Theognis

Elegies, 2

1231
σχέτλι’Ἔρως, μανίαι σ’ἐτιθηνήσαντο λαβοῦσαι ·
1232
ἐκ σέθεν ὤλετο μὲν Ἰλίου ἀκρόπολις,
1233
ὤλετο δ’Αἰγείδης Θησεὺς μέγας, ὤλετο δ’Αἴας
1234
ἐσθλὸς Ὀϊλιάδης σῇσιν ἀτασθαλίῃς.
1235
παῖ, ἄκουσον ἐμεῦ δαμάσας φρένας · οὔτοι ἀπειθῆ
1236
μῦθον ἐρῶ τῇ σῇ καρδίῃ οὐ δ’ἄχαριν ·
1237
ἀλλὰ τλῆθι νόῳ συνιεῖν ἔπος · οὔτοι ἀνάγκη
1238
τοῦθ’ἕρδειν ὅτι σοι μὴ καταθύμιον .
1238A
μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
1238B
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος ·
1239
πολλάκι τοι παρ’ἐμοὶ κατὰ σοῦ λέξουσι μάταια
1240
καὶ παρὰ σοὶ κατ’ἐμοῦ · τῶν δὲ σὺ μὴ ξύνιε.
1241
χαιρήσεις τῇ πρόσθε παροιχομένῃ φιλότητι,
1242
τῆς δὲ παρερχομένης οὐκέτ’ἔσῃ ταμίης.
1243
δὴν δὴ καὶ φίλοι εἶμεν · ἔπειτ’ἄλλοισιν ὁμίλει
1244
ἦθος ἔχων δόλιον πίστιος ἀντίτυπον.
1245
οὔποθ’ὕδωρ καὶ πῦρ συμμείξεται, οὐ δέ ποθ’ἡμεῖς
1246
πιστοὶ ἐπ’ἀλλήλοις καὶ φίλοι ἐσσόμεθα.
1247
φρόντισον ἔχθος ἐμὸν καὶ ὑπέρβασιν, ἴσθι δὲ θυμῷ
1248
ὥς σ’ἐφ’ἁμαρτωλῇ τείσομαι ὡς δύναμαι.
1249
παῖ, σὺ μὲν αὔτως ἵππῳ, ἐπεὶ σκιρτῶν ἐκορέσθης
1250
αὖθις ἐπὶ σταθμοὺς ἤλυθες ἡμετέρους
1251
ἡνίοχόντε ποθῶν ἀγαθὸν λειμῶνατε καλὸν
1252
κρήνηντε ψυχρὴν ἄλσεάτε σκιερά.
1253
ὄλβιος, παῖδέςτε φίλοι καὶ μώνυχες ἵπποι
1254
θηρευταίτε κύνες καὶ ξένοι ἀλλοδαποί.
1255
ὅστις μὴ παῖδάςτε φιλεῖ καὶ μώνυχας ἵππους
1256
καὶ κύνας, οὔποτέ οἱ θυμὸς ἐν εὐφροσύνῃ ·
1257
παῖ, κιγκαλιδεῦσι πολυπλάγκτοισιν ὁμοιοῖ
1258
ὀργήν, ἄλλοτε τοῖς, ἄλλοτε τοῖσι φίλος.
1259
παῖ, τὴν μορφὴν μὲν ἔφυς καλός, ἀλλ’ἐπίκειται
1260
καρτερὸς ἀγνοιῶν σῇ κεφαλῇ στέφανος ·
1261
ἰκτίνου γὰρ ἔχεις ἀγχιστρόφου ἐν φρεσὶν ἦθος
1262
ἄλλων ἀνθρώπων ῥήμασι πειθόμενος.
1263
παῖ, ὃς εὖ ἕρδοντι κακὴν ἀπέδωκας ἀμοιβήν,
1264
οὐ δέ τις ἀντ’ἀγαθῶν ἐστι χάρις παρὰ σοί,
1265
οὐδέν πώ μ’ὤνησας · ἐγὼ δέ σε πολλάκις ἤδη
1266
εὖ ἕρδων αἰδοῦς οὐδεμιῆς ἔτυχον.
1267
παῖςτε καὶ ἵππος ὁμοῖον ἔχει νόον · οὔτε γὰρ ἵππος
1268
ἡνίοχον κλαίει κείμενον ἐν κονίῃ,
1269
ἀλλὰ τὸν ὕστερον ἄνδρα φέρει κριθαῖσι κορεσθείς ·
1270
ὣς δ’αὔτως καὶ παῖς τὸν παρεόντα φιλεῖ.
1271
παῖ, μαργοσύνῃς ἀπὸ μὲν νόον ὤλεσας ἐσθλόν,
1272
αἰσχύνητε φίλοις ἡμετέροις ἐγένου ·
1273
ἄμμε δ’ἀνέψυξας μικρὸν χρόνον, ἐκ δὲ θυελλῶν
1274
ἦκά γ’ἐνωρμίσθην νυκτὸς ἐπειγομένης.
1275
ὡραῖος καὶ Ἔρως ἐπιτέλλεται, ἡνίκα περ γῆ
1276
ἄνθεσιν εἰαρινοῖς θάλλει ἀεξομένη ·
1277
τῆμος Ἔρως προλιπὼν Κύπρον, περικαλλέα νῆσον,
1278
εἶσιν ἐπ’ἀνθρώπους χάρμα φέρων κατὰ γῆν.
1278A
ὅστις σοι βούλευσεν ἐμεῦ πέρι, καί σ’ἐκέλευσεν
1278B
οἴχεσθαι προλιπόνθ’ἡμετέρην φιλίην […]
1278C
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς
1278D
ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον.
1279
οὐκ ἐθέλω σε κακῶς ἕρδειν, οὐ δ’εἴ μοι ἄμεινον
1280
πρὸς θεῶ ἀθανάτων ἔσσεται, καλὲ παῖ ·
1281
οὐ γὰρ ἁμαρτωλαῖσιν ἐπὶ σμικραῖσι κάθημαι,
1282
τῶν δὲ καλῶν παίδων οὐ τίσις οὐ δ’ἀδίκων.
1283
παῖ, μή μ’ἀδίκει ἔτι σοι καταθύμιος εἶναι
1284
βούλομ’ ἐπιφροσύνῃ τοῦτο συνεὶς ἀγαθῇ ·
1285
οὐ γάρ τοί με δόλῳ παρελεύσεαι οὐ δ’ἀπατήσεις ·
1286
νικήσας γὰρ ἔχεις τὸ πλέον ἐξοπίσω,
1287
ἀλλά σ’ἐγὼ τρώσω φεύγοντά με, ὥς ποτέ φασιν
1288
Ἰασίου κούρην ᾔθεον Ἱππομένην,
1289
ὡραίην περ ἐοῦσαν, ἀναινομένην γάμον ἀνδρῶν
1290
φεύγειν · ζωσαμένη δ’ἔργ’ἀτέλεστα τέλει,
1291
πατρὸς νοσφισθεῖσα δόμων, ξανθὴ Ἀταλάντη ·
1292
ᾤχετο δ’ὑψηλὰς ἐς κορυφὰς ὀρέων,
1293
φεύγουσ’ἱμερόεντα γάμον χρυσῆς Ἀφροδίτης
1294
δῶρα · τέλος δ’ἔγνω καὶ μάλ’ἀναινομένη.
1295
παῖ, μή με κακοῖσιν ἐν ἄλγεσι θυμὸν ὀρίνῃς
1296
μη δέ με σὴ φιλότης δώματα Περσεφόνης
1297
οἴχηται προφέρουσα · θεῶν δ’ἐποπίζεο μῆνιν
1298
βάξιντ’ἀνθρώπων ἤπια νωσάμενος.
1299
παῖ, μέχρι τίνος με προφεύξεαι; ὥς σε διώκων
1300
δίζημ’. ἀλλὰ τί μοι τέρμα γένοιτο κιχεῖν
1301
σῆς ὀργῆς. σὺ δὲ μάργον ἔχων καὶ ἀγήνορα θυμὸν
1302
φεύγεις, ἰκτίνου σχέτλιον ἦθος ἔχων.
1303
ἀλλ’ἐπίμεινον, ἐμοὶ δὲ δίδου χάριν. οὐκέτι δηρὸν
1304
ἕξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου.
1305
θυμῷ γνοὺς ὅτι παιδείας πολυηράτου ἄνθος
1306
ὠκύτερον σταδίου, τοῦτο συνεὶς χάλασον
1307
δεσμοῦ, μήποτε καὶ σὺ βιήσεαι, ὄβριμε παίδων,
1308
Κυπρογενοῦς δ’ἔργων ἀντιάσεις χαλεπῶν,
1309
ὥσπερ ἐγὼ νῦν ὧδ’ἐπὶ σοί. σὺ δὲ ταῦτα φύλαξαι,
1310
μη δέ σε νικήσῃ παῖδ’ἀδαῆ κακότης.
1311
οὔ μ’ἔλαθες κλέψας, παῖ · καὶ γάρ σε διῶμμαι.
1312
τούτοις οἷσπερ νῦν ἄρθμιος ἠδὲ φίλος
1313
ἔπλευ, ἐμὴν δὲ μεθῆκας ἀτίμητον φιλότητα
1314
οὐ μὲν δὴ τούτοις γ’ἦσθα φίλος πρότερον,
1315
ἀλλ’ἐγὼ ἐκ πάντων σ’ἐδόκουν θήσεσθαι ἑταῖρον
1316
πιστόν · καὶ δὴ νῦν ἄλλον ἔχοισθα φίλον.
1317
ἀλλ’ μὲν εὖ ἕρδων κεῖμαι · σὲ δὲ μήτις ἁπάντων
1318
ἀνθρώπων ἐσορῶν παιδοφιλεῖν ἐθέλοι.
1318A
ὤιμοι ἐγὼ δειλός · καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς
1318B
τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.
1319
παῖ, ἐπεί τοι δῶκε θεὰ χάριν ἱμερόεσσαν
1320
Κύπρις, σὸν δ’εἶδος πᾶσι νέοισι μέλει,
1321
τῶνδ’ἐπάκουσον ἐπῶν καὶ ἐμὴν χάριν ἔνθεο θυμῷ,
1322
γνοὺς ἔρον ὡς χαλεπὸς γίνεται ἀνδρὶ φέρειν.
1323
Κυπρογένη, παῦσόν με πόνων, σκέδασον δὲ μερίμνας
1324
θυμοβόρους, στρέψον δ’αὖθις ἐς εὐφροσύνας,
1325
μερμήρας δ’ἀπόπαυε κακάς, δὸς δ’εὔφρονι θυμῷ
1326
μέτρ’ἥβης τελέσαντ’ἔργματα σωφροσύνης.
1327
παῖ, ἕως ἂν ἔχῃς λείαν γένυν, οὔποτε σαίνων
1328
παύσομαι, οὐ δ’εἴ μοι μόρσιμόν ἐστι θανεῖν.
1329
σοίτε διδόντι τι καλὸν ἐμοίτ’οὐκ αἰσχρὸν ἐρῶντι
1330
αἰτεῖν. ἀλλὰ γονέων λίσσομαι ἡμετέρων,
1331
αἴδεό μ’, παῖ καλὲ, διδοὺς χάριν, εἴ ποτε καὶ σὺ
1332
ἥξεις Κυπρογενοῦς δῶρον ἰοστεφάνου
1333
χρηΐζων, καὶ ἐπ’ἄλλον ἐλεύσεαι, ἀλλά σε δαίμων
1334
δοίη τῶν αὐτῶν ἀντιτυχεῖν ἐπέων.
1335
ὄλβιος, ὅστις ἐρῶν γυμνάζεται οἴκαδε δ’ἐλθὼν
1336
εὕδει σὺν καλῷ παιδὶ πανημέριος.
1337
οὐκέτ’ἐρῶ παιδός, χαλεπὰς δ’ἀπελάκτισ’ἀνίας,
1338
μόχθουςτ’ἀργαλέους ἄσμενος ἐξέφυγον,
1339
ἐκλέλυμαι δὲ πόθου πρὸς ἐϋστεφάνου Κυθερείης ·
1340
σοὶ δ’, παῖ, χάρις ἔστ’οὐδεμία πρὸς ἐμοῦ.
1341
αἰαῖ, παιδὸς ἐρῶ ἁπαλόχροος, ὅς με φίλοισιν
1342
πᾶσι μάλ’ἐκφαίνει κοὐκ ἐθέλοντος ἐμοῦ.
1343
τλήσομαι οὐ κρύψας ἀεκούσια πολλὰ βίαια ·
1344
οὐ γὰρ ἐπ’αἰκελίῳ παιδὶ δαμεὶς ἐφάνην.
1345
παιδοφιλεῖν δέ τι τερπνόν, ἐπεί ποτε καὶ Γανυμήδους
1346
ἠράσατο Κρονίδης ἀθανάτων βασιλεύς,
1347
ἁρπάξας δ’ἐς Ὄλυμπον ἀνήγαγε, καί μιν ἔθηκε
1348
δαίμονα παιδείης ἄνθος ἔχοντ’ἐρατόν.
1349
οὕτω μὴ θαύμαζε, Σιμωνίδη, οὕνεκα κἀγὼ
1350
ἐξεφάνην καλοῦ παιδὸς ἔρωτι δαμείς.
1351
παῖ, μὴ κώμαζε, γέροντι δὲ πείθεο μύθῳ ·
1352
οὔτοι κωμάζειν σύμφορον ἀνδρὶ νέῳ.
1353
πικρὸς καὶ γλυκύς ἐστι καὶ ἁρπαλέος καὶ ἀπηνής,
1354
ὄφρα τέλειος ἔῃ, Κύρνε, νέοισιν ἔρως.
1355
ἢν γάρ τις τελέσῃ, γλυκὺ γίνεται · ἢν δὲ διώκων
1356
μὴ τελέσῃ, πάντων τοῦτ’ἀνιηρότατον.
1357
αἰεὶ παιδοφίλῃσιν ἐπὶ ζυγὸν αὐχένι κεῖται
1358
δύσλοφον, ἀργαλέον μνῆμα φιλοξενίης.
1359
χρὴ γάρ τοι περὶ παῖδα πονούμενον εἰς φιλότητα
1360
ὥσπερ κληματίνῳ χεῖρα πυρὶ προσάγειν.
1361
ναῦς πέτρῃ προσέκυρσας ἐμῆς φιλότητος ἁμαρτών,
1362
παῖ, καὶ σαπροῦ πείσματος ἀντελάβου.
1363
οὐδαμά σ’οὐ δ’ἀπεὼν δηλήσομαι, οὐ δέ με πείσει
1364
οὐδεὶς ἀνθρώπων ὡς σύ με μή σε φιλεῖν.
1365
παίδων κάλλιστε καὶ ἱμεροέστατε πάντων,
1366
στῆθ’αὐτοῦ καί μου παῦρ’ἐπάκουσον ἔπη ·
1367
παιδός τοι χάρις ἐστί, γυναικὶ δὲ πίστις ἑταίρῃ
1368
οὐδεμί’, ἀλλ’αἰεὶ τὸν παρεόντα φιλεῖ.
1369
παιδὸς ἔρως καλὸς μὲν ἔχειν, καλὸς δ’ἀποθέσθαι ·
1370
πολλὸν δ’εὑρέσθαι ῥῄτερον τελέσαι.
1371
μυρία δ’ἐξ αὐτοῦ κρέμαται κακά, μυρία δ’ἐσθλά ·
1372
ἀλλὰ ταλαντείῃ καί τις ἔνεστι χάρις.
1373
οὐδαμά πω κατέμεινας ἐμὴν χάριν, ἀλλ’ὑπὸ πᾶσαν
1374
αἰεὶ σπουδαίως ἔρχεαι ἀγγελίην.
1375
ὄλβιος, ὅστις παιδὸς ἐρῶν οὐκ οἶδε θάλασσαν,
1376
οὐ δέ οἱ ἐν πόντῳ νὺξ ἐπιοῦσα μέλει.
1377
καλὸς ἐὼν κακότητι φρενῶν δειλοῖσιν ὁμιλεῖς
1378
ἀνδράσι, καὶ διὰ τοῦτ’αἰσχρὸν ὄνειδος ἔχεις,
1379
παῖ · ἐγὼ δ’ἀέκων τῆς σῆς φιλότητος ἁμαρτὼν
1380
ὠνήμην ἕρδων οἷάτ’ἐλεύθερος ὤν.
1381
ἄνθρωφ’, οἵ σ’ἐδόκουν χρυσῆς παρὰ δῶρον ἔχοντα
1382
ἐλθεῖν Κυπρογενοῦς […]
1383
[…] δῶρον ἰοστεφάνου
1384
γίνεται ἀνθρώποισιν ἔχειν χαλεπώτατον ἄχθος,
1385
ἂν μὴ Κυπρογενὴς δῷ λύσιν ἐκ χαλεπῶν.
1386
Κυπρογενὲς Κυθέρεια δολοπλόκε, σοί τι περισσὸν
1387
Ζεὺς τόδε τιμήσας δῶρον ἔδωκεν ἔχειν ·
1388
δαμνᾷς ἀνθρώπων πυκινὰς φρένας, οὐ δέ τίς ἐστιν
1389
οὕτως ἴφθιμος καὶ σοφὸς ὥστε φυγεῖν.