To Glaucon on Method of Therapy, 2
περὶ δὲ τῶν καθ’ἕκαστον μέρος τοῦ σώματος παθῶν, ὦ Γλαύκων, ἑξῆς ἐροῦμεν ἀπὸ φλεγμονῆς ἀρξάμενοι. καὶ γὰρ πλειστάκις αὕτη γίνεται καὶ πλείστας ἔχει διαφοράς · καὶ πάσαις αὐταῖς πυρετοὶ πεφύκασιν ἕπεσθαι. κοινὸν μὲν οὖν ἁπάσαις ἡ ἄμετρός ἐστι θερμασία καὶ οἷον φλόγωσις, ὅθεν περ καὶ τὸ τῆς φλεγμονῆς ὄνομα κατ’αὐτῶν ἐπιφέρειν ἔθος ἦν τοῖς παλαιοῖς. ἰδίαν δὲ καθ’ἑκάστην εὕροις ἄν τινα διαφορὰν, ἐξ ἧς τότε εἶδος αὐτῆς γνωριεῖς καὶ τῆς προσηκούσης εὐπορήσεις ἰάσεως. ἑτέρως μὲν γὰρ ἕρπητας, ἑτέρως δ’ἐρυσιπέλατα, ἑτέρως δὲ φύγεθλα καὶ τα- τἄλλα τῶν φλεγμονῶν εἴδη θεραπεύσεις. ὥστε πάλιν ἡγεῖται κα- κᾀνταῦθα διαγινώσκειν ὀρθῶς τὰ πάθη δύνασθαι. καί σοι πειράσομαι τοῦτο πρῶτον γράψαι, διελόμενος ἐξ ἀρχῆς περὶ τῶν κατὰ τὰς φλεγμονὰς πάσας διαφορῶν. πρώτη μὲν οὖν διαφορὰ φλεγμονῆς ἐστι, καθ’ἣν τὴν μὲν αὐτῆς ὑγρὰν, τὴν δὲ ξηρὰν εἶναι συμβέβηκεν. ὑγρὰν μὲν ἥτις ἂν ἐκ ῥεύματος θερμοῦ τὸ μόριον καταλαμβάνοντος γίγνηται · ξηρὰν δ’ὅταν μηδενὸς ἐπιρρυέντος τὴν σύμφυτον θερμασίαν ἐκπυρωθῆναι συμβῇ. τοῦτο δὲ μέχρι μέν τινος οἷον πυρετός ἐστι τοῦ μορίου · ἐπειδὰν δὲ εἰς ἄμε τρον ἤδη θερμότητα καὶ ξηρότητα προήκῃ, φθορὰ καὶ νέκρωσις παντελὴς γίγνεται, ὅθεν οὐ δ’εἰς πλείω τέμνεσθαι πέφυκεν, ὥσπερ ἡ ἑτέρα διαφορὰ καθ’ἣν ἐπιρρεῖν τινας χυμοὺς ἐλέγομεν τῷ μέρει. πολλὰ γὰρ τὰ ταύτης εἴδη · αἵματος μὲν γὰρ ἐπιρρυέντος ἕτερον · χολῆς δὲ ξανθῆς ἕτερον · ἀμφοῖν δ’ἅμα τρίτον ἄλλο. καὶ μὲν δὴ καὶ καθ’ἕκαστον αὐτῶν ἢ σεσηπός ἐστιν ἤδη τὸ ἐπιρρέον ἢ ἐν τῷ μορίῳ σφηνούμενον σήπεται · καὶ ἤτοι παχὺ τὴν σύστασιν ἢ λεπτὸν ἢ χρηστὸν ἢ δριμύ. αἵματος μὲν οὖν χρηστοῦ καὶ συμμέτρου τῷ πάχει ῥυέντος εἴς τι μόριον ἀθρόως καὶ διὰ τὸ πλῆθος σφηνωθέντος, ὀδύνη σφοδρὰ καταλαμβάνει τὸν ἄνθρωπον, ἤν γε μὴ παντελῶς δυσαίσθητον ᾖ τὸ μόριον · καὶ σφυγμὸς ἀνιαρὸς ἐν τῷ βάθει καὶ τείνεσθαι πάντῃ νομίζει καὶ θλᾶσθαι τὸ μόριον καὶ θερμασίας αἰσθάνεσθαι πλείονος, ὡς διακαίεσθαι δοκεῖν καὶ ἀναψύχεσθαι ποθεῖν · καὶ ἔρευθος ἐπανθεῖ τοιοῦτον, οἷον τοῖς λελουμένοις ἢ παρὰ τῷ πυρὶ θαλφθεῖσιν ἤ πως ἄλλως θερμανθεῖσι. τοῦτο τὸ πάθος τὴν τοῦ γένους ὅλου προσηγορίαν ἀπηνέγκατο καὶ καλεῖται φλεγμονὴ, ἄλλοις παραπλησίως πολλοῖς εἴδεσι λαμβάνουσι τὸ τοῦ γένους ἐπιφερόμενον ὄνομα. καὶ γίνεται συνεχῶς ἐπὶ πάσῃ σχεδὸν προφάσει · καὶ γὰρ καὶ τρώσεσι καὶ σπάσμασι καὶ θλάσμασι καὶ ῥήγμασι καὶ τοῖς ἐκ τῶν γυμνασίων καμάτοις, ἐξαρθρήμασίτε καὶ κατάγμασι καὶ τοῖς αὐτομάτοις ἕλκεσιν ἐπιγίγνεται · καὶ χωρὶς δὲ τούτων ἁπάντων, ὅταν εἰς ἄμετρον χυμῶν πλησμονὴν αἱ φλέβες ἀφίκωνται, τότε τὸ περιττὸν ἀποχέουσιν εἴς τι χωρίον, ὃ ἂν ἐπιτηδειότατον ᾖ τηνικαῦτα δέξασθαι · πάντως δὲ τοῦτο τῶν ἄλλων ἢ ἀρρωστότερόν ἐστιν ἢ μανώτερον ἢ ἕλκειν ἑτοιμότερον ἢ ἀκινητότερον, ἐξ ἡστινοσοῦν αἰτίας, εἰς ταύτας ἀχθὲν τὰς διαθέσεις. οὐ γὰρ τοῦτό γε νῦν πρόκειται λέγειν. χολὴ δὲ ξανθὴ ἡνίκα μὲν τὴν ἑαυτῆς φύσιν σώζουσα σὺν τῷ αἵματι φέρεται πανταχόσε τοῦ σώματος, ἴκτερος τὸ πάθος καλεῖται. μόνης δ’ἀποκριθείσης καὶ κατά τι μόριον ἱσταμένης, ἕρπης ὀνομάζεται · εἰ μὲν δὴ παχεῖα τὴν σύστασιν εἴη, πᾶν ἑλκοῖ μέχρι τῆς ὑποκειμένης σαρκὸς τὸ δέρμα, καὶ καλεῖ τούτους Ἱπποκράτης ἕρπητας ἐσθιομένους. εἰ δὲ λεπτοτέρα εἴη, τὸ ἐπιπολῆς μόνον ὥσπερ ἐπικαίει καὶ τοῦτο τὸ εἶδος ἀπηνέγκατο τὴν τοῦ γένους προσηγορίαν, ἁπλῶςτε καὶ χωρὶς προσθήκης ἕρπης ὀνομασθέν. τῶν γὰρ ἄλλων δυοῖν εἰδῶν τὸ μὲν ἤδη προειρημένον ἐσθιόμενος ἕρπης ὀνομάζεται, τα- θάτερον δὲ τὸ λοιπὸν κεγχρίας, ὅτι καὶ τούτῳ συμβέβηκε, φλυκταίνας μικρὰς καὶ πολλὰς ἐπιπολῆς τοῦ δέρματος ἐπεγείρειν, κέγχροις ἐοικυίας. γίνεται δ’ὁ τοιοῦτος ἕρπης ὑπὸ χολῆς μὲν καὶ αὐτὸς, ἀλλ’ἧττον δριμείας καὶ θερμῆς ἢ οἱ πρόσθεν. εἰ δ’ἐξ αἵματος καὶ ξανθῆς χολῆς θερμοτέρων τοῦ δέοντος μικτὸν εἴη τὸ ῥεῦμα, ἢ ἐξ αἵματος μὲν, ζέοντος δὲ καὶ λεπτοτάτου τὴν σύστασιν, ἐρυσίπελας τὸ πάθος καλεῖται, θερμότερον πολλῷ τῆς φλεγμονῆς τοῦτο καὶ ξανθότερον ἰδέσθαι. καὶ εἰ ἅψαιο, ῥᾳδίως ὑποτρέχει τὸ αἷμα καὶ αὖθις ἐπιρρεῖ, λεπτὸν ἀκριβῶς καὶ ἐρυθρὸν φαινόμενον, οὐ μὴν οὐ δ’ὀδυνᾶται ὁμοίως τῇ φλεγμονῇ τοῦτο. καὶ κατ’οὐδὲν δὲ τῶν τῆς φλεγμονῆς εἰδῶν οὔτε σφυγμὸν οὔτε θλῖψιν οὔτε τάσιν ὁμοίαν ἐπιφέρει, ἀλλ’ἔσθ’ὅτε καὶ πάνυ μετρίως ἐνοχλεῖ καὶ μάλισθ’ὅταν κατὰ μόνου τοῦ δέρματος ἐκχυθῇ, μηδὲν ἀδικοῦν τὴν ὑποκειμένην σάρκα · καὶ μὲν δὴ καὶ γίνεται τοιοῦτον ὡς τὰ πολλὰ καὶ τοῦτό ἐστι τὸ ἀκριβὲς ἐρυσίπελας. ὡς τό γε καὶ τῆς ὑποκειμένης ἁπτόμενον σαρκὸς οὔτ’ἐξ ἀκριβῶς λεπτοῦ γίνεται τοῦ ῥεύματος οὔτ’ἐρυσίπελάς ἐστι μόνον, ἀλλ’ἤδη μικτὴ διάθεσις ἐξ ἐρυσιπέλατόςτε καὶ φλεγμονῆς, ἐπικρατεῖ δ’ἐν αὐτῇ ποτὲ μὲν τὰ τοῦ ἐρυσιπέλατος ἴδια συμπτώματα, καὶ καλεῖται τὸ τοιοῦτον πάθος ὑπὸ τῶν νεωτέρων ἰατρῶν ἐρυσίπελας φλεγμονῶδες · ποτὲ δὲ τὰ τῆς φλεγμονῆς, καὶ ὀνομάζουσιν αὐτὸ τηνικαῦτα φλεγμονὴν ἐρυσιπελατώδη. εἰ δὲ τὰ μηδετέρου ἐπικρατοίη σαφῶς, ἀλλ’ἶσα φαίνοιτο, φλεγμονὴ καὶ ἐρυσίπελας μεμίχθαι λέγεται. τὸ μὲν οὖν ἀκριβὲς ἐρυσίπελας αὐτοῦ τοῦ δέρματος μόνου πάθος ἐστίν. οὐ μὴν ἥ γε φλεγμονὴ μόνων τῶν ὑποκειμένων τῷ δέρματι μορίων, ἀλλὰ μάλιστα μὲν τούτων, ἐνίοτε δὲ καὶ τοῦ δέρματος. καὶ ἔστιν αὐτὴ τα- τἄλλα μὲν ὀδυνηρὰ τῆς ἑτέρας οὐδὲν ἧττον, ἄπεστι δ’αὐτῆς ὁ σφυγμός. ὅταν δὲ τὸ ἐπιρρέον αἷμα θερμὸν ἱκανῶς ᾖ καὶ παχὺ, καθ’ὅτι ἂν μόριον ἀθρόον ἐπιρρυῇ, τοῦτο καῦσαν ἕλκος ἐσχάραν ἔχον εἰργάσατο. τὸ πέριξ δ’αὐτοῦ πᾶν εἰς φλεγμονὴν ἐξαίρει, ζέουσάντε καὶ δεινῶς ἐπώδυνον. ὀνομάζεται δὲ τὸ τοιοῦτον πάθος ἄνθραξ. ὅταν δὲ τὸ ἐπιρρέον αἷμα μέλαν ᾖ καὶ παχὺ καὶ ἰλυῶδες καὶ ζέον, οἷόν περ τὸ προειρημένον, ἅμα δὲ καὶ ἰχῶράς τινας λεπτοὺς μεμιγμένους ἔχῃ, φλυκταίνας ἐπιπολῆς τοῦ δέρματος ἀνίστησιν, ὁμοίας ταῖς ἀπὸ πυρὸς ὧν ἐκρηγνυμένων τὸ ἐσχαρῶδες ὑπ’αὐταῖς ἕλκος εὑρίσκεται · καὶ ἔστιν ἄνθραξ ἤδη καὶ τοῦτο. τὰ μὲν οὖν τῆς φλεγμονῆς εἴδη τοσαῦτα κατά γε τὴν φύσιν αὐτὴν τοῦ πάθους διαιρούμενα. πολλὰ δ’ἂν ἴσως δόξειέ τις παραλελεῖφθαι τῷ πλήθει τῶν ὀνομάτων ἐξαπατώμενος, οἷον βουβῶνάςτε καὶ φύματα καὶ φύγεθλα καὶ ὀφθαλμίας καὶ περιπνευμονίας καὶ πλευρίτιδας καὶ ἄλλα πολλὰ τῶν ὁμοίως ὀνομαζομένων. ἅπαντα γὰρ ταῦτα φλεγμοναὶ μέν τινές εἰσιν, ἐν οἷς πρόσθεν εἶπον εἴδεσι περιεχόμεναι, διαφόρου δ’αὐτῶν ἕκαστον ἔτυχε προσηγορίας, τῶν πρώτως θεμένων αὐτὰς σύνθετον νόησιν αὐτοῦτε τοῦ πάθους καὶ τοῦ δεδεγμένου ἅμα μέρους αὐτὸ, δι’ἑνὸς ἑρμηνεῦσαι βουληθέντων ὀνόματος. ἔστι γὰρ ὁ μὲν βουβὼν καὶ τὸ φῦμα καὶ τὸ φύγεθλον ἀδένων παθήματα. βουβὼν μὲν ἡ φλεγμονή · φῦμα δὲ τὸ ταχέως αὐξόμενον καὶ πρὸς ἐκπύησιν ἐπειγόμενον · φύγεθλον δὲ τὸ λεγόμενον φλεγμονῶδες ἐρυσίπελας ἢ ἐρυσιπελατώδης φλεγμονή. οὕτω δὲ καὶ ὀφθαλμία μὲν ἡ τοῦ πεφυκότος ὑμένος τῷ κερατοειδεῖ φλεγμονή · πλευρῖτις δ’ἡ τοῦ τὰς πλευρὰς ὑπεζωκότος ὑμένος · συνάγχη δὲ φάρυγγος · ἡ περιπνευμονία δὲ τοῦ πνεύμονος · ἑκάστουτε τῶν ἄλλων ἀνάλογον. τὰς μὲν οὖν ἐν τοῖς φαινομένοις μέρεσι τοῦ σώματος φλεγμονὰς ἕτοιμον γνωρίζειν · τὰς δ’ἐν τοῖς ἀφανέσιν, αἳ καὶ τοὺς πυρετοὺς ἐπιφέρουσι πάντως, οὐκέθ’ὁμοίως · ἀλλ’ἐμοὶ μὲν δοκεῖ γνώμηςτε πάνυ λεπτῆς ἡ τοιαύτη δεῖσθαι διάγνωσις, ἐμπειρίαςτε τῆς φύσεως τῶν μορίων, ἣν ἐξ ἀνατομῆςτε ἅμα καὶ ἀκριβοῦς ἐπιστήμης ἐνεργειῶντε καὶ χρειῶν ποριζόμεθα · περὶ μὲν δὴ τούτων ἐν ἑτέραις εἴρηται πραγματείαις. νῦν δ’οὐκέτ’ἐγχωρεῖ, προστιθέναι τὸν περὶ τούτων λόγον, ἐξαίφνης σοι προσπεσούσης ἀναγκαίας ἀποδημίας. ὅπως δ’ἄν τις τὰς ἐν τοῖς φαινομένοις μορίοις συνισταμένας φλεγμονὰς κάλλιστα ἰῷτο, τοῦτό σοι πρῶτον δίειμι τὴν ἀρχὴν ἀπὸ τοῦ πολλάκιςτε γιγνομένου πάθους καὶ δι’αὐτὸ τοῦτο ὅλου τοῦ γένους τὴν προσηγορίαν ἀπενεγκαμένου ποιησάμενος. ἐφ’οὗ τοῦτο πρῶτον ἁπάντων φημὶ χρῆναι σκοπεῖν, ὅπερ κα- κᾀν τοῖς ἄλλοις ἅπασι μεγίστην ἔχει δύναμιν, ἐξευρεῖν τὴν πρόφασιν τοῦ νοσήματος.
ἔστι γοῦν μία τις πρόφασις τῶν φαινομένων φλεγμονῶν, οὐ πάνυ τι λανθάνουσα τὸ καλούμενον ῥεῦμα, πλὴν εἴποτε συνδράμοι ταῖς δι’ἄλλην τινὰ πρόδηλον αἰτίαν δοκούσαις γεγονέναι. ἡνίκα μὲν γὰρ οὐδεμιᾶς ἐκείνων προηγησαμένης ἐξαίφνης ἐφλέγμηνε τὸ μόριον, ἡ μὲν ἐργασαμένη τὸ πάθος αἰτία ῥεῦμα καλεῖται, τὸ πάθος δ’αὐτὸ ῥευματικὴ διάθεσις. καὶ χρὴ μάλιστ’ἐπὶ τῶν τοιούτων φλεγμονῶν τὰς ἀρχὰς τῶν ἰάσεων χρηστὰς εἶναι. τὰ γὰρ ἐν αὐταῖς ἁμαρτήματα δυσιάτους ἢ καὶ παντάπασιν ἀνιάτους ἐργάζεται τὰς διαθέσεις. μέγιστα δ’ἁμαρτήματα δύο ταῦτα, τότε μηδεμίαν ὅλου τοῦ σώματος πρόνοιαν ποιεῖσθαι καὶ τὸ θερμαίνειν μὲν καὶ ὑγραίνειν ἔτι τὸ μέρος. ἄμφω δ’οἱ πολλοὶ τῶν ἰατρῶν ἁμαρτάνουσι. τινὲς μὲν γὰρ εἰσιν ἐκ τῆς μεθοδικῆς αἱρέσεως ἀναπεπεισμένοι καὶ τὰς φλεγμονὰς ἁπάσας στεγνὰ πάθη νομίζοντες καὶ χαλᾷν αὐτὰς ἡγούμενοι δεῖν. εἰσὶ δ’οἳ καὶ ἀλόγωςτε καὶ ἀσκέπτως ἐκείνοις ἕπονται, μίαν ἀπολογίαν τοῦ κακῶς ποιεῖν ἔχοντες τὸ σὺν πολλοῖς ἁμαρτάνειν. ἀλλ’οὔτε τῶν δογματικῶν ἰατρῶν τις οὔτε τῶν ἐμπειρικῶν οὕτως ἐγίγνωσκεν. ἀλλ’ὅπερ ὅτε λόγος ὑπαγορεύει καὶ ἡ πεῖρα, τὸ μὲν ὅλον σῶμα κενοῦν ταῖς ἐνδεχομέναις κενώσεσι συμβουλεύουσιν, αὐτὸ δὲ τὸ φλεγμαῖνον μέρος ἐπιβρέχειντε καὶ καταπλάττειν τοῖς ἀπωθεῖσθαι μὲν τὸ ἐπιρρέον δυναμένοις, κενοῦν δὲ τὸ ἤδη περιεχόμενον ἐν τῷ πεπονθότι τόπῳ · τόνον δὲ καὶ ῥώμην ἐντιθέναι τοῖς ἤδη πεπονηκόσι μορίοις. εἰς ἃ δὲ χρὴ βλέποντας κενοῦν, εἴρηται μὲν ἤδη καὶ πρόσθεν, ἀλλὰ καὶ νῦν ἔτι δι’ὀλίγων ὑπομνήσομεν · ὥστε κα- κᾀν τοῖς ἑξῆς ἅπασι μεμνημένον σε μηκέτι δεῖσθαι καθ’ἕκαστον πάθος ἀκούειν τοὺς ἐνδεικνυμένους σκοποὺς τὰς κενώσεις. ἡλικίαν μὲν οὖν καὶ ὥραν καὶ χώραν καὶ τὴν παροῦσαν κατάστασιν καὶ τὴν ῥώμην τοῦ κάμνοντος καὶ τὴν ἕξιν καὶ τὸ ἔθος καὶ αὐτὴν τὴν τοῦ νοσήματος ὑπόθεσιν ἐπιβλέπειν ἐφάσκομεν δεῖν. ἐκ τούτων γὰρ, ὅτε χρὴ κενοῦν ἢ μὴ κενοῦν καὶ ὅθεν καὶ ὅπως, εὑρεθήσεται, οἷον ἐπὶ τῆς προκειμένης διαθέσεως · εἰς γόνυ φερέσθω τὸ ῥεῦμα καὶ τοῦτ’ἐπὶ πλεῖστον ἀθρόως ἐξαιρέσθω. φαινέσθω δέ σοι καὶ τὸ σύμπαν σῶμα μεστὸν αἵματος καὶ ἡ δύναμις τοῦ νοσοῦντος ἰσχυρὰ καὶ ὁ καιρὸς τοῦ ἔτους ἔαρ ἔστω καὶ τὸ χωρίον εὔκρατον καὶ ὁ νοσῶν μειράκιον ἢ νεανίσκος, οὗτος αἵματος κενώσεως τῆς ἐκ τῶν ἄνω χωρίων δεῖται καὶ χρὴ τεμεῖν αὐτοῦ τῶν ἐν ἀγκῶνι φλεβῶν, ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην. εἰ δὲ τῶν ἄνωθέν τι ἐπεπόνθει, κάτωθεν ἀπάγειν τοῦ αἵματος. ἀεὶ γὰρ εἰς το- τοὐναντίον τὴν τοῦ ῥεύματος ὁρμὴν ἀντισπᾷν ξυμφέρει. καταπλάττειν δὲ τῷ διὰ τοῦ ἀειζώου καὶ λεπισμάτων ῥοιᾶς ἑφθῶν ἐν οἴνῳ καὶ ῥοῦ καὶ ἀλφίτων συγκειμένῳ · κάλλιστον γὰρ τοῦτό γ’ἔντε τοῖς τοιούτοις καὶ πάνθ’ὅσων δεόμεθα δρᾷν δυνάμενον. ἀποκρούεται γὰρ τὸ ἐπιρρέον καὶ ξηραίνει τὸ περιεχόμενον καὶ ῥώννυσι τὰ πέριξ μόρια. καὶ ἄλλα δὲ μυρία φάρμακα κατὰ τὸν αὐτὸν τρόπον ἔνεστί σοι συντιθέναι. ὧν τὴν μέθοδον τῆς συνθέσεως ἐν τοῖς περὶ φαρμάκων μεμάθηκας. ὅθεν κα- κᾀγὼ καθ’ἕκαστον ἕν τί σοι παραγράψω καὶ ὑπόμνημάτε ἅμα καὶ παράδειγμα τῆς τῶν ἄλλων δυνάμεως ἐσόμενον. εἰ μὲν δὴ μὴ σφοδρῶς ὀδυνῷντο, τοῖς τοιούτοις χρῆσθαι · σὺν ὀδύνῃ δὲ μείζονι τοῦ ῥεύματος ἐμπεσόντος οὐ χρὴ μὲν οὐ δ’οὕτως οὐ δ’ὕδωρ θερμὸν οὔτ’ἔλαιον οὔτε τὰ διὰ τῶν πυρίνων ἀλεύρων προσφέρειν καταπλάσματα. πολέμια γὰρ ἅπαντα τὰ τοιαῦτα ταῖς ῥευματικαῖς διαθέσεσι, κα- κᾂν εἰ παραχρῆμα δόξειε ῥᾳστώνην τινὰ φέρειν. ἀρκεῖ δὲ τῶν τοιούτων τινὶ παραμυθήσασθαι τὸ σφοδρὸν τῆς ὀδύνης, ὅσα διὰ γλυκέοςτε καὶ ῥοδίνου καὶ κηροῦ βραχέος ἐν ἀμφοῖν τετηκότος σύγκειται. χρὴ δὲ καὶ ταῦτ’ἀναλαμβάνειν ἐρίοις. ῥυπαροῖς, οἴσυπον ὡς πλεῖστον ἔχουσι · καὶ θέρους μὲν ψυχρὰ · χειμῶνος δὲ χλιαρὰ προσφέρειν. οὕτω δὲ καὶ τὰ καταπλάσματα δι’ἀρνογλώσσου καὶ φακῆς καὶ ἄρτου καὶ ῥοδίνου. μικρὸν δ’ὑπεράνω τῶν πεπονθότων χωρίων ἐπιτιθέναι σπόγγον οἴνῳ στρυφνῷ βεβρεγμένον ἢ ὕδατι ψυχρῷ · κάλλιον δ’εἰ καὶ ὄξους ὀλίγον ἔχοι. καὶ εἰ μὲν ἐπὶ τοιούτοις ἀξιόλογός τις ὠφέλεια γένοιτο καὶ μηδαμοῦ πῦον ὑποφαίνοιτο, τοῖς πρὸς τὰ ῥεύματα μαλθακοῖς ἐμπλάστροις δεῖ χρῆσθαι · κάλλιστα δ’αὐτῶν, ὅσα ξηραίνειντε ἅμα καὶ ἀπωθεῖσθαι δύναται τὸ ἐπιρρέον αἷμα χωρὶς ὀδύνης. ὥστε τά γε συντείνοντα σφοδρῶς καὶ διὰ τοῦτο ὀδυνῶντα πλεῖον ἀδικεῖ τοῖς ἀλγήμασιν ἢ ὠφελεῖ ξηραίνοντα. τοιοῦτον οὖν εἶναι χρὴ τὸ φάρμακον, οἷόν ἐστι τὸ σύνηθες ἡμῖν τὸ διὰ τῆς χαλκίτεως ἀνιέμενον ῥοδίνῳ. εἰ δὲ καὶ καθαρὸν ἔριον οἴνῳ στρυφνῷ βρέχων ἔξωθεν ἐπιβάλλοις αὐτῷ, πλέον ὀνήσεις. ὑποφαινομένου δὲ κατὰ τὸ μόριον πύου, καταπλάττειν μὲν ἀναγκαῖον ἅπαξ ἢ δίς που. καὶ ἄμεινον εἰς τὰ παρόντα τὸ ἐκ τῶν κριθῶν ἄλευρον. παραπλέκειν δ’ὁμοίως τι κα- κᾀν τούτοις ἢ ὄξους ἢ οἴνου. καὶ διελόντα καὶ κενώσαντα τὸ πῦον φυλάττεσθαι μὲν τοῦ λοιποῦ προσφέρειν ἔλαιον ἢ ὕδωρ. καὶ εἰ ἀπονίψαι ποτὲ δέοι τὸ τραῦμα, μελικράτῳτε ἢ ὀξυκράτῳ καὶ οἴνῳ καὶ οἰνομέλιτι χρηστέον. ἐπιτιθέναι δ’, εἰ μὲν ἔτι φλεγμαίνοι, τὸ διὰ τῆς φακῆς κατάπλασμα. μὴ φλεγμαίνοντος δὲ τῶντε ἄλλων φαρμάκων τι τῶν ἐμπλαστῶν, οἷς ἐπὶ ταῖς τοιαύταις τομαῖς χρώμεθα καὶ οὐχ ἥκιστά γε τῷ διὰ τῆς χαλκίτεως. ἐπιτιθέναι δὲ κατ’αὐτῶν ἔξωθεν σπόγγον ἢ ἔριον οἴνῳ βρέχοντας στρυφνῷ. μὴ παρόντος δὲ τοῦ στρυφνοῦ, τῷ ὕδατι μίξαντας ὄξους τοσοῦτον, ὡς πίνειν δύνασθαι, τούτῳ βρέχειν. ἐπιτήδειοι δ’εἰς ταῦτα καὶ ὅσοι θαλάττης ἔχουσιν οἶνοι. καὶ αὐτὸς δ’ἂν ἐπὶ τοῦ καιροῦ τεχνήσαιο, μιγνύων ἁλῶν τῷ παρόντι. τῷ δὲ τραύματι μηδὲν τῶν λιπαινόντων φαρμάκων προσφέρειν, οἷον τότε Μακεδονικόν ἐστι καὶ τὸ τετραφάρμακον καλούμενον · ἀκριβῶς γὰρ δεῖται ξηραίνεσθαι. οὕτω μὲν ἰᾶσθαι δεῖ τὰς ἐπὶ ῥεύματι φλεγμονὰς.
τὰς δ’ἐπί τινι τῶν ἄλλων αἰτίων ὑγραίνειντε καὶ θερμαίνειν οὐδὲν κωλύει. καὶ εἰ ἐκπυῆσαι βουληθείης αὐτὰς, καταπλάττειν ἀλεύρῳ πυρίνῳ δι’ἐλαίουτε καὶ ὕδατος ἡψημένῳ. καὶ εἴποτε καὶ ἀποσχάζειν δεήσειεν, οὐ δὲ τοῦτο χρὴ δεδιέναι. τὰς δ’ἐπὶ τοῖς ῥεύμασιν εἰ ἀποσχάσαις, μέγα τι κακὸν ἐργάσῃ καὶ μάλιστ’εἰ κατ’ἀρχάς. ὅσαι γὰρ αὐτῶν χρόνου πλείονος οὖσαι μετάτε τὴν τοῦ παντὸς σώματος κένωσιν καὶ τὴν ἄλλην τὴν προσήκουσαν ἴασιν σκληρότητάς τινας ἢ μελανότητας ἐν τοῖς μέρεσιν ὑπολειπομένας ἔχουσι, τούτων ἀπάγειν τοῦ αἵματος οὐδὲν ἄτοπον · οὔτε γὰρ φλεγμονὰς τάς γε τοιαύτας ἔτι νομιστέον · ὥσπερ οὐ δὲ ἐρυσίπελας ἔτι τὸ ἤδη πελιδνόν. καὶ γὰρ οὖν καὶ τοῦτο κατὰ τὰς ἀρχὰς μὲν ψύχειν χρὴ καὶ μάλισθ’ὅταν ἄνευ φανερᾶς γένηται προφάσεως. ἡνίκα δ’ἤδη τὸ ζέον ἄπεστιν αὐτοῦ, καὶ σχάσαι συμφέρει καὶ καταπλάσαι θερμῷ τῷ κριθίνῳ καὶ κηρωτὴν καὶ ἄλλο τι φάρμακον ἐντιθέναι τῶν διαφορούντων. οὐ μὴν ἀπό γε φλεβὸς αἷμα τῶν γε τοιούτων κενοῦν ἀναγκαῖον, ἀλλ’αἱ διὰ τῆς κοιλίας ὑποκαθάρσεις ἀρκοῦσι. διδόναι δὲ φάρμακον, ὃ χολὴν ξανθὴν ἄγει. μικροῦ δ’ὄντος τοῦ παθήματος οὐ δὲ τοῦτ’ἀναγκαῖον, ἀλλ’ἀρκεῖ κλύσαι δριμεῖ. τὰ δ’ἐφ’ἕλκεσιν ἐρυσιπέλατα καὶ ὅσα οὕτω φανερὰς ἔχει τὰς αἰτίας, οὐ δ’εἰ παραχρῆμα βούλοιο καταπλάττειν ἀλεύρῳ κριθίνῳ καὶ μάλιστα καὶ προαποσχάσας, οὐδὲν βλάψεις. τὰς δὲ φλεγμονὰς τὰς ἐρυσιπελατώδεις καὶ τὰ φλεγμονώδη τῶν ἐρυσιπελάτων ἰᾶσθαι, μικτὴν μὲν ὡς οἷόντε ποιούμενον τὴν ἐπιμέλειαν, ἐναντιούμενον δ’ἀεὶ τῷ μᾶλλον κρατοῦντι. καὶ βουβώνων δὲ καὶ φυμάτων καὶ φυγέθλων παραπλησίαν ταῖς ἐν τοῖς ἄλλοις μέρεσι γιγνομέναις ὁμοίαις διαθέσεσι τὴν ἐπιμέλειαν ποιεῖσθαι, πλὴν ὅσα δριμυτέρων φαρμάκων ἐπὶ τοῖς αὐτοῖς παθήμασιν ἀνέχεσθαι πεφύκασιν, ὡς ἀδένες. τοὺς δ’ἕρπητας τὰ μὲν περὶ τὴν τοῦ σώματος ὅλου κένωσιν ὁμοίως τοῖς ἐρυσιπέλασιν ἰᾶσθαι προσήκει · τὰ δὲ περὶ τὴν αὐτοῦ τοῦ πεπονθότος μέρους οὐκ ἔθ’ὁμοίως. ἅπαντες γὰρ οἱ ἀναβιβρωσκόμενοι ψύχεσθαι μὲν ἐθέλουσιν, ὡσαύτως τοῖς ἄλλοις ἕρπησίτε καὶ ἐρυσιπέλασιν · οὐ μὴν ὅσα γε σὺν τῷ ψύχειν καὶ ὑγραίνειν φάρμακα πέφυκε, ταῦτά γ’ἔτι φέρουσιν, ἀλλὰ μόνον τῶν ψυχόντων προσίενται τὰ ξηραίνειν μάλιστα δυνάμενα. μὴ τοίνυν μήτε θριδακίνην αὐτοῖς μήτε πολύγονον μήτε τὸν ἀπὸ τῶν τελμάτων φακὸν ἢ τὸν ἕλειον λωτὸν ἢ ἀνθύλλιον ἢ ψύλλιον ἢ ἀνδράχνην ἢ σέριν ἢ ἀείζωον ἤ τι τῶν οὕτως ὑγραίνειντε καὶ ψύχειν δυναμένων προσφέρειν, ἃ τοῖς ἐρυσιπέλασιν ἦν οἰκεῖα. ἀλλὰ μήτε σπόγγῳ ποτὲ θαρρήσῃς ὕδατι ψυχρῷ βεβρεγμένῳ μήτε στρύχνῳ, καί τοι καὶ τοῦτο ξηραίνειντε καὶ ψύχειν πέφυκεν, ἀλλὰ μετρίως. οἳ δ’ἄρα σφοδροτέρας ἢ κατὰ τὸν στρύχνον δέονται ξηρότητος. ἐπιπλάττειν οὖν αὐτοῖς χρὴ κατ’ἀρχὰς μὲν ἕλικας ἀμπέλου καὶ βάτου καὶ κυνοσβάτου καὶ ἀρνογλώσσου. μετὰ δὲ ταῦτα τήντε φακῆν μιγνύειν δεῖ καὶ μέλιτός ποτε καὶ ἀλφίτων καὶ τὸ προγεγραμμένον πρὸς τὰς ἐκ ῥεύματος φλεγμονὰς κατάπλασμα, περιελὼν αὐτοῦ τὸ ἀείζωον. αὐτὰ δὲ τὰ ἡλκωμένα κατάχριε φαρμάκοις τοῖς πρὸς ἕρπητας ἐπιγεγραμμένοις ἐν ταῖς φαρμακίτισι βίβλοις. πολλὰ δ’ἐστὶ ταῦτα παρὰ πᾶσι καὶ εἰς κυκλίσκους ἀναπλάττεται τὰ πλεῖστα καὶ δεῖται χρωμένους ἀνίεσθαι γλυκεῖ. μὴ παρόντος δὲ γλυκέος, οἴνῳ λεπτῷτε καὶ λευκῷ καὶ ὑποστύφοντι, οἷος ὅτε Φαλερῖνος καὶ Μασσαλιώτης καὶ ὁ Σαβῖνος καὶ Ἀδριανὸς καὶ Ἀρσύϊνος, μηδέπω μηδὲν ἐν τῇ γεύσει δριμὺ διὰ παλαιότητα κεκτημένοι. καὶ ὀξυκράτῳ δ’ὑδαρεῖ ποτε χρησάμενος ἀντὶ τούτων οὐδὲν ἧττον ἂν ἔχοις. ἤδη δὲ καὶ χρονιζομένων τῶν ἑλκῶν μήτε γλυκεῖ λύειν τοὺς κυκλίσκους μήτε ὑδαρὲς ἔτι τὸ ὀξύκρατον ἔστω. καὶ τῶν οἴνων δ’ὅσοι στύφουσιν ἱκανῶς ἀγαθοί · μάλιστα μὲν οἱ μέλανες, εἰ δ’ἀποροῦμεν αὐτῶν, λευκοί. φάρμακα δ’ἐν τῷδε τῷ καιρῷ μάλιστα μὲν ἁρμόσει αὐτοῖς, τότε τοῦ Πολυείδου καὶ Πασίωνος καὶ τὸ Μούσα καὶ τὸ Ἄνδρωνος, ὅσατ’ἄλλα τούτοις ἔοικε. τοὺς δὲ τὰ ἐπιπολῆς μόνον ἑλκοῦντας ἕρπητας, εἰ μὴ πάνυ τι κεχρονικότες εἶεν, οὐδὲν χρὴ καταχρίειν τούτων, καίει γὰρ ἰσχυρῶς καὶ ξηραίνει σφοδρῶς, ἀλλ’ἀρκεῖ τοῖς τοιούτοις ἕρπησιν, ὅσα κατὰ γλαυκίου δύναμίν ἐστι φάρμακα, λύεσθαι δὲ μάλιστα μὲν ὕδατι. μηδὲν δ’ἀνύοντος αὐτοῦ καὶ ὄξους παραπλέκειν · εἰ δὲ καὶ στρύχνου δεύσειας χυλῷ ἢ ἀρνογλώσσου, μειζόνως ὠφελήσεις. ἐν δὲ τῷ καθόλου τοῦτό σε γιγνώσκειν χρὴ ἐπὶ παντὸς ἕλκους εἴτ’αὐτομάτως εἴτ’ἀπὸ συμπτώματος εἴτε καὶ τρωθεῖσιν εἴη γεγενημένον, ὡς ξηραίνεσθαι μὲν ἀεὶ βούλεται, φαρμάκῳ δ’ὡς Ἱπποκράτης φησὶ μὴ περισκελεῖ τουτέστι μὴ δάκνοντι, μη δ’ἐρεθίζοντι σφοδρῶς, πλὴν εἰ μὴ κακόηθέςτε καὶ μετὰ σήψεως εἴη. τὰ γὰρ τοιαῦτα δριμυτάτων δεῖται φαρμάκων καὶ πυρὶ τὴν δύναμιν ἐοικότων, οἷόν ἐστι τότε μίσυ καὶ ἡ χαλκίτις καὶ ἀρσενικὸν καὶ τίτανος καὶ σανδαράχη · καὶ γὰρ οὖν καὶ καίει παραπλησίως τῷ πυρὶ τὰ τοιαῦτα φάρμακα · πολλάκις δὲ καὶ τούτων νικωμένων αὐτῷ τῷ πυρὶ χρώμεθα. ταῦτ’ἆρα καὶ τοῖς καλουμένοις ἄνθραξι κατ’αὐτῆς τῆς ἐσχάρας, ἔνθα μάλιστα σήπεται τὸ μορίον, ἡ τῶν τοιούτων φαρμάκων ἰδέα πρόσφορος, οὐ μὴν τῷ πέριξ χωρίῳ, λήσεις γὰρ αὐτὸς ἑλκώσας αὐτὰ εἰς μηδὲν δέον, ἀλλὰ τοῖς προειρημένοις κυκλίσκοις χρηστέον, οἷος ὁ Ἀνδρώνιος. εἰ δέ ποτε ἔρευθος ἐπικρατοίη καὶ πολλὴ φλόγωσις, ἀνιέναι χρὴ γλυκεῖ τὸ φάρμακον ἢ ἀρνογλώσσου χυλῷ. εἰ δ’ὄγκου μέγεθος ὑπάρχει, οἴνῳ μὲν στρυφνῷ τὸ πρῶτον, ἔπειτα δὲ καὶ ὄξει. καταπλάττειν δὲ τῷ τῶν ὀρόβων ἀλεύρῳ δι’ὀξυμέλιτος · καὶ πρὸ τούτων ἁπάντων εὐθὺς κατ’ἀρχὰς ἀφαιρεῖν αἵματος ἱκανὸν, ἤν γε μηδὲν κωλύῃ.
τοιαῦται μέν τινες αἱ τῶν τοιούτων παθῶν ἰάσεις κατὰ γένος · ἐξαλλάττονται δὲ παρὰ τὰς τῶν πεπονθότων ὀργάνων φύσεις. τέτταρες δὲ ἀπὸ τούτων ἐνδείξεις εἰσὶν, ἐκ τῆς κράσεως αὐτῶν, ἐκ τῆς διαπλάσεως, ἐκ τῆς θέσεως, ἐκ τῆς δυνάμεως. ἐκ μὲν τῆς κράσεως, εἰ τὰ μὲν αὐτῶν ξηρότερα φύσει, τὰ δ’ὑγρότερα, τὰ δὲ ψυχρότερα, τὰ δὲ θερμότερα γέγονε · καὶ κατὰ συζυγίαν ἢ ὑγρότερα καὶ θερμότερα ἢ ὑγρότερα καὶ ψυχρότερα ἢ ξηρότερα καὶ θερμότερα ἢ ξηρότερα καὶ ψυχρότερα ἢ κατὰ πᾶν εὔκρατα. καὶ χρὴ σκοπὸν εἶναί σοι ἐν ταῖς θεραπείαις τὴν φύσιν τοῦ μορίου. τὸ γὰρ μέχρι πόσου ψυκτέον ἢ ξηραντέον αὕτη διδάσκει. τὰ γὰρ σαρκώδη φλεγμαίνοντα βραχέως δεῖται ξηραίνεσθαι · καὶ μὲν δὴ καὶ ὅσα φλεβώδη, κα- κᾂν ᾖ μᾶλλον τῶν σαρκωδῶν ξηρότερα, ἀλλ’οὐ δ’αὐτά γε ἱκανῶς. ὅσα δ’ἀρτηριώδη τὴν φύσιν ἐστὶ μόρια, μᾶλλον ἔτι τῶν φλεβωδῶν καὶ τούτων ἔτι μᾶλλον τὰ νευρώδη, καὶ πολὺ δὴ μᾶλλον τούτων ὅσα χονδρώδη καὶ ὀστώδη. πρὶν γὰρ εἰς τὴν οἰκείαν ἐπανέλθοι φύσιν τὸ μέρος, οὐδέπω τέλος ἡγητέον ἔχειν τὴν ἴασιν. ἐπανάγει δ’εἰς τὴν ξηροτέραν μὲν κρᾶσιν, ὅσα φύσει ξηρότατα · εἰς δὲ τὴν ψυχροτέραν ὅσα ψυχρότατα. καὶ κατὰ τὰς ἄλλας δὲ δύο ποιότητας ὁμοίως · εἰς δὲ τὸ μέτριον ἐν ἑκάστῃ τὰ μέτρια. οὕτω μὲν αἱ κράσεις τῶν μορίων ποικίλλουσι τὰς τῶν παθῶν θεραπείας. αἱ δὲ διαπλάσεις ὡδί · τὰ μὲν γὰρ ἔνδον αὐτῶν εὐρύτητας ἔχει, τὰ δ’ἔξωθεν, τὰ δ’ἑκατέρωθεν, τὰ δ’οὐδετέρωθεν · οἷον τῶν μὲν ἁπλῶν αἱ ἀρτηρίαι καὶ αἱ φλέβες καὶ νεῦρα · αἱ μὲν ἐν τοῖς κώλοις ἔνδον αὐτῶν · αἱ δ’ἐντὸς περιτοναίου καθ’ἑκάτερα · νεῦρα δὲ τὰ μὲν ἐν τοῖς κώλοις, κατ’οὐδέτερον · ὅσα δ’ἐντὸς περιτοναίου, κατὰ τα- θάτερον. τοῖς δὲ σπλάγχνοις σχεδὸν ἅπασιν ἔνδοθέντε καὶ ἔξωθέν εἰσιν εὐρυχωρίαι μεγάλαι. καὶ προσέτι καὶ ἡ σὰρξ αὐτὴ ἡ μὲν τοῦ πνεύμονος μανή · ἔμπαλιν δ’ἡ τῶν νεφρῶν πυκνοτάτη · καὶ μετὰ ταύτην ἡ τοῦ ἥπατος. ἡ δὲ τοῦ σπληνὸς εἰς ὅσον πυκνοτέρα τῆς τοῦ πνεύμονος, εἰς τοσοῦτον μανωτέρα τῆς τοῦ ἥπατος. ἐν ἅπασιν οὖν τούτοις ὅσα μὲν οὐδετέρωθεν ἔχει κοιλότητας ἐκδεχομένας τὸ περιττὸν τοῦ ῥεύματος, ἰσχυρῶς δεῖται ξηραίνεσθαι, κα- κᾂν μὴ πάνυ ξηρὰ τὴν φύσιν ᾖ, καθάπερ τὰ νεῦρα καὶ μάλιστα τὰ ἐν τοῖς κώλοις. ὅσα δ’ἔξωτε καὶ εἴσω δύναται χαλάσαι τι τῆς φλεγμονῆς, οὐδὲν δεῖται τά γε τοιαῦτα τῶν ἱκανῶς ξηραινόντων καὶ μάλιστ’εἰ χαύνην ἔχοι τὴν σάρκα, καθάπερ ὁ πνεύμων. ἡ δ’ἀπὸ τῆς θέσεως ἔνδειξις οὐ δ’αὐτὴ παροπτέα · δι’ὧντε γὰρ χρὴ κενοῦν καὶ ὅπως καὶ ὅθεν, αὐτὴ μάλιστα διδάσκει. τῶν μὲν οὖν ἔτι ἐπιρρεόντων ἡ ἀντίσπασις, οὕτω γὰρ ὁ Ἱπποκράτης ὀνομάζει, τῶν δ’ἤδη κατειληφότων τὸ μόριον ῥευμάτων, ἡ παροχέτευσις ἴαμα. ἄμφω δὲ τὰ εἴδη τῆς κενώσεως διὰ τῶν κοινῶν ποιεῖσθαι κελεύει φλεβῶν. οἷον τὰς ἐπὶ μητρῶν ἀντισπάσεις, εἰ τὴν ἐν ἀγκῶνι τέμνοις φλέβα ἢ παρὰ τοὺς τιτθοὺς σικύας προσβάλλοις ἢ εἰ τὰς χεῖρας θερμαίνοιςτε καὶ ἀνατρίψαις καὶ διαδήσαις. παροχετεύσεις δὲ τὰς ἐν ἰγνύαις ἢ σφυροῖς διαιρῶν καὶ σικύας μηροῖς προσβάλλων καὶ θερμαίνων καὶ ἀνατρίβων καὶ διαδῶν τὰ σκέλη. καὶ εἰ μὲν ἡ δεξιὰ μήτρα πεπόνθοι, ἐκ δεξιᾶς χειρὸς καὶ σκέλους ἀπάγων τὸ αἷμα. τῆς δ’ἀριστερᾶς πεπονθυίας ἐκ τῶν ἐν ἐκείνῃ κατ’εὐθὺ κώλων. τὸ γὰρ καθ’ἵξιν ὑπ’αὐτοῦ λεγόμενον αὐτὸ τοῦτ’ἔστι τὸ κατ’ἰσότητα. τέμνειν δὲ τὰς ἔνδον φλέβας τοῦ Ἱπποκράτους · αὗται γὰρ ἐγγυτέρωτε τῶν πεπονθότων μορίων καὶ μᾶλλον κατ’εὐθύ. καὶ γὰρ εἰ σπληνὸς φλεγμαίνοντος κενοῦν αἵματος ἐθέλοις, τῆς ἀριστερᾶς χειρὸς τὰς ἔνδον φλέβας τέμνειν, καὶ εἰ ἥπατος, τῆς δεξιᾶς ὡσαύτως. εἰ δέ τι τῶν ἄνωθεν εἴη φλεγμαῖνον, ὡς ἐν συνάγχαιςτε καὶ ὀφθαλμίαις καὶ ὅσα περὶ κεφαλὴν, τὰς ἔξωθέντε καὶ κατ’εὐθύ · τῶν κώλων δ’αὐτῶν πεπονθότων ἀπὸ τῶν ὁμοζύγων ἡ κένωσις, εἴτε ἀντισπᾷν εἴτε παροχετεύειν ἐθέλοις, πλὴν εἰ μὴ χρόνιον εἴη τὸ πάθημα. τηνικαῦτα γὰρ ἀπ’αὐτοῦ τοῦ πεπονθότος. οὕτως οὖν κα- κᾀπὶ τῶν συναγχικῶν τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας τέμνομεν, ὅταν ἡμῖν τὸ μὲν ὅλον ἤδη σῶμα κενὸν ᾖ, χρονίζῃ δὲ τὸ πάθος. οὕτω δὲ καὶ σπληνὶ καὶ ἥπατι σικύας προσβάλλομεν. οὕτω δὲ καὶ ἄλλο τι καὶ ἄλλο μέρος πεπονθὸς ἀποσχάζομεν, οὐκ ἐπιρρεόντων ἔτι τῶν χυμῶν · ἐρεθιεῖς γὰρ αὐτοὺς ἐν τῷδε μᾶλλον καὶ διπλάσιον ἐργάσῃ τὸ κακόν · ἀλλ’ὅταν ἤδη τὸ μὲν ὅλον ἀπέριττον ᾖ σῶμα, μηδὲν δ’ἐπιρρέῃ νῦν, ἴσχηται δέ τι τοῦ παλαιοῦ ῥεύματος ἐν τῷ μορίῳ. καὶ μὴν καὶ ὅτι τὰ μὲν ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἐπ’οὖρα χρὴ προτρέπειν, τὰ δ’ἐν τοῖς σιμοῖς ἐπὶ τὴν κάτω διαχώρησιν, ἡ θέσις ἐδίδαξε τοῦ σπλάγχνου. καὶ ὅτι θώρακα μὲν καὶ πνεύμονα διὰ βηχῶν ἐκκαθαίρειν · γαστέρα δὲ καὶ στόμαχον δι’ἐμέτων · ἔντερα δὲ ταῖς κάτω διαχωρήσεσιν · ὥσπερ οὖν καὶ σπλῆνα καὶ νεφροὺς μὲν ταῖς δι’οὔρων · μήτραν δὲ ταῖς διὰ τῶν καταμηνίων · ἐγκέφαλον δὲ καὶ μήνιγγας ταῖς δι’ὑπερώας καὶ γαργαρεῶνος καὶ ῥινῶν καὶ ὤτων. ἀλλὰ καὶ ὅτι τοῖς μὲν ἐπιπολῆς μορίοις τοιοῦτον εἶδος χρὴ φαρμάκων προσφέρειν, οἵου δεῖται τὸ πάθος · τοῖς δ’ἐν τῷ βάθει καὶ διὰ πολλῶν τῶν μεταξὺ μέλλουσιν ὁμιλήσειν ταῖς δυνάμεσειν αὐτῶν, οὐχ οἷον νῦν ἐστιν, ἀλλ’οἷον ἔσεσθαι μέλλει παρὰ τῆς θέσεως τῶν μορίων ἐμάθομεν. ὥστ’εἴ τι τῶν ἔξωθεν ἐπιτιθεμένων εἴτε τῶν ἐσθιομένων ἢ πινομένων εἴη τὸ φάρμακον, οὐ τὴν παροῦσαν αὐτοῦ δύναμιν ἐπισκεπτέον, ἀλλ’οἵαν ἕξει πλησιάζον τῷ πεπονθότι μορίῳ. ταῦτ’ἄρα ταῖς τοῦ πνεύμονος φλεγμοναῖς, ὅσα προσφέρουσιν ἔξωθεν ἐπιπλάσματα, τῷ θώρακι περιβάλλοντες ἰσχυρότερα πολὺ καὶ δριμύτερα τὴν φύσιν ἐστὶν ἢ εἰ αὐτῷ τῷ σπλάγχνῳ προσεφέρετο. διὰ πολλῶν γὰρ τῶν μεταξὺ σωμάτων τὸ ἐντυγχάνειν μέλλον τῷ πεπονθότι μορίῳ παροδεῦον πάντως ἂν ἐξελύθητε καὶ ἠμαυρώθη τὴν δύναμιν, εἰ ἐξ ἀρχῆς ἦν ἀσθενές. τοσοῦτον οὖν αὐτοῖς ἐπικτήτου ἰσχύος διδόναι προσῆκεν, ὁπόσον ἡ ὁδὸς ἀφαιρεῖται · ὥστε ἶσον καθίστασθαι τὸ λειπόμενον τῷ διὰ τοῦ ψαύειν ὠφε λοῦντι. ταῦτ’ἄρα καὶ αὐτοῦ τοῦ θώρακος τοῖς μὲν ἐπιπολῆς φλεγμαίνουσιν ἱκανὰ, τὰ χαλᾷν μόνον δυνάμενα · τοῖς δ’ἔνδον, ὥσπερ καὶ τῷ ὑμένι τῷ ὑπεζωκότι, δριμυτέρων δεῖ. καὶ περὶ σπληνὸς δὲ καὶ ἥπατος καὶ πάντων τῶν ἔνδον τοῦ περιτοναίου μορίων ὁ αὐτὸς λόγος. ἑλκοῦται γὰρ πολλάκις ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων τὸ δέρμα, καί τοι πολὺ σκληρότερόντε καὶ δυσπαθέστερον ὑπάρχον τῶν σπλάγχνων. καὶ εἰ δυνατὸν ἦν αὐτοῖς τοῖς σπλάγχνοις ἐπιβάλλειν, ὧν ἑκάστοτε δέονται, τοσούτῳ μαλακωτέρων φαρμάκων ἂν ἐδεήθησαν, ὅσῳ καὶ ἡ φύσις αὐτῶν ἐστιν εὐπαθεστέρα. καὶ μὲν δὴ καὶ ὅσα κελεύουσίτε ἐσθίειν καὶ πίνειν φάρμακα τοῖς τῶν σπλάγχνων παθήμασιν ἀρωγὰ, καὶ ταῦτα πολὺ δριμύτεράτε καὶ ἰσχυρότερά ἐστι ταῖς δυνάμεσιν ἢ οἵων δεῖται τὰ πάσχοντα μόρια, πλὴν τῶν γαστρὶ καὶ στομάχῳ συμφερόντων · ταῦτα γὰρ μόνα τοιαῦτα διδόασιν, οἵων χρῄζει τὰ πάθη · τὰ δ’ἄλλα πάντα δριμύτερα καὶ ἰσχυρότερα ταῖς δυνάμεσίν ἐστι · καὶ μάλισθ’ὅσα νεφρῶν ἢ πνεύμονος ἕνεκα δίδονται. σκοπεῖν οὖν ὅσον ἀριθμὸν μορίων διεξέρχεται, τὸ μέλλον εἰς πνεύμονα φέρεσθαι. πρῶτον μὲν στόμα καὶ φάρυγγα καὶ στόμαχον · ἔπειτα δ’αὐτὴν τὴν γαστέρα καί τινα τῶν λεπτῶν ἐντέρων · εἶτα τὰς ἐν τῷ μεσεντερίῳ φλέβας · εἶτα τὰς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος · ἐξ ὧν εἰς τὰς ἐν τοῖς κυρτοῖς μεταληφθὲν, ἐντεῦθεν εἰς τὴν κοίλην φλέβα ἔρχεται, μεθ’ἣν εἰς καρδίαν · ἔπειθ’οὕτως εἰς πνεύμονα. καὶ οὐκ ἔστιν εἰπεῖν, ὡς οὐ καθ’ἕκαστον τούτων τῶν μορίων, χυμοῖςτέ τισιν ἀναμίγνυται καί τινα μεταβολὴν καὶ ἀλλοίωσιν οἰκείαν τῇ φύσει τοῦ σπλάγχνου δέχεται. ὥστε τὸ καταλειπόμενον αὐτοῦ τῆς δυνάμεως παντελῶς ἐστι μικρὸν καὶ ἀμυδρὸν ἢ ὅσον αὔταρκες εἰς τὴν ὠφέλειαν τοῦ πεπονθότος. ἡ μὲν οὖν παρὰ τῆς θέσεως τῶν μορίων ἔνδειξις εἰς τοσοῦτον ἄρα τὴν θεραπείαν ὑπαλλάττει · ἡ δὲ παρὰ τῆς δυνάμεως εἰς ὅσον νῦν ἐρῶ. ἐπειδὴ τῶν μορίων τοῦ σώματος τὰ μὲν ἐπιρρύτοις διοικεῖται δυνάμεσι, τὰ δὲ καὶ συμφύτοις · τούτων δ’αὐτῶν τὰ μὲν ἑαυτοῖς μόνοις, τὰ δὲ καὶ ἄλλοις ἀρχαὶ δυνάμεών εἰσι · καὶ τῶν μὲν ἴδιον το- τοὖργόν ἐστι, τῶν δὲ κοινὸν, ἀναγκαῖον ὑπαλλάττεσθαι τὸ τῆς θεραπείας εἶδος ἐν ἑκάστῃ τῶν εἰρημένων διαφορῶν. πολλὰ γὰρ τῶν προειρημένων βοηθημάτων λύει μὲν τὰ πάθη, βλάπτει δὲ τὰς συμφύτους τῶν μορίων δυνάμεις, ὧν δὲ ἡ βλάβη παντὶ τῷ σώματι διαφέρει, διττῶς τούτου γιγνομένου, παρ’ὅσον ἤτοι δυνάμεώς ἐστιν ἀρχὴ τὸ σπλάγχνον, ἅπασι τοῖς μέρεσι κοινὴ ἢ το- τοὖργον αὐτοῦ παντὶ τῷ σώματι χρήσιμον. ἧπαρ μὲν γὰρ καὶ καρδία καὶ ἐγκέφαλος καὶ ὄρχεις ἀρχαὶ δυνάμεών εἰσι κοιναὶ ὅλῳ τῷ σώματι. γαστρὶ δὲ καὶ μήτρᾳ ἔμφυτοι μὲν αἱ δυνάμεις καὶ οὐδενὸς ἄλλου κοιναί. τό γε μὴν ἔργον τὸ μὲν τῆς γαστρὸς ἅπαντι τῷ σώματι χρήσιμον · τὸ δὲ τῶν μητρῶν οὐκέτι. βλάπτει δὲ πολλάκις ἡ τοῦ πάθους ἴασις τὴν δύναμιν τοῦ μέρους · τάτε γὰρ ἀμέτρως χαλῶντα λύει τὸν τόνον, ὥστε καὶ τὴν δύναμιν τοῦ μέρους · τὰ δ’ὑπερβαλλόντως ψύχοντα σβέννυσι τὸ ἔμφυτον θερμὸν, ὃ τάχα μὲν, ὥς τισιν ἔδοξε τῶν ἀρίστων ἰατρῶντε καὶ φιλοσόφων, ἡ οὐσία τῶν δυνάμεών ἐστιν, εἰ δὲ μὴ, ἀλλὰ τό γε πρῶτόντε καὶ ἀναγκαιότατον αὐτῶν ὄργανον. ἤδη δὲ καὶ ποιότητές τινες ἄτοποι καταλυτικαὶ τῶν δυνάμεών εἰσιν. οὐδὲν οὖν τούτων χρὴ παρέρχεσθαι κατὰ τὰς ἰάσεις, ἵνα μή ποτε λάθωμεν ἡμᾶς αὐτοὺς εἰπόντας τὸ μὲν πάθος ἐθεραπεύθη, ὁ δὲ ἄνθρωπος ἀπέθανεν · ὅπερ ὁσημέραι γιγνόμενον ὁρᾷς ὑπὸ τῶν πλείστων, ὅσοι τήντε ἄλογον τριβὴν πρεσβεύουσι καὶ τὴν ἅπασι τοῖς τῆς τέχνης καλοῖς λυμηναμένην αἵρεσιν μεθοδικὴν, ἥ τινας λόγους μεταδιώκει δογματικοὺς μὲν, ἀλλὰ καὶ πολλῶν ἁμαρτημάτων ἀνάπλεως. ἐν τῇ παρὰ τῆς δυνάμεως ἐνδείξει τῶν μορίων εἴη δ’ἂν καὶ τὸ δυσαίσθητον ἢ εὐαίσθητον ὑπάρχειν αὐτό. τὰ γὰρ εὐαίσθητα δριμέων οὐκ ἀνέχεται φαρμάκων, ὥσπερ οὐ δὲ χυμῶν. ἐν γοῦν τῷ στόματι τῆς κοιλίας δριμέος τινὸς χυμοῦ περιεχομένου συγκόπτονται πολλάκις · εἰ δὲ τὰ μετριώτατα πάσχοιεν, ἀλύουσίτε καὶ ναυτιῶσι, ποτὲ μὲν ἐμοῦντες τὸν λυποῦντα χυμὸν, ἔσθ’ὅτε δὲ μάτην σπαραττόμενοι · καὶ γίνεται τοῦτο κατ’ἐκείνας μάλιστα τὰς διαθέσεις, ἐν αἷς εἰς τὸ στόμα τῆς γαστρὸς ὁ μοχθηρὸς ἀναπίνεται χυμός. ὁμοίως δὲ καὶ τοῖς ὀφθαλμοῖς ἐπιρρέων ὁ τοιοῦτος χυμὸς ὀδυνηρότατός ἐστι καὶ φλυκταίνας ἑλκώδειςτε καὶ δυσιάτους ἐργάζεται. ὡσαύτως οὖν οὐ δὲ τῆς τῶν δριμέων φαρμάκων ὁμιλίας ὀφθαλμὸς ἀνέχεται διὰ τὴν εὐαισθησίαν, ὥσπερ οὐ δὲ τὸ στόμα τῆς γαστρός. οὐ μὴν οὐ δ’ἐπικειμένου τινὸς ἔξωθεν βαρύνοντος, ἀνέχεται ταῦτα τὰ μόρια · καὶ μᾶλλόν γε τῆς γαστρὸς ὁ ὀφθαλμός · ὅπου γ’ἐνίοτε καὶ πρὸς τῶν ἐπιχριομένων φαρμάκων βαρύνεται. τὰ δ’ἀναισθητότερα μόρια καὶ καταπλασμάτων ἀνέχεται βαρέων καὶ φαρμάκων δακνόντων. εἰ γοῦν πέμπτην τις ἐθέλοι πρὸς ταῖς εἰρημέναις τέτταρσι τὴν ἀπὸ τῆς εὐαισθησίας ἔνδειξιν ἀριθμεῖν, εἴτ’οὖν περιλαβεῖν τὴν κατὰ δύναμιν, οὐδὲν ὡς πρὸς τὸ καλῶς ἰᾶσθαι διαφέρει. τούτων οὖν ἀεὶ χρὴ μεμνῆσθαι τῶν ἐνδείξεων ἐπὶ παντὸς μορίου πάσχοντος ὁτιοῦν πάθος. ἣτε γὰρ κρᾶσις αὐτοῦ καὶ ἡ διάπλασις ἥτε θέσις καὶ ἡ δύναμις ὑπαλλάξει τὰς κατὰ μέρος ἡμῶν ἐνεργείας φυλαττομένου τοῦ κοινοῦ σκοποῦ · τοῦτον γὰρ ἔφαμεν ἐκ τοῦ πάθους ἀεὶ δεῖν λαμβάνεσθαι. τὰ μὲν οὖν κατὰ ψιλὴν καὶ μόνην δυσκρασίαν γιγνόμενα νοσήματα διὰ τῶν ἐναντίων ποιοτήτων θεραπεύεται · θερμὴ μὲν δυσκρασία διὰ τῶν ψυχόντων, εἴτ’οὖν πρώτως εἴτε καὶ κατὰ συμβεβηκὸς εἴη ταῦτα ψύχοντα · ψυχρὰ δὲ διὰ τῶν θερμαινόντων. οὕτω δὲ καὶ ξηρὰ μὲν διὰ τῶν ὑγραινόντων · ὑγρὰ δὲ διὰ τῶν ξηραινόντων. περὶ δὲ τοῦ πρώτως θερμαίνοντος ἢ κατὰ συμβεβηκὸς ἐπὶ πλεῖστον, ὡς οἶσθα, ἐν τῇ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως ἐπεσκεψάμεθα πραγματείᾳ, ἐπιδεικνύντες ἐνίοτε καὶ τὸ πρώτως ψῦχον θερμαίνειν κατά τι συμβεβηκὸς, ὥσπερ καὶ τὴν τοῦ ψυχροῦ κατάχυσιν ὕδατος, ὅταν ἐπανάκλησιν θέρμης ποιῆται · καὶ τὴν τοῦ θερμοῦ ψύξιν, ὅταν ἀραιῶσαν τὸ σῶμα διαφορήσῃ τὴν ἐν αὐτῷ θερμασίαν. αἱ μὲν οὖν κατὰ μόνας τὰς δραστικὰς ποιότητας ἀλλοιώσεις τῶν σωμάτων ὑπὸ μόνης τῆς διὰ τῶν θερμαινόντωντε καὶ ψυχόντων ὑγραινόντωντε καὶ ξηραινόντων δυνάμεως εἰς τὸ κατὰ φύσιν ἄγονται, μὴ δεόμεναι κενώσεως αἰσθητῆς. αἱ δὲ δι’ἐπιρροὴν ὕλης, εὐκράτου μὲν οὔσης αὐτῆς, κενώσεως χρῄζουσι μόνης, δυσκράτου δὲ, κενώσεώςτε ἅμα καὶ τῆς διὰ τῶν ἐναντίων ποιοτήτων ἀλλοιώσεως · κενώσεως μὲν, ὥσπερ αἱ ῥευματικαὶ καλούμεναι, περὶ ὧν ἓν ἡμῖν, ὡς οἶσθα, γέγραπται βιβλίον · ἐν ᾧ καὶ τοῦτο εὐθέως κατ’ἀρχὰς ἐδείχθη, τὸ τῆς θρεπτικῆς δυνάμεως ὅλου τοῦ σώματος ἀρρωστούσης, γίγνεσθαι τὰς διαθέσεις ταύτας, ῥεούσης τῆς ἀθροιζομένης περιουσίας εἰς τὰ πάντων ἀτονώτατα μόρια. τοῦ μέν τοι ῥέοντος αἵματος εἰς τὰ τοιαῦτα μόρια κατὰ τὰς ῥευματικὰς διαθέσεις ἔχοντός τινα κακοχυμίαν ἡ διάθεσις γίνεται μικτὴ · καὶ γίγνοιτ’ἂν ἴσως τοῦτο σπανιώτατα. διὰ παντὸς γὰρ ὤφθη μοι, χωρὶς φλέγματος ἢ ξανθῆς χολῆς ἢ μελαίνης αἷμα τῇ συστάσει λεπτὸν ἐπιρρέον. ἐξ ἄλλης δέ τινος αἰτίας εἰς ὄγκον ἀρθέντος τοῦ μορίου σκοπεῖν εἴτε φλεγμονὴ τὸ πάθος ἐστὶν εἴτε σκίρρος εἴτε οἴδημα, φλεγμονὴν ὀνομαζόντων ἡμῶν ἅπασαν τὴν θερμὴν καὶ οἷον φλογώδη διάθεσιν, ἧς τὰς διαφορὰς ὀλίγον ἔμπροσθεν εἴπομεν. ὥρα τοίνυν ἤδη περὶ τῶν οἰδημάτων ὑποθέσθαι σοι διὰ βραχέων, ἀναμνήσεως ἕνεκεν ὧν κατὰ διέξοδον ἤκουσας ἡμῶν λεγόντων.
ὀνομάζομεν οὖν οἴδημα τὸν ἀνώδυνον μὲν καὶ χαῦνον ὄγκον. ἐπιδέδεικται δ οὗτος ἐκ φλεγματώδους οὐσίας γιγνόμενος ἢ πνεύματος ἀτμώδους, ὁποῖόν τι καὶ κατὰ τὰ νεκρὰ γίνεται σώματα καὶ κατὰ τοὺς πόδαςτε καὶ σκέλη πολλάκις, ἐν ὑδερικαῖς διαθέσεσι καὶ φθόαις καὶ καχεξίαις ἑτέραις. ἀλλ’ἐπ’ἐκείνων μὲν σύμπτωμά ἐστι τὸ τοιοῦτον οἴδημα διαθέσεων ἐπισφαλῶν, οὐδεμιᾶς ἰδίας ἐξαιρέτου θεραπείας δεόμενον αὐτό. καὶ γὰρ ἀνάτριψις μόνη δι’ὀξυρροδίνου καί ποτε δι’ἁλῶν καὶ ἐλαίου ἢ καὶ τῶν ἁλῶν ἐμβληθέντων τῷ ὀξυρροδίνῳ κατέστησεν αὐτὸ καὶ ἄλλα πολλὰ τοιαῦτα. διὰ δὲ τὸν φλεγματικὸν χυμὸν ἐπιρρυέντα μορίῳ, ἐπιγενομένου τοῦ πάθους, ἐνίοτε μὲν σπόγγος ὕδατι βεβρεγμένος ὀλίγον ὄξους ἔχων κατέστησε τὸ πάθος · εἰ δὲ μὴ καταστήσειε, βραχὺ πλεῖον ἐπιβλητέον τοῦ ὄξους, ὥστε τὸ μὲν σύμμετρον τοιοῦτον εἶναι κατὰ τὴν κρᾶσιν, ὡς δύνασθαί τινα καὶ πίνειν αὐτοῦ. τούτου δὲ τὸ μὲν ὑδαρέστερον ἐν ἀρχῇ παραληπτέον ἐπὶ μαλακῶν μάλιστα σωμάτων · τὸ δ’ἰσχυρότερον ἐπίτε γενναίων καὶ σκληρὸν ἐχόντων δέρμα καὶ πρὸς τὰς πρώτας ἐπιθέσεις τοῦ σπόγγου μηδὲν ὠφεληθέντων. εἶναι δὲ χρὴ τὸν σπόγγον πάντως καινόν · εἰ δὲ μὴ παρείη τοιοῦτος, ἔστω ἀκριβῶς ἐκπεπλυμένος ἀφρονίτρῳτε καὶ νίτρῳ καὶ τῇ καλουμένῃ κονίᾳ στακτῇ. μὴ παυσαμένου δὲ μη δ’ἐπὶ τούτοις τοῦ οἰδήματος, ἐπεμβάλλειν χρὴ βραχὺ στυπτηρίας καὶ τὸν σπόγγον πάντως ἐπιτιθέναι καινόν. εἰ δὲ καὶ κατά τι τῶν κώλων τὸ τοιοῦτον οἴδημα γένοιτο, τῆς ἐπιδέσεως ἐκ τῶν κάτω μερῶν ἀρχόμενον ἄνω τελευτᾷν τὴν ἐπιβολὴν καὶ τὴν πίεσιν καὶ τὴν σύμπασαν νομὴν ὡς ἐπὶ καταγμάτων ποιούμενον. ὁ γάρ τοι σκοπὸς τῆς θεραπείας ἐπὶ τῶν τοιούτων παθῶν μικτός ἐστι · τὸ μέν τι διαφορεῖν τῆς οὐσίας αὐτῶν, τὸ δέ τι συνάγειν καὶ σφίγγειν. εἰ τοίνυν ἐπὶ τοῖς προειρημένοις μὴ καθίσταιτο, τότε τῶν ἰσχυροτέρων φαρμάκων ἃ μικτὴν ἔχει τὴν κρᾶσιν ἐκ τῶν εἰρημένων δυνάμεων ἐπιβάλλειν. ἐγὼ δὲ ἐπὶ κεχρονικότος οἰδηματώδους ὄγκου προϋπαλείψας ἐλαίῳ τὸ μόριον εἶτ’ἐπιθεὶς σπόγγον ἐκ κονίας καὶ σφίγξας βιαιότερον, οἶδα τελέως ἐκθεραπευθὲν τὸ πάθος, οὐκέτι δηλονότι τῆς τοιαύτης ἀγωγῆς σκοπὸν ἐχούσης, τὸ μικτὸν τῶν δυνάμεων, ἀλλ’ἐπὶ τὸ διαφορητικόντε καὶ τμητικὸν ἀποκλινάσης, ὅπερ ἐπὶ τῶν χρονιζόντων σχεδὸν ἁπάντων ἴσμεν εὐδοκιμοῦν. ἐπεὶ δὲ καὶ περὶ τῶν οἰδημάτων αὐτάρκως εἴρηται πρός γε σὲ, περὶ τῶν σκιρρωδῶν ὄγκων ἐφεξῆς ἂν εἴη ῥητέον.
ὁ μὲν οὖν ἀκριβὴς σκίρρος ὄγκος ἐστὶ παρὰ φύσιν ἀναίσθητόςτε καὶ σκληρός. ὁ δ’οὐκ ἀκριβὴς οὐκ ἀναίσθητος μὲν παντάπασι, δυσαίσθητός γε μήν ἐστι πάντως. ὁ μὲν οὖν ἀναίσθητος σκίρρος ἀνίατος. ὁ δὲ δυσαίσθητος οὐκ ἀνίατος μὲν, οὐ μὴν εὐίατος. γίνεται γὰρ ἐκ γλίσχρου καὶ παχέος χυμοῦ δυσλύτως ἐμπλαττομένου τοῖς σκιρρουμένοις μορίοις · ἐνίοτε μὲν οὖν εὐθὺς ἐξ ἀρχῆς κατὰ βραχὺ συνίσταταίτε καὶ αὐξάνεται. τὰ πολλὰ δ’ὑπὸ τῶν ἰατρῶν κατασκευάζεται, στυψάντων καὶ ψυξάντων σφοδρῶς ἐρυσιπέλατάτε καὶ φλεγμονάς. ἐὰν μὲν οὖν τις τὰ ἰσχυρῶς διαφοροῦντα τοῖς σκιρρουμένοις σώμασι προσφέρῃ φάρμακα καὶ σαφῆ μείωσιν ἐργασάμενος τοῦ σκίρρου, χρόνῳ βραχεῖ θαρρήσει περὶ τῆς παντελοῦς θεραπείας οὐκ ἀληθῶς, ἀγνοῶν ὅτι τῷ τοιούτῳ τρόπῳ τῆς θεραπείας τὸ λείψανον τοῦ πάθους ἀνίατον γίνεται. διαφορηθείσης γὰρ ἐξ αὐτοῦ τῆς λεπτομεροῦς ὑγρότητος ἡ λοιπὴ ξηρανθεῖσα λιθώδης ἀποτελεῖται. οὔκουν χρὴ σφοδρῶς ξηραίνοντι τὰ σκιρρούμενα μόρια θεραπεύειν φαρμάκῳ, ἀλλὰ θερμασίαν μὲν ἔχειν χλιαρὰν, ὑγρότητα δ’οὔτε πολλὴν οὔτε παντάπασιν ἐλαχίστην. τὸ μὲν γὰρ ὑπερβαλλόντως ὑγρὸν οὐ δ’ὅλως διαφορεῖ · τὸ δ’ὀλιγοστὴν ἔχον ἰκμάδα ξηραίνει σφοδρότερον ἢ προσήκει. χρὴ τοίνυν ὑπὲρ τοῦ μέλλοντος ὀνήσειν φαρμάκου. τὸ σκιρρούμενον σῶμα τοῖς ἐν ἡλίῳ χεομένοις ὅμοιόν τι πάσχειν. ὀνομάζεται δὲ τὰ τοιαῦτα φάρμακα μαλακτικά · καὶ λέλεκται περὶ αὐτῶν ἐπὶ πλέον ἐν τῷ πέμπτῳ τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας. καὶ τὰ παραδείγματα αὐτῶν εἴρηται, τά γε ἁπλᾶ μυελοίτε σύμπαντες καὶ στέατα. πρωτεύει δὲ τῶν μὲν μυελῶν πάντων ὁ ἐλάφειος · εἶτα ὁ μόσχειος. στεάτων δὲ ἐν μὲν τοῖς πτηνοῖς ζώοις τὸ χήνειον · ἐν δὲ τοῖς πεζοῖς τὸ λεόντειον. ἐφεξῆς δὲ χηνείῳ μὲν τὸ τῆς ἀλεκτορίδος · λεοντείῳ δὲ τὸ τῶν παρδάλεων καὶ τὸ τῶν ἄρκτων · εἶτα τὸ τῶν ταύρων. τὸ δὲ τῶν αἰγῶν παχύτερόντε τούτων ἐστὶ καὶ ξηρότερον · ἔτι δὲ μᾶλλον αὐτοῦ τὸ τῶν τράγων. ὅτι δ’οὐ δεῖται τῶν ἰσχυρῶς ξηραινόντων φαρμάκων τὸ πάθος τοῦτο, προείρηται. περὶ δὲ τῆς κατὰ λεπτομέρειάντε καὶ παχυμέρειαν αὐτῶν διαφορᾶς ἐνδεικτικῶς μὲν εἴρηται, σαφῶς δ’οὐδέπω. διὸ νῦν ἀναμνῆσαί σε προσήκει τῶν ῥηθέντων ἡμῖν πρὸς ἀλλήλους, ὅτε τὸ τοῦ Κερκυλλίου παιδάριον ἐθεράπευον, ἐξ ἐρυσιπέλατος σφοδρῶς στυφθέντοςτε καὶ ψυχθέντος ὄγκον σκιρρώδη ἔχοντος ἐν ὅλῳ τῷ μηρῷ. λεπτομερῆ γὰρ ἡμῖν ἐφαίνετο δεῖν εἶναι τὰ μέλλοντα θεραπεύειν αὐτὸ φάρμακα, διὸ κατήντλουν ἐλαίῳ τὸν μηρὸν, ἐν σκάφῃ καθίζον βαθείᾳ τὸ παιδάριον, ἐχούσῃ πλῆθος ἐλαίου τοῦ Σαβίνου, διότι λεπτομερέστατον ἔλαιον ἴσμεν ἁπάντων αὐτό. λουτροῦ δ’ἀπεῖχον ὅτι μὴ διὰ πλειόνων ἡμερῶν ἕνεκα τῆς τοῦ παντὸς ἐπιμελείας σώματος. μετὰ δὲ τὴν εἰρημένην κατάντλησιν τὰ διὰ τῶν εἰρημένων μυελῶντε καὶ στεάτων φάρμακα προσέφερον, ἐνίοτε δὲ καὶ βδελλίου τοῦ Σκυθικοῦ μιγνὺς καὶ μαστίχης Αἰγυπτίας καὶ ἀμμωνιακοῦ θυμιάματος, τοῦ λιπαροῦτε καὶ μὴ παλαιοῦ καὶ χαλβάνης ὡσαύτως. καὶ ἐπειδὴ διὰ τούτων προπαρεσκεύαστο, λύσας ἀμμωνιακὸν τὸ λιπαρώτατον ὄξει δριμυτάτῳ κατέχρισα τὸν μηρὸν ὅλον ἐν κύκλῳ. κα- κᾄπειτα δι’ἡμερῶν αὖθις ὀποπάνακος ἔμιξα τὸ λιπαρώτατον, ὄξει δριμυτάτῳ ἐκλύων καὶ τούτου δηλονότι τὸν πρόσφατον, οὐ γὰρ ἂν ἄλλως ἔτι διαμένοι λιπαρός · ὥσπερ οὐ δὲ τὸ βδέλλιον οὐ δὲ τὸ ἀμμωνιακὸν οὐ δὲ ἡ χαλβάνη. καὶ ἀσκωλιάζειν δὲ κατὰ τα- θατέρου σκέλους ἐποίουν τὸ παιδάριον, ὅπως ἐπ’ἐκεῖνο φέροιτο τὸ πλέον τῆς τροφῆς. ὕστερον δ’ὡς ἤδη προσέσταλτο μὲν ὁ σκιρρώδης ὄγκος, ἐδεδίειν δὲ μήτι λείψανον αὐτῷ μένοι το- τοὐναντίον ἅπαν εἰργαζόμην, ἐπιχρίων τινὶ τῶν πιττωτῶν φαρμάκων τὸν μηρόν. ἐφαίνετο δὲ σαφῶς ἐπὶ μὲν τοῖς δι’ὄξους ἐπιχρίμασιν ἀξιολόγως καθαιρούμενος ὁ σκιρρώδης ὄγκος · ἐπὶ δὲ τοῖς χαλαστικοῖς μαλακυνόμενος μὲν, ἐλάττων δ’οὐ γινόμενος. ἀλλ’ἡ μετὰ μέτρου τοῦ προσήκοντος ἐναλλὰξ αὐτῶν χρῆσις ἐθεράπευσε τὸ παιδάριον. ὡς εἴγε διὰ τα- θατέρου γένους μόνου τῶν φαρμάκων ἐποιεῖτό τις τὴν θεραπείαν αὐτῶν, οὐκ ἂν ἔλυσε τὸν σκίρρον. ἐπὶ δὲ τῶν τενόντων, ὀνομάζω δ’οὕτω δηλονότι τὰς ἀπονευρώσεις τῶν μυῶν, ἐπὶ τῇ λεγομένῃ χρήσει τῶν φαρμάκων ἐναργεστάτην ὠφέλειάν ἐστιν ἰδεῖν, εἴ τις καλῶς χρήσαιτο τῇ διὰ τοῦ πυρίτου λίθου θεραπείᾳ · χρὴ δὲ διάπυρον αὐτὸν ἐργασάμενον ὄξει δριμυτάτῳ καταρραίνειν, εἶτα διακινεῖν τὸ πεπονθὸς μόριον ὑπὲρ τὸν λίθον, ὡς ἂν ὑπὸ τῆς ἀναφερομένης ἀτμίδος ὁ σκίρρος λύοιτο. πολλὰ γὰρ ἤδη τελέως ἠγκυλωμένατε καὶ κεκυλλωμένα διὰ τούτου τοῦ τρόπου τῆς θεραπείας, ἐν αὐτῷ τῷ διακινεῖν ἐθεραπεύθη τελέως, ὡς τὸ πρᾶγμα παραπλήσιον εἶναι μαγείᾳ. χρὴ δὲ προπαρεσκευάσθαι μεμαλαγμένον τὸ σκιρρῶδες μόριον ὑφ’ὧν εἴρηκα βοηθημάτων. ἀλλὰ καὶ κατὰ ταύτην τὴν διὰ τοῦ πυρίτου λίθου θεραπείαν προκαταντλεῖσθαι πολλάκις ἐλαίῳ δαψιλῶς θερμῷ Σαβίνῳ ἢ ἄλλῳ τινὶ τῶν λεπτομερῶν · οὐ χεῖρον δὲ καὶ ἀνήθου τὴν κόμην ἐναφεψήσασθαι καὶ μᾶλλον, εἰ χλωρὸν εἴη καὶ πρόσφατον. εἰ δὲ μὴ παρείη πυρίτης, τῷ μυλίτῃ χρηστέον · ὀνομάζουσι δ’οὕτως ἐκεῖνον τὸν λίθον, ἐξ οὗ τὰς μύλας κατασκευάζουσιν, ἐφ’ὧν ἀλήθουσι τὸν σῖτον.
σπλῆνα μέντοι σκιρρούμενον οὐ μόνον ἔξωθεν ἰσχυροῖς φαρμάκοις θεραπεύειν προσήκει, ἀλλὰ καὶ διὰ πομάτων ἰσχυροτάτων. ἀνέχεται γὰρ καὶ τούτων ἀλύπως. ἄριστα δ’ἐξ αὐτῶν καππαρέως ῥίζης φλοιὸς καὶ σκολοπενδρίου καὶ μυρίκης αἵτε ῥίζαι καὶ οἱ ἀκρέμονες. ἕψειν δὲ τὰ τοιαῦτα πάντα προσήκει ἐν ὄξειτε καὶ ὀξυμέλιτι. πολλάκις δ’ἁπτομένῳ φαίνεται μὲν ἀντίτυπος ὁ σπλὴν, οὐ μὴν σκιρρώδης ἐστὶν ὁ ὄγκος, ἀλλὰ πνευματώδης μᾶλλον. ἐφ’οὗ προαποβρέξαντα δι’ἀψινθίου φάρμακον ἔμπλαστρον ἐπιτιθέναι χρὴ μικτῆς δυνάμεως, ὁποῖόν ἐστι τὸ διὰ θείουτε καὶ στυπτηρίας. ἔστι δ’ἀμέλει τὰ πλεῖστα τῶν ἐν ταῖς φαρμακίτισι βιβλίοις γεγραμμένων φαρμάκων τοιαῦτα. πρόσεχε δὲ οὐχ ἁπλῶς τῇ δυνάμει τῶν μεμιγμένων φαρμάκων, ἀλλὰ καὶ τῷ πόσῳ τῆς μίξεως. ἐπὶ γὰρ τῶν πνευματώδη τὸν ὄγκον ἐχόντων σπληνῶν καὶ μᾶλλον ἐπὶ τῶν οἰδημάτων, κα- κᾂν πολὺ τῶν στυπτηριῶν ἐμβάλλῃς, οὐδὲν βλάψεις. ἐπὶ δὲ τῶν σκιρρωδῶν προσήκει ἐπικρατεῖν τὴν διαφορητικὴν δύναμιν, ὀλίγον δ’αὐτῇ μεμίχθαι τῆς στυφούσης. ἓν γοῦν τῶν ἁπλῶντε καὶ αὐτοφυῶν φαρμάκων τοιοῦτον ὑπάρχον ἁλὸς ἄνθος ἰᾶται σκιρρουμένους σπλῆνας, ἐπιτεθὲν ἔξωθεν αὐτοῖς ἐν κύστει. ἥπατος δὲ σκίρρον ἀρχόμενον μὲν ἰασάμεθα πολλάκις · ἐκταθέντα δ’εἰς πλείους ἡμέρας οὔτ’αὐτὸς ἠδυνήθην ἰάσασθαι, οὔτ’ἄλλον τινὰ εἶδον ἰάσασθαι δυνηθέντα. πᾶσι μὲν οὖν τοῖς οὕτω παθοῦσιν ἐξ ἅπαντος ὕδερος ἕπεται. διαφθείρονται δ’οἱ πλεῖστοι ἐν χρόνῳ μακροτέρῳ. τινὰς δ’ἱστόρησα καὶ διὰ ταχέων ἀπολομένους, οἷς ἡ γαστὴρ διεχώρει πολλά. πρόδηλον οὖν ὅτι τούτοις ἱκανῶς ἐστέγνωτο τὰ στόματα τῶν μεταλαμβανόντων τὴν τροφὴν ἀγγείων, ἐκ τῶν σιμῶν τοῦ ἥπατος εἰς τὰ κυρτά. τοὺς δ’οὖν θεραπευθέντας ἐξ αὐτῶν ἡ προειρημένη τῶν ἐν τοῖς μυώδεσι σκίρρων ἀγωγὴ διέσωσεν. οὐ γὰρ φέρει τὸ σπλάγχνον τοῦτο τὰ σφοδρὰ φάρμακα, καθάπερ ὁ σπλήν. ἐπιτείνειν οὖν χρὴ τὰ διὰ φλεγμονὴν αὐτῷ προσαγόμενα τῇ μίξει τῶν μαλακτικῶν. ἦν δ’ἐκεῖνα τὰ δι’ἀψινθίου κόμης καὶ μυροβαλάνου πιέσματος καὶ νάρδων ἀμφοτέρων Ἰνδικῆςτε καὶ Κελτικῆς, ἔτι δὲ κρόκου καὶ οἰνάνθης καὶ μαστίχης Χίας καὶ μύρων τῶν διὰ ναρδοστάχυος σκευαζομένων, ἔτι δὲ μαστιχίνου καὶ σχινίνου καὶ μηλίνου καὶ οἰνανθίνου. τούτοις οὖν ἀμμωνιακόντε θυμίαμα καὶ βδέλλιον, οἵτ’εἰρημένοι μυελοὶ καὶ τὰ στέατα μιγνύμενα καὶ τὰ τέμνειν δυνάμενα, τὸν γεννώμενον ἐν ἥπατι σκίρρον ἰάσαιντο μετὰ τῆς προσηκούσης δηλονότι διαίτης καὶ τῶν ἅμα αὐτῇ πινομένων φαρμάκων, σκοπὸν ἐχόντων ἐκφράξαιτε καὶ διαρρύψαι τὸν χυμὸν τὸν ἐν τῷ σπλάγχνῳ. ἔστι δὲ ταῦτα πάντα καὶ τῶν ἐν νεφροῖς λίθων θρυπτικά · καὶ γέγραπται πολλοῖς ἰατροῖς περὶ τῆς ὕλης αὐτῶν. ἐπιμιγνύναι δὲ χρὴ τοῖς τοιούτοις καὶ τῶν οὐρητικῶν τι · παμπόλλη δ’ἐστὶ καὶ τούτων ἡ ὕλη, γεγραμμένη μὲν ὑπὸ πολλῶν, εἰρημένη δὲ καὶ πρὸς ἡμῶν ἐν ταῖς περὶ τῶν φαρμάκων πραγματείαις. διὸ καὶ νῦν ἀρκείτω καὶ πρὸς σὲ τὰ εἰρημένα.
μεταβῆναι γὰρ ἤδη καιρὸς ἐφ’ἕτερον ὄγκου γένος, ᾧ τῆς γενέσεως ἡ ὕλη πνεῦμα φυσῶδές ἐστι. ὀνομάζεται δ’οὐ μόνον φυσῶδες, ἀλλὰ καὶ φῦσα τὸ τοιοῦτον πνεῦμα, παχὺ καὶ ἀτμῶδες ὑπάρχον, οὐκ αἰθερῶδες τὴν οὐσίαν οὐ δὲ λεπτόν · ἐννόησον δ’αὐτοῦ τὴν φύσιν ἐκ τοῦ περιέχοντος ἡμᾶς ἀέρος ἀναμνησθεὶς, ὁποῖος μὲν ἐν νοτίοις καταστάσεσιν, ὁποῖος δ’ἐν βορείοις γίνεται. τῷ μὲν γὰρ ἐν νοτίοις καταστάσεσιν ἔοικε τὸ φυσῶδες · τῷ δ’ἐν βορείοις τὸ κατὰ φύσιν ἐν ἡμῖν πνεῦμα · συμβάλλεται δ’εἰς τὸ μὴ διαπνεῖσθαι τὸ τοιοῦτον πνεῦμα καὶ ἡ τῶν σωμάτων πύκνωσις. ὥστε καὶ ἡ ἴασις τοῦ πάθους τούτου τὸν σκοπὸν ἔνα καὶ κοινὸν ἀμφοῖν ἕξει τὴν τῶν πεπυκνωμένων σωμάτων ἀραίωσιν καὶ τὴν τῶν πεπαχυσμένων πνευμάτων λέπτυνσιν. θερμαίνων γὰρ ἱκανῶς ἄμφω δι’οὐσίας λεπτομεροῦς ἀραιώσεις μὲν τὸ πεπυκνωμένον, λεπτυνεῖς δὲ τὸ πεπαχυσμένον. ἡ δὲ τῶν πασχόντων μορίων φύσις συνενδείξεταί σοι τήντ’ἐπιτήδειον ὕλην τῶν βοηθημάτων καὶ τὸ μᾶλλόντε καὶ ἧττον ἐν αὐτῇ. τὸ γάρ τοι πνεῦμα τοῦτο τὸ παχὺ καὶ ἀτμῶδες ἔσθ’ὅτε μὲν ὑπὸ τοῖς περιοστείοις ὑμέσιν ἀθροιζόμενον ἴσχεται · ποτὲ δ’ὑπὸ τῷ περιτοναίῳ · ποτὲ δ’ἐντὸς τῶν ἐντέρων ἢ τῆς γαστρός. ἴσχεται δέ ποτε καὶ ὑπὸ τῶν τοὺς μῦς περιεχόντων ὑμένων ἔνδον, ὥσπερ γε καὶ ὑπὸ τῶν ὑμενωδῶν τενόντων. ἴσχεται δὲ καὶ κατὰ τὰς λόγῳ θεωρητὰς χώρας ἔντε τοῖς μυσὶ καὶ τοῖς ἄλλοις σώμασιν · ὧν χωρίων τὴν φύσιν ἐν ταῖς ἀνατομικαῖς ἔμαθες ἐγχειρήσεσιν. οὕτω γοῦν καὶ αὐτὸς ὁ μὺς ἐμφυσᾶται. καὶ κατὰ τὸ τῆς γαστρὸς ἢ τὸ τῶν ἐντέρων σῶμα κατακλείεται πνεῦμα φυσῶδες · ὅταν δὲ καὶ ψυχρὸν ἱκανῶς ᾖ τοῦτο, μεγίστην ὀδύνην παρέχει. θεραπεία δὲ κοινὴ μὲν ἁπάντων, ὡς εἴρηται, διὰ λεπτομεροῦς οὐσίας · καὶ ὅταν γε μετ’ὀδύνης ᾖ τὸ πάθημα, τοιαύτης τὴν φύσιν ὡς πρᾳΰνειν τὰ ἀλγήματα δύνασθαι. κατὰ δὲ τὴν τῶν πασχόντων μορίων διαφορὰν ἥθ’ὕλη τῆς θεραπείας ὑπαλλάττεται καὶ ἡ δύναμις ἐπιτείνεται καὶ ἀμβλύνεται. διὰ τοιοῦτον οὖν πνεῦμα τῆς ὀδύνης γιγνομένης ἐν τῇ κάτω γα στρὶ, τὸ λεπτομερὲς ἔλαιον ἐνιεὶς ἅμα τοῖς ἐναφηψημένοις αὐτῷ φαρμάκοις, αὐτίκα παύσεις αὐτήν. τὰ δ’ἐναφηψημένα τῷ ἐλαίῳ φάρμακα θερμαίνοντα μετὰ λεπτομερείας ἔστω κύμινόντε τὸ παρ’ἡμῖν καὶ μᾶλλον αὐτοῦ τὸ καλούμενον Αἰθιοπικὸν καὶ σελίνου καὶ πετροσελίνου σπέρμα καὶ μαράθρου καὶ σίνωνος καὶ ἀνίσουτε καὶ λιβυστικοῦ καὶ σεσέλεως καὶ δαύκου καὶ σπονδυλίου. καὶ εἰ τεκμαίροιο ψυχρὰν εἶναι τὴν διάθεσιν τῶν ὀδυνωμένων μορίων, καὶ πήγανον καὶ μάραθρον καὶ δαφνίδας ἐναφεψήσεις καὶ μίξεις ἄσφαλτόντε καὶ αὐτὸ τὸ δάφνινον, ὅσατ’ἄλλα τῶν οὕτω θερμαινόντων ἐστίν. εἰ δὲ καὶ φλεγμονὴν μεμίχθαι ταῖς τοιαύταις ὀδύναις ὑπολάβοις, ἀφαιρήσεις μὲν τὰ δριμέα πάνυ καὶ θερμαίνοντα σφοδρῶς. ἐπὶ δὲ τὰ μετρίως τοιαῦτα μεταβήσῃ χαλαστικὴν ἔχοντα δύναμιν. ἐναφεψήσεις οὖν τῷ ἐλαίῳ τὸ ἄνηθον, οὐ τὸ πήγανον, καὶ μίξεις στέαρ χήνειον ἢ ἀλεκτορίδος. ἀλλὰ ταῦτα μὲν ἐπὶ μεγάλοις ἀλγήμασι. τὰ δὲ μέτρια καὶ ἡ ἔξωθεν ὤνησε πυρία, μάλιστα μὲν διὰ κέγχρων, ἡ γὰρ κουφότης αὐτῶν ἀλυποτάτη τοῖς ὀδυνωμένοις ἐστί. τούτων δὲ μὴ παρουσῶν ἢ δι’ἁλῶν θερμανθέντων ἢ δι’ὠμόλινον ἢ ὁπωσοῦν ἄλλως. καὶ σικύα δὲ μεγάλη μετὰ φλογὸς δαψιλοῦς ἄνευ τοῦ σχάσαι τὸ δέρμα πολλάκις ἀνωδύνους διὰ ταχέων εἰργάσατο. χρὴ δὲ περιλαμβάνειν αὐτὴν τὸν ὀμφαλόν. εἰ δ’ἐπὶ τούτοις ἐπιμένοιεν αἱ ὀδύναι, τολμήσεις χρήσασθαι τοῖς δι’ὀπίου φαρμάκοις, ὁποῖόν ἐστι καὶ τὸ τοῦ Ταρσέως Φίλωνος ἅπασι τοῖς ἰατροῖς γινωσκόμενον, εἰδὼς μὲν ἐξ ἀνάγκης τινὰ βλάβην τοῖς πεπονθόσι μορίοις ἐκ τῶν τοιούτων φαρμάκων ἐσομένην, ἀλλὰ πρὸς τὸ κατεπεῖγον ἐνιστάμενος αἱρήσῃ μετὰ μικρᾶς βλάβης σῶσαι τὸν ἄνθρωπον ὑπὸ τοῦ τῆς ὀδύνης μεγέθους συγκοπτόμενον. ἐξέσται γάρ σοι ταῖς ἑξῆς ἡμέραις ἐπανορθώσασθαι τὴν γεγενημένην βλάβην ὑπὸ τοῦ φαρμάκου. καλεῖται μὲν οὖν ἀνώδυνα φάρμακα τὰ τοιαῦτα τῷ παύειν τὰς ὀδύνας. ἐργάζεται δὲ τὴν ἀνάπαυλαν αὐτῶν οὐ τὰς διαθέσεις θεραπεύοντα τελέως, ἀλλὰ τὴν αἰσθητικὴν δύναμιν ναρκοῦντα. χρῆσθαι δὲ προσήκει τῷ Φιλωνείῳ φαρμάκῳ καὶ πᾶσι τοῖς δι’ὀπίου σκευαζομένοις οὐκ εὐθέως, ἀλλὰ μετὰ χρόνον τῆς συνθέσεως ἐνιαύσιον ἢ πάντως γε μῆνας ἕξ. μάλιστα μὲν οὖν καὶ τάχιστα διὰ τῶν πινομένων φαρμάκων οἱ κάμνοντες ἀνώδυνοι γίγνονται, πεπονθότων αὐτοῖς τῶν λεπτῶν ἐντέρων, ὥσπερ γε καὶ διὰ τῶν ἐντιθεμένων τῇ ἕδρᾳ ταχέως ὠφελοῦνται τὰ τῶν παχέων ἐντέρων παθήματα. γίνεται δὲ οὐ σμικρὰ τῆς δυνάμεως διάδοσις κα- κᾀκ τῶν πινομένων τοῖς κάτω πεπονθόσι, κα- κᾀκ τῶν ἐντιθεμένων τῇ ἕδρᾳ τοῖς τὰ ἄνω πάσχουσιν. ἥ γε μὴν ἐν τοῖς σαρκώδεσι μέρεσι τοῦ φυσώδους πνεύματος ἄθροισις ἔστιν ὅτε παντάπασιν ἀνώδυνος γίνεται καὶ χρόνῳ παραμένει πλείονι καὶ μάλισθ’ὅταν ἐγγὺς ᾖ διαρθρώσεως. ἐνταῦθα γάρ τοι καὶ οἱ μύες αὐτοὶ νευρωδέστεροίτε καὶ πυκνότεροι καὶ σαρκωδέστεροίτε καὶ ἀραιότεροι κατὰ τὰ μέσα σφῶν αὐτῶν. ἐθεράπευσα δὲ, ὡς οἶσθα, τὰς τοιαύτας διαθέσεις τοῖς διὰ πίττης καὶ ῥητίνης καὶ τερεβινθίνης καὶ στέατος λεοντείου καὶ ταυρείου φαρμάκοις. ἁρμόζει δ’ἐπ’αὐτῶν καὶ τὸ διὰ γλοιοῦ καὶ τιτάνου καὶ τὸ διὰ τοῦ συκομόρου, καὶ συνελόντι φάναι τὰ λεπτομερῆ γενναίως, ἐπιμιγνυμένων αὐτοῖς τῶν μαλακτικῶν.
ἐπειδὴ δὲ καὶ περὶ τούτων ἱκανῶς εἴρηται, μεταβαίνειν καιρὸς ἐπὶ τὸν περὶ τῶν ἀποστημάτων λόγον. ὀνομάζουσι δ’οὕτω τὰς διαθέσεις ἐκείνας, ἐν αἷς ἀλλήλων ἀφίσταται τὰ πρότερον ἀλλήλων ψαύοντα σώματα. χώραν οὖν ἀναγκαῖον ἐν τῷ μεταξὺ γενέσθαι κενὴν, ἥτις ἤτοι πνευματώδη τινὰ οὐσίαν ὑγρὰν ἢ ἐξ ἀμφοῖν σύνθετον περιέξει. μεθίστανται δ’εἰς τοῦτο καὶ τῶν φλεγμονῶν ἔνιαι, καὶ τῶν ἐρυσιπελατωδῶν δὲ καὶ φλεγμονωδῶν οὐκ ὀλίγαι. συνίσταται δὲ καὶ χωρὶς τούτων ἡ τῶν ἀποστημάτων διάθεσις ἐκ περιουσίας μέν τινων ὑγρῶν ἢ πνευμάτων ἀτμωδῶν, ἤτοι δ’ἐν αὐτοῖς τοῖς πάσχουσι σώμασιν ἐν μέσῳ γεννωμένων ἢ ἐξ ἑτέρων ἐπιρρεόντων, λόγῳ τῶν καλουμένων ἀποσκημμάτων. ὀνομάζουσι δ’οὕτω τὰς διαθέσεις ἐκείνας, ὅταν χυμοί τινες ἐνοχλοῦντες πρότερον ἑτέρῳ μορίῳ καταλιπόντες ἐκεῖνο εἰς ἕτερον μεταστῶσιν. ὅτῳ δ’ἂν τρόπῳ γένηται διάθεσις ἀποστήματος, ἡ μεταξὺ χώρα τῶν ἀφισταμένων σωμάτων πληροῦται τῶν ἐργαζομένων αὐτὴν ὑγρῶν. ἅπερ ἐνίοτε χρονίζοντα πολυειδῶς ἀλλοιώσεις ἴσχει. καὶ γὰρ λίθοις καὶ ψάμμοις καὶ ὀστράκοιςτε καὶ ξύλοις, ἄνθραξίτε καὶ πηλῷ καὶ γλοιῷ καὶ ἀμοργῇ καὶ τρυγὶ καὶ πολλοῖς ἄλλοις τοιούτοις εὕρηται πολλάκις, ἐν ἀποστήμασιν ὅμοια περιεχόμενα σώματα. τῶν μὲν οὖν ἐπιπολῆς ὑπὸ τῷ δέρματι συνισταμένων ἥτε διάγνωσις ῥᾴστη καὶ ἡ ἴασις οὐ χαλεπή. διαγιγνώσκεται μὲν γὰρ ἑτοίμως τῇ τῆς ἁφῆς ἰδιότητι. θεραπεύεται δὲ διὰ τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων, διὸ οὐ δεόμεθα τῶν πινομένων, ὥσπερ ὅσα διὰ βάθους καὶ μάλιστα κατὰ σπλάγχνα συνίσταται. κατὰ μὲν οὖν τὰς διαγνώσεις εἴκει τοῖς ἐπερειδομένοις δακτύλοις τὰ ἐκπυΐσκοντα, τὴν ἀντιτυπίαν οὐκ ἔχοντα τῶν φλεγμαινόντων μορίων. τὴν διάγνωσιν οὖν παρέχει σαφῆ. ἰδιότης δὲ τῆς ἕξεως ἑτέρα μέν ἐστιν ἐπὶ λεπτοῖς ὑγροῖς, ἑτέρα δ’ἐπὶ παχέσι, καθάπερ γε καὶ ἐπὶ γλίσχρῳ καὶ μυξώδει χυμῷ. πολλάκις δ’ἡμῖν ὑποπίπτει μετὰ τάσεως πνευματώδους ἀφεστός τι μόριον, οὗ διαιρεθέντος εὑρέθη θρόμβος αἵματος, ὥστε καὶ ὅστις ἐθεάσατο δὶς ἢ τρίς που τοιαύτην διάθεσιν, ἐὰν φιλόπονος ᾖ καὶ μνήμων, ἱκανὸς ἔσται διαγινώσκειν ἐν τοῖς τοιούτοις ὄγκοις περιεχόμενον θρόμβον ἐκ τοῦ παραθέσθαι τῇ μνήμῃ τὴν ἰδιότητα τῆς τάσεως καὶ τῆς εἴξεως. ἴσως δ’ἄμεινόν ἐστιν οὐκ ἰδιότητα λέγειν, ἀλλὰ ποσότητα τάσεώςτε καὶ εἴξεως. ἡ θεραπεία δὲ τῶν ἐπιπολῆς φλεγμονῶν ἀφισταμένων ἀρχομένης μὲν ἔτι τῆς ἀποστάσεως διὰ τῆς ἀνωδύνουτε καὶ χαλαστικῆς ἀγωγῆς, ἤδη δὲ προηκούσης ἐπὶ τὴν πεπτικήντε καὶ διαπυητικὴν ἰδίως ὀνομαζομένην μεταβαινόντων γίνεται · λέλεκται δὲ περὶ αὐτῆς, ὥσπερ οὖν καὶ περὶ τῶν ἄλλων τοιούτων, ἐν τῷ πέμπτῳ περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως συντάγματι. ὕδατίτε οὖν ἐπὶ πλεῖον καταντλεῖν προσήκει, καταχέοντας ἔλαιον θερ μὸν τοῦ φλεγμαίνοντος μορίου καὶ καταπλάττειν τῷ τῶν πυρῶν ἀλεύρῳ δι’ὕδατος καὶ ἐλαίου συμμέτρως ἕψοντας · θᾶττον γὰρ ἄγει πρὸς διαπύησιν τοῦτο τοῦ δι’ἄρτου καταπλάσματος. ἐκεῖνο μὲν γὰρ διαφορητικώτατόν ἐστιν, ὡς ἂν ἁλῶντε καὶ ζύμης ἔχον, ὠπτημένοντε καλῶς. οὐδὲν δ’ὑπάρχει τούτων τῷ δι’ἀλεύρου πυρίνου. καὶ ὅταν γε τὴν ἀρχομένην ἐκπυΐσκεσθαι φλεγμονὴν θεραπεύων ἐλπίσῃς κωλῦσαι τὴν ἐκπύησιν, ἐπὶ πλεῖστον ἕψε τὸν ἄρτον, ἐλαίῳ δηλονότι καὶ ὕδατι φυράσας · πολλαπλάσιον δ’ἔστω τὸ ὕδωρ τοῦ ἐλαίου. μᾶλλον δ’ἔτι τούτου κωλύει τὴν ἐκπύησιν τὸ τῶν κριθῶν ἄλευρον ὁμοίως σκευαζόμενον. τὸ δ’ἐν τῇ θεραπείᾳ ταύτῃ καταντλούμενον ὕδωρ ἡψημένην ἐχέτω μετ’αὐτοῦ ῥίζαν ἀλθαίας. εἰ δὲ τάσις εἴη τοῦ περὶ τὸ φλεγμαῖνον μόριον δέρματος ἰσχυρὰ, σχάζειν αὐτοῦ δεῖ πολλάκις ἐπιπολαίαις ἀμυχαῖς · καὶ μετὰ ταῦτα τὸ κρίθινον ἄλευρον ἕψοντας, ὡς εἴρηται, καταπλάττειν. ἐπειράθην δὲ πολλάκις ἐπιπολῆςτε καὶ πάνυ λεπτῶν ἀμυχῶν · ἔμπαλιν δὲ ταύταις διὰ βάθους ἑτέρων μεγάλων · καὶ τρίτων ἄλλων μεταξὺ τῶν εἰρημένων ἐν μήκειτε καὶ βάθει. αἱ μὲν οὖν ἐπιπολῆς ἀσθενῆ τὴν βοήθειαν εἶχον. αἱ δὲ βαθεῖαίτε καὶ μακραὶ πλεῖστον μὲν ἐκένουν τοῦ αἵματος, ὡς ἐγγὺς ἀφικνεῖσθαι λειποθυμίας · αὗται δὲ πάλιν ἰδίας ἐδέοντο θεραπείας, ὥσπερ τραύματα. τὰς διὰ μέσου δ’αὐτῶν ἀμφοτέρων ἔξω τῶν εἰρημένων ἀτόπων καθεστηκυίας εὗρον ἀεί · καὶ διὰ τοῦτο χρῆσθαι μᾶλλον εἱλόμην αὐταῖς πρὸ τῶν ἄλλων. ἐφ’ὧν μέν τοι δυσεκπύητόςτε καὶ δυσδιαφόρητος ὁ ὄγκος ἐστὶ, τοὺς ἐσφηνωμένους χωμοὺς ἡγητέον εἶναι παχυτέρουςτε καὶ γλισχροτέρους. ἐν δὲ ταῖς τοιαύταις διαθέσεσι μόναις ἐπιτήδειός ἐστιν ἡ διὰ τῶν βαθέων ἀμυχῶν ἴασις, ἐπιτήδειον δὲ καὶ τὸ διὰ τῶν ἡψημένων ἰσχάδων κατάπλασμα. χρὴ δ’οὐκ αὐτὰς ἰσχάδας λαμβάνειν, ἀλλὰ τὸ ὕδωρ ἐν ᾧ διετάκησαν ἡψημέναι. προσήκει δὲ δηλονότι γλυκείαςτε καὶ λιπαρὰς τὰς ἰσχάδας εἶναι, ὡς ἐν αὐταῖς ἔχειν ὑγρότητα παραπλησίαν μέλιτι · καὶ εἰ τοιαύτας λαβὼν ἑψήσειας ἄχρι πλείστου, τὸ ἀφέψημα μέλιτι λεπτῷ κατὰ τὴν σύστασιν ἔσται παραπλήσιον. τούτῳ τοιγαροῦν τῷ ὕδατι ποτὲ μὲν κρίθινον ἄλευρον ἀναδεύειν προσήκει, ποτὲ δ’ἄρτον συγκόμιστον · ὀνομάζουσι δ’οὕτω τὸν μέσον τοῦτε ἀκριβῶς καθαροῦ καὶ τοῦ πιτυρίτου καλουμένου. προσαγορεύουσι δ’ἔνιοι τὸν τοιοῦτον ἄρτον αὐτόπυρον · ἐπειδὴ τοῦ μὲν καθαροῦ τὸ ἄλευρον, οὐχ οἷόν πέρ ἐστι τῇ φύσει, τοιοῦτον εἰς τὴν ἀρτοποιΐαν λαμβάνουσιν, ἀλλὰ προδιαττῶντες ἀποκρίνουσι τὸ πίτυρον. ἔμπαλιν δὲ τοῦ πιτυρίτου προαφαιροῦσι τὸ καθαρώτατον. ὁ δ’αὐτόπυρος ἄρτος, οἷον περιέχει τὸ ἄλευρον, ὁ πυρὸς αὐτοφυῶς τοιοῦτον φυλάττει. χρὴ δὲ καὶ τὸν πυρὸν αὐτὸν, ἐξ οὗπερ τὸ ἄλευρον λαμβάνεται, τῶν εὐγενῶν ὀνομαζομένων εἶναι. τινὲς μὲν γὰρ πυροὶ πλεῖστον ἐν ἑαυτοῖς ἔχουσι τὸ πίτυρον, οὓς δὴ καὶ ἀγενεῖς ὀνομάζουσιν · ἔνιοι δὲ τὴν σεμίδαλιν, οὓς, ὡς ἔφην, εὐγενεῖς προσαγορεύουσιν. οὔκουν χρὴ πιτυρίαν εἶναι τὸν πυρὸν, ἐξ οὗπερ χρήσιμον εἰς τὸ κατάπλασμα λαμβάνομεν ἄλευρον, ἀλλ’ὡς εἴρηται τῶν πολλὴν ἐχόντων σεμίδαλιν. εἰ δ’ἐξ ἀγενοῦς σίτου λαμβάνοις τὸ ἄλευρον, ἀποκρίνειν αὐτοῦ χρὴ μέρος τι τοῦ πιτύρου καὶ οὕτω τὸν μέσον ἄρτον ἐργάζεσθαι · τοῦ τοιούτου τοίνυν ἄρτου τὸ μέσον καὶ ἁπαλὸν εἰς τὰ καταπλάσματα μιγνύναι, ὅταν ὡς ἔφην ἐν τῷ μέσῳ κατὰ δύναμιν ἀλεύρου κριθίνουτε καὶ πυρίνου βουληθῇς ποιῆσαι τὸ κατάπλασμα. τὸ μὲν γὰρ πύρινον ἄλευρον ἐκπυητικώτατόν ἐστι καὶ πεπτικώτατον · τὸ δὲ κρίθινον διαφορητικώτατον. ὁ δ’εἰρημένος ἄρτος ἐν τῷ μεταξὺ τούτων, ὥσπερ γε καὶ τὸ ἄλευρον αὐτοῦ τῶν εἰρημένων ἀλεύρων πυρίνων μεταξύ. πρὸς ταῦτ’οὖν ἀποβλέπων καὶ τῷ τῶν ἰσχάδων ἀφεψήματι μίγνυε, ὅ τι περ ἂν ἁρμόττειν σοι δοκῇ τῶν ἀλεύρων ἢ τῶν ἄρτων. εἰ δὲ διαφοροῖτο μὲν ὁ ὄγκος, ἐλλιπέστερον δ’ἢ προσῆκε, συνέψειν χρὴ ταῖς ἰσχάσιν ὕσσωπον ἢ ὀρίγανον. εἰ δὲ ἰσχυρότερόν ποτε ξηρᾶναι βουληθείης τὸν ὄγκον, ἅλας ἐπιβάλλειν τῷ ἀφεψήματι · κα- κᾄπειθ’οὕτως ἀναδεύσαντας αὐτῷ τὸ τῶν κριθῶν ἄλευρον, ἀφαιρήσαντας δὲ καὶ τούτων τὸ πιτυρῶδες πᾶν, οὕτω καταπλάττειν ἐπὶ πλέον ἕψοντας. ἐπί γε μὴν τῶν δυσδιαφορήτων ὄγκων εὐλαβητέον ἐστὶ τὸ λείψανον αὐτῶν γενέσθαι σκιρρῶδες. ὥστε καὶ προσέχειν χρὴ τὸν νοῦν ἀκριβῶς ἐφ’ἑκάστης λύσεως, ἐφ’ὅ τι μεθίσταται τῶν θεραπευομένων ὄγκων ἕκαστος · ἡ γὰρ διὰ τῶν ξηραινόντων ἰσχυρῶς ἀγωγὴ σκιρρῶδες αὐτῶν τὸ κατάλοιπον ἐργάζεται · γνώσῃ δὲ τοῦτο καθ’ἑκάστην λύσιν, ἁπτόμενος τοῦ πεπονθότος μορίου καὶ παραβάλλων τῷ πρόσθεν ὄντι τὸ νῦν φαινόμενον. ἐὰν οὖν ποτε τοιαύτην ὑποψίαν ἔχῃς, ἐναφεψεῖν τῷ ὕδατι σικύου ἀγρίου ῥίζαν ἢ βρυωνίας ἢ ἀσάρου, πολλάκις μὲν καὶ αὐτῶν μόνων, ἐνίοτε δὲ καὶ τῶν λιπαρῶν ἰσχάδων ἐπεμβάλλων · εἶτα τῷ ὕδατι μιγνύειν τὸ ἄλευρον, ἀναμιγνύντα τι καὶ στέατος αὐτῷ χηνὸς μάλιστα ἢ ἀλεκτορίδος · εἰ δ’οὐκ ἔχεις ταῦτα, τοῦ γε τῶν συῶν. καὶ αὗται δ’αἱ ῥίζαι τῶν προειρημένων βοτανῶν καὶ πρὸς αὐταῖς τῆς ἀλθαίας μετὰ τὴν σύμμετρον ἀφέψησιν λειούμεναι σὺν ἄρτῳτε καὶ στέατι τοὺς τοιούτους ὄγκους διαφοροῦσιν. ἰσχυροτέρα δὲ τούτων ἐστὶν ἡ τοῦ δρακοντίου · καὶ εἴποτε βουληθείης χρῆσθαι αὐτῇ λεπτομερεστέρᾳτε πολὺ τῶν εἰρημένων οὔσῃ καὶ διαφορητικωτέρᾳ, μίγνυε πάντως τὸ στέαρ · εἰ μὴ γὰρ ὑγραίνοιςτε καὶ μαλάττοις τοὺς σκιρρουμένους ὄγκους, ἀλλὰ διαφοροίης μόνον ἰσχυροτέροις φαρμάκοις, ἐν μὲν ταῖς πρώταις ἡμέραις ἀξιολόγως αὐτοὺς καθαιρήσεις, ἅμα τῷ σκληρύνειν τὸ καταλειπόμενον · αὐτὸ δὲ τοῦτο σκληρυνθὲν ἔσται δύσλυτον. ἄμεινον οὖν, ὡς ἔφην, τοῖς διαφοροῦσιν ἰσχυρῶς φαρμάκοις ἀναμιγνύναι τὰ μαλάττοντα, τὴν εἰς σκίρρον μετάπτωσιν αὐτῶν εὐλαβούμενον · καὶ αὐτῶν δὲ τῶν σκιρρουμένων ἤδη τῆς θεραπείας τὸν τρόπον ἔμπροσθεν ἤκουσας. αὖθις οὖν ἐπὶ τοὺς ἐκπυϊσκομένους ὄγκους ἴωμεν · οὓς ὅταν ἀπογνῷς διαφορῆσαι, τοῖς διὰ τοῦ πυρίνου ἀλεύρου καταπλάσμασι χρῶ. συλλαμβάνουσι γὰρ ἱκανῶς τῷ τάχει τῆς ἐκπυήσεως. ἔπειτα στομώσας ἐὰν μὲν ἀκριβῶς ᾖ τὰ πέριξ τῆς τομῆς ἀφλέγμαντα, τοῖς ἐμπλάστοις φαρμάκοις θεράπευε. ξηραντικὴ δ’αὐτῶν ἡ δυνάμις καὶ ἄδηκτος ἔστω, μὴ διὰ τῶν στυφόντων συγκειμένη φαρμάκων, ἀλλ’ἤτοι τῶν ἀλύπως διαφορούντων μόνον ἢ καί τι βραχὺ στύψεως ἐχόντων. ἐχρησάμην δ’ἐγὼ πολλάκις ἐπὶ τῶν τοιούτων τῷ διὰ τῆς ζύμης καὶ τῶν κεκαυμένων ὀστρέων. εἰ δέ τι τῶν πέριξ τῆς τομῆς φλεγμαίνοι, τῷ διὰ τῆς χαλκίτεως ἐλαίῳ τήξας, ὅταν ἀτρέμα ψυχθῇ, κατακεράσας εἰς θυείαν, μαλάττωντε ταῖς χερσὶ καὶ οἶνον παραχέων, ὡς οἶσθα. πολυχρηστότατον δ’ἐστὶ τοῦτό μοι τὸ φάρμακον, ὡς ἐν τοῖς περὶ συνθέσεως φαρμάκων ὑπομνήμασι λέλεκται. γενήσεται δ’ἂν θεὸς ἐθέλῃ καὶ περὶ τῶν κατὰ τὰ μόρια παθῶν πραγματεία · καθ’ἣν τάςτε δυνάμεις ἁπάντων τῶν συνηθῶν μοι φαρμάκων ἀκριβῶς ἐξηγήσασθαι πειράσομαι καὶ τὴν ἐπιτήδειον ὑφηγήσασθαι χρῆσιν. ἀλλὰ σύ γε τούτων ἤδη τῶν φαρμάκων, ὧν ἐμνημόνευσα κατὰ τὸ βιβλίον τοῦτο, τὰς συμμετρίαςτε καὶ σκευασίας ἔχεις παρ’ἡμῶν λαβών. ὅταν γε μὴν ἐπὶ πλέον ἐκτακῇ τὸ δέρμα κατὰ τὰς ἐκπυήσεις, ὡς ῥακῶδες γενέσθαι, δυσκόλλητον ἀποτελεῖται τοῖς ὑποκειμένοις σώμασιν · ὥστ’ἀναγκαῖον εἶναι, τῇ καλουμένῃ κατὰ πλάτος ἀγωγῇ θεραπεύεσθαι τὸ ἕλκος.
ὅταν δ’ἐπὶ πλέον ἀκόλ λητον ᾖ τὸ δέρμα τοῖς ὑποκειμένοις σώμασι, κόλπον ὀνομάζουσι τὸ τοιοῦτον πάθος · ἐφεξῆς δ’ἀναμνήσω σε καὶ τῆς τούτου θεραπείας, ἣν ἐθεάσω με πολλάκις ἐπὶ πολλῶν ποιησάμενον. οὔσης οὖν τοιαύτης διαθέσεως, βέλτιον μὲν αὐλίσκον εὐθύτρητον ἢ ἐκ χαλκοῦ πεποιημένον ἢ ἐκ κέρατος ἡτοιμάσθαι σοι · μὴ παρόντος δ’ἐκείνου, τῶν καλουμένων πυουλκῶν ὅστις ἂν εὐρύτατον ἔχοι τρῆμα · καὶ τό γε διὰ χάρτου κεκαυμένου συντιθέμενον ἡμέτερον φάρμακον, οἶδάς με πολλάκις ὀλίγον πολλῷ ῥοδίνῳ μιγνύντα, καὶ διὰ τοῦ τοιούτου πυουλκοῦ τοῖς κόλποις ἐνιέντα · κα- κᾄπειτα μοτῷ τιλτῷ μύοντα τὸ στόμιον. ὅσα δ’ἐμπλαστὰ φάρμακα τήκοντες ῥοδίνῳ τοῖς τοιούτοις ἐνίεμεν, οὐ διεξέρχεται τὸν πυουλκόν · ἀλλ’ἐπὶ τούτων κύστιν προσήκει λαβόντα χοιρείαν, προστιθέναι τὸν εὐθύτρητον αὐλίσκον. εἶναι δὲ χρὴ τὰ τηκόμενα φάρμακα δριμύτερα τῶν ἐμμότων ὀνομαζομένων · ὁποῖα ταῦτ’ἐστὶ τὰ συνήθη πᾶσι, χλωρὰ τῇ χροιᾷ. προσήκει μὲν γὰρ αὐτὰ τοῦ ῥοδίνου κατὰ τὴν τῆξιν οὐκ ὀλίγον ἔχειν, ὥστ’ἐνίεσθαι τῷ κόλπῳ δύνασθαι. καταλύεται δὲ τῶν ἐμμότων ἡ δύναμις ἐν ταῖς τοιαύταις μίξεσιν. ὅσα τοίνυν ἐμπλαστὰ φάρμακα τελέως ὄντα, καθάπερ τότε τοῦ Μαχαιρίωνος καὶ τὸ τοῦ Ἐπιγόνου καὶ τὸ προσαγορευόμενον Ἴσις εἰς τὴν τῶν ἐμμότων χρῆσιν ἀγόμενα κηρωτῆς μιγνυμένης δεῖται, ταῦτα γὰρ ἐπιτήδεια τοῖς κόλποις ἐστί. δι’ὃ γὰρ αὐτοῖς ἡ κηρωτὴ μίγνυται, διὰ τοῦτο καὶ νῦν ἐστιν ἐπιτηδεία. μίγνυται δὲ διότι δακνώδη ταῖς δυνάμεσίν ἐστιν, εἰ τακείη μόνα αὐτὰ καθ’αὑτὰ μὴ μιχθείσης αὐτοῖς τῆς κηρωτῆς. ἀλλ’ὅταν γε τὸ μὲν ἔλαιον ᾖ ῥόδινον πολὺ, τὸ δ’ἐν αὐτῷ τηκόμενον φάρμακον ὀλίγον οὐκ ἔτι μένει δριμέα. συμμέτρως δ’ὑποσαρκωθέντος τοῦ κόλπου, τῶν κολλητικῶν τι φαρμάκων ἐπιθήσεις, ὡς εἰ καὶ πρόσφατον ἔναιμον ἐθεράπευες τραῦμα. πολλὰ δὲ τοιαῦτά ἐστι · τὰ μὲν δι’ἀσφάλτου σκευαζόμενα, καὶ καλοῦσιν οὐκ οἶδ’ὅπως αὐτὰ βαρβάρους ἐμπλάστρους · ἕτερα δὲ φάρμακα κιρρὰ ἢ φαιὰ τὰ διὰ λιθαργύρουτε καὶ ἰοῦ μέχρι πλείονος ἑψηθέντα. γίνεται γὰρ οὗτος ὁ ἰὸς κίρρος, ὁ δ’ἐπ’ὀλίγον ἑψηθεὶς τὰς μηλίνας ὀνομαζομένας ἐμπλάστρους ἐργάζεται. γιγνώσκεις δ’ὅτι πάντα τὰ μεταλλικὰ φάρμακα λεπτομερέστεράτε καὶ ξηραντικώτερα γίνεται μέχρι πλείονος ἑψόμενα. τοῖς γε μὴν ἐν τῷ παραυτίκα κιρροῖς φαρμάκοις ἀποτεθεῖσιν ἐπίπαγός τις ἔξωθεν ἐπιπήγνυται φαιὸς, ὑφ’ᾧ τὸ βάθος τοῦ φαρμάκου κιρρότερον ἢ ἐξ ἀρχῆς φαίνεται. καὶ διὰ τοῦτο τινὲς μὲν διχρώμους ὀνομάζουσι τὰς τοιαύτας ἐμπλάστρους, τινὲς δὲ διπροσώπους. ὅσῳ δ’ἂν ὦσι λεπτομερέστεραίτε καὶ ξηραντικώτεραι, τοσούτῳ μᾶλλον ἐνεργήσουσιν ἐπὶ τὸν κόλπον. εἰς βάθος γὰρ αὐτῶν χρὴ διϊκνεῖσθαι τὴν δύναμιν, εἰ τοῦ προκειμένου σκοποῦ τυγχάνειν μέλλοιεν. αἱ δὲ τὰ πρόσφατα καὶ ἔναιμα τραύματα κολλῶσαι, κα- κᾂν ἧττον τούτων ξηραίνωσι, κολλῶσι τὰ χείλη τῶν τραυμάτων. ἐὰν μὲν γὰρ εἴη βραχέατε καὶ ἀβαθῆ, δι’αὐτὸ τοῦτο ῥᾷόντε καὶ θᾶττον ἀνύουσι τὸ δέον, ἐὰν δὲ εἰς βάθος διήκῃ τὸ τραῦμα τὸ πρόσφατον, καὶ ῥαφαῖς καὶ ἀγκτῆρσιν εἰώθαμεν αὐτὰ συνάγειν. οἱ μὲν οὖν κόλποι πάντες οὐχ ἁπλαῖ διαιρέσεις εἰσὶν, ἀλλ’ἀναδέδαρται συχνὸν ἐν αὐτοῖς ἄλλοτε κατ’ἄλλο μέρος, ὅπερ οὐ δ’αὐτὸ χρὴ λανθάνειν σε. πρὸς μὲν γὰρ τὴν ἄνω χώραν ἀνατεταμένου τοῦ κόλπου, ῥᾳδίως ἐκρεῖ διὰ τοῦ στόματος ὁ ἰχώρ. κατάντους δ’ὄντος αὐτοῦ, μένων ἔνδον ἀναβιβρώσκει τι τῶν συνεχῶν. ἐπὶ μὲν δὴ τῶν τοιούτων κόλπων, εἰ μὴ πρότερον εἰς ὑπόρρυσίν τινα ποιήσῃς τομὴν, οὐδὲν ἀνύσεις οὔτ’ἐν τῷ σαρκοῦν αὐτοὺς οὔτ’ἐν τῷ κολλᾷν. ἐπὶ δὲ τῶν ἄλλων οὐ δεήσει διαιρέσεως, ἐάν γε μόνον φυλάττῃς τὸ προσῆκον σχῆμα τῷ πεπονθότι μορίῳ, δι’ὃ σχῆμα δυνήσῃ ποτὲ καὶ τὸν ἀνάρροπον κόλπον ἐργάσασθαι κατάρροπον καὶ τὸν κατάρροπον ἀνάρροπον. εἶδες γοῦν ἐμέ ποτε τὸν ἐν τῶ πήχει κόλπον, οὗ τὸ στόμιον ἦν ἐγγὺς τοῦ ἀγκῶνος, ἀναρρόπῳ σχήματι θεραπεύσαντα, χωρὶς ἀντιδιαιρέσεως. καὶ κατὰ μηρὸν δὲ ὁμοίως τοῦ καταρρόπου κόλπου, πρὸς μὲν τῷ γόνατι τὸ πέρας ἔχοντος, ὑψηλὸν δὲ τὸ στόμα τῆς μέσης κατὰ τὸν μηρὸν χώρας ἀνωτέρω, χωρὶς ἀντιδιαιρέσεως ἐθεάσω τὴν θεραπείαν γενομένην, ὑποτιθέντος μου κατὰ τὴν ἰγνύαν ὑπαυχένιον μαλακὸν ὡς ταπεινοτέραν ἔχειν τὴν θέσιν τὸν βουβῶνα τοῦ γόνατος. ἤρκεσε δὲ καὶ ἐπὶ τούτου τοῦ κόλπου καὶ ἑτέρων μειζόνων μελίκρατον μόνον ἐνεθὲν, ἐπιτήδειον εἰς κόλλησιν παρασχεῖν ἅπαν τὸ βάθος αὐτοῦ. τινὲς μὲν δὴ κονίαν στακτὴν προσενίασιν, ἐξελέγχοντες ἑαυτοὺς ἐφ’οἷς ἐνίεσαν ἔμπροσθεν φαρμάκοις ὑποσαρκοῦντες τὸν κόλπον. οὐ γὰρ οἷόντε σάρκα νεωτέραν ἐπιτραφῆναι τῇ πρότερον οὔσῃ ῥύπου περικειμένου. πῶς οὖν αὐτάρκως σεσαρκωμένου τοῦ κόλπου τὸ κολλητικὸν ἐπιφέρουσι φάρμακον, εἴπερ ὡς ἱκανῶς ὄντα ῥυπαρὸν ἐπιχειροῦσι διαρρύπτειν τῇ κονίᾳ τῆς καθαρᾶς σαρκὸς, οὐ δὲ τὸ δριμὺ μελίκρατον φερούσης; ἐπὶ ταύτης μὲν οὖν ἀρκεῖ τὸ τοιοῦτον ἐνιέμενον, ὡς ἂν καὶ πίνοι τις ἡδέως αὐτό. καὶ μετά γε τὸ μελίκρατον ἐφεξῆς εἴωθα, πρὶν ἐπιθεῖναι τὸ κολλητικὸν φάρμακον, ἐκκλύζειν τὸν κόλπον ποτὲ μὲν οἴνῳ μόνῳ, ποτὲ δὲ οἰνομέλιτι. πρὸς μὲν γὰρ τὸ περιρρῦψαίτε καὶ ἀποκαθῆραι τοὺς περὶ αὐτὸν ἰχῶρας ἄμεινον τὸ μελίκρατον · εἰς δὲ τὴν μέλλουσαν κόλλησιν ὁ οἶνος. ἔστω δὲ μέσος γλυκύτητόςτε καὶ στύψεως. καὶ μέντοι καὶ μετὰ τὴν ἐπίθεσιν τοῦ κολλήσοντος φαρμάκου σπόγγος καινὸς ἐξ οἰνομέλιτος μόνος περιβαλλέσθω μαλακὸς ὡς ἔνι μάλιστα · καὶ ἡ ἐπίδεσις ἀπὸ μὲν τοῦ πυθμένος ἀρχέσθω τοῦ κόλπου, τελευτάτω δὲ ἐπὶ τὸ στόμιον. αἱ δὲ περιβολαὶ τῶν ὀθονίων σφιγγέτωσαν μὲν ἀνωδύνως τὸν πυθμένα τοῦ κόλπου, κατὰ βραχὺ δ’ἐκλυέσθω ἄχρι τοῦ στομίου · καὶ τοῦτο δ’αὐτὸ χαλαρὰν ἐπίδεσιν ἐχέτω τοῦ φαρμάκου, τῆς περιβαλλομένης ἔξωθεν ἐμπλάστρου τῷ κόλπῳ διεψαλισμένης κατὰ τὸ τοῦ κόλπου στόμιον, ὡς ἐκρεῖν δύνασθαι εἴ τις ἰχώρ. ἐκκρίνοιτο δὲ διὰ τοῦ κόλπου, μικροῦ τινος ἄλλου κατ’αὐτοῦ ἐπιτιθεμένου ἐμπλάστρου μέχρι τῆς ἐπιλύσεως, ἣν διὰ τρίτης ποιησάμενος ἀφαιρήσεις αὐτὸ τοῦτο τὸ οἷον ἐπίθεμα περικείμενον, ἐάσας τὸ καθόλου τοῦ κόλπου περιβεβλημένον φάρμακον. ἔστω δέ σοι διάγνωσις, εἰ κεκόλληται τὸ βάθος τοῦ κόλπου καλῶς, ἐκ τοῦ ῥέοντος ἰχῶρος, εἰ πολὺς ἢ ὀλίγος ἐστὶν ἢ πεπεμμένος ἢ ἄπεπτος · ἔτι δὲ καὶ κατ’αὐτὸν τὸν κόλπον, εἰ μήτ’ὀδύνη τις αἰσθητικὴ μήτ’ὄγκος · ἀλλὰ προσέσταλται τὸ χωρίον ἅπαν καὶ ξηρὸν καὶ ἀνώδυνόν ἐστιν. ἐὰν δὲ καὶ πῦον εὔπεπτον ἐπὶ τοῦ στόματος ἴδῃς ὀλίγον, ἔτι μᾶλλον τὰς ἐλπίδας ἀγαθὰς ἕξεις περὶ τοῦ κεκολλῆσθαι τὸν κόλπον. ἐπιθείςτε τὸν σπόγγον αὖθις, ἐπιδήσαςτε πάλιν, ὡς εἴρηται, λῦε κατὰ τὴν ὑστεραίαν ἢ διὰ τρίτης ὑπαλλάττων ἀεὶ τὸ κατὰ τοῦ κόλπου στομίου ἐπικείμενον ὀθόνιον ἐκ τῆς αὐτῆς ἐμπλάστρου κεχρισμένον, ὃ περιλήψεται σύμπαν ἐν κύκλῳ τὸ στόμι ον · εἶναι δ’αὐτὸ χρὴ μὴ πάνυ προστετυπωμένον, ἀλλ’ὥστε δύνασθαι τὸν ἰχῶρα τοῦ κόλπου πάντα κενοῦσθαι δι’αὐτοῦ. κατὰ μὲν οὖν τὴν πρώτηντε καὶ δευτέραν ἡμέραν ἐὰν ἐκκρίνῃ ταύτης ἰχὼρ λεπτὸς ἐκ τοῦ κόλπου, μὴ πάνυ τῆς κολλήσεως ἀπέλπιζε. πολλάκις γὰρ ἡ τοῦ περιβαλλομένου φαρμάκου τῷ πεπονθότι μορίῳ δύναμις ἐκθλίβει σφοδρῶς ἔκτε τοῦ δέρματος αὐτοῦ καὶ τῆς ὑποκειμένης σαρκὸς αὐτῷ ὑγρότητα λεπτὴν, ὅταν γε οὕτως ἔχῃ διαθέσεως τὸ τοῦ θεραπευομένου σῶμα διὰ φυσικὴν κρᾶσιν ἢ μοχθηρὰν δίαιταν. ἧς ἐκθλιβείσης συμμέτρως ξηρὰ γενόμενα τὰ χωρία κολλᾶται. κατὰ δὲ τὴν τρίτην ἡμέραν ἢ τετάρτην ἀπὸ τῆς ἀρχῆς, ἐὰν ἄπεπτος ἰχὼρ φαίνηται διὰ τοῦ στόματος, γίνωσκε μὴ κεκολλῆσθαι τὸν κόλπον. ἔστω δὲ πρὸ πάντων καὶ τὸ περιβαλλόμενον τῷ πεπονθότι μορίῳ φάρμακον ἰσχυρῶς μὲν ξηραῖνον, οὔτε δὲ δάκνον οὔτε συντεῖνον · οἷόν ἐστι τὸ ἡμέτερον κιρρὸν, ὃ χωρὶς κηροῦ σκευάζεται διὰ μεταλλικῶν φαρμάκων ἡψημένων καὶ ἐλαίου κικίνου καὶ ὄξους. ἐναίμωντε τραυμάτων κολλητικὸν ἀλύπως καὶ ξηραντικὸν κόλπων. εἶδες δ’αὐτῷ καὶ σύριγγα θεραπευθεῖσαν, ἐφ’ἧς στενῆςτ’οὔσης ὀπῆς καὶ μακρᾶς καὶ μηδέπω μοι φαινομένης ἔχειν ἔνδον ἐν αὐτῇ τύλον, ἀλλὰ μόνον ῥύπον, ἐν ᾗ καὶ πρότερον ἔκλυσα τὴν κονίαν, εἶτ’ἐπισχὼν ἐν τῇ σύριγγι μεῖναι τοσοῦτον χρόνον, ἐν ὅσῳ τὸν ῥύπον ἤλπισα τελέως ἐκπεσεῖν ἅπαντα, μετὰ ταῦτ’ἐπέθηκα τὸ φάρμακον. οὕτω δὲ καὶ τοὺς ὑπ’αὐτῷ τῷ δέρματι μόνῳ κόλπους σαρκώσεως μὲν οὐ δεομένους, ἀμαθῶς δὲ θεραπευομένους ὑπό τινων, ἅμα τῷ παραλαβεῖν ἐκόλλησα τῷ φαρμάκῳ τῷδε προεκκλύσας τῇ κονίᾳ, διὰ τὸ μηδενὶ τῶν καθαιρόντων ἕλκους φαρμάκων χρῆσθαι τοὺς θεραπεύοντας. ὅταν γε μὴν τῶν εἰς ἀπόστασιν ἀφικνουμένων ὄγκων ἡ τομὴ γένηται βραδέως ἢ δι’ἀμαθίαν τῶν θεραπευόντων ἢ διὰ δειλίαν τῶν θεραπευομένων, οὐκ ἐπιτρεπόντων τεμεῖν, ἀλλὰ περιμεινάντων ἐν χρόνῳ πλείονι διαβρωθῆναι τὸ δέρμα πρὸς τοῦ πύου, συμβαίνει πολλάκις ἅπαν τὸ περὶ τῷ κατὰ τὴν ἀπόστασιν ἀθροισθέντι πύῳ δέρμα λεπτὸν ἱκανῶς γενέσθαι, καθάπερ τι ῥάκος · ὅθεν ἡγοῦμαι καὶ το- τοὔνομα αὐτῷ πρὸς τῶν ἰατρῶν τεθεῖσθαι τὸ ῥακῶδες. ἔστιν οὖν τὰ τοιαῦτα δέρματα δυσκόλλητα, καὶ μάλισθ’ὅταν τις αὐτοῖς ἐπιβάλῃ ξηρὸν κατὰ τὴν σύστασιν φάρμακον · ὑπὸ τούτων γὰρ ἔτι μᾶλλον γίνεται ῥακῶδέςτε καὶ ξηρὸν τὸ δέρμα, παραπλήσιον ταῖς τριβακαῖς διφθέραις. ἔδοξεν οὖν μοι προσηκόντως ἄν τις χρήσασθαι πρὸς τὴν κόλλησιν αὐτοῦ τῇ συστάσει μὲν ὑγρῷ φαρμάκῳ, τῇ δυνάμει δὲ ξηρῷ. λέλεκται δ’ἐν τοῖς περὶ φαρμάκων ὅτι δυνάμει ξηρὰ φάρμακα καλεῖν ἔθος ἐστὶ τοῖς ἰατροῖς ὅσα ξηραίνειν πέφυκε. κάλλιστον δὲ πάντων τῶν ὑγρῶν μὲν τῇ συστάσει, ξηρῶν δὲ τῇ δυνάμει τὸ συντεθὲν ὑπ’ἐμοῦ φάρμακόν ἐστι, τὸ διὰ λιθαργύρου καὶ στέατος χοιρείου παλαιοῦ καὶ χαλκίτεως, ἐχόντων ἔλαιον παλαιότατον. ἄμεινον δ’ἐνεργοῦντος ἐπειράθην αὐτοῦ κατὰ τὰς τοιαύτας διαθέσεις, ὅταν μὴ πάνυ τι σκληρὸν ᾖ μη δ’ἀκριβῶς ἀμόλυντον. ἀλλὰ κα- κᾂν τοιοῦτον σκευασθῇ καὶ τῶν ἐναίμων μέν ἐστι τραυμάτων κολλητικὸν καὶ πάντων δὲ τῶν ἑλκῶν ἐπουλωτικὸν, ἀνιέμενόντ’ἐλαίῳ, κα- κᾄπειτα μετ’οἴνου μετρίως παλαιοῦ φυρώμενον, εἶτ’ἐπιτιθέμενον ἐν κύκλῳ ταῖς τοιαύταις διαθέσεσιν, ἀλύπως αὐτὰς ἐκόλλησε πολλάκις. ἁρμόττει δ’, ὡς εἴρηται, ἐπὶ τῶν ῥακωδῶν δερμάτων οὐχ ἥκιστα καὶ τὸ μέλι μέχρι συστάσεως ἐμπλαστρώδους ἑψηθέν. ἔστι δ’ἡ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυσκατόρθωτος τῷ μὴ τεθεαμένῳ. χρὴ γὰρ αὐτὸ μήθ’οὕτω γενέσθαι σκληρὸν, ὡς δυσπρόπτωτον εἶναι, μήθ’οὕτως ὑγρὸν, ὡς περιρρεῖν. τὸ μὲν γὰρ σκληρὸν εἰς τὴν τοιαύτην ἀτοπίαν ἀφικνεῖται ταῖς σκληραῖς ἐμπλάστροις, τὸ δ’ὑγρὸν, ὡσανεὶ ἐπικείμενον θερμῷ σώματι, περιρρεῖ κύκλῳ καὶ ξηρὰν ἀπολείπει τὴν ὀθόνην, ἥτις οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ πρὸς κακοῦ γίνεται τῷ κολληθησομένῳ δέρματι. συμμέτρως γε μὴν ἑψηθὲν τὸ μέλι κάλλιστόν ἐστι φάρμακον ἐπὶ τῶν τοιούτων κόλπων. ἐπεὶ δ’ἡ συμμετρία τῆς ἑψήσεως αὐτοῦ δυστέκμαρτός ἐστιν, ἄμεινον ἔδοξέ μοι καταπάττειν αὐτῷ χνοώδη σμύρναν ἢ ἀλόην ἢ λιβανωτὸν ἤ τινα τούτων ἢ πάντα ὁμοῦ · καὶ μάλισθ’ὅταν ἐπὶ τῆς ὀθόνης ἐγχρισθὲν ὑγρότερον φαίνηται. καταπάττειν δὲ αὐτὰ διὰ κοσκίνου, μετεώρου κρατουμένου κατὰ τοῦ μέλιτος. ἀρκεῖ δ’ἅπαξ ἢ δὶς κροῦσαι αὐτὸ πρὸς τὴν συμμετρίαν τῆς διεκπτώσεως. ἐνίοτε δὲ καὶ κατ’αὐτὴν τὴν ἕψησιν ἐμπάττω τι τῷ μέλιτι τῶν εἰρημένων φαρμάκων, καὶ μάλισθ’ὅταν ὁ κόλπος ᾖ μείζωντε καὶ βαθύτερος. ἐπειράθην δὲ καὶ τοῦ λεπτοῦ κενταυρίου, θαυμαστοῦ φαρμάκου πρὸς τὴν τοιαύτην χρείαν · ἐφεξῆς δ’αὐτῷ σύμφυτον ἐπιτήδειόν ἐστι καὶ μετ’αὐτὸ τῆς Ἰλλυρίδος ἴρεως ἡ ῥίζα, μεθ’ἣν καὶ τὸ τῶν ὀρόβων ἄλευρον. εὔδηλον ὅτι κεκόφθαιτε καὶ διηθῆσθαι λεπτῷ κοσκίνῳ καὶ μετὰ ταῦτά γε λελειῶσθαι τὰ τοιαῦτα πάντα προσήκει. μιγνύσθω δὲ τῷ μέλιτι κατ’ἐκεῖνον τὸν καιρὸν, ἡνίκ’ἂν ἀπὸ τοῦ πυρὸς ἐξαίρεσθαι μέλλῃ, τοσοῦτον ἡμῶν ἐπιδιατριψάντων, ὡς ἑνωθῆναι καλῶς αὐτὰ τῷ προηψημένῳ μέλιτι. κάλλιον δὲ καὶ καθαιροῦντα τὴν κακάβην ἀπὸ τοῦ πυρὸς, ἐμπάττειν ἅπαντα τὰ τοιαῦτα, κα- κᾄπειτα κινεῖν ἐπιμελῶς ἄχρις ἂν οὕτω γένηται τὸ μέλι χλιαρὸν, ὡς ἐπιτιθέναι δύνασθαι τῷ θεραπευσομένῳ σώματι.
ἐφεξῆς δ’ἂν εἴη τοῖς εἰρημένοις εἰπεῖν σοί τι καὶ περὶ τῶν γαγγραινουμένων φλεγμονῶν. ὀνομάζουσι δ’, ὡς οἶσθα, γαγγραίνας τὰς διὰ μέγεθος φλεγμονῆς νεκρώσεις οὐκ ἤδη γεγενημένας, ἀλλὰ γινομένας ἔτι. τελέως μὲν γὰρ νεκρωθὲν μόριον ὡς νυττόμενον ἢ τεμνόμενον ἢ καιόμενον ἀναίσθητον ὑπάρχειν ὧν πάσχει, τάχιστα χρὴ περικόπτειν καθ’ὃ ψαύει τοῦ πλησιάζοντος ὑγιοῦς. ἀλλὰ τὸ μὲν οὕτω διατεθὲν μέλαν γίνεται, τὸ δ’ἐν τῷ μεταξὺ καθεστηκὸς, ὡς ὁδοιπορεῖν ἐπὶ τὴν νέκρωσιν, γάγγραινα ὀνομάζεται. θεραπεία δ’αὐτῆς γίνεται κενωσάντων ἡμῶν ὅσον οἷόντε πλεῖστον τοῦ κατὰ τὸ πάσχον μόριον αἵματος ἐσφηνωμένου, δι’ὃ καὶ ἡ νέκρωσις γίνεται, μὴ δυναμένων τῶν ἀρτηριῶν ὑπὸ στενοχωρίας διαστέλλεσθαι, τῷ δ’ὑπολοίπῳ διαπνοὰς παρασχόντων. ἢ τοίνυν ὅλον τὸ δέρμα πολλαῖς βαθείαις τομαῖς διαιρεῖν χρὴ, τέμνοντας ἅμα αὐτῷ τὴν ὑποκειμένην οὐσίαν ἢ πολλαῖς ἀμυχαῖς βαθείαις ἀποσχάζειν, ἐάσαντα δ’ἀπορρυῆναι τὸ αἷμα τῶν φαρμάκων ἐπιτιθέναι τι τῶν πρὸς τὰ σηπόμενα χρησίμων. ἔστι δὲ τοιαῦτα δι’ὀξυμέλιτος καὶ ἀλεύρου ὀρόβων ἢ αἰρῶν, ἢ εἰ μὴ ταῦτα παρείη, τὸ τῶν κυάμων · αὐτότε μόνον τὸ ὀξύμελι. σφοδροτέρῳ δὲ αὐτῷ χρῆσθαι βουλόμενος, ἁλῶν ἐπεμβάλλειν ἢ τῶν κυκλίσκων τινὰ λειοῦν ἀκριβῶς, οἷος ὁ Ἀνδρώνιός ἐστι καὶ ὁ Πολυείδου καὶ ὁ Πασίωνος. ἀλλὰ καὶ τὸ τοῦ Μούσα φάρμακον ἐπιτηδειότατόν ἐστιν εἰς ταῦτα, ὃ κατὰ τὸν Ἥρα γέγραπται τόμον. χρῶ δὲ τούτοις καὶ οἷς προείρηκα, προσέχων τὸν νοῦν τῷ σώματι τοῦ κάμνοντος. ἀγροίκου μὲν γὰρ ὄντος αὐτοῦ καὶ σκληροῦ φύσει, τῶν ἰσχυροτάτων δεῖ ται φαρμάκων τὸ σῶμα · γυναίου δὲ ἁπαλοσάρκου, τῶν ἀσθενεστέρων. οὕτω δὲ καὶ τῶν ἀνδρῶν ὅσοι λευκοίτε καὶ ἁπαλόσαρκοι καὶ φιλόλουτροι καὶ ἀγύμναστοι μαλακῶν δέονται φαρμάκων. δῆλον δ’ὅτι καὶ τὰ παιδία. κα- κᾂν ἐκτέμοις δέ ποτε τὸ σεσηπὸς καὶ νενεκρωμένον μέρος ἀσφαλείας ἕνεκα, τοῖς εἰρημένοις ἄρτι χρῶ φαρμάκοις, ἀποβλέπων εἰς τὰς τῶν νοσημάτων φύσεις, ἅμα τῷ καὶ τὴν αὐτοῦ τοῦ πεπονθότος μορίου φύσιν ἐπισκοπεῖν · τινὰ γὰρ τάχιστα σήπεται καὶ βέλτιον ἀσφαλείας ἕνεκα, ὅταν ἐκτέμῃς ἢ περιτέμῃς τὸ σεσηπὸς, τὴν οἷον ῥίζαν αὐτοῦ συνημμένην τοῖς ἀπαθέσι καίειν, ὡς ἐπὶ τῶν αἰδοίων εἰώθαμεν ἐργάζεσθαι πολλάκις, ἐνίοτε μὲν αὐτοῖς τοῖς πεπονθόσι μορίοις τὰ καυτήρια προσφέροντες, ἐνίοτε δὲ καὶ προϋποβάλλοντες μότον. μετά γε μὴν τὴν καῦσιν εἰώθαμεν, ὡς οἶσθα, χυλῷ πράσου χρῆσθαι, μὴ παρόντος δὲ τούτου, τοῖς προειρημένοις ὀλίγον ἔμπροσθεν. ὅταν δὲ φαίνηταί σοι τούτων γιγνομένων πεπαῦσθαι τὸ σηπόμενον, ὅπως ἀποπέσῃ θᾶττον ἡ ἐσχάρα, τῷ κεφαλικῷ καλουμένῳ φαρμάκῳ μετὰ μέλιτος χρῶ. κάλλιον καὶ καταπλάττειν ἔξωθεν ἢ δι’ὑδρελαίου τὸν ἄρτον ἕψοντας ἢ κρίθινον ἄλευρον οὕτω σκευάζοντας, ἢ μετὰ αὐτοῦ μῖξαι πύρινον. καὶ μὴν καὶ τὸ τετραφάρμακον ὀνομαζόμενον, ἔτιτε τὸ μακεδονικὸν, ἐπιτήδεια πρὸς τὰς διαπυήσειςτε καὶ ἀποπτώσεις τῶν ἐσχαρῶν, ὁμοίως δὲ καὶ πάντα ὅσα διαπυΐσκει. καὶ ἄρτος δὲ μετὰ σελίνου λειωθεὶς ἢ ὠκίμου περιρρήσσει καὶ χωρίζει τὰς ἐσχάρας ἀπὸ τῶν ὑγιεινῶν. τῶν δ’ἁπλῶν φαρμάκων μετὰ μέλιτος ἴρις ἢ ῥίζα πάνακος ἢ ἀριστολοχίας ἢ ἀκόρου. ἐπὶ δὲ τῶν μαλακῶν σωμάτων ἀρκεῖ καὶ τὸ τῶν ὀρόβων ἄλευρον μετὰ μέλιτος ἢ λιβανωτοῦ. ὁμοίως δὲ ἀφαιρεῖ τὰς ἐσχάρας καὶ τὸ τοῦ Μαχαιρίωνος φάρμακον καὶ ἡ Ἴσις ἔμμοτα μετὰ μέλιτος. ὅταν δὲ ἐκπέσωσιν αἱ ἐσχάραι, καὶ διὰ τῶν ἐπιτυχόντων φαρμάκων σαρκοῦνται τὰ τοιαῦτα τῶν ἑλκῶν.
ἐπεὶ δὲ καὶ περὶ τούτων εἴρηται μετρίως, περὶ τῶν καρκινωδῶν ἑξῆς ἂν εἴη ὄγκων εἰπεῖν, γινομένων ἐν ἅπασι τοῖς μορίοις, μάλιστα δὲ τοῖς τιτθοῖς τῶν γυναικῶν, ὅσαι μηκέτι καθαίρονται τὴν κατὰ φύσιν κάθαρσιν · ἥτις ὅταν ὡς χρὴ γένηται, τελέως ἄνοσος ἡ γυνὴ διατελεῖ. πάντες οὖν οἱ τοιοῦτοι παρὰ φύσιν ὄγκοι τὴν γένεσιν ἐκ μελαγχολικοῦ περιττώματος ἴσχουσι, ὑπὲρ οὗ λέλεκται καὶ ἐν τοῖς κατὰ φυσικῶν δυνάμεων ὑπομνήμασι, γεννᾶσθαι μὲν ἡμῶν δειξάντων ἐν ἥπατι κατὰ τὴν ἐξαιμάτωσιν ἀνάλογον τῇ κατὰ τὸν οἶνον τρυγὶ, καθαίρεσθαι δὲ διὰ τοῦ σπληνός. ἐκ γὰρ τοῦ τοιούτου χυμοῦ τρέφεσθαι πέφυκεν. ὅταν οὖν ἡ φυσικὴ κρᾶσις τοῦ ζώου τὸν χυμὸν τοῦτον ὀλίγον ᾖ γεννῶσα καὶ ἡ δίαιτα συντελῇ καὶ ὁ σπλὴν ἀξιολόγως ἕλκῃ τὸ γεννώμενον εἰς ἑαυτὸν, οὐδὲν ἀθροίζεται κατὰ τὰς φλέβας τοιούτων περίττωμα. ὅταν δὲ τα- τἀναντία ᾖ, ἀθροίζεται πολὺ κατὰ τὰς φλέβας καὶ ἐργάζεται τὰ λεχθησόμενα νοσήματα. λέγω δ’ἐναντία τοῖς εἰρημένοις τὸ μὲν ἧπαρ εἰς γένεσιν ἐπιτήδειον τοῦ τοιούτου περιττώματος, τὴν δίαιταν δὲ διὰ τῶν τοιούτων ἐδεσμάτων γινομένην, ἃ πέφυκε γεννᾷν αἷμα παχὺ καὶ ἰλυῶδες · ἀσθενέστερον δὲ τὸν σπλῆνα φύσει και ἀδυνατώτερον ἕλκειν ἐφ’ἑαυτὸν ἅπαν τὸ γεννώμενον. ἐν δὲ τῷ τοιούτῳ σώματι θολοῦται καὶ παχύνεται τὸ κατὰ τὰς φλέβας αἷμα. καὶ ποτὲ μὲν ὑπ’αὐτῶν τῶν φλεβῶν, ἐχουσῶν γε καὶ αὐτῶν ἀποκριτικὴν τῶν ἀλλοτρίων δύναμιν, ὥσπερ καὶ τα- τἄλλα πάντα δι’αἱμορροΐδος ἐκκρίνεται · πολλάκις δὲ εἰς κιρσοὺς κατασκήπτει, καὶ ποτὲ εἰς τὸ δέρμα πᾶν ὠθεῖται. καὶ τοῦτό ἐστι γένεσις τοῦ πάθους, ὃ καλοῦσιν ἐλέφαντα. γίνεταί γε μὴν ἐνίοτε καὶ εἰς ἄλλα μόρια τοῦ σώματος, ἅπερ ἂν ᾖ πάντων ἀσθενέστατα, φορὰ τοῦ τοιούτου χυμοῦ, καὶ φαίνονταί γε σαφῶς αἱ κατὰ τὸ μόριον ἐκεῖνο φλέβες μεσταὶ αἵματος μέλανόςτε καὶ παχέος. καὶ ὅσον δ’ἂν ᾖ παχύτερόντε καὶ μελάντερον, τοσοῦτον χεῖρόν ἐστι τὸ πάθος. ἐπὶ δὲ τῶν τιτθῶν εἴδομεν πολλάκις ἀκριβῶς ὄγκον ὅμοιον καρκίνῳ ζώῳ. καθάπερ γὰρ ἐπ’ἐκείνου πόδες ἑκατέρωθέν εἰσι τοῦ σώματος, οὕτω καὶ ἐπὶ τοῦδε τοῦ πάθους αἱ φλεβὲς ἀποτεταμέναι τοῦ παρὰ φύσιν ὄγκου τὸ σχῆμα καρκίνῳ παραπλήσιον ἐργάζονται. τοῦτο τὸ πάθος ἀρχόμενον μὲν ἰασάμεθα πολλάκις, εἰς μέγεθος δὲ ἀξιόλογον ἀρθὲν ἄνευ χειρουργίας οὐδεὶς ἰάσατο. πάσης μὲν οὖν χειρουργίας ἐκκοπτούσης ὄγκον παρὰ φύσιν ὁ σκοπός ἐστιν ἐν κύκλῳ πάντα τὸν ὄγκον περικόψαι, καθ’ἃ τῷ κατὰ φύσιν ἔχοντι πλησιάζει. διὰ δὲ τὸ μέγεθος τῶν ἀγγείων, καὶ μάλισθ’ὅταν ἀρτηρίαι τύχωσιν οὖσαι, παραχρῆμάτε κίνδυνος αἱμορραγίας γίνεται βρόχοιςτε διαλαμβανόντων αὐτὰς συμπάθειαι ἕπονται. ἐὰν δὲ καὶ καῦσαι τὰς ῥίζας αὐτοῦ πάθους προελώμεθα, καὶ κατὰ τοῦτο κίνδυνος οὐ μικρὸς, ὅταν ἐγγὺς καιρίων μορίων ἡ καῦσις γένηται. ἀλλ’ἀρχόμενον γεννᾶσθαι, καθάπερ ἔφην, ἰασάμεθα πολλάκις τὸ πάθος τοῦτο, καὶ μάλισθ’ὅταν ὁ μελαγχολικὸς χυμὸς φαίνηται μὴ πάνυ παχὺς ὑπάρχων. ὑπακούει γὰρ οὗτος τοῖς καθαίρουσι φαρμάκοις ἑτοίμως, δι’ὧν ἡ θεραπεία γίνεται. πρόδηλον δ’ὅτι μελάνων εἶναι χρὴ κενωτικὰ τὰ διδόμενα φάρμακα, καὶ τοῦτο συνεχῶς ποιητέον, ἄχρις ἂν εἰς τὸ κατὰ φύσιν ἀκριβῶς ἐπανέλθοι τὸ μόριον, οὔσης καὶ τῆς διαίτης εὐχύμου. κατὰ γοῦν τὴν Ἀλεξάνδρειαν ἐλεφαντιῶσι πάμπολλοι διάτε τὴν δίαιταν καὶ τὴν θερμότητα τοῦ χωρίου. κατὰ δὲ τὰς Γερμανίαςτε καὶ Μυσίας σπανιώτατα τοῦτο τὸ πάθος ὦπται γινόμενον. καὶ παρά γε τοῖς γαλακτοπόταις Σκύθαις σχεδὸν οὐδέποτε φαίνεται γινόμενον. ἀλλ’ἐν Ἀλεξανδρείᾳ παμπόλλη ἡ γένεσις αὐτοῦ διὰ τὴν δίαιτάν ἐστιν · ἀθάραν γὰρ ἐσθίουσι καὶ φακὴν καὶ κοχλίας καὶ ταρίχη πολλά · τινὲς δὲ καὶ ὄνεια κρέα καὶ ἄλλα τοιαῦτα παχὺν καὶ μελαγχολικὸν γεννῶντα χυμόν. ἅτε δὲ θερμοῦ τοῦ περιέχοντος ὄντος καὶ ἡ ῥοπὴ τῆς φορᾶς αὐτῶν πρὸς τὸ δέρμα γίνεται. τούτῳ μὲν οὖν τῷ πάθει συμφέρουσιν αἱ εἰρημέναι καθάρσεις. ἐὰν δὲ τὰ τῆς ἡλικίας καὶ τὰ τῆς δυνάμεως ἐπιτρέπῃ, φλεβοτομεῖν πρότερον. ἐπὶ δὲ τῶν καρκίνων οὐκ ἀνάρμοστον μὲν οὐ δ’ἐπὶ τούτων, ἢν μηδὲν κωλύῃ, φλεβοτομεῖν · ἐφεξῆς δὲ καθαίρειν · καὶ εἰ μὲν γυναῖκες εἶεν, ἔμμηνα κινεῖν αὐταῖς, ἐάν γε δηλονότι μηδέπω πεντηκοστὸν ἔτος ἄγωσι. κατὰ δὲ τοῦ πεπονθότος μορίου χυλὸς ἐπικείσθω στρύχνου, κάλλιστον γὰρ τοῦτο φάρμακον εἰς τὰ τοιαῦτα. μὴ βουλομένου δὲ τοῦ θεραπευομένου φάρμακον οὕτως ὑγρὸν ἐπιβαλέσθαι, καὶ μάλισθ’ὅταν προέρχεσθαίτε τῆς οἰκίας καὶ τὰ συνήθη πράττειν ἀναγκάζηται, τὸ διὰ πομφόλυγος ἐπιβλητέον, ᾧ καὶ πρὸς τοὺς ἡλκωμένους καρκίνους οἶσθα χρώμενόν με · καὶ τούτου μὴ παρόντος τῷ διὰ χαλκίτεως ἡμετέρῳ φαρμάκῳ. κατὰ δὲ τὴν δίαιταν ἐν χυλῷ πτισάνης πλεοναστέον καὶ γάλακτος ὀρρῷ καὶ λαχάνοις, μαλάχῃ καὶ ἀτραφάξει καὶ βλίτῳ, καὶ κατὰ καιρὸν ἐν ᾧ εἰσιν αἵ κολοκύνθαι, ταύταις χρηστέον. ἰχθύων δὲ τοῖς πετραίοις καὶ ὄρνισι πᾶσι, πλὴν ἑλείων. ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἡ τῶν ἐχιδνῶν ἐδωδὴ θαυμάσιόν ἐστι φάρμακον. χρὴ δὲ ἐσθίειν αὐτὰς οὕτω σκευάζοντας ὡς τοὺς θηριοτρόφους καὶ ἀσπιδοτρόφους Μάρσους ἐθεάσω, πρῶτον μὲν ἀποκοπτομένης τῆς οὐρᾶς καὶ τῆς κεφαλῆς ἄχρι δακτύλων τεττάρων, εἶτα τῶν ἔνδον ἁπάντων ἀφαιρεθέντων θέντων καὶ τοῦ δέρματος δηλονότι, εἶθ’ὕδατι τοῦ σώματος αὐτῶν περιπλυθέντος. ἀλλὰ μέχρι μὲν τοῦδε, κα- κᾀπειδὰν τὴν θηριακὴν ἀντίδοτον καλουμένην σκευάζωμεν, οὕτω πράττομεν · ἐφεξῆς δὲ διαφερόντως ἕψομεν, ἐπὶ μὲν τῆς θηριακῆς ἐν ὕδατι προσεπεμβάλλοντες ἀνήθου καὶ βραχέων ἁλῶν, ἐπὶ δὲ τῶν ἐλεφαντιώντων ἐν λοπάσι παραπλησίως ταῖς ἐγχέλυσι σκευάζοντες διὰ λευκοῦ ζωμοῦ. γίνεται δὲ οὕτως. ὕδατος μὲν δαψιλοῦς ἐμβληθέντος καὶ ἐλαίου βραχέος καὶ σὺν αὐτῷ πράσου καὶ ἀνήθου. πρόδηλον δ’ὅτι μέχρι τοσούτου τὰς σάρκας τῶν ἐχιδνῶν ἀφεψεῖν προσήκει, μέχρις ἂν ἀκριβῶς γενηθῶσι μαλακαί. καὶ αὐτὸ δὲ τὸ δι’αὐτῶν σκευαζόμενον φάρμακον, ὃ καλοῦσι θηριακὴν ἀντίδοτον, ἐπιτήδειόν ἐστι πίνεσθαι τοῖς οὕτω κάμνουσι, καὶ εἰ βούλοιτό τις αὐτοῦ καὶ τὸ δέρμα χρίεσθαι. ταῦτα γὰρ ἅπαντα ποιούντων ἔσθ’ὅτε λεπὶς ἀφίσταται τοῦ δέρματος, ὁποῖον ἐπὶ τῶν ὄφεων τὸ καλούμενον γῆρας.
τῶν δ’ἄλλων ὄγκων τῶν παρὰ φύσιν οὐδενὸς μὲν ἠξίωσά σοι γραφῆναι χειρουργίαν · ἔλαβες γὰρ δοκιμώτατα τῶν παρ’ἡμῖν φαρμάκων. ἐπὶ μὲν χοιράδων τάτε προστέλλειν καὶ ξηραίνειν δυνάμενα καὶ διαπυΐσκειν. ἐπὶ δὲ μελικηρίδων ὅσα καὶ ταύτας διαφορεῖ καὶ πύου διαφορητικὰ φάρμακα καὶ ὕδατος ἐν ὀσχέῳτε καὶ κατ’ἐπιγάστριον ἔλαβες, ὡς κα- κᾀπὶ τῶν ὑδερικῶν κεχρῆσθαι. διττὸς γὰρ καὶ τούτων ὁ σκοπὸς, ἰᾶσθαίτε τοῦ σπλάγχνου τὸν σκίρρον καὶ διαφορῆσαι τὸ συνειλεγμένον ὑγρόν. εἴρηται δ’ἔμπροσθεν ἡ τῶν σκιρρουμένων σπλάγχνων θεραπεία. ὥστε καὶ ἡ τῶν ὑδέρων ἴασις εἰς τρεῖς τούτους ἀνάγεται σκοποὺς, ἰᾶσθαι τοῦ σκιρρουμένου σπλάγχνου τὸν σκίρρον, ἐπιθέμασίτε καὶ διαφοροῦσι τὴν ὑγρότητα χρῆσθαι · φάρμακάτε πίνειν διουρητικά. ταῦτα μὲν οὖν εἰς ἀποδημίαν σοι μακρὰν στελλομένῳ νομίζω συμμέτρως ἔχειν. ἐὰν δὲ, ὡς προείρηται, καὶ τὴν ἐπὶ τῶν κατὰ γένος καὶ τόπους πεπονθότας φαρμάκων πραγματείαν ποιήσωμαι, κα- κᾀκείνην ἕξεις ἐπανελθὼν ἐκ τῆς ἀποδημίας. ἔστι δὲ καὶ ἄλλη μεγάλη πραγματεία τῶν ἑταίρων ἀξιωσάντων ἁπάσης τῆς θεραπευτικῆς μεθόδου. κατεχομένῳ δ’ἐπὶ πλέον ἔξω σοὶ πέμπειν οὐκ ὀκνήσω τῶν γραφομένων ἡμῖν ὑπομνημάτων ἕκαστον.