To Glaucon on Method of Therapy, 1
ὅτι μὲν οὐ τὴν κοινὴν μόνον ἁπάντων ἀνθρώπων φύσιν, ὦ Γλαύκων, ἐπίστασθαι χρὴ τὸν ἰατρὸν, ἀλλὰ καὶ τὴν ἰδίαν ἑκάστου, πάλαιτε πρὸς Ἱπποκράτους ὀρθῶς εἴρηται καὶ ἡμῖν δὲ ἐπ’αὐτῶν, ὡς οἶσθα, τῶν ἔργων τῆς τέχνης ἱκανῶς ἐσπούδασται. οὐ μὴν γράφειν γε δυνατὸν, ὥσπερ τὴν κοινὴν, οὕτω καὶ τὴν ἰδίαν ἑκάστου, ἀλλ’ὑπεναντίως ἔχει τὰ γράμματα πρὸς τὰς πράξεις, ἄλλοθίτε πολλαχόθι καὶ οὐχ ἥκιστα ἐν τοῖς νῦν ὑπ’ἐμοῦ προκειμένοις. ἠξίωσας μὲν γὰρ ἡμᾶς, ἰαμάτων τινά σοι καθόλου μέθοδον ὑποτυπώσασθαι · περαίνεται δὲ αὕτη διάτε ποιότητος καὶ ποσότητος ἑκάστου τῶν βοηθημάτων καὶ τοῦ τρόπου τῆς χρήσεως αὐτῶν καὶ τοῦ πάντων τούτων χαλεπωτάτου διαγνωσθῆναι καιροῦ. περὶ ὃν ὀξὺν ἱκανῶς ὄντα, καθάπερ που καὶ τοῦτό φησιν ὁ πάντων ἡμῖν τῶν καλῶν ἡγεμὼν Ἱπποκράτης, σφαλλομένους πολλάκις ὁρᾷς οὐ τοὺς τυχόντας μόνον, ἀλλὰ δὴ καὶ τοὺς ἀρίστους ἰατρούς. καὶ μὲν δὴ καὶ μέγα τὸ ποσὸν εὐστόχως συναρμοσθὲν εἰς δύναμιν ὁ αὐτὸς ἀνὴρ ἔγραψεν. ὅταν οὖν εἰς μὲν τὸ καλῶς ἰᾶσθαι μέγα συντελεῖν φαίνοιτο ὅτε καιρὸς καὶ ἡ ποσότης τῶν βοηθημάτων, ἴδια δὲ ταῦτα καθ’ἕκαστον τῶν νοσούντων εὑρήσεις καὶ μηδὲν ἴδιον ἑρμηνεύεσθαι δύναται τῷ λόγῳ, τὸ κοινὸν οὕτως ἀναγκαζόμεθα γράφειν, κα- κᾂν τῇ χρείᾳ δεύτερον ᾖ. καὶ γὰρ οὖν καὶ ἐπισκοπούμεθά τινας ἀρρώστους πολλάκις, οἷς ἔμπροσθεν ὑγιαίνουσιν οὐκ ἐνετύχομεν · οὔκουν οὐ δ’ὅπως εἶχον χροιᾶς, ἢ σχέσεως, ἢ τῆς κατὰ φύσιν θερμασίας, ἢ τῆς τῶν ἀρτηριῶν γινώσκοντες, ἵν’εἰδότες ἱκανοὶ κριταὶ γενοίμεθ’ἄν ποτε τῶν νοσημάτων τοῦ μεγέθους. εἰς ὅσον γὰρ ἐξίσταται τῆς φύσεως ἕκαστον, εἰς τοσοῦτον καὶ μεγέθους ἥκει. τὸ δ’ὅσον ἐξίσταται, γνῶναι δυνατὸν μόνῳ τῷ τὸ κατὰ φύσιν ἀκριβῶς ἐπισταμένῳ. τοῦτ’οὖν ἀγνοοῦντες ἐπ’αὐτῶν, ἵνα μὴ παντάπασιν ἀπορῶμεν, ἐπὶ τὸ κοινὸν ἀφικνούμεθα. πλέον δέ τι κα- κᾀν τούτῳ τῶν ἀτέχνων ὁ τεχνίτης ἔχει. καὶ τί τὸ πλέον; Ἱπποκράτης μὲν καὶ τοῦτο πρῶτος ἁπάντων ὧν ἴσμεν γέγραφεν. ὑπεμνήσαντο δὲ ἐπὶ πλέον τῶν μετ’αὐτὸν ὅσοι τῶν ἐκείνου συνῆκαν γραμμάτων, ὧν εἷς ἦν καὶ Μνησίθεος ὁ Ἀθηναῖος, ἀνὴρ τάτε ἄλλα ἱκανὸς πάντα τὰ τῆς τέχνης καὶ εἰς ὅσον χρὴ μεθόδῳ τὴν ἰατρικὴν τέχνην ἀσκεῖν, οὐδενὸς ἐπιγνῶναι δεύτερος. οὗτος ὁ Μνησίθεος ἀπὸ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν ἀρξάμενος ἀξιοῖ τέμνειν αὐτὰ κατ’εἴδητε καὶ γένη καὶ διαφοράς. εἶτ’αὖθις τὰ τεμνόμενα τέμνειν ὁμοίως κα- κᾀκεῖνα πάλιν ὡσαύτως, ἔστ’ἂν ἐπί τι τοιοῦτον εἶδος ἀφικώμεθα μεθ’ὃ τέμνοντες, ἀχρὶς οὗ τὸ τεμνόμενον, εἰς ἓν τῷ ἀριθμῷ καὶ ἄτομον ἤδη τελευτήσομεν. ταῦτ’ἀρκεῖ μοι πρός γέ σε διὰ βραχέων ἃ βούλομαι δεδηλῶσθαι. καὶ γὰρ ἂν εἴην γελοῖος, εἴ σε διδάσκοιμι τὰ σὰ ὥσπερ οὐχὶ παρὰ Πλάτωνος αὐτὰ πάλαι μεμαθηκότα. οὐ δὲ γὰρ ὥστε διδάξαι σέ τί πως περὶ τῆς κατὰ τὴν τοιαύτην διαίρεσιν μεθόδου τὴν ὑπόμνησιν ἐποιησάμην, ἀλλ’ὅτι μοι πρὸς τὸν ἐφεξῆς λόγον ἅπαντα χρήσιμον αὐτὴν ἔσεσθαι νομίζω · καὶ τὴν αἰτίαν, ὧν ἑκάστοτε σφαλλομένους ὁρᾷς τοὺς πλείστους τῶν ἰατρῶν, ἀξιοῦντί σοι μαθεῖν οὐκ ἐνῆν ἄλλως ἐνδείξασθαι. καὶ γὰρ καὶ τὰ κατὰ τὰς ἄλλας αἱρέσεις σφάλματα καὶ ὅσα νῦν ἐπὶ τῶν νοσούντων οἱ πολλοὶ τῶν ἰατρῶν ἁμαρτάνουσι, πρώτην καὶ μεγίστην αἰτίαν ἔχει τὸ μοχθηρὸν τῆς διαιρέσεως. οἱ μὲν γὰρ ἐπὶ τῶν πρώτων καὶ ἀνωτάτω γενῶν μένουσιν, ἀρκούμενοι ταῖς ἀπὸ τούτων ἐνδείξεσιν · οἱ δὲ μέχρι μέν τινος ἔτεμον, οὐ μὴν πρός γε τὸ τέλος ἐξίκοντο · πολλοὶ δὲ καὶ μοχθηραῖς ἐχρήσαντο διαιρέσεσιν. ὅστις δὲ καὶ τὰ κατὰ φύσιν ἅπαντα καὶ τὰ παρὰ φύσιν εἰς τὴν τοιαύτην ἀνάγων μέθοδον, ἐξ ἁπάντων τούτων τῶν κατὰ τὴν διαίρεσιν ἀνενδεῆ λαμβάνοι τὴν ἔνδειξιν, μόνος ἂν οὗτος εἰς ἀνθρωπίνην δύναμιν ἀναμάρτητος εἴη περὶ τὰς ἰάσεις · καὶ τούςτε γινωσκομένους ἄμεινον τῶν ἄλλων ἰῷτο καὶ τοὺς ἀγνοουμένους εἰς ὅσον οἷόντε καὶ τούτους ἐγγυτάτω τῶν γινωσκομένων. εἰ γὰρ διορίσαιτό τις πρῶτον μὲν τὴν κατὰ τὰς ἡλικίας διαφορὰν, ἐφεξῆς δὲ τὴν κατὰ τὰς κράσεις καὶ τὰς δυνάμεις καὶ τα- τἄλλα τὰ τοῖς ἀνθρώποις ὑπάρχοντα, χροιὰς λέγω καὶ θερμασίας καὶ σχέσεις καὶ σφυγμῶν κινήσεις καὶ ἔθη καὶ ἐπιτηδεύματα καὶ τὰ τῆς ψυχῆς ἤθη, προσθείη δὲ τούτοις καὶ τὴν ὡς ἄρρενος πρὸς θῆλυ διαφορὰν, ὅσατε κατὰ τὰς χώρας καὶ τὰς ὥρας τοῦ ἔτους καὶ τὰς ἄλλας τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις, ὡς χρὴ διορίσασθαι, πλησίον ἂν ἥκοι τῆς ἰδίας τοῦ κάμνοντος φύσεως. ἀλλὰ πάντων τούτων τὰ μὲν ἐν τοῖς περὶ σφυγμῶν, τὰ δὲ ἐν τοῖς περὶ κράσεων διώρισται · ὥσπερ γε καὶ τῶν παρὰ φύσιν ἁπάντων ὅσαι κατ’εἴδητε καὶ γένη διαφοραὶ τυγχάνουσιν οὖσαι, πάσας ἐν τῷ περὶ παθῶν διοριζόμεθα λόγῳ. νυνὶ δὲ ὁ μὲν λόγος ἡμῖν ἅπας ἔσται περὶ τῶν τοιούτων ἀρρώστων ὧν τὴν φύσιν ἀκριβῶς ἐπιστάμεθα πρὸ τῆς νόσου · συνεπινοηθήσονται δὲ αὐτοῖς καὶ οἱ λοιποὶ πάντες ὧν ἠγνοοῦμεν. οὐδὲν γὰρ ἦν χαλεπὸν ἀπὸ τοῦ τελέως διωρισμένου καὶ τὸ μὴ τοιοῦτον ἐξευρίσκειν.
ἀρξώμεθα οὖν ἀπὸ τῶν πυρετῶν, ἐπειδὴ καὶ σὺ τῆς τούτων ἰάσεως μάλιστα ἠξίου σοι τὴν μέθοδον λεχθῆναι, καὶ πρῶτον εἴπωμεν περὶ τῶν ἁπλουστάτων, οὓς Ἱπποκράτης ἐφημέρους καλεῖ. οὗτοι δέ εἰσιν οἵτε διὰ κόπους γινόμενοι καὶ μέθας καὶ ὀργὰς καὶ λύπας καὶ θυμοὺς καὶ τὰς ἄλλας φροντίδας τῆς ψυχῆς τὰς συντόνους. καὶ οἱ ἐπὶ βουβῶσι δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσὶ, πλὴν εἰ μὴ χωρὶς ἕλκους φανεροῦ γένοιντο. τηνικαῦτα γὰρ ὕποπτοίτέ εἰσι καὶ οὐδαμῶς ἐπιεικεῖς. καὶ ἀγρυπνία δὲ πολλάκις ἤνεγκεν ἁπλοῦν πυρετὸν, ὥσπερ οὖν καὶ ψύξις ποτὲ καὶ ἔγκαυσις. οὗτοι πάντες οἱ πυρετοὶ ῥᾷστα λυθῆναι δύνανται · χρὴ γὰρ ἐπίτε λουτρὰ ταχέως ἄγειν αὐτοὺς καὶ τὴν ἄλλην τὴν συνήθη δίαιταν. ὡς ὅσοι γε τὴν πολυθρύλλητον διάτριτον ἐπὶ πάντων τῶν τοιούτων ἐκδέχονται, δριμυτέρους πολλάκις εἰργάσαντο τοὺς πυρετοὺς, καί τι καὶ ἄλλο προσεξαμαρτάνοντες, ὥσπερ οὖν ὁρᾷς τοὺς πολλοὺς αὐτῶν καθ’ἑκάστην εἴσοδον ἁμαρτάνοντας, ὡς καὶ χειροποίητα ὄντως ἐργάσασθαι νοσήματα. τὰ μὲν δὴ τῆς θεραπείας τοῖς τοιούτοις πυρετοῖς πρόχειρα, τὰ δὲ τῆς διαγνώσεως ἀκριβείας πλείονος δεῖται καὶ οὐδεὶς πρό γε ἡμῶν ἔγραψεν αὐτὰ εἰς ὅσον ἐχρῆν. ὥστ’οὐδὲν θαυμαστὸν εἰς τοσοῦτον ἁμαρτάνειν τοὺς πολλοὺς ἐν ταῖς ἰάσεσιν, εἰς ὅσον κα- κᾀν ταῖς διαγνώσεσι σφάλλονται. πολλάκις γὰρ ἤρξαντό τινες νοσημάτων χαλεπῶν κατά τινα συντυχίαν, οἷον οἰνωθέντες, ἢ ἐγκαυθέντες, ἢ ψυχθέντες, ἢ κοπωθέντες, ἢ ἀγρυπνήσαντες, ἢ θυμωθέντες, ἢ ὁπωσοῦν ἄλλως αἰτίᾳ τινὶ συσχεθέντες τῶν καθ’αὑτὰ βλάπτειν πεφυκότων · εἶτα οἰηθέντες τὸ πᾶν διὰ τὸ προηγησάμενον αἴτιον, οὐ δι’ἄλλην τινὰ γεγονέναι διάθεσιν, ἀφυλακτότερον διαιτηθέντες ἔλαττον ἑαυτοὺς εἰς ἀνίατον ἢ καὶ δεινῶς δυσίατον ἐμβάλλοντες νόσημα. ταῦτ’οὖν χρὴ περὶ παντὸς πρόνοιαν πεποιῆσθαι, καθότι καὶ Ἱπποκράτης παραινεῖ προγινώσκειν οὐ τὰ μέλλοντα μόνον, ἀλλὰ καὶ τὰ προγεγονότα καὶ τὰ παρόντα. καὶ γὰρ οὖν καὶ τὸ νῦν προκείμενον ἐκείνου τοῦ μέρους τῆς τέχνης ἐστὶ, καὶ ἡμεῖς αὐτὸ καθόσον οἷόντε σαφῶς γράψομεν. οὐ σμικρὰ γὰρ ἡ διαφορὰ λούειν ἤδη τὸν κάμνοντα καὶ θαρρεῖν κελεύειν, ἢ διὰ πάσης φυλακῆςτε καὶ ἀσφαλείας ἄγειν. εἰσελθόντας οὖν χρὴ πρὸς τὸν ἀσθενοῦντα πρῶτον μὲν ἀπὸ τῶν μεγίστων σκοπεῖσθαι τὰ κατ’αὐτόν · ἔπειτα δὲ καὶ ἀπὸ τῶν ἄλλων μηδὲν ὡς οἷόντε μη δὲ τῶν ἐλαχίστων παραλείποντας. τὸ γὰρ μᾶλλον ἢ ἧττον τῇ παρὰ τῶν μεγίστων ἐνδείξει πιστεύειν ἐκ τῆς τῶν ἄλλων προσθήκης γίνεται μέγιστα μὲν δὴ τοῖς πυρέσσουσιν ἅπασιν ἔντε τοῖς σφυγμοῖς ἐστι καὶ τοῖς οὔροις γνωρίσματα · προστιθέναι δὲ χρὴ τούτοις καὶ τα- τἄλλα σύμπαντα, τάτε περὶ τὸ πρόσωπον παρ’Ἱπποκράτους εἰρημένα καὶ τὰ τῶν κατακλίσεώντε καὶ τὰ τῆς ἀναπνοῆς καὶ ὅσα κάτωτε καὶ ἄνω κενοῦται · καὶ μὲν δὴ καὶ εἴ τι σύμπτωμα περὶ ὁτιοῦν μόριον τοῦ σώματος ἢ ἐνέργειαν αὐτοῦ συνιστάμενον βλέποις, οἷα δὴ μυρία ἐπὶ μυρίοις ἐκεῖνος ἔγραψε, μη δὲ τούτων ῥᾳθύμως μηδὲν παρέρχεσθαι. ταῦτα μὲν δὴ ἐπὶ πάντων κοινὰ τῶν πυρετῶν. ὥστε καὶ τοῖς ἁπλουστάτοις, ὑπὲρ ὧν ὁ ἐνεστηκὼς λόγος, οὐδὲν οὐ δὲ τούτων χρὴ παραλιπεῖν. ἀλλ’ἐπειδάν σοι τάτε τῶν σφυγμῶν καὶ τὰ τῶν οὔρων ἐνδείξηται τὸ ἦθος τοῦ πυρετοῦ · τῶν μὲν σφυγμῶν μήτε τὸ τῆς φλεγμονῆς σημεῖον ἐχόντων μήθ’ὅλως τὸ κατὰ μίαν προσβολὴν τῆς ἀρτηρίας ἀνώμαλον · εἰ δὲ καὶ ἔχοιεν, τοῦτο μὲν παντάπασιν ἀμυδρὸν ἐχόντων, τῶν οὔρων δὲ ἢ πάντῃ τοῖς κατὰ φύσιν ἐοικότων ἢ μὴ πολὺ τῆς φύσεως ἐξισταμένων, τόθ’ἥκειν χρὴ καὶ ἐπὶ τα- τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα. κα- κᾀπειδὰν ὥσπερ χορὸς συμφώνως ἅπαντα φθέγγωνται, θαρρεῖντε ἤδη χρὴ καὶ, εἰ βούλοιο, προσανερέσθαι, μή τι προηγήσατο φανερὸν αἴτιον · εἰ γάρ τι καὶ τοιοῦτον ὁμολογήσει ὁ νοσῶν, ἀναμείνας τὴν πρώτην λύσιν τοῦ πυρετοῦ, λούειν αὐτίκα, πιστοτέρας σοι τῆς διαγνώσεως καὶ κατ’αὐτὸ τὸ τῆς λύσεως εἶδος γινομένης · ἥτε γὰρ τῶν ἀρτηριῶν κίνησις ἐν τῷδε κατὰ πᾶν ἐξομοιοῦται τῇ τῶν ὑγιαινόντων, οὐδενὸς τῶν ἄλλων πυρετῶν εἰς τὸ κατὰ φύσιν ἐπανιόντος, οὐ δ’εἰ πάμπολυς ὁ μεταξὺ χρόνος τῆςτε προτέρας τελευτῆς καὶ τῆς δευτέρας ἀρχῆς εἴη, καθάπερ ἐν τριταίοιςτε καὶ τεταρταίοις, ἐν ἐκείνοις μὲν γὰρ ἀεὶ παραμένει τὸ τοῦ πυρετοῦ σημεῖον, ἐν δὲ τοῖς ἐφημέροις συνεξαλείφεται πᾶν τοῦ παροξυσμοῦ παυομένου · τοῖς πλείστοις δὲ αὐτῶν καὶ νοτίδες · ἔστι δ’οἷς καὶ ἱδρῶτες ἐπιφαίνονται χρηστοί. ἢ πάντως γε οἷον ἀτμός τις πολὺς ἐκ τοῦ βάθους ἀναφέρεται. ἀλλὰ καὶ τὰ οὖρα πολὺ βελτίω νῦν ἢ κατὰ τὴν ἀρχὴν τοῦ πυρετοῦ φανεῖταί σοι. καὶ εἰ κεφαλῆς ἤ τινος ἄλλου μέρους ἄλγημα συνεισέβαλεν, οὐ δὲ τοῦτ’ἂν ἔτι μένοι. καὶ ἡ τοῦ κάμνοντος εὐφορία μέγιστόν τι καὶ αὐτὴ σημεῖον οὖσα, καθάπερ τις σφραγὶς ἐπὶ πᾶσι τοῖς ἄλλοις ἐνδείξεταί σοι τὴν ἐπιείκειαν τοῦ πυρετοῦ. καὶ εἰ λουομένοις δὲ αὐτοῖς μήτε φρίκη ἀήθης διοχλοίη μήτ’ἄλλη τις ἀηδία, καὶ εἰ μετὰ τὸ λουτρὸν ἐφεξῆς ἐν εὐφορίᾳ μένοι, θαρρῶν ἤδη τρέφοις ἂν αὐτοὺς καὶ οἴνου παρέχοις ἀδεῶς πίνειν ὅσον τοῖς παροῦσι μέτριον. ἡμεῖς δὲ, ὡς οἶσθα, πειρώμεθα λέγειν αὐτοῖς τὸ προηγησάμενον αἴτιον, οὐ περιμείναντες ἐρέσθαι τὸν κάμνοντα, καὶ ἔστι μέγιστον σημεῖον εἰς τὸ μηδὲν σφάλλεσθαι τὸ τοιαύτην τινὰ πεπορίσθαι δύναμιν. εἰ μέντοι μενόντων ἔτι τῶν τῆς ψυχῆς παθῶν ἡ ἐπίσκεψις γίγνοιτο, διὰ τῶν σφυγμῶν μάλιστα πειρᾶσθαι διαγινώσκειν, ὡς ἐν τοῖς περὶ σφυγμῶν γέγραπται · μετὰ τούτους δὲ καὶ τὴν ἀπὸ τῶν ἄλλων ἀπάγειν διάγνωσιν. εἰ δ’αὐτὰ μὲν εἴη πεπαυμένα, μένοι δὲ ἡ διάθεσις, ἀμυδρὸν μέν τι καὶ κατὰ τοὺς σφυγμοὺς εὑρήσεις γνώρισμα τῶν ποιησάντων τὸν πυρετὸν παθῶν, ἀποχρήσει δέ σοι καὶ χωρὶς τῶν σφυγμῶν τὰ λοιπά · κοινῶς μὲν γὰρ ἅπασι τὰ οὖρα. πυρρά. πρόσεστι δὲ τοῖς μὲν διὰ λύπην δριμύτης μᾶλλον ἢ πλῆθος θερμασίας · ὡς τοῖς γε διὰ θυμὸν ἔμπαλιν. ἀλλὰ καὶ ἡ ἰσχνότης τοῦ σώματος ἐπιδηλοτέρα τοῖς λυπηθεῖσιν ἢ φροντίσασι · καὶ ἡ τῶν ὀφθαλμῶν κοιλότης καί τις ἀήθης ἄχροια, ταῦτα μὲν δὴ καὶ τῶν ἄλλως ὁπωσοῦν φροντισάντων κοινά. μάλιστα δὲ τοῖς ὀφθαλμοῖς διορίζειν χρή · ἔνεστι γὰρ ἐκ τούτων τεκμαίρεσθαι κα- κᾀν τοῖς ὑγιαίνουσι μὲν τὸ τῆς ψυχῆς ἦθος. καὶ νοσούντων δὲ σαφέστερα τὰ σημεῖα τῷ γε δυναμένῳ συνορᾷν ἀκριβῶς. οὕτω μὲν οὖν τοὺς διὰ μαθήματα καὶ θεωρίαν τινὰ φροντίσαντας τῶν λυπηθέντων διακρίνειν προσήκει. τοὺς δὲ ἐπ’ἀγρυπνίαις διορίζει μὲν καὶ τὸ τῆς ἀχροίας εἶδος, ὕποιδον γάρ ἐστιν αὐτοῖς τὸ πρόσωπον, καὶ ἡ τῶν ὀφθαλμῶν δὲ κίνησις δήλη. μόλις γὰρ ἐπαίρουσι τὰ βλέφαρα · καὶ ἡ ὑγρότης δὲ ἐν τοῖς βλεφάροις · ξηρὰ γὰρ γίνονται τοῖς λυπηθεῖσιν ἢ φροντίσασιν. ἡ κοιλότης δὲ κοινὸν ἁπάντων σύμπτωμα, λύπης, ἀγρυπνίας, φροντίδος, οὐ μὴν ἤδη γε καὶ θυμοῦ, τούτων γὰρ οὔτε τὰ κοιλότητος τῶν ὀφθαλμῶν οὔτε τὰ τῆς ἀχροίας ἐπίδηλα. καὶ ἡ θερμασία πλείωντε καὶ ὠκέως ἐκ τοῦ βάθους ἀναφερομένη καὶ τὸ μέγεθος τῶν σφυγμῶν οὐ καθαιρεῖται, καθάπερ ἐπ’ἀγρυπνίαςτε καὶ λύπης καὶ φροντίδος. ὥστε θυμοῦ μὲν καὶ πάνυ σαφῶς αὐτὰ διοριεῖς · ἀλλήλων δ’ἐκεῖνα, καθότι προείρηται. τῶν δ’ἐπὶ κόποις πυρεττόντων τὸ δέρμα ξηρότερον ἤπερ ἄλλῳ τινὶ τῶν ἐφημέρων πυρετῶν. ἀλλὰ τοῦτο μὲν ἅπασι τοῖς ἐπὶ κόπῳ πυρέξασι κοινὸν ἔν γε τῷ μέχρι τῆς ἀκμῆς τοῦ παροξυσμοῦ χρόνῳ. τὸ δ’ἀπὸ τοῦδε τοῖς πλείστοις μὲν, ὅσοι γε μὴ ὑπερεπόνησαν, ἰκμάδες τινὲς ἢ ἀτμὸς θερμὸς ἐκ τοῦ βάθους ἀναφέρεται. τισὶ δὲ κα- κᾀν τοῖς μετὰ τὴν ἀκμὴν χρόνοις ἡ ξηρότης παραμένει · γίνεται δὲ τοῦτο μάλιστα τοῖς ὑπερπονήσασιν, ἢ ψυχθεῖσιν, ἢ ἐγκαυθεῖσιν ἅμα τῷ κόπῳ. καὶ μὲν δὴ καὶ τὰ τῶν σφυγμῶν οὐχ ὡσαύτως ἐν ἀμφοτέροις ἔχει. μικροὶ μὲν γὰρ τοῖς ὑπερπονήσασι, μεγάλοι δ’εἰσὶ τοῖς ἄλλοις. οἱ δ’ἐπὶ πυκνώσει τοῦ δέρματος γινόμενοι πυρετοὶ, πυκνοῦται δὲ τοῦτο ἢ ψυχόμενον ἢ ποιότητος αὐτῷ στρυφνῆς ἀθρόως προσπεσούσης, οἷόν τι καὶ τῷ λουσαμένῳ ἐν ὕδατι τῷ στυπτηριώδει ἐγένετο · οὗτοι μόνοι πάντων τῶν πυρετῶν στεγνόν εἰσι πάθος. ἔνεστι δὲ αὐτοὺς τῇ ἁφῇ διαγινώσκειν, ὥσπερ καὶ τοὺς αὐχμώδεις τῶν πυρετῶν καὶ τοὺς ἐπὶ τοῖς κόποις καὶ τοὺς ἐπ’ἐγκαύσεσιν. οὐ δὲ γὰρ ἂν ἡ τούτων πύκνωσις ἁφὴν γεγυμνασμένην διαλάθοι. ἀτὰρ οὖν καὶ ἡ τῆς θερμασίας κίνησις ἐπαναδιδοῦσά πώς ἐστι, πρᾳεῖα μὲν κατὰ τὴν πρώτην ἐπιβολὴν τῆς χειρὸς φαινομένη, δριμεῖα δὲ εἰ χρονίσειας ἐπὶ πλεῖον γιγνομένη · οὐ μὴν οὐ δὲ τὰ οὖρα πυρρὰ τοῖς τοιούτοις, οὐ δὲ ὁ τοῦ σώματος ὄγκος συμπέπτωκεν · οὔκουν οὐ δὲ οἱ ὀφθαλμοὶ κοῖλοι καὶ ξηροὶ γίνονται, ἀλλ’ἔστιν οἷς ὑγρότεροίτε καὶ προπετέστεροι δόξουσιν εἶναι τῶν κατὰ φύσιν. οὐ δ’οἱ σφυγμοὶ μικρότεροι, καθάπερ ἐπὶ λύπης ἢ φροντίδος ἢ ἀγρυπνίας καὶ τοῖς ἄγαν ἀμέτροις γυμνασίοις χρωμένοις. τοῖς δὲ ἐπὶ βουβῶσι πυρετοῖς ἐφημέροις οἱ σφυγμοὶ μέγιστοι γίνονται καὶ πυκνοὶ καὶ ὠκεῖς, καὶ ἡ θερμασία πολλὴ καὶ μετὰ τὴν ἀκμὴν εὐθὺς ἐκ τοῦ βάθους ἀναφέρεταί τις ἰκμὰς θερμὴ μὲν, ἀλλ’ἡδεῖα. τὸ γὰρ δριμὺ καὶ τὸ δάκνον ἥκιστα πυρετῶν πάντων τοῖς τοιούτοις ὑπάρχει · καὶ τὸ πρόσωπον ἐρυθρὸν αὐτοῖς γίνεται το- τοὐπίπαν καὶ ἐν ὄγκῳ μείζονι, καὶ τὰ οὖρα ὑπόλευκα. κοινὸν δὲ τοῖς τοιούτοις ἅπασι πυρετοῖς τοῖς ἐφημέροις ἡ ὁμαλότης τοῦ σφυγμοῦ. παντελῶς γὰρ ἐξ αὐτῶν ὀλίγοι τὴν καὶ μίαν πληγὴν ἀνωμαλίαν ἐμφαίνουσιν · ἀλλ’οὐ δ’οὗτοι πάνυ σαφῶς οὐ δ’ἐναργῶς. τοιαῦτα μὲν αὐτῶν τὰ γνωρίσματα.
θεραπεύειν δὲ χρὴ λουτρῷ μὲν ἅπαντας. ἀλλὰ τοὺς μὲν ἐπὶ πυκνώσει τοῦ δέρματος ἢ ἐπὶ βουβῶσιν, οὐ δ’εἰ ἐν τῷ ἀέρι τοῦ βαλανείου χρονίσαι κελεύσειας, οὐδὲν βλάψεις · τοὺς δ’ἄλλους ἅπαντας ὅτι τάχιστα τοῦ ἀέρος ἀπάγειν. ἐν δὲ τῷ ὕδατι, κα- κᾂν ἐπὶ πλεῖστον ἐθέλοιεν διατρίβειν, ἐπιτρέπειν. ἐλαίῳ δὲ χλιαρῷ καὶ πολλῷ καὶ μαλακαῖς χερσὶν ἀνατρίβειν ἐπιπλέον, μάλιστα μὲν τοὺς κοπωθέντας, ἐφεξῆς δ’αὐτῶν τοὺς στεγνωθέντας · καὶ τρίτους τοὺς ἐπὶ βουβῶσι πυρέξαντας. καὶ λούειν δὲ πολλάκις εἰς ὅσον ἐγχωρεῖ τοὺς τοιούτους. ἐσθίειν δὲ τοὺς μὲν ἐπὶ τοῖς κόποις ἐνδέχεται πολλάκις, οὐ μὴν οὔτε τοὺς στεγνωθέντας οὔτε τοὺς ἐπὶ βουβῶσι πυρέξαντας · ἀλλὰ τούτοις ἀμφοτέροις ἡ λεπτὴ δίαιτα χρηστή. τοὺς δ’ἐπὶ τοῖς κόποις ὅσα καλῶς πέψαι δύνανται κελεύειν ἐσθίειν, ἀπεψίαν μόνον φυλαττομένους. ἀλλὰ καὶ οἴνου πίνειν εἰς ὅσον ἂν καὶ τούτου κρατεῖν δύνανται. σκοποὶ δ’ἂν εἶεν τοῦ μέτρου οἵπερ δὴ καὶ τῶν ἄλλων ἁπάντων, ἥτε δύναμις καὶ ἡ ἡλικία τοῦ νοσοῦντος καὶ ἡ φυσικὴ κρᾶσις, ἔθητε καὶ ὧραι καὶ χῶραι καὶ τὰ ἄλλα τὰ τοιαῦτα. τοὺς δ’ἐπὶ βουβῶσι πυρέξαντας εἴργειν οἴνου, πρινὴ τοὺς βουβῶνας λυθῆναι. τῶν δὲ στεγνωθέντων ἢ ψυχθέντων τοὺς μὲν ἐπ’ὀλίγον τοῦτο παθόντας ἥκιστάτε πληθωρικοὺς οὐ χρὴ κωλύειν οἴνου προσφέρεσθαι, τοὺς δὲ ἐπὶ πλέον ψυχθέντας ἢ πληθωρικοὺς κωλύειν συμφέρει. τοὺς δ’ἐπ’ἀγρυπνίαις, ἤ τινι πάθει ψυχῆς πυρέξαντας, ἐπὰν λούσῃς, ὑγραινούσῃτε καὶ εὐχύμῳ τροφῇ διαιτᾷν. οἴνου δὲ μάλιστα μὲν τοῖς ἀγρυπνήσασιν ἀδεῶς διδόναι πᾶσι, πλὴν εἰ μὴ κεφαλὴν ἀλγοῖεν ἢ οἱ κρόταφοι σφύζοιεν. ὃ δηλονότι καὶ ἐν τοῖς ἄλλοις φυλακτέον, ἀλλὰ καὶ τοῖς ὀργισθεῖσιν, ἢ λυπηθεῖσιν, ἢ φροντίσασιν οἴνου διδόναι · τοῖς θυμωθεῖσι δὲ, ἡνίκα ἔξω παντελῶς τοῦ πάθους ὦσι, πρότερον δ’οὐκ ἀσφαλὲς οἴνῳ χρῆσθαι. πειρᾶσθαι δὲ καὶ τὸ ἐναντίον ἀντεισάγειν ἀεὶ τῷ λυπήσαντι · κόπῳ μὲν ἀνάπαυσιν, ἀγρυπνίᾳ δὲ ὕπνον, ὀργῇ δὲ καὶ λύπῃ καὶ θυμῷ τὴν ἐν λόγοιςτε καὶ πράξεσι καὶ θεάμασι καὶ διηγήμασι θυμηδίαν. οὕτω δὲ καὶ ὁ φροντίσας ἐπ’αὐτῷ τελέως ἀναπαυσάτω τὸν λογισμόν. καὶ ὁ διὰ βουβῶνα πυρέξας αὐτόντε τοῦτον ἐξιάσθω καὶ πολὺ πρότερον αὐτοῦ τὸ ἕλκος ἐφ’ᾧ συνέστη. ταῦτά σοι πυρετῶν ἐφημέρων ἔστω γνωρίσματάτε ἱκανὰ καὶ ἰάματα. τῶν δ’ἄλλων πυρετῶν οἱ μὲν ἐπὶ φλεγμοναῖς, οἱ δ’ἐπὶ χυμοῖς ἀνάπτονται. καὶ εἰσὶν οἱ μὲν ἐπὶ ταῖς φλεγμοναῖς, οἷον συμπτώματά τινα τῶν φλεγμαινόντων μορίων, καὶ το- τοὔνομά γε τῷ νοσήματι παρωνύμως τὰ πολλὰ ἀπὸ τοῦ πάσχοντος ὀργάνου φρενῖτις, ἢ περιπνευμονία, ἢ πλευρῖτις ἤ τι τοιοῦτον ἄλλο · περὶ μὲν δὴ τῶν τοιούτων ὕστερον ἐροῦμεν.
οἱ δ’ἐπὶ χυμοῖς ἀναπτόμενοι πυρετοὶ καλοῦνταίτ’αὐτὸ τοῦτο πυρετοὶ καί εἰσιν οὐ συμπτώματα νοσημάτων, ἀλλ’αὐτοὶ νοσήματα. τούτων δὲ τινὲς μὲν ἄνευ συμπτωμάτων, οἵπερ δὴ καὶ ἐπιεικέστατοί εἰσι · τινὲς δ’ἅμα συμπτώμασιν ἐνοχλοῦσιν. εἰρήσεται δ’ἡμῖν περὶ προτέρων τῶν ἄνευ συμπτωμάτων πυρετῶν · ἐν οἷς μάλιστα μὲν εἰ οἷόντε κατὰ τὴν πρώτην ἡμέραν διαγνωστέον οἷός τίς ἐστιν ὁ πυρετὸς, ἆρά γε χρόνιος ἢ ὀξύς, καὶ πότερον τῶν διαλειπόντων καλουμένων ἢ τῶν συνεχῶν. εἰ δὲ μὴ οἷοντε περὶ τὴν ἡμέραν τὴν πρώτην, ἀλλὰ τῇ δευτέρᾳ γε πειρατέον ἐξευρεῖν τὴν ἰδέαν τοῦ πυρετοῦ. μηδενὸς δὲ μη δ’ἐν ταύτῃ βεβαίως διαγνωσθέντος, ἐν γοῦν τῇ τρίτῃ πάντως φανήσεταί σοι σαφέστερόν τι. παντελῶς γὰρ ὀλίγοι πυρετοὶ τῆς τετάρτης ἡμέρας δέονται πρὸς ἀκριβῆ διάγνωσιν. ἐρῶ δέ σοι καθόσον οἷόντε διὰ βραχέων σημεῖα, δι’ὧν ἐπιγνώσῃ τὸ εἶδος τοῦ πυρετοῦ. μακρότερον δὲ καὶ σαφέστερον ἑτέρωθι πάντα λέλεκται.
τοὺς μὲν οὖν μετὰ ῥίγους εἰσβάλλοντας οὐκ ἂν ἀπὸ τρόπου τῶν κατὰ περίοδον ἐνοχλούντων ὑπολάβοις εἶναι. τριταῖοι γὰρ καὶ τεταρταῖοι μετὰ ῥίγους το- τοὐπίπαν παροξύνουσιν. ἀλλ’οἱ μὲν τριταῖοι εὐθὺς ἐν τῇ πρώτῃ καταβολῇ πολλάκις μετὰ σφοδροῦ τοῦ ῥίγους ὑπήρξαντο. τεταρταῖον δ’οὐκ οἴδαμεν μετὰ σφοδροῦ ῥίγους ἀρξάμενον, ἀλλ’ἐν τῷ χρόνῳ τὸ μέγεθος αὐτῷ προσγίνεται, σὺν τῷ μη δ’εὐθὺς ἀπ’ἀρχῆς τὰ πολλὰ τὸν πυρετὸν τοῦτον εἰσβάλλειν, ἀλλ’ἑτέρων προηγησαμένων συμπίπτειν. ὁ μὲν οὖν τεταρταῖος τοῖς καλουμένοις πλάνησίτε καὶ πλανήταις ἐπιγίνεται πυρετοῖς διὰ φλέγμα. ὁ δ’ἀμφημερινὸς οὐ δὲ χωρὶς τοῦ τὸ στόμα τῆς γαστρὸς πεπονθέναι τὰ πολλὰ συνίσταται · καθάπερ ὁ τεταρταῖος περὶ σπληνὶ κακοπραγοῦντι · ὁ δὲ τριταῖος περὶ ἥπατι. τὸν μὲν δὴ μετὰ σφοδροῦ τοῦ ῥίγους ἀρξάμενον εἰκὸς μᾶλλον τριταῖον ἢ τῶν ἄλλων τινὰ εἶναι πυρετῶν. εἰ δὲ καὶ τα- τἄλλα τὰ ἐφεξῆς εἰρησόμενα μαρτυροίη, τοῦτον μὲν ἂν ἐναργῶς εὐθὺς ἐν τῇ πρώτῃ τῶν ἡμερῶν διαγινώσκοις εἶναι τριταῖον. εἰ δὲ μετὰ βραχέος ἄρξεται ῥίγους, τότε δεῖ καὶ μᾶλλον τοῖς ἄλλοις γνωρίσμασι τὸν νοῦν προσέχειν, ὡς οὐκ ἀμφημερινοῦ καὶ τεταρταίου μόνον, ἀλλὰ καὶ ἡμιτριταίου καὶ ἄλλου τινὸς τῶν συνεχῶν εἶναι δυναμένου. τὰ δ’ἄλλα γνωρίσματα τότε τῆς θερμασίας ἐστὶ ποιὸν καὶ καὶ ποσὸν καὶ ἡ τῶν ἀρτηριῶν κίνησις, αὐτότε τοῦ ῥίγους τὸ εἶδος αἰσθανομένου, ὥρατε καὶ χώρα καὶ κατάστασις καὶ ἡ φύσις τοῦ νοσοῦντος καὶ ἡ ἡλικία καὶ τὰ προηγησάμενα καὶ τὰ παρακολουθοῦντα. τὴν μὲν γὰρ θερμασίαν πολλὴν καὶ δριμεῖαν εἶναι χρή · τοὺς δὲ σφυγμοὺς μεγάλους καὶ θερμοὺς καὶ σφοδροὺς καὶ ταχεῖς καὶ πυκνοὺς καὶ χωρὶς πάσης ἀνωμαλίας, πλὴν τῆς πυρεκτικῆς. τὸ δὲ ῥῖγος, οἷον νυττομένου τοῦ χρωτὸς ὡς ὑπό τινος ὀξέος μᾶλλον ἢ ψυχροῦ, τῶν ἐν τεταρταίοιςτε καὶ ἀμφημερινοῖς ψυχροῦ τοῦ ῥίγους αἰσθανομένων. τὴν δ’ὥραν θερινὴν, ὥσπερ οὖν καὶ τὸ χωρίον θερμὸν καὶ τήν γε παροῦσαν κατάστασιν · ἔστω δὲ καὶ ἡ φύσις τοῦ κάμνοντος θερμοτέρατε καὶ χολωδεστέρα, καὶ ἡ ἡλικία νεανίσκου · καὶ γυμνασία μᾶλλον ἢ ἀργία προηγείσθω, καὶ ἔγκαυσις μᾶλλον ἢ ψύξις, καὶ ἔνδεια μᾶλλον ἢ πλησμονή. καὶ ἀγρυπνίαι δὲ καὶ λῦπαι καὶ κόποι καὶ σύντονοι φροντίδες εἰς τοῦτο συντελοῦσιν. εἰ δὲ καὶ πολλοῖς ἄλλοις τῶν νοσούντων ἐν ἐκείνῳ τῷ χρόνῳ τριταίοις ἁλῶναι συμβαίη καὶ τοῦτ’ἂν εἴη πρὸς τοῖς εἰρημένοις μέγιστον γνώρισμα. εἰ δὲ τούτων ἁπάντων ὑπαρχόντων ἢ τῶν μεγίστωντε καὶ ἐπικαιροτάτων δίψοςτε αὐτοὺς ἔχει σφοδρὸν, ἔμετόςτε χολῆς ἢ ἱδρὼς ἐπιγένηται ἢ ἀμφότερα, νῦν μὲν ἂν καὶ σαφῶς εἴη δῆλος. εἰ δὲ καὶ παύσαιτο μὲν πυρέττων ἐπὶ τοῖσδε ὁ ἄνθρωπος τοῦτον δὴ τὸν φανερὸν ἅπασι καὶ ἐν κινήσει πυρετὸν, ὑπολείποιτο δ’αὐτῷ κατὰ τὴν τῶν ἀρτηριῶν κίνησιν ἡ ἴδιος ἀνωμαλία τῶν πυρετῶν, βεβαίως ἂν οὕτως ἀποφαίνοις τριταῖον ὑπάρχειν αὐτὸν, ὡς εἰ καὶ διὰ τρίτης ἤδη παροξυνόμενον ἑώρας.
ὁ δὲ τεταρταῖος, χρὴ γὰρ καὶ τούτου τὰ γνωρίσματά σοι γράψαι, τὸ μὲν ἐναργέστατον ἑαυτοῦ τεκμήριον ἐνδείκνυται κατὰ τὴν ἀρχὴν τῶν παροξυσμῶν, ἡνίκα ῥιγῶσιν ἔτι οἱ νοσοῦντες. ἱκανῶς γὰρ ἀραιοὶ καὶ βραδεῖς αὐτῶν οἱ σφυγμοὶ γίγνονται · κατὰ δὲ τὰς ἀκμὰς ἢ καὶ αὐξανομένων ἔτι ταχεῖς μὲν ἀνάγκη καὶ πυκνοὺς εἶναι · σώζεται δ’ὅμως καὶ τότε ἡ ἴδιος αὐτῶν βραδύτηςτε καὶ ἀραιότης, εἰ τὸ προσγεγονὸς τάχους καὶ τῆς πυκνότητος τῶν παροξυσμῶν λογίσαιο. καὶ γὰρ οὖν καὶ εἰ παραβάλοις τὴν ἀκμὴν τοῦ τεταρταίου πυρετοῦ, τῇ τοῦ τριταίου ἀκμῇ πολλῷ τινί σοι δόξουσι θᾶττόντε καὶ πυκνότερον ἐν τοῖς τριταίοις αἱ ἀρτηρίαι σφύζειν · καὶ αὐτῆς δὲ τῆς μιᾶς κινήσεως ἐν τῷ τεταρταίῳ πυρετῷ τὸ ἀνώμαλον ἐνδείκνυται τὴν ἰδέαν αὐτοῦ. τὴν γὰρ κοινὴν ἁπάντων τῶν πυρετῶν ἐν μιᾷ προσβολῇ τῆς ἀρτηρίας ἀνωμαλίαν ἐναργεστάτην ἐστὶν εὑρεῖν ἐν τούτῳ. πολλῷ γάρ τινι τήντε ἀρχὴν τῆς κινήσεως καὶ τὸ τέλος ὠκύτερον εὑρήσεις τῶν μέσων · οὐ μὴν δὲ ἐπὶ τῶν τριταίων ὧδ’ἔχει · βραχεῖα γὰρ ἐν αὐτοῖς ἡ ὑπεροχὴ τοῦ τάχους ἐστὶ καὶ μάλιστα κατὰ τὰς ἀκμάς. ἀλλὰ καὶ τὰ τῆς θερμασίας γνωρίσματα διαφερόντως αὐτοῖς ἔχει. τὸ γὰρ θερμὸν καὶ τὸ διακαὲς καὶ τὸ οἷον ζέον τῶν τριταίων πυρετῶν οὐκ ἂν εὕροις ἐν τεταρταίοις. ταυτὶ μὲν οὖν τὰ μέγιστα σημεῖα, τὰ δ’ἄλλα τὰ ἔξωθεν, οὐ δὲ γὰρ χρὴ ταῦτα παραλιπεῖν, ἀλλὰ τήντε φύσιν ἐπισκοπεῖσθαι τοῦ νοσοῦντος, εἰ μελαγχολικωτέρα · καὶ τὸν καιρὸν τοῦ ἔτους, εἰ φθινόπωρον · καὶ τὴν παροῦσαν κατάστασιν, εἰ ἀνώμαλος. οὕτω δὲ καὶ τοῦ χωρίου τὴν φύσιν καὶ τῶν ἐπιδημούντων νοσημάτων · καὶ εἰ σπλὴν μέγας εἴη καὶ ἄτακτοι πυρετοὶ προηγήσαντο καὶ ἡ ἡλικία τῆς ἀκμῆς ἐπέκεινα καὶ εἰ μεθ’ἱδρῶτος παύοιντο · χολῆς δὲ ξανθῆς ἔμετον ἐν τούτοις τοῖς πυρετοῖς μὴ προσδοκᾷν, ὥσπερ οὐ δ’ἐν τοῖς ἀμφημερινοῖς, ἴδιον γὰρ τῶν τριταίων τοῦτο. παυσαμένων δὲ τοῦ πυρέττειν, εἰ τὸ τοῦ πυρετοῦ σημεῖον ἔτι παραμένοι καὶ οἱ σφυγμοὶ τῶν κατὰ φύσιν ἀραιότεροίτε καὶ βραδύτεροι γίγνονται, τεταρταῖος ἂν εἴη σαφῶς ὁ τοιοῦτος πυρετός.
ἀμφημερινὸν δὲ πυρετὸν τοῖς δ’ἂν μάλιστα γνωρίσαις · ὑγροτέραν γὰρ εἶναι χρὴ τὴν θερμασίαν αὐτοῦ μετά τινος δριμύτητος, οὐ κατὰ τὴν πρώτην ἐπιβολὴν εὐθὺς ὑποπιπτούσης, ἀλλ’ἐγχρονιζούσης τῆς χειρός. καπνώδη γάρ τινα θερμασίαν ἀτμῷ πολλῷ συμμιγῆ δόξαις ἀνιέναι, καταπνιγομένου μᾶλλον ἐν ὑγρότητι τοῦ πυρὸς πολλῇ ἢ αὐτοῦ τῆς ὕλης κρατοῦντος. ἀλλὰ καὶ οἱ σφυγμοὶ τούτοις μικρότεροι τῶν ἐν τεταρταίοις εἰσὶ πλέον ἢ ἐκεῖνοι τῶν ἐν τριταίοις. ἀραιότεροι δ’αὖ πάλιν οἱ ἐν τοῖς ἀμφημερινοῖς τῶν ἐν τριταίοις τοσοῦτον, ὅσον τούτων οἱ ἐν τοῖς τεταρταίοις. βραδύτητος δὲ ὡσαύτως ἐν ἀμφοῖν ἔχουσιν. ἧττον δὲ διψώδης ὁ πυρετὸς οὗτος. λείπεται οὖν τεταρταίου τοσοῦτον, ὅσον ἐκεῖνος τριταίου. καὶ ἡ γλῶσσα καὶ τὸ σύμπαν σῶμα ξηρότατον μὲν ἐν τριταίοις, ὑγρότατον δ’ἐν τούτοις ἐστὶ τοῖς πυρετοῖς · καὶ οἱ ἔμετοι φλεγματώδεις καὶ ὅσα διὰ γαστρὸς ἐκκρίνεται ψυχρότερα καὶ ὑγρότερα καὶ ὠμότερα καὶ ὑδατωδέστερα καὶ φλεγματωδέστερα. καὶ τὸ σύμπαν ἀπέπτων χυμῶν ἀνάπλεων ἐν τούτοις τοῖς πυρετοῖς εὑρήσεις τὸ σῶμα. καὶ γὰρ οὖν καὶ ἡλικίαις καὶ φύσεσι καὶ χώραις καὶ ὥραις ἔτους καὶ κράσεσιν ὑγροτέραις συμπίπτουσι. νεανίσκον μέν γε χολώδη καὶ ξηρὸν τῇ κράσει οὐκ εἶδον οὐδέπω ποτε ἁλόντα τούτῳ τῷ πυρετῷ. παῖδες δὲ καὶ μάλιστα οἱ μικρότεροί καὶ ὅσοι τῶν τελείων φλεγματικώτεροίτέ εἰσι καὶ τὴν ἕξιν τοῦ σώματος παχεῖς καὶ ἀργὸν τὸν βίον ἔχοντες ἐν πλησμοναῖς καὶ μέθαις καὶ λουτροῖς συνεχέσι καὶ μάλιστα τοῖς ἐπὶ τροφῇ ἀμφημερινοῖς εὐάλωτοι · ἀτὰρ οὖν καὶ χωρία τὰ ὑγρότερα καὶ τῶν ὡρῶν τοῦ ἔτους ὁ χειμὼν καὶ τῶν καταστάσεων αἱ ὑγρότεραι, μάλιστα φέρουσι τὸν πυρετὸν τοῦτον · εἰ δὲ καὶ ἐπιδημοίη τηνικαῦτα, καὶ τοῦτό σοι πρὸς τὴν διάγνωσιν ἐπὶ τοῖς εἰρημένοις οὐ μικρὰ συντελέσει. οὐ μὴν οὐ δὲ παύουσι τὰς παρακμὰς τούτων τῶν πυρετῶν οἱ ἱδρῶτες, ὥσπερ ἐν τριταίοις καὶ τεταρταίοις, ὅθεν οὐ δ’εἰς ἀπυρεξίαν ἔρχονται σαφῆ, πλὴν ὀλίγων δή τινων. τὰ δ’οὖρα τὰ μὲν ἐπὶ προήκουσιν αὐτοῖς γιγνόμενα τοὺς καιροὺς τῆς ὅλης νόσου διδάσκει · τὰ δ’ἐν ἀρχαῖς ἐνδείξεταί σοι καὶ αὐτὸ τὸ εἶδος τοῦ πυρετοῦ. τοῖς μὲν γὰρ ἀμφημερινοῖς ἢ λευκὰ ἢ λεπτὰ ἢ παχέα καὶ θολερὰ ἢ ἐρυθρά. τοῖς δὲ τριταίοις ἢ πυρρὰ ἢ ὑπόπυρρα. τοῖς δὲ τεταρταίοις πολυειδῆ μὲν, ἀλλ’ἄπεπτα πάντα. καὶ ταῦτα μὲν τῶν διαλειπόντων πυρετῶν ἐστι γνωρίσματα.
τοὺς συνεχεῖς δ’ἂν γνωρίζοις μάλιστα μὲν ἐκ τοῦ μηδὲν αὐτοῖς παρεῖναι σημεῖον, ὧν εἴπομεν ὑπάρχειν χρῆναι τοῖς διαλείπουσι, καὶ εἰ μὴ παύοιτο δὲ τῶν τεττάρων καὶ εἴκοσιν ὡρῶν ἐντὸς ὁ πυρετός · εἰ δὲ καὶ ἀνώμαλον ποιήσαιτο τὴν αὔξησιν, οὗτος μέν γε καὶ πρὸς τοῖς ἄλλοις γνωρίσμασι καὶ χρόνον ὑποσημαίνει πλείονα · καὶ μὲν δὴ καὶ εἰ τὸ ἴδιον τῶν πυρετῶν σημεῖον ἐν τοῖς σφυγμοῖς ἐναργὲς ἔχοιεν. εἰ δὲ καὶ ἀταξία τις ἢ ἀνωμαλία προσείη αὐτοῖς ἢ ἀρρυθμία, καὶ τοῦτ’ἂν εἴη σημεῖον τοῦ μεγέθους ἅμα καὶ ὡς οὐκ εἰσὶ τῶν διαλειπόντων. εἰ δὲ τοιοῦτοι μείναντες ἐν τῇ τρίτῃ τῶν ἡμερῶν μείζονα τὸν παροξυσμὸν ἐνδείξαιντο ἢ εἰ καὶ τὰ διαχωρήματα καὶ τὰ οὖρα παντάπασιν ἄπεπτα φαίνοιτο, τοὺς τοιούτους πυρετοὺς οὐκ ἐνδέχεται παρὰ τὴν ἑβδόμην κριθῆναι. εἰ δὲ καὶ ἡ τετάρτη τῶν ἡμερῶν ὁμοία φαίνοιτο τῇ τρίτῃ, καὶ ὁ πυρετὸς οἷον σμυχόμενος εἴη, καὶ τὸ πρόσωπον ἥτε πᾶσα ἕξις τοῦ σώματος ἀσύμπτωτος, ὁ τοιοῦτος εἰς πλείονα χρόνον ἐκτείνεσθαι φιλεῖ. τοιαῦται μέν τινες αἱ διαφοραὶ τῶν ἄνευ συμπτωμάτων πυρετῶν.
ἡ θεραπεία δὲ καθ’ἕκαστον αὐτῶν ἐφεξῆς γεγράψεται · πρῶτον μὲν τῶν διαλειπόντων, δεύτερον δὲ τῶν συνεχῶν λεγομένων. ἐπὶ μὲν οὖν τοῖς διαλείπουσιν ὀξύτατόςτε ἅμα καὶ ἐπιεικέστατος ὁ τριταῖός ἐστι · μακρότατος δὲ καὶ ἀκίνδυνος ὅσον ἐφ’ἑαυτῷ ὁ τεταρταῖος. ὁ δ’ἀμφημερινὸς μακρὸς καὶ οὐκ ἀκίνδυνος, ὥστε καὶ τὴν δίαιταν εὐθὺς ἐξ ἀρχῆς καθίστασθαι προσήκει, πρὸς τὸν ξύμπαντα χρόνον τοῦ νοσήματος ἀποβλέποντας. τὰ μὲν γὰρ ὀξέα καὶ ταχέως ἀκμάζοντα, κα- κᾂν εἰ πάνυ λεπτῶς θέλοι τις διαιτᾷν, οὐκ ἄν τι μέγα βλάψει. ὅσα δὲ χρονιώτερα, ταῦτ’εἰ μὴ κατ’ἀρχὰς ἁδρότερον διαιτήσειας, ἢ συναναιρήσεις τῷ νοσήματι τὸν ἄνθρωπον ἢ οὐκ ἐν καιρῷ τὴν δίαιταν ὑπαλλάξεις. οὐ γὰρ χρὴ προσιούσης τῆς ἀκμῆς ἁδρότερον ἢ πρόσθεν διαιτᾷν, ἀλλὰ το- τοὐναντίον τῆς ὅλης τοῦ πάθους διαίτης τὸ λεπτότατον εἰς τὴν ἀκμὴν ἀποτίθεσθαι χρή · τοῦτο μὲν οὖν κοινὸν ἁπάντων. πρὸς αὐτῷ δὲ δεῖ καὶ τὰ ἴδια τῶν διαλειπόντων ἐπισκοπεῖσθαι, οἷον εὐθὺς ἐν τοῖς τριταίοις, οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι, διοριζέσθω σοι κατ’ἀρχὰς εἰ ἀκριβής ἐστι καὶ ὡς ἄν τις εἴποι γνήσιος, ἢ οὐκ ἀκριβὴς, ἀλλ’οἷον νόθος τις. ὁ μὲν γὰρ ἀκριβὴς τριταῖος τὸ μακρότατον ἐν ἑπτὰ περιόδοις κρίνεται, πρὸς τῷ καὶ ἀκινδυνότατος εἶναι. τὸν ἕτερον δὲ τὸν οὐκ ἀκριβῆ οἶδά ποτε φθινοπώρου μὲν ἀρξάμενον, ἦρος δὲ παυσάμενον · εἶτα οἷα εἰκὸς ἐν τοσούτῳ χρόνῳ, τὸ μέν τι καὶ αὐτοῦ τοῦ νοσοῦντος οὐ πάνυ τι πειθομένου τοῖς τῶν ἰατρῶν προστάγμασιν, ἀλλὰ καὶ ἁμαρτάνοντός τι · τὸ δέ τι καὶ ὑπὸ τῆς αἰτίας τοῦ χειμῶνος βλαπτομένου, σπλήντε μέγιστος ἐξήρθη καὶ ὑποχόνδρια διεφυσᾶτο · καί τις ἤδη καὶ ὕποιδος ἦν ἄχροια περίτε τὸ πρόσωπον καὶ οὐχ ἥκιστα τοῖς σκέλεσιν, ὥστε δεῖσαίτε ἡμᾶς ἀμφὶ τῷ μειρακίῳ καὶ δεηθῆναι μειζόνων βοηθημάτων. οὕτως οὐδὲν ὅμοιον ἔχει ὁ τοιοῦτος τριταῖος τῷ ἀκριβεῖ · διὰ τοῦτο οὖν φημι χρῆναι κατὰ τὰς ἀρχὰς αὐτοὺς διορίζειν. εἰς ὅσον γὰρ τῇ φύσει διαφέρουσιν, εἰς τοσοῦτον εὔλογόν ἐστι καὶ τὸν τῆς διαίτης τρόπον ὑπαλλάττεσθαι. ὅπως οὖν ἄριστα διορισθεῖεν, ἀρκεῖ μοι τὰ τῷ μειρακίῳ συμπεσόντα γράψαι, παράδειγμάτε ἅμα τῶν οὐκ ἀκριβῶν τριταίων καὶ ὑπομνήματά σοι γενησόμενα. ἦν μὲν δὴ τοῦ ἔτους τὸ μεταξὺ πλειάδωντε δύσεως καὶ τῆς προγεγενημένης ἰσημερίας · ἤρξατο δὲ μετὰ φρίκης ὁ πυρετὸς τῷ μειρακίῳ περὶ αὐτὴν σχεδὸν τὴν ἕω · ὥστε μήτε τῆ θερμασίᾳ τριταίῳ τι δόξαι ἐοικέναι μήτε τοῖς σφυγμοῖς · ἀλλ’οὐ δὲ χολῆς ἔμετος ἠκολούθησεν οὔτε ἱδρὼς ἱκανός · ἀλλὰ μόνον ἐν τῇ δευτέρᾳ τῶν ἡμερῶν ὥρᾳ που τρίτῃ βραχεῖαι νοτίδες ἐγίγνοντο, ἐφ’αἷς διεπνεῖτο μὲν ὁ πυρετὸς ἀτρέμα οὕτως, ὥστε περὶ τὴν ἑσπέραν μόγις ἀπύρετον εἶναι δοκεῖν · ἔμενε δὲ δηλαδὴ κατὰ τοὺς σφυγμοὺς τότε τοῦ πυρετοῦ σημεῖον αὐτῷ σαφὲς ἱκανῶς. ἀλλὰ τα- τἄλλα γε πάνυ εὐφόρως εἶχε κατὰ τὴν ἑσπέραν καὶ δι’ὅλης τῆς νυκτός. αὖθις δὲ περὶ τὴν ἕω τῆς τρίτης ἡμέρας δευτέρα καταβολὴ γίνεται, τὰ πάντα τῇ πρώτῃ παραπλησία, πλὴν τοῦ χρόνου · τῆς γὰρ ἐπιούσης νυκτὸς ὀλίγον πρὸ τῆς ἡμέρας νοτίδες ἐγίγνοντο καὶ ὁ πυρετὸς ἐπαύετο περὶ τὴν ἕω τῆς τετάρτης ἡμέρας · καὶ τοῦ λοιποῦ δὲ παντὸς φθινοπώρου καὶ χειμῶνος, ἐν ᾧ διενόσησε, τάτ’ἄλλα πάντα καὶ ὁ χρόνος τῆς καταβολῆς καὶ τῆς λύσεως τοῦ πυρετοῦ κατὰ τα- ταὐτὰ διέμενον. ἦν δὲ τὸ μειράκιον ἡλικία μὲν ἀμφὶ τὰ ὀκτωκαίδεκα ἔτη, λευκὸν δ’ἰδέσθαι καὶ πῖον, ἀργότερον τῷ βίῳ καὶ πολλάκις ἔμπροσθεν ἐν μέθαιςτε καὶ λουτροῖς συνεχέσι καὶ πλησμοναῖς γεγενημένον, ὥστ’οὐ δὲ χρηστῶς ἔπεττε τὰ σιτία. συνεισέβαλε δ’αὐτῷ καὶ σκληρὸς σφυγμὸς ἐν μὲν τῇ πρώτῃ καὶ δευτέρᾳ τῶν ἡμερῶν μετρίως, ἐν δὲ τῇ τρίτῃ καὶ τετάρτῃ καὶ ταῖς ἐφεξῆς μέχρι τῆς ἑβδόμης εἰς τοσοῦτον ἧκε σκληρότητος, ὡς ἄν τινα δόξαι τῷ σφυγμῷ μόνῳ πιστεύσαντα πολλῶν εἶναι τὸ νόσημα μηνῶν · καὶ τοιοῦτος παρέμενεν ἄχρι τῆς κατὰ τὸ ἔαρ ἰσημερίας, ἐν ᾗ πρῶτον ἤρξατο μαλάττεσθαι. καὶ αὖθις ὕστερον ἡμέρᾳ τεσσαρακοστῇ τελέως ἀπαλλάττεται τοῦ τριταίου, κατὰ βραχὺ τοῦτε σφυγμοῦ μαλαχθέντος καὶ τοῦ παροξυσμοῦ μικροτέρου γιγνομένου καὶ τῶν οὔρων ὑπόστασιν χρηστὴν ἐχόντων · καὶ γὰρ οὖν καὶ ταῦτα κα- κᾀν τῷ πρόσθεν χρόνῳ πάντα δεινῶς ἦν ἄπεπτα. τοιοῦτος μὲν δὴ ὁ ἐναντιώτατος τῷ ἀκριβεῖ τριταίῳ. τοὺς δ’ἄλλους τοὺς μεταξὺ παμπόλλους ὄντας ἐκ τῶν ἄκρων ἀφωρισμένων οὐ χαλεπῶς ἂν εὑρήσεις. ἃ γὰρ ἐν ἀρχῇ τοῦ λόγου τριταίων πυρετῶν ἔγραψα γνωρίσματα, ταῦτα σύμπαντα εἰ παρείη, τὸν ἀκριβῆ τριταῖον οὐκ ἐργάζεται, ᾧ πάντως καὶ ὁ τοῦ παροξυσμοῦ χρόνος βραχὺς ὡρῶν τεττάρων ἢ πέντε ἢ ἓξ ἢ τὸ μήκιστον ἕνδεκά που ἢ δώδεκα. καὶ μὲν δὴ καὶ τὰ οὖρα τῶν τοιούτων ἐν τῇ τρίτῃ τῶν ἡμερῶν ἢ πάντως γε τῇ τετάρτῃ φέρει τι σημεῖον πέψεως. οὕτω μὲν οὖν ἀκριβῆτε καὶ οὐκ ἀκριβῆ γνωρίζοις τριταῖον. ἀνάλογον δὲ καὶ τεταρταῖον καὶ ἀμφημερινόν. ᾧ μὲν γὰρ ὑπάρχει πάνθ’ὅσα πρόσθεν ἔγραψα τεταρταίων πυρετῶν γνωρίσματα, γνήσιόςτε καὶ ἀκριβὴς τεταρταῖος. ᾧ δὲ μὴ, νόθος τις ἐκεῖνος καὶ οὐκ ἀκριβής. καὶ ἀμφημερινῶν δὲ ὅτῳ μὲν πάνθ’ὅσα γέγραπται πάρεστιν, ἀκριβής · ᾧ δὲ μὴ, ὁ τοιοῦτος οὐκ ἀκριβὴς. οὐκ οὖν οὐ δὲ χρόνιοι ὁμοίως τεταρταίῳ καὶ ἀμφημερινῷ οἱ οὐκ ἀκριβεῖς, ἀλλ’ὥσπερ τριταῖος ὀξὺς ὁ ἀκριβὴς, οὕτω τεταρταῖόςτε καὶ ἀμφημερινὸς χρόνιοι. ταῦτα μὲν ἐν τοῖς κατὰ περίοδόν τινα πυρέττουσι σκοπεῖσθαι. τῶν δ’ἄλλων πυρεττόντων οὖράτε καὶ διαχωρήματα καὶ τὴν ὅλην ἕξιν τοῦ σώματος ὁρᾷν · καὶ τὴν θερμασίαν καὶ τὴν τῶν ἀρτηριῶν κίνησιν, ὅσατ’ἄλλα πρὸς τούτοις ὁ Ἱπποκράτηςτε καὶ ἡ μακρὰ πεῖρα κελεύει σκοπεῖσθαι, χώρας καὶ ὥρας καὶ καταστάσεις καὶ ἡλικίας καὶ κράσεις σωμάτων, ἔθητε καὶ τὰ προηγησάμενα τῶν αἰτίων καὶ τὰ συνεισβάλλοντα τοῖς νοσήμασι καὶ ὅσα μεταξὺ ἐπιφαίνεται. παρῄνηται μὲν οὖν ὡς ἄν τινι δόξῃ τὸ πᾶν, οὐ μὴν πρός γε τὴν ἀλήθειαν ὧδ’ἔχει. τὸ γάρ τοι μέγιστον μὲν ἁπάντων τούτων, ῥηθῆναι δὲ μικρότατον, οὐδέπω γέγραπται. τί δ’ἐστὶ τοῦτο; ποσότης νοσήματος καὶ δυνάμεως · πρᾶγμα πρὸς μὲν τὴν δήλωσιν ἑνὸς ὀνόματος δεόμενον · εἰς δὲ τὴν χρείαν μέγιστον. οὐ δὲ γὰρ οἷόντε προγνῶναι καλῶς, ἄνευ τοῦ τὸ ποσὸν ἑκάστου τῶν εἰρημένων ἀκριβῶς ἐκλογίζεσθαι. καὶ γὰρ εἴτ’ὀλέθριόν ἐστι τὸ νόσημα, εἴτε μὴ, καὶ ὁπηνίκα μᾶλλον δυνατὸν ἢ τεθνήξεσθαι τὸν ἄνθρωπον ἢ ἀπαλλαγήσεσθαι τοῦ πάθους, εἰ μὴ πάντων τῶν προειρημένων τὸ ποσὸν ἀκριβῶς διασκεψάμενος ἀνάγοις εἰς δύο κεφάλαια τήντε νόσον αὐτὴν καὶ τοῦ νοσοῦντος τὴν δύναμιν, οὐκ ἂν οἷόςτ’εἴης προγνῶναι καλῶς. τῆς μὲν γὰρ δυνάμεως οὕτως ἰσχυρᾶς οὔσης ὡς περιγίγνεσθαι τοῦ νοσήματος, ἀνάγκη σωθῆναι τὸν ἄνθρωπον. εἰ δὲ το- τοὔμπαλιν εἴη, πάντως τεθνήξεται. μὴ τοίνυν ὁποῖόν τι τὴν ἰδέαν ἐστὶ τὸ νόσημα σκόπει μόνον, ἀλλὰ καὶ πηλίκον. οὐ μικρᾶς δὲ τοῦτό γε δεῖται τριβῆς, τάτ’ἄλλα καὶ τῷ μήτε γραφῆναι μήθ’ὅλως διδαχθῆναι λόγῳ δύνασθαι τὸ ποσὸν ἑκάστου. καὶ εἴτι ἄρα τὸ ἡμέτερόν ἐστιν, οὐχ ὑπ’ἄλλου τινὸς εἰς τοσοῦτον ἀκριβείας ἥκει ἢ ἐκ τοῦ μάλιστα ἠσκῆσθαι περὶ τὸν τῆς ποσότητος στοχασμόν · τοῦτο μὲν δὴ καὶ ἐπ’αὐτῶν τῶν ἔργων καὶ μαθεῖν καὶ διδάξαι δυνατόν. ὅσα δ’ἐν τῇ ποιότητι τὸν διορι σμὸν ἔχει, ταῦτα γράψομεν ἀκριβῶςτε ἅμα καὶ σαφῶς εἰς ὅσον ἐγχωρεῖ διὰ βραχέων.
τὸν μὲν οὖν ἀκριβῆ τριταῖον, ὡς ἂν ὑπὸ τῆς ξανθῆς χολῆς κινουμένης δυναστευόμενον, ὑγραίνειντε καὶ ψύχειν εἰς τοσοῦτον, εἰς ὅσον ἂν οἷόντε μάλιστα. τὰ γὰρ ἐναντία τῶν ἐναντίων ἰάματά ἐστι, κολάζοντα μὲν τὸ ὑπερβάλλον, ἀντεισάγοντα δὲ τὸ λεῖπον. ὁ δὲ τῆς ξανθῆς χολῆς χυμὸς ἁπάντων τῶν ἐν τῷ σώματι χυμῶν θερμότατος καὶ ξηρότατός ἐστι. προτρέπειν οὖν χρὴ τὸν μὲν εἰς τὴν γαστέρα συρρέοντα, κενοῦσθαι δι’ἐμέτων · τὸν δὲ κάτω ὑπιόντα ὡσαύτως διὰ τῆς κάτω ἐκκρίσεως · τοῦτο μὲν δὴ καὶ αὐτόματον ἐν τοῖς ἀκριβέσι γίνεται τριταίοις. καὶ τοῖς οὔροις δὲ καὶ τοῖς ἱδρῶσι ποδηγεῖν · ἀγαθὴ δὲ καὶ ἡ διὰ τῶν κάτω τῆς χολῆς κάθαρσις. ἀλλὰ τὴν μὲν γαστέρα μαλακοῖς κλύσμασι κενοῦν · τὰ οὖρα δὲ προτρέπειν σελίνουτε καὶ ἀνήθου τοῖς πόμασιν ἐναποβρέχοντα. καὶ ἤν σοι πέψεως σημεῖα προφαίνηται, θαρρῶν ἤδη καὶ τοῦ ἀψινθίου διδόναι · τοῦτο μὲν δὴ καὶ ἄλλως μέγιστον ἴαμα τοῦ στομάχου διὰ χολῆς δῆξιν καὶ μᾶλλον εἰ τῆς κόμης αὐτοῦ λαμβάνων ὅσον αὔταρκες ἐναποβρέχοις μελικράτῳ. λουτρὰ δὲ θερμὰ δι’ὕδατος ποτίμου τὸ μέν τι κενοῖ τῆς χολῆς ἀπάγοντα, τὸ δέ τι καὶ τῇ ποιότητι μεγάλως ὀνίνησιν · ὑγραίνει γὰρ καὶ ψύχει κατὰ δύναμιν, ὅσα τοιαῦτα λουτρά. τὰ δὲ θαλάττια καὶ ἁλμώδη καὶ νιτρώδη καὶ θειώδη πλεῖον μὲν ἀπάγει τῆς χολῆς, πολὺ δ’ἧττον ὠφελεῖ τῶν ποτίμων. ἄμεινον δ’εἰπεῖν, οὐ δ’ὠφελεῖν αὐτὰ μειζόνως βλάπτοντα ταῖς ποιότησιν ἢ βοηθοῦντα ταῖς κενώσεσιν. ἀτὰρ οὖν καὶ οἶδά τινα κιβδήλῳ λογισμῷ τοιοῖσδε χρήσασθαι λουτροῖς ἀναπεισθέντα · εἶτα ξηρανθέντα τὴν ἕξιν τοῦ σώματος, εἰς τοσοῦτόντε διαφθαρέντα, ὥστε μαρανθεὶς ἀπέθανεν. ἐπέτεινε δὲ αὐτῷ καὶ ἡ ἄλλη πᾶσα δίαιτα πρὸς τὴν κένωσιν τῆς χολῆς. ἀεὶ δὲ χρὴ ποιότητας ἐναντίας τῇ κρατούσῃ παρὰ φύσιν ἀντεισάγειν · καὶ ὡς τὸ πολὺ βέλτιον τοῦτο τοῦ κενοῦν ὁπωσοῦν · ὅπερ οὔτ’αὐτὸς ἐγίνωσκεν, οὔθ’ἑτέρων ἐμάνθανε λεγόντων. ἔντε οὖν τοῖς λουτροῖς οὗτος ὁ σκοπὸς γιγνέσθω, διαβρέξαιτε καὶ ὑγρᾶναι τὸ σῶμα · καὶ διὰ τοῦτο μήτε νίτρου μήθ’ἁλῶν μήτε νάπυος προσπάττειν, οἷα δὴ τοὺς πλείστους ἐστὶν ἰδεῖν λυμαινομένους τοῖς ἀρρώστοις, ἀλλ’ὅτι μάλιστα θερμὸν ἔλαιον περιχέοντας ἐμβιβάζειντε τῷ ὕδατι καὶ διαβρέχεσθαι, καὶ εἴ γ’ἐθέλοιεν νήχεσθαι ἐν αὐτῷ, συγχωρεῖν αὐτοῖς εἰς ὅσον δύνανται. τοὺς δὲ φιλολουτροῦντας, οὐ δ’εἰ δὶς τῆς ἡμέρας λούειν ἐθέλοις, ἁμαρτάνοις · ἀλλ’ἐν καιρῷ μάλιστά σοι τοῦτο μνημονευέσθω. εἰ δὲ καὶ πέψεως τῆς νόσου σημεῖα φαίνοιτο, κα- κᾂν εἰ πλεονάκις λούοις, οὐκ ἂν ἁμάρτοις. οἴνου δὲ πρὶν μὲν πέττεσθαι τὸ νόσημα παντάπασιν εἴργειν, ἀρξαμένου δὲ πέττεσθαι, λεπτὸν καὶ ὑδαρῆ καὶ ὀλίγον τὴν πρώτην διδόναι · πλησίον δ’ἤδη τοῦ λύεσθαι γενομένου πλείονα. σιτία δὲ ὅσα ὑγραίνειτε καὶ ψύχει, πάντα χρήσιμα τριταίοις ἀκριβέσι. τὸ δὲ ποσὸν ἐν αὐτοῖς τοσοῦτον ὅσον πλεῖστον καλῶς πέψαι δύνανται. λαχάνων μὲν ἀτράφαξίςτε καὶ βλίτον καὶ λάπαθον καὶ μαλάχη καὶ θριδακίνη καὶ κολοκύνθη. τῶν δ’ἄλλων ὅτε πτισάνης χυλὸς καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα, καὶ ἰχθύων οἱ πετραῖοι, καὶ τῶν πτηνῶν τὰ μαλακόσαρκα, καὶ τῶν μὴ τοιούτων τὰ πτερά · καὶ μὲν δὴ καὶ ἀλεκτρυόνων τοὺς ὄρχεις διδόναι καὶ τῶν συῶν τοὺς πόδαςτε καὶ τοὺς ἐγκεφάλους · τῶν μικροτέρων δὲ εἰ καὶ τὰς σαρκὰς δοίης τακερὰς, οὐδὲν βλάψειας. ἀλλὰ καὶ ὠὰ συγχωρεῖν ῥοφεῖν καὶ μάλιστα τὰς λεκίθους · ῥᾷον γὰρ αὗται πέπτονται τοῦ λευκοῦ. καὶ τῶν ὀπωρῶν δέ γε συγχωρεῖν γεύεσθαι, τῶν γε μὴ παντάπασι δυσπέπτων. ἀπέχειν δὲ μέλιτόςτε καὶ νάπυος καὶ ταρίχου καὶ τῶν δριμέων ἁπάντων καὶ οἴνων δὲ τῶν παλαιῶν ἱκανῶς καὶ ὅσοι θερμοὶ φύσει. αὕτη μὲν οὖν ἡ δίαιτα τῶν πολλῶν ἐστόχασταί σοι. ὅσοι δὲ μὴ τρυφῶσι, διαιτητέον ἐστὶ ὡς οἶσθα κα- κᾀμὲ διαιτηθέντα ποτὲ ἐν ἀκριβεῖ τριταίῳ πυρετῷ κατὰ τὸν Ἱπποκράτειον λόγον ἐν χυλῷ πτισάνης ἄχρι κρίσεως. ταῦτα μὲν ἐν τοῖς ἀκριβέσι τριταίοις.
ἐν δὲ τοῖς μὴ ἀκριβέσι προνοεῖσθαι χρὴ μάλιστα καθ’ὅσον οἷόντε μήτ’αὐξῆσαι τὸ νόσημα μήτε καταβαλεῖν τοῦ νοσοῦντος τὴν δύναμιν ἐν χρόνῳ πλείονι ταλαιπωρεῖσθαι μέλλουσαν. ἔστι μὲν οὖν χαλεπὸν ἀμφοῖν κρατεῖν, ὡς ἂν τῶν μὲν ἀσιτιῶν ὅσον εἰς τὴν πέψιν τοῦ νοσήματος ὠφελουσῶν, τοσοῦτον ἢ καὶ ἐπὶ πλεῖον ἀδικουσῶν τὴν δύναμιν · τῶν δὲ τροφῶν ὅσον εἰς ῥώμην συντελουσῶν τῷ νοσοῦντι, τοσοῦτον ἐμποδιζουσῶν τὰς πέψεις. ἀλλὰ κα- κᾀνταῦθά σοι γνωστέον, εἰς ὅσον μὲν ἥκει μεγέθους ἡ νόσος, εἰς ὅσον δὲ καὶ ἡ δύναμις αὐτοῦ τοῦ νοσοῦντος · ἵνα πρὸς τὰ μείζονος ἐπικουρίας δεόμενα ἀποβλέπων ἀσιτίαις μὲν ἐν ἰσχυροτέρᾳ τῇ δυνάμει καὶ δυσπέπτῳ νοσήματι θαρραλεώτερον χρήσῃ · τροφαῖς δὲ πλείοσιν ἐν ἀσθενεστέρᾳ μὲν τῇ δυνάμει, νοσήματι δὲ μὴ πάνυ δυσπέπτῳ. ταῦτα μὲν δὴ κα- κᾀν τοῖς ἄλλοις ἅπασι νοσήμασι χρὴ σκοπεῖν. ἐν δὲ τοῖς οὐκ ἀκριβέσι τριταίοις οὐ δὲ λούειν εὐθὺς κατ’ἀρχὰς ἀγαθὸν, ἀλλ’ἡνίκα ἂν φαίνοιτο ἤδη τὰ σημεῖα τῆς πέψεως, οὐ δὲ καθ’ἡμέραν τρέφειν, ἀλλ’ἀρκεῖ παρὰ μίαν. ἡσυχία δὲ καὶ θάλψις τῶν καθ’ὑποχόνδριον αὐτοῖς συμφέρει καὶ ῥοφήματα τὰ εὔπεπτα καὶ κλύσματα τῆς κάτω γαστρὸς μὴ πάνυ μαλακά. καὶ εἰ αἵματος ἀφαιρέσεως δέοιντο, μη δὲ τοῦτο παραλείπειν, ἀλλ’εὐθὺς κατ’ἀρχὰς διορισάμενος ἐξ ὧν οἶσθα ἀποχεῖν αἵματος ὅσον τοῖς παροῦσι μέτριον. ἡ δ’ὅλη τῆς διαίτης κατάστασις οὐ ψύχουσα καὶ ὑγραίνουσα τὸ σύμπαν σῶμα ὡς ἐπὶ τῶν ἀκριβῶν ἐστι τριταίων, ἀλλά τι καὶ τοῦ τμητικωτέρου καὶ τοῦ θερμοτέρου τρόπου προσεπιλαμβανέσθω. μάλιστ’οὖν ἁρμόσειεν αὐτοῖς ὁ τῆς πτισάνης χυλὸς ἐμβαλλομένου πεπέρεως · ἢ καὶ ὑσσώπου ποτὲ καὶ ὀριγάνου ἢ στάχυος νάρδου ἐμβαλὼν μελικράτῳ καὶ συναφεψῶν διδόναι πίνειν καὶ τα- τἄλλα δ’ὅσα οὖρα κινεῖ πλὴν τῶν ἄκρως θερμαινόντωντε καὶ ξηραινόντων. μάλιστα δὲ τοῦ ἀψινθίου διδόναι συνεχέστατα μετὰ τὴν ἑβδόμην ἡμέραν. καὶ μὲν δὴ καὶ ὀξύμελι πολλοὺς ὤνησε πινόμενον καί τι τῶν ἐπιεικῶν ὑπηλάτων, οἷς οἶσθα καὶ ἡμᾶς χρωμένους συνεχῶς. ὁ δὲ ἐπὶ τοῖς σιτίοις ἔμετος εἰς τοσοῦτον ἄρα τοῖς ἐν τῷδε πυρετῷ χρονίζουσι χρήσιμος, ὥστε πολλοὺς οἶδα τελέως ἀπαλλαγέντας εὐθέως ἐπὶ τοῖς ἐμέτοις.
ἑξῆς δὲ περὶ τῶν τεταρταίων ἐροῦμεν, οὓς καὶ αὐτοὺς κατ’ἀρχὰς μετρίωςτε καὶ πρᾴως ἄγειν χρὴ, μήτε φάρμακόν τι τῶν ἰσχυρῶν μηδὲν προσφέροντας μήτε κένωσιν, εἰ μή τι ἄρα πάνυ σφόδρα φαίνοιτο πλεονάζον αἷμα. καὶ εἰ διελόντι φλέβα τὸ ῥέον εἴη μέλαν καὶ παχὺ, μάλιστα δ’ἐν τοῖς σπληνώδεσι τοιοῦτον εὑρίσκεται, θαρρεῖν τῇ κενώσει · ξανθοῦ δὲ καὶ λεπτοῦ φανέντος, ἐπέχειν αὐτίκα. τέμνειν δὲ φλέβα ἤτοι τὴν ἐντὸς ἢ τὴν μέσην ἀγκῶνος ἀριστεροῦ, καὶ δίαιταν ἐφεξῆς ἄφυσόντε καὶ χρηστὴν διαιτᾶσθαι, μαλάττοντας τὴν γαστέρα, καθ’ὅσον οἷόντε διὰ τῶν συνηθῶν. εἰ δὲ μηδὲν ἀνύοι ταῦτα, κλύσμασι χρῆσθαι κατ’ἀρχὰς μὲν μαλακοῖς, ὕστερον δὲ καὶ δριμυτέροις. χοιρείων δ’εἴργειν αὐτοὺς κρεῶν καὶ πάντων ὅσα γλίσχρα καὶ βραδύπορα καὶ τῶν ψυχόντων καὶ τῶν ὑγραινόντων ἐδεσμάτων ἁπάντων, οἴνῳ δὲ χρῆσθαι λευκῷτε καὶ λεπτῷ καὶ συμμέτρως θερμῷ. καὶ πτηνῶν τοῖς εὐχύμοις καὶ οὐχ ἑλείοις · καὶ ἰχθύων τοῖς εὐπέπτοιςτε καὶ μαλακοσάρκοις καὶ μηδὲν γλίσχρον ἔχουσι. καὶ ταρίχει δὲ χρῆσθαι καὶ νάπυϊ καὶ δι’ἡμερῶν τινων τῆς διὰ τριῶν πεπέρεων προσλαμβάνειν ἢ τοῦ διοσπολιτικοῦ φαρμάκου · καὶ εἰ πεπέρεως μόνου σὺν ὕδατι καθ’ἑκάστην ἡμέραν λαμβάνοιεν, ὀρθῶς ἂν ποιοῖεν. τρίψεων δὲ καὶ περιπάτων καὶ λουτρῶν καὶ τῶν ἄλλων τῶν συνηθῶν μὴ παντελῶς εἴργειν. εἰ δὲ καὶ παντάπασιν ἀπέχεσθαι λουτρῶν δύναιντο, ταῖς τρίψεσιν ἀρκούμενοι μάλιστ’ἂν ὀνίναιντο. καὶ εἰ βραχὺς εἴη καὶ μὴ πάνυ βίαιος ὁ τεταρταῖος πυρετὸς, ἐν ταῖς μέσαις τῶν ἡμερῶν οὐδὲν χεῖρον ἅπτεσθαι τῶν συνηθῶν γυμνασίων. ταῦτα μὲν δὴ κατὰ τὰς ἀρχὰς καὶ μέχρι τῆς ἀκμῆς πρακτέον. εἰ δ’ἐν ἀκμῇ μάλιστά που δοκοίη τοῦ νοσήματος εἶναι ὁ κάμνων, τότε χρὴ διαιτᾷν μὲν λεπτότερον ἢ πρόσθεντε καὶ ὄπισθεν · εὐθὺς δὲ καὶ ἡσυχάζειν εἰς μακρὸν κελεύειν · καὶ τῶν σπλάγχνων προνοεῖσθαι, καταιονῶντάτε καὶ καταπλάττοντα τοῖς μαλάττειντε καὶ χαλᾷν δυναμένοις. ἐφεξῆς δὲ τοῖς διουρητικοῖς καλουμένοις χρῆσθαι φαρμάκοις · καὶ εἰ τὰ τῆς πέψεως τοῦ νοσήματος σημεῖα φαίνοιτο, καθαίρειν τηνικαῦτα τοῖς τοὺς μέλανας χυμοὺς κενοῦσι φαρμάκοις χρὴ οὐχ ἅπαξ μόνον, ἀλλὰ καὶ πολλάκις, ἢν οὕτως δέῃ. χρῆσθαι δὲ καὶ τοῖς ἀπὸ τῶν σιτίων ἐμέτοις τηνικαῦτα συνεχῶς, καὶ μηδενὸς κωλύοντος ἐλλέβορον λευκὸν διδόναι τὴν πρώτην ἐπιμιγνύντα ῥαφανίσιν · εἰ δὲ μηδὲν ἀνύει καὶ αὐτὸν τὸν ἐλλέβορον. οἷς δ’ἐμεῖν ἀδύνατον, τούτους σφοδρότερον καθήραντας κάτω τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου πίνειν διδόναι καὶ τῶν ἄλλων ὅσα πρὸς τοὺς τοιούτους ἐπαινεῖται πυρετούς · ἐν οἷς ἐστι καὶ τὸ σύνηθες ἡμῖν ἁπάντων δοκιμώτατον, ὀποῦ τοῦ Κυρηναϊκοῦ λαμβάνον. ὅσοι δὲ κατ’ἀρχὰς τῶν τοιούτων τι φαρμάκων ἔδοσαν ἢ ὅλως πρὸ τῆς ἀκμῆς, ἁπλοῦν μὲν ὄντα τὸν τεταρταῖον διπλοῦν πολλάκις ἐποίησαν, ἢ πάντως μείζονάτε καὶ χαλεπώτερον εἰργάσαντο · διπλοῦν δὲ ὄντα τριπλοῦν ἐποίησαν, ἢ πάντως γε τοὺς δύο χαλεπωτέρουςτε καὶ μείζονας. οἶδα δέ τινα ἰατρὸν, ὅστις ἐτόλμησεν ὑπὸ τριῶν ἐχομένῳ τεταρταίων δοῦναι τοῦ διὰ τῶν ἐχιδνῶν φαρμάκου οὔπω τοῦ νοσήματος ἀκμάζοντος · εἶτα οἷα εἰκὸς αὐξηθέντων ἁπάντων συνεχὴς διαδεξάμενος πυρετὸς ἀπέκτεινε τὸν ἄνθρωπον.
ἀμφημερινὸν δὲ θεραπεύων ὀξυμέλιτίτε χρῶ κατὰ τὰς πρώτας ἡμέρας καὶ τοῖς οὖρα καλῶς προτρέπειν δυναμένοις καὶ τὸ σύμπαν σοι τῆς διαίτης κεφάλαιον τμητικώτερον ἔστω. περὶ δὲ τὴν ἀκμὴν προνοεῖσθαι χρὴ τῆς γαστρὸς, μάλιστα δὲ τοῦ στόματος αὐτῆς. κα- κᾄπειτ’ἐμεῖν ἀπότε ῥαφανίδων καὶ σιτίων κελεύειν καὶ τοῖς φλέγμα κενοῦσιν ὑπηλάτοις χρῆσθαι. τὰ δ’ἄλλα τῆς διαίτης πρὸς τοὺς κοινοὺς ἀποβλέπων σκοποὺς ἐξευρήσεις.
τοὺς δὲ συνεχεῖς πυρετοὺς, οἷς μὲν ἡ ἀκμὴ τοῦ νοσήματος οὐ πορρωτέρω τῆς ἑβδόμης ἔσεσθαι μέλλοι καὶ ἔστιν ἡ δύναμις ἰσχυρὰ καὶ τὰ τῆς ἡλικίας ὁμολογεῖ, τούτους μὲν ἀκριβῶςτε πάνυ διαιτᾷν καὶ λεπτῶς. ὅσοις δ’ἤτοι πορρωτέρω τῆς ἑβδόμης ἡ ἀκμὴ τοῦ ὅλου νοσήματος ἢ τὰ τῆς δυνάμεως οὐκ εὔρωστα, κατ’ἀρχὰς μὲν ἁδρότερον, ἐγγὺς δὲ τῆς ἀκμῆς λεπτότερον, ἀκμαζόντων δ’ἤδη λεπτότατον διαιτᾷν. εἶτ’αὖθις ἁδροτέραν ἀεὶ καὶ μᾶλλον ὁμοίαν τὴν αὔξησιν ποιούμενον τῇ πρὸ τῆς ἀκμῆς μειώσει. αἵματος δὲ ἀφαίρεσις διάτε τὸ μέγεθος τοῦ νοσήματος καὶ οἷς πολὺ πλέον ἔρευθός ἐστι τοῦ κατὰ φύσιν καί τις ὄγκος ἀήθης ὅλου τοῦ σώματος μετέωροίτε καὶ τεταμέναι φλέβες, τούτων ἀφαιρεῖν, ἢν μή σε τὰ τῆς δυνάμεως ἢ τὰ τῆς ἡλικίας ἤ τι τῶν ἄλλων ὧν κατ’ἀρχὰς εἶπον ἀπείργει. ὑγραὶ δὲ δίαιται ὅτι τοῖς ὀξέσι πυρετοῖς ἅπασι συμφέρουσιν ὀρθῶς εἴρηται πάλαι. πτισάνηςτε οὖν χυλὸν οἷς οὐκ ὀξύνεται διδόναι καὶ μελίκρατον οἷς οὐκ ἐκχολοῦται καὶ τὰ διὰ τοῦ χόνδρου ῥοφήματα καὶ ἄρτον δι’ὕδατος, ὅσατ’ἄλλα τῆς αὐτῆς ἢ παραπλησίας ἐστὶ δυνάμεως. τοῖς δ’ἰσχυρῶς θερμοῖς καὶ καυσώδεσιν, ὅταν πρῶτον ἴδῃς τὰ τῆς πέψεως σημεῖα, θαρρῶν ὕδατος ἤδη ψυχροῦ διδόναι πίνειν τῆς δόσεως τὸ πλῆθος, μετρῶν ὥρᾳτε καὶ χώρᾳ καὶ ἡλικίᾳ καὶ φύσει καὶ ἔθει. τοιαύτη μέν τις ἐν τῷ καθόλου φάναι τῶν ἄνευ συμπτωμάτων πυρετῶν ἐπιμέλεια.
τῶν δὲ μετὰ συμπτωμάτων πυρετῶν οὐκ ἔθ’ἁπλῶς οὕτως, ἀλλὰ μετρῆσαι χρὴ καθ’ὅσον οἷόντε πηλίκος μὲν ὁ πυρετὸς, πηλίκον δὲ τὸ σύμπτωμα τὸ τὸν κίνδυνον ἐπιφέρον, καὶ πρὸς τὸ σφοδρότερον ἐν αὐτοῖς καὶ χαλεπώτερον ἵστασθαι, μη δὲ τα- θατέρου παντάπασιν ἀμελοῦντας. φέρε γὰρ εἴ τις πυρέττοι μὴ τῆς καλουμένης πληθωρικῆς διαθέσεως παρούσης, ἀλλ’ἐξ ἀπεψιῶντε προσφάτων εἴη καὶ δάκνοιτο καὶ θλίβοιτο τὸ στόμα τῆς γαστρὸς ἢ καὶ χυμόν τινα μοχθηρὸν ἐμημεκὼς εἴη καὶ τῇ τούτου διόδῳ μεγάλως βεβλαμμένος, ὥστε καὶ δυσφορεῖν καὶ ἀλύειν · ἆρ’ἐνταῦθα πρὸς τὸν πυρετὸν ἀποβλέψαντες μόνον κενοῦν ἐπιχειρήσομεν τὸ πλῆθος, ὅπερ ἄλλως ἂν ἀλύπως ἐπράξαμεν; ἢ πρότερον τοῦ στόματος τῆς γαστρὸς προνοησόμεθα, κα- κᾄπειθ’οὕτως, ἐπειδὰν ἡμῖν καλῶς ἔχῃ τοῦτο, τὴν ἐνδεχομένην τοῦ παντὸς σώματος κένωσιν ποιησόμεθα; ἐμοὶ μὲν οὖν οὕτω δοκεῖ. πολλάκις γοῦν εἶδον πολλοὺς τῶν τοιούτων, τοὺς μὲν ἀπολλυμένους, τοὺς δ’εἰς ἔσχατον ἀφικομένους κινδύνου, ἐπιχειρησάντων αὐτοὺς κενοῦν τῶν ἰατρῶν, πρὶν ῥῶσαι τὸν στόμαχον. ἀλλ’οὐ δὲ εἰ μετὰ διαρροίας ὁ πυρετὸς εἴη, χρῄζει τινὸς ἄλλης κενώσεως, ἀλλ’αὐτάρκης αὕτη, κα- κᾂν μὴ κατὰ λόγον ᾖ τοῦ πλήθους. ὅσοι γὰρ τῶν τοιούτων ὡς πλείονος χρῃζόντων ἀφαιρέσεως ἤτοι τοῦ αἵματος ἀπάγειν ἐτόλμησαν ἢ τὴν γαστέρα κινεῖν, ἔτι μᾶλλον ὀξεῖς κινδύνους ἐπήνεγκαν. ἀλλ’οὐ δ’εἰ σπώμενός τις ἅμα καὶ κενώσεως αἵματος εἴη χρῄζων, οὐ δὲ τούτῳ τοσοῦτον ἀφαιρεῖν προσήκει εἰσάπαξ ὅσου δεῖται τὸ πάθος, ἀλλά τι καὶ τῷ συμπτώματι καταλειπτέον ἱδρῶτάςτε πολλάκις κινοῦντι καὶ ἀγρυπνίας προσφέροντι καὶ τὴν ἰσχὺν καταβάλλοντι τοῦ νοσοῦντος. οὕτω δὲ καὶ εἰ ἀγρυπνία σφοδρὰ καὶ εἰ ἄλγημα σύντονον ἐνοχλοίη τὸν νοσοῦντα, φυλακτέον ἀθρόαςτε καὶ πολλὰς κενώσεις. οἷον δέ τι σύμπτωμα καὶ τὴν τοῦ περιέχοντος ἀέρος ὑπολογιστέον κρᾶσιν, ὅταν γε ἀκριβῶς ᾖ θερμὴ καὶ ξηρὰ καθάπερ τῆτες ἐν τῷ μεταξὺ κυνὸς ἀνατολῆς καὶ ἀρκτούρου. καὶ διὰ τοῦτο πάντες ἀπέθανον, ὧν οἱ μη δ’ὅλως ταῖς ὥραις προσέχοντες ἰατροὶ τὰς φλέβας τεμεῖν ἐθάρρησαν. οὕτω δὲ καὶ εἰ ψυχρά τις εἴη πάνυ σφόδρα, καὶ γὰρ οὖν καὶ τότε φυλακτέον ἀποχεῖν τι τοῦ αἵματος, εἰδότας οὐ μικροὺς ἐν τοῖς τοιούτοις ἀκολουθεῖν κιν δύνους. ἀπόλλυνται δ’οἱ μὲν ἐν ταῖς θερμαῖς πάνυ καταστάσεσιν οὐκ ὀρθῶς κενωθέντες ὑπὸ τῆς καλουμένης συγκοπῆςτε καὶ διαφορήσεως. οἱ δ’ἐν ταῖς ψυχραῖς ἐν ἀρχαῖς τῶν παροξυσμῶν καταψυχθέντες σφοδρῶς οὐκέτ’ἀναφέρουσι. ταῦτ’ἄρα καὶ τῶν χωρίων οὔτ’ἐν τοῖς θερμοῖς ἄγαν οὔτ’ἐν τοῖς ψυχροῖς αἵματος ἀφαιρέσει θαρροῦμεν. ἀλλ’ἐὰν μὲν ὁμολογῇ τὰ τῆς ὥρας τῷ χωρίῳ, παντάπασιν ἀπεχόμεθα · μὴ ὁμολογούντων δὲ κενοῦμεν μὲν, ἀλλ’ἔλαττον πολὺ ἢ ὡς εἰ μη δ’ἕτερον ἐκώλυεν. οἷον δέ τι σύμπτωμα καὶ τὸ τοῦ νοσοῦντος εὐπαθὲς ὑφορᾶσθαι χρή. πολλοὶ γὰρ οὔτ’ἐκενώθησάν ποτε οὔτε κένωσιν ἀθροωτέραν οὐδεμίαν οὔτ’ἀσιτίαν μακροτέραν φέρουσιν · ἀλλ’οἱ μὲν ἄρρωστοι τὴν ἅπασαν ἰσχὺν τοῦ σώματος ἐπ’αὐτοῖς γίνονται ῥᾳδίως · οἱ δ’εὐθὺς τὸν στόμαχον φαύλως ἴσχουσιν, ὥστε ἀποστρέφεσθαι τὰ σιτία · καὶ εἰ βιασάμενοι λάβοιεν ἢ μὴ κατέχειν ἢ μὴ πέττειν καλῶς. ἐν τούτῳ τῷ μέρει τῆς διαγνώσεως καὶ τὴν κρᾶσιν τοῦ νοσοῦντος θεωρητέον. ὅσοι γὰρ θερμοὶ καὶ ξηροὶ φύσει τυγχάνουσιν ὄντες, οὗτοι πάντες ὑπὸ τῶν ἀθρόων κενώσεων ῥᾳδίως βλάπτονται. καὶ μὲν δὴ καὶ τὸ ἔθος οὐ μικρὰ μοῖρα πρόςτε τα- τἄλλα σύμπαντα καὶ οὐχ ἥκιστα πρὸς τὴν τῆς κενώσεως ἔνδειξιν. οἱ μὲν γὰρ οὔτ’ἐκενώθησαν ἔμπροσθεν οὔτε ποτὲ κένωσιν ἀθρόαν ὑπήνεγκαν, παμπόλλοις σιτίοις ἐχρῶντο. τινὲς δ’ἔμπαλιν οὔτε πολλοῖς χρῶνται σιτίοις καὶ κενώσεων ἐθάδες εἰσί. τούτους μὲν οὖν ἀδεῶς κενωτέον, ὅταν γε καὶ τα- τἄλλα ὑπαγορεύῃ. τοὺς δ’ἑτέρους τοὺς ἀήθεις οὐ δ’εἰ τα- τἄλλα σύμπαντα προτρέποιτο. κατὰ τα- ταὐτὰ δὲ καὶ τὰς ἕξεις τοῦ σώματος χρὴ σκοπεῖσθαι. τοῖς μὲν γὰρ πυκνὴν καὶ στερεὰν ἔχουσι τὴν σάρκα δυσπαθὴς ἡ ἕξις. ὥστ’οὐδὲν χρὴ δεδιέναι κενοῦν αὐτοὺς εἰσάπαξ, ἤν γε καὶ τα- τἄλλα κελεύῃ. τοῖς δὲ μαλακήντε καὶ βρυώδη καὶ διαρρέουσαν ἑτοίμως εὐπαθής ἐστι δεινῶς. ὥστε τῶν γε τοιούτων οὐ δ’εἰ πάντα τα- τἄλλα κελεύοι, τοῦ αἵματος ἀποχεῖν οὐ δὲ τότε τολμητέον, ἀλλὰ καὶ ταῖς ἄλλαις κενώσεσι καθ’ὅσον οἷόντε μετρίωςτε καὶ εὐλαβῶς χρηστέον. ὁμοίως δὲ καὶ ὅσοι παχεῖς ὑπερβαλλόντως ἢ ἰσχνοὶ, καὶ γὰρ καὶ τούτων τάςτε φλέβας τέμνειν φυλακτέον καὶ τὰς ἄλλας κενώσεις τὰς ἀθρόας εὐλαβητέον. εἴη δ’ἂν ἐν τούτοις καὶ ἡ ἡλικία, καθάπερ τι σύμπτωμα κωλυτικὸν ἀθρόας κενώσεως · οὔτε γὰρ οἱ παῖδες οὔθ’οἱ γέροντες ἀλύπως αὐτὰς φέρουσι. πάντας οὖν τοὺς εἰρημένους, ὅταν αἱ διαθέσεις κένωσιν ὑπαγορεύωσιν, οὐχ ἅπαξ οὐ δ’ἀθρόως, ἀλλὰ κατὰ βραχὺ κενωτέον, ἀσιτίαιςτε συμμέτροις καὶ τρίψεσι καὶ κλύσμασι μαλακοῖς, καταιονήσεσίτε καὶ καταπλάσμασι καὶ βαλανείοις · ἑκάστου πάλιν τούτων τὴν ἔνδειξιν ἀπὸ τῶν προειρημένων λαμβάνοντας. οὕτω δὲ καὶ εἰ δύο ποτὲ συμπτώματα ἐναντία παρακολουθοίη, σκέπτεσθαι χρὴ, ὁπότερον αὐτῶν ἰσχυρότερόν ἐστιν. ὡσαύτως δὲ καὶ εἰ νοσήματα δύο περὶ τὸν αὐτὸν ἄνθρωπον εἴη, μαχομένας τὰς ἐνδείξεις ποιούμενα · καὶ γὰρ καὶ τότε πρὸς τὸ κατεπεῖγον ἵστασθαι χρὴ, μη δὲ τα- θατέρου παντάπασιν ἀμελοῦντας. τὰς δ’ἀπὸ τῶν συμπτωμάτωντε καὶ νοσημάτων ἐνδείξεις οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν ἐργαζομένην ἕκαστον αἰτίαν χρὴ σκοπεῖν, οἷόν ἐστι ἡ λειποθυμία καὶ ἡ ἔκλυσις. εἰώθασι γὰρ οἱ ἰατροὶ καθ’ἑνὸς πράγματος ἄμφω ταῦτα τὰ ὀνόματα φέρειν · αὐτὸ μὲν οὖν τὸ πρᾶγμα ἕν ἐστιν, αἰτίαι δ’αὐτοῦ πολλαί. λειποθυμοῦσι γὰρ ἐπίτε χολέραις καὶ διαρροίαις καὶ δυσεντερίαις καὶ λυεντερίαις καὶ γυναικείῳ ῥῷ καὶ τραύμασιν, αἱμορροΐσιτε καὶ ἀναγωγαῖς αἵματος καὶ ταῖς διὰ ῥινῶν αἱμορραγίαις καὶ λοχείαις καθάρσεσιν ἀμέτροις. ἤνεγκε δέ ποτε καὶ ἀπεψία μεγάλη λειποθυμίαν καὶ μάλισθ’ὅταν ἀμετρότερον ὑπαγάγῃ τὴν γαστέρα. καὶ ὁ βούλιμος δὲ καλούμενος οὐδὲν ἄλλο ἢ λειποθυμία ἐστί. καὶ ὑστερικῆς πνίξεως ἁπάσης λειποθυμία προηγεῖται · καὶ ταῖς ἀναδρομαῖς τῶν ὑστέρων ἕπεται καὶ ταῖς παρεγκλίσεσι δὲ καὶ ταῖς φλεγμοναῖς αὐτῶν πολλάκις ἀκολουθεῖ. προηγεῖται δ’ἀποπληξίαςτε καὶ κακοήθους ἐπιληψίας καὶ διαφορήσεων καὶ τῶν συγκοπῶν καὶ μαρασμῶν. ἀλλὰ καὶ συνεισβάλλει ποτὲ καταβολαῖς πυρετῶν οὐκ ὀλίγαις καὶ μάλισθ’ὅταν ἄκρως ᾖ ξηρὸν καὶ αὐχμῶδες ἢ πληθωρικὸν ἀμέτρως τὸ σῶμα. καὶ καυσώδει δὲ καὶ κακοήθει πυρετῷ συνεισέβαλέ ποτε · καὶ τοῖς μεγάλως καταψυχθεῖσι τὰ ἄκρα τοῦ σώματος ἐν ταῖς εἰσβολαῖς τῶν πυρετῶν · καὶ ὅσοι διὰ μέγεθος φλεγμονῆς ἢ ἥπατος ἢ κοιλίας ἢ στομάχου πυρέσσουσι, καὶ οὗτοι λειποθυμοῦσι κατὰ τὰς ἀρχὰς τῶν παροξυσμῶν · μάλιστα δ’οἷς πλῆθος χυμῶν ὠμῶν καὶ ἀπέπτων καί τις ἔμφραξις ἐπικαίρου μορίου. λειποθυμοῦσι δὲ καὶ ὅσοις τὸ στόμα τῆς γαστρὸς ἄρρωστον, ἢ ὑπὸ μοχθηρίας χυμῶν δάκνεται ἢ ὑπὸ παχέων ἢ γλίσχρων ἢ ὑγρῶν ἢ ψυχρῶν βαρύνεται. καὶ μὲν δὴ καὶ ψυχικῶν παθῶν ἰσχύϊ λειποθυμοῦσι τινες · μάλιστα δὲ πρεσβῦται πάσχουσιν αὐτὸ καὶ οἱ ἄλλως ἀσθενεῖς. καὶ γὰρ λυπηθέντες αὐτῶν πολλοὶ καὶ χαρέντες καὶ θυμωθέντες ἐλειποθύμησαν. ἀλλὰ καὶ νοτίδες ἔσθ’ὅτε μὴ κατὰ καιρὸν τοῖς οὕτως ἔχουσιν ἐπιφαινόμεναι λειποθυμίας ἐπιφέρουσιν, ὥσπερ καὶ τοῖς ἰσχυροτέροις ἱδρῶτες ἄμετροι. καὶ εἰ ἀπόστημά τι ῥαγείη, βλάπτει τὴν δύναμιν ἰσχυρῶς · καὶ μάλιστα εἰ ῥαγὲν ἀθρόως εἰς κοιλίαν ἢ εἰς στόμαχον ἢ εἰς θώρακα συρρέοι. καὶ ἡμεῖς αὐτοὶ τέμνοντες ἀποστήματα εἰ τὸ πῦον ἀθρόως ἐκκενώσωμεν, ἀνάγκη λειποθυμῆσαι · καὶ εἰ καθαίροντες ἢ κλύζοντες ἢ ὁπωσοῦν κενοῦντες, ἀθροώτερον αὐτὸ δράσωμεν · οὐ δὲ γὰρ οὐ δὲ τὸ ἐν τοῖς ὑδέροις ὑγρὸν καί τοι περιττὸν ὂν καὶ παρὰ φύσιν ἀλύπως ἀνέχεται τὴν ἀθρόαν κένωσιν, ἀλλὰ ἀνάγκη καὶ τότε λειποθυμῆσαι τὸν ἄνθρωπον. ἀλλὰ καὶ διὰ μέγεθος ὀδύνης ἐκλύσεις γίνονται δήξεών τινων ἢ στρόφων ἢ εἰλεῶν ἢ κωλικῆς διαθέσεως ἐξαίφνης ἐμπεσούσης. ἀλλὰ καὶ νεῦρον τρωθὲν καὶ μυὸς κεφαλὴ λειποθυμίαν ἤνεγκε καὶ τὰ ἐν τοῖς ἄρθροις ἕλκη τὰ κακοήθη καὶ τὰ γαγγραινώδη καὶ νομώδη σύμπαντα καί τις ἄμετρος ψύξις ἢ θερμασία καὶ ἡ τοῦ ζωτικοῦ τόνου λύσις. αὗται μὲν αἱ τῆς λειποθυμίας αἰτίαι. καθ’ἑκάστην δὲ αὐτῶν ἡ θεραπεία ἴδιος, καὶ γράψαι νῦν ὑπὲρ πασῶν οὐκ ἐγχωρεῖ. τὰς γὰρ ἐν τοῖς πάθεσι συνεδρευούσας οὐχ οἷόντε χωρὶς ἐκείνων ἰάσασθαι. τοσοῦτον οὖν ἐν τῷ παρόντι λόγῳ ἐροῦμεν περὶ αὐτῶν, εἰς ὅσον ἄν τις μαθὼν ἱκανὸς εἴη τοῖς ἐξαίφνης ἐμπίπτουσιν ἐνίστασθαι παροξυσμοῖς. οἷον ὅτι τοῖς μὲν χολέραις καὶ διαρροίαις καὶ ταῖς ἄλλαις ταῖς πολλαῖς καὶ ἀθρόαις κενώσεσιν ἐκλυομένοις ὕδωρτε ψυχρὸν προσραίνειν καὶ τοὺς μυκτῆρας ἐπιλαμβάνειν καὶ ἀνατρίβειν τὸ στόμα τῆς γαστρὸς καὶ κελεύειν ἐμεῖν ἢ σπαράττειν τὸν στόμαχον ἤτοι δακτύλων ἢ πτερῶν καθέσεσιν · ἀλλὰ καὶ χεῖρας καὶ σκέλη καὶ πόδας διαδεῖν · εἶναι δὲ χρὴ καὶ τοὺς δεσμοὺς πλείονας μὲν καὶ σφοδροτέρους ἐν ταῖς χερ σὶν, ὅταν διὰ τῶν κάτω μερῶν αἱ κενώσεις γίγνωνται, καθάπερ ἐν ταῖς αἱμορροΐσι καὶ διαρροίαις ὅσαςτε διὰ τῶν ὑστερῶν αἱ γυναῖκες κενοῦνται. τὸ γὰρ τὰ σκέλη τηνικαῦτα σφοδρῶς διαδεῖν ἐπισπᾶταί τι κάτω πολλάκις. ἔμπαλιν δ’ἐν ταῖς διάτε ῥινῶν αἱμορραγίαις καὶ τοῖς ἐμέτοις οἱ δεσμοὶ πλείονέςτε καὶ σφοδρότεροι κατὰ τὰ σκέλη γιγνέσθωσαν, καὶ μὲν δὴ καὶ ὅσοις ἐπὶ τρώμασιν αἱμορραγοῦσιν, ὡσαύτως ἄνω μὲν ἐπὶ τοῖς κάτω · κάτω δ’ἐπὶ τοῖς ἄνω τὰ δεσμὰ περιβάλλειν. ἐξευρίσκειν δέ τι καὶ ἀνάρροπον σχῆμα τῷ μέρει, μὴ μέντοι πάνυ σφόδρα · τεινόμενον γὰρ ἐν τῷδε καὶ πονοῦν οὐδὲν ἧττον ἢ εἰ κατάρροπον ἦν παροξύνεται. τὸ δὲ σύμπαν ἢ ἐπὶ τὰ κοινὰ ἀντισπᾷν τοῖς πεπονθόσιν ἢ ἐπὶ τὰ τῆς κενώσεως κατάρξαντα · διὰ τοῦτο τὰς μὲν ἐκ τῶν ὑστερῶν ἀθρόας κενώσεις αἱ παρὰ τοὺς τιτθοὺς προσβαλλόμεναι σικύαι τάχιστα παύουσι · τὰς δὲ διὰ τῶν ῥινῶν ἥπατίτε καὶ σπληνὶ κατὰ τὴν αἱμορραγοῦσαν ῥῖνα, καὶ εἰ δι’ἀμφοτέρων ἀθρόον καὶ πολὺ φέροιτο, τοῖς σπλάγχνοις ἀμφοτέροις προσβάλλειν. ἰᾶται δὲ καὶ οἶνος ὕδατι ψυχρῷ κεκραμένος τὰς ἐπὶ ταῖς ἀθρόαις κενώσεσιν ἐκλύσεις καὶ μάλιστα τῶν εἰς τὴν γαστέρα ῥεπόντων ῥευμάτων. ἐπισκοπεῖσθαι δὲ ἢν μή τι κωλύῃ τὴν τοιαύτην δόσιν, οἷον εἰ σπλάγχνον τι φλεγμαῖνον ἢ κεφαλῆς ἄλγημα σφοδρότερον ἢ παρακρουστικόν τι πάθος ἢ πυρετὸς καυσώδης ἐν ἀπέπτῳ νοσήματι. μεγάλαι γὰρ ἐν τοῖς τοιούτοις καὶ σχεδὸν ἀνίατοι ταῖς τῶν οἴνων πόσεσιν ἕπονται βλάβαι. μηδενὸς δὲ κωλύοντος, ἐφεξῆς δεῖ διορίζεσθαι τήντε φύσιν τοῦ νοσοῦντος καὶ τὸ ἔθος καὶ τὴν ἡλικίαν καὶ τὴν τοῦ περιέχοντος ἀέρος κρᾶσιν · εἰς ταῦτα γὰρ ἀποβλέπων ἢ θερμὸν ἢ ψυχρὸν δώσεις τὸ πόμα. τοὺς μὲν γὰρ ἀήθεις ψυχροῦ πόματος ἢ καὶ φανερῶς βλαπτομένους ὑπ’αὐτοῦ καὶ ὅσοι φύσει ψυχρότεροι καὶ τοὺς ἐν ἐσχάτῳ γήρᾳ ἢ καὶ χωρίῳ ψυχροτέρῳ φύσει ἢ καὶ χειμῶνος εἴργειν τοῦ ψυχροῦ. τοῖς δ’ἐναντίως ἔχουσιν ἀδεῶς διδόναι πίνειν. ἔστω δὲ καὶ οἶνος ἐπὶ μὲν τοῖς εἰς τὴν γαστέρα ῥεύμασι θερμόςτε καὶ λεπτὸς, οἷος ὁ Λέσβιος. ἐπὶ δὲ ταῖς αἱμορραγίαις παχύςτε καὶ μέλας καὶ στρυφνός. ἐπὶ δὲ τοὺς τόπους αὐτοὺς ἐπιτιθέναι, γαστρὶ μὲν καὶ μήτρᾳ καὶ στομάχῳ καὶ θώρακι τὰ τονοῦν πεφυκότα. κεφαλῇ δὲ καὶ μετώπῳ καὶ ταῦτα καὶ τὰ ψύχοντα. καὶ ἐφ’ὧν ἐπιπολῆς καὶ κατὰ τοὺς μυκτῆρας φλεβῶν εἴη τις ἐρρωγυῖα, τῶν ἐπεχόντων φαρμάκων τὸ αἷμα ἐπιτιθέναι. λουτρὰ δὲ τοῖς μὲν εἰς τὴν γαστέρα ῥεύμασιν ἐπιτηδειότατα · τὰς δ’αἱμορραγίας δεινῶς παροξύνει. καὶ ὅσοι διὰ πλῆθος ἱδρώτων λειποθυμοῦσι, καὶ τούτοις ἐναντιώτατα, χρὴ γὰρ αὐτῶν στύφειντε καὶ ψύχειν, οὐ χαλᾷν τὸ δέρμα. καὶ τὸν οἶνον ψυχρὸν μάλιστα διδόναι τούτοις καὶ μηδὲν ὅλως προσφέρειν θερμόν. ἀλλὰ μη δὲ διαδεῖν τὰ κῶλα, μήδ’ἀναγκάζειν ἐμεῖν, μη δὲ κινεῖν ὅλως. καὶ πνευμάτων εἰσόδους ψυχόντων ἐπιτεχνᾶσθαι καὶ τὸν ἀέρα τοῦ οἴκου τρέπειν εἰς ψύχουσάντε καὶ στρυφνὴν ποιότητα, μυρσίναιςτε καὶ ἀμπέλων ἕλιξι καὶ ῥόδοις καταστρωννύντα το- τοὔδαφος · τούτων οὐδὲν χρήσιμον τοῖς εἰς τὴν γαστέρα ῥεύμασιν, αὔξεται γὰρ εἰς ὅσον ἂν πυκνωθῇ τὸ δέρμα. τοῖς μὲν οὖν ἐπὶ ταῖς κενώσεσιν ἐκλυομένοις οὕτω βοηθεῖν ἔν γε τῷ παραχρῆμα. τοῖς δ’ἐπὶ πλήθεσιν οὐκ ἔθ’ὁμοίως, ἀλλὰ τρίβειν ἐπὶ πλεῖστον ἐπ’ἐκείνων τὰ κῶλα καὶ θερμαίνειν καὶ διαδεῖν. οἴνου δὲ καὶ τροφῆς ἀπέχειν καὶ λουτρῶν, εἰ πυρέττοιεν · ἀρκεῖ δ’αὐτοῖς μελικράτουτε διδόναι πόμα ἢ θύμου ἢ ὀριγάνου ἢ γλήχωνος ἢ ὑσσώπου ἔχοντος ἐναφηψημένον. ἐπιτήδειον δὲ καὶ ὀξύμελι. καὶ τὰς ἐφ’ὑστέραις δὲ πεπονθυίαις ἐκλυομένας ὡσαύτως ἰᾶσθαι, πλὴν ὀξυμέλιτος, καὶ διαδεῖν καὶ τρίβειν σκέλη μᾶλλον ἢ χεῖρας. καὶ ὥσπερ ἐπ’ἐκκρίσει πολλῇ παρὰ τοὺς τιτθοὺς σικύας ἐπιτίθεμεν, οὕτως αἷς ἀνέσπασται καὶ παρέσπασται, βουβῶσίτε καὶ μηροῖς προσάξομεν. καὶ ταῖς μὲν ῥισὶν ὀσφραντὰ δυσωδέστατα, ταῖς δὲ μήτραις εὐώδη. καὶ τὰ χαλᾷν καὶ θερμαίνειν δυνάμενα φάρμακα προσοίσομεν. εἰ δ’ἄρρωστος ὁ στόμαχος εἴη καὶ ταύτῃ λειποθυμοῖεν, ἐπιπλάττειν μὲν τοῖς τονοῦν δυναμένοις, οἷα τάτε διὰ τῶν φοινίκων ἐστὶ καὶ οἴνου καὶ ἀλφίτων καὶ κρόκου καὶ ἀλόης καὶ μαστίχης · ἐπιβρέχειν δὲ τοῖς δι’ἀψινθίου καὶ μηλίνου καὶ μαστιχίνου καὶ νάρδου καὶ οἰνάνθης καὶ οἴνου. καὶ εἰ ἐκκαίοιντο, μιγνύναι τι καὶ τῶν ψυχόντων, οἷον τῆςτε κολοκύνθης τὸν χυλὸν καὶ τῆς θριδακίνης καὶ τῆς ἀνδράχνης καὶ τοῦ στρύχνου καὶ τῆς σέριος καὶ τοῦ ὄμφακος. οὗτος μέν γε οὐ ψύχει μόνον, ἀλλὰ καὶ στύφει. καὶ ψυχρὸν ὕδωρ τοῖς διακαιομένοις τὸν στόμαχον ὤνησε πολλάκις ἐν καιρῷ δοθὲν, ἄλλως δὲ μεγάλως βλάπτει. καὶ χρὴ μᾶλλον οἴνου θερμοῦ διδόναι τοῖς ἀρρώστοις τὸν στόμαχον, εἰ μηδὲν ἄλλο κωλύει · ὤνησε δὲ μεγάλως τοὺς τοιούτους στομάχους καὶ ἡ τῶν ἀκρωτηρίων τρίψις. εἰ δ’ἐπὶ τούτοις βελτίους μὴ γένοιντο, τοὺς μὲν ἐκκαιομένους ἐπὶ λουτρὸν ἄγειν τὴν ταχίστην. ὅσοι δὲ ψύξεώς τινος αἴσθησιν ἔχουσι, τοῦτε διὰ τριῶν πεπέρεων φαρμάκου καὶ αὐτοῦ τοῦ πεπέρεως μόνου καὶ ἀψινθίου πινόντων. ὅσοι δὲ μοχθηρῶν χυμῶν δακνόντων τὸ στόμα τῆς γαστρὸς ἐκλύονται, διδοὺς ὕδωρ θερμὸν ἢ ὑδρέλαιον ἐμεῖν κελεύειν. εἰ δὲ δυσεμεῖς εἶεν, θάλπειν χρὴ πρότερον αὐτάτε τὰ περὶ τὸν στόμαχον χωρία καὶ πόδας καὶ χεῖρας. εἰ δὲ μη δ’οὕτως δύναιντο, πτερὰ ἢ δακτύλους καθιέντας ἐρεθίζειν. εἰ δὲ μη δ’οὕτως, αὖθις αὐτοῖς ἔλαιον θερμὸν ὅτι κάλλιστον δοτέον. εἴωθε δὲ πολλάκις το- τοὔλαιον οὐκ εἰς ἔμετον μόνον ὁρμᾷν, ἀλλὰ καὶ τὴν γαστέρα λαπάττειν · ἔστι δὲ καὶ τοῦτο οὐ μικρὸν ἀγαθὸν τοῖς παροῦσιν. ὥστ’εἰ μὴ γένοιτο αὐτόματον, ἐπιτεχνᾶσθαι χρή · μάλιστα δὲ τοῖς προσθέτοις αὐτὸ πειρᾶσθαι δρᾷν · εἰ δὲ ῥᾷον ἐπὶ τοῖσδε γένοιτο, καὶ ἀψινθίου κόμην ἐναφέψων μελικράτῳ διδόναι πίνειν καὶ οἶνον ἐφεξῆς · καὶ παντοίως ῥωννύναι τὰ μόρια διάτε τῶν ἔξωθεν ἐπιτιθεμένων φαρμάκων καὶ τοῦ ἀψινθίου ταῖς πόσεσιν. οὐ μὴν κατ’ἀρχὰς κελεύω σε τοῦτο ποιεῖν οὕτως, ἀλλ’ὕστερον, ἡνίκα μὲν ἤδη καθαρὰ τὰ περὶ τὴν κοιλίαν ᾖ · περιεχομένων δ’ἔτι τῶν χυμῶν ἐν αὐτῇ μηδέπω στύφειν, ἀλλ’ἀρκεῖ θάλπειν μόνον, ὡς ἔμπροσθεν εἴρηται. φλέγματος δὲ πολλοῦ καὶ ψυχροῦ κατὰ τὸ στόμα τῆς γαστρὸς ἠθροισμένου, καταντλεῖν μὲν ἐπὶ πλεῖστον, ἐλαίῳ συνέψων ἀψίνθιον · ἐφεξῆς δὲ τοῦ μελικράτου διδόναι ἢ ὑσσώπου ἤ τι τῶν ὁμοίων ἀποβρέχων ὀξυμέλιτόςτε καὶ πεπέρεως καὶ τοῦ διὰ τριῶν πεπέρεων καὶ τοῦ διοσπολιτικοῦ φαρμάκου. καὶ τὸ σύμπαν σοι τῆς διαίτης κεφάλαιον τμητικὸν ἔστω. τὰς δ’ἐπὶ ταῖς ἰσχυραῖς ψύξεσιν ἐκλύσεις ὁμοίως τοῖς βουλίμοις ἰᾶσθαι, παντὶ τρόπῳ θερμαίνοντα. τόντε οὖν οἶνον αὐτοῖς διδόναι θερμῷ κεκραμένον καὶ τροφὰς τὰς θερμαίνειν πεφυκυίας, ἀνατρίβειντε καὶ θάλπειν παρὰ πυρί. τὰς δ’ἐπὶ θερμασίᾳ πλείονι γινομένας λειποθυμίας τοῖς ἐμψύχειντε καὶ τονοῦν δυναμένοις. ἐμπίπτου σι γὰρ αὗται μάλιστα τοῖς ἐν ἀέρι πνιγώδει καὶ βαλανείῳ χρονίσασι. ῥώσεις οὖν αὐτοὺς ἐν μὲν τῷ παραχρῆμα τότε ψυχρὸν ὕδωρ προσραίνων καὶ ῥιπίζων καὶ πρὸς ἄνεμον τρέπων καὶ τρίβων τὸ στόμα τῆς κοιλίας καὶ σπαράττων · ἐφεξῆς δ’ἤδη καὶ οἶνον διδοὺς καὶ τροφάς. τοὺς δὲ διὰ μέγεθος φλεγμονῆς ἢ καὶ κακοήθειαν σφοδροῦ πυρετοῦ λειποθυμοῦντας ἐν ταῖς εἰσβολαῖς καὶ καταψυχομένους τὰ κῶλα τρίβων ἰσχυρῶς καὶ θάλπων καὶ διαδῶν σκέλητε καὶ χεῖρας, ἐγρηγορέναιτε κελεύων καὶ σιτίου παντὸς ἀπέχεσθαι καὶ πόματος. ἄριστον δ’ἐπὶ τούτων προγνῶναι τὸ μέλλον ἔσεσθαι καὶ φθάνειν αὐτὰ πράξαντα πρὸ τοῦ παροξυσμοῦ. καὶ τοὺς διὰ ξηρότητα δὲ συγκοπτομένους ἐν ταῖς τῶν παροξυσμῶν ἀρχαῖς ἄριστον προγινώσκειν. εἰ γὰρ ὥραις που δύο ἢ τρισὶν ἔμπροσθεν πρὸ τοῦ παροξυσμοῦ θρέψαις, διακρατεῖσθαίτε πόδας καὶ χεῖρας κελεύσειας, οὐκ ἂν ἀπόλοιντο. εἶναι δὲ χρὴ τὰς τροφὰς εὐπέπτουςτε καὶ εὐστομάχους. εἰ δὲ καὶ σφοδρὸν τὸν κίνδυνον ὑπονοήσῃς ἔσεσθαι, φθάνειν οἴνου διδόναι καὶ μάλιστ’εἰς χόνδρον ἑφθὸν τὸν οἶνον ἐπιχέας προσφέρειν. εἰ δὲ καὶ ἄρτον ἀντὶ χόνδρου δοίης, ἶσον δύναται. μετρίας δὲ τῆς συγκοπῆς προσδοκωμένης οὐδὲν οἴνου δεῖ, ἀλλ’ἀρκεῖ τηνικαῦτα ῥοιῶν ἢ ἀπίων ἢ μήλων ἤ τινος ἄλλης ὀπώρας στυφούσης ταῖς τροφαῖς μιγνύναι. καὶ εἰ ἐπὶ τοῖσδε μετρίως τὸν παροξυσμὸν ἐνέγκοιεν, αὖθις τρέφοντας οὐκ ἀναγκαῖον ὀπώραις χρῆσθαι. ταῦτα μὲν πράττειν, εἰ προγνοίης τὸ μέλλον ἔσεσθαι. τοῖς δ’ἐξαίφνης εἰς τὸν κίνδυνον ἐμπίπτουσιν οἴνουτε διδόναι θερμοῦ καὶ ἄρτου καὶ χόνδρου σὺν αὐτῷ θερμοῦ παντελῶς ὀλίγον. εἰ γὰρ τούτοις πλεῖον δοίης ἢ δυσπεπτότερα σιτία τοῖς οὕτως ἔχουσιν, οὐ συγκοπήσονται μόνον, ἀλλὰ καὶ πνιγήσονται τελέως. τοῖς δὲ δι’ἔμφραξιν ἐπικαίρου μορίου λειποθυμοῦσιν ὀξύμελίτε διδόναι καὶ τὸ δι’ὑσσώπου καὶ ὀριγάνου καὶ γλήχωνος καὶ μέλιτος πόμα · καὶ τροφὰς τοῦ τμητικωτέρου τρόπου. τὰ γὰρ παχέα καὶ γλίσχρα μεγάλας ἐν τοῖς τοιούτοις ἐργάζεται βλάβας. ἀλλὰ καὶ τὰ κῶλα τρίβειντε καὶ διαδεῖν οὐδὲν χεῖρον. ἀγαθὸν δὲ καὶ τοῖς οὖρα κενοῦσι χρῆσθαι πόμασιν, οἷα τάτε δι’ἀνήθου καὶ μαράθρου καὶ σελίνου καὶ πετροσελίνου καὶ ἄμμεως καὶ δαύκου καὶ νάρδου στάχυος · ἐφ’οἷς φανερᾶς οὔσης ἤδη τῆς ὠφελείας οἴνῳ χρῆσθαι λευκῷ καὶ λεπτῷ μὴ πάνυ παλαιῷ. γνωριεῖς δὲ τὰς τοιαύτας ἐμφράξεις ταῖςτ’ἄλλαις ἀνωμαλίαις τῶν σφυγμῶν καὶ μάλισθ’ὅσαι κατὰ μέγεθόςτε καὶ μικρότητα καὶ σφοδρότητα καὶ ἀμυδρότητα γίνονται, μὴ παρούσης τῆς καλουμένης πληθωρικῆς συνδρομῆς. εἰσὶ γὰρ κα- κᾀκείνης κοιναί. γίγνονται δὲ καὶ διαλείποντες ἐπὶ ταῖς μεγάλαις τῶν τοιούτων διαθέσεων οἱ σφυγμοί. ταῦτα μὲν οὖν ἐπὶ πλέον ἐν τοῖς περὶ σφυγμῶν λέγεται. νυνὶ δὲ μεταβῶμεν ἐπὶ τὸν περὶ τῶν ὑπολοίπων ἐκλύσεων λόγον · οἷον ὅσαιτε διὰ ῥῆξιν ἀποστήματος ἢ τομὴν γίγνονται καὶ ὅσαι διὰ κένωσιν ἀθρόαν ἐν ὑδέροις. ἀπόχρη δὲ τούτοις ἐν μὲν τῷ παραυτίκα τοῖς ὀσφραντικοῖς ἀνακτήσασθαι · μικρὸν δ’ὕστερον ῥοφήμασιν εὐπέπτοις χρῆσθαι. εἰ δὲ διὰ λύπην ἢ χαρὰν ἢ φόβον ἢ θυμὸν ἢ ἔκπληξιν ἐκλυθεῖεν, ὀσφρητικοῖςτε καὶ ταῖς τῶν ῥινῶν καταλήψεσιν ἀνακτησάμενον ἐμεῖν ἀναγκάζειν. ὡσαύτως δὲ καὶ τοὺς ἐπὶ τραύμασιν ἢ καθάρσεσιν ἢ ἀλγήμασι τοῖς κατὰ τὰ ἄρθρα καὶ νεῦρα καὶ τῶν μυῶν τοὺς τένοντας ἔν γε τῷ παραχρῆμα δεῖ ἀνακτᾶσθαι · μετὰ δὲ ταῦτα τὴν προσήκουσαν ποιεῖσθαι τοῦ παθήματος θεραπείαν. αἱ δ’ἐπὶ τοῖς κωλικοῖς πάθεσιν ἢ τοῖς εἰλεοῖς ἤ τινι τῶν οὕτω μεγάλας ἐπιφερόντων ὀδύνας ἑπόμεναι λειποθυμίαι ταῖςτε τῶν πεπονθότων μορίων ἀλέαις μάλιστα καθίστανται καὶ ταῖς τῶν ἄκρων τρίψεσιν. τὰς δὲ δι’ἀρρωστίαν οἰκείαν τῶν διοικουσῶν τὸ σῶμα δυνάμεων ἐκλύσεις ἐπὶ δυσκρασίᾳ τῶν μορίων ἐκείνων γιγνομένας, ὅθεν αἱ δυνάμεις ὁρμῶνται, ταῖς ἐναντίαις δυσκρασίαις ἰᾶσθαι προσήκει, θερμαίνοντας μὲν τὰς ψυχρὰς, ψύχοντας δὲ τὰς θερμὰς, ἐπίτε τῶν ἄλλων ἀνάλογον. ἡ μὲν οὖν ζωτικὴ καλουμένη δύναμις, ἣν ἐκ καρδίας ὁρμωμένην ἐδείξαμεν, ἐκ τῶν ἀμυδρῶν σφυγμῶν γνωρίζεται. ἡ δ’ἐξ ἥπατος μὲν ὁρμωμένη, θρεπτικὴ δ’ὀνομαζομένη, ταῖς αἱματώδεσι διαχωρήσεσι κατ’ἀρχὰς μὲν ὑδατώδεσίτε καὶ λεπταῖς γιγνομέναις, ὕστερον δὲ παχείαις, οἵαπερ ἡ ἀμοργή. τὴν δ’ἀπ’ἐγκεφάλου μὲν ὁρμωμένην δύναμιν ἐξαιρέτως δ’ὑπό τινων ὀνομαζομένην ψυχικὴν, τῇ ἐπὶ τὰς προαιρετικὰς κινήσεις ἀρρωστίᾳ γνωρίζομεν. ἀλλὰ περὶ μὲν τῶν τοιούτων διαθέσεων ἰδίᾳ σοι γράψομεν ἐν ἑτέρῳ γράμματι, πάμπολλα γάρ ἐστιν ἐν αὐτοῖς παρορώμενα τοῖς ἰατροῖς.
ἐπεὶ δὲ τὸν περὶ τῶν συμπτωμάτων λόγον πεποιήμεθα μέχρι δεῦρο, πάλιν ἐπάνιμεν πρὸς τὰ ἐξ ἀρχῆς ἕνα κοινὸν ἐπὶ πάντων ἔχοντες σκοπὸν, ἐπισκέπτεσθαι τὴν ἐργαζομένην ἕκαστον αὐτῶν αἰτίαν · αὗται γὰρ ἐνδείξονταί σοι τὴν προσήκουσαν ἴασιν. οἷον εἴ τις ἀλγοίη τὴν κεφαλὴν, εἰ μὲν ἀσώδης εἴη καὶ καρδιώττοι, κελεύειν ἐμεῖν, ἐμεῖται γὰρ ἢ χολὴν ἢ φλέγμα ἢ ἄμφω. μηδενὸς δ’ἐπισήμου κατὰ τὴν γαστέρα παθήματος ὑποφαινομένου σκοπεῖσθαι, πότερον πλῆθός ἐστιν ἢ ἔμφραξις ἢ φλεγμονή τινος τῶν ἐν τῇ κεφαλῇ μορίων · εὑρήσεις δὲ πρῶτον μὲν, εἰ δι’ὅλης αὐτῆς ἐκτέταται τὸ ἄλγημα πυνθανόμενος, εἰ κατά τινα τῶν μορίων ἐρείδει σφοδρότερον. ἔπειτα δὲ πότερον μετὰ βάρους ἢ τάσεως ἢ δήξεως ἢ σφυγμοῦ. τὰ γὰρ μετὰ βάρους ἀλγήματα πλῆθος δηλοῖ · τὰ δὲ μετὰ δήξεως ἢ ἀτμῶν ἢ χυμῶν δριμύτητα · τὰ δὲ μετὰ σφυγμοῦ φλεγμονήν · τὰ δὲ μετὰ τάσεως, εἰ μὲν ἄνευ βάρους καὶ σφυγμοῦ καὶ πνεύματος ἀπέπτου καὶ φυσώδους, πλῆθος · εἰ δὲ μετὰ σφυγμοῦ, καὶ φλεγμονὴν ὑμενώδους σώματος · εἰ δὲ μετὰ βάρους, πλῆθος ἐντὸς τῶν ὑμένων ἐνισχόμενον. ὅταν οὖν παντάπασι ταῦτα διορισθείη, τὴν ἐργαζομένην ἕκαστον αὐτῶν αἰτίαν σκοπεῖν χρή. ἐκείνη γὰρ ἐνδείξεταί σοι τὴν θεραπείαν · οἷον εἰ πλῆθος εἴη περιεχόμενον ἀτμῶν ἢ χυμῶν, ἐπισκοπεῖσθαι, πότερον διὰ μέγεθος πυρετῶν οἱ χυμοὶ χυθέντεςτε καὶ οἱονεὶ ζέσαντες ἐπὶ τὴν κεφαλὴν ὥρμησαν, ἢ διὰ τὴν τοῦ μέρους ἀρρωστίαν ἢ διὰ τὴν ἐν παντὶ τῷ σώματι πλησμονήν · ταύτην μὲν γὰρ οὐκ ἂν χαλεπῶς ἰάσαιο ταῖς τοῦ ὅλου κενώσεσι. τὴν δ’ἐπ’ἀσθενείᾳ τοῦ μορίου τὸ μέν τι πάντῃ τοῦ σώματος ἀντισπῶν, τὸ δέ τι ταῖς τοῦ μέρους ἰάσεσιν. ἀντισπάσεις μὲν οὖν κλύσμασίτε δριμέσι καὶ δεσμοῖς καὶ τρίψεσι τῶν κάτω πολλαῖς, καὶ ἢν οὕτω δέῃ, καὶ τοῦ αἵματος ἀπάγων τί. τὸ δὲ μόριον ἐξιάσῃ, καθ’ὃν μὲν καιρὸν ἀντισπᾷς εἰς τὸ ὅλον σῶμα, ταῖς ἀπωθεῖσθαί τι τῆς κεφαλῆς δυναμέναις ἐπιβροχαῖς · μετὰ δὲ ταῦτα ταῖς κενούσαις · εἰς ὕστερον δὲ ταῖς τονούσαις. ἀπωθεῖται μὲν οὖν ἔλαιον τὸ καλούμενον ὠμοτριβὲς ἢ ἄλλο τι τῶν τοιούτων παραπλήσιον, οἷον ὀξυρόδινόντε καὶ ῥόδινον αὐτὸ καθ’αὑτὸ, καὶ ὅσα διὰ τῶν τοῦ μήκωνος κωδιῶν καὶ θαλλῶν ἐλαίας τῶν ἁπαλῶν καὶ κιττοῦ τῶν κορύμβων ἡδυόσμουτε τοῦ χλωροῦ καὶ σισυμβρίου σκευάζεται · χρῆσθαι δ’αὐτοῖς ἐπὶ μὲν ὠμοτέρουτε καὶ ψυχροτέρου πλήθους χλιαροῖς · ἐπὶ δὲ θερμοτέρου καὶ χολωδεστέρου ψυχροῖς. κενοῖ δὲ καὶ διαφορεῖ τὸ θερμὸν ἔλαιον αὐτότε καθ’αὑτὸ καὶ μᾶλλον εἰ παλαιὸν ἢ σικυώνιον εἴη ἢ καὶ ἄνηθον ἐναφηψημένον ἔχοι · τὸ γὰρ μὴ πάνυ παχείων μήτε γλίσχρων χυμῶν πλῆθος ἱκανῶς διὰ τῶν τοιούτων κενώσεις · ἀλλὰ καὶ ἢν σπονδύλιον ἢ ἕρπυλλον ἐναφέψοις ἢ γλήχωνος κόμην ἢ καλαμίνθης ἢ ἡδυόσμουτε καὶ σισυμβρίου, κενώσεις οὕτω καὶ τὸ παχύτερον. αὐτὰ δὲ ταῦτα καὶ τόνον τινὰ δίδωσι τοῖς μορίοις καὶ ῥώννυσι τὰ ἠσθενηκότα. χρηστέον οὖν αὐτοῖς ἐφεξῆς, μέχρι παντελοῦς ἰάσεως. καὶ εἰ δεήσειε, διάτε ῥινῶν καὶ ὑπερώας καθαίρειν καὶ πταρμοὺς κινεῖν. καὶ ἢν ἐπὶ λουτρὸν ἀγάγῃς τὸν ἄνθρωπον, ἀνατρίβειντε ξηραῖς σινδόσι τὴν κεφαλὴν καὶ χωρὶς ἐλαίου διαπλάττειν, ἁλίτε καὶ νίτρῳ καὶ νάπυϊ. ταῦτα μὲν δὴ τῆς ἐπ’ἀρρωστίας τοῦ μορίου κεφαλαλγίας ἰάματα. τῆς δ’ἐπὶ μεγέθους πυρετῶν, τῆς μὲν ἰαμάτων δεομένης, αἱ ψυχραὶ ποιότητες καὶ δυνάμεις δι’ὑδρελαίουτε καὶ ὀξυροδίνου καὶ μήκωνος κωδιῶν ἐπιβροχαὶ συγκείμεναι ἁρμόζουσι. τῆς δὲ κρίσιμον αἱμορραγίαν ἢ ἔμετον δηλούσης ἰάματα μὲν οὐ χρὴ ζητεῖν · οὐ δὲ γὰρ σύμπτωμά τι τήν γε τοιαύτην νομιστέον, ἀλλὰ μᾶλλον ἀγαθὸν σημεῖον, ὥσπερ καὶ τα- τἄλλα τὰ πρὸ τῶν κρίσεων ἃ τοὺς μὲν πολλοὺς ἐκφοβεῖ, χρηστὸν δέ τι δηλοῖ. κάλλιστον δὲ δύνασθαι γνωρίζειν σῶμα ταραττόμενον ὑπὸ φύσεως παρασκευαζομένης ἐπίτε τὰς ἄλλας ἐκκρίσεις καὶ οὐχ ἥκιστα τὰς δι’ἐμέτωντε καὶ αἱμορραγίας, ὧν ἀχώριστόν ἐστι σημεῖον ἡ κεφαλαλγία. λέγεται δ’ἐπὶ πλέον μὲν ἑτέρωθι πάντα. τὸ δὲ νῦν εἰδέναι, καθ’ὅσον ἐγχωρεῖ τὴν ἐξ ἀρχῆς φυλάττοντα προαίρεσιν διὰ συντόμων εἰπεῖν, τὶ περὶ αὐτῶν εἰρήσεται. σκεπτέον οὖν πρῶτον μὲν τὸ τῶν πυρετῶν εἶδος, εἰ θερμοὶ καὶ διακαεῖς. ἐκκρίσεσι γὰρ οἱ τοιοῦτοι φιλοῦσι κρίνεσθαι · καθάπερ οἱ μαλακώτεροίτε καὶ οἷον σμυχόμενοι χρονίζουσίτε καὶ εἰς ἀποστάσεις ὁρμῶσι τὰ πολλά. δεύτερον δὲ, εἰ σωτήριόν ἐστι τὸ νόσημα, τίς γὰρ ἀγαθὴ κρίσις ἐν τῷ ὀλεθρίῳ νοσήματι ἐλπισθείη; τρίτον ἐπὶ τοῖσδε τὸν καιρὸν τῆς ὅλης νόσου σκοπεῖν. εἰ γὰρ ἀρχῆς ἢ ἐπιδόσεως ἐστι σημεῖον μηδέπω δ’ἀκμῆς μη δὲ πέψεως γνωρίσματα δι’οὔρων ἢ πτυσμάτων ἢ ἀποπατημάτων, οὐκ ἐνδέχεται κρίσιν ἀγαθὴν γενέσθαι. ταῦτα μέν ἐστιν ἐξ ὧν ἄν τις ἐλπίσειε δι’ἐκκρίσεως κριθήσεσθαι τὸ νόσημα. τοῦ δὲ νῦν ἤδη καὶ μηκέτι μέλλοντος σημεῖα τάδε · δυσφορία προηγεῖται κρίσεως ἁπάσης · καὶ εἰ μὲν ἐν ἡμέρᾳ μέλλοι κριθήσεσθαι τὸ νόσημα, νύκτωρ · εἰ δ’ἐν νυκτὶ, δι’ἡμέρας. εἰ οὖν τοιοῦτόν τι βλέποις, ἐπισκοπεῖσθαι δεῖ πόσην ἄγει τὴν ἀπὸ τοῦ νοσεῖν ἡμέραν ὁ ἄνθρωπος. εἰσὶ γὰρ καὶ αἳ κρίνειν πεφύκασι κα- κᾂν βραχείας ὁρμῆς τῆς φύσεως λάβωνται. πολλοὶ δ’ἐν μὲν ταῖς σφοδραῖς κινήσεσιν ὅλως οὐ δύνανται τὸ μέγεθος συνορᾷν τῆς ταραχῆς, εἰ κατὰ τὴν φύσιν ἐστὶ τῆς ἡμέρας. ἡ μὲν γὰρ ἑβδόμη ἡμέρα καὶ κατὰ τὰς βραχείας παρασκευὰς τῆς φύσεως ἐξορμᾷ πρὸς τὴν διὰ κενώσεως κρίσιν. ἡ δ’ἕκτη μεγάληςτε δεῖται τῆς παρασκευῆς καὶ πολλάκις μὲν οὐ δ’ἔκρινεν. εἰ δέ γε ἔκρινεν, οὔτε χωρὶς κινδύνου οὔτε πιστῶς. οὕτω δὲ καὶ τῶν ἄλλων ἡμερῶν ἑκάστης ἐστί τις ἴδιος φύσις, ἣν ἐν τοῖς περὶ κρισίμων διοριζόμεθα. φέρε δὴ καὶ τὴν ἡμέραν εἶναι κατὰ τὸ τῆς ταραχῆς μέγεθος. εἶτ’ἐφεξῆς σκοπεῖν, ὁποία τις ἡ κρίσις ἔσται · περὶ μὲν οὖν τῶν ἄλλων οὐδὲν δεόμεθα λέγειν νῦν. εἰ δ’ἔμετος ἢ αἵματος ἔκκρισις διὰ ῥινῶν ἔσεσθαι μέλλοι, ταύταις γὰρ ἐλέγομεν ταῖς ἐκκρίσεσιν ἕν τι τῶν σημείων εἶναι τὴν κεφαλαλγίαν, ἐκ τῶνδε μάλιστα διορίζεσθαι · πρῶτον μὲν εἰ μὴ κατ’ἀρχὰς εὐθὺς εἰσέβαλεν οἷον σύμπτωμά τι τοῦ νοσήματος, ἀλλ’ἐν τῇ πρὸ τῆς κρίσεως ταραχῇ. δεύτερον δ’εἰ καὶ ὁ τράχηλος συναλγοίη καὶ ὑποχόνδριον ἀνασπώμενον εἴη καὶ εἰ δύσπνοιά τις αἰφνίδιος, οἱονεὶ στενοχωρουμένου τοῦ θώρακος. εἰ γὰρ ἐπὶ τούτοις ἅπασιν ἐξαίφνης ὀγκούμενοι οἱ σφυγμοὶ μὴ καταπίπτοιεν εἰς μικρότητα μη δ’ἀμυδροὶ γίγνοιντο, παραχρῆμα τὴν κρίσιν ἐλπίζειν · εἰ δὲ πρὸς τῷ μὴ καταπίπτειν εἰς ὕψος ἀρθεῖεν καὶ σφοδρότητα προσλάβοιεν, ἐπιβλέπειν ἤδη χρὴ τὸ πρόσωπον τοῦ νοσοῦντος · εἰ γὰρ καὶ πάλλοιτό τι τῶν ἐν αὐτῷ μορίων ἢ σφύζοιεν αἱ ἐν τοῖς κροτάφοις φλέβες ἢ μῆλον ἢ ῥὶς ἢ ὀφθαλμὸς ἐρυθρότερα γίγνοιντο, τὴν κρίσιν μᾶλλον ἐλπίζειν. εἰ δὲ καὶ δακρύουσιν ἄκοντες ἢ μαρμαρυγὰς ὁρᾷν φαντάζοιντο καὶ τὰς χεῖρας ἐπὶ τὰς ῥῖνας φέροιεν ὡς κνώμενοι, τηνικαῦτα μὲν οὐκέτι μέλλον, ἀλλ’ἤδη ῥέον ὄψει τὸ αἷμα. κνησαμένων γὰρ αὐτῶν ἅπαξ που καὶ δὶς εὐθὺς ἐκρήγνυται. μὴ καταπλαγῇς δ’ἐν τούτοις, ἢν παραφρονοῦντα τὸν ἄνθρωπον καὶ ἀναπηδῶντα θεάσαιο. καὶ γὰρ καὶ ταῦτα τῆς ἄνω φορᾶς τῶν χυμῶν γνωρίσματα. καθάπερ ἥτε δύσπνοια καὶ τὸ ὑποχόνδριον ἀνασπώμενον, ὅτε τράχηλος ἅμα τῇ κεφαλῇ βαρυνόμενος · ἀλλά σοι σὺν τούτοις ἕν τι σημεῖον ἔστω καὶ ἡ παραφροσύνη. καὶ ταῦτα μὲν οὖν ἱκανὰ γνωρίσματα. προσέρχεται δ’αὐτοῖς πολλάκις ἥτε τοῦ νοσοῦντος ἡλικίατε καὶ φύσις βεβαιοῦσα τὴν ἐλπίδα καὶ προσέτι τοῦ ἔτους ὁ καιρὸς, ἥτε παροῦσα κατάστασις. εἰ γὰρ μειράκιον εἴη τὸ νοσοῦν ἢ ἄλλως φύσει θερμὸν ἢ πολύαιμον, ἔτι μᾶλλον ἐλπίσεις. εἰ δὲ καὶ πρόσθεν αὐτῷ πολλάκις αἷμα διὰ ῥινῶν ἐπεφάνη, νοσοῦντίτε καὶ ὑγιαίνοντι, τοῦτο μὲν καὶ μόνον ἱκανὸν αἱμορραγίας ἐλπίδα παρασχεῖν. εἰ δὲ καὶ τὸν καιρὸν τοῦ ἔτους ὁρῴης θέρος, ἢ οὐ θέρος μὲν, ἄλλως δὲ θερμὴν τὴν παροῦσαν κατάστασιν, ἆρ’οὐκ ἄν τινα καὶ παρὰ τούτων ἔνδειξιν λάβοις; εἰ δὲ καὶ πολλοὶ κατ’ἐκεῖνον τὸν καιρὸν αἱμορραγίας εἶεν κεκριμένοι, καὶ τοῦτ’ἂν αὐξήσειέ σου τὴν ἐλπίδα, καὶ εἰ πληθωρικὸν εἴη τὸ σῶμα καὶ εἰ συνηθῶν ἐκκρίσεων ἐπίσχεσις. ἐμοὶ μὲν οὐ δ’ὅλως χαλεπὸν εἶναι δοκεῖ, τοσαῦτα καὶ τοιαῦτα γνωρίσματα μελλούσης αἱμορραγίας ἔχοντα δύνασθαι προγινώσκειν, ἀλλ’ἄτοπόντε καὶ δεινῶς ἀμαθὲς τὸ μὴ προγνῶναι. τῇ δ’ὀλιγωρίᾳ τῶν νῦν ἰατρῶν θαυμάζεται τὰ μὴ θαυμαστά. καὶ γὰρ εἴτ’ἐξ ἀριστεροῦ μυκτῆρος εἴτ’ἐκ δεξιοῦ ῥυήσεται τὸ αἷμα, χαλεπὸν μὲν οὐδὲν ἐκ τῶν εἰρημένων προγινώσκειν, τοῖς πολλοῖς δὲ τῶν ἰατρῶν οὐ μόνον χαλεπὸν, ἀλλ’οὐ δὲ δυνατὸν ὅλως εἶναι δοκεῖ · καί τοι καὶ ταύτας καὶ τὰς ἄλλας ἐκκρίσεις ἁπάσας ἔνεστι προγνῶναι, δύο ταῦτα σκοπουμένῳ · τότε ὅθεν ἡ ὁρμὴ τῆς φύσεως καὶ τὸ ποῦ. καὶ γὰρ συνεργήσομεν ταῖς ἐλλείψεσι καὶ κωλύσομεν τὰς ἀμέτρους γινομένας φορὰς, εἰ ταῦτα γινώσκοιμεν · οἷον αὐτίκα τὰς ἀπὸ σπληνὸς αἱμορραγίας αἱ κατὰ τὸ ἀκρι βέστερον ὑποχόνδριον ὑποτιθέμεναι μεγάλαι σικύαι ῥᾳδίως ἀντισπῶσι, τὰς δ’ἀπὸ τοῦ ἥπατος αἱ κατὰ τὸ δεξιόν. κα- κᾀπὶ τῶν ἄλλων ὁ αὐτὸς λόγος. ἐξ ἑνὸς γὰρ περὶ πάντων δυνήσῃ συλλογίζεσθαι τό γε καθόλου σκοπούμενος. ὥστε κα- κᾀγὼ τῇδε καταπαύσω τὸν παρόντα λόγον. ἐφεξῆς δὲ περίτε τῶν ἐπὶ ταῖς φλεγμοναῖς ἀναπτομένων πυρετῶν δίειμί σοι καὶ τῶν ἄλλων παθῶν, ὅσα καθ’ἕκαστον τῶν τοῦ σώματος μορίων συνίσταται. φλεγμονὰς δ’οἱ μὲν παλαιοὶ τὰς οἷον φλογώσεις ὠνόμαζον · οἱ δὲ νεώτεροι οὐ πάσας · οὔτε γὰρ τὸν ἕρπητα οὔτε τὸ ἐρυσίπελας οὔτ’ἄλλο οὐδὲν τῶν τοιούτων ταῖς φλεγμοναῖς συναριθμοῦσιν, ἀλλ’ἑνὶ μόνῳ τῶν θερμῶν παθημάτων ἐπιφέρουσι τοῦτο τὸ ὄνομα, τὸ μετ’οἰδήματος σκληροῦ καὶ ὀδύνης σφυγματώδους. οὐ μὴν τούτῳ γε μόνῳ πυρετοὺς καὶ πόνους ἑπομένους ὁρῶμεν, ἀλλ’ἅπασιν ἁπλῶς τοῖς θερμοῖς καὶ οἷον ζέουσι πάθεσι. περίτε οὖν τούτων καὶ τῶν ἄλλων ὅσα τοιαῦτα νοσήματα τὸν ἑξῆς ποιησόμεθα λόγον.