On the Composition of Drugs According to Kind, 2
τῆς προκειμένης πραγματείας σκοπὸν ἐχούσης σὺν τοῖς ἄλλοις καὶ τοῦτον, ὡς ἐὰν ἀπολέσωμέν ποτε τὸ βιβλίον, ἐν ᾧ τῶν φαρμάκων οἷς χρώμεθα τὰς συνθέσεις γεγραμμένας ἔχομεν, αὐτοὺς ἡμᾶς δύνασθαι συντιθέναι παραπλήσια τοῖς ἀπολλυμένοις ἀναγκαῖόν ἐστι, πρῶτον μὲν ἡμᾶς καθόλου τινὰ τύπον ὁδοῦ μεμαθηκέναι, δι’ἧς εὑρήσομεν ὃ προεθέμεθα. δεύτερον δὲ γεγυμνάσθαι κατὰ τὴν ὁδὸν ταύτην ἐπὶ πολλοῖς τῶν κατὰ μέρος, εἰδότας ὅτι χωρὶς τοῦ γυμνάσασθαι τὸ τοιοῦτο γυμνάσιον οὐδὲν τῶν ἔργων ὀρθῶς περαίνεται. δεινὸν δὲ καὶ τὸ συμβὰν ἤδη τισὶν ὧν ἐγὼ γινώσκω δυσὶν ἰατροῖν. ὁ μὲν γὰρ ὑπὸ λύπης ἐπὶ τῇ τῶν τοιούτων γραφῶν ἀπωλείᾳ συντακεὶς ἀπέθανεν, ὁ δὲ ἀπέστη τῶν ἰατρικῶν ἔργων. ὑπάρχει δὲ τοῖς γυμνασθεῖσιν, ὡς ἐγὼ λέγω, πρὸς τῷ δύνασθαι συντιθέναι φάρμακα χρήσιμα καὶ τὸ κριτικοῖς εἶναι τῶν γεγραμμένων τοῖς πρὸ ἡμῶν ἰατροῖς, ἐπιτηδείωςτε χρῆσθαι πᾶσι τοῖς ὑπ’ἐκείνων γεγραμμένοις, οἷςτ’ἂν αὐτὸς εὕρῃ κατὰ τὴν διδαχθησομένην μέθοδον. βέλτιον μὲν οὖν ἐστι τοῖς διὰ τῆς πείρας ἤδη βεβασανισμένοις χρῆσθαι, μαθόντα τῆς χρήσεως αὐτῶν τὴν μέθοδον, ἀλλ’ὅπερ ἔφην, ἀνάγκη καταλαμβάνει πολλάκις ἡμᾶς, ὡς καὶ τοῖς ἀπειράστοις αὐτοσχεδιάζοντας χρῆσθαι. κατὰ μὲν οὖν τὸ πρὸ τούτου βιβλίον, ὅπως ἄν τις ἐκ λιθαργύρου μόνης ἐμπλάστρους σκευάζοι, λέλεκται ποτὲ μὲν ἔλαιον μόνον μιγνὺς, ποτὲ δ’ὄξος ἢ οἶνον ἤ τινα ταύτων, ἐξ ὁποίαςτε συμμετρίας αὐτῶν ἔμπλαστρος δύναται γίγνεσθαι λευκὴ προσηκόντως ἑψηθεῖσα. γίγνεσθαι δ’ἔφαμεν ἐκ τούτων τῶν ἐμπλάστρων ἐνίας μὲν ἐπουλωτικὰς, ἐνίας δὲ καὶ κολλητικὰς ἐναίμων τραυμάτων, ἐνίας δὲ φλεγμονῶν τῶν μικρῶν θεραπευτικὰς, ἐνίας δὲ αὐτῶν καὶ τὰ δυσεπούλωτα θεραπεύειν, ὁπόσα μὴ κακοήθη καί τινας ἐξ αὐτῶν ὄγκους παρὰ φύσιν, ὅσοι μὴ μεγάλοι μη δὲ σκιρρώδεις εἰσὶ διαφορεῖν. ἐγράφη δ’οὐ μετὰ πολὺ τῆς ἀρχῆς ἐν αὐτῷ καὶ ἡ ὑπ’ἐμοῦ συντεθεῖσα ἔμπλαστρος, ἣν ὀνομάζω φοινικίνην. ἐν τούτῳ δὲ τῷ βιβλίῳ τῷ νῦν ἡμῖν προκειμένῳ περίτε τῶν χλωρῶν ἐμπλάστρων εἰρήσεται καὶ μηλίνων καὶ κιρρῶν καὶ φαιῶν καὶ πυρρῶν, ἐν αἷς εἰσι καὶ αἱ δίχρωμοι καλούμεναι, μεταξύτε τούτων ἕτεραι τινὲς μὲν ὠνομασμέναι, καθάπερ λευκομήλιναίτε καὶ μελάγχλωροι καὶ ῥυπώδεις ἀερίζουσαίτε καὶ κυανίζουσαι, τινὲς δὲ καὶ παντάπασιν ἀνώνυμοι. τὸ μὲν οὖν ἐφεξῆς ἀλλήλαις γράφειν τὰς κατὰ δύναμιν ὁμοίας χρήσιμόν ἐστιν εἰς τὸ πλείοσιν ἐντυγχάνοντα ἢ ἀναγινώσκοντα τὸ βιβλίον ἑλέσθαι τὴν ἐπιτηδειοτάτην τῷ θεραπευομένῳ σώματίτε καὶ πάθει. τὸ δὲ τὰς κατὰ χρόαν ὁμοίας ἀναγράφειν, οὐ κατὰ τεχνικὴν ὁμοιότητα σκοπούντων ἐστὶν, ἀλλ’ἐπεί τινες ἐνίοτε τῶν πολὺ δυναμένων ἀνδρῶν κελεύουσιν ἡμᾶς ἔμπλαστρον αὐτοῖς μηλίνην ποιῆσαι κολλητικὴν ἑλκῶν ἢ ἐπουλωτικὴν ἢ μαλακτικὴν τῶν σκληρυνομένων ἤ τι τοιοῦτον ἐργάσασθαι δυναμένην, ἠναγκάσθησαν ἔνιοι τῶν νεωτέρων ἰατρῶν ἐφεξῆς ἀλλήλων γράφοντες ὁμοίας κατὰ χρῶμα προσγράφειν ἑκάστῃ τὰς οἰκείας ἐπαγγελίας. ἐγὼ τοίνυν πειράσομαι μικτήν τινα ποιήσασθαι τὴν διδασκαλίαν ἀπὸ τῆς τεχνικωτέρας ἀρξάμενος. γράφω γὰρ πρῶτον μὲν τὰς σαρκωτικὰς τῶν κοίλων ἑλκῶν, ὧν αἱ πλεῖσται χλωραὶ κατὰ χρόαν εἰσὶν, ἐπισημαινόμενος ὅσαιτε κολλητικαὶ τούτων ὑπάρχουσι καὶ ὅσαι τῶν κακοηθευομένων ἰατρικαὶ καί τι τῶν τοιούτων ἄλλο δυνάμεναι διαπράττεσθαι. δευτέρας δὲ τὰς κολλητικὰς, οὐ μόνον τῶν προσφάτων ἑλκῶν, ἀλλὰ καὶ τῶν κόλπων, ἐν αἷς εἰσι καὶ μέχρι συνουλώσεως ἄγουσαι πολλαί. καὶ τούτων ἁπασῶν ἕνα μὲν στίχον ποιήσομαι τῶν μηλίνων, ἕτερον δὲ τῶν βαρβάρων ὀνομαζομένων, ἕτερον δὲ φαιῶν, ἐπίτε τῶν ἄλλων χρωμάτων ὁμοίως. ἐρῶ δὲ καὶ καθ’ἓν ἄλλο βιβλίον ἄνευ χρωμάτων ὁμοιότητας, ὅσαι τὰ δυσεπούλωτα τῶν ἑλκῶν θεραπεύουσιν, ἃ καὶ χειρώνεια καλοῦσι. καὶ μετὰ τοῦτο καθ’ἕτερον βιβλίον, ὅσαι καὶ ταῦτα καὶ ἄλλ’ἄττα πολύχρηστοι λεγόμεναίτε καὶ οὖσαι. καὶ μετὰ ταύτας ἁπάσας ὅσον ὑπόλοιπόν ἐστι τῶν κατὰ τὰς δυνάμεις ἐμπλάστρων ἐγνῶσθαι μεθόδῳ διελθεῖν πειράσομαι. ταῦτα μὲν οὖν προείρηται κοινόν τι προοίμιον ἁπασῶν τῶν προσγραφησομένων ἐμπλάστρων, ἐπὶ δὲ τὰς ἐν τούτῳ τῷ βιβλίῳ γεγραμμένας μεταβήσομαι, προτάξας αὐτῶν τινα λόγον κοινὸν, ὡς εἰ καὶ μηδὲν ἤδη μοι προείρητο. φαρμάκων συνθέσεις παμπόλλων ἀξίων ἐπαίνου πρῶτος ὧν οἶδα Μαντείας ὁ Ἡροφίλειος ἔγραψεν, οὗ μαθητὴς γενόμενος Ἡρακλείδης ὁ Ταραντῖνος οὐ μόνον ἐν τῇ τῶν φαρμάκων χρήσει φαίνεται μιμούμενος ἐκεῖνον, ἀλλὰ καὶ κατὰ τὸ διαιτητικὸν μέρος τῆς τέχνης. μεθ’οὓς ἄλλοι μέν τινες ἐν πλείοσι βιβλίοις, ὥσπερ ὅτε Μαντείας καὶ Ἡρακλείδης. εἰσὶ δὲ καὶ οἱ καθ’ἓν ἢ δύο μόνα τὴν γραφὴν αὐτῶν ἐποιήσαντο, καθάπερ ὁ Καππαδόκης Ἥρας, οὔτ’ἀδόκιμον γράψας τι φάρμακον, οὔτε τὰς σκευασίας αὐτῶν καταλιπὼν τάςτε κατὰ μέρος χρήσεις ἁπάσας διελθών. πολλὰ δὲ φάρμακα γεγράφασιν ἐπιμελῶς ἐν πλείοσι βιβλίοις ὅτε Μούσας καὶ ὁ Ἀσκληπιάδης καὶ ὁ Κρίτων. ὁ δ’Ἀνδρόμαχος ἐν ἑνὶ μὲν βιβλίῳ τὰ τῶν ἐκτὸς τοῦ σώματος ἰατρικὰ φάρμακα, καθ’ἕτερον δὲ ἓν ἔγραψε τὰ τῶν ἐντὸς, ὄντος καὶ τρίτου μικροτέρου τούτων ὀφθαλμικοῦ. οὐ πρόσκειται δὲ ὀλιγίστων αὐτῶν ἥτε σκευασία καὶ ἡ χρῆσις. οὔτε δὲ τούτων τις οὔτε ἄλλος ἔγραψε τὸν λογισμὸν τῆς συνθέσεως ἑκάστου τῶν φαρμάκων, καὶ διὰ τοῦτο θαρραλεώτερον οἱ ἀπὸ τῆς ἐμπειρίας ἀποφαίνονται, καίτοι γε ἀδιανόητα λέγοντες, εἰς περίπτωσιν γὰρ ἀναφέρουσι τὴν εὕρεσιν τῶν συνθέτων φαρμάκων. ἐθάρρησαν δὲ τῷ μηδένα τῶν δογματικῶν ἰατρῶν διηρθρωμένως γεγραφέναι τὴν μέθοδον τῆς συνθέσεως αὐτῶν. ὅταν γὰρ οἱ δογματίζοντες ἐρωτώμενοι τὸν λόγον, ᾧ σύγκειται τῶν φαρμάκων ἕκαστον οἷς χρῶνται, μηδὲν ἔχωσι λέγειν, ἀπολέσαντέςτε τὰς γραφὰς αὐτῶν ἀδυνατῶσιν αὐτοσχεδιάζειν ἑτέρας συνθέσεις, αὐτοίτε εἰκότως καταφρονοῦνται, τούςτε ἐμπειρικοὺς ἐργάζονται τολμηροτέρους εἰς ἀντιλογίαν. εἰ δ’ἠπίσταντο τὴν ἑκάστου πάθους ὧν θεραπεύουσι φύσιν ἐγίγνωσκόντε μέθοδον, ὡς ἐξ αὐτῆς ἐξευρίσκειν τόντε σκοπὸν τῆς θεραπείας, ἑκάστουτε τῶν ἁπλῶν φαρμάκων τὴν δύναμιν, οὐκ ἂν ἠγνόουν τὸν λόγον τῆς συνθέσεως · οἷον αὐτίκα κοῖλον ἕλκος ἀπερίστατον, οὐδὲν γὰρ χεῖρον, ὡς ἔνιοι καλοῦσι, συντόμου διδασκαλίας ἕνεκεν οὕτως καὶ ἡμᾶς ὀνομάσαι, πῶς ἄν τις ἰάσαιτο προκείσθω σκοπεῖν, ὡς εἰ καὶ μήπω μηδὲν εὕροιτο φάρμακον ἐπιτήδειον εἰς αὐτό. διδαχθέντες γὰρ ὑπὸ τοῦ λόγου τὴν τῶν κοίλων ἑλκῶν ἴασιν γίγνεσθαι γιγνομένης σαρκὸς ἀντὶ τῆς ἀπολωλυίας ἑτέρας, ἐξ αὐτῆς δηλονότι βλαστανούσης τῆς ὑποκειμένης σαρκὸς, ἐνενοήσαμεν ἀδύνατον εἶναι γενέσθαι τοῦτο, ῥύπου κατὰ τὸ ἕλκος ἢ πολλῆς ὑγρότητος ὑποκειμένης. ἀλλὰ τὸν μὲν ῥύπον ἀφαιρεῖ τὰ ῥυπτικὰ τῶν φαρμάκων, τὴν δ’ὑγρότητα διαφορεῖ τὰ ξηραντικά. χρὴ τοίνυν ἐπίστασθαι τὰς ὕλας τῶν τοιούτων φαρμάκων, οὐχ ἁπλῶς κατὰ γένος, ὡς Διοσκουρίδης ἄλλως ἔγραψεν, ἀλλ’ὡς ἡμεῖς ἐποιήσαμεν ἐν ταῖς περὶ τῶν ἁπλῶν φαρμάκων, οὐ μόνον γράψαντες ἤτοι θερμαίνειν ἢ ψύχειν ἤ τι τοιοῦτον ἕτερον ἐργάζεσθαι τόδε τι τὸ φάρμακον, ἀλλὰ καὶ ὅτι κατὰ τὴν πρώτην ἀπόστασιν ἢ δευτέραν ἢ τρίτην ἢ τετάρτην τοῦ μέσου φάρμακον τοιοῦτον εἴη. καὶ πολλάκις γε ὅτι κατὰ μεσοῦσαν ἑκάστην τούτων ἢ ἀρχομένην ἢ τελευτῶσαν, ὡς εἶναι δώδεκα τάξεις τῶν κατ’ἐπικράτειαν ἡντιναοῦν λεγομένων φαρμάκων. ἐνίοτε μὲν γὰρ ἤτοι μετρίως θερμαίνοντος ἢ ξηραίνοντος, ἐνίοτε δὲ σφοδρότατα ποιεῖν ὁτιοῦν τούτων δυναμένου χρῄζομεν. ὁ δ’ἁπλῶς ὅτι θερμανθῆναι δεῖται τὸ μόριον ἐπιστάμενος οὐδὲν μᾶλλον αἱρήσεται λιβανωτοῦ πέπερι καὶ νᾶπυ. ταῦτ’οὖν εἴρηται μὲν ἡμῖν καὶ πρόσθεν, εἴρηται δὲ κα- κᾀν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου. ὡς προεπισταμένους δ’αὐτὰ μετ’ἀποδείξεως τῆς προσηκούσης, ἐπὶ τὰ λοιπὰ προάξω τὸν ἐνεστῶτα λόγον ἐντεῦθεν ἀρξάμενος. ἐπειδὴ ξηραίνοντόςτε καὶ ῥύπτοντος μετρίως ἄνευ δήξεως ἐδείχθη δεόμενα τὰ σαρκωθησόμενα τῶν ἑλκῶν, ἀναμνησθῆναι χρὴ τὴν ὕλην τῶν τοιούτων φαρμάκων ἥτις ἐστί. δέδεικται δὲ ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως πραγματείᾳ, μετὰ τοῦ καὶ τὴν προσήκουσαν ἑκάστου τάξιν εἰρῆσθαι. τοῦτο γὰρ, ὡς ἔφην, ἔστι τὸ μάλιστα χρήσιμον, ὥστε ἐάν ποτε δέηταί τις ἰσχυροτέρου φαρμάκου, γινώσκειν ἐφ’ὃ μεταβήσεται, μὴ παρόντος δὲ τῶν ἁπλῶν μηδενὸς, ἐπὶ τὸ σύνθετον ἐρχόμεθα. καὶ πρῶτόν γε ὑποκείσθω κηρὸν ἔχειν ἡμᾶς καὶ ἰὸν, ἄλλο δὲ μηδὲν τῶν ἁρμοττόντων ἄντικρυς ἕλκει κοίλῳ, λιβανωτὸν λέγω καὶ ἴριν καὶ ἀριστολοχίαν, ἄλευρόντε τὸ τῶν ὀρόβων καὶ πάνακος ῥίζαν, ὅσατ’ἄλλα τοιαῦτα. γιγνώσκοντες οὖν ὅτι κηροῦ μὲν ἐπιτεθέντος μόνου ῥυπαρὸν εὑρεθήσεται τὸ ἕλκος, ὡς ἂν μήτε ῥύπτειν μήτε ξηραίνειν δυναμένου, δηχθήσεται δὲ καὶ διαβρωθήσεται καὶ φλεγμανεῖ προσαχθέντος ἰοῦ. τούτων μὲν ἑκάτερον παραιτησόμεθα, μέσον δ’ἐξ ἀμφοῖν ἄλλο ποιήσομεν, ἀσθενέστερον μὲν ἢ κατὰ τὸν ἰὸν, ἰσχυρότερον δὲ κηροῦ. ἀλλ’ἐπεὶ βραχὺ μὲν ἀπολείπεται τοῦ χρησίμως ἂν προσαχθέντος ὁ κηρὸς, ὁ δ’ἰὸς ὑπερβάλλει πολὺ, πολλῷ τῷ κηρῷ μίξομεν ὀλίγον ἰοῦ. πόσον οὖν πόσῳ; τοῦτο γὰρ ἐφεξῆς εἰπεῖν ἐστιν, ἀκριβῶς μὲν οὐχ οἷόντε τὸ πόσον εὑρεῖν ἑκατέρου πρὸ τῆς πείρας, στοχάσασθαι δὲ οἷόντε καὶ κρῖναι καὶ συνθεῖναι τὴν πρώτην, μηδεμίαν ἀποτυχίαν ἀξιόλογον ἕξον φάρμακον, ὥσπερ ἐγώ ποτ’ἐποίησα κατά τινα κώμην, ἐν ᾗ μήτ’αὐτὸς εἶχόν τι φάρμακον ἑπόμενον, ἄλλοςτε οὐ δ’ηὐπόρει τῶν κατ’αὐτὴν, εὗρόντε μόνα τῶν ἐπιτηδείων εἰς σύνθεσιν ἰὸν καὶ κηρόν. ἀναλαβὼν δ’ἀμφότερα καὶ τήξας ἐπὶ πυρὸς τὸν κηρὸν σὺν ἐλαίῳ ῥοδίνῳ, ὡς γενέσθαι κηρωτὴν ὑγρὰν, ἔμιξα τῇ λίτρᾳ τῆς κηρωτῆς οὐγγίαν μίαν ἰοῦ, τουτέστιν τὸ δωδέκατον μέρος. ἐνενόησα γὰρ ἢ τὸ δέκατον ἢ τὸ ιβʹ. μῖξαι τὸ πλέον μὲν ὑποπτεύσας, ὡς δριμύτερον ἐσόμενον τοῦ κηροῦ, τὸ δ’ἔλαττον, ὡς ἀσθενέστερον. ἐλθόντες δὲ εἰς πεῖραν τοῦ συντεθέντος ἐφάνη καὶ τὸ δέκατον καὶ τὸ δωδέκατον ὀρθῶς μιγνύμενα κατὰ τὰς διαφορὰς τῶν σωμάτων. ὑπεδείχθη γὰρ ἡμῖν, ὅπερ καὶ διὰ τῆς πείρας μαρτυρεῖται, τὰ μὲν ἰσχυρὰ σώματα φαρμάκων ἰσχυροτέρων ἀνεχόμενα, τὰ δ’ἀσθενέστερα μὴ φέροντα τὴν τῶν τοιούτων προσφοράν. ἰσχυρότερα δὲ λέγω σώματα τὰ ξηρότερα ταῖς κράσεσιν, ὁποῖα τάτε τῶν γεωργῶν ἐστὶ καὶ ναυτῶν καὶ κυνηγετῶν. ἀσθενέστερα δὲ τὰ μαλακώτερα κατὰ φύσιν ἢ ἔθος, ὁποῖα τὰ τῶν γυναικῶν, εὐνούχωντε καὶ παίδων, ὅσοιτ’εἰσὶν ὑγροὶ φύσει ταῖς κράσεσι λευκὸν καὶ μαλακὸν ἔχοντες τὸ σῶμα. τὰ μὲν οὖν σκληρὰ σώματα πλέονος ἰοῦ τῇ κηρωτῇ μιγνυμένου σαρκοῦται, τὰ μαλακὰ δὲ ἐλάττονος. ὅθεν, ὡς εἴρηται πολλάκις, ἓν φάρμακον ἀδύνατόν ἐστι πᾶσιν ἁρμόττειν σώμασιν, ἀλλὰ χρὴ μέσον μὲν εἶναι τὸ φάρμακον, ὡς πρὸς τὴν μέσην κρᾶσιν ἡρμοσμένον, ἄγεσθαι δ’ἐφ’ἑκάτερα τῇ καθ’ἑκάστην ἡμέραν χρήσει κρινόμενον. ἐὰν μὲν γὰρ φαίνηται τὸ δέον εἰργασμένον, ἐπιμένειν αὐτῷ προσήκει. ἐὰν δ’ἐλλιπέστερον, αὐξάνειν αὐτοῦ τὴν δύναμιν, ὥσπερ γε καὶ καθαιρεῖν, ἡνίκα περαιτέρω τοῦ προσήκοντος ἐνήργησεν. οἷον ἐπ’αὐτοῦ τοῦ προκειμένου διὰ τῆς κηρωτῆς καὶ ἰοῦ φαρμάκου, σκοπεῖσθαι πότερον ἐσαρκώθη τὸ ἕλκος ἢ σὰρξ μὲν οὐκ ἐγεννήθη, ῥυπαρὸν δὲ εὑρέθη καὶ μεστὸν ὑγρότητος, ἢ πρὸς τῷ μὴ σεσαρκῶσθαι δήξεώς τις αἴσθησις ἐγένετο τῷ κάμνοντι, καὶ θερμότερον ἢ ἐρυθρότερόν γε τὸ ἡλκωμένον ἐφάνη. ἐὰν μὲν οὖν ἀσθενέστερον φανεῖται, μίξει μέλιτος ἢ ἰοῦ τὴν δύναμιν αὐτοῦ παραυξήσεις, ἐὰν δ’ἰσχυρότερον, ἔλαιον ἢ ῥόδινον μίξεις μαλάττων τὸ μέλλον ἀναλαμβάνεσθαι τοῖς μοτοῖς φάρμακον. ἐπὶ καιροῦ μὲν ἥτε κηρωτὴ καὶ ὁ ἰὸς οὕτω μίγνυται, καθάπερ ἔφην ὑπ’ἐμοῦ μιχθῆναί ποτε. παρασκευὴ δ’ἔστω τοῖς ἰατρεύουσιν ἐμπλάστρου γεγονυίας ἣν ἀπὸ τῆς χρόας ὀνομάζουσι χλωρὰν, ἱκανῆς μὲν καὶ τὰ πρόσφατα τραύματα θεραπεύειν, ὅσα μὴ μεγάλα, δυναμένης δὲ καὶ διὰ ῥοδίνου τήκεσθαι πρὸς σύστασιν ἐμμέσου φαρμάκου. δεήσει δ’αὐτὴν ἔχειν τι καὶ ῥητίνης, ἤτοι τῆς κολοφωνίαςτε καὶ φρυκτῆς ὀνομαζομένης ἢ τῆς τερμινθίνης. εἴρηται δὲ ὅτι τῇ τερμινθίνῃ παραπλησία πώς ἐστιν ἡ λάριξ ὀνομαζομένη. στοχαστικὴ δὲ κα- κᾀνταῦθα τῆς μίξεως αὐτῶν ἐστιν ἡ ποσότης. ἐὰν μὲν γὰρ πλέον ἢ προσήκει μίξωμεν τῆς ῥητίνης, ἐν τῷ μαλάττεσθαι διὰ τῶν χειρῶν φαίνεται μαλακὸν, εἰς ὀθόνην δὲ ἐμπλασθὲν ὀλίγον ὕστερον ὡς δέρμα σκληρὸν ἔσται, ῥᾳδίως ἀποπῖπτον τοῦ σώματος. ἐὰν δὲ ἔλαττον τοῦ συμμέτρου μιχθῇ τῷ κηρῷ τῆς ῥητίνης, οὐχ ἕξει τοῦτο δὴ τὸ καλούμενον ἐχέκολλον, ὡς ἑλκόμενον ἐπὶ πλέον ἐκτείνεσθαι, πρόδηλον δ’ὅτι κα- κᾂν ἐπιτεθῇ κατά τινος μορίου, δυσκόλλητον ἔσται καὶ τάχος ἀποπῖπτον αὐτοῦ. τίς οὖν ἡ σύμμετρος μίξις, ὡς πρὸς ἐμπλαστρώδη σύστασιν; εἰ μὲν ἐμοὶ πείθοις τὸ ἴσον ἑκατέρου. μήτε δὲ ὁ κηρὸς ἔστω ξηρὸς καὶ παλαιὸς μήτε ἡ ῥητίνη. κάλλιστα γὰρ οὕτως ἡ σύστασις γίγνεται τοῦ μιχθέντος ἐξ αὐτῶν, ἐὰν ἀμφότερα λιπαρὰ καὶ μαλακὰ παραλαμβάνηται. εἰ δ’ὑπερβάλλοι τα- θάτερον, ἄμεινον ἀεὶ τὴν ῥητίνην ἐπικρατεῖν, ὥστε ἔνιοι καὶ διπλασίαν στακτῷ τῷ κηρῷ μιγνύουσιν.
σκευασία τῆς ἁπλῆς χλωρᾶς Ἀνδρομάχου καὶ περὶ τῆς δυνάμεως αὐτῆς ἐξάπλωσις. καὶ τήν γε χλωρὰν, οὕτω γὰρ αὐτοὶ καλοῦσιν, ἐκ διπλασίας τῆς ῥητίνης ἔνιοι πεποιήκασι, δύο μὲν λίτρας ἐμβάλλοντες αὐτῆς, μίαν δὲ κηροῦ καὶ κυάθους δύο ἐλαίου. τοῦ δὲ ἰοῦ τινὲς μὲν δύο, τινὲς δὲ τρεῖς οὐγγίας ἐπεμβάλλουσι τῇ τοιαύτῃ μίξει τοῦ κηροῦ καὶ τῆς ῥητίνης. ἀλλὰ καὶ κατὰ τὴν σκευασίαν τὸν ἰὸν ἔνιοι μὲν ἐμπλάττουσι τακεῖσι τοῖς τηκτοῖς, ἔνιοι δὲ ψύξαντες, εἶτα ξύσαντες ἐν τῇ θυείᾳ τὴν μίξιν ποιοῦνται. ὅσοι δὲ κολλητικώτερον ἐναίμων ἑλκῶν βούλονται ποιῆσαι τὸ φάρμακον, ἐν θυείᾳ προλειώσαντες σὺν ὄξει τὸν ἰὸν ἐπεμβάλλουσι ξύοντες τὴν κηρωτήν. ἐάν τις οὖν πυνθάνηται ὑμῶν ποία τούτων τῶν χλωρῶν ἐμπλάστρων ἐστὶν ἀρίστη, μέμνησθε τὸ πολλάκις ὑπ’ἐμοῦ λεγόμενον, ἀποκρίνασθαι πάσας ἀρίστους εἶναι τῷ γινώσκοντι τὰς διαθέσεις αἷς ἑκάστη πρόσφορος ὑπάρχει, καθάπερ γε καὶ πάσας μοχθηρὰς τῷ μὴ γινώσκοντι. ἐμὸν μὲν γὰρ εἰπεῖν ὅτι γενναιότερον ξηραίνει τὸ προσλαμβάνον ὄξους. εὔδηλον δ’ὅτι τὸ πλέονα τὸν ἰὸν ἔχον ἰσχυρόντέ ἐστι καὶ ξηραντικώτερον ἑλκῶντε ῥυπαρῶν καθαρτικώτερον. ὅρος δὲ αὐτοῦ τὸ χωρὶς δήξεως ἐργάζεσθαι ταῦτα. τὸ γὰρ οὕτως ἰσχυρὸν, ὡς ἤδη καὶ δάκνειν ἐπιτιθέμενον ἕλκεσι καθαροῖς, οὔτε σαρκώσει ποτ’αὐτὰ καὶ καθ’ἕτερον τρόπον ὑγρὰ καὶ ῥυπαρὰ ποιήσει, παραπλησίως τοῖς ἐνδεῶς ξηραίνουσίτε καὶ ῥύπτουσιν, ἀλλ’ἐπὶ τῶν δριμυτέρων κοιλότερόν γε γίνεται τὸ ἕλκος, ἐρυθρότερόντε καὶ θερμότερον. ἔστι δ’ὅτε καὶ αὐτὸς ὁ κάμνων αἰσθάνεται τῆς δήξεως αὐτοῦ, μὴ τοίνυν ἁπλῶς ἐπαινεῖτε φάρμακόν τι χωρὶς τοῦ προσθεῖναι τὴν διάθεσιν, ἐφ’ἧς ἐπαινεῖται, μήτ’ἐπ’ἄλλου τινὸς φαρμάκου μήτε ἐπὶ τῶν νῦν προκειμένων. ὅσοι μὲν οὖν ἀλλήλων ἐφεξῆς τὰς χλωρὰς γράψαντες οὐκ ὤκνησαν διορίσαι τὰς διαθέσεις, ἐφ’ὧν ἁρμόττουσιν, ἧττον ἁμαρτάνουσι τῶν μη δὲ τοῦτο ποιησάντων. ὅσοι δ’ἄνευ διορισμῶν γεγράφασι κατὰ τὰς μεταβάσεις αὐτῶν προστάττοντες, ἄλλη χλωρὰ, μοχθηροτάτην ποιοῦνται διδασκαλίαν, εἴ γε δὴ χρὴ διδασκαλίαν ὀνομάζειν ὅλως τὴν τοιαύτην γραφήν. ὁ γοῦν Ἀνδρόμαχος ἐν τῇ βίβλῳ, ἣν τῶν ἐκτὸς ἐπιγράφει, μετ’ὀλίγα τῆς ἀρχῆς πρώτας μὲν φαιὰς ἔγραψεν, εἶτα πυρρὰς, καὶ μετὰ ταῦτα μελαίνας, εἶτα ἐπὶ τὰς χλωρὰς τραπόμενος ἀρχὴν τῆς διδασκαλίας ἐποιήσατο τοιάνδε, προγράψας, χλωραὶ, πρώτην ἁπασῶν ἔγραψε κατὰ λέξεν τήνδε. χλωρὰ Γάλλου. Ϛ ῥητίνης στροβιλίνης 𐅻 τʹ. κηροῦ 𐅻 ρʹ. ἰοῦ ξυστοῦ 𐅻 νʹ. λιβάνου 𐅻κεʹ. ὄξους τὸ ἱκανόν. ἔδει μὲν οὖν ἴσως αὐτὸν εἰρηκέναι τι καὶ περὶ τῆς σκευασίας, εἴτε καὶ τὸν λιβανωτὸν ἅμα τῷ ἰῷ λειοῦσθαι βούλεται παραχεομένου τοῦ ὄξους, εἴτε μόνον τὸν ἰόν. ἑκατέρως γὰρ ἐγχωρεῖ · καὶ κατὰ πολλὰς συνθέσεις οἱ μὲν οὕτως, οἱ δ’ἐκείνως ἔγραψαν. ἀλλ’ἐπὶ τούτου μὲν ἀπομαντεύσασθαι τῆς διανοίας αὐτοῦ δυνατὸν, ὡς ἄμφω τρίβεσθαι σὺν ὄξει βούλεται, τὸν λιβανωτὸν καὶ τὸν ἰόν. ἐπὶ τίνων μέντοι παθῶν ἐστι χρηστέον τῷ φαρμάκῳ, πάντως ἐχρῆν δεδηλῶσθαι. μή τι οὖν ἐπειδὴ πρὸ ταύτης ἐγεγράφει δύο τινὰς ἐμπλάστρους, ὧν ἐπὶ μὲν τῆς προτέρας προὔγραψε, πρὸς γαγγραίνας καὶ σηπεδόνας καὶ νομὰς παλαιὰς καὶ κακοήθεις, ἐπὶ δὲ τῆς δευτέρας, πρὸς νομὰς, ᾗ χρῶμαι, καὶ ἄλλα πολλὰ, διὰ τοῦτ’ἐφεξῆς ἔγραψεν, ἄνευ προσθήκης τὴν χλωρὰν ταύτην, ἐνδεικνύμενος ἐπὶ τῶν αὐτῶν διαθέσεων ἁρμόττειν αὐτήν. ἀλλὰ πάλιν ἐφεξῆς γράφων ἑτέραν ἁπλῶς εἶπε, χλωρὰ Ποτάμωνος, εἶτ’ἄλλην τρίτην χλωρὰν καὶ τετάρτην χλωρὰν, ᾗ χρῶμαι, καὶ πέμπτην ἄλλην, ἕκτηντε ἐπ’αὐταῖς ἑβδόμηντε καὶ ὀγδόην ἐνάτηντε καὶ δεκάτην ιαʹ. τε καὶ δωδεκάτην καὶ ιγʹ. τε καὶ ιδʹ. τε ιεʹ. καὶ ιστʹ. ἔγραψεν, ἓν μόνον τοῦτο προγράψας αὐτῶν ἑκάστης τὸ ἄλλη, διαφερούσας μὲν ἀλλήλων ἁπάσας κατὰ δύναμιν γράψας, οὐ μὴν πρός γε σηπεδόνας καὶ νομὰς καὶ γαγγραίνας ἐπιτηδείους ἁπάσας, ὡς ἐκ τῆς ὕλης αὐτῶν ἔνεστι γνῶναι. ᾧ καὶ δῆλον ὅτι κατὰ τὴν τῆς χρόας ὁμοιότητα μετ’ἀλλήλων ἔγραψεν αὐτὰς, οὐ κατὰ τὴν τῆς δυνάμεως. ἡμεῖς οὖν ἐροῦμεν ἑκάστης αὐτῶν τὴν δύναμιν, ἐκ τῆς τῶν ἁπλῶν φαρμάκων φύσεως ὁρμηθέντες. ἔσται γὰρ τοῦτο χρησιμώτατον τοῖς βουλομένοις οὐ μόνον ἐν τῷ καθόλου τὴν μέθοδον ἐπίστασθαι τῆςτε συνθέσεως καὶ χρήσεως τῶν τοιούτων φαρμάκων, ἀλλὰ καὶ διὰ τὸ αὐτοσχεδιάζειν δύνασθαι καὶ διαγινώσκειν τὰ χωρὶς διορισμοῦ γεγραμμένα τοῖς πρεσβυτέροις, ὁποίας ἐστὶ δυνάμεως. ἣν οὖν πρώτην ἔγραψεν ὁ Ἀνδρόμαχος ἐπισκεψόμεθα προχειριζόμενοι καὶ σκοπούμενοι τῶν ἁπλῶν ἕκαστον ἐξ ὧν σύγκειται. πρώτης οὖν ἐν αὐτῇ μνημονεύει ῥητίνης στροβιλίνης. ἔστι δ’, ὡς ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐλέγετο, θερμαντικωτάτητε τῶν ῥητινῶν ἡ τοιαύτη, καθάπερ ἡ τερμινθίνη μετριωτάτη πασῶν εἰς ἄμφω. πᾶσαι μὲν γὰρ αἱ ῥητίναι θερμαίνουσίτε καὶ ξηραίνουσιν, ἀλλ’αἱ μὲν μᾶλλον, αἱ δ’ἧττον αὐτῶν ταῦτα δρῶσιν. ἰσχυροτάτη μὲν οὖν ἐστιν ἡ στροβιλίνη, μετριωτάτη δ’, ὡς ἔφην, ἡ τερμινθίνη. καὶ μέντοι καὶ ξηραίνει τάχιστα μὲν ἡ στροβιλίνη καὶ τὸ καλούμενον ἰδίᾳ προσηγορίᾳ πιτύϊνον φύσημα, ῥητίνη μὲν ὑπάρχον τῷ γένει καὶ αὐτὸ, ξηραῖνον δὲ καὶ θερμαῖνον, ἀλλὰ τῷ μὲν ξηραίνειν οὐκ ἀπολείπεται τῆς στροβιλίνης, τῷ θερμαίνειν δὲ οὐκ ὀλίγον λείπεται. αὗται μὲν οὖν ἀλιπεῖς εἰσι ξηρανθεῖσαι, διὸ καὶ τὰς εὐαφεῖς ἐμπλάστρους οὐ δύνανται κατασκευάζειν, ὥσπερ αἱ γλίσχραιτε καὶ ὑγραί. μεταξὺ δὲ τοῦτε πιτυΐνου φυσήματος καὶ τῆς στροβιλίνης ῥητίνης ἔστιν ἡ ἐλατίνη, κατά γε τὸ θερμαίνειν ὑγρὰ μὴν, ἕως πλείονος αὐτὴ διαμένει, καθάπερ καὶ τῆς κολοφωνίας ἡ λιβανίζουσα, καὶ ταύτην γε μόνην ἔνιοι καλοῦσι κολοφωνίαν, ἡδύ τι κατὰ τὴν ὀσμὴν ἔχουσα, ὥσπερ ἡ ἐλατίνη καὶ θερμαίνουσα συμμέτρως, ὡς ἐκείνη. γεννᾶται δ’ὀλίγη πάνυ καὶ διὰ τοῦτο τίμιος ὑπάρχει. ὑγροτάτη γε μὴν ἁπασῶν ἐστι τῆς λάρικος ὀνομαζομένης ῥητίνης, ἡ ἑτέρα διαφορά. διττὴ γάρ πώς ἐστι καὶ αὕτη, παραπλησία μὲν ἡ ἑτέρα τῇ τερμινθίνῃ κατὰ πάντα, δριμυτέρα δὲ αὐτῆς ἡ ἑτέρα καὶ τερμοτέρα καὶ ὑγροτέρα καὶ κατὰ τὴν ὀσμὴν ἀηδεστέρα καὶ κατὰ τὴν γεῦσιν πικροτέρα καὶ θερμοτέρα. ἡ δ’ὑφισταμένη τοῖς τὴν πευκίνην ῥητίνην περιέχουσι κεραμείοις ὑγρὰ ῥητίνη κατὰ μὲν τὴν σύστασιν καὶ τὴν χρόαν ἀκριβῶς ἔοικε τῇ τερμινθίνῃ, τῇ δ’ὀσμῇ καὶ τῇ γεύσει διενήνοχεν, ἀηδεστέρα μὲν οὖσα κατὰ τὴν ὀσμὴν, ὥσπερ καὶ δριμυτέρα, καὶ κατὰ τὴν γεῦσιν δακνωδεστέρα · διὸ καὶ κάλλιόν ἐστι τὴν τερμινθίνην μιγνύειν ἅπασι τοῖς μέλλουσι ἕλκη καλῶς ἰάσασθαι φαρμάκοις, ἐπειδὴ πρῶτόςτε καὶ ἄριστος ἐν αὐτοῖς ἐστι σκοπὸς ἄδηκτον εἶναι τὸ προσφερόμενον. ἐπὶ τὴν προκειμένην οὖν ἀνέλθωμεν ἔμπλαστρον, εἰς ἣν ὁ Ἀνδρόμαχος ἐμβαλεῖν κελεύει τῆς στροβιλίνης ῥητίνης τὰς 𐅻τʹ. ταῖς ἑκατὸν δραχμαῖς τοῦ κηροῦ μεμιγμέναις, οὔτε τῆς συστάσεως οὔτε τῆς δυνάμεως ἀκριβῶς ἐστοχασμένος ἢ αὐτὸς ἢ ὅ γε συνθεὶς αὐτήν. οὔτε γὰρ ἐχέκολλος ἔσται καὶ δριμεῖα γενήσεται, βοήθημα δ’αὐτῇ πρὸς ἄμφω καλῶς ἐποίησε τὸν λιβανωτὸν μίξας, ἀλλ’ὡς πρὸς τὸ πλῆθος ἐκείνων ὀλίγον ἔμιξε καὶ μάλισθ’ὅτι τοῦ ἰοῦ 𐅻νʹ. ἐμβάλλει, μέρος δ’εἰσὶν ὄγδοον αὗται τῶν ἐκ τοῦ κηροῦτε καὶ τῆς ῥητίνης ἀθροιζομένων τετρακοσίων. ἀλλὰ τοῦτο μὲν οὐκ ἄν τις μέμψαιτο τῷ σκοπὸν ἔχοντι ξηραντικὸν ἱκανῶς ἐργάζεσθαι φάρμακον, ἐπείτοι τῷτε σαρκωτικὸν αὐτὸ καὶ τῶν μετρίων τραυμάτων κολλητικὸν ἀποτελέσαι βουληθέντι, αἱ 𐅻 νʹ. καλῶς ἂν μιγνύοιντο. καὶ γένοιτ’ἂν οὕτω πρᾳότερόντε καὶ σαρκωτικώτερον ἐχεκολλότερόντε καὶ πολυχρηστότερον. ἐπαινεῖν δὲ χρὴ τὴν τοῦ λιβάνου μίξιν, εἰς σύστασιν ἐμπλαστρώδη βοηθοῦντος · ἀνώδυνόςτε γάρ ἐστι καὶ πεπτικός. εἰ μὲν οὖν ἴσον αὐτοῦ σταθμὸν ἐμίξατο τῷ ἰῷ, τουτέστι τὰς 𐅻 νʹ. ἐχεκολλότερόντ’ἂν, ὡς ἔφην, εἰργάσατο καὶ πρᾳότερον τὸ φάρμακον. ἐπεὶ δ’εἴκοσι καὶ εʹ. ἔμιξε, τὴν ξηραντικὴν ἰσχὺν τοῦ ἰοῦ φυλάξαι βουληθεὶς ἐπιτήδειον εἴργασται τὴν ἔμπλαστρον, εἴςτε μειζόνων τραυμάτων κόλλησιν, ἑλκῶντε δυσθεραπεύτων ἴασιν. ὅτιτε τοιοῦτον αὐτὸ γενέσθαι προὔθετο δηλοῖ καὶ ἡ τοῦ ὄξους μίξις. ἐν ἡμῖν οὖν ἐστι καὶ σφοδρότερον ἐργάζεσθαι καὶ πρᾳότερον αὐτὸ, μιγνύουσι ἤτοι πλέον ἢ ἔλαττον ὄξους, ὡσαύτως δὲ δριμύτερον ἢ ἀδηκτότερον. ἐκ μὲν γὰρ τῆς τοῦ δριμυτέρου μίξεως, ὥσπερ καὶ τῆς τοῦ πλέονος, ξηραντικώτερον ἔσται τὸ φάρμακον, κολλητικώτερόντε τῶν ἐναίμων, οἰνώδους ὄξους μιχθέντος. ἄμεινον δ’ἐν τῇ συνθέσει τὸν ἰὸν σὺν ὄξει δριμεῖ λεαίνειν ἡμέραις πλείοσιν ἐν ἡλίῳ θερμῷ. τὸ μὲν γὰρ δηκτικὸν αὐτοῦ πραϋνθήσεται, τῆς δυνάμεως δ’οὐδὲν ἐλαττωθήσεται. τὸν λιβανωτὸν δ’οὐκ ἀναγκαῖον ἐξ ἀρχῆς μιγνύειν, ἀλλ’ἀρκεῖ μία πρὸς ταῦτα ἡμέρα. μεμνῆσθαι γὰρ ὑμᾶς νομίζω καὶ τούτου πολλάκις εἰρημένου τῶν μὲν ἰσχυρῶν φαρμάκων, ὁποῖός ἐστιν ὅτε ἰὸς καὶ τὸ μίσυ καὶ ἡ χαλκῖτις καὶ τὸ σῶρυ καὶ ἡ λεπὶς ἥτε χάλκανθος ἐν ὄξει λειουμένων ἡμέραις πλείοσι, τὴν μὲν δῆξιν ἀμβλύνεσθαι, τὴν δ’ἀρετὴν αὐξάνεσθαι. παχυμερέστερα γὰρ φύσει ὄντα τὰ μεταλλικὰ πάντα, μέχρι βάθους τῶν θεραπευομένων σωμάτων οὐκ ἐκτείνει τὰς δυνάμεις. ὅπως οὖν γένηται λεπτομερέστερα τὴν διὰ τῆς τρίψεως καὶ τοῦ ὄξους αὐτοῖς κατεργασίαν χρὴ προστίθεσθαι · διὰ ταύτης γὰρ ἀκριβῶς λεπτουργηθέντα μέχρι τοῦ βάθους καταδύεται. προσέρχεται δέ τι καὶ ἄλλο χρηστὸν ἐν ταῖς τοιαύταις παρασκευαῖς τῶν φαρμάκων, ἀκριβῶς γὰρ κατεργασθέντα διεξέρχεται τοὺς κατὰ τὸ σῶμα πόρους, μηδαμόθεν κατὰ τὴν ὁδοιπορίαν ἰσχόμενα καὶ διὰ τοῦτο, κα- κᾂν ᾖ θερμότερα φύσει, χωρὶς τοῦ δάκνειν ἐνεργεῖ. καὶ τῶν χυμῶν οὖν αὐτῶν κατὰ τὸ σῶμα γεννωμένων οἱ μὲν λεπτοὶ διαπνέονται ῥᾳδίως ἄνευ δήξεως, οἱ παχύτεροι δὲ κατεχόμενοίτε καὶ σφηνούμενοι λυποῦσιν, ὅταν ὦσι δακνώδεις. ὁ δ’αὐτὸς λόγος ἐστὶ καὶ ἐπὶ τῶν καυθέντων μεταλλικῶν φαρμάκων, ἀλλ’ἐκεῖνα μὲν ἐκ τῆς τοῦ πυρὸς ὁμιλίας διασώζει τι δακνῶδες, ὃ κατὰ τὰς πλύσεις ἀποθέμενα παντάπασι ἄδηκτα γίνεται. τὰ δ’ἀντὶ τοῦ πυρὸς ὅμοιόν τι καύσει παθοῦντα κατὰ τὴν δι’ὄξους ἐν ἡλίῳ τρίψιν οὐ δὲ τὴν ἐκ τοῦ πυρὸς ἐπικτᾶται θερμότητα. λειούμενά γε μὴν ἐν ὄξει καὶ τὰ καυθέντα πολὺ βελτίω γίνεται. ταῦτάτε οὖν κοινὰ πολλῶν φαρμάκων ἐστὶν ἀναγκαῖα γιγνώσκεσθαι, τότε τῆς χρήσεως αὐτῶν ὁμοίως, ἄλλο μὲν ἐπ’ἄλλων παθῶν. ἐπὶ δὲ τῶν κοίλων, ὅταν ἀναληφθέντα μοτοῖς ἐπεμβάλλεται. τὴν γοῦν προκειμένην ἔμπλαστρον, εἰ τήξας μετὰ ῥοδίνου χρῷο, χρησίμη μὲν ἐπὶ ῥυπαρῶντε καὶ ὑγρῶν ἔσται ἑλκῶν, δακνώδης δ’ἐπὶ τῶν ἀπεριστάτων, καὶ διὰ τοῦτο δεήσει μιγνύειν αὐτῇ κηρωτὴν ὑγρὰν ἐκ κηροῦ καὶ ῥητίνης γεγονυῖαν ἤτοι διὰ ῥοδίνου τετηγμένην ἢ δι’ἐλαίου. γένοιτο δ’ἄν ποτε καὶ μυρσίνου χρεία καὶ χρὴ καὶ τῆς τούτων μίξεως ἐπίστασθαί τινα μέθοδον. ἐλαίου γοῦν ἓν μὲν ὄνομα, ποιότης δὲ καὶ δύναμις οὔ. τὸ μὲν γὰρ ὀμφάκιον ψυχρότερον, τὸ δ’ἐκ πεπείρων τῶν ἐλαιῶν θερμότερον. εἰ δὲ χρονίσειεν, αὐξήσει τὴν τοῦ θερμαίνειν δύναμιν. οὕτως δὲ καὶ τὸ μὲν ἁλῶν ἔχον, εἰς ὅσον ἂν ἐκείνων μεταλάβῃ, θερμαντικώτερόντε καὶ ξηραντικώτερον τοῦ μὴ προσλαβόντος. τὸ δ’ἁπαλοὺς κλῶνας ἐλαίας, οὓς θαλλοὺς ὀνομάζουσι στυπτικώτερον. ὑπαγορεύει δέ σοι τὸ χρησιμώτερον ἥτε τοῦ ἕλκους ἰδέα καὶ ἡ τοῦ θεραπευομένου σώματος φύσις, τοῦ μὲν ἕλκους ὑπὸ τῶν ἐναντίων θεραπευομένου, τοῦ δ’ἑλκομένου σώματος ὑπὸ τῶν ὁμοίων, ὥστε καὶ μυρσίνῳ τήξεις τὸ μέλλον ἔμμοτον ἔσεσθαι φάρμακον, ὅταν σοι φαίνηται πλαδαρωτέρα τοῦ προσήκοντος ἡ γεννωμένη σὰρξ εἶναι καὶ μᾶλλον ὅταν ἐγγὺς ᾖ τοῦ συνουλοῦσθαι τὸ ἕλκος, ὡς ὅταν βραχύ τι φλεγμονῆς ἐν τοῖς πέριξ ὑπολείπηται, κάλλιστόν ἐστι σὺν ῥοδίνῳ τήκειν τὸ φάρμακον. ἄριστον δὲ ῥόδινον ἔμαθες εἶναι τὸ διὰ ῥόδων μόνον πολλῶν ἐμβραχέντων ἐπὶ πλέον ἐλαίῳ, χωρὶς ἁλῶν ἐσκευασμένῳ γεγονός. ἐὰν οὖν ταῦτά τις ἐν μνήμῃ προχείρῳ διὰ παντὸς ἔχῃ μεμνημένοςτε ᾖ, καθάπερ ἔφην, πάντων τῶν ἁπλῶν φαρμάκων τῆς δυνάμεως, αὐτόςτε συνθήσει πολυειδεῖς ἐμπλάστρους χλωρὰς, ἑκάστῃτε τῶν ἤδη συγκειμένων ἄριστα χρήσεται. τὴν γοῦν προτεθεῖσαν ἄχρι δεῦρο κατὰ τὸν λόγον ἔμπλαστρον, ἣν πρώτην τῶν χλωρῶν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἔνεστι μεταρρυθμίζειν πολυειδῶς, τοῦτο μὲν ἀντὶ τῆς στροβιλίνης ῥητίνης ἄλλην τινὰ βάλλοντα, τοῦτο δ’αὐξάνοντα τὸν λιβανωτὸν ἢ σὺν αὐτῷ βάλλοντά τι τῶν ξηρῶν σαρκωτικῶν, οἶον ἴριν, ἀριστολοχίαν, ὀρόβινον ἄλευρον, ὅσατ’ἄλλα τοιαῦτα. καὶ μέντοι καὶ μαλακτικὸν τῶν ἐσκληρυσμένων χειλῶν τοῦ ἕλκους ἔνεστι μιγνύντα ποικίλλειν τὴν σύνθεσιν. ἐξ ἧς ἐννοίας ἔνιοι μὲν ἀμμωνιακὸν θυμίαμα καὶ χαλβάνην, ἔνιοι δὲ μυελὸν ἐλάφειον ἢ μόσχειον ἢ στέαρ ἔμιξαν, ὥσπερ γε πάλιν ἄλλοι τῶν ἀποκρουστικῶν τι τὰς ἐπιρροὰς ἀναστεῖλαι βουλόμενοι. κατὰ τοῦτο γοῦν οἱ μὲν τὴν σχιστὴν στυπτηρίαν, οἱ δὲ τὴν στρογγύλην, οἱ δὲ τὴν ὀμφακίνην ἐνέβαλον κηκίδα. τὸ λάδανον δὲ ἕτεροι τὰς δυνάμεις ἀμφοτέρας ἔχον ἔμιξαν μαλακτικήντε καὶ ἀποκρουστικὴν, ὅπως τὰ χείλη μαλάττοιτο καὶ μηδὲν ἐκ τῶν ὑπερκειμένων ἐπιρρέοι. καὶ μὴν καὶ ὅσοι τὰ δυσαλθῆ θεραπεῦσαι ἠβουλήθησαν, ὡς πολύχρηστον εἶναι τὸ φάρμακον, ἔμιξαν τοῖς προειρημένοις χρυσόκολλαν ἢ διφρυγὲς ἢ χαλκὸν κεκαυμένον ἢ λεπίδα, τινὲς μὲν χαλκοῦ, τινὲς δὲ στομώματος ἢ σιδήρου. καὶ σχεδὸν ἅπαντα τὰ νῦν εἰρημένα φυλάττει τὴν χρόαν τῶν χλωρῶν ἐμπλάστρων, ἕτερα δὲ τῶν αὐτῶν ὄντα δυνάμεων, εἰ μιχθείη, διαφθείρει. διόπερ οὐ δὲ ἐγὼ πάντων ἐμνημόνευσα τῶν καθ’ἑκάστην δύναμιν, ἀλλὰ μόνων ἐκείνων, ὅσα τὴν χρόαν φυλάξει τῆς συντιθεμένης ἐμπλάστρου. προετέθη γὰρ οὐχ ἁπλῶς εἰπεῖν ὑπὲρ ἐμπλάστρων κολλητικῶν ἢ σαρκωτικῶν, ἀλλὰ μετὰ τοῦ χλωρὰς ὑπάρχειν αὐτὰς, ὥστε καὶ ταῦτα τὰ νῦν εἰρημένα καὶ χάλκανθος καὶ ὠμὴ χαλκῖτις βραχεῖ μέτρῳ μιγνύμενα φυλάττει τὴν χρόαν τῶν προκειμένων ἐν τῷ λόγῳ φαρμάκων. περὶ μὲν οὖν τῆς συνθέσεως τῶν τοιούτων αὐτάρκως εἴρηται, περὶ δὲ τῆς χρήσεως αὐτῶν προσγεγράφθαι μὲν ἐχρῆν ὑπ’Ἀνδρομάχου καὶ ταύτην. ἐπεὶ δὲ ἐκείνῳ παραλέλειπται, προσθήσομεν ἡμεῖς αὐτὴν, εἰπόντες γε πρότερον ἕνα λόγον κοινὸν ἐπὶ τῇ χρήσει τῶν τοιούτων φαρμάκων. ἀναγκαῖος δὲ ὁ λόγος οὗτός ἐστιν · εἶτα τὴν καθόλου μέθοδον εἰπόντας τὰς κατὰ μέρος ἐπὶ τοῖς ἐκείνην μαθοῦσι ποιεῖσθαι προσῆκεν. διαλεκτικῶν δὲ ἀνδρῶν ἐστιν ἔργον τὸ τοιοῦτον, τὰς κατὰ μέρος ἐπὶ πασῶν γράφειν αὐτοῖς, ὡς ὁ Ἥρας καὶ Κρίτων καὶ ὁ Ἀσκληπιάδης καὶ ἕτεροι δὲ πολλοί. καὶ μὴν καὶ τρίτον εἶδός ἐστι διδασκαλίας, ὅπερ ἡμεῖς ποιοῦμεν μήτε ἐπὶ πάντων τῶν κατὰ μέρος φαρμάκων τὴν χρῆσιν γράφοντες, ἀλλὰ μη δὲ τῇ καθόλου κοινῇ τῆς μεθόδου διδασκαλίᾳ μόνῃ τὸ πᾶν ἐπιτρέποντες, ἀλλὰ διδάσκοντες μὲν ταύτην πρώτην, ἐπ’αὐτῇ δὲ ἓν ἢ δεύτερον ἢ καὶ τρίτον παράδειγμα γράφοντες ἕνεκα σαφηνείαςτε καὶ γυμνασίας τῶν μανθανόντων. ὥσπερ ἀμέλει καὶ νῦν ἔργῳ δείκνυμεν αὐτὰ, ὡς ἤδη καὶ διὰ τῶν ἔμπροσθεν αὐτὰ πράξαντες. εἰς ὅσον γὰρ ἥκει τοῦ ξηραίνειντε καὶ ῥύπτειν τὸ φάρμακον εὑρόντες ἐκ τῆς τῶν συνθέντων αὐτὸ δυνάμεως, ἐκ ταύτης εὑρήσομεν καὶ τὴν διάθεσιν, ἐφ’ἧς ἔσται χρήσιμον. ἔνθα μὲν γὰρ ὑγρότηςτε πολλὴ καὶ ῥύπος δαψιλὴς, ἐνταῦθα χρὴ προσφέρειν ἀξιολόγως ξηραῖνόντε καὶ ῥύπτον φάρμακον · ἔνθα δὲ τὸ καλούμενον ἀπερίστατον ἕλκος ἐστὶ σαρκώσεως δεόμενον, ἐνταῦθα τὸ μετριώτατον τῶν ξηραινόντωντε καὶ ῥυπτόντων. τὸ δ’ἧττόντε καὶ μᾶλλον ἐν αὐτῷ παρὰ τῆς τοῦ θεραπευομένου φύσεως εὑρίσκειν προσήκει. τοῖς μὲν γὰρ σκληροτέροις σώμασιν ἢ διὰ φυσικὴν κρᾶσιν ἢ διὰ ἡλικίαν ἢ διὰ χώραν ἢ ἐπιτηδεύματα μᾶλλον ξηραίνοντα προσφέρειν χρὴ, τοῖς δ’ὑγροτέροις τὰ ἧττον. ἡ μὲν οὖν πρώτη χρῆσις ἑκάστου τῶν ἐμμότων ὀνομαζομένων φαρμάκων, ἐκ τῶν εἰρημένων ἄρτι σκοπῶν λαμβάνεται στοχαστικῶς. ἡ δευτέρα δὲ, ὡς καὶ πρόσθεν ἔφην, ἐκ τῶν κατὰ τὸ θεραπευόμενον σῶμα φαινομένων σημείων. εἰ μὲν γὰρ ἀφλέγμαντόντε καὶ καθαρὸν εὑρίσκοιτο τὸ κοῖλον ἕλκος, οὐδὲν χρὴ νεωτερίζειν · εἰ δ’ὑγρότερον ἢ ῥυπαρώτερον, ἐπιτείνειν χρὴ τὸ ξηραντικὸν καὶ ῥυπτικὸν φάρμακον. εἰ δὲ κοιλότερον ἢ πρόσθεν, ἐκλύειν. ἐπιτείνεται μὲν οὖν μέλιτος μίξει, πραΰνεται δέ ἐλαίου καὶ κηρωτῆς ἤ τινος τῶν ἐλαιωδῶν, ὁποῖόν ἐστι τότε ῥόδινον καὶ τὸ μύρσινον καὶ τὸ κύπρινον ἁπλῶς ἐσκευασμένα, χωρὶς τῶν στυμμάτων, ἅπερ προστιθέασιν, ἤτοι γε εὐωδίας ἕνεκεν ἢ τοῦ μέχρι πλείονος χρόνου διαμένειν ἀπαθῆ τὰ σκευασθέντα. εἰ δέ τις ἡμῖν τῶν φιλεγκλημόνων ἐγκαλέσειεν, ὡς παρὰ τὸ προκείμενον ἐξ ἀρχῆς ἐπὶ τὰς χρήσεις τῶν φαρμάκων ἄγουσι τὸν λόγον, ὑποσχομένοις περὶ συνθέσεως αὐτῶν ἐρεῖν, ἐννοήσας ὅτι καὶ κατὰ τὴν χρῆσιν γίγνεταί τις σύνθεσις ἡσυχασάτω. πρώτη μὲν γὰρ ἐν αὐτῇ σύνθεσίς ἐστιν ἡ τῶν μιγνυμένων τῇ κηρωτῇ φαρμάκων, δευτέρα δ’ἐν τῷ ῥόδινον ἢ μύρσινον ἢ κύπρινον ἢ σχοίνινον ἔλαιον ἢ μέλι προστιθέναι. καὶ περὶ μὲν τούτων ἅλις — ἐπὶ δὲ τὴν γραφὴν τῶν ἤδη πεῖραν ἱκανὴν δεδωκότων ἐμπλάστρων ἀφίξομεν. ταῦτα μὲν οὖν ἔγραψεν ὁ Ἀνδρόμαχος ἀξιόλογα φάρμακα τοῖς ἐπισταμένοις χρῆσθαι. τοιούτων δ’ὄντων αὐτῶν ἐκλέγεσθαι χρὴ τάτ’ἐξ ἐλαττόνων ἢ εὐποριστοτέρων τῶν ἁπλῶν συγκείμενα καὶ τὰ πολυχρηστότερα καὶ τὰ τοῦ προκειμένου σκοποῦ μάλιστ’ἐχόμενα. γένοιτο δ’ἂν ὃ λέγω σαφέστερον ἐπὶ παραδείγματος. ἔστω δὴ τὸ παράδειγμα κοῖλον ἕλκος ἀπερίστατον ἐν ὑγιεινῷ σώματι. τὸ δὲ τοιοῦτον ἕλκος ὑπὸ τῆς καλουμένης λιτῆς χλωρᾶς ἐμπλάστρου θεραπευθήσεται, τακείσης ἅμα ῥοδίνῳ. λιτὴν δὲ καλοῦσι τὴν ἐξ ἰοῦ καὶ κηροῦ καὶ ῥητίνης. ἐγὼ δὲ, ὡς ἔφην, ἑκατέρου μίγνυμι τὸ ἴσον, ἰοῦ δὲ τὸ δέκατον ἢ ιβʹ ἢ ὄγδοον. ἔστι δὲ δηλονότι δωδέκατον μὲν, εἰ λίτραν κηροῦ καὶ λίτραν ῥητίνης, ἰοῦ δὲ μίξαιμεν οὐγγίας δύο. τὸ δέκατον δὲ, εἰ ταῖς δύο οὐγγίαις τοῦ ἰοῦ μίξαιμεν εἴκοσι συναμφοτέρου, τῆςτε ῥητίνης καὶ τοῦ κηροῦ, τουτέστιν εἰ ἑκατέρου δέκα. καὶ μέντοι κα- κᾂν εἰ τὸ ὄγδοον μέρος ἰοῦ μίξωμεν τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης κηρωτῇ, καὶ οὕτως εὖ ἕξει. δριμύτερον μὲν γὰρ ἔσται καὶ ῥυπτικώτερον τὸ τοιοῦτο φάρμακον, οὐ μὴν ἄχρηστόν γε. τοῖς γὰρ σκληροῖς σώμασιν ἐπιτηδείως προσαχθήσεται. καλλίων δὲ σύνθεσις ἔσται τὸ μὲν ὄγδοον μέρος ἰοῦ μιξάντων τῇ διὰ τοῦ κηροῦ καὶ τῆς ῥητίνης συνθέσει, προλειωσάντων δὲ πλείοσιν ἡμέραις τὸν ἰὸν μετὰ ὄξους δριμυτάτου. κάλλιον δ’ἂν εἴη, εἰ καὶ λιβανωτοῦ μίξαιμεν ἥμισυ μέρος ἢ κατὰ τὸν ἰόν. ἐλαίου δὲ μίξεις, ὅταν μὲν χωρὶς ὄξουςτε καὶ λιβανωτοῦ σκευάζῃς τὸ φάρμακον, ἰσαρίθμους κυάθους ταῖς οὐγγίαις τοῦ ἰοῦ. ὅταν δὲ λιβανωτὸν καὶ ὄξος μιγνύῃς, ἐὰν μὲν ἡ φρυκτὴ λιπαρωτέρα πως ᾖ καὶ μαλακωτέρα καὶ θέρους σκευάζῃς, οὐδὲν μίξεις · ὅταν δὲ σκληρὰ καὶ χειμῶνος, ἕνα κύαθον. ἔνεστι δέ σοι καὶ τῷ κηρῷ τῶν ὑγρῶν τινα μιγνύοντι ῥητινῶν μη δ’ὅλως ἐλαίου δεηθῆναι. μίξεις δὲ τῆς μὲν ὑγροτάτης τὸ τρίτον τοῦ κατὰ τὸν κηρὸν σταθμοῦ, τῆς δ’ἧσσον ὑγρᾶς τὸ ἥμισυ. γενήσεται δὲ δηλονότι τοιαύτη τις σύνθεσις. τὸν κηρὸν καὶ τὴν ῥητίνην τήξας καὶ ψύξας μῖξον ἰοῦ μέρει ποτὲ μὲν ὀγδόῳ, ποτὲ δὲ δεκάτῳ, ποτὲ δὲ δωδεκάτῳ, γιγνώσκων ἐπὶ μὲν τῶν σκληρῶν σωμάτων τήντε πρώτην συμμετρίαν ἁρμόττειν, ἐπὶ δὲ τῶν μαλακῶν τὴν τρίτην, ἐπὶ δὲ τῶν μέσων τὴν μέσην. λειώσεις δὲ σὺν ὄξει τὸν ἰόν. εἰ δὲ πρᾳότερον βουληθείης ἐργάσασθαι τὸ φάρμακον, ἐμβάλλῃς τοῦ λιβανωτοῦ σταθμὸν ἥμισυν οὗ κατὰ τὸν ἰὸν ἐποιήσω. εἰ δέ τις τοῦδε πρᾳότερον, ἴσον τοῦ λιβανωτοῦ μίξεις τὸν ἰόν. καὶ χωρὶς δὲ τοῦ ξῦσαι ψύξαντες τὴν ῥητίνην μετὰ τοῦ κηροῦ καταχέομεν αὐτὰ τήξαντες ἐπὶ τὸν ἰόντε καὶ τὸν λιβανωτὸν ἐν θυείᾳ μετ’ὄξους λελειωμένα. αὗται μὲν οὖν αἱ πρῶται συνθέσεις ἐμπλάστρου χλωρᾶς, κολλητικῆς μὲν ἐναίμων τραυμάτων, ὅσα μὴ μεγάλα καὶ μέχρι συνουλώσεως δὲ τα- τἄλλα δυναμένης ἰᾶσθαι καὶ σαρκούσης, εἰ τακείη μετά τινος ἐλαιώδους ὑγροῦ, λέγω δὲ ἐλαιώδη τότε ῥόδινον, ᾧ μάλιστα χρῆσθαι προσήκει καθ’ὃν εἴρηκα τρόπον ἐσκευασμένῳ, καὶ μετὰ τοῦτο τῷ μυρσίνῳ καὶ τῷ κυπρίνῳ καὶ τῷ σχινίνῳ, αὐτὸ δὲ τὸ ἔλαιον, ἐφ’ὧν μὲν βούλει θερμότητός τι προσθεῖναι τῷ τηκομένῳ φαρμάκῳ τὸ κοινὸν τοῦτο μίξεις. ἐφ’ὧν δὲ ψύξεως, τὸ καλούμενον ὠμοτριβὲς, ἐφ’ὧν δὲ στύψεως μύρσινον. ἐφ’ὧν δὲ μικτοῦ δυνάμεως ἐχούσης μέν τι καὶ πεπτικὸν, ἐχούσης δὲ καὶ ἀποκρουστικὸν τὸ ῥόδινον, ἐφ’ὧν δὲ βραχείας στύψεως μετὰ πλείονος θερμότητος κύπρινόντε καὶ σχίνινον. πολλαὶ δὲ καὶ ἄλλαι συνθέσεις, ὡς ἔφην, ἔσονται τοῖς εἰρημένοις ἄρτι φαρμάκοις ἁπλοῖς, μιγνυμένων ἤτοι τῶν σαρκωτικῶν ἢ μαλακτικῶν ἢ τῶν στυπτικῶν ἢ τῶν τὰ δυσίατα τῶν ἑλκῶν ἰωμένων. ἔνιοι δὲ καὶ τῶν διαφορητικῶν ἔμιξαν ὥσπερ γε καὶ τῶν ἐπουλωτικῶν. ἕτεροι δέ τινες πάντα μίξαντες ἤτοι καρύκην ἄχρηστον ἐποίησαν ἢ πολύχρηστον εὐτύχησαν ἐργάσασθαι φάρμακον, ὧν τὰς ὕλας ἐπιστάμενοι κεχρῆσθαι ταῖς εὑρημέναις ἤδη καὶ συντιθέναι παραπλησίως αὐτοὶ δυνήσεσθε. παραγράψω δὲ κα- κᾀγὼ τῶν ἐνδόξων ἐνίας, ἀρξάμενος αὖθις ἀφ’ὧν ὁ Ἀνδρόμαχος ἔγραψεν. εἰσὶ μὲν οὖν ἐφεξῆς τῇ προσγεγραμμένῃ τριάκοντά που. τὰς δ’ἐπαινουμένας ὑπ’αὐτοῦ μόνας παραθήσομαι. τετάρτη μὲν ἀπὸ τῆς πρώτης οὑτωσὶ γέγραπται. χλωρὰ ᾗ χρῶμαι. Ϛ ἰοῦ ξυστοῦ 𐅻 θʹ. χρυσοκόλλης 𐅻 θʹ. τερμινθίνης οὐγγιῶν ιστʹ. μνᾶν μίαν, κηροῦ μνᾶς ἥμισυ, ὄξους ὀλίγον. ὥσπερ δὲ καὶ πρόσθεν εἶπον, οὐ προσέγραψεν ἑκάστῃ τῶν ἐμπλάστρων ὁ Ἀνδρόμαχος τὴν ἐπαγγελίαν, ἀλλ’ἐκ τῆς ὕλης τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν συντίθησι τὴν προκειμένην, οὐκ ἄδηλόν ἐστι καὶ αὐτὴν καθ’ἑαυτὴν πρὶν τακῆναι δύνασθαι θεραπεύειν ἕλκη καὶ τακεῖσαν ἔμμοτον γίγνεσθαι. τὴν μνᾶν δὲ οὐγγιῶν δεκαὲξ ἐμβάλλειν. ἡ γὰρ τῶν εἴκοσι, ὡς πρὸς τὴν τῆς χρυσοκόλλης καὶ τοῦ ἰοῦ ἰσομετρίαν μεγάλη. μετὰ δὲ ταύτην ἄλλας ἐφεξῆς γράψας τρεῖς, αὖθις ἑτέραν γράφει κατὰ λέξιν οὕτως. ἄλλη ᾗ χρῶμαι. Ϛ ἰοῦ ξυστοῦ λίτραν μίαν. μάννης οὐγγίας ιʹ. ἐγὼ λίτραν αʹ. κηροῦ λίτρας εʹ. ῥητίνης φρυκτῆς λίτρας εʹ. ῥητίνης ὑγρᾶς λίτρας εʹ. ἐλαίου κύαθον αʹ. ὄξους τὸ ἱκανόν. ἐγὼ δὲ καὶ ἀμμωνιακοῦ θυμιάματος οὐγγίας ιʹ. ἐπὶ τούτοις μὲν ὁ Ἀνδρόμαχος ἐπαύσατο. πρόδηλον δέ ἐστιν, εἴ τι μεμνήμεθα τῶν προειρημένων, καὶ ταύτην αὐτὴν τὴν ἔμπλαστρον παραπλησίαν ἔχειν δύναμιν τῇ προγεγραμμένῃ. ἐφεξῆς τῇ προγεγραμμένῃ γράφων ὁ Ἀνδρόμαχος ἑτέραν οὕτως ἤρξατο. ἄλλη μολοχίνη. καὶ μετὰ τοῦτο τὴν συμμετρίαν τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν αὐτὴν συντίθησιν, ὑπέγραψεν οὕτως. Ϛ ἰοῦ ξυστοῦ λίτραν αʹ. πίσσης λίτρας βʹ. μάννης λίτραν αʹ. κηροῦ λίτρας βʹ. ῥητίνης λίτρας βʹ. ἐλαίου λίτραν αʹ. ὄξους τὸ ἱκανόν. ἔστι μὲν οὖν αὕτη παραπλησία ταῖς ἔμπροσθεν. εὔδηλον δ’ὅτι τὸν μὲν ἰὸν καὶ τὴν μάνναν ἀνὰ λίτραν αʹ. ἑκάτερα μετὰ τοῦ ὄξους λειοῦσθαι χρὴ, διπλάσιον δὲ τούτων ἑκατέρου τοῦ κηροῦ καὶ τῆς πίσσης καὶ τῆς ῥητίνης, τουτέστιν ἑκάστου λίτρας βʹ. μετὰ τῆς τοῦ ἐλαίου λίτρας τήκεσθαι καὶ οὕτως μίγνυσθαι τοῖς λελειωμένοις μετὰ τοῦ ὄξους, ὡς πολλάκις ἡμῖν εἴρηται, ψύξαντας μᾶλλον καὶ ξύοντας ἤπερ ἐπικατερῶντας, ἵνα μήπου τοῦ περιέχοντος ὄντος ψυχροῦ συμβῇ τὰς καλουμένας ἐγκηρίδας συστῆναι. ἄλλην ἐφεξῆς τῇδε δόκιμον ἔμπλαστρον ἔγραψεν οὕτως. χλωρὰ ἑκατοντάδραχμος. Ϛ ἀμμωνιακοῦ θυμιάματος 𐅻 ηʹ. λεπίδος 𐅻 ιβʹ. μάννης 𐅻 ηʹ. ῥητίνης ξηρᾶς 𐅻 ιβʹ. ἰοῦ 𐅻 ηʹ. στέατος μοσχείου 𐅻 ιδʹ. ῥητίνης τερμινθίνης 𐅻 ηʹ. κηροῦ 𐅻 λʹ. ἐλαίου κυάθου τέταρτον, ὄξους τὸ ἱκανόν. αὕτη καὶ κολλᾷν τραύματα δύναται μεγάλα καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν καθαίρειν, προσλαβοῦσα δὲ κηρωτὴν ἐν τῷ τήκεσθαι σαρκοῦν. πρὶν δὲ τακῆναι καὶ τὰ παχύχειλα τῶν ἑλκῶν ἰᾶσθαι καὶ προστέλλειν κόλπους καὶ ὅλως διαφορεῖν καὶ ἀποκρούεσθαι δύναται. μικτὴ γὰρ ἐκ τῶν ἐναντίων δυνάμεών ἐστι. καὶ ἡ ἐφεξῆς δὲ αὐτῇ γεγραμμένῃ χλωρὰ παραπλησίας ἐστὶ δυνάμεως καὶ χρήσεως, ἔχουσα συμμετρίαν τήνδε. Ϛ τερμινθίνης μνᾶν αʹ. σεραπιάδος βοτάνης 𐅻 κέ. ἰοῦ ξυστοῦ 𐅻 ιʹ. στέατος μοσχείου 𐅻 κεʹ. κηροῦ 𐅻 κεʹ. λιβανωτοῦ 𐅻 ιβʹ. κύπρινον εἰς τὰ ξηρά. καὶ τὴν ὑπὸ τῶν ἄλλων λεγομένην ἴσιν, αὐτὸς ἄνευ ταύτης τῆς προσηγορίας ἔγραψεν οὕτως. χλωρὰ Ἐπιγόνου. πάντων δ’αὐτῆς μνημονευόντων, οὐδὲν ἧττον καὶ νῦν γράψω τὴν κατὰ τοῦτο συμμετρίαν τῶν ἁπλῶν φαρμάκων, ἐπειδή τινες ἐν αὐτοῖς διαφέρονται. κελεύει γὰρ βάλλειν χαλκοῦ μὲν κεκαυμένου καὶ ἁλὸς ἀμμωνιακοῦ καὶ λεπίδος χαλκοῦ καὶ ἰοῦ καὶ ἀμμωνιακοῦ θυμιάματος καὶ ἀριστολοχίας καὶ λιβανωτοῦ τὸ ἴσον ἑκάστου 𐅻 ηʹ. τουτέστιν γο αʹ. ἀλόης δὲ καὶ σμύρνης καὶ χαλβάνης, ἡμιόλιον τούτων ἑκάστου, τουτέστιν γο αʹ Ϛ “. ὅπερ τα- ταὐτόν ἐστι τῷ φάναι γο ιβʹ. καὶ ἡμίσειαν, στυπτηρίας τῆς στρογγύλης 𐅻 στʹ. μίγνυσι καὶ τῆς κολοφωνίας ῥητίνης 𐅻 σʹ. καὶ κηροῦ τὸ ἥμισυ, τουτέστιν ρʹ. ἐλαίου δὲ κοτύλης τὸ ἥμισυ. τινὰς δέ φησι τέταρτον μιγνύειν καὶ ὄξους τὸ ἱκανὸν καὶ δρακοντίου ῥίζης · τὸ ἥμισυ τῆς οὐγγίας, ὅπερ ἐστὶ 𐅻 δʹ. ἐπὶ τέλει δὲ τοῦτο προσέγραψεν, οὐ φερόμενον ἐπὶ τῆς ἴσιδος γραφῆς. ὁ γὰρ Ἐπίγονος αὐτὸ προσέθηκε καὶ ταύτῃ διήνεγκεν ἡ ἴσις τοῦ Ἐπιγόνου. ἐφεξῆς δὲ ταῖς προγεγραμμέναις ὁ Ἀνδρόμαχος ἔγραψε χλωρὰν Πασίωνος ἐν τῇδε τῇ συμμετρίᾳ. Ϛ ῥητίνης κολοφωνίας 𐅻 τʹ. κηροῦ 𐅻 ρνʹ. ἰοῦ 𐅻 ηʹ. στυπτηρίας στρογγύλης 𐅻 ηʹ. λεπίδος χαλκοῦ 𐅻 ιβʹ. λιβανωτοῦ 𐅻 ιστʹ. χαλκοῦ κεκαυμένου 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 ηʹ. ἐλαίου κυάθου τὸ ἥμισυ, ὄξους τὸ ἱκανόν. τοῦτο τὸ φάρμακον διὰ τὸ προειληφέναι τοὺς ἀμμωνιακοὺς ἅλας, ἑλκτικώτερον καὶ διαφορητικώτερον καὶ ῥυπτικώτερον τῶν ἔμπροσθεν ἐγένετο. τὰ δ’ἄλλα πάντα παραπλήσιον. ἰσχυροτέραν τῆς προγεγραμμένης καὶ πολυχρηστοτέραν ἔγραψε μετὰ μέσην μίαν ὁ Ἀνδρόμαχος, ἣν ὀνομάζει χλωρὰν Ἀλκιμίωνος, ἐν τῇδε τῇ συμμετρίᾳ. Ϛ τερμινθίνης 𐅻 σʹ. κηροῦ 𐅻 ρνʹ. λεπίδος χαλκοῦ 𐅻 ιηʹ. ἰοῦ ξυστοῦ 𐅻 ιστʹ. στυπτηρίας στρογγύλης 𐅻 ιστʹ. χαλβάνης ιστʹ. λιβάνου ιʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻ιβʹ. χαλκοῦ κεκαυμένου 𐅻 ιστʹ. ἀριστολοχίας 𐅻 ιʹ. ἀλόης Ἰνδικῆς 𐅻 ιβʹ. σμύρνης 𐅻 ιστʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιηʹ. χαλβάνης 𐅻 ιβʹ. οἱ δὲ ηʹ. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλην ἐφεξῆς τῇδε γράφει καλουμένην Ἀθηνᾶν, ὡς αὐτὸς ἐπὶ τῇ τελευτῇ προσέγραψεν. ἔχει δ’αὐτῆς ἡ συμμετρία τῶν ἁπλῶν φαρμάκων, ἐξ ὧν σύγκειται, κατὰ τόδε. Ϛ κηροῦ 𐅻 σνʹ. τερμινθίνης 𐅻 σʹ. φρυκτῆς 𐅻 ρʹ. στέατος μοσχείου 𐅻 νʹ. χαλβάνης 𐅻 κδʹ. μάννης 𐅻 κδʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου 𐅻 ιβʹ. ἀλόης 𐅻 ιβʹ. λεπίδος χαλκοῦ 𐅻 κδʹ. στυπτηρίας στρογγύλης 𐅻 ιβʹ. καὶ σχιστῆς 𐅻 ηʹ. χαλκάνθης 𐅻 ηʹ. μίσεως 𐅻 ηʹ. ὀποπάνακος 𐅻 ηʹ. ἰοῦ ξυστοῦ 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. μίλτου Σινωπίδος 𐅻 γʹ. ὄξους κοτύλας γʹ. ἐλαίου κοτύλας βʹ. τὴν μίλτον ἐν ἀρχῇ βάλλε. Ἀθηνᾶ καλεῖται πολύχρηστον, ὡς ἔφην, καὶ τοῦτο τὸ φάρμακον, ὅπως δὲ δεῖ χρῆσθαι τοῖς πολυχρήστοις ἐν τῷ περὶ αὐτῶν λόγῳ δηλωθήσεται. ταύτῃ δ’ἐφεξῆς ἔγραψεν ἑτέραν χλωρὰν κατὰ λέξιν οὕτως. χλωρὰ διὰ Κυπρίνου Ἀφροδᾶ. Ϛ κηροῦ 𐅻 κδʹ. ῥητίνης ξηρᾶς 𐅻 ιβʹ. ἰοῦ ξυστοῦ 𐅻 ηʹ. Ἀφροδᾶς 𐅻 ιβʹ. μάννης 𐅻 ηʹ. κυπρίνου κοτύλης ὄγδοον. συγκόπτεται δὲ αὐτῇ καὶ πρὸς τὰ δυσθεράπευτα τῶν ἑλκῶν ἁρμόττειν δύναται, καὶ διὰ τοῦτο ταύτην ἔγραψε, δι’ὀλίγωντε συντιθεμένην καὶ χρήσιμον εἶναι δυναμένην ἱκανῶς. ἐφεξῆς δὲ πολλὰς ἄλλας χλωρὰς γράφοντος τοῦ Ἀνδρομάχου, πολυμιγμάτουςτε καὶ πολυχρήστους ἔδοξέ μοι καταλιπεῖν αὐτὰς, μόνων τῶν λιτῶν, ὡς αὐτοὶ καλοῦσι, μνημονεύσαντι. γράφει τοίνυν αὐτὸς κατὰ λέξιν οὕτως. ἑτέρα χλωρὰ λιτὴ ᾗ χρῶμαι. Ϛ ῥητίνης λίτρας δώδεκα, κηροῦ λίτρας ηʹ. ἰοῦ ξυστοῦ λίτρας δύο, στέατος μοσχείου λίτρας δύο, ὄξους λίτραν μίαν · ἐγὼ δὲ μάννης λίτραν μίαν ἐμβάλλω. εὔδηλον οὖν ὅτι τὸ ὄξος μετὰ τῶν δύο λιτρῶν τοῦ ἰοῦ καὶ τῆς λίτρας τοῦ λιβανωτοῦ λειοῦσθαι βούλεται, καθάπερ ἔμπροσθεν εἶπον, εἶτα μίγνυσθαι τὰ τηκτὰ τούτοις. λέγω δὲ τὰς τοῦ στέατος λίτρας ὀκτὼ, μετὰ τῶν ὀκτὼ τοῦ κηροῦ καὶ τῶν ιβʹ. τῆς ῥητίνης. ἡ ἔμπλαστρος αὕτη λιτὴ μὲν ἀκριβῶς ἂν ἦν, εἰ μήτε τοῦ στέατος εἰλήφει μήτε τῆς μάννης. οὕτως γὰρ ἂν ἦν ὁ ἰὸς δέκατον μέρος συναμφοτέρου, τῆςτε ῥητίνης καὶ τοῦ κηροῦ. καὶ εἴπερ ἦν ἡ ῥητίνη σκληρὰ, πάντως ἄν τι καὶ ἐλαίου ἐμίχθη, καθάπερ εἴρηται πρόσθεν. ἐπεὶ δὲ τὸ μόσχειον ἔλαβε στέαρ, οὐκέτ’ἀκριβῶς ἐστι λιτὴ, μαλακτικόντε καὶ πεπτικὸν φάρμακον προσλαβοῦσα. πολὺ δὲ δὴ μᾶλλον εἰ καὶ τὴν μάννην λάβοι, πεπτικὴ γάρ ἐστι καὶ διαπυητικὴ καί τι σαρκωτικὸν ἔχουσα.
κοινὸς λόγος ἐπὶ ταῖς ὁμοχρόαις ἐμπλάστροις. ὅτι μὲν οὐ χρὴ κατὰ τὴν τῆς χροιᾶς ὁμοιότητα τὴν ἐν τῇ γραφῇ τῶν φαρμάκων γίνεσθαι κοινωνίαν, ἀλλὰ κατὰ τὴν τῆς δυνάμεως, εὔδηλον δήπου γε. γράφουσι γοῦν, ὥσπερ καὶ ὁ Ἀνδρόμαχος, οὕτως καὶ ἄλλοι τινὲς ἐφεξῆς ἀλλήλων, οὐ μόνον τὰς χλωρὰς ἐμπλάστρους, ἀλλὰ καὶ τὰς μηλίνας καὶ τὰς φαιὰς καὶ τὰς λευκάς. ὅπως οὖν αἱ λευκαὶ γίγνονται, διὰ τοῦ πρώτου τῶνδε τῶν ὑπομνημάτων εἶπον. ὅπως δὲ χλωραὶ καὶ πρόσθεν εἴρηται καὶ νῦν ἀναμνήσω.
πῶς χλωραὶ γίνονται. βάλλεται μὲν εἰς αὐτὰ ἰὸς οὐκ ὀλίγος, ἀλλ’ὥστε κρατῆσαι τῆς τῶν ἄλλων χρόας, αὐτῷτε συνομοιῶσαι τὸ πᾶν. ἐστοχάσθαι δὲ δεῖ τὴν τοιαύτην ἔμπλαστρον συντιθέντα πρὸς τῇ ποσότητι τοῦ ἰοῦ καὶ τῆς τῶν μιγνυμένων αὐτῷ χροιᾶς καὶ τοῦ τρόπου τῆς ἑψήσεως, ἐπὶ μὲν τῶν μιγνυμένων φυλαττόμενον τὰς δυσκινήτους χροιὰς, ὁπόσαι τῶν ξανθῶν εἰσι καὶ πυρρῶν καὶ μελάνων φαρμάκων. λέγω δὲ ξανθῶν μὲν καὶ πυρρῶν, οἷά πέρ ἐστι τότε τῆς μηλίτου καὶ τὸ τῆς κεκαυμένης χαλκίτεως, ἀρσενικοῦτε καὶ σανδαράχης. μελάνων δὲ, οἷά περ πίττηςτε καὶ ἀσφάλτου καὶ γῆς ἀμπελίτιδος καὶ λίθου γαγάτου. κατὰ δὲ τὴν ἕψησιν οὐ χρὴ τοῖς ἐπὶ τοῦ πυρὸς ἑνουμένοις συμβάλλεσθαι τὸν ἰὸν, ἀλλ’ἑνωθεῖσι μίγνυσθαι κατὰ τὴν θυείαν, εἴπερ ἐθέλοις τῇ χρόᾳ χλωρὸν διαμεῖναι τὸ φάρμακον. εἰ δέ γε μηλίνην βούλοιο ποιῆσαι τὴν ἔμπλαστρον, εἰδέναι χρή σε κατὰ τὴν ἕψησιν, εἰς πρώτην μὲν ταύτην τὴν χρόαν μεταβαλόντα τὸν ἰὸν, ὕστερον δὲ εἰς τὴν κιρρὰν, ὡς γενέσθαι τὴν ὀνομαζομένην δίχρωμον ἔμπλαστρον. ἐν γὰρ τῷ μετὰ τὴν ἕψησιν χρόνῳ, μετ’ὀλίγας ἡμέρας ἐπιπολῆς μὲν αὐτῇ γίγνεται τὸ φαιότερον, εἰς τὸ βάθος δὲ τοῦ φαρμάκου συντρέχει τὸ κιρρόν. ἐπεὶ δὲ περὶ τῆς χρόας αὐτῶν εἴρηται τὰ προσήκοντα, μεταβήσομαι πάλιν ἐπὶ τὸν περὶ τῶν δυνάμεων λόγον, ἀναμνήσας ὅθεν πρώτως ὡρμήθην κατὰ τόδε τὸ βιβλίον. ὡρμήθην δὲ, εἴ τι μεμνήμεθα, περὶ τῶν σαρκωτικῶν φαρμάκων εἰπεῖν, ὧν ὁ μὲν τῆς δυνάμεως σκοπός ἐστιν ἐν τῷ μετρίωςτε καὶ ἀδήκτως ῥύπτειντε καὶ ξηραίνειν. αἱ δὲ κατ’εἴδη συνθέσεις διάφοροι κατὰ τὰς τῶν ἁπλῶν φαρμάκων ὕλας ὑπαλλαττόμεναι. πρόδηλον δ’ὅτι τὰ κυρίωςτε καὶ πρώτως ὀνομαζόμενα σαρκωτικὰ τῶν ἀπεριστάτων ἐλκῶν ἐστι σαρκωτικὰ, τουτέστιν ὅσα κοῖλα μὲν οὐ μὴν ῥύπον ἢ φλεγμονὴν ἔχει συνοῦσαν, ἔτι δὲ μᾶλλον οὐ δ’ἐπιρροὴν ὑγρῶν μοχθηρῶν, οὐ δὲ δύσκρατον κατὰ τὸ κοῖλον ἕλκος σάρκα. μιγνυμένου γάρ τινος τῶν εἰρημένων τῇ κοιλότητι, πρότερον ἐκεῖνο θεραπευτέον ἐστίν. οἱ σκοποὶ δὲ τῆς θεραπείας αὐτῶν εἰσιν ἐπὶ μὲν τῶν ῥυπαρῶν τὰ ῥύπτειν δυνάμενα φάρμακα. τῶν δ’ἐξ ἐπιρροῆς ὑγροῦ τὸ ξηραίνειντε καὶ ἀποκρούεσθαι τὸ ἐπιρρέον. εἰ δ’εἴη πολὺ καὶ δυσνίκητον, τὴν αἰτίαν τῆς ἐπιρροῆς ἐκκόψαι πρότερον. εὔδηλον δ’ὅτι καὶ τῶν μὲν φλεγμαινόντων τὴν φλεγμονὴν ἰᾶσθαι χρὴ, τῶν δὲ δύσκρατον ἐχόντων τὴν σάρκα μορίων, εὔκρατον ταύτην ἐργάσασθαι, δυσκράτου δὲ αὐτῆς γιγνομένης, κατὰ τρόπους ἁπλοῦς μὲν τέτταρας, συνθέτους δὲ ἄλλους τέτταρας, ἡ ἴασις ἔσται διὰ τῶν ἐναντίων ποιοτήτων. ἀλλὰ περὶ μὲν τούτων καὶ αὖθις εἰρήσεται, περὶ δὲ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων ἐφεξῆς ἐρῶ.
περὶ τῶν ἰσχυρῶς ῥυπτόντων φαρμάκων. ὅτι μὲν ἐκ τοῦ γένους ἐστὶ ταῦτα τῶν προειρημένων, ὅσα τῷ μετρίως ῥύπτειν ἕλκεσι κοίλοις, καθαροῖς, ἀπεριστάτοις προσεφέρετο μη δ’ὅλως δάκνοντα, λέλεκται πρόσθεν. ἐπιτεταμένην δὲ τὴν ῥυπτικὴν δύναμιν ἔχει τὰ τὸν πολὺν ἀφαιροῦντα ῥύπον, ὥστ’ἔνια τῶν εἰρημένων φαρμάκων χλωρῶν ἑνὶ μόνῳ τῶν ἁπλῶς σαρκωτικῶν διαφέρει τῷ πλήθει τοῦ ἰοῦ. τινὰ δὲ καὶ τῶν ἄλλων, ὅσα ῥύπτει σφοδρῶς μίξει, καθάπερ ἴσις ὀνομαζομένη καὶ τὸ τοῦ Μαχαιρίωνος, ᾧ ἡμεῖς χρώμεθα συνήθως, ἐλαιώδει καλουμένῳ διὰ τὴν χρῆσιν. ἔνθα γὰρ ἡμῖν πρόκειται σαρκῶσαι κόλπον, ἐλαίῳ πολλῷ τήκοντες ἐγχέομεν αὐτὸ δι’εὐθυτρήτου κέρατος, ἐν τρόπῳ κλυστῆρος ὑείᾳ κύστει συνημμένου, χρώμεθα καὶ τοῖς καλουμένοις πυουλκοῖς ἐπ’αὐτοῦ · καὶ γὰρ καὶ τούτων, ὅσοις εὐρύτερόν ἐστι τὸ τρῆμα, χρήσιμοι πρὸς τὴν τοιαύτην ὑπηρεσίαν εἰσί. πρόδηλον δ’ὅτι τὸν μὲν ῥυπαρὸν κόλπον ἐργαζόμεθα καθαρὸν, ἀκρατέστερον χρώμενοι τῷ φαρμάκῳ, τουτέστιν ἐλάττονι μιγνύντες ἐλαίῳ, τὸν δὲ καθαρὸν ἐπὶ πλέον ὑγρασμένῳ δι’ἐλαίου δαψιλεστέρου μίξεως. εἰ μὲν οὖν ὑποψία τις εἴη μεμιγμένης φλεγμονῆς ἔτι βραχείας τῷ κόλπῳ, διὰ ῥοδίνου πάντως τηκέσθω τὸ φάρμακον. εἰ δ’ἀφλέγμαντος εἴη, δι’ἐλαίου, κα- κᾂν ἀδήκτως ἀνέχηται τῆς τοῦ παλαιοῦ μίξεως, ἐκείνῳ διατηκέσθω τὸ φάρμακον. ἐπιτήδειον δὲ εἰς τὴν τοιαύτην χρῆσίν ἐστιν οὐ τοῦτο μόνον τὸ φάρμακον, ἀλλὰ καὶ τὸ τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις, ὅσατ’ἄλλα γεγράφασιν οἱ πρὸ ἐμοῦ μετὰ κηρωτῆς μιγνύμενα σαρκωτικὰ γίγνεσθαι κοίλων ἑλκῶν. ἅπαντα γὰρ ταῦτα, χωρὶς τοῦ μιχθῆναι κηρωτῇ, δι’ἐλαίου καὶ ῥοδίνου τηκόμενα τοῖς κόλποις ἐνίεται διὰ τὸ μὴ δύνασθαι τὴν καλουμένην ἔμμοτον σύστασιν ἐνίεσθαι κόλποις, οὕτως γέ τοι καὶ τὸ διὰ τοῦ κεκαυμένου χάρτου φάρμακον ξηρὸν, ῥοδίνῳ πολλῷ μιγνύντες ἐγχέομεν αὐτοῖς. ὥσπερ δὲ οἱ κόλποι τῶν ὑγροτέρων δέονται φαρμάκων οὐ δυναμένων ἐνίεσθαι τῶν παχυτέρων, οὕτως ὅσα τῶν κοίλων ἑλκῶν ἐπιπολῆς ἐστι, παχυτέρου χρῄζει φαρμάκου διὰ τὸ ταχέως αὐτῶν ἀπορρεῖν τὰ ὑγρὰ καὶ καταλείπεσθαι ξηροὺς τοὺς μότους. εἰκότως οὖν ἐπὶ μὲν τῶν τοιούτων τοῖς ἰσχυρῶς ῥυπτικοῖς μίγνυμεν κηρωτὴν, ἐπὶ δὲ τῶν κόλπων ἔλαιον ἢ ῥόδινον πάμπολυ. ταυτὶ δὲ τὰ οὕτως ῥυπτικὰ φάρμακα πάντως ἐστὶ καὶ διαφορητικὰ, καὶ διὰ τοῦτο καὶ ξηραντικὰ σφοδρῶς, καὶ γίγνεταί τι γένος αὐτῶν κοινὸν, ὃ καλοῦσι πολύχρηστον. ἐπέκεινα δὲ τούτου τοῦ γένους ἐστὶ τὸ τῶν πάνυ δριμέων ἐμπλάστρων, ὁποῖαι καὶ αἱ καλούμεναι δι’ἁλῶν εἰσιν, ἃς οὐ χρὴ προσφέρειν ἔνθα σαρκῶσαί τι βουλόμεθα. πρὸς γὰρ αὖ τοῖς ἄλλοις καὶ τοῦτο τοῖς ἁλσὶν ἐξαίρετον ὑπάρχει τὸ στύφειν μᾶλλον ἢ ῥύπτειν. ἐπὶ τό γε ξηραίνειν οὐδὲν ἧττον ἔχουσιν ἀφρονίτρου καὶ νίτρου, ἀλλ’ἐκείνοις μὲν οὐ μέτεστι τῆς στυπτικῆς δυνάμεως, ὥσπερ οὐ δὲ τῷ τῆς Ἀσίας πέτρας ἄνθει καὶ διὰ τοῦτο διαφορεῖντε δύναται καὶ κηρωταῖς μιγνύμενα καθαίρειν ἕλκη ῥυπαρά. τοῖς δ’ἁλσὶν οὐχ ὑπάρχει τοῦτο διὰ τὴν στύψιν. τούτων οὖν μνημονεύουσιν ὑμῖν ἀκηκοόσιτε τὴν μέθοδον τῆςτε συνθέσεως καὶ τῆς χρήσεως ἁπάντων τῶν τοιούτων φαρμάκων ἐν τοῖς ἐφεξῆς γράψω τὰ δεδοκιμασμένα τῇ πείρᾳ πρὸς τῶν ἐνδόξων ἰατρῶν ἐπὶ φαρμάκων ἀρίστων γνώσει. πρώτων δὲ τῶν περὶ Μαντίαν καὶ τὸν μαθητὴν αὐτοῦ τὸν Ταραντῖνον Ἡρακλεί δην πολλὰ φάρμακα γραψάντων, ἃ τοῖς μετὰ ταῦτα διὰ πείρας ἀφικόμενα διωρίσθη. καὶ τὰ μὲν ἄριστα ἐν αὐτοῖς αὐτοὶ πάλιν ἔγραψαν, ὅσα δ’ἧττον ἐκείνων ἐνεργεῖν ἐδόκει κατέλιπον. εἰκότως οὖν κα- κᾀγὼ τὴν πλείονα μνήμην ποιοῦμαι τῶν μετ’ἐκείνους γεγονότων. εἰσὶ δὲ αὐτῶν οἱ μάλιστα δοκοῦντες ἐν τῇ τῶν φαρμάκων ἐμπειρίᾳ κατωρθωκέναι, Πετρώνιος Μούσας καὶ Ἥρας καὶ Ἀνδρόμαχος, Ἀσκληπιάδηςτε καὶ Κρίτων. γέγραπται δὲ καὶ τοῖς περὶ τὸν Ἀρχιγένηντε καὶ τὸν Φίλιππον οὐκ ὀλίγα φάρμακα. καί τι καὶ βιβλίον ἕν ἐστι Μενεκράτους ἐπιγεγραμμένον, αὐτοκράτωρ ὁλογράμματος ἀξιολόγων φαρμάκων. ὅσατε οὖν τούτοις γέγραπται κάλλιστα φάρμακα καὶ πρὸς αὐτῶν ἐπαινούμενα καὶ ὅσων ἡμεῖς πεῖραν ἔχομεν, ἐξ αὐτῶντε τούτων τῶν γεγραμμένων καὶ ὧν οἱ διδάσκαλοι ἡμῶν ἐχρῶντο, καὶ εἴ τι καὶ ἡμῖν προσεξεύρηται, τοῦτ’ἐν τοῖς ἑξῆς γράψω, τίνος ἐστὶ γένους ἕκαστον αὐτῶν ἐξηγούμενος. νυνὶ δὲ ἐπὶ τὰς χλωρὰς διῆλθον, ἐφεξῆς ταύταις γράψω τὰς μηλίνας.
μήλιναι ἔμπλαστροι. ὥσπερ τῶν χλωρῶν ἐμπλάστρων αἱ πλεῖσται διὰ τὸν ἰὸν ἐπικρατοῦντα γίγνονται τοιαῦται, καὶ μάλιστα αὐτῶν αἱ εὐχρούστεραι, κατὰ τὸν αὐτὸν τρόπον καὶ αἱ μήλιναι. ἀλλ’αἱ μὲν χλωραὶ τὸν ἰὸν ἀνέψητον ἔχουσιν, αἱ μήλιναι δὲ ἑψόμενον μὲν, ἀλλὰ μετρίως. ὡς ἐάν γε ἐπὶ πλέον ἕψῃς, τὰς καλουμένας ὑπ’ἐνίων μὲν διχρώμους, ὑπ’ἐνίων δὲ κιρρὰς ἐργάσῃ. καλεῖν δ’ἔθος ἐστὶ τοῖς ἰατροῖς ἁπλῶς μὲν χλωρὰς καὶ μηλίνας καὶ κιρρὰς, ὅσαι κολλῶσίτε τὰ μὴ πάνυ μεγάλα τραύματα καὶ ἕλκη συνουλοῦσιν, ἃ καλεῖν τοῖς ἰατροῖς ἔθος ἀπερίστατα, σαρκοῦσίτε τὰ κοῖλα τηκόμεναι διὰ ῥοδίνου. πολύχρηστοι δὲ ἐξ αὐτῶν, ἐφ’ὧν ἐπαγγελία πλείων ἐστίν. ἔνιαι δὲ πολλὰς μὲν οὐκ ἔχουσιν ἐπαγγελίας, ἀξιόλογον δὲ μίαν, ἤτοι πρὸς τὰ κακοήθη τῶν ἑλκῶν ἁρμόττειν ἢ διαφορεῖν πῦον ἢ μελικηρίδας ἢ μαλάττειν σκληρότητας ἤ τι τοιοῦτον τῶν οὐκ εὐκαταφρονήτων οὐ δ’εὐθεραπεύτων. ὁ Ἀνδρόμαχος μὲν οὖν ἔγραψε ιδʹ. μηλίνας, ὧν αἱ πέντε μὲν ἔχουσιν ἰὸν, αἱ δ’ἄλλαι χωρὶς ἰοῦ γεγόνασι. τῶν δὲ τὸν ἰὸν ἐχουσῶν μία μέν ἐστι πρώτη γεγραμμένη τῶν ιδʹ. μία δ’ἄλλη τετάρτη καί τις ἐπ’αὐτῆς ἕκτη καὶ μετ’ἐκείνην ἥτε ζʹ. καὶ ἡ ιʹ. ὅσαις μὲν οὖν οὐδὲν ἐξαίρετον προσγέγραφεν, αὗται πᾶσαι καὶ κολλῶσιν ἕλκη καὶ ἐπουλοῦσιν. εἰ δὲ βούλοιτό τις, καὶ τακεῖσαι μετὰ ῥοδίνου σαρκοῦσι. θεραπεύουσι δὲ καὶ μετρίας φλεγμονὰς, ὥσπερ γε καὶ σκληρότητας μετρίας μαλάττουσι. καὶ μᾶλλόν γε τοῦτο ποιοῦσιν, ὅσαι θυμιάματος ἔχουσιν ἀμμωνιακοῦ. καὶ τούτων αὐτῶν μᾶλλον ὅσαι πλείονος, ὡς πρὸς τὴν τῶν ἄλλων ἀναλογίαν. ἔν τισι δὲ προσέθηκεν αὐτὸς ἁπαλὴ, τουτέστι πρὸς ἁπαλοὺς χρῶτας ἁρμόττουσα δηλονότι. καὶ καθ’ἣν πρόσκειται τὸ ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ, δηλῶν ὅτι πρὸς περιωδυνίαν καὶ συνάγχην καὶ πλευροῦ πόνον ἁρμόττει. ἢ ὅτι διαφορεῖ τὰ ἐντὸς ἀποστήματα, πλέον τι ταύταις μαρτυρεῖ τῶν ἁπλῶς γεγραμμένων. ἐφεξῆς οὖν αὐτὰς ἁπάσας ὑπογράψω.
μήλιναι Ἀνδρομάχου. μηλίνη ᾗ χρῶμαι. Ϛ λιθαργύρου 𐅻 ρδʹ. ἐλαίου θέρους κοτύλην αʹ. χειμῶνος κοτύλης ἥμισυ, κηροῦ 𐅻 μή. κολοφωνίας 𐅻 μηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κδʹ. ἰοῦ ξυστοῦ 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρʹ. ἐλαίου κυάθους γʹ. ἢ κοτύλης ἥμισυ, ῥητίνης κολοφωνίας 𐅻 ξδʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 μʹ. ψιμυθίου 𐅻 κδʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 μʹ ἢ νʹ. ψιμυθίου 𐅻 στʹ. κηροῦ Τυρρηνικοῦ 𐅻 ιστʹ. ῥητίνης πιτυΐνης ξηρᾶς 𐅻 ιστʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 βʹ. ἐλαίου κοτύλην αʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρʹ. κολοφωνίας 𐅻 ξδʹ. οἱ δὲ μή. κηροῦ 𐅻 πδʹ. χαλβάνης 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. ἰοῦ 𐅻 ηʹ. ὀποπάνακος 𐅻 στʹ. ἐλαίου θέρους κοτύλην αʹ. χειμῶνος κοτύλης Ϛ” ἢ κυάθους γʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρʹ. πιτυΐνης ῥητίνης 𐅻 ρʹ. κηροῦ 𐅻 ιβʹ. ἐλαίου κοτύλης ἥμισυ ἤ κυάθους γʹ. οἴνου Φαλερίνου κοτύλης ἥμισυ. ἡ λιθάργυρος σὺν τῷ οἴνῳ λεαίνεται ἕως ξηρανθῇ, εἶτα ἕψεται. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρʹ. ἐλαίου παλαιοῦ κοτύλας οʹ ἢ βʹ. κηροῦ 𐅻 ρʹ. ἰοῦ σκώληκος 𐅻 κεʹ. χαμαιλέοντος μέλανος 𐅻 ιβʹ καὶ ἥμισυ, χρυσοκόλλης 𐅻 μʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 σʹ. ἐλαίου παλαιοῦ κοτύλας γʹ. κηροῦ 𐅻 ρξηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ρʹ. σμύρνης 𐅻 δʹ. ἰοῦ 𐅻 ηʹ ἢ κʹ. ῥητίνης κολοφωνίας 𐅻 ρκηʹ. χαλβάνης 𐅻 κʹ. χαμαιλέοντος μέλανος 𐅻 ηʹ. οἱ δὲ προπόλεως 𐅻 ηʹ ἢ κʹ. ἀντὶ χαμαιλέοντος. ἄλλη. Ϛ ἐλαίου παλαιοῦ ἐναπεζεσμένου χαμαιλέοντος, ὡς ὅτι πλείονος ξέστην αʹ. λιθαργύρου λίτραν αʹ. ἀναζέσας ἔμπασσε λιθάργυρον καὶ ἕψε. ἄλλη πρὸς νομάς. Ϛ σανδαράχης 𐅻 γʹ. στυπτηρίας σχιστῆς 𐅻 δʹ. λιβάνου 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιηʹ. κηροῦ 𐅻 ιηʹ. τερμινθίνης 𐅻 στʹ. στέατος ὑείου 𐅻 βʹ. μέλιτος κοτύλης ἑκκαιδέκατον. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρηʹ ἢ ρκʹ. κηροῦ 𐅻 ρηʹ ἢ ρκʹ. ἐν ἄλλῳ ρʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 νʹ. τερμινθίνης 𐅻 μʹ. ἀριστολοχίας 𐅻 κεʹ. ζειᾶς ῥίζης 𐅻 ηʹ ἢ κʹ. ἰοῦ σκώληκος 𐅻 ιστʹ. στυπτηρίας σχιστῆς 𐅻 ιστʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. ἄλλη ἁπλῆ. Ϛ λιθαργύρου 𐅻 ρʹ. ἀξουγγίου 𐅻 οεʹ. ἐλαίου παλαιοῦ 𐅻 οεʹ. πρὸς ἁπαλοχρῶτας καὶ διαφορεῖ. ἄλλη ἄφρα λεγομένη μαλακτικὴ μηλίνη Διοφάντους, ἐπισπαστικὴ καὶ ἐξιπωτικὴ, ἐν ᾗ ἄρθρα ἐθεραπεύθη. Ϛ ἰξοῦ εἰργασμένου λίτραν αʹ. κηροῦ λίτραν αʹ. ῥητίνης τερμινθίνης λίτραν αʹ. χαλβάνου οὐγγίας γʹ. τήξας χρῶ. ἄλλη Σαλώμη πρὸς πᾶσαν περιωδυνίαν καὶ συνάγχην μετὰ σικύας καὶ πρὸς πλευρᾶς πόνον. Ϛ λιθαργύρου λίτρας βʹ. ἐλαίου παλαιοῦ οὐγγίας ηʹ. ἕψε ὁμοῦ. ἄλλη μηλίνη παρὰ Ἡρακλείδου, διαφοροῦσα τὰ ἐντὸς ἀποστήματα ἀνωδύνως. Ϛ Λιθαργύρου 𐅻 ρʹ. ψιμυθίου 𐅻 ρʹ. κηροῦ 𐅻 πʹ. ῥητίνης ξηρᾶς 𐅻 ξʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 νʹ. χαλβάνης 𐅻 ιστʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. ὡς δὲ Ῥούστικος ὁ γνώριμος Ἰσιδώρου, Ϛ λιθαργύρου 𐅻 νʹ. ψιμυθίου 𐅻 νʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 νʹ ἢ μʹ. κηροῦ 𐅻 κεʹ. ῥητίνης ξηρᾶς 𐅻 λʹ. πτελέας τῆς ἐν θυλακίοις 𐅻 ιεʹ. χαλβάνης 𐅻 ηʹ. ἐλαίου παλαιοῦ κοτύλης ἥμισυ ἢ κοτύλην αʹ. Ϛ “. τούτων τῶν ἐμπλάστρων οὐδεμιᾶς τὴν ἕψησιν ἔγραψεν ὁ Ἀνδρόμαχος, ἐγὼ δὲ τὸ μὲν συνέχον τῆς χρόας αὐτῶν ἔμπροσθεν εἶπον, ὅτι μήτε ὠμὸν εἶναι δεῖ τὸν ἰὸν, ὡς ἐν ταῖς χλωραῖς, μήτ’ἐπὶ πλεῖστον ἑψημένον, ὡς ἐν ταῖς διχρώμοιςτε καὶ κιρραῖς ὀνομαζομέναις. ἀλλ’ἐγγὺς ἤδη τοῦ μέλλειν ἀναιρεῖσθαι τὴν κακκάβην ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι τὸν ἰὸν, εἶθ’ὅταν μεταβάλλῃ καὶ γίγνηται μηλίνη, βαστάζειν ἀπὸ τοῦ πυρὸς, ἐὰν ἀμόλυντον ἤδη τὸ φάρμακον εἴη. εἰ δὲ μὴ, βραχὺ προσεπιμετρήσαντες ἐπὶ μαλακωτάτου πυρὸς, οὕτως αἴρειν. ἐν γὰρ τῷ λαβροτάτῳ, μεταβάλλει ῥᾳδίως ἐπὶ τὸ κιρρόν. ὑπογράψω δὲ διὰ τοῦτο καὶ δύο ἄλλας ἐμπλάστρους μηλίνας ἐνδόξους, τὴν μὲν ἑτέραν Μενοίτου λεγομένην, τὴν δ’ἑτέραν Σεραπίωνος, ὧν καὶ τὰς ἑψήσεις ἔγραψαν πολλοὶ καὶ ὑμεῖς ἕξετε παράδειγμα τῆς σκευασίας τῶν ὑπὸ τοῦ Ἀνδρομάχου γεγραμμένων.
Μενοίτου μηλίνη. Ϛ Λιθαργύρου λίτρας δʹ. ἐλαίου λίτρας γʹ. τερμινθίνης διαυγοῦς λίτρας βʹ. κηροῦ λίτραν αʹ. ἰοῦ, λιβανωτοῦ, χαλβάνης ἀνὰ οὐγγίας δʹ. ἀμμωνιακοῦ θυμιάματος γο στʹ. ἕψε λιθάργυρον καὶ ἔλαιον ἕως ἂν λίαν συστῇ, εἶτα βάλλε τὴν ῥητίνην καὶ τὸν κηρόν. καὶ ὅταν λυθῇ καλῶς ταῦτα, θὲς κάτω τὴν κακκάβην καὶ ἔα ψυγῆναι καλῶς, εἶτα βάλλε τὸν ἰὸν, καὶ κινήσας κάτω ἕψε πάλιν ἐπὶ μαλακοῦ πυρὸς, ἄχρις ἂν μηλοειδὲς γένηται, εἶτα τὴν χαλβάνην καὶ τὸν λιβανωτὸν λειώσας καὶ κατεράσας εἰς θυείαν, ἔνθα προλελείωται τὸ ἀμμωνιακὸν ἐν ὄξει, ὡς εἶναι γλοιῶδες, καὶ μαλάξας εὐθέως ἀναλάμβανε καὶ ἐπιχέας ὄξους ὀλίγον, ἔα μέχρι τῆς ἑξῆς ἡμέρας καὶ τότε πάλιν μαλάξας ἀπόθου.
μηλίνη Σεραπίωνος τραυματικὴ καὶ διαλυτικὴ, πυκτικὴ, πάγχρηστος. Ϛ Λιθαργύρου 𐅻 ρʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κηʹ. κηροῦ 𐅻 νστʹ. ἰοῦ κυπρίου 𐅻 θʹ. σμύρνης 𐅻 αʹ. κολοφωνίας 𐅻 νστʹ. χαλβάνης 𐅻 θʹ. ἐλαίου κοτύλης ἥμισυ, θέρους κο. αʹ. τέταρτον, ἕψε λιθάργυρον ἔλαιον. ὅταν μεταβαλῇ, ἀμμωνιακὸν, εἶτα κηρὸν, καὶ καθελὼν βάλλε χαλβάνην, ἰὸν καὶ τὰ λοιπὰ καὶ μαλακῶς ἕψε. τοιαύτας ἑψήσεις ἔγραψαν πολλοὶ τῶν πρὸ ἐμοῦ τῶν γεγραμμένων ἐμπλάστρων μηλίνων, ἀφ’ὧν καθ’ὁμοιότητα καὶ τὰς ἄλλας μηλίνας ἕψειν δυνήσεσθε. τὴν μὲν λιθάργυρον δεῖ πρῶτον ἐμβαλόντας, εἶτα ῥητίνας καὶ ἀμμωνιακὸν, εἶτα χαλβάνην καὶ ἰόν. εἶτα ἐὰν ἤτοι λιβανωτὸν ἢ σμύρναν ἢ ἀλόην λαμβάνῃ, ταῦτα γὰρ, ὅταν αἴρηται τὸ φάρμακον ἀπὸ τοῦ πυρὸς, ἐπεμβάλλεσθαι χρὴ μὴ φέροντα τὰς ἑψήσεις. προείρηται δ’ὅτι καὶ μαλακῶς ἕψεσθαι χρὴ, μάλιστα ὅταν ὁ ἰὸς ἐμβληθῇ. καὶ μέντοι καὶ ὅτι βάλλειν αὐτὸν χρὴ καθέντα κατὰ γῆς τὴν κακκάβην καὶ μικρὸν ἀποψύχοντα καὶ μᾶλλον ἐὰν μικρὸν ᾖ τὸ ἀγγεῖον, ἐν ᾧ ἡ ἕψησις γίνεται. ζέοντι γὰρ τῷ προεψημένῳ, κατ’αὐτὸ προσεμβληθεὶς ὁ ἰὸς, ὑπερχεῖσθαι πολλάκις ἐποίησε τοῦ ἀγγείου τὸ φάρμακον. ἐν δὲ τῇ τοῦ Μενοίτου μηλίνῃ τῇ πρώτῃ τῇ πυκτικῇ καλουμένῃ, διότι μάλιστα οἱ πύκται χρῶνται τῷ φαρμάκῳ, καὶ ὅτι δι’ὄξους τὸ ἀμμωνιακὸν ἐν τῇ θυείᾳ δύναται λειοῦσθαι, τῶν ἄλλων ἁπάντων ἐν τῇ κακκάβῃ μιχθέντων, εἶτα καταχεομένου αὐτοῦ προμεμαθήκαμεν.
μήλιναι Ἥρα ἔμπλαστροι. πρὸς χοιράδας τοῦ Ἥρα. αἱ ὑφ’Ἥρα γεγραμμέναι κατὰ λέξιν οὕτως. μηλίνη πρὸς τοὺς παλαιοὺς κόλπους, κα- κᾂν ὦσιν εἰς τὰ κενὰ συντετρημένοι. ἡ δ’αὐτὴ καὶ διαφορεῖ χοιράδας τὰς ἐπὶ τῶν παίδων ἄρτι συστάσας, ποιεῖ καὶ πρὸς τὰ ἐσπαραγμένα τῶν ἄρθρων. Ϛ λιθαργύρου χρυσίτιδος 𐅻 ρʹ. ῥητίνης πιτυΐνης ξηρᾶς 𐅻 ρʹ. κηροῦ Ποντικοῦ 𐅻 ιβʹ. καὶ τετρώβολον, ἐλαίου κοτύλης ἥμισυ, οἴνου Φαλερίνου κοτύλης ἥμισυ, ἡ λιθάργυρος μετὰ τοῦ οἴνου λεαίνεται ἕως ἂν ξηρανθῇ, εἶθ’οὕτως ἕψεται σὺν τῷ ἐλαίῳ ἕως μεταβαλῇ, καὶ τότε μίγνυται ῥητίνη καὶ ὁ κηρὸς καὶ ἕψεται ἕως ἂν μὴ μολύνῃ. ἡ Μενοιτίου χρυσίζουσα, ποιοῦσα πρὸς τοὺς ἁπαλοχρῶτας καὶ μάλιστα εὐνούχους. ἁρμόζει δὲ ἐπὶ ἀποσυρμάτων καὶ παντὸς ἕλκους παλαιοῦ καὶ προσφάτου καὶ κατακαυμάτων. ἔστι δὲ μάλαγμα, διαφορεῖ φύματα, παρωτίδας, χοιράδας, σκληρίας πάσας, ποιεῖ καὶ πρὸς ῥαγάδας καὶ κονδυλώματα, λίαν καλή. Ϛ λιθαργύρου 𐅻 ρʹ. ἐλαίου παλαιοῦ 𐅻 ρʹ. ῥητίνης πιτυΐνης ξηρᾶς 𐅻 νʹ ἢ ρʹ. κηροῦ 𐅻 νʹ. ἕψε τὴν λιθάργυρον καὶ τὸ ἔλαιον ἕως ἂν ἄρξηται συστρέφεσθαι καὶ ἀπόδος ῥητίνην λείαν, τακείσης δὲ ταύτης κηρόν. καλῶς δὲ ἔχουσαν κατέρασον εἰς θυείαν προκεχρισμένην ἐλαίῳ καὶ ἀνατρίψας ἀνελοῦ. ἔστι δὲ ἐχέκολλος καὶ ἀμόλυντος. ἡ Ὑγιεινοῦ εἰς πολλὰ εὔχρους, ποιοῦσα ἐπὶ τῶν δυσεπουλώτων καὶ ἐπὶ παρωνυχιῶν. ταύτης καλλίων ἔμπλαστρος οὐκ ἔστι. λιθαργύρου χρυσίτιδος μνᾶ αʹ. κηροῦ μνᾶ αʹ. χαμαιλέοντος μέλανος ῥίζης 𐅻 λστʹ. ἰοῦ ξυστοῦ 𐅻 ιηʹ. χρυσοκόλλης 𐅻 μʹ. ἐλαίου παλαιοῦ κοτύλαι γʹ. λιθάργυρον, ἔλαιον ἕψε μαλακῷ πυρὶ, ἕως ἄρξηται ἀναζεῖν, εἶτα ἔμπασσε τὸν ἰὸν, ἄρας ἀπὸ τοῦ πυρὸς καὶ κίνει πάλιν ἕψων, ἕως τὸ χρῶμα τὸ ἴδιον ἀπολάβῃ, εἶτα κηρόν. ὅταν δὲ καλῶς ἔχῃ, χρυσοκόλλαν καὶ χαμαιλέοντα, κατεράσας δὲ εἰς θυείαν ὄξος ἐπίρραινε. πρὸς μὲν οὖν τὰ προειρημένα ποιεῖ καὶ τῆς χρυσοκόλλης παραπεπλεγμένης. χωρὶς μέντοι ταύτης παρηγορικωτάτη ἐστὶ καὶ ἄκρως ποιοῦσα πρὸς τὰ τῶν νεύρων νύγματα καὶ ὅπου τι ἀναπλεῦσαι ἀπὸ μυῶν ἢ νεύρων δεῖ. τούτων τῶν τριῶν ἐμπλάστρων, ἃς ὁ Ἥρας ἔγραψεν, ἡ πρώτη δι’οἴνου σκευάζεταίτε καὶ λέγεται. καὶ πολλοὶ τῶν ἡμετέρων διδασκάλωντε καὶ φίλων αὐτῇ χρῶνται, χωρὶς ἰοῦ δηλονότι σκευαζομένῃ, γεγραμμένῃ δὲ καὶ ὑπὸ Ἀνδρομάχου καὶ σχεδὸν ὑπὸ πάντων τῶν συνθέντων ἐμπλάστρους ποικίλας. οἱ μὲν οὖν πολλοὶ σκευάζοντες αὐτὴν ἀμελῶς εὐκαταφρόνητον ποιοῦσι τὸ φάρμακον. ἔστι δὲ κάλλιστον, ἐὰν, ὡς γέγραπται, δι’οἴνου Φαλερίνου σκευασθῇ. μὴ παρόντος δὲ τούτου κιρρὸν οἶνον χρὴ βάλλειν παλαιὸν, λεπτὸν τῇ συστάσει, καθόλου ἐγχωρεῖ κιρρὸν τοῦτον ὑπάρχειν. ἴδιον γὰρ τῶν λευκῶν τὸ διαφανές. εἰσὶ δὲ κιρροὶ κάλλιστοι παρ’ἡμῖν ἐν Ἀσίᾳ ὅτε Τμωλίτης καλούμενος καὶ ὁ Λέσβιος καὶ ὁ ἐνδοξότατος παρὰ τοῖς παλαιοῖς Ἀριούσιος ὁ ἐν Χίῳ γεννώμενος, ᾧ πάντες ἐχρῶντο πρὸς τὰ κάλλιστα τῶν φαρμάκων καὶ μάλιστα τὰς ἀντιδότους, ὥσπερ νῦν τῷ Φαλερίνῳ. τοιοῦτον οὖν οἶνον ἐὰν βάλλωμεν εἰς τὴν λιθάργυρον ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἢ ἄλλως ἐν ἡλίῳ θερμῷ, εἶτα τρίβωμεν, ἢ καὶ χωρὶς ἡλίου πολλῷ χρόνῳ τρίψωμεν, ὡς ξηρανθῆναι τὸ ὑγρὸν, αὐτήντε καταλειφθῆναι τὴν λιθάργυρον ἢ παντελῶς ἄνικμόντε καὶ ξηρὸν ἢ ἐγγύς τι ταύτης, ἄριστον γίγνεται τὸ φάρμακον. ἐσκεύαζε δὲ αὐτὴν εἷς τῶν ἐμῶν διδασκάλων μετὰ τὸ παρασκευασθῆναι ξηρὰν, ἐν οἴνῳ Φαλερίνῳ τετριμμένην, ᾧδέ πως. τὸ μὲν ἔλαιον ἐν ἑτέρῳ, τὸν δὲ οἶνον ἐν ἑτέρῳ ἀγγείῳ θερμαίνων κατὰ βραχὺ κατέχει τῆς λιθαργύρου, ποτὲ μὲν ἐπὶ τὸν οἶνον καὶ καλῶς λειώσας καὶ ἀναμίξας ἐπέβαλε τοῦ ἐλαίου, ποτὲ δὲ ἀπὸ τοῦ ἐλαίου ἀρξάμενος ἐπὶ τὸν οἶνον μετέβαινεν. ἐναλλὰξ δὲ τοῦτο ποιῶν πολλάκις ἑκάτερον ἐξεδαπάνα καὶ οὕτως εἰς κακκάβην κατεράσας ἐκ τῆς θυείας ἐπέβαλλε τὴν πιτυΐνην ῥητίνην, ἣν ἰδίως καλοῦσι φύσημα, λελειωμένην ἀκριβῶς, εἶτα τὸν κηρὸν, καὶ ἥψει κατὰ βραχὺ μέχρις ἀμολύντου. ἐχρῆτο δ’αὐτῇ καὶ ἐπὶ κόλ πων, προχρίων αἵματι περιστερᾶς, οὐ τῶν κατοικιδίων, ἀλλὰ τῶν βοσκάδων καλουμένων ὑπό τινων εἰς τοὺς πύργους, οὓς παρ’ἡμῖν κατασκευάζουσιν ἐν τοῖς ἀγροῖς. ἔνιοι δὲ ταύτας ἀγρίας ὀνομάζουσιν. ὡσαύτως δὲ κατὰ μεγάλα τραύματα πρόσφατα διαχρίων αἵματι περιστερᾶς τοιαύτης ἐπετίθει τὸ φάρμακον θαρρῶν αὐτῷ σφόδρα. τοῦ δὲ οἴνου κοτύλην ἐνέβαλλε μίαν καὶ ἡμίσειαν, οὐχ ὡς ὁ Ἥραςτε καὶ Ἀνδρόμαχος, ἥμισυ μόνον τῆς κοτύλης · καὶ κατὰ τοῦτο βέλτιον πολὺ τὸ φάρμακον ἐγίγνετο. βουληθεὶς δὲ εὐῶδες αὐτὸ ποιῆσαι, μίξεις ὀποπάνακος ἡμιούγγιον, ὅπερ ἐστὶ 𐅻 δʹ. ἔμβαλλε δὲ χάριν τῆς εὐχροίας τὸν λευκὸν κηρὸν τὸν Ποντικόν. τὸ φάρμακον τοῦτο καὶ μέχρι συνουλώσεως ἄγει καλῶς τὰ ἕλκη.
Κρίτωνος μήλινα φάρμακα. περὶ ὧν Κρίτων ἔγραψε μηλίνων, ἃς αὐτὸς πυξίνας ὀνομάζει. πυξίνη πρὸς τὰ νεότρωτα. ἡ δ’αὐτὴ ἐπουλοῖ καὶ ἐπισπᾶται. Ϛ λιθαργύρου λίτρας δʹ. κηροῦ λίτρας δʹ. τερμινθίνης οὐγγίας ηʹ. ἰοῦ οὐγγίας ηʹ. ἐλαίου παλαιοῦ ξέστας βʹ. ὄξους ξέστου ἥμισυ, λιθάργυρον, ἔλαιον, ἰὸν, ὄξος ἕψε ὁμοῦ ἐπὶ μαλακοῦ πυρός. ὅταν δὲ μέλλῃ συστρέφεσθαι, βάλλε ῥητίνην, κηρὸν, καὶ ἑνώσας χρῶ μάλιστα ἐπὶ νεοτρώτων. ἔγραψε δὲ καὶ ἄλλην ὁ Κρίτων πρὸ ταύτης, ἣν ὀνομάζει πυξίνην, ἁπλῆν μὲν, ὅσον ἐπὶ τῷ τῶν μιγνυμένων ἀριθμῷ, τῇ δ’ἐπαγγελίᾳ μεγάλην · γράφει γοῦν ἐπ’αὐτῇ κατὰ λέξιν οὕτως. ἡ διὰ χαμαιλέοντος ποιοῦσα τὰ αὐτὰ τῇ Τυρίᾳ. ἔστι δὲ ἐπουλωτικωτάτη τῶν δυσαλθῶν καὶ τυλωδῶν καὶ χρονίων ἑλκῶν, ἰᾶται δὲ καὶ τὰς ἐν τῷ δακτυλίῳ ῥαγάδας καὶ κονδυλώματα καὶ σκληρίας. Ϛ λιθαργύρου μνᾶν αʹ. κηροῦ μνᾶς στʹ. ἰοῦ μνᾶς δʹ. χαμαιλέοντος μνᾶς ηʹ. ἐλαίου μνᾶν αʹ. ἔλαιον, λιθάργυρον ἕψε κινῶν σπάθῃ ἕως οὗ συστῇ καὶ γένηται μηλίνη. τούτου δὲ γενομένου, ἰὸν ἐπίπασον, ἔπειτα πρόσβαλε κηρὸν, τήξας δὲ ἐπιμελῶς καὶ ἄρας ἀπὸ τοῦ πυρὸς ἐπίπασον τὸν χαμαιλέοντα. ὅταν δὲ ἑνωθῇ κατέρασον εἰς θυείαν καὶ μαλάξας ἀνελοῦ. γέγραφε δὲ καὶ ἄλλας ὁ Κρίτων τινὰς ἐμπλάστρους ἐν τῷ τετάρτῳ τῶν φαρμάκων πυξίνας μὲν, ὡς αὐτὸς ὀνομάζει, μηλίνας δὲ κατὰ τοὺς ἄλλους, ἀλλὰ τινὲς μὲν αὐτῶν χωρὶς ἰοῦ συντίθενται, τινὲς δὲ λαμβάνουσι μὲν ἰὸν, ἀλλ’ἐν ἑτέρῳ γένει φαρμάκων εἰρήσονται, κατὰ τὰς τῆς δυνάμεως ὁμοιότητας, ἐν ταῖς ἐπουλωτικαῖς αἱ ἐπουλωτικαὶ, ἐν δὲ ταῖς διὰ χυλῶν αἱ διὰ χυλῶν, ἐν δὲ ταῖς μαλακτικαῖς ὅσαι μαλάττειν πεφύκασιν, ὥσπερ καὶ ἡ τοῦ Μνασαίου, πολυειδῶς ὑπ’αὐτοῦ σκευαζομένη κατὰ τὸ προκείμενον βιβλίον. νῦν οὖν ἤδη καιρὸς ἐπὶ τὰς κολλητικὰς μεταβῆναι διαφερούσας κατὰ χρόαν ἀλλήλωντε καὶ μηλίνων.
περὶ τῶν κιρρῶν ἐμπλάστρων, ἃς διχρώμους ὀνομάζουσιν. ἔνιαι μὲν ἐκ τῆς αὐτῆς ὕλης σύγκεινται ταῖς τὸν ἰὸν ἐχούσαις μηλίναις, ὡς καὶ πρόσθεν ἔφην, ἑνὶ μόνῳ διαφέρουσαι τῷ μέχρι πλείονος ἡψῆσθαι. πᾶσαι γὰρ διὰ τὸν ὠμὸν ἰὸν χλωραὶ μήλιναι μὲν γίγνονται μετρίως ἑψηθέντος αὐτοῦ, κιρραὶ δὲ πλέον. εὔδηλον οὖν ὅτι πλέον ἔλαιον ἀναγκαῖόν ἐστιν ἔχειν τὰς μηλίναςτε καὶ τὰς κιρρὰς τῶν χλωρῶν, εἰ καὶ πάντα τὰ ἄλλα ἔχοιεν τα- ταὐτά. καὶ διὰ τοῦτο ἐμβάλλειν προσήκει τῇ κακκάβῃ πρῶτον μὲν τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως ἑψηθησομένην, ἐφεξῆς δὲ τὸν ἰὸν, καὶ μετ’αὐτὸν, εἴ τι τῶν μεταλλικῶν ἐμβάλλοιτο, καθάπερ ὁ κεκαυμένος χαλκὸς καὶ ἡ λεπὶς αὐτοῦ, κα- κᾀπειδὰν παχυνθῇ, τηνικαῦτα κηρὸν καὶ ῥητίνην, εἰ καὶ ταῦτα λαμβάνοι τὸ φάρμακον, ἐπὶ τέλει δὲ λιβανωτόντε καὶ σμύρναν καὶ ἀλόην ὅσατ’ἄλλα τοιαῦτα, καθάπερ τὴν ἐνδοξοτάτην τῶν κιρρῶν, ἣν ὀνομάζουσι διὰ δικτάμνου τῶν ἱερῶν ὀνομαζομένων καὶ αὐτὴν, ὥσπερ ἡ ἴσις, ἐπειδή φασιν αὐτὰς ἐκ τῶν ἱερῶν τῶν ἐν Αἰγύπτῳ κομισθῆναι. πολύχρηστος μὲν οὖν ἐστιν αὕτη καὶ διὰ τοῦτο κατὰ τὸν ἑξῆς λόγον ἅμα τοῖς πολυχρήστοις γεγράψεται. νυνὶ δὲ περὶ τῶν ἄλλων κιρρῶν, ὅσαιτ’ἀκριβῶς ἁπλαῖ καὶ ὅσαι μεταξὺ τούτωντε καὶ τῶν πολυχρήστων εἰσὶ, τὸν λόγον ποιήσομαι. καθάπερ οὖν ἁπλαῖ χλωραὶ διὰ κηροῦτε καὶ ῥητίνης ἐλαίουτε καὶ ἰοῦ συνετίθεντο, κατὰ τὴν εἰρημένην ἐπ’αὐτῷ συμμετρίαν, οὕτως αἱ κιρραὶ προσλαβοῦσαι λιθάργυρον ἐλαίουτε πλέον ἢ αἱ χλωραὶ τὴν σύνθεσιν ἔχουσιν. ἐὰν μὲν οὖν ἐπὶ πλέον ἑψηθῆναι βουληθῇς τὴν ἔμπλαστρον, αὐξήσειςτε τὸ ἔλαιον, ἕξειςτε τὸ φάρμακον ξηραντικώτερον, καὶ διὰ τοῦτο τῶν ἐναίμων τραυμάτων κολλητικώτερον · ἐὰν δὲ συμμέτρως, ἀρκεῖ τοσοῦτον εἶναι τὸ ἐλαίου μέτρον, ὅσον σταθμὸν τῆς λιθαργύρου. λίτραν γὰρ ἐλαίου τὴν Ῥωμαϊκὴν μετρήσαντες εἰς λίτρας λιθαργύρου τὴν σταθμικὴν ἐμβαλοῦμεν. ἐὰν δὲ ἐπὶ πλέον ἑψηθῆναι βουλώμεθα τὸ φάρμακον, οὐ μόνον μίαν καὶ ἡμίσειαν ἐλαίου λίτραν ἐμβαλοῦμεν, ἀλλὰ καὶ δύο καὶ πλείους. ξηραντικώτεραι δὲ τῶν οὕτως σκευαζομένων κιρρῶν ἐμπλάστρων εἰσὶν ὅσαι μη δ’ὅλως ἔχουσι ῥητίνην καὶ κηρὸν, ἀλλὰ διὰ τῶν μεταλλικῶν καλουμένων μόνον σύγκεινται, καθάπερ ἄλλοιτέ τινες τῶν ἔμπροσθεν ἔγραψαν τοιαύτας, ᾗτε ἐγὼ χρῶμαι διὰ παντὸς ὑπ’ἐμοῦ συντεθείσῃ, κατὰ τόνδε τὸν τρόπον ἑψομένῃ. τὴν λιθάργυρον μετὰ τοῦ ἐλαίου προεψήσας ἐπεμβάλλω τὰ μεταλλικὰ λελειωμένα μετὰ ὄξους καὶ οὕτως ἕψω ἄχρις ἀμολύντου. βάλλω δὲ τοῦ μὲν ἐλαίου λίτρας δʹ. ὅσῳ δ’ἂν ᾖ παλαιότερον, τοσούτῳ ἔσται βέλτιον, καὶ μᾶλλον ἐὰν ᾖ Σαβῖνον. τῆς λιθαργύρου δὲ λίτρ. γʹ. καὶ ὄξους δριμυτάτου λίτρας βʹ. μεταλλικὰ δὲ τρία τάδε, λεπίδα χαλκοῦ μέλανος ἰοῦτε καὶ χαλκίτιδος, ἴσον ἑκάστου σταθμὸν ἀνὰ οὐγγίας βʹ. ὅπερ ἐστὶ δραχμαὶ ἑκκαίδεκα. παλαιὸν δ’ὅταν ᾖ τὸ ἔλαιον καὶ παχὺ διὰ τὴν παλαιότητα, τέτταρας καὶ ἥμισυ λίτρας ἐμβάλλῃς, ἐγὼ δὲ καὶ εʹ. ποτὲ καὶ διὰ τοῦτο ἐνέβαλον ὄντος χειμῶνος. ἴσμεν γὰρ ὅτι πλεῖον ἐν χειμῶνι βάλλεται τὸ ἔλαιον ἤπερ ἐν θέρει. προεψήσεις δὲ δηλονότι τὴν λιθάργυρον ἄχρι γλοιώδους συστάσεως. ἐὰν δὲ καὶ κίκινον ἔχῃς ἔλαιον, ἀντὶ τοῦ παλαιοῦ ἔμβαλλε αὐτό. τοῦτο τὸ φάρμακον ἔναιμα τραύματα κολλᾷ ῥᾳδίως καὶ μᾶλλον ἐπὶ τῶν σκληρῶν σωμάτων ἤπερ ἁπαλῶντε καὶ γυναικωδῶν καὶ παιδίων, ὁποῖα καὶ τὰ τῶν εὐνούχων ἐστὶν, ἀνιέμενόντε δι’ἐλαίου κικίνου ἢ παλαιοῦ, καὶ ἔμμοτον ἐπιτιθέμενον θαυμαστὸν ὅπως πέττει τὰ δυσιατότατα τῶν ἑλκῶν, ὅσα μη δ’ὅλως πῦον. ἐργάζεται. κολλᾷ δὲ καὶ κόλπους καὶ σύριγγας προστέλλει καὶ ξηραίνει καὶ κλείει τελέως. καὶ ὅταν γε ταῦτα καλῶς ἐργάζεσθαι βουληθῇς αὐτὸ, δι’ὄξους δριμυτάτου τὰ μεταλλικὰ τρῖψον ἡμέραις πλείοσι καὶ μᾶλλον ἐν ἡλίῳ. καὶ τὴν λιθάργυρον δ’ὡσαύτως τρίψας καὶ ξηράνας, εἶτα μίξας τῷ ἐλαίῳ καθ’ὃν εἴρηται τρόπον ἕψε. πρὸς μέντοι τὰ δυσεπούλωτα τῶν ἑλκῶν οὐκ ἀναγκαῖον οὕτως κατειργάσθαι τὰ μεταλλικὰ καὶ τὴν λιθάργυρον ἐν τῇ τρίψει. καὶ γὰρ καὶ χωρὶς τούτων ἐπουλωτικώτερον γίνεται. προσέμβαλλε δ’αὐτῷ τηνικαῦτα καὶ διφρυγοῦς οὐγγίαν καὶ χρυσοκόλλης οὐγγίαν. βάλλεται δὲ οὐχ ἅμα τῇ λεπίδι καὶ τῷ ἰῷ ταῦτα, καθάπερ οὐ δ’ὅταν ἑφθὸν ἤδη τελέως ᾖ τὸ φάρμακον, ἀλλ’ἐν τῷ μεταξὺ καιρῷ. τοσαύτης γὰρ ἑψήσεως δεῖται τὰ τοιαῦτα τῶν φαρμάκων, ὡς ἀκριβῶς ἑνωθῆναι τοῖς προϋπάρχουσιν, ὃ διὰ συμμέτρου γίγνεται χρόνου μήτε λίαν πολὺ πρὸ τῆς ἄρσεως τῆς κακκάβης μήτ’ἐγγὺς αὐτῆς. καὶ μόνη μὲν οὖν ἡ ἔμπλαστρος αὕτη σύριγγάςτε καὶ κόλπους καὶ τὰ μεγάλα τραύματα κολλᾶν ἐστιν ἱκανή. συνεργεῖ δ’αὐτῇ καὶ σπόγγος καινὸς μὴ σκληρὸς, οἴνῳ παλαιῷ βεβρεγμένος. ἡ δ’ἐπίδεσις ἐπὶ τῶν κόλπων, ἀπὸ τοῦ πυθμένος γιγνέσθω πρὸς τὸ στόμιον ἀφικνουμένου τοῦ ἐπιδέσμου, καθότι δηλωθήσεται σαφέστερον ἐν τῷ περὶ συρίγγων λόγῳ.
περὶ τῶν ἐπουλωτικῶν. εἴτ’ἐπουλωτικὰς εἴτε συνουλωτικὰς ἐθέλεις ὀνομάζειν τὰς οὐλὴν ποιούσας ἐμπλάστρους, ὡσαύτως δὲ καὶ τα- τἄλλα φάρμακα τάτ’ἐπίπαστα καὶ τὰ διὰ μοτῶν χρήσεως προσφερόμενα, διήνεγκεν ὡς οὐδὲν πρὸς τὰς ἰάσεις αὐτῶν, εἰ μεμνημένος εἴης τῆς δυνάμεως, ὁποίας εἶναι προσήκει τῶν τοιούτων φαρμάκων, εἰρημένης ἅμα ταῖς ἄλλαις ἁπάσαις ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. ὅσῳ γὰρ αἱ κολλητικαὶ τῶν σαρκωτικῶν ἐδείχθησαν εἶναι ξηραντικώτεραι, τοσούτῳ τῶν κολλητικῶν αἱ ἐπουλωτικαί. πρόκειται γὰρ ἡμῖν ἐν αὐταῖς τὴν γεννηθεῖσαν ἐν τοῖς κοίλοις ἕλκεσι σάρκα δέρμα ποιῆσαι. διὸ καὶ στύφειν χρὴ τὸ τοιοῦτον γένος τῶν φαρμάκων, εἴτ’ἐπίχριστον εἴτ’ἐπίσπαστον εἴη. προκείμενον δ’ἡμῖν ἐνταῦθα τῶν ἐμπλάστρων ἐκείνων μόνον μνημονεῦσαι. καὶ γὰρ τὰ διὰ τῶν μοτῶν ἐπιτιθέμενα φάρμακα τούτων τηκομένων ἐν ῥοδίνῳ ἢ μυρσίνῳ γίγνεται. καὶ μᾶλλόν γε τὸ μύρσινον τοῦ ῥοδίνου χρησιμώτερον, ὅσῳ καὶ στυπτικώτερόν ἐστιν. εἰ δὲ μηδέτερον ἔχοις τούτων, διὰ κυπρίνου καὶ σχινίνου καὶ μηλίνου τηκτέον · εἰ δὲ μὴ τούτων ἔχοις τι, δι’ὠμοτριβοῦς ἐλαίου ἢ τοῦ ἀπὸ τῆς Ἰβηρίας, ὃ καλοῦσιν Σπανόν. ὅταν δὲ μη δὲ τοῦτ’ἔχῃς, θαλλοὺς ἐλαιῶν ἁπαλοὺς θλάσας, ἐμβαλεῖς ἑτέρῳ τινὶ τῶν ἐπιτυχόντων ἐλαίων. εἰ δὲ καὶ τούτων ἀπορεῖς, ἄμεινον ἐλαίῳ παλαιῷ τήκειν. τὸ γοῦν ξηραντικώτερον γενέσθαι τὸ φάρμακον ἐκ τούτου ἔχοις. οἱ μὲν οὖν πολλοὶ τῶν ἰατρῶν ἀφίστανται τῶν ἐκ παλαιοῦ χρόνου πεῖραν ἱκανὴν δεδωκότων φαρμάκων ἅπασι τοῖς ἀρίστοις ἰατροῖς καὶ διὰ τοῦτο ἐνδόξων γεγονότων, ὅπως δοκῶσιν αὐτοὶ βέλτιόν τι παρὰ τοὺς ἔμπροσθεν ἔχειν. εἰδέναι δὲ χρὴ τῶν ἐνδόξων φαρμάκων ἃ παρὰ πᾶσιν ἐπῄνηται, τότε διὰ καδμείας καὶ τὸ διὰ τοῦ λαδάνου φάρμακον ἄριστον εἰς ἐπούλωσιν. οὐ παρὰ πᾶσι δὲ τοῖς ἰατροῖς ἡ τῶν μιγνυμένων ἁπλῶν φαρμάκων ὡμολόγηται συμμετρία. διὰ τοῦτ’οὖν ἔδοξέ μοι γράψαι τὰς ἑκάστῳ τῶν γραψάντων αὐτὰς ἀρεσκούσας, ἀπὸ τῶν ὑπ’Ἀσκληπιάδου γεγραμμένων, ἀρξαμένῳ κατὰ τὸ τρίτον τῶν ἐκτὸς, ἃ Μαρκέλλας ἐπιγράφει.
περὶ τῶν ἐπουλωτικῶν ἐμπλάστρων Ἀσκληπιάδης οὕτως γράφει. τῶν δὲ κατὰ μέρος ἑλκῶν χωρὶς ἑτέρας διαθέσεως ἤδη πρὸς οὐλὴν ῥεπόντων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. ἡ διὰ καδμείας ἐπουλωτική. ταύτῃ ἐχρήσατο ὁ Καθηγητὴς Λεύκιος. Ϛ καδμείας κεκαυμένης καὶ οἴνῳ κατεσκευασμένης, χαλκίτεως ὀπτῆς ἀνὰ 𐅻 ιστʹ. κηροῦ 𐅻 πʹ. κολοφωνιακῆς πίσσης οὐγγίας ηʹ. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες, τρῖβε χαλκῖτιν καὶ τὴν καδμείαν μετ’οἴνου, ὥστε ὑγρᾶς κηρωτῆς ἔχειν τὸ πάχος. τὸν δὲ κηρὸν κατακλάσας καὶ τὴν ῥητίνην καὶ βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ τούτοις ἐπιβαλὼν μυρσίνου λίτραν αʹ. τίθει ἐπ’ἀνθράκων κινῶν συνεχῶς. καὶ ὅταν δὲ λυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς ἔα ψυγῆναι καὶ ἀναξύσας, ἐπίβαλλε τοῖς λεανθεῖσι καὶ μίξας ἀνελόμενος χρῶ, διαλύων μυρσίνῳ ἐλαίῳ. ἡ κρᾶσις ἔστω κατάλληλος τῇ διαθέσει. ἄλλη διὰ καδμείας. Ϛ καδμείας ὀπτῆς, χαλκίτεως ὀπτῆς, διφρυγοῦς ἀνὰ 𐅻 ιστʹ. κηροῦ, ῥητίνης φρυκτῆς, ἐλαίου μυρσίνου ἀνὰ ἡμίλιτρον, οἴνου Ἰταλικοῦ ὅσον ἐξαρκεῖ, σκεύαζε καθὰ προείρηται καὶ χρῶ ποτὲ μὲν ἀνιεμένῳ, ποτὲ δὲ ἀκράτῳ τῷ φαρμάκῳ. ἄλλη. Ϛ λιθαργύρου, ψιμυθίου, καδμείας, διφρυγοῦς, ῥητίνης ἀνὰ 𐅻 ηʹ. χαλκίτεως 𐅻 βʹ. κηροῦ 𐅻 ηʹ. μυρσίνου τὸ αὔταρκες, οἴνου Ἀμιναίου ὅσον ἐξαρκεῖ. ἄλλη Εὐφράνορος. Ϛ διφρυγοῦς, μίσυος ὀπτοῦ ἀνὰ 𐅻 ηʹ. χαλκίτεως ὀπτῆς, μολυβδαίνης ἀνὰ 𐅻 βʹ. καδμείας 𐅻 αʹ. κηροῦ 𐅻 στʹ. κολοφωνίας οὐγγίας γʹ. μυρσίνου λίτρας στʹ. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. ἄλλη ἡ διὰ τοῦ λαδάνου, φάρμακον ἐπιτετευγμένον, οὐ μόνον ἐπουλοῦσα, ἀλλὰ καὶ τύλους ἐκκόπτουσα καὶ τὰς λειπουργίας κατορθοῦσα. Ϛ χαλκίτεως, λιθαργύρου, λαδάνου ἀνὰ 𐅻 κδʹ. ἀσφάλτου 𐅻 ηʹ. κηροῦ 𐅻 οβʹ. μυρσίνου κοτύλην μίαν. οἱ δὲ 𐅻 ιηʹ. οἴνου κοτύλην μίαν σκεύαζε κατὰ τρόπον. ἐν δὲ τῇ χρήσει χρῶ καὶ σπληνίῳ καὶ ἀνιεμένῃ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρʹ. πίσσης 𐅻 νʹ. λαδάνου 𐅻 κεʹ. ἰοῦ ξυστοῦ, χαλκοῦ κεκαυμένου ἀνὰ 𐅻 ηʹ. ἐλαίου μυρσίνου λίτρας βʹ, λεπίδος χαλκοῦ 𐅻 δʹ. σκεύαζε καὶ χρῶ. ἄλλη ἡ πυρίκαυτος λεγομένη, ἐκ τῶν Ἀτταλικῶν δυνάμεων φάρμακον ἐπιτετευγμένον. Ϛ ἐλαίου κοτύλην αʹ. στυπτηρίας σχιστῆς, μάννης, λιβανωτοῦ, λιθαργύρου, χαλβάνης ἀνὰ 𐅻 αʹ. κηροῦ 𐅻 κδʹ. ἀγχούσης 𐅻 ηʹ. μυελοῦ ἐλαφείου, στέατος ὑείου, ἰοῦ, ψιμυθίου ἀνὰ 𐅻 βʹ. ὠῶν τριῶν τὸ χλωρὸν, τὰ τηκτὰ κατὰ τῶν ξηρῶν, καὶ χρῶ ποτὲ μὲν ἀνιεμένῳ τῷ φαρμάκῳ, ποτὲ δὲ ἀκράτῳ. ἄλλη, φάρμακον ἐπιτετευγμένον, ποιεῖ πρὸς τὰ παλαιὰ καὶ δυσαλθῆ. ψιμυθίου, λιθαργύρου, στυπτηρίας σχιστῆς, μάννης, χαλβάνης, λιβάνου, μυελοῦ ἐλαφείου καὶ μοσχείου ἀνὰ 𐅻 δʹ. κηροῦ, ἀγχούσης, ὠῶν λεκίθων ἀνὰ 𐅻 ηʹ. ἐλαίου κοτύλας δʹ. κόπτε τοὺς μυελοὺς ἐπιμελῶς καὶ τῆκε μετὰ τῶν τηκτῶν, κινῶν ἀγχούσῃ, ὥστε χρωσθῆναι, εἶτα ἄρας ἀπὸ τοῦ πυρὸς καὶ διϋλίσας εἰς ἕτερον ἀγγεῖον ἔα ψυγῆναι καὶ ἀναξύσας ἐπίβαλλε τοῖς ξηροῖς καὶ ἀνελόμενος χρῶ. λευκὴ μάγνη λεγομένη, φάρμακον ἐπιτετευγμένον. ποιεῖ δὲ καὶ πρὸς τὰ χρόνια τραύματα καὶ μόγις ἐπουλούμενα, ποιεῖ καὶ πρὸς ψωρώδεις διαθέσεις. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ, ἀνιεμένη ῥοδίνῳ ἢ μυρσίνῳ. Ϛ λιθαργύρου 𐅻 ρʹ. κηροῦ 𐅻 νʹ. ψιμυθίου 𐅻 ρʹ. τερμινθίνης 𐅻 κεʹ. λιβανωτοῦ 𐅻 κεʹ. στυπτηρίας σχιστῆς 𐅻 ιβʹ. ἐλαίου κοτύλας βʹ. συντίθει κατὰ τρόπον καὶ χρῶ, ὁτὲ μὲν ἐμπλάστρῳ, ὁτὲ δὲ ἀνιεμένῳ τῷ φαρμάκῳ. ἄλλη Παμφίλειος λεγομένη, πρὸς τὰς προειρημένας διαθέσεις καὶ κόλπους παρακολλᾷ καὶ σύριγγας ἐκτυλοῖ. ποιεῖ πρὸς τὰ ῥευματικὰ τῶν ἑλκῶν καὶ πρὸς τὰ χρόνια καὶ δυσεπούλωτα, ψώραςτε θεραπεύει καὶ ὑπώπια βαστάζει. ποιεῖ καὶ κεφαλαλγικοῖς καὶ πρὸς τὰς τῶν ὀφθαλμῶν ἐπιφορὰς ἐπιτιθεμένη κατὰ τοῦ μετώπου. ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθὴ ἀνιεμένη ῥοδίνῳ ἢ μυρσίνῳ. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ λιθαργύρου 𐅻 ρʹ. κηροῦ 𐅻 νʹ. τερμινθίνης 𐅻 κεʹ. λιβάνου 𐅻 κεʹ. ψιμυθίου 𐅻 ρʹ. στυπτηρίας σχιστῆς 𐅻 ιστʹ. πεπέρεως λευκοῦ 𐅻 γʹ. ἐλαίου παλαιοῦ κοτύλας βʹ. συντήκει κατὰ τρόπον ποτὲ μὲν ἀνιεμένῳ τῷ φαρμάκῳ, ποτὲ δὲ ἐμπλάσσων χρώμενος. ἐπὶ μὲν γὰρ τῶν κατὰ τὴν κεφαλὴν ἀχώρων ἢ τῶν περὶ τὴν ὄψιν τραχυτήτων ἢ τῶν λεγομένων ἐπινυκτίδων ἢ τῶν περὶ τὴν ἕδραν διαθέσεων ἀνιεμένῳ τῷ φαρμάκῳ μυρσίνῳ ἢ σχινίνῳ ἐπιχριόμενον. ἄλλη Τελαμῶνος, φάρμακον ἐπιτετευγμένον, ποιεῖ καὶ πρὸς ἄνθρακας, ἀναξηραίνει κόλπους ἐνιεμένη καὶ ἐγχυματιζομένη, ἔστι δὲ καὶ ἐπουλωτικὴ ἀγαθή. Ϛ πιτυΐνης, κηροῦ, ἀσβέστου, λιθαργύρου ἀνὰ 𐅻 νʹ. ψιμυθίου 𐅻 κε. ἐλαίου κοτύλης ἥμισυ, ἕψε λιθάργυρον, ἔλαιον ἕως συστῇ, εἶτα κηρὸν, εἶτα ῥητίνη. τὴν δὲ ἄσβεστον καὶ τὸ ψιμύθιον λείωσον καὶ τούτοις ἐπίβαλλε τὰ τηκτά. ἐν δὲ τῇ χρήσει ἔλαιον ἐπὶ θερμοσποδίᾳ θεὶς ἐπίβαλλε καταθλάσας τοῦ φαρμάκου. καὶ ὅταν θερμανθῇ, εἰς θυείαν βαλὼν ἀνάκοπτε φιλοπόνως ἕως γλοιῶδες γένηται, καὶ ἀποθέμενος χρῶ, ὡς μεγίστῳ φαρμάκῳ, ὁτὲ μὲν ἐπιχρίων πτεροῖς, ὁτὲ δὲ ἐγχυματίζων. ἐπὶ δὲ τῶν λεγομένων ἀνθράκων εἰς ὀθόνιον ἐμπλάσσων ἐπιτίθει. ἄλλη Μοσχίωνος γνώριμος πρὸς ὅσα βούλει ἐκτυλῶσαι καὶ ἐπουλῶσαι, ἔστι δὲ καὶ ἑδρικὴ ἀγαθή. Ϛ λιθαργύρου, ψιμυθίου, ἀσβέστου ἀνὰ 𐅻 ηʹ. μυελοῦ ἐλαφείου, κηροῦ ἀνὰ 𐅻 ιστʹ. ἐλαίου μυρσίνου τὸ αὔταρκες. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καὶ μαλάξας ἐπιμελῶς ποίει τροχίσκους. ἐπὶ δὲ τῆς χρήσεως ὕδατι ἢ γάλακτι προανίεται, ὅσον βούλεσθε, ὅσον γλοιοῦ ἔχειν τὸ πάχος, εἶτα ἐπιβάλλεται ῥοδίνου τὸ αὔταρκες ἢ μυρσίνου καὶ ἀνακόψαντες ἐπιμελῶς καὶ ἀνελόμενοι εἰς μολυβδίνην πυξίδα χρῆσθε καθάπερ προείρηται.
ἐπουλωτικαὶ Ἀνδρομάχου. Ϛ Καδμείας λίτραν αʹ. χαλκίτεως κεκαυμένης λίτραν μίαν, κηροῦ λίτραν αʹ · ῥητίνης ξηρᾶς λίτρας γʹ. μυρσίνου λίτρας γʹ. οἴνου εἰς τὰ ξηρά. ἄλλη ἡ διὰ λαδάνου. Ϛ λεθαργύρου 𐅻 μʹ. λαδάνου 𐅻 λβʹ. χαλκάνθης 𐅻 ηʹ. σχιστῆς 𐅻 ιβʹ. κηροῦ 𐅻 ρʹ. λεπίδος 𐅻 ηʹ. ἀσφάλτου 𐅻 λβʹ. μυρσίνου κοτύλης μιᾶς τέταρτον, οἶνος Φαλερῖνος εἰς τὰ ξηρά. ἄλλως, ὡς Ἀλκιμίων, ἣν ἐσκεύασα. Ϛ λαδάνου 𐅻 ηʹ. ὑσσώπου 𐅻 δʹ. προπόλεως 𐅻 ηʹ. ἀσφάλτου 𐅻 ηʹ. λιθαργύρου 𐅻 δʹ. λεπίδος χαλκοῦ 𐅻 δʹ. μίσυος ὠμοῦ 𐅻 δʹ. κηροῦ 𐅻 κδʹ. μυρσίνης μνᾶς ηʹ. ἡ διὰ κριθῶν. Ϛ ψιμυθίου 𐅻 νʹ. λιθαργύρου 𐅻 νʹ. κριθῶν κεκαυμένων ἀτρίπτων ξέστην αʹ. κηροῦ 𐅻 νʹ. ἐλαίου ξέστην αʹ. ἐσχάτην. τὴν κριθήν. ἄλλη ἐπουλωτική. Ϛ καδμείας οὐγγίας βʹ. χαλκίτεως, κηροῦ, τερμινθίνης ἀνὰ οὐγγίας δʹ. ὑσσώπου οὐγγίαν αʹ. μυρσίνης οὐγγίας δʹ. χαλκάνθης οὐγγίας δʹ. οἴνου εἰς τὰ ξηρά. ἄλλη ἐπουλωτική. Ϛ ῥητίνης ξηρᾶς 𐅻 ιηʹ. διφρυγοῦς 𐅻 δʹ. λιθαργύρου 𐅻 ιστʹ. κηροῦ 𐅻 ιʹ. ἐλαίου κοτύλας δʹ. ταύταις ἐφεξῆς ἄλλας ὁ Ἀνδρόμαχος ἔγραψεν ἐμπλάστρους ἓξ τῶν δυσεπουλώτων θεραπευτικὰς, ἅστινας οὐκ ἔδοξέ μοι νῦν προσγράφειν. εἰρήσονται γὰρ ἅμα ταῖς τὰ δυσίατα τῶν ἑλκῶν θεραπευούσαις ἐν τῇ δʹ. τῶνδε τῶν ὑπομνημάτων. γεγραφότος δὲ τοῦ Ἀνδρομάχου κατὰ τὸν αὐτὸν τόπον τοῦ βιβλίου, πρὸ τῶν ἄρτι γεγραμμένων ἐπουλωτικῶν καὶ ἑτέρας τινὰς ἄνευ τοῦ προγράψας αὐτῶν ὅτι ἐπουλωτικαί εἰσιν ἀπεριστάτων ἑλκῶν καὶ μάλιστα ἐπὶ παίδων καὶ γυναικῶν καὶ εὐνούχων καὶ ἁπλῶς τῶν ἁπαλὴν ἐχόντων τὴν σάρκα, ἔδοξέ μοι καὶ ταύτας ἐνταῦθα προσγράψαι τὴν ἐπιγραφὴν ἐχούσας παρὰ τῷ Ἀνδρομάχω τὴν ἀπὸ τῆς χρόας. ἔγραψε γὰρ περὶ αὐτῶν οὕτω κατὰ λέξιν. λευκαὶ ἐπουλωτικαὶ Ἀνδρομάχου. λευκὴ ᾗ χρῶμαι. Ϛ λιθαργύρου μνᾶν αʹ. ψιμυθίου μνᾶν αʹ. κηροῦ δʹ. ῥητίνης δʹ. ἐλαίου κοτύλας γʹ. ὕδατος κοτύλην αʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρξʹ. ψιμυθίου 𐅻 σʹ. κηροῦ 𐅻 νʹ. τερμινθίνης 𐅻 κδʹ. ἐλαίου παλαιοῦ κατύλης ἥμισυ, ὕδατος κυάθους στʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 ρʹ. ψιμυθίου, κηροῦ ἀνὰ 𐅻 νʹ. τερμινθίνης 𐅻 κεʹ. στυπτηρίας σχιστῆς 𐅻 στʹ. πεπέρεως λευκοῦ 𐅻 γʹ. ὄρχεως βοτάνης 𐅻 ηʹ. στρουθίου 𐅻 βʹ. μάννης 𐅻 κεʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 οʹ. ψιμυθίου 𐅻 ρʹ. κηροῦ 𐅻 νʹ. ἐλαίου παλαιοῦ κυάθους βʹ. ἄλλως 𐅻 βʹ. ὕδατος κοτύλας βʹ. ἄλλη. Ϛ λιθαργύρου 𐅻 κεʹ. κηροῦ 𐅻 νζʹ. στέατος ὑείου 𐅻 λζʹ. σμύρνης 𐅻 βʹ. ὠῶν ἑφθῶν λεκίθους δʹ. τινὲς ὠμῶν. ἡ ἀρετή. Ϛ γλοιοῦ καθαροῦ κοτύλας ιβʹ. λιθαργύρου μνᾶς γʹ. λεπίδος 𐅻 στʹ. οἱ δὲ 𐅻 ιστʹ. ῥητίνης Κολοφωνίας μνᾶς στʹ. οἱ δὲ 𐅻 νʹ. κηροῦ μνᾶν αʹ. οἱ δὲ μνᾶς μεʹ. θαλάσσης κοτύλας γʹ. Ἀνδρομάχου πανάκεια. Ϛ Λιθαργύρου 𐅻 ρνʹ. κηροῦ 𐅻 μʹ. τερμινθίνης 𐅻 νγʹ. θαλάσσης παλαιᾶς ἢ μᾶλλον οἴνου παλαιοῦ κοτύλας βʹ. γλοιοῦ κοτύλας στʹ. λεπίδος 𐅻 ιστʹ. κίκεως κοτύλας βʹ. ψιμυθίου 𐅻 πʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κδʹ. στέατος μοσχείου 𐅻 πʹ. ἀσβέστου 𐅻 κδʹ. ἀριστολοχίας 𐅻 κεʹ. ἕψε ὡς οἶδας. λευκὴ ἡ Τελεφάνους. Ϛ Λιθαργύρου 𐅻 πʹ. ψιμυθίου 𐅻 ρκʹ. σμύρνης 𐅻 γʹ. ὀβολοὺς βʹ. σαγαπηνοῦ 𐅻 εʹ. λιβάνου 𐅻 στʹ. τετρώβολον, ἐλαίου κοτύλας βʹ. ἥμισυ, ἕψε ὀμοῦ πάντα. ἄλλη. Ϛ κηροῦ λευκοῦ λίτραν αʹ. σμύρνης οὐγγίαν αʹ. λιβάνου οὐγγίαν αʹ. μυελοῦ ἐλαφείου οὐγγίας βʹ. στέατος ὑαίνης οὐγγίας βʹ. πιτυΐας ἐλαφείας οὐγγίας βʹ. ἢ ἐριφείας, νίτρου οὐγγίας βʹ. χαλβάνου οὐγγίαν αʹ. ἀμμωνιακοῦ θυμιάματος οὐγγίας δʹ. λιθαργύρου λίτραν αʹ Ϛ”. ψιμυθίου 𐅻 στʹ. ἐλαίου παλαιοῦ κοτύλην αʹ Ϛ “. θαλάσσης κοτύλης ἥμισυ, καυνιακὴ καλεῖται. ἄλλη. Ϛ λιθαργύρου 𐅻 σʹ. κηροῦ 𐅻 νβʹ. ἐλαίου κοτύλας γʹ. ψιμυθίου 𐅻 πʹ. τερμιθίνης 𐅻 λβʹ. κηρύκων κεκαυμένων 𐅻 ιʹ. λιβάνου 𐅻 ιθʹ. ὕδατος ξέστην αʹ. ἄλλη. Ϛ στέατος ὑείου προσφάτου 𐅻 πηʹ. κηροῦ λευκοῦ 𐅻μηʹ. ψιμυθίου 𐅻 ιβʹ. λιθαργύρου 𐅻 ιβʹ. ἄλλη πρὸς ἕρπητας, ἄνθρακας, κονδυλώματα, ῥαγάδας, ἀφλέγμαντος ἄγαν, ὡς Ἥρας ὁ Καππάδοξ. ἐπὶ ταύτης μὲν οὗν ὀρθῶς ἐποίησεν οὐχ ἁπλῶς κηροῦ γράψας, ἀλλὰ μετὰ τοῦ προσθεῖναι τοῦ λευκοῦ. γένοιτο γὰρ ἂν οὕτως, ὡς βούλεται, λευκὴ τῇ χρόᾳ. μετὰ ταῦτα δὲ γράφων ἄλλην οὐ προσέθηκεν οὔτε τοῦ κηροῦ τὸ λευκὸν οὔτε τοῦ οἴνου τὸ λευκὸν, ἀλλ’ἡμᾶς δεῖ προσθεῖναι, εἴπερ βουλόμεθα λευκὴν τὴν ἔμπλαστρον ποιῆσαι. γέγραπται δὲ ἡ σύνθεσις αὐτῆς ὑπ’αὐτοῦ τοῦ Ἀνδρομάχου κατὰ λέξιν οὕτως. λευκὴ δι’οἴνου, Πουπλίου. Ϛ Καδμείας λίτραν αʹ. οὐγγίας θʹ. λιθαργύρου λίτρας βʹ. ψιμυθίου λίτρας βʹ. οἴνου Ἑλληνικοῦ ξέστας βʹ. ῥοδίνου λίτρας εʹ. κηροῦ λίτρας γʹ. ὠὰ ὠμὰ ἀριθμῷ ιβʹ. λιβάνου οὐγγίας γʹ ἕψε λευκῶν ἐμπλάστρων τὰς ἑψήσεις ἐν τῷ αʹ. λόγῳ διῆλθον, ἅμα καὶ τήν μέθοδον ἐπιδεικνὺς οὐ μόνον τῆς ἑψήσεως, ἀλλὰ καὶ τῆς συνθέσεως αὐτῶν. καὶ οὐδέν γε ἴσως ἔτι ἔλιπε προσθεῖναι τῇ διδασκαλίᾳ τῶν τοιούτων ἐμπλάστρων. ἀλλ’ἐπεὶ τοῦτο. τὸ βιβλίον οὐ μόνον περὶ τῶν σαρκωτικῶν ἐμπλάστρων, αἳ δὴ ὡς ἐπίπαν εἰσὶ χλωραὶ, τὸν λόγον ἐδίδαξεν, ἀλλὰ καὶ τῶν κολλητικῶν ἐπουλωτικῶντε πασῶν, ὅσαι γε τὰ χωρὶς κακοηθείας ἐπουλοῦσιν ἕλκη, διῆλθον δὲ καὶ περὶ τῶν μηλίνων καὶ τῶν κιρρῶν, καὶ διὰ τοῦτο ἔδοξέ μοι καὶ τὰς λευκὰς ἐμπλάστρους, ὅσων ἐν ἐκείνῳ τῷ βιβλίῳ λόγον οὐδένα πεποίημαι, προσεπιγράψαι κατὰ τοῦτο. ὅπως δὲ μηδὲν λείποιτο τῷ προκειμένῳ βιβλίῳ, καὶ τὰς κεφαλικάςτε καὶ καταγματικὰς ὀνομαζομένας ὑπ’αὐτῶν ἐμπλάστρους προσγράψω, κολλητικάςτε οὔσας τῶν μεγάλων τραυμάτων καὶ κόλπων, ὅταν δὲ ἀνεθῶσιν, ὡς ἐμμότους γενέσθαι καὶ σαρκωτικαί.
περὶ τῶν καταγματικῶν καὶ κεφαλικῶν ἐμπλάστρων. οἱ πλεῖστα καὶ κάλλιστα φάρμακα γράψαντες, οὕς ἔμπροσθεν ὀνομαστὶ διῆλθον, ἐκάλεσάν τι γένος ἐμπλάστρων κεφαλικάςτε καὶ καταγματικὰς ἀπὸ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων μάλιστα τὴν προσηγορίαν αὐταῖς θέμενοι. ῥυπτικῆς δ’εἰσὶ καὶ διαφορητικῆς καὶ ξηραντικῆς αἱ τοιαῦται δυνάμεως. ἔμιξαν δ’αὐταῖς οἱ πλεῖστοι τῶν στυφόντων φαρμάκων ὀλίγον, ἕνεκα δυοῖν χρειῶν, ὡς εἴρηται, τοῦτ’ἀποκρούεσθαι τὸ ἐπιρρέον τοῖς πεπονθόσι μέρεσι καὶ τοῦ ποδηγεῖν ἄχρι βάθους τὴν τῶν ῥυπτικῶν δύναμιν. ἐλέχθη δὲ ἡμῖν ἔμπροσθεν, ὡς εἰ μὴ κατεργασθείη τῇ τρίψει τὰ στύφοντα, μέχρι τοῦ χνοώδη γενέσθαι βλάβην μᾶλλον ἢ ὠφέλειαν παρέξει αὐτὰ, τοῖς τὴν ἑλκτικὴν δύναμιν ἔχουσιν. ἀρίστην δ’αὐτῶν ἔφην γίγνεσθαι κατεργασίαν ἐν ὄξει δριμεῖ λειωθέντων. ἄρξομαι τοίνυν ἤδη τῆς τῶν τοιούτων φαρμάκων γραφῆς ἀπὸ τῶν ὑπ’Ἀσκληπιάδου γεγραμμένων.
περὶ τῶν ὑπ’Ἀσκληπιάδου καταγματικῶν ἐμπλάστρων. πρώτην ἔγραψεν ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων κατὰ λέξιν οὕτως. μέλαινα ἀρίστη καταγματική. τούτῳ τῷ φαρμάκῳ ἐχρησάμην ἐπὶ καταγμάτων πολλῶν ὀστέων ἐμπλεόντων καὶ πάντων παραινούντων τὰ ἐμπλέοντα βαστάζειν, ὅμοιόν τι παραδόξῳ εἰργάσατο ἡ ἀρίστη. τὰ γὰρ ἐμπλέοντα καὶ κεχωρισμένα τῶν ἄλλων ὀστέων οὕτως διακατέσχεν, ὥστε συμπωρῶσαι τοῖς ἄλλοις. ἔχει δὲ οὕτως. Ϛ λιθαργύρου, ἀσφάλτου ἀνὰ 𐅻 σʹ. πίσσης ξηρᾶς, κηροῦ ἀνὰ 𐅻 ρʹ. ῥητίνης τερμινθίνης 𐅻 νʹ. στυπτηρίας σχιστῆς, προπόλεως ἀνὰ 𐅻 λʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κδʹ. ἰοῦ 𐅻 ιʹ. ἐλαίου ξέστας δʹ. σκεύαζε καθὰ προείρηται. ἄλλας ὁμογενεῖς τῇ προγεγραμμένῃ κατὰ τὸ αὐτὸ βιβλίον ἔγραψεν ὁ Ἀσκληπιάδης κατὰ λέξιν οὕτως. ἄλλη Πυθίωνος καταγματική. ταύτῃ Ἕλενος ἐχρήσατο. ποιεῖ δὲ καὶ πρὸς τὰ ἐκ πληγῆς τραύματα, ἐν δὲ τῇ ἄρσει σπόγγῳ δεῖ θερμῷ βεβρεγμένῳ ἀναχαλᾷν τὸ σπληνίον, ἐχέκολλον γάρ ἐστιν ἰσχυρῶς τὸ φάρμακον. ποιεῖ δὲ καὶ πρὸς χοιράδας τὸ αὐτὸ φάρμακον καὶ σύριγγας. καὶ χρὴ κατὰ τῶν συρίγγων καὶ κόλπων ἐκκόπτειν τὸ σπληνίον, τουτέστι κατὰ τοῦ στόματος, ὥστε τόπον ἔχειν τὸ ἐκκρινόμενον ὑγρόν. χρὴ δὲ καὶ συλλούεσθαι τῷ φαρμάκῳ. τὰ δὲ τῆς σκευασίας ἔχει τὸν τρόπον τοῦτον. Ϛ ἀσφάλτου Ἰουδαϊκῆς λίτρας εʹ. οὐγγίας δʹ. πίσσης Βρυτίας ξηρᾶς τὸ ἴσον, ῥητίνης φρυκτῆς λίτρας ηʹ. κηροῦ λίτρας δʹ. λιβάνου λίτρας δʹ. λεπίδος ἐρυθρᾶς λίτραν μίαν, οὐγγίας δʹ. ἐλαίου θέρους λίτραν μίαν, χειμῶνος λίτραν αʹ. ἥμισυ, ὄξους κοτύλην αʹ. τὰ τηκτὰ τῆκε, τὸν δὲ λίβανον καὶ τὴν λεπίδα τρίψας μετ’ὄξους ἐπίβαλλε τοῖς λοιποῖς, προσέχων μὴ ἀναβράσῃ καὶ κινήσας εἰς θυείαν κατέρα, καὶ ἀνακόψας καὶ μαλάξας ἀνελόμενος χρῶ. ἐν ἄλλῳ ἀντιγράφῳ εὗρον λεπίδος ἐρυθρᾶς λίτραν αʹ. ἥμισυ. εὔδηλον δ’ὅτι δραστικώτερον γίνεται τὸ πλείονα λαβὸν τὴν λεπίδα. Μοσχίωνος καταγματικὴ, φάρμακον ἐπιτετευγμένον πρὸς τὰ νεότρωτα καὶ διακοπὰς τῶν νεύρων καὶ τὰς μετὰ περιθλάσεως διαιρέσεις, ποιεῖ καὶ πρὸς τὰ μετὰ τραύματος κατάγματα. καὶ γὰρ τοῖς τραύμασι βοηθεῖ καὶ πωροῖ τὰ ὀστέα μετὰ τῆς δεούσης ἐπιδέσεως ἐπιτιθεμένη, καὶ τοῖς ἀρχομένοις ὑδρωπικοῖς. ποιεῖ καὶ πρὸς τὰς τῶν διδύμων περιθλάσεις, σταφιδοῖ καὶ τὰς περὶ τὴν ἕδραν ἐξοχάς. ποιεῖ καὶ πρὸς ῥαγάδας βουτύρῳ ἀνιεμένη, ποιεῖ καὶ πρὸς βρογχοκήλας, διαλύει πᾶσαν σκληρίαν. ποιεῖ καὶ πρὸς παρατρίμματα καὶ λυγίσματα. ποιεῖ καὶ πρὸς τὰς ἐπὶ τῶν ποδῶν καὶ χειρῶν τυλοειδεῖς ἐπαναστάσεις, ἃς ἥλους καλοῦμεν, ὡς χωρὶς ἑλκώσεως ἀφαιρεῖν καὶ καθόλου ἐστὶ πολυχρηστότατον φάρμακον, ποιεῖ καὶ πρὸς ἀρχομένους ὕδρωπας τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. λιθαργύρου μνᾶ αʹ. ἡ δὲ μνᾶ ἐπὶ τούτου τοῦ φαρμάκου ἔχει ὁλκὰς ρξʹ. πίσσης ὑγρᾶς 𐅻 ρξʹ. στέατος μοσχείου 𐅻 ρξʹ. ῥητίνης τερμινθίνης 𐅻 πʹ. μάννης λιβάνου 𐅻 πʹ. κηροῦ 𐅻 μʹ. ἰοῦ 𐅻 ηʹ. ὀποπάνακος 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. ἐλαίου κικίνου κοτύλην αʹ. ὄξους τὸ ἴσον, ὀποῦ συκαμίνου κοτύλην αʹ. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ. τὴν λιθάργυρον λειοτάτην καὶ τὸ κίκινον ἔλαιον βαλὼν εἰς ἄγγος κεραμεοῦν καὶ χαλκοῦν, καθεὶς ἐπὶ πυρὸς ἕψε. καὶ ὅταν ἀναβράσῃ, ἐπίβαλλε τὸ στέαρ καὶ τὴν μάννην κινῶν συνεχῶς. καὶ ὅταν συστραφῇ, ἐπίβαλλε πίσσαν, κηρὸν, ῥητίνην καὶ ἑψήσας μέχρις ἀμολύντου ἐπίπασσε χαλβάνην, εἶτα ἰὸν καὶ ὀποπάνακα ὄξει διαλυθέντα. τὸν δὲ ὀπὸν τοῦ συκομόρου καὶ τὴν πίσσαν τὴν ὑγρὰν εἰς ἕτερον ἀγγεῖον ἐμβάλλοντες ἕψομεν, καὶ ὅταν συστραφῇ, ἐπιβάλλομεν τῷ πρώτῳ φαρμάκῳ, καὶ πάλιν θέντες ἐπὶ τὸ πῦρ ἕψομεν μέχρις ἀμολύντου, καὶ εἰς οἶνον κατεράσαντες ἐῶμεν ἐπὶ τρεῖς ἡμέρας, ἔπειτα μαλάσσοντες χρώμεθα εἰς ὀθόνιον ἐμπλάσσοντες. δεῖ δὲ κατὰ τὴν ἐπίθεσιν τοῦ φαρμάκου οἴνῳ δεύσαντας ταινίδιον ἐκθλίβειν καὶ τότε περιτιθέναι τῷ φαρμάκῳ. ὡς δὲ ὁ ἡμέτερος καθηγητὴς Λεύκιος ἐσκεύασεν, ἔχει οὕτως. τὸ στέαρ καὶ τὸ ἔλαιον πρότερον τήκομεν, καὶ ὅταν διαλυθῇ, καταπάσσομεν λειοτάτην μάννην καὶ τὴν λιθάργυρον. καὶ ὅταν συστραφῇ, τὰ ἑπόμενα ποιοῦμεν καὶ κατὰ τοῦτο τὸ φάρμακον καὶ κατὰ τὸ ἐφεξῆς αὐτῷ γεγραμμένον ρξʹ. δραχμάς φησιν ἔχειν τὴν μνᾶν. εὔδηλον οὖν, ὅτι τὴν Ἀλεξανδρεωτικὴν λέγει μνᾶν οὐγγίας κʹ. ἔχουσαν, ὅπως ἑκάστη τῶν οὐγγιῶν ἔχῃ 𐅻 ηʹ. οὕτω γὰρ συμβήσεται τὰς 𐅻 ρξʹ. ἔχειν τὴν μνᾶν. ἄλλη Κλαυδίου Φιλοξένου, ἀπελοῦς ἐπιγραφομένη, ἔναιμος καταγματική. ποιεῖ καὶ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου μνᾶν αʹ. ὅ ἐστι 𐅻 ρξʹ. στέατος μοσχείου 𐅻 ρξʹ. λιβάνου 𐅻 πʹ. ὀποπάνακος, ῥητίνης τερμινθίνης ἀνὰ 𐅻 πʹ. κηροῦ 𐅻 μʹ. ἰοῦ, σχιστῆς στυπτηρίας, χρυσοκόλλης, χαλβάνης ἀνὰ 𐅻 ιβʹ. ἐλαίου κικίνου κοτύλην αʹ. ὄξους ὅσον ἀρκεῖ. ἔσχατον τὸν λίβανον καὶ τὸν ἰὸν καὶ τὸν ὀποπάνακα καὶ στυπτηρίαν καὶ χρυσοκόλλαν καὶ τὰ τοιαῦτα, πρότερον ὄξει διαλύων, καὶ λεάνας ἐπιμελῶς ἐπίβαλλε. ἐν ἄλλῃ γραφῇ ἔχει οὕτως. Ϛ λιθαργύρου 𐅻 ρξʹ. πίσσης 𐅻 ρξʹ. στέατος μοσχείου 𐅻 ρξʹ. ῥητίνης τερμινθίνης 𐅻 πʹ. μάννης λιβάνου 𐅻 πʹ. κηροῦ 𐅻 μʹ. ὀποπάνακος, ἰοῦ ξυστοῦ ἀνὰ 𐅻 ιστʹ. χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ 𐅻 ιβʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. κίκεως κοτύλην αʹ. ὄξους τὸ αὐτό. συντίθει ὁμοίως ταῖς καταγματικαῖς. οἰνάνθη καταγματικὴ, φάρμακον ἐπιτετευγμένον. ποιεῖ πρὸς τὰς προειρημένας διαθέσεις. Ϛ λιθαργύρου 𐅻 ρξʹ. πίσσης οἰνηρᾶς 𐅻 ρξʹ. ταύτην λαμβάνομεν ἀπορρέουσαν ἐκ τῶν Ἰταλικῶν κεραμείων, ῥητίνης τερμινθίνης 𐅻 πʹ. λιβάνου 𐅻 πʹ. στέατος μοσχείου κατειργασμένου 𐅻 πʹ. μυελοῦ ἐλαφείου κατειργασμένου 𐅻 πʹ. κηροῦ 𐅻 μʹ. οἰνάνθης ξηρᾶς, συμφύτου ῥίζης, κενταυρίου κόμης ἀνὰ λίτραν αʹ. ἰοῦ ξυστοῦ, ὀποπάνακος ἀνὰ 𐅻 ηʹ. μήκωνος ὀποῦ, σμύρνης, ἀλόης, χαλβάνης ἀνὰ 𐅻 ηʹ. ὄξους κοτύλας γʹ. ἐλαίου κικίνου κοτύλην αʹ. σύμφυτον, οἰνάνθην, κενταύριον κόψαντες εἰς παχέα καὶ εἰς τὸ ὄξος ἐμβάλλοντες ἕψομεν εἰς τὸ τρίτον, καὶ τὸ ὑγρὸν ἐκθλίψοντες χρώμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ποιεῖ δὲ τὸ φάρμακον καὶ ποδαγρικοῖς. ἐν ἄλλαις γραφαῖς ἔχει οὕτως. Ϛ λιθαργύρου, πίσσης οἰνηρᾶς ἀνὰ 𐅻 ρξʹ. μυελοῦ ἐλαφείου, ῥητίνης τερμινθίνης, στέατος μοσχείου, λιβάνου, συμφύτου ῥίζης, ὀποῦ συκαμίνης ἀνὰ 𐅻 πʹ. οἰνάνθης ξηρᾶς, κενταυρίου ἀνὰ λίτραν μίαν, κηροῦ 𐅻 μʹ. ἰοῦ, ὀποπάνακος, στύρακος, ὀποῦ μήκωνος, μανδραγόρου χυλοῦ, σμύρνης, ἀλόης, χαλβάνης, χρυσοκόλλης, στυπτηρίας σχιστῆς ἀνὰ δραχμὰς ιβʹ. ὄξους ξέστας γʹ. ἐλαίου κικίνου λίτραν μίαν · σκεύαζε καθὰ προείρηται καὶ εἰς οἶνον Ἰταλικὸν ἐξέρα, καθάπερ ἐπὶ τῆς Μοσχίωνος καταγματικῆς πεποιήκαμεν.
περὶ τῶν ἰδίως κεφαλικῶν ὀνομαζομένων ἐμπλάστρων. ὀνομάζειν εἰώθασι κεφαλικὰς ἐμπλάστρους ἐπὶ τῶν ἐν τῇ κεφαλῇ καταγμάτων ὅσα μέχρι διπλόης ἐγένετο χρώμενοι. δύναμις δ’αὐτῶν καὶ λεπίδας ὀστῶν ἀναφέρειν καὶ ἀνάγειν θρέμματα, κατάτε τὴν κεφαλὴν καὶ τα- τἄλλα τοῦ σώματος ὀστᾶ. τινὲς δὲ καὶ κοινῷ γένει καὶ ταύτας ὀνομάζουσι καταγματικάς. εἰσὶ δὲ τῶν ἰδίως καταγματικῶν ὀνομαζομένων ἰσχυρότεραι. τὸ μὲν γὰρ ῥυπτικόντε καὶ ξηραντικὸν αἱ καταγματικαὶ καλούμεναι παρ’αὐτῶν ἔχουσιν. αὗται δὲ καὶ δριμύτητά τινα προσειλήφασιν, δυναμένην ἐκ τοῦ βάθους ἐπισπάσασθαι πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν, οὐκ ὀστᾶ μόνον, ἀλλὰ καὶ πολὺ μᾶλλον αὐτῶν ὑγρόν τι παχὺ καὶ γλίσχρον ἢ ὅλως μοχθηρόν. ἐμνημόνευσε δὲ τῶν τοιούτων ἐμπλάστρων ὁ Ἀσκληπιάδης ἐν τῷ τρίτῳ τῶν ἐκτὸς φαρμάκων, ἅτινα γέγραπται κατὰ τὸ δʹ. ὑπόμνημα ταύτης τῆς πραγματείας ἐπεὶ δὲ καὶ πρὸς τὰ κακοήθη τῶν ἑλκῶν καὶ πρὸς τὰ χειρώνιά τινα αὐτῶν ἁρμόττειν ἔφασκεν, ἥντε γὰρ αὐτὸς ἐπιγράφει Δηϊλέοντος κεφαλικὴν, καὶ μετὰ ταύτην τὴν μελάγχλωρον κεφαλικὴν, καὶ μετὰ ταύτας Φιλώτου κεφαλικὴν, εἶτα καὶ τὴν ἴσιν, ἣν καὶ αὐτὴν κεφαλικὴν ὀνομάζει, καὶ ἄλλας τινὰς τοιαύτας ἐκ τούτου τοῦ γένους ἡγητέον εἶναι, διὸ καὶ νῦν οὐκέτι παρεθέμην αὐτὰς, ἀλλ’ἐπὶ τὰς ὑπὸ τῶν ἄλλων ἰατρῶν γεγραμμένας καταγματικάςτε καὶ κεφαλικὰς μεταβήσομαι, προειρηκὼς ἑκατέρων τὴν καθόλου δύναμιν. ἐξ ὧν δὲ καὶ ἔμπροσθεν καὶ κατὰ ταύτην τὴν πραγματείαν εἶπον, ἔντε τοῖς περὶ τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἀναμιμνησκομένους ὑμᾶς χρὴ γνωρίζειν ὅτι γενναιότεραι τῶν καταγματικῶν εἰσιν ἃς ἐπιγράφουσι κεφαλικάς. καὶ διὰ τοῦτο μετὰ κηρωτῆς σαρκοῦν πεφύκασιν, ὥστε καὶ ταῖς σαρκωτικαῖς καθ’ἕτερον τρόπον ὁμογενεῖς πώς εἰσιν. ἐκλυθεῖσαι γὰρ τῇ κηρωτῇ τὴν δύναμιν ἔμμοτοι σαρκωτικαὶ γίνονται προσβληθέντος δηλονότι ποτὲ μὲν ἐλαίου, ποτὲ δὲ ῥοδίνου, ποτὲ ἄλλου τινὸς τοιούτου.
περὶ ὧν Ἥρας ἔγραψε καταγματικῶντε καὶ κεφαλικῶν. πρώτην μὲν τῶν τοιούτων ἐμπλάστρων ὁ Ἥρας ἔγραψε τὴν ἴσιν ὀνομαζομένην, ἱκανῶς πολύχρηστον φάρμακον. ἐφεξῆς δὲ τὴν διὰ τῶν βοτανῶν, ᾗ καὶ αὐτῇ πολυχρήστῳ οὔσῃ μαρτυρεῖ τὸ κεφαλικὴν ὑπάρχειν. ἀλλὰ καὶ ἡ διὰ σκίλλης ἐφεξῆς γεγραμμένη τὴν αὐτὴν ἐπαγγελίαν ἔχει τῶν πολυχρήστων ἱκανῶς φαρμάκων οὖσα. καὶ μέντοι καὶ μετὰ ταύτας ἄντικρυς ἑτέραν ἔμπλαστρον γράφων, οὕτως κατὰ λέξιν φησί. ἄλλη κεφαλικὴ ποιοῦσα πρὸς τὰ ἐν κεφαλῇ κατάγματα, ἀνάγει ὀστᾶ εὐχερῶς καὶ λεπίδας ἀφίστησι. καὶ τὰ λοιπὰ δὲ πάντα ποιεῖ ὅσα καὶ ὁ πρὸ ταύτης τροχίσκος. Ϛ λεπίδος ἐρυθροῦ χαλκοῦ 𐅻 κεʹ. στυπτηρίας 𐅻 κʹ. ἀριστολοχίας δακτυλίτιδος 𐅻 κʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κεʹ. λιβάνου 𐅻 κεʹ. σμύρνης 𐅻 ιβʹ. στέατος ταυρείου λίτρας δʹ. κηροῦ λίτρας δʹ. τερμινθίνης λίτρας δʹ. πιτυΐνης ξηρᾶς λίτρας δʹ. ἐλαίου κοτύλην αʹ. ὄξους τὸ ἀρκοῦν · τὰ ξηρὰ λειοτρίβει ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἐφ’ἱκανὰς ἡμέρας τὸ ἀμμωνιακὸν προβρέξας εἰς ὄξος ἐπίχει, τελευταῖον τὰ τηκτὰ ἐξυσμένα καὶ ἑνώσας χρῶ. ἔν τισιν ἀντιγράφοις προσγέγραπται ἐλαίου παλαιοῦ. ἐπεὶ δὲ ταύτην αὐτὴν τὴν ἔμπλαστρον ἔφη ποιεῖν ὅσα καὶ ὁ πρὸ αὐτῆς τροχίσκος, ἔδοξέ μοι κα- κᾀκείνου τὴν σύνθεσιν ὑπογράψαι, κατὰ τὴν αὐτοῦ τοῦ Ἥρα λέξιν οὕτως ἔχουσαν. τροχίσκος κεφαλικὸς τριμίγματος, ποιῶν ἐπὶ τῶν ἐν κεφαλῇ καταγμάτων καὶ πρὸς φύματα καὶ σύριγγας, ποδάγρας, πώρους, ἰσχιάδας. Ϛ γῆς ἐρυθριάδος μνᾶς βʹ. ἄλλ’. ιβʹ. λεπίδος ἐρυθροῦ χαλκοῦ μνᾶς δʹ. ἰχθυοκόλλης Ποντικῆς μνᾶς δʹ. ἐν δὲ τοῖς Ἥρα βιβλίοις εὑρίσκεται μνᾶ αʹ. λέανον ἰδίᾳ τὴν ἐρυθριάδα καὶ τὴν λεπίδα, εἶθ’ὁμοῦ παράχει ὄξος δριμὺ, ὡς ἔχειν μέλιτος πάχος καὶ λειοτρίβει, ἀναξηραινομένοις δὲ ὄξος παράχει. τοῦτο ποίει ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἐφ’ἡμέρας κʹ. ἔπειτα λαβὼν τὴν ἰχθυοκόλλαν θλάσον ἐπιχέας ὄξους κοτύλην αʹ. τῆκε ἐπὶ μαλακῷ πυρὶ, εἶτα ἐπίβαλλε τὴν γῆν καὶ τὴν λεπίδα καὶ κατέρας εἰς ἄγγος ἐρυθροῦ χαλκοῦ καὶ θείς εἰς ἥλιον ἐπὶ ἡμέρας ηʹ. κίνει δὶς τῆς ἡμέρας, ἕως ἂν παγῇ, εἶτ’ἐξαίρων κατὰ μικρὸν τρῖβε ἐν θυείᾳ, ὄξος παραχέων μέχρι συσταθείη, εἶτα ἀνάπλασσε τροχίσκους καὶ κολλούρια ἀνισομήκη καὶ ἀνισοπαχῆ, καὶ ψύξας ἀπόθου. καὶ ἐπὶ τῆς χρείας πρὸς ἓν μέρος τοῦ φαρμάκου μετ’ὄξους λελειοτριβημένου, τρία μέρη κηρωτῆς ῥοδίνης μίσγε καὶ χρῶ πλατύσματι, εἶτα σπληνίῳ ἐπὶ τῶν ἐν κεφαλῇ καὶ ἄνωθεν μίσγε ἐρίοις ῥυπαροῖς ἐξ ὄξους. ἐπὶ δὲ τῶν συρίγγων τοῦ κολλουρίου κατατεθέντος, σπλήνιον ἐκ τούτου σὺν κηρωτῇ ἄνωθεν ἐπίρριπτε. ἄλλη πολύχρηστος. ἔγραψε δὲ καὶ ἄλλην πολύχρηστον ἔμπλαστρον, ἣν καὶ ἁρμόττειν φησὶ πρὸς κατάγματα. λέγει δὲ περὶ αὐτῆς κατὰ λέξιν οὕτως. πρὸς τὰ μετὰ τραύματος καὶ χωρὶς τραύματος ἐπὶ τῶν κώλων κατάγματα καὶ λειπουργίας καὶ κόλπους. πίσσης ξηρᾶς μνᾶ αʹ. λιθαρ γύρου μνᾶ αʹ. μάννης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶ αʹ. κηροῦ τοῦ Τυρρηνικοῦ μνᾶς δʹ. ὀποπάνακος 𐅻 ηʹ. ἰοῦ ξυστοῦ μνᾶς ιστʹ. κυπρίου χαλκοῦ μνᾶς ἑκκαιδέκατον, χαλβάνης 𐅻 αʹ. τερμινθίνης μνᾶς ἥμισυ, κίκεως ἢ ἐλαίου παλαιοῦ κοτύλην αʹ. ὄξους κοτύλης ἥμισυ καὶ τριώβολον. τὴν λιθάργυρον καὶ τὸ ἔλαιον καὶ τὸ στέαρ ἕψε ἐπὶ μαλακοῦ πυρὸς, εἶθ’ὅταν μεταβάλλῃ τὴν χρόαν, ἀπόδος πίσσαν, ῥητίνην, χαλβάνην, ἔπειτα ἕως ἕως συστῇ καὶ τότε ὑφελὼν τὸ πῦρ καὶ ἐάσας μικρὸν ψυγῆναι τὴν μάνναν, εἶτα τὸν ὀποπάνακα καὶ τὸν ἰὸν τετριμμένον σὺν ὄξει καταχέων εἰς τὴν χύτραν καὶ ἐπὶ βραχὺ ἑψήσας, ὅταν ἔχῃ καλῶς, ἆρον. χρώμεθα τῇ δυνάμει ψυχρὸν ἐπαντλοῦντες θέρους, χειμῶνος δὲ τὸν πάγον ἀφαιροῦντες. ἐπειδὰν δὲ βουλώμεθα τὸ φάρμακον ποιῆσαι ἁπαλώτερον ἢ τάχιον ὀστέον ἀποστῆσαι, ἀνίεμεν αὐτὸ μυελῷ μοσχείῳ. ἐν τούτῳ τῷ φαρμάκῳ ὁ Ἥρας δῆλός ἐστι τὴν μνᾶν ιστʹ. οὐγγιῶν βουλόμενος εἶναι. οὐ γὰρ ἂν ἑκκαιδέκατον ἐγεγράφει μνᾶς, εἰ μὴ τοῦτ’ἐβούλετο. ἄλλη. καὶ μετὰ ταύτην ἐφεξῆς ἑτέραν ἔμπλαστρον ὁμοίας ἐπαγγελίας ᾧδέ πως ἔχουσαν ἔγραψεν ὁ Ἥρας · ἀφλέγμαντος πρὸς τὰ νύγματα καὶ κατάγματα. ταύτῃ πολλάκις καὶ ἐπὶ ἐξαρθρημάτων αὐθήμερον ἐχρησάμεθα καὶ καταγμάτων ἐπίτε λυγισμάτων τῶν περὶ σφυρὰν ἢ γόνυ. διαφορεῖ δὲ καὶ τὰ ἀργὰ ὑγρὰ τὰ περὶ γόνατα ἀνιστάμενα ἄκρως καὶ μάλιστα εἰ προκαταπλασθείη τὰ μέρη πρὸ δύο ἤ τριῶν ἡμερῶν ὀροβίνῳ ἀλεύρῳ, ὀξυμέλιτι πεφυραμένῳ καὶ καθόλου πρὸς πᾶν σπάσμα καὶ ῥῆγμα ποιεῖ, δαιμονίως γάρ ἐστιν ἀφλέγμαντος. Ϛ λιθαργύρου 𐅻 κεʹ. ἀσφάλτου ξηρᾶς 𐅻 ρʹ. πίσσης ξηρᾶς 𐅻 νʹ. κηροῦ 𐅻 νʹ. ῥητίνης πιτυΐνης 𐅻 κεʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιεʹ. στυπτηρίας σχιστῆς 𐅻 ιεʹ. ἰοῦ 𐅻 ιεʹ. προπόλεως 𐅻 ιεʹ. ἐλαίου παλαιοῦ λίτρας γʹ. ἕψε λιθάργυρον ἐλαίῳ καὶ ὅταν ἄρξηται συστρέφεσθαι, ἐπίβαλλε ἄσφαλτον καὶ ἕψε μέχρις οὗ αὕτη καλῶς τακῇ, τήκεται γὰρ χρόνῳ εἶτα πίσσαν, εἶτα ῥητίνην, κηρὸν, ἀμμωνιακὸν, πρόπολιν. ἕκαστον δ’αὐτῶν ἀποδίδου συστρέφων καὶ ὑποσπῶν τὸ πῦρ. ἀμολύντων δ’ὄντων, ἰὸν, σχιστὴν καὶ ἐνδοὺς ζέμα, κατάχει εἰς λεκάνην ψυχρὸν ἔχουσαν. ταύτῃ μετὰ τὸ πωρωθῆναι τὸ λοιπὸν κάταγμα, σκινδαλμῶν ἐμπλεόντων πλεόνων ἐχρησάμεθα καὶ ἐν ὀλίγαις ἡμέραις εἰς τοῦτο περιήγαγεν, ὥστε τὸν πῶρον περιελεῖν καὶ τοὺς σκινδαλμοὺς, λίαν ἐστὶ πολύχρηστος. καὶ μετὰ ταύτην ἄλλην ἐφεξῆς ὁμογενῆ ταῖς προειρημέναις ἐμπλάστροις ὁ Ἥρας ᾧδέ πως ἔγραψεν. ἔμπλαστρος καταγματικὴ καὶ πρὸς ὑδρωπικούς. Ϛ πίσσης ξηρᾶς μνᾶν αʹ. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὀποῦ συκομόρου κοτύλην αʹ. λιθαργύρου μνᾶν αʹ. λιβάνου μνᾶν αʹ. χαλβάνης 𐅻 ηʹ. τερμινθίνης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶν αʹ. κηροῦ μνᾶν μίαν, ὀποπάνακος 𐅻 ηʹ. ἰοῦ ξυστοῦ 𐅻 ηʹ. κίκεως ἀδόλου κοτύλας δʹ. ὄξους δριμέος κοτύλην αʹ. ἕψεται πραέως ἡ λιθάργυρος καὶ ὁ λίβανος σὺν τῷ κικίνῳ καὶ τῷ στέατι, εἶτα πίσσα προσβάλλεται κηρὸς, ῥητίνη, χαλβάνη κεκαθαρμένη καὶ μικρῷ ὄξει ἀνιεμένη. τοῦ δὲ λοιποῦ ὄξους μίγνυται τὸ μὲν τρίτον μέρος τῷ ἰῷ, τὸ δὲ δίμοιρον τῷ ὀποπάνακι, καὶ ταῦτα προσεμβάλλεται. ἐν ἑτέρῳ δὲ λοπαδίῳ ὑγρὰ πίσσα καὶ ὁ τῆς συκομόρου ὀπὸς καὶ ὁ τοῦ κίκεως ὅσον ὄγδοον μέρος, ἵνα μὴν ὁ ἰὸς συστραφῇ, εἶτα ἕψεται μετρίως ὅσον ἡνῶσθαι · ὅταν δὲ καλῶς ἑνωθεὶς εἶναι δόξῃ, εἰς οἶνον ἀποτίθεται τὸ φάρμακον. ταύτῃ πολλῶν περιεγενόμεθα ὑδρωπικῶν, ἐπιρρίπτοντες αὐτὴν καὶ ἄγοντες ἀπεριέργως καὶ μόνον εὐπεψίας προνοούμενοι. ὅταν μέντοι πολλῆς προκοπῆς οἱ πάσχοντες αἴσθωνται, μεταβαίνομεν ἐπὶ τὴν ὑπογεγραμμένην αὐτῇ δι’ἁλῶν.
Καταγματικὴ Ἀνδρομάχου. πρώτην δὲ τῶν καταγματικῶν ὁ Ἀνδρόμαχος ὡδί πως ἔγραψε. καταγματικὴ ᾗ χρῶμαι συνεχῶς. λιθαργύρου μνᾶ αʹ. πίσσης μνᾶ αʹ. κηροῦ μνᾶ αʹ. στέατος ταυρείου μνᾶ αʹ. λιβάνου μνᾶ αʹ. πίσσης ὑγρᾶς κοτύλης ἥμισυ, ὁποῦ συκαμίνου κοτύλη αʹ. τερμινθίνης μνᾶ αʹ. ὀποπάνακος 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. ἰοῖ 𐅻 ηʹ. κίκεως κοτύλη αʹ. τινὲς καὶ βουτύρου μνᾶ αʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κεʹ. ἐν οἴνῳ αὐστηρῷ. μετὰ ταύτην ἑτέραν οὑτωσὶ γράφει. ἄλλη καταγματική. λιθαργύρου μνᾶ αʹ. κηροῦ μνᾶς ἥμισυ, οἱ δὲ τέταρτον, πίσσης μνᾶ αʹ. τερμινθίνης μνᾶς ἥμισυ, στέατος μοσχείου μνᾶ αʹ. ὀποπάνακος 𐅻 ηʹ. ἰοῦ 𐅻 ηʹ. χαλβάνης 𐅻 ηʹ. οἱ δὲ στʹ. κίκεως κοτύλη αʹ. ὄξους ἴσον. Γάλλος ἐνέβαλλε σχιστῆς 𐅻 ιβʹ. χρυσοκόλλης 𐅻 ιβʹ. ἄλλην ἐπὶ ταῖς προειρημέναις καταγματικὴν οὕτως ἔγραψεν ὁ Ἀνδρόμαχος. μέλαινα καταγματική. Ϛ λιθαργύρου 𐅻 σʹ. ἀσφάλτου 𐅻 σʹ. πίσσης 𐅻 ρʹ. κηροῦ 𐅻 ρʹ. σχιστῆς 𐅻 λʹ. προπόλεως 𐅻 λʹ. τερμινθίνης 𐅻 νʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 κδʹ. ἰοῦ ξυστοῦ 𐅻 ιʹ. ἐλαίου ξε. δʹ. οἱ δὲ ξε. βʹ. οἱ παλαιοὶ καὶ λίθου πυρίτου 𐅻 ξʹ. αὗται μὲν οὖν ἐφεξῆς ἐγράφησαν ὑπὸ τοῦ Ἀνδρομάχου. χωρὶς δὲ τούτων ἐν ταῖς χλωραῖς ὑστάτη γέγραπταί τις ἔμπλαστρος οὕτως. ἄλλη χλωρὰ κεφαλικὴ ἐκ τῶν Ἀφροδᾶ Ϛ λεπίδος 𐅻 μʹ. γῆς ἐρετριάδος 𐅻 κʹ. ἀριστολοχίας 𐅻 λʹ. ἰχθυοκόλλης 𐅻 ιστʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 ιβʹ. μίσυος 𐅻 ιβʹ. σμύρνης 𐅻 ιβʹ. λιβάνου 𐅻 λστʹ. χαλκοῦ κεκαυμένου 𐅻 ιστʹ. στυπτηρίας σχιστῆς 𐅻 ιβʹ. καὶ στρογγύλης 𐅻 ιστʹ. βρυωνίας 𐅻 ιβʹ. χαμαιλέοντος μέλανος 𐅻 ιβʹ. ῥητίνης κεκαυμένης 𐅻 ιηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιηʹ. λιθαργύρου 𐅻 ιβʹ. ἐν ἄλλῳ εὗρον θείου ἀπύρου, Ἰλλυρίδος ἀνὰ 𐅻 ιβʹ. χαλκάνθης 𐅻 ιβʹ. χολῆς ταυρείας κοτύλης ἥμισυ, ὄξους χοέα αʹ. ὑπὸ κύνα τροχίσκους ποίει ἀνὰ 𐅻 δʹ. μίσγε κηροῦ δʹ. ὄξους κοτύλας στʹ. ἐλαίου κοτύλας στʹ.
περὶ τῶν κολλητικῶν ἐμπλάστρων. ἔνιοι ταύτας ἐναίμουςτε καὶ τραυματικὰς ὀνομάζουσιν. ἔργον δ’αὐτῶν ἐστι, συμφῦσαίτε καὶ κολλῆσαι τὰς διῃρημένας σάρκας, ὡς εἰς τὴν ἀρχαίαν ἕνωσιν ἀχθῆναι τὸ μόριον. οὐ μόνον δὲ τὰ ἔναιμα κολλᾶται παραχρῆμα τῆς διαιρέσεως ἔτι ῥέον τὸ αἷμα σπογγιζόντων ἡμῶν, εἶτα ῥαφαῖς ἢ ἀγκτῆρσιν συναγόντων, ἀλλὰ καὶ κόλπους παλαιοὺς ἀφλεγμάντουςτε καὶ καθαροὺς πρῶτον ἐργασάμενοι διὰ φαρμάκων ἐπιθέσεως, ἑνοῦμέντε καὶ συμφύομεν. εἴρηται δὲ ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ὅτι ἀφαιρετικὸν μὲν ῥύπου φάρμακον πρώτωςτε καὶ καθ’ἑαυτὸ λέγεται, σαρκωτικὸν δὲ καὶ κολλητικὸν δευτέρως. οὐ γὰρ ὡς αὐτὸ σαρκοῦν ἢ συμφῦον, οὐ δ’ὡς οὐκ ὄντων τούτων φύσεως μόνης ἔργων, ἀλλ’ὅτι τοιούτων ἐπιτιθεμένων φαρμάκων σαρκοῦταίτε καὶ συμ φύεται τὰ ἕλκη, τὴν προσηγορίαν ταύτην ἔλαβε. ἔργον δ’. αὐτῶν ἴδιόν ἐστιν, ἀπέριττον ἐργάσασθαι τὸ πεπονθὸς μόριον, ὡς μὴ κωλύοιεν οἱ ἰχῶρες αὐτοῦ τὴν σάρκωσιν ἢ τὴν κόλλησιν. ἐδείχθη δὲ ὅτι ξηραντικώτερα τῶν σαρκωτικῶν ἐστὶ τὰ συμφυτικὰ, καὶ ὡς τὰ μὲν σαρκωτικὰ ῥυπτικῆς δυνάμεώς ἐστιν ἀδηκτοτάτης, τὰ κολλητικὰ δὲ οὐ πάντως ῥυπτικῆς, ἀλλὰ χρὴ μόνον αὐτοῖς ξηραντικοῖς ὑπάρχειν. ἐπεὶ δὲ καὶ τὰ τὴν οὐλὴν ἐργαζόμενα φάρμακα πολὺ τούτων ἐστὶ ξηραντικώτερα μετὰ τοῦ στύφειν ἱκανῶς, διωρίσθω καὶ τούτων τὰ κολλητικάτε καὶ συμφυτικὰ, τῷ μετριώτερον ξηραίνειν. ὅρος δὲ τῶν μὲν κολλητικῶν μηδεμίαν ἐᾶσαι μεταξὺ τῶν κολληθησομένων ὑγρότητα γενέσθαι · τῶν δ’ἐπουλωτικῶν οὐ τοῦτο μόνον. ἀλλὰ καὶ τὴν οὖσαν ἐν τοῖς ἐπουλωθησομένοις ἐκδαπανᾷν καὶ προσέτι τυλοῦν καὶ σκληρύνειν τῆ στύψει. τὰ σαρκωτικὰ δὲ τὸ μὲν εἰς ἀνάθρεψιν ἐπιτήδειον αἷμα φυλάττει, κατάτε ποσότητα καὶ ποιότητα, τοσοῦτόντε καὶ τοιοῦτον, ὁπόσου καὶ ποίου δεῖται πρὸς τὴν τῆς σαρκὸς γένεσιν ἡ φύσις. καθαρὸν δὲ φυλάττει τὸ ἕλκος, εἰ μὲν παρέλαβεν αὐτὸ τοιοῦτον ἀδηκτότατον, εἰ δὲ ῥύπον ἔχον, ἀναγκαῖον μὲν αὐτὸ ῥυπτικὸν εἰς τοσοῦτον εἶναι κατὰ τὴν ἑαυτοῦ δύναμιν, εἰς ὅσον ἥκει πάχους ὁ ῥύπος. ἀναγκαῖον δὲ καὶ δάκνειν καὶ διαβιβρώσκειν τὴν νεοπαγῆ σάρκα. δῆλον οὖν ὅτι τοιοῦτον ὄν οὐ σαρκώσει τὸ ἕλκος οὐ δὲ πληρώσει τὴν κοιλότητα τῆς σαρκὸς, ἀλλὰ συντήξειτε καὶ μειώσει καὶ διὰ τοῦτο τὰ ῥύπου πολλοῦ καθαρτικὰ φάρμακα, περὶ ὧν ἔμπροσθεν εἶπον, οὐκ ἀεὶ δύναται σαρκοῦν, ἀλλ’ὅταν ἤτοι δι’ἐλαίου πλείονος ἢ ῥοδίνου τακέντα, καθάπερ τότε ἐλαιῶδες καὶ τὸ διὰ χάρτου, κολασθῇ τὸ σφοδρὸν τῆς ῥύψεως ἢ διὰ κηρωτῆς μίξεως ἄδηκτα γίγνηται. τοιαῦται δὲ πολλαὶ τῶν πολυχρήστων δυνάμεών εἰσιν, ὡς ἥτε τοῦ Μαχαιρίωνος καὶ ἡ ἴσις. ὁ μὲν οὖν σκοπὸς ἑκάστου τῶν τοιούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου λέλεκται γράμμασιν · ἡ δὲ ὕλη τῶν δυνάμεων ἡ μὲν ἁπλῆ δι’ἑτέρας πραγματείας ἔμπροσθεν, ἡ σύνθετος δὲ διὰ τῆς νῦν ἐνεστώσης λέγεται. καὶ πρώτης γε ἐν αὐτῇ μεμνῆσθαι χρὴ τῆς τῶν θεραπευομένων σωμάτων φύσεως. τὰ μὲν ὑγρὰ καὶ διὰ τοῦτο μαλακὰ, καθάπερ τὰ τῶν γυναικῶν καὶ παιδίων εὐνούχωντε καὶ γυναικείως βιούντων, ἀσθενεστέρων δεῖται φαρμάκων, τὰ δὲ τῶν ἀνδρῶν, καὶ μάλισθ’ὅσοι δι’ἐνεργειῶν ἀνδρικῶν καὶ ἡλίου σκληρὰν εἰσήγοντο τὴν ἕξιν τοῦ σώματος, ὑπὸ τῶν ἀσθενῶν οὐδὲν ὠφελεῖται. διὰ τοῦτ’οὖν οὐ δὲ τὰ κολλητικὰ κοινὰ τῶν σωμάτων ἑκατέρων ἐστὶν, ἀλλ’ὅσα μὲν διὰ λιθαργύρου καὶ ἐλαίου σκευάζεται καὶ ὄξους, περὶ ὧν ἐν τῷ πρώτῳ λόγῳ διῆλθον, ἀσθενοῦς καὶ μαλακῆς σαρκός ἐστι κολλητικά · τὰ δὲ δι’ἀσφάλτου καὶ ἰοῦ καὶ λεπίδος, ἀλόηςτε καὶ σμύρνης, ἰσχυρᾶςτε καὶ σκληρᾶς. ἔστι μὲν οὖν ἡ ἄσφαλτος αὐτὴ καθ’ἑαυτὴν ἐν τῷ σκοπῷ τούτων τῶν δυνάμεων, ἀλλ’οὐχ οἷόντε χρῆσθαι μόνῃ μετ’ἐλαίου τήξαντα, ψαθυρωτέρα γάρ ἐστιν ἢ ὡς ἐμπλαστρῶδες ἐργάσασθαι φάρμακον. ἵν’οὖν ἔμπλαστρος γένηται, κηροῦ καὶ ῥητίνης αὐτῇ μίγνυμεν, ὑφ’ὧν πάλιν ἐκλυθησομένην αὐτῆς δύναμιν εἰδότες, ἐνίοτε μὲν χαλκὸν ἢ λεπίδα χαλκοῦ, πολλάκις δὲ ἀλόην ἢ σμύρναν ἢ συνελόντι φάναι τῶν ξηραινόντων τι φαρμάκων οὐκ ἀγεννῶς μίγνυμεν.
αἱ δι’ἀσφάλτου βάρβαροι. πρώτας κα- κᾀνταῦθα παραθήσομαι τὰς ὑπὸ Ἀνδρομάχου γεγραμμένας αὐτῇ τῇ ἐκείνου λέξει. βάρβαρος ᾗ χρῶμαι. Ϛ κηροῦ 𐅻 σʹ. πίσσης 𐅻 σʹ. ῥητίνης 𐅻 σʹ. ἀσφάλτου 𐅻 σʹ. λιβάνου 𐅻 κδʹ. ἐλαίου κοτύλην αʹ ἄλλη. Ϛ πίσσης λίτρας βʹ. ἀσφάλτου λίτραν αʹ. κηροῦ λίτραν αʹ. ἀμμωνιακοῦ θυμιάματος. γο στʹ. μάννης γο στʹ. ψιμυθίου γο γʹ. ἐλαίου κοτύλης Ϛ”. ὄξους κοτύλας δʹ. ταύτην Ἀφροδᾶς ἐθαύμασεν. μέλαινα ἄλλη. Ϛ πίσσης ξηρᾶς λίτραν αʹ. ῥητίνης ξηρᾶς λίτραν αʹ. ἀσφάλτου λίτραν αʹ. ψιμυθίου γο στʹ. μάννης, χαλκάνθης, ἰοῦ ξυστοῦ ἀνὰ οὐγγίας γʹ. ἐλαίου κοτύλης ἥμισυ, ὄξους κοτύλης ἥμισυ. ἄλλη ἐκ τῶν Γάλλου. Ϛ στέατος αἰγείου 𐅻 λʹ. ἰοῦ 𐅻 ηʹ. κηροῦ 𐅻 νʹ. ἀριστολοχίας 𐅻 κεʹ. ἀσφάλτου 𐅻 κεʹ. πίσσης 𐅻 κεʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιβʹ. χαλβάνης 𐅻 ιβʹ. ἥμισυ, σιλφίου 𐅻 ηʹ. ἄλλ’. κʹ. μάννης ιβʹ. σκεύαζε. ἄλλη ἡ καλουμένη ἀνίκητος. Ϛ κηροῦ 𐅻 ρʹ. στέατος ταυρείου 𐅻 λʹ. ἀσφάλτου 𐅻 κεʹ. πίσσης 𐅻 κεʹ. τερμινθίνης 𐅻 κεʹ. νίτρου 𐅻 κβʹ. ἥμισυ, ἀριστολοχίας 𐅻 ιβʹ. χαλβάνης 𐅻 ηʹ. σμύρνης δραχμὰς ιηʹ. λιβάνου 𐅻 ιβʹ. ἥμισυ, ἀμμωνιακοῦ δραχμὰς ηʹ. ἀμώμου δραχμὰς ηʹ. καρδαμώμου 𐅻 ιβʹ. ὀποπάνακος δραχμὰς ηʹ. μυελοῦ ἐλαφείου 𐅻 ιεʹ. ἰοῦ 𐅻 ιβʹ. ἀλόης δραχμὰς ηʹ. βδελλίου 𐅻 ιστʹ. ἐλαίου κοτύλας βʹ. ἐγὼ δὲ ἔβαλλον προπόλεως δραχμὰς ιβʹ. ἄλλη ἔναιμος Ἰουλιανοῦ. Ϛ Λιθαργύρου 𐅻 νʹ. ἀσφάλτου δραχμὰς νʹ. κηροῦ 𐅻 νʹ. πίσσης βρυτίας δραχμὰς νʹ. ῥητίνης φρυκτῆς 𐅻 ιεʹ. λεπίδος χαλκοῦ 𐅻 ιβʹ. λιβάνου δραχμὰς ιδʹ. χαλβάνης 𐅻 ηʹ. χαλκίτεως δραχμὰς δʹ. ἀλόης 𐅻 στʹ. κηκίδος 𐅻 δʹ. σμύρνης δραχμὰς δʹ. ἀριστολοχίας μακρᾶς 𐅻 στʹ. ἀριστολοχίας στρογγύλης δραχμὰς δʹ. ἐλαίου παλαιοῦ κοτύλας δʹ. ἐγὼ δὲ ἐλαίου κοτύλας γʹ. βάρβαρος Ἥρα. ἣν Ἥρας ἔγραψε βάρβαρον οὕτως. μέλαινα ἔμπλαστρος ἔναιμος πρὸς τὰς ἀξιολόγους διαιρέσεις καὶ μάλιστα πρὸς τὰς ἐν τῇ κεφαλῇ, πρὸς σύριγγας, κόλπους, κατάγματα. ἁρμόζει καὶ ἡπατικοῖς καὶ σπληνικοῖς, ἀφλεγμάντως κολλᾷ. ποιεῖ καὶ ἐπὶ νεύρων καὶ χόνδρων διακεκομμένων καὶ ὀστῶν, ἐπέχει δὲ παραδόξως καὶ αἷμα φερόμενον. ἔτι δὲ ποιεῖ πρὸς ὑποφορὰς καὶ κόλπους, κολλᾷ γὰρ μεγάλως καὶ ἐπὶ τῶν ἀποστημάτων κομισάμενος τὸ ὑγρὸν, ταύτην ἐπιτίθει. ἔστι καὶ ἴσχαιμος καλλίστη μάλιστα ἐπὶ τῶν αἷμα ἀναγόντων. ἐμπλάσας δὲ εἰς δέρματα δύο, ἓν μὲν ἐπὶ τὰ στήθη καὶ τὰς πλευρὰς ἐπιτίθει, ἕτερον δὲ ἐπὶ τὸ μετάφρενον, παραδόξως ἐπέχει τὸ αἷμα. ποιεῖ καὶ πρὸς κυνόδηκτα καὶ ἀνθρωπόδηκτα, τὸ ὅλον ἀφλέγμαντος. αὕτη τὰς τραυματικὰς, ὡς ἡ πεῖρα δέδειχεν, ἐνίκησε. λῦε χειμῶνος δι’ἡμερῶν ἑπτὰ, θέρους διὰ εʹ. ἐὰν δὲ ἐπείγῃ διὰ τριῶν. Ϛ κηροῦ λίτραν μίαν, πίσσης λίτραν μίαν, ἀσφάλτου λίτραν μίαν, πιτυΐνης λίτραν μίαν, μάννης οὐγγίας στʹ. ψιμυθίου οὐγγίας δʹ. χαλκάνθης οὐγγίας δʹ. ὀποπάνακος οὐγγίας βʹ. ἐλαίου ἡμιούγγιον, οἱ μὲν ἡμίμναν, οἱ δὲ ἡμίλιτραν, ὄξους κοτύλας βʹ. κηρὸν, ἄσφαλτον, ἔλαιον, ὄξος ὀλίγον ὑπολειπόμενος, εἰς χύτραν καινὴν βαλὼν τῆκε, εἶτα ἐπίβαλλε τὴν πίσσαν καὶ τὴν ῥητίνην λεπτοκοπήσας ἐπιμελῶς. ὅταν ἡμίεφθος ᾖ, ἄρας τὴν χύτραν καὶ διαψύξας ποσῶς ἔμπασσε διηθημένον τὸ χάλκανθον λειωθὲν ὄξει, ἐκ τῶν δύο κοτυλῶν κατὰ μικρὸν, ἵνα μὴ ὑπερζέσῃ. ἐπὰν δὲ ἐκχέῃς, ἐλαφρῶς ὑπόκαιε κινῶν. ὅταν ἀμόλυντος ᾖ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἔγχει τὸν ὀποπάνακα πρὸ μιᾶς βεβρεγμένον εἰς μέρος τοῦ ὑπολειπομένου ὄξους, ὥστε διαλυθῆναι, εἶτα ἔμπασον τὸ ψιμύθιον καὶ τὴν μάνναν ὁμοῦ ἐπιμελῶς λελειωμένα καὶ μικρὸν χλιάνας, ὡς ἑνωθῆναι φυλασσόμενος μὴ προσκαῇ ὀποπάναξ καὶ ἡ μάννα, κατάχει εἰς θυείαν καὶ ἐάσας ψυγῆναι, ἀναμαλάξας ἀπόθου καὶ χρῶ. δῆλον δ’ὅτι καὶ τὰς ἄλλας βαρβάρους, ἃς ὅτε Ἀνδρόμαχος ἔγραψε καὶ οἱ ἄλλοι, τὸν αὐτὸν τρόπον σκευάζειν προσῆκεν. ἔνιοι οὐκ ἐμβάλλουσι τῇ κακκάβῃ τὸν ὀποπάνακα, λειώσαντες δὲ μετ’ὄξους ἐν θυείᾳ καταχέουσι τὰ τηκτά. σὺν αὐτῷ δὲ ἔνιοι, καθάπερ κα- κᾀγὼ πολλάκις ἐποίησα, καὶ τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐν τῇ θυείᾳ προλειώσας μετ’ὄξους ἐπιχέων τήξας τὰ τηκτά. πολλάκις δὲ τὸ χάλκανθον μόνον μετὰ τοῦ ὀποπάνακος λειώσας εἰς τὴν κακκάβην ἐμβαλὼν, τὴν μάνναν καὶ τὸ ψιμύθιον ἐμπάσσων. ἄλλη βάρβαρος Ἥρα. ὁ μὲν Ἥρας ταύτης μόνης προὔγραψε τὸ βάρβαρος. ἐγὼ δὲ καὶ τὴν ἔμπροσθεν ὁμοίως ὠνόμασα, καίτοι μέλαιναν ὑπ’αὐτοῦ κεκλημένην, ἐπειδὴ τὰς δι’ἀσφάλτου βαρβάρους εἰώθασι καλεῖν οἱ πλεῖστοι τῶν νεωτέρων ἰατρῶν. αὐτὸς δὲ ὁ Ἥρας οὕτως περὶ αὐτῆς ἔγραψε κατὰ λέξιν. βάρβαρος πρὸς τὰ νεότρωτα, κόλπους, κυνόδηκτα, ἀνθρωπόδηκτα, κονδυλώματα φλεγμαίνοντα, πρὸς τὰ ἐν ἄρθροις πάντα ἐν ἀρχῇ καὶ πρὸς ποδάγραν. Ϛ κηροῦ μνᾶν αʹ. πίσσης μνᾶν αʹ. ῥητίνης φρυκτῆς μνᾶν αʹ. ἀσφάλτου Ἰουδαϊκῆς μνᾶν αʹ. λιθαργύρου 𐅻 ιʹ. ψιμυθίου 𐅻 εʹ. ἰοῦ 𐅻 νʹ. ὀποπάνακος 𐅻 δʹ. ἐλαίου κοτύλην αʹ. ὄξους κύαθον αʹ. ἕψε κηρὸν, πίσσαν, ἄσφαλτον, ῥητίνην ἕως τακῇ, εἶτα τὰ λοιπὰ μετὰ τοῦ ἐλαίου λελειοτριβημένα ἔμβαλλε, καὶ βαστάσας καὶ μικρὸν διαψύξας ἐκ τοῦ ὄξους κατ’ὀλίγον ἐπίσταζε. τοιοῦτος μέν τις ὁ τύπος τῶν βαρβάρων ἐμπλάστρων. ἐγὼ δέ τι προσθεὶς, ὡς αὐτὸς χρῶμαι, καταπαύσω τὸν περὶ αὐτῶν λόγον. εἰσὶ δὲ δύο, μία μὲν πρὸς τὰ μέγιστα τραύματα, ἄλλη δὲ πρὸς τὰ μικρότερα. τῆς μὲν οὖν πρὸς τὰ μέγιστα παραλαμβανομένης ἡ σύνθεσίς ἐστιν ἥδε. βάρβαρος Γαληνοῦ. Ϛ Πίσσης λίτρας ηʹ. κηροῦ λίτρας στʹ. οὐγγίας ηʹ. πιτυΐνης λίτρας εʹ. οὐγγίας δʹ. ἀσφάλτου λίτρας δʹ. ἐλαίου λίτραν αʹ. οὐγγίας σιʹ. λιθαργύρου καὶ ψιμυθίου καὶ ἰοῦ ἀνὰ 𐅻 κδʹ. λιβανωτοῦ λίτρας ἥμισυ, στυπτηρίας ὑγρᾶς 𐅻 ιβʹ. σχιστῆς οὐγγίας δʹ. ὀποπάνακος, λεπίδος, χαλβάνης ἀνὰ 𐅻 ιβʹ. ἀλόης καὶ ὀπίου καὶ σμύρνης ἀνὰ 𐅻 δʹ. τερμινθίνης οὐγγίας κδʹ. μανδραγόρου χυλοῦ 𐅻 στʹ. ὄξους κοτύλας στʹ. αἵ εἰσι λίτραι εʹ. ἡ δὲ τῆς ἁπλουστέρας βαρβάρου συμμετρία τῇ συνθέσει ἐστὶν ἥδε. Ϛ πίσσης, κηροῦ, ῥητίνης πιτυΐνης, ῥητίνης φρυκτῆς, ἀσφάλτου τῶν εʹ. τούτων ἀνὰ λίτραν αʹ. λιθαργύρου 𐅻 ιʹ. ψιμυθίου 𐅻 εʹ. ἰοῦ 𐅻 εʹ. ὀποπάνακος 𐅻 γʹ. ἐλαίου χειμῶνος οὐγγίας θʹ. θέρους οὐγγίας στʹ. τὰ τηκτὰ κατὰ τῶν ξηρῶν καταχεῖται λελειωμένων ἐν θυείᾳ μετ’ὄξους δριμέος. ἐὰν δὲ ἀνωδυνώτερον εἶναι βουληθῇς τὸ φάρμακον, προσμίξεις ὑοσκυάμου χυλοῦ 𐅻 αʹ. ἥμισυ. καὶ ὀπίου 𐅻 αʹ.