πυρέθρου μέρους Ϛ. λείοις παράχει γλεύκινον, ὥστε γλοιῶδες γενέσθαι τὸ φάρμακον, ἐπὶ δὲ τῆς χρείας ῥόδινον παραμιγνὺς χρῶ

7.16

Δαμοκράτους ἀκόπων σκευασίαι. ὄντος δὲ πολλοῦ τοῖς φιλιάτροις λόγου Ἀκόπων ἁπάντων χρήσεως καὶ μυρακόπων, Φράσω τίν’ἐστὶ ταῦτα καὶ πῶς ὠφελεῖ, Πῶςτε καθ’ἓν αὐτῶν σκευάσαι δεῖ φάρμακον. ποιεῖ μὲν οὖν ἅπαντα πρὸς νεύρων πόνους, Σαρκόςτε πάσης καὶ μυῶν, ὅσους κόπος Καθεῖξεν ψῦξις δίχ’αἰτίας Φανερᾶς ἐγένετο. τοῖς δ’ὅμοι’ἀλγήματα Καὶ δυσπαθείας δεῖ φέρειν ταῦτα πολλάκις, Τοῖς εὐαλώτοις ψύξεσίντε καὶ κόποις, Ἄν χρησάμενός τις πρότερον, οὕτως ἐξίῃ Ἐπὶ τὰς δι’ἀνάγκην τοῦ βίου λειτουργίας, Σαρκοῖτ’ἀτροφοῦντά τινα μέρη τοῦ σώματος Ἄν τις ἀναχρίῃ μετὰ τροφὴν τὰ πεπονθότα, Καὶ δυσαναλήπτοις ἁρμόσει, γέρουσίτε Χειμῶνος αὐτοῖς χρωμένοις εἰς ἑσπέραν. ὅσα δὲ ποιεῖ τῶν ἀκόπων, δι’ἑτέρων Ἐροῦμεν, ὑποτάξαντες αὐτῶν ταῖς γραφαῖς καὶ προθέντες τῆς γραφῆς τὸ χρήσιμον. νυνὶ δὲ φήσω πῶς τὸ πρῶτον δεῖ ποιεῖν. ἀμμωνιακοῦ μὲν γὰρ γο ιʹ. εἴτ’οὐγγίας ἐθέλει τις εἴτ’ἄλλον σταθμὸν, Τὸ δ’αὐτὸ λιβάνου, χαλβάνης δὲ δʹ. ἐλαφείου μυελοῦ δʹ. καὶ δʹ. τῆς Ἀττικῆς πέμπουσι ταὐτὸν οἰσύπου, Τερμινθίνηςτε τῆς διαυγοῦς δʹ. μέλιτος καλοῦτε προσφάτου πάλιν ιʹ. ἴσοντε τούτῳ Ποντικοῦ κηροῦ σταθμὸν, Στέατόςτε χηνὸς προσφάτου μαλακοῦ ιʹ. οἴνου Φαλερίνου εʹ. κοτύλας βραχὺ Ἐλάττονας καὶ βραχὺ δαψιλεστέρας, Παλαιοῦτ’ἐλαίου τοῦ καλοῦ δὶς κʹ. πειρῶ δὲ τοῦτο μὴ δυσῶδες προσβαλεῖν, Οὕτως γὰρ ἔσται προσφιλὲς τοῖς χρωμένοις. σκεύαζε δ’οὕτως. ἐν θυείᾳ μείζονι Λίβανον καταθλάσας εἰς βραχεῖς χόνδρους πάνυ Ἀμμωνιακόντε παραχέων οἶνον εὐθέως, Ἀφείςτε ταῦτα διαβραχῆναι συμμέτρως, Λέαινε τῷ δοίδυκι καὶ μέλιτος πάχος Ποιῶν, ἀποδίδου τὸ μέλι καὶ τὴν οἴσυπον Καὶ τὸν ἐλάφειον μυελὸν, εἶτα ταῦθ’ἑνῶν Ἐν τῇ θυείᾳ, τῆκε κηρὸν ἐν χύτρᾳ Καὶ πᾶν ἔλαιον καὶ στέαρ καὶ χαλβάνην Τερμινθίνηντε καὶ τακῆναι πάντ’ἀφεὶς, Κατὰ τῶν ἐνόντων τῇ θυείᾳ καταχέων, Καὶ μικρὰ δοίδυκι κινήσας, ἵν’ὑποψυγῇ, Ταῖς χερσὶν ἀνάτριβε τότε ταῦτα πάνθ’ὁμοῦ, Ἕως ἂν ἑνωθῇ πάντα καὶ μέλιτος λάβῃ Ὑγροῦ καλοῦτε τὸ πάχος, οὕτωςτ’ἀποτίθου Εἰς κασσιτερινὸν σκεῦος καὶ πύξινον, Χρώμενος ἐπιμελῶς, ὡς κρατίστῳ φαρμάκῳ. ἔστιν δὲ καὶ γυναιξὶ συμφορώτατον Ὅσαις ἐγένετο φλεγμονὴ τῆς ὑστέρας Τὰς σκληρίας φέρουσα καὶ σκιρρου φόβον, Ἐφ’ὧν κέλευε πεσσαρίῳ τὸ φάρμακον Ἐγχρισθὲν οὕτως προστιθέναι ταῖς ὑστέραις. ποιεῖ δὲ τοῦτο καὶ πρὸς ὠτίων πόνους Τοὺς χωρὶς ἕλκους, τοὺς σφοδροὺς δίχα ῥεύματος, Σεργητικοῦ δὲ μῖξον ἰρίνου μύρου Μέρος δʹ. γʹ. τῷ φαρμάκῳ, Θερμῷτε δεύσας ἔριον ἔνθες τῷ πόρῳ. ἄλλο. καὶ χλωράκοπον τοῦτο δραστικὸν πάνυ, Διὸ ταῖς καταρχαῖς τῶν πόνων μᾶλλον ποιεῖ, Ἀρθριτικοῖςτε καὶ ποδαγρικοῖς συμφέρει, Πρὸ τῶν βαλανείων τριβομένοις τῷ φαρμάκῳ, Πόδαςτε καὶ τὰ νεῦρα τὰ πεπαχυσμένα. οὕτω γὰρ ἔγνων γενομένους ὑγιεῖς τινας. ἔχει δὲ λιβανωτοῦ καλοῦ λίτραν αʹ. ἀμμωνιακοῦ δὲ θυμιάματος λίτρας βʹ. ἀφρονίτρουτε λευκοτάτου λίτραν αʹ. τὸ δ’αὐτὸ καθάρας οἰσύπου τῆς Ἀττικῆς, Σμύρνηςτε χρηστῆς, χαλβάνης τῆς ἀξύλου, Ὀποπάνακόςτε τοῦ καθαροῦ. τούτων καθ’ἓν Στήσας ἐπιμελῶς γο δὶς δʹ. εὐφορβίου γο δʹ. τοῦ προσφάτου, Ἴσαςτε ταύταις τραχέος λιμνησίου. καλοῦσι δὲ τοῦτ’ἀδάρκην, οἱ τὰ μίγματα Ἐν Ἰταλίᾳ πωλοῦντες οἵτ’ὠνούμενοι, Κηροῦ σφόδρα καλοῦ Ποντικοῦ λίτρας βʹ. τερμινθίνηςτε τῆς καθαρᾶς λίτρας βʹ Ϛ . δαφνίνου ἐλαίου καὶ κυπρίνου καὶ γλευκίνου Λίτραν μίαν ἑκάστ’, ἰρίνου Σεργητικοῦ, Παλαιοῦ δ’ἐλαίου, σχινίνουτε προσφάτου, Τούτων ἑκάστου δύο πάλιν λίτρας σταθμῷ, Ὄξους τὸ μέτριον. τούτῳ καὶ τὰ μίγματα Τὰ ξηρὰ τρίψας ἐπὶ τὸν αὐτάρκη χρόνον, Λείου ἐπιμελῶς προσβαλεῖς, τήξας μύρα, Κηρόντε, χαλβάνηντε καὶ τερμινθίνην, Ὀπόντε πάνακος, τἄλλαθ’ὑγρὰ μίγματα, Καὶ κατακενώσας θερμὰ καὶ ζέοντ’ἔτι Κατὰ τῆς θυείας. τῶν γ’ἐν αὐτῷ μιγμάτων Ἀνάτριβε τῷ δοίδυκι χειρίτ’εὐτόνως, Καὶ πάνθ’ἑνώσας ἀποτίθου τὸ φάρμακον Εἰς πυξίδ’οἵαν εἶπον ἔμπροσθεν βραχύ. θαρρῶν δ’ἐπὶ πάντων κέχρησο τῶν κεχρονισμένων. ἄλλο. καὶ τοῦτο δ’ἄκοπον εὐπόριστον καὶ καλὸν, Καὶ μάλιστα χειμῶνος, ἔν γε ταῖς ὁδοῖς Τοῖς εὐαλώτοισιν βοηθεῖν δυνάμενον. ἔχει δὲ καθαροῦ χαλβάνου γʹ. γο. ὀποπάνακος δὲ προσφάτου γο μίαν. ἄνθους ἁλὸς γʹ. οἰσύπου δὲ. δʹ. ἀμμωνιακοῦ θυμιάματος τοῦ καλοῦ Λίτρας ηʹ. κηροῦ λίτραν αʹ. πιτυΐνης πεφρυγμένης, Τῆς μὴ δυσώδους γο δὶς δʹ. λίτραντ’ἐλαίου τοῦ Σαβίνου δὶς δʹ. πλεῖόντε τοῦ χειμῶνος, ὡς λίτραν βάλ’εἰς Οἴνου Φαλερίνου μέλανος γο ιʹ. σκεύαζε δ’οὕτως. ἐν θυείᾳ Ἀμμωνιακὸν κατάθλασον, εἶτ’οἶνον βαλὼν, Διάβρεξον ὀλίγον καὶ λεάνας ἐπιμελῶς, Πρόσβαλλ’ἁλὸς ἄνθους καὶ τὸν οἴσυπον τότε, Εἶτ’ἐκλεαίνων καὶ μέλιτος ποιῶν πάχος, Τὰ τηκτὰ τήξας, ὕστερον τὴν χαλβάνην Καὶ τὸν ὀποπάνακα προσβαλὼν τῆξον πάλιν, Κατάχειτε τῶν ἔμπροσθε λείων γεγονότων Ἐν τῇ θυείᾳ καὶ καλῶς ἡνωμένων, Οὕτωτε μίξας θερμὸν ἔτι τὸ φάρμακον Ταῖς χερσὶν, ἀπόθου εἰς ὑελοῦν ἀγγεῖον. ἄλλο μυράκοπον. καὶ μυράκοπον δὲ τοῦτο τῶν ἄγαν καλῶν. ἡδὺ γὰρ ὑπάρχει καὶ βοηθεῖ δραστικῶς Πρὸς τοὺς πόνους, οὓς εἶπον ἔμπροσθεν βραχύ. στακτῆς δὲ ἔχει τῆς καλῆς τρεῖς οὐγγίας, Ὀποβαλσάμου γʹ. καὶ μέλιτος γʹ. Ἀττικοῦ, Κηροῦτε καθαροῦ Ποντικοῦ γʹ. κροκίνου, Μύρου δὲ Συριακοῦ γο δʹ. ἀμμωνιακοῦ λευκοτάτου, λείουτε ἁλός. γο βʹ. μίαν δὲ καὶ ἓν μέρος Τερμινθίνης λευκῆςτε καὶ κεκαθαρμένης, Τοῦ κινναμώμου δὲ καὶ μαλαβάθρου λίτραν Μίαν προσαπόδος καὶ μέρος λίτρας τρίτον. ἂν μὴ παρῇ δὲ μαλάβαθρόν σοι κατὰ τύχην, Πρόσβαλλε νάρδου ταὐτὸ τῆς Γαγγίτιδος. μύρον δὲ τοῦτο τῶν μετρίως ἐστὶν καλῶν, Ἱκανῶς δὲ φαρμακῶδες, ὡς οὐκ ἄλλο τι. ταὐτὸν ὁμοίως ἰρίνου Σεργητικοῦ, Κυζικηνοῦ, τοῦτο δὲ ἀμαρακίνου. τούτοις δὲ χρήσει μὴ παρόντος, ὡς ἔφην, Τοῦ μαλαβάθρου. μέτριον γὰρ οἶμαι μυράκοπον, Οὐδὲν ἔλαττον ὠφελοῦν τοὺς χρωμένους. σκεύαζε δ’οὕτως. ἀναλεάνας ἐπιμελῶς Πρόσβαλλε τὸ μέλι καὶ λεάνας συμμέτρως, Στακτήντε μίξας κὠποβάλσαμον, πάλιν Λέαινε ἐπιμελῶς καθαρὰν τερμινθίνην, Κηρόντε καὶ τὸ κρόκινον εἰς διπλοῦν βαλὼν Ἀγγεῖον ὕδατι τῆκε τὰ προειρημένα, Περὶ δεῖλον ἐν ἑτέρᾳ χύτρᾳ. τήξας δὲ ταῦτα παρέγχει μαλάβαθρον, Καὶ πάνθ’ἑνώσας συμμέτρως, ὡς μὴ ζέσαι, Βάσταζε τὸ διπλοῦν σκευάριον ἐκ τῆς χύτρας, Ψύξαςτ’ἐπιμελῶς καὶ ξύσας τὸ φάρμακον, Προσεμβαλώντε τοῖς πρότερον εἰρημένοις Ἐν τῇ θυείᾳ πάλιν λέαιν’ἕως καλῶς Ἅπαν ἑνωθῇ καὶ γένηθ’ἓν φάρμακον. εἰ δ’αὐτὸ βούλει δραστικώτερον ποιεῖν Πρὸς τὰ νεῦράτε καὶ τὰ κεχρονισμένα Καὶ τὰς διαθέσεις τάςτε τῶν μυῶν τάσεις, Εὐφορβίουτε καλοῦ καὶ ἔτι προσφάτου Γο βʹ. τῷ παντὶ κατάμιξον σταθμῷ, Τοῖςθ’ἁλσὶ καὶ τῷ μέλιτι τῷτ’ὀποβαλσάμῳ Συνεκλεάνας πρότερον αὐτάρκει χρόνῳ. οὕτως δ’ἑνώσας πάντα τὰ προειρημένα, Εἰς πυξίδ’ἀπόθου εἰς ὑελοῦν ἀγγεῖον, Ἀπὸ τῶν βαλανείων μᾶλλον αὐτῷ χρώμενος. βασιλεῖ δὲ ποιῶν καὶ Σεβαστῷ μυράκοπον, Σκεύαζε ῥᾷστα τοῦτο καὶ χωρὶς πυρὸς Ἔχον ὀποβαλσάμου μέτρον ὡς γʹ. οὐγγίας. καὶ τοῦ κρατίστου δὲ μαλαβάθρου γο Ιεʹ. κινναμώμου τοῦ καλοῦ ταὐτὸ, Κηροῦ δ’ἀνόσμου λευκοτάτου δραχμὰς ιʹ. σκεύαζε δ’αὐτὸ μαλαβάθρου τρίτον μέρος. καὶ κηρὸν εἰς ἐλάχιστα κατατετμημένον, Εἰς ἀργυρᾶν ἔμβαλε λεπτὴν φιάλην. τήξας ἐφ’ὕδατος θερμοτάτου ψύξας ξύσον, Καὶ προσβαλὼν λεῖα ἐν τῷ ὀποβαλσάμῳ Καὶ κινναμώμῳ, τρῖβε πάλιν ἑνῶν ἅπαν, Τότε λοιπὸν αὐτοῖς μαλάβαθρον παρεγχέας, Τρίβων ἕνωσον χερσὶν, οὕτωτ’ἀποτίθου Εἰς ἀργυροῦν σκευάριον ὑελοῦν παχὺ, Οὕτως γὰρ ἕξεις ἀσφαλῶς τὸ φάρμακον. τρίτον δὲ λίτρας προσβαλὼν Γαγγιτικῆς, Νάρδου ποιήσεις γλυκύτερον τὸ φάρμακον. καὶ κρεῖσσον πρὸς τὰς διαθέσεις τὰς προσφάτους Σύγχρισμα. ἂν μὴ παρῇ δὲ κιννάμωμον, οὐ βαλὼν Ἕξεις ἐλαχίστως μεῖον, ἀλλ’ὄντως καλὸν, Καὶ παντὸς ἄλλου μυρακόπου κρεῖσσον πολύ. εἰ δ’αὐτὸ βούλει δραστικώτερον ποιεῖν Πρὸς ἃς προεῖπον διαθέσεις, Ἀτλαντικοῦ Εὐφορβίου πρόσβαλλε δραχμὰς δʹ. ἔσται γὰρ οὕτως ἡδὺ καὶ δραστήριον, Κᾂν δι’ὀλίγων μιγμάτων συγκείμενον. τινὰς δ’ἐπέγνων στέασι πολλοῖς χρωμένους Μυελοῦτε πολλοῦ καί τινων ἀρωμάτων, Ὀποῖςτε καὶ μύροισι κἀλαίοις τισὶν, Οἷς πάλιν ἀμέλει χρησάμενος ἔγνων ὅτι Ἀπειροκάλων τοιαῦτα καὶ μὴ κεκρικότων Τὰ μίγματα, τάςτε ἁπλὰς τούτων φύσεις.