Theognis

Elegies, 1

1
ἄνα, Λητοῦς υἱέ, Διὸς τέκος, οὔποτε σεῖο
2
λήσομαι ἀρχόμενος οὐ δ’ἀποπαυόμενος,
3
ἀλλ’αἰεὶ πρῶτόντε καὶ ὕστατον ἔντε μέσοισιν
4
ἀείσω · σὺ δέ μοι κλῦθι καὶ ἐσθλὰ δίδου.
5
Φοῖβε ἄναξ, ὅτε μέν σε θεὰ τέκε πότνια Λητώ,
6
φοίνικος ῥαδινῇς χερσὶν ἐφαψαμένη,
7
ἀθανάτων κάλλιστον, ἐπὶ τροχοειδέϊ λίμνῃ,
8
πᾶσα μὲν ἐπλήσθη Δῆλος ἀπειρεσίη
9
ὀδμῆς ἀμβροσίης, ἐγέλασσε δὲ γαῖα πελώρη
10
γήθησεν δὲ βαθὺς πόντος ἁλὸς πολιῆς.
11
Ἄρτεμι θηροφόνη, θύγατερ Διός, ἣν Ἀγαμέμνων
12
εἵσαθ’ὅτ’ἐς Τροίην ἔπλεε νηυσὶ θοῇς,
13
εὐχομένῳ μοι κλῦθι, κακὰς δ’ἀπὸ κῆρας ἄλαλκε ·
14
σοὶ μὲν τοῦτο, θεά, σμικρόν, ἐμοὶ δὲ μέγα.
15
Μοῦσαι καὶ Χάριτες, κοῦραι Διός, αἵ ποτε Κάδμου
16
ἐς γάμον ἐλθοῦσαι καλὸν ἀείσατ’ἔπος ·
17
ὅττι καλόν, φίλον ἐστι, τὸ δ’οὐ καλὸν οὐ φίλον ἐστίν ·
18
τοῦτ’ἔπος ἀθανάτων ἦλθε διὰ στομάτων.
19
Κύρνε, σοφιζομένῳ μὲν ἐμοὶ σφρηγὶς ἐπικείσθω
20
τοῖσδ’ἔπεσιν, λήσει δ’οὔποτε κλεπτόμενα,
21
οὐ δέ τις ἀλλάξει κάκιον τοὐσθλοῦ παρεόντος,
22
ὧδε δὲ πᾶς τις ἐρεῖ · Θεύγνιδός ἐστιν ἔπη
23
τοῦ Μεγαρέως πάντας δὲ κατ’ἀνθρώπους ὀνομαστοῦ,
24
ἀστοῖσιν δ’οὔπω πᾶσιν ἁδεῖν δύναμαι ·
25
οὐδὲν θαυμαστόν, Πολυπαΐδη · οὐ δὲ γὰρ Ζεὺς
26
οὔθ’ὕων πάντεσσ’ἁνδάνει οὔτ’ἀνέχων.
27
σοὶ δ’ἐγὼ εὖ φρονέων ὑποθήσομαι, οἷά περ αὐτός,
28
Κύρν’, ἀπὸ τῶν ἀγαθῶν παῖς ἔτ’ἐὼν ἔμαθον.
29
πέπνυσο, μη δ’αἰσχροῖσιν ἐπ’ἔργμασι μη δ’ἀδίκοισιν
30
τιμὰς μη δ’ἀρετὰς ἕλκεο μη δ’ἄφενος.
31
ταῦτα μὲν οὕτως ἴσθι · κακοῖσι δὲ μὴ προσομίλει
32
ἀνδράσιν, ἀλλ’αἰεὶ τῶν ἀγαθῶν ἔχεο ·
33
καὶ παρὰ τοῖσιν πῖνε καὶ ἔσθιε, καὶ μετὰ τοῖσιν
34
ἵζε καὶ ἅνδανε τοῖς, ὧν μεγάλη δύναμις.
35
ἐσθλῶν μὲν γὰρ ἄπ’ἐσθλὰ μαθήσεαι · ἢν δὲ κακοῖσιν
36
συμμίσγῃς, ἀπολεῖς καὶ τὸν ἐόντα νόον.
37
ταῦτα μαθὼν ἀγαθοῖσιν ὁμίλεε, καὶ ποτε φήσεις
38
εὖ συμβουλεύειν τοῖσι φίλοισιν ἐμέ.
39
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
40
εὐθυντῆρα κακῆς ὕβριος ἡμετέρης.
41
ἀστοὶ μὲν γὰρ ἔθ’οἵδε σαόφρονες, ἡγεμόνες δὲ
42
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.
43
οὐδεμίαν πω, Κύρν’, ἀγαθοὶ πόλιν ὤλεσαν ἄνδρες ·
44
ἀλλ’ὅταν ὑβρίζειν τοῖσι κακοῖσιν ἅδῃ
45
δῆμόντε φθείρωσι δίκαςτ’ἀδίκοισι διδῶσιν
46
οἰκείων κερδέων εἵνεκα καὶ κράτεος,
47
ἔλπεο μὴ δηρὸν κείνην πόλιν ἀτρεμιεῖσθαι
48
μη δ’εἰ νῦν κεῖται πολλῇ ἐν ἡσυχίῃ,
49
εὖτ’ἂν τοῖσι κακοῖσι φίλ’ἀνδράσι ταῦτα γένηται
50
κέρδεα δημοσίῳ σὺν κακῷ ἐρχόμενα.
51
ἐκ τῶν γὰρ στάσιέςτε καὶ ἔμφυλοι φόνοι ἀνδρῶν
52
μούναρχοίθ’· πόλει μήποτε τῇδε ἅδοι.
53
Κύρνε πόλις μὲν ἔθ’ἥδε πόλις, λαοὶ δὲ δὴ ἄλλοι,
54
οἳ πρόσθ’οὔτε δίκας ᾔδεσαν οὔτε νόμους,
55
ἀλλ’ἀμφὶ πλευραῖσι δορὰς αἰγῶν κατέτριβον,
56
ἔξω δ’ὥστ’ἔλαφοι τῆσδ’ἐνέμοντο πόλεος.
57
καὶ νῦν εἰσ’ἀγαθοί, Πολυπαΐδη · οἱ δὲ πρὶν ἐσθλοὶ
58
νῦν δειλοί. τίς κεν ταῦτ’ἀνέχοιτ’ἐσορῶν;
59
ἀλλήλους δ’ἀπατῶσιν ἐπ’ἀλλήλοισι γελῶντες,
60
οὔτε κακῶν γνώμας εἰδότες οὔτ’ἀγαθῶν.
61
μηδένα τῶνδε φίλον ποιεῦ, Πολυπαΐδη, ἀστῶν
62
ἐκ θυμοῦ χρείης εἵνεκα μηδεμιῆς ·
63
ἀλλὰ δόκει μὲν πᾶσιν ἀπὸ γλώσσης φίλος εἶναι,
64
χρῆμα δὲ συμμείξῃς μηδενὶ μη δ’ὁτιοῦν
65
σπουδαῖον · γνώσῃ γὰρ ὀϊζυρῶν φρένας ἀνδρῶν,
66
ὥς σφιν ἐπ’ἔργοισιν πίστις ἔπ’οὐδεμία,
67
ἀλλὰ δόλουςτ’ἀπάταςτε πολυπλοκίαςτ’ἐφίλησαν
68
οὕτως ὡς ἄνδρες μηκέτι σῳζόμενοι.
69
μήποτε, Κύρνε, κακῷ πίσυνος βούλευε σὺν ἀνδρί,
70
εὖτ’ἂν σπουδαῖον πρῆγμ’ἐθέλῃς τελέσαι,
71
ἀλλὰ μετ’ἐσθλὸν ἰὼν βούλευ καὶ πολλὰ μογήσας
72
καὶ μακρὴν ποσσὶν, Κύρν’, ὁδὸν ἐκτελέσας.
73
πρῆξιν μη δὲ φίλοισιν ὅλως ἀνακοινέο πᾶσι ·
74
παῦροί τοι πολλῶν πιστὸν ἔχουσι νόον.
75
παύροισιν πίσυνος μεγάλ’ἀνδράσιν ἔργ’ἐπιχείρει,
76
μή ποτ’ἀνήκεστον, Κύρνε, λάβῃς ἀνίην.
77
πιστὸς ἀνὴρ χρυσοῦτε καὶ ἀργύρου ἀντερύσασθαι
78
ἄξιος ἐν χαλεπῇ, Κύρνε, διχοστασίῃ.
79
παύρους εὑρήσεις, Πολυπαΐδη, ἄνδρας ἑταίρους
80
πιστοὺς ἐν χαλεποῖς πρήγμασι γινομένους,
81
οἵτινες ἂν τολμῷεν ὁμόφρονα θυμὸν ἔχοντες
82
ἶσον τῶν ἀγαθῶν τῶντε κακῶν μετέχειν.
83
τούτων οὐχ εὕροις διζήμενος, οὐ δ’ἐπὶ πάντας
84
ἀνθρώπους, οὓς ναῦς μὴ μία πάντας ἄγοι,
85
οἷσιν ἐπὶ γλώσσῃτε καὶ ὀφθαλμοῖσιν ἔπεστιν
86
αἰδώς, οὐ δ’αἰσχρὸν χρῆμ’ἔπι κέρδος ἄγει.
87
μή μ’ἔπεσιν μὲν στέργε νόον δ’ἔχε καὶ φρένας ἄλλῃ,
88
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος,
89
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον, μ’ἀποειπὼν
90
ἔχθαιρ’ἀμφαδίην νεῖκος ἀειράμενος.
91
ὃς δὲ μιῇ γλώσσῃ δίχ’ἔχει νόον, οὗτος ἑταῖρος
92
δεινός, Κύρν’, ἐχθρὸς βέλτερος φίλος ὤν.
93
ἤν τις ἐπαινήσῃ σε τόσον χρόνον ὅσσον ὁρῴη
94
νοσφισθεὶς δ’ἄλλῃ γλῶσσαν ἱῇσι κακήν,
95
τοιοῦτός τοι ἑταῖρος ἀνὴρ φίλος οὔτι μάλ’ἐσθλός,
96
ὅς κ’εἴπῃ λῷα φρονῇ δ’ἕτερα.
97
ἀλλ’εἴη τοιοῦτος ἐμοὶ φίλος, ὃς τὸν ἑταῖρον
98
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
99
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, ταῦτ’ἐνὶ θυμῷ
100
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
101
μηδείς σ’ἀνθρώπων πείσαι κακὸν ἄνδρα φιλῆσαι,
102
Κύρνε · τί δ’ἔστ’ὄφελος δειλὸς ἀνὴρ φίλος ὤν;
103
οὔτ’ἄν σ’ἐκ χαλεποῖο πόνου ῥύσαιτο καὶ ἄτης,
104
οὔτε τι ἐσθλὸν ἔχων τοῦ μεταδοῦν ἐθέλοι.
105
δειλοὺς εὖ ἕρδοντι ματαιοτάτη χάρις ἐστίν ·
106
ἶσον καὶ σπείρειν πόντον ἁλὸς πολιῆς.
107
οὔτε γὰρ ἂν πόντον σπείρων βαθὺ λήϊον ἀμῷς,
108
οὔτε κακοὺς εὖ δρῶν εὖ πάλιν ἀντιλάβοις.
109
ἄπληστον γὰρ ἔχουσι κακοὶ νόον · ἢν δ’ἓν ἁμάρτῃς,
110
τῶν πρόσθεν πάντων ἐκκέχυται φιλότης ·
111
οἱ δ’ἀγαθοὶ τὸ κάκιστον ἀμαυρίσκουσι παθόντες,
112
μνῆμα δ’ἔχουσ’ἀγαθῶν καὶ χάριν ἐξοπίσω.
113
μήποτέ τοι κακὸν ἄνδρα φίλον ποιεῖσθαι ἑταῖρον,
114
ἀλλ’αἰεὶ φεύγειν ὥστε κακὸν λιμένα.
115
πολλοί τοι πόσιος καὶ βρώσιός εἰσιν ἑταῖροι,
116
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.
117
κιβδήλου δ’ἀνδρὸς γνῶναι χαλεπώτερον οὐδέν,
118
Κύρν’, οὐ δ’εὐλαβίης ἔσθ’ὅτι δεῖ πλέονος.
119
χρυσοῦ κιβδήλοιο καὶ ἀργύρου ἀνσχετὸς ἄτη,
120
Κύρνε, καὶ ἐξευρεῖν ῥᾴδιον ἀνδρὶ σοφῷ ·
121
εἰ δὲ φίλου νόος ἀνδρὸς ἐνὶ στήθεσσι λελήθῃ
122
ψυδρὸς ἐών, δόλιον δ’ἐν φρεσὶν ἦτορ ἔχῃ,
123
τοῦτο θεὸς κιβδηλότατον ποίησε βροτοῖσιν,
124
καὶ γνῶναι πάντων τοῦτ’ἀνιηρότατον.
125
οὐ γὰρ ἂν εἰδείης ἀνδρὸς νόον οὐ δὲ γυναικός,
126
πρὶν πειρηθείης ὥσπερ ὑποζυγίου ·
127
οὐ δέ κεν εἰκάσσαις ὥσπερ ποτ’ἐς ὤνιον ἐλθών ·
128
πολλάκι γὰρ γνώμην ἐξαπατῶσ’ἰδέαι.
129
μήτ’ἀρετὴν εὔχου, Πολυπαΐδη, ἔξοχος εἶναι,
130
μήτ’ἄφενος · μοῦνον δ’ἀνδρὶ γένοιτο τύχη.
131
οὐδὲν ἐν ἀνθρώποισι πατρὸς καὶ μητρὸς ἄμεινον
132
ἔπλετο τοῖς ὁσίη, Κύρνε, μέμηλε δίκη.
133
οὐδείς, Κύρν’, ἄτης καὶ κέρδεος αἴτιος αὐτός,
134
ἀλλὰ θεοὶ τούτων δώτορες ἀμφοτέρων ·
135
οὐ δέ τις ἀνθρώπων ἐργάζεται ἐν φρεσὶν εἰδὼς
136
ἐς τέλος εἴτ’ἀγαθὸν κίνυται εἴτε κακόν.
137
πολλάκι γὰρ δοκέων θήσειν κακὸν ἐσθλὸν ἔθηκεν
138
καίτε δοκῶν θήσειν ἐσθλὸν ἔθηκε κακόν.
139
οὐ δέ τῳ ἀνθρώπων παραγίνεται ὅσσα θέλῃσιν ·
140
ἴσχει γὰρ χαλεπῆς πείρατ’ἀμηχανίης.
141
ἄνθρωποι δὲ μάταια νομίζομεν, εἰδότες οὐδέν ·
142
θεοὶ δὲ κατὰ σφέτερον πάντα τελοῦσι νόον.
143
οὐδείς πω ξεῖνον, Πολυπαΐδη, ἐξαπατήσας
144
οὐ δ’ἱκέτην θνητῶν ἀθανάτους ἔλαθεν.
145
βούλεο δ’εὐσεβέων ὀλίγοις σὺν χρήμασιν οἰκεῖν
146
πλουτεῖν ἀδίκως χρήματα πασάμενος.
147
ἐν δὲ δικαιοσύνῃ συλλήβδην πᾶσ’ἀρετή ’στι,
148
πᾶς δέτ’ἀνὴρ ἀγαθός, Κύρνε, δίκαιος ἐών.
149
χρήματα μὲν δαίμων καὶ παγκάκῳ ἀνδρὶ δίδωσιν,
150
Κύρν’· ἀρετῆς δ’ὀλίγοις ἀνδράσι μοῖρ’ἕπεται.
151
ὕβριν, Κύρνε, θεὸς πρῶτον κακῷ ὤπασεν ἀνδρί,
152
οὗ μέλλει χώρην μηδεμίαν θέμεναι.
153
τίκτει τοι κόρος ὕβριν, ὅταν κακῷ ὄλβος ἕπηται
154
ἀνθρώπῳ, καὶ ὅτῳ μὴ νόος ἄρτιος .
155
μήποτέ μοι πενίην θυμοφθόρον ἀνδρὶ χολωθεὶς
156
μη δ’ἀχρημοσύνην οὐλομένην πρόφερε ·
157
Ζεὺς γάρ τοι τὸ τάλαντον ἐπιρρέπει ἄλλοτε ἄλλως,
158
ἄλλοτε μὲν πλουτεῖν, ἄλλοτε μηδὲν ἔχειν.
159
μήποτε, Κύρν’, ἀγορᾶσθαι ἔπος μέγα · οἶδε γὰρ οὐδεὶς
160
ἀνθρώπων ὅτι νὺξ χἠμέρη ἀνδρὶ τελεῖ.
161
πολλοί τοι χρῶνται δειλαῖς φρεσί, δαίμονι δ’ἐσθλῷ,
162
οἷς τὸ κακὸν δοκέον γίγνεται εἰς ἀγαθόν ·
163
εἰσὶν δ’οἳ βουλῇτ’ἀγαθῇ καὶ δαίμονι δειλῷ
164
μοχθίζουσι, τέλος δ’ἔργμασιν οὐχ ἕπεται.
165
οὐδεὶς ἀνθρώπων οὔτ’ὄλβιος οὔτε πενιχρὸς
166
οὔτε κακὸς νόσφιν δαίμονος οὔτ’ἀγαθός.
167
ἄλλ’ἄλλῳ κακόν ἐστι, τὸ δ’ἀτρεκὲς ὄλβιος οὐδεὶς
168
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.
169
ὃν δὲ θεοὶ τιμώσ’, ὃν χὠ μωμεύμενος αἰνεῖ ·
170
ἀνδρὸς δὲ σπουδὴ γίνεται οὐδεμία.
171
θεοῖς εὔχου · θεοῖς ἐστιν ἔπι κράτος · οὔτοι ἄτερ θεῶν
172
γίνεται ἀνθρώποις οὔτ’ἀγάθ’οὔτε κακά.
173
ἄνδρ’ἀγαθὸν πενίη πάντων δάμνησι μάλιστα
174
καὶ γήρως πολιοῦ, Κύρνε, καὶ ἠπιάλου ·
175
ἣν δὴ χρὴ φεύγοντα καὶ ἐς βαθυκήτεα πόντον
176
ῥιπτεῖν καὶ πετρέων, Κύρνε, κατ’ἠλιβάτων.
177
πᾶς γὰρ ἀνὴρ πενίῃ δεδμημένος οὔτε τι εἰπεῖν
178
οὔθ’ἕρξαι δύναται, γλῶσσα δέ οἱ δέδεται.
179
χρὴ γὰρ ὁμῶς ἐπὶ γῆντε καὶ εὐρέα νῶτα θαλάσσης
180
δίζησθαι χαλεπῆς, Κύρνε, λύσιν πενίης.
181
τεθνάμεναι, φίλε Κύρνε, πενιχρῷ βέλτερον ἀνδρὶ
182
ζώειν χαλεπῇ τειρόμενον πενίῃ.
183
κριοὺς μὲν καὶ ὄνους διζήμεθα, Κύρνε, καὶ ἵππους
184
εὐγενέας, καὶ τις βούλεται ἐξ ἀγαθῶν
185
πάσασθαι · γῆμαι δὲ κακὴν κακοῦ οὐ μελεδαίνει
186
ἐσθλὸς ἀνήρ, ἤν τις χρήματα πολλὰ διδῷ ·
187
οὐ δὲ γυνὴ κακοῦ ἀνδρὸς ἀναίνεται εἶναι ἄκοιτις
188
πλουσίου, ἀλλ’ἀφνεὸν βούλεται ἀντ’ἀγαθοῦ.
189
χρήματα γὰρ τιμῶσι · καὶ ἐκ κακοῦ ἐσθλὸς ἔγημεν
190
καὶ κακὸς ἐξ ἀγαθοῦ · πλοῦτος ἔμειξε γένος.
191
οὕτω μὴ θαύμαζε γένος, Πολυπαΐδη, ἀστῶν
192
μαυροῦσθαι · σὺν γὰρ μίσγεται ἐσθλὰ κακοῖς.
193
αὐτὸς τοιαύτην εἰδὼς κακόπατριν ἐοῦσαν
194
εἰς οἴκους ἄγεται χρήμασι πειθόμενος,
195
εὔδοξος κακόδοξον, ἐπεὶ κρατερή μιν ἀνάγκη
196
ἐντύει, ἥτ’ἀνδρὸς τλήμονα θῆκε νόον.
197
χρῆμα δ’ μὲν Διόθεν καὶ σὺν δίκῃ ἀνδρὶ γένηται
198
καὶ καθαρῶς, αἰεὶ παρμόνιμον τελέθει ·
199
εἰ δ’ἀδίκως παρὰ καιρὸν ἀνὴρ φιλοκερδέϊ θυμῷ
201
κτήσεται, εἴθ’ὅρκῳ πὰρ τὸ δίκαιον ἑλών,
202
αὐτίκα μέν τι φέρειν κέρδος δοκεῖ, ἐς δὲ τελευτὴν
203
αὖθις ἔγεντο κακόν, θεῶν δ’ὑπερέσχε νόος.
204
ἀλλὰ τάδ’ἀνθρώπων ἀπατᾷ νόον · οὐ γὰρ ἐπ’αὐτοῦ
205
τίνονται μάκαρες πρήγματος ἀμπλακίας ·
206
ἀλλ’ μὲν αὐτὸς ἔτεισε κακὸν χρέος, οὐ δὲ φίλοισιν ἄτην ἐξοπίσω παισὶν ἐπεκρέμασεν ·
207
ἄλλον δ’οὐ κατέμαρψε δίκη · θάνατος γὰρ ἀναιδὴς
208
πρόσθεν ἐπὶ βλεφάροις ἕζετο κῆρα φέρων.
209
οὐδείς τοι φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος ·
210
τῆς δὲ φυγῆς ἐστιν τοῦτ’ἀνιηρότερον.
211
οἶνόν τοι πίνειν πουλὺν κακόν · ἢν δέ τις αὐτὸν
212
πίνῃ ἐπισταμένως, οὐ κακὸς ἀλλ’ἀγαθός.
213
θυμέ, φίλους κατὰ πάντας ἐπίστρεφε ποικίλον ἦθος,
214
ὀργὴν συμμίσγων ἥντιν’ἕκαστος ἔχει.
215
πουλύπου ὀργὴν ἴσχε πολυπλόκου, ὃς ποτὶ πέτρῃ
216
τῇ προσομιλήσῃ τοῖος ἰδεῖν ἐφάνη ·
217
νῦν μὲν τῇδ’ἐφέπου, τότε δ’ἀλλοῖος χρόα γίνου.
218
κρέσσων τοι σοφίη γίνεται ἀτροπίης.
219
μηδὲν ἄγαν ἄσχαλλε ταρασσομένων πολιητέων,
220
Κύρνε, μέσην δ’ἔρχευ τὴν ὁδὸν ὥσπερ ἐγώ.
221
ὅστις τοι δοκέει τὸν πλησίον ἴδμεναι οὐδέν,
222
ἀλλ’αὐτὸς μοῦνος ποικίλα δήνε’ἔχειν,
223
κεῖνός γ’ἄφρων ἐστὶ νόου βεβλαμμένος ἐσθλοῦ.
224
ἴσως γὰρ πάντες ποικίλ’ἐπιστάμεθα,
225
ἀλλ’ μὲν οὐκ ἐθέλει κακοκερδείῃσιν ἕπεσθαι,
226
τῷ δὲ δολοπλοκίαι μᾶλλον ἄπιστοι ἅδον.
227
πλούτου δ’οὐδὲν τέρμα πεφασμένον ἀνθρώποισιν ·
228
οἳ γὰρ νῦν ἡμῶν πλεῖστον ἔχουσι βίον,
229
διπλάσιον σπεύδουσι. τίς ἂν κορέσειεν ἅπαντας;
230
χρήματά τοι θνητοῖς γίνεται ἀφροσύνη ·
231
ἄτη δ’ἐξ αὐτῆς ἀναφαίνεται, ἣν ὁπότε Ζεὺς
232
πέμψῃ τειρομένοις, ἄλλοτε ἄλλος ἔχει.
233
ἀκρόπολις καὶ πύργος ἐὼν κενεόφρονι δήμῳ,
234
Κύρν’, ὀλίγης τιμῆς ἔμμορεν ἐσθλὸς ἀνήρ.
235
οὐδὲν ἔτι πρέπει ἧμιν ἅτ’ἀνδράσι σῳζομένοισιν ·
236
ἀλλ’ὡς πάγχυ πόλει, Κύρνε, ἁλωσομένῃ.
237
σοὶ μὲν ἐγὼ πτέρ’ἔδωκα, σὺν οἷς ἐπ’ἀπείρονα πόντον
238
πωτήσει καὶ γῆν πᾶσαν ἀειρόμενος
239
ῥηϊδίως · θοίνῃς δὲ καὶ εἰλαπίνῃσι παρέσσῃ
240
ἐν πάσαις, πολλῶν κείμενος ἐν στόμασιν,
241
καί σε σὺν αὐλίσκοισι λιγυφθόγγοις νέοι ἄνδρες
242
εὐκόσμως ἐρατοὶ καλάτε καὶ λιγέα
243
ᾄσονται. καὶ ὅταν δνοφερῆς ὑπὸ κεύθεσι γαίης
244
βῇς πολυκωκύτους εἰς Ἀΐδαο δόμους,
245
οὐδέποτ’οὐ δὲ θανὼν ἀπολεῖς κλέος, ἀλλὰ μελήσεις
246
ἄφθιτον ἀνθρώποις αἰὲν ἔχων ὄνομα,
247
Κύρνε, καθ’Ἑλλάδα γῆν στρωφώμενος ἠδ’ἀνὰ νήσους,
248
ἰχθυόεντα περῶν πόντον ἐπ’ἀτρύγετον,
249
οὐχ ἵππων νώτοισιν ἐφήμενος, ἀλλά σε πέμψει
250
ἀγλαὰ Μουσάων δῶρα ἰοστεφάνων
251
πᾶσιν ὅσοισι μέμηλε, καὶ ἐσσομένοισιν ἀοιδὴ
252
ἔσσῃ ὁμῶς, ὄφρ’ γῆτε καὶ ἠέλιος.
253
αὐτὰρ ἐγὼν ὀλίγης παρὰ σεῦ οὐ τυγχάνω αἰδοῦς,
254
ἀλλ’ὥσπερ μικρὸν παῖδα λόγοις μ’ἀπατᾷς.
255
κάλλιστον τὸ δικαιότατον, λῷστον δ’ὑγιαίνειν,
256
πρᾶγμα δὲ τερπνότατον τοῦ τις ἐρᾷ τὸ τυχεῖν.
257
ἵππος ἐγὼ καλὴ καὶ ἀεθλίη, ἀλλὰ κάκιστον
258
ἄνδρα φέρω, καί μοι τοῦτ’ἀνιηρότατον ·
259
πολλάκι δ’ἠμέλλησα διαρρήξασα χαλινὸν
260
φεύγεν, ἀπωσαμένη τὸν κακὸν ἡνίοχον.
261
οὔ μοι πίνεται οἶνος, ἐπεὶ παρὰ παιδὶ τερείνῃ
262
ἄλλος ἀνὴρ κατέχει πολλὸν ἐμοῦ κακίων ·
263
ψυχρόν μοι παρὰ τῇδε φίλοι πίνουσι τοκῆες,
264
ὥστε κάμ’ὑδρείῳ καί με γοῶσα φέρει,
265
ἔνθα μέσην περὶ παῖδα βαλὼν ἀγκῶν’ἐφίλησα
266
δειρήν, δὲ τέρεν φθέγγετ’ἀπὸ στόματος.
267
γνωτή τοι πενίη γε καὶ ἀλλοτρίη περ ἐοῦσα ·
268
οὔτε γὰρ εἰς ἀγορὴν ἔρχεται οὔτε δίκας ·
269
πάντῃ γὰρ τοὔλασσον ἔχει, πάντῃ δ’ἐπίμυκτος,
270
πάντῃ δ’ἐχθρὴ ὁμῶς γίνεται ἔνθα περ .
271
ἴσως τοι τὰ μὲν ἄλλα θεοὶ θνητοῖς ἀνθρώποις
272
γῆραςτ’οὐλόμενον καὶ νεότητ’ἔδοσαν ·
273
τῶν πάντων δ’ κάκιστον ἐν ἀνθρώποις θανάτουτε
274
καὶ πασέων νούσων ἐστὶ πονηρότερον,
275
παῖδας ἐπεὶ θρέψαιο καὶ ἄρμενα πάντα παράσχοις,
276
χρήματα δ’ἐγκαταθῇς πόλλ’ἀνιηρὰ παθών,
277
τὸν πατέρ’ἐχθαίρουσι, καταρῶνται δ’ἀπολέσθαι,
278
καὶ στυγέουσ’ὥσπερ πτωχὸν ἐσερχόμενον.
279
εἰκός τοι κακὸν ἄνδρα κακῶς τὰ δίκαια νομίζειν,
280
μηδεμίαν κατόπισθ’ἁζόμενον νέμεσιν ·
281
δειλῷ γάρτ’ἀπάλαμνα βροτῷ πάρα πόλλ’ἀνελέσθαι
282
πὰρ ποδός, ἡγεῖσθαίθ’ὡς καλὰ πάντα τιθεῖ.
283
ἀστῶν μηδενὶ πιστὸς ἐὼν πόδα τῶνδε πρόβαινε,
284
μήθ’ὅρκῳ πίσυνος μήτε φιλημοσύνῃ,
285
μη δ’εἰ Ζῆν’ἐθέλῃ παρέχειν βασιλῆα μέγιστον
286
ἔγγυον ἀθανάτων πιστὰ τιθεῖν ἐθέλων.
287
οὐ γάρ τοι πόλει ὧδε καλοψόγῳ ἁνδάνει οὐδὲν
288
ὡς δί’ὅτι ζῷεν πολλοὶ ἀνολβότερον ·
289
νῦν δὲ τὰ τῶν ἀγαθῶν κακὰ γίνεται ἐσθλὰ κακοῖσιν
290
ἀνδράσιν · ἡγέονται δ’ἐκτραπέλοισι νόμοις ·
291
αἰδὼς μὲν γὰρ ὄλωλεν, ἀναιδείη δὲ καὶ ὕβρις
292
νικήσασα δίκην γῆν κατὰ πᾶσαν ἔχει.
293
οὐ δὲ λέων αἰεὶ κρέα δαίνυται, ἀλλά μιν ἔμπης
294
καὶ κρατερόν περ ἐόνθ’αἱρεῖ ἀμηχανίη.
295
Κωτίλῳ ἀνθρώπῳ σιγᾶν χαλεπώτατον ἄχθος,
296
φθεγγόμενος δ’ἀδαὴς οἷσι παρῇ πέλεται,
297
ἐχθαίρουσι δὲ πάντες, ἀναγκαίη δ’ἐπίμειξις
298
ἀνδρὸς τοιούτου συμποσίῳ τελέθει.
299
οὐδεὶς λῇ φίλος εἶναι ἐπὴν κακὸν ἀνδρὶ γένηται,
300
οὐ δ’ κ’ἐκ γαστρός, Κύρνε, μιᾶς γεγόνῃ.
301
πικρὸς καὶ γλυκὺς ἴσθι καὶ ἁρπαλέος καὶ ἀπηνὴς
302
λάτρισι καὶ δμωσὶν γείτοσίτ’ἀγχιθύροις.
303
οὐ χρὴ κιγκλίξειν ἀγαθὸν βίον, ἀλλ’ἀτρεμίζειν,
304
τὸν δὲ κακὸν κινεῖν ἔστ’ἄν ἐς ὄρθ’ἐλάσῃς.
305
τοὶ κακοὶ οὐ πάντες κακοὶ ἐκ γαστρὸς γεγόνασιν,
306
ἀλλ’ἄνδρεσσι κακοῖς συνθέμενοι φιλίην
307
ἔργατε δείλ’ἔμαθον καὶ ἔπη δύσφημα καὶ ὕβριν,
308
ἐλπόμενοι κείνους πάντα λέγειν ἔτυμα.
309
ἐν μὲν συσσίτοισιν ἀνὴρ πεπνυμένος εἶναι,
310
πάντα δέ μιν λήθειν ὡς ἀπεόντα δοκεῖ ·
311
εἰς δὲ φέρει τὰ γελοῖα, θύρηφι δὲ καρτερός ἐστι,
312
γινώσκων ὀργὴν ἥντιν’ἕκαστος ἔχει.
313
ἐν μὲν μαινομένοις μάλα μαίνομαι, ἐν δὲ δικαίοις
314
πάντων ἀνθρώπων εἰμὶ δικαιότατος.
315
πολλοί τοι πλουτοῦσι κακοί, ἀγαθοὶ δὲ πένονται ·
316
ἀλλ’ἡμεῖς τούτοις οὐ διαμειψόμεθα
317
τῆς ἀρετῆς τὸν πλοῦτον, ἐπεὶ τὸ μὲν ἔμπεδον αἰεί,
318
χρήματα δ’ἀνθρώπων ἄλλοτε ἄλλος ἔχει.
319
Κύρν’, ἀγαθὸς μὲν ἀνὴρ γνώμην ἔχει ἔμπεδον αἰεί,
320
τολμᾷ δ’ἔντε κακοῖς κείμενος ἔντ’ἀγαθοῖς ·
321
εἰ δὲ θεὸς κακῷ ἀνδρὶ βίον καὶ πλοῦτον ὀπάσσῃ,
322
ἀφραίνων κακίην οὐ δύναται κατέχειν.
323
μήποτ’ἐπὶ σμικρῇ προφάσει φίλον ἄνδρ’ἀπολέσσαι
324
πειθόμενος χαλεπῇ, Κύρνε, διαιβολίῃ.
325
εἴ τις ἁμαρτωλῇσι φίλων ἐπὶ παντὶ χολῷτο,
326
οὔποτ’ἂν ἀλλήλοις ἄρθμιοι οὐ δὲ φίλοι
327
εἶεν. ἁμαρτωλαὶ γὰρ ἐν ἀνθρώποισιν ἕπονται
328
θνητοῖς, Κύρνε · θεοὶ δ’οὐκ ἐθέλουσι φέρειν.
329
χὠ βραδὺς ὢν εὔβουλος ἕλεν ταχὺν ἄνδρα διώκων,
330
Κύρνε, σὺν εὐθείῃ θεῶν δίκῃ ἀθανάτων.
331
ἥσυχος ὥσπερ ἐγὼ μέσσην ὁδὸν ἔρχεο ποσσίν,
332
μη δ’ἑτέροισι δίδου, Κύρνε, τὰ τῶν ἑτέρων.
332A
οὐκ ἔστιν φεύγοντι φίλος καὶ πιστὸς ἑταῖρος ·
332B
τῆς δὲ φυγῆς ἐστιν τοῦτ’ἀνιηρότατον.
333
μήποτε φεύγοντ’ἄνδρ’ἐπὶ ἐλπίδι, Κύρνε, φιλήσῃς ·
334
οὔτι γὰρ οἴκαδε βὰς γίνεται αὐτὸς ἔτι.
335
μηδὲν ἄγαν σπεύδειν · πάντων μέσ’ἄριστα · καὶ οὕτως,
336
Κύρν’, ἕξεις ἀρετήν, ἥντε λαβεῖν χαλεπόν.
337
Ζεύς μοι τῶντε φίλων δοίη τίσιν οἵ με φιλεῦσιν,
338
τῶντ’ἐχθρῶν μεῖζον, Κύρνε, δυνησαμένων ·
339
χοὔτως ἂν δοκέοιμι μετ’ἀνθρώπων θεὸς εἶναι,
340
εἴ μ’ἀποτεισάμενον μοῖρα κίχοι θανάτου.
341
ἀλλὰ Ζεῦ τέλεσόν μοι Ὀλύμπιε καίριον εὐχήν,
342
δὸς δέ μοι ἀντὶ κακῶν καί τι παθεῖν ἀγαθόν ·
343
τεθναίην δ’εἰ μή τι κακῶν ἄμπαυμα μεριμνέων
344
εὑροίμην, δοίηντ’ἀντ’ἀνιῶν ἀνίας.
345
αἶσα γὰρ οὕτως ἐστί · τίσις δ’οὐ φαίνεται ἡμῖν
346
ἀνδρῶν οἳ τἀμὰ χρήματ’ἔχουσι βίῃ
347
συλήσαντες · ἐγὼ δὲ κύων ἐπέρησα χαράδρην
348
χειμάρρῳ ποταμῷ πάντ’ἀποσεισάμενος.
349
τῶν εἴη μέλαν αἷμα πιεῖν, ἐπίτ’ἐσθλὸς ὄροιτο
350
δαίμων, ὃς κατ’ἐμὸν νοῦν τελέσειε τάδε.
351
δειλὴ πενίη, τί μένεις προλιποῦσα παρ’ἄλλον
352
ἄνδρ’ἰέναι; μὴ δή μ’οὐκ ἐθέλοντα φίλει,
353
ἀλλ’ἴθι καὶ δόμον ἄλλον ἐποίχεο, μη δὲ μεθ’ἡμέων
354
αἰεὶ δυστήνου τοῦδε βίου μέτεχε.
355
τόλμα, Κύρνε, κακοῖσιν, ἐπεὶ κἀσθλοῖσιν ἔχαιρες,
356
εὖτέ σε καὶ τούτων μοῖρ’ἐπέβαλλεν ἔχειν ·
357
ὡς δέ περ ἐξ ἀγαθῶν ἔλαβες κακόν, ὣς δὲ καὶ αὖτις
358
ἐκδῦναι πειρῶ θεοῖσιν ἐπευχόμενος,
359
μη δὲ λίην ἐπίφαινε · κακὸν δέ τι, Κύρν’, ἐπιφαίνων
360
παύρους κηδεμόνας σῆς κακότητος ἔχεις.
361
ἀνδρός τοι κραδίη μινύθει μέγα πῆμα παθόντος,
362
Κύρν’, ἀποτεινυμένου δ’αὔξεται ἐξοπίσω.
363
εὖ κώτιλλε τὸν ἐχθρόν · ὅταν δ’ὑποχείριος ἔλθῃ,
364
τεῖσαί νιν πρόφασιν μηδεμίαν θέμενος.
365
ἴσχε νόῳ, γλώσσης δὲ τὸ μείλιχον αἰὲν ἐπέστω ·
366
δειλῶν τοι τελέθει καρδίη ὀξυτέρη.
367
οὐ δύναμαι γνῶναι νόον ἀστῶν ὅντιν’ἔχουσιν ·
368
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
369
μωμεῦνται δέ με πολλοί, ὁμῶς κακοὶ ἠδὲ καὶ ἐσθλοί,
370
μιμεῖσθαι δ’οὐδεὶς τῶν ἀσόφων δύναται.
371
μή μ’ἀέκοντα λίην κεντῶν ὑπ’ἄμαξαν ἔλαυνε
372
εἰς φιλότητα βίῃ, Κύρνε, προσελκόμενος.
373
Ζεῦ φίλε, θαυμάζω σε · σὺ γὰρ πάντεσσιν ἀνάσσεις
374
τιμὴν αὐτὸς ἔχων καὶ μεγάλην δύναμιν,
375
ἀνθρώπων δ’εὖ οἶσθα νόον καὶ θυμὸν ἑκάστου,
376
σὸν δὲ κράτος πάντων ἔσθ’ὕπατον, βασιλεῦ ·
377
πῶς δή σευ, Κρονίδη, τολμᾷ νόος ἄνδρας ἀλιτροὺς
378
ἐν ταὐτῇ μοίρῃ τόντε δίκαιον ἔχειν,
379
ἤντ’ἐπὶ σωφροσύνην τρεφθῇ νόος, ἤντε πρὸς ὕβριν
380
ἀνθρώπων ἀδίκοις ἔργμασι πειθομένων;
381
οὐ δέ τι κεκριμένον πρὸς δαίμονός ἐστι βροτοῖσιν,
382
οὐ δ’ὁδὸς ἥν τις ἰὼν ἀθανάτοισιν ἅδοι.
383
ἔμπης δ’ὄλβον ἔχουσιν ἀπήμονα · τοὶ δ’ἀπὸ δειλῶν
384
ἔργων ἴσχοντες θυμὸν ὅμως πενίην
385
μητέρ’ἀμηχανίης ἔλαβον, τὰ δίκαια φιλεῦντες,
386
ἥτ’ἀνδρὸς παράγει θυμὸν ἐς ἀμπλακίην,
387
βλάπτουσ’ἐν στήθεσσι φρένας κρατερῆς ὑπ’ἀνάγκης ·
388
τολμᾷ δ’οὐκ ἐθέλων αἴσχεα πολλὰ φέρειν,
389
χρημοσύνῃ εἴκων, δὴ κακὰ πάντα διδάσκει,
390
ψεύδεάτ’ἐξαπάταςτ’οὐλομέναςτ’ἔριδας
391
ἄνδρα καὶ οὐκ ἐθέλοντα, κακὸν δέ οἱ οὐδὲν ἔοικεν ·
392
γὰρ καὶ χαλεπὴν τίκτει ἀμηχανίην.
393
ἐν πενίῃ δ’τε δειλὸς ἀνὴρ τε πολλὸν ἀμείνων
394
φαίνεται, εὖτ’ἂν δὴ χρημοσύνη κατέχῃ.
395
τοῦ μὲν γὰρ τὰ δίκαια φρονεῖ νόος οὗτέ περ αἰεὶ
396
ἰθεῖα γνώμη στήθεσιν ἐμπεφύῃ ·
397
τοῦ δ’αὖτ’οὔτε κακοῖς ἕπεται νόος οὔτ’ἀγαθοῖσιν,
398
τὸν δ’ἀγαθὸν τολμᾶν χρὴ τάτε καὶ τὰ φέρειν.
399
αἰδεῖσθαι δὲ φίλους φεύγειντ’ὀλεσήνορας ὅρκους
400
ἐντρέπευ, ἀθανάτων μῆνιν ἀλευόμενος.
401
μηδὲν ἄγαν σπεύδειν · καιρὸς δ’ἐπὶ πᾶσιν ἄριστος
402
ἔργμασιν ἀνθρώπων · πολλάκι δ’εἰς ἀρετὴν
403
σπεύδει ἀνὴρ κέρδος διζήμενος, ὅντινα δαίμων
404
πρόφρων εἰς μεγάλην ἀμπλακίην παράγει,
405
καί οἱ ἔθηκε δοκεῖν, μὲν κακά, ταῦτ’ἀγάθ’εἶναι
406
εὐμαρέως, δ’ἂν χρήσιμα, ταῦτα κακά.
407
φίλτατος ὢν ἥμαρτες · ἐγὼ δέ σοι αἴτιος οὐδέν,
408
ἀλλ’αὐτὸς γνώμης οὐκ ἀγαθῆς ἔτυχες.
409
οὐδένα θησαυρὸν παισὶν κατανήσει ἀμείνω
410
αἰδοῦς, ἥτ’ἀγαθοῖς ἀνδράσι, Κύρν’, ἕπεται.
411
οὐδενὸς ἀνθρώπων κακίων δοκεῖ εἶναι ἑταῖρος
412
γνώμηθ’ἕπεται, Κύρνε, καὶ δύναμις.
413
πίνων δ’οὐχ οὕτως θωρήξομαι, οὐ δέ με οἶνος
414
ἐξαρεῖ, ὥστ’εἰπεῖν δεινὸν ἔπος περὶ σοῦ.
415
οὐδέν’ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
416
πιστὸν ἑταῖρον, ὅτῳ μήτις ἔνεστι δόλος ·
417
ἐς βάσανον δ’ἐλθὼν παρατριβόμενόςτε μολίβδῳ
418
χρυσὸς ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
419
πολλά με καὶ συνιέντα παρέρχεται · ἀλλ’ὑπ’ἀνάγκης
420
σιγῶ γινώσκων ἡμετέρην δύναμιν.
421
πολλοῖς ἀνθρώπων γλώσσῃ θύραι οὐκ ἐπίκεινται
422
ἁρμόδιαι, καί σφιν πόλλ’ἀλάλητα μέλει ·
423
πολλάκι γὰρ τὸ κακὸν κατακείμενον ἔνδον ἄμεινον,
424
ἔστε δ’ἂν ἐξέλθῃ λώϊον ἦν τὸ καλόν.
425
πάντων μὲν μὴ φῦναι ἐπιχθονίοισιν ἄριστον
426
μη δ’ἐσιδεῖν αὐγὰς ὀξέος ἠελίου ·
427
φύντα δ’ὅπως ὤκιστα πύλας Ἀΐδαο περῆσαι
428
καὶ κεῖσθαι πολλὴν γῆν ἐπαμησάμενον.
429
φῦσαι καὶ θρέψαι ῥᾷον βροτὸν φρένας ἐσθλὰς
430
ἐνθέμεν · οὐδείς πω τοῦτό γ’ἐπεφράσατο,
431
ὅστις σώφρον’ἔθηκε τὸν ἄφρονα κἀκ κακοῦ ἐσθλόν.
432
εἰ δ’Ἀσκληπιάδαις τοῦτό γ’ἔδωκε θεός,
433
ἰᾶσθαι κακότητα καὶ ἀτηρὰς φρένας ἀνδρῶν,
434
πολλοὺς ἂν μισθοὺς καὶ μεγάλους ἔφερον ·
435
εἰ δ’ἦν ποιητόντε καὶ ἔνθετον ἀνδρὶ νόημα,
436
οὔποτ’ἂν ἐξ ἀγαθοῦ πατρὸς ἔγεντο κακός,
437
πειθόμενος μύθοισι σαόφροσιν. ἀλλὰ διδάσκων
438
οὔποτε ποιήσεις τὸν κακὸν ἀνδρ’ἀγαθόν.
439
νήπιος, ὃς τὸν ἐμὸν μὲν ἔχει νόον ἐν φυλακῇσιν,
440
τῶν δ’αὐτοῦ ἰδίων οὐδὲν ἐπιστρέφεται.
441
οὐδεὶς γὰρ πάντ’ἐστὶ πανόλβιος · ἀλλ’ μὲν ἐσθλὸς
442
τολμᾷ ἔχων τὸ κακὸν κοὐκ ἐπίδηλος ὅμως ·
443
δειλὸς δ’οὔτ’ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοῖσιν
444
θυμὸν ἔχων μίμνειν. ἀθανάτων δὲ δόσεις
445
παντοῖαι θνητοῖσιν ἐπέρχοντ’· ἀλλ’ἐπιτολμᾶν
446
χρὴ δῶρ’ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
447
εἴ μ’ἐθέλεις πλύνειν, κεφαλῆς ἀμίαντον ἀπ’ἄκρης
448
αἰεὶ λευκὸν ὕδωρ ῥεύσεται ἡμετέρης ·
449
εὑρήσεις δὲ με πᾶσιν ἐπ’ἔργμασιν ὥσπερ ἄπεφθον
450
χρυσόν, ἐρυθρὸν ἰδεῖν τριβόμενον βασάνῳ,
451
τοῦ χροιῆς καθύπερθε μέλας οὐχ ἅπτεται ἰὸς
452
οὐ δ’εὐρώς, αἰεὶ δ’ἄνθος ἔχει καθαρόν.
453
ὤνθρωπ’, εἰ γνώμης ἔλαχες μέρος ὥσπερ ἀνοίης
454
καὶ σώφρων οὕτως ὥσπερ ἄφρων ἐγένου,
455
πολλοῖς ἂν ζηλωτὸς ἐφαίνεο τῶνδε πολιτῶν
456
οὕτως ὥσπερ νῦν οὐδενὸς ἄξιος εἶ.
457
οὔτοι σύμφορόν ἐστι γυνὴ νέα ἀνδρὶ γέροντι ·
458
οὐ γὰρ πηδαλίῳ πείθεται ὡς ἄκατος,
459
οὐ δ’ἄγκυραι ἔχουσιν, ἀπορρήξασα δὲ δεσμὰ
460
πολλάκις ἐκ νυκτῶν ἄλλον ἔχει λιμένα.
461
μήποτ’ἐπ’ἀπρήκτοισι νόον ἔχε, μη δὲ μενοίνα
462
χρήματα τῶν ἄνυσις γίνεται οὐδεμία.
463
εὐμαρέως τοι χρῆμα θεοὶ δόσαν οὔτε τι δειλὸν
464
οὔτ’ἀγαθόν · χαλεπῷ δ’ἔργματι κῦδος ἔπι.
465
ἀμφ’ἀρετῇ τρίβου καί τοι τὰ δίκαια φίλ’ἔστω,
466
μη δέ σε νικάτω κέρδος ὅτ’αἰσχρὸν ἔῃ.
467
μηδένα τῶνδ’ἀέκοντα μένειν κατέρυκε παρ’ἡμῖν,
468
μη δὲ θύραζε κέλευ’οὐκ ἐθέλοντ’ἰέναι,
469
μη δ’εὕδοντ’ἐπέγειρε, Σιμωνίδη, ὅντιν’ἂν ἡμῶν
470
θωρηχθέντ’οἴνῳ μαλθακὸς ὕπνος ἕλῃ,
471
μη δὲ τὸν ἀγρυπνέοντα κέλευ’ἀέκοντα καθεύδειν ·
472
πᾶν γὰρ ἀναγκαῖον χρῆμ’ἀνιηρὸν ἔφυ ·
473
τῷ πίνειν δ’ἐθέλοντι παρασταδὸν οἰνοχοείτω.
474
οὐ πάσας νύκτας γίνεται ἁβρὰ παθεῖν.
475
αὐτὰρ ἐγώ, μέτρον γὰρ ἔχω μελιηδέος οἴνου,
476
ὕπνου λυσικάκου μνήσομαι οἴκαδ’ἰών,
477
ἥξω δ’ὡς οἶνος χαριέστατος ἀνδρὶ πεπόσθαι ·
478
οὔτε τι νήφων εἶμ’οὔτε λίην μεθύων.
479
ὃς δ’ἂν ὑπερβάλλῃ πόσιος μέτρον, οὐκέτι κεῖνος
480
τῆς αὐτοῦ γλώσσης καρτερὸς οὐ δὲ νόου,
481
μυθεῖται δ’ἀπάλαμνα τὰ νήφοσι γίνεται αἰσχρά,
482
αἰδεῖταιθ’ἕρδων οὐδέν, ὅταν μεθύῃ,
483
τὸ πρὶν ἐὼν σώφρων, τότε νήπιος. ἀλλὰ σὺ ταῦτα
484
γινώσκων μὴ πῖν’οἶνον ὑπερβολάδην,
485
ἀλλ’ πρὶν μεθύειν ὑπανίστασο, μη δὲ βιάσθω
486
γαστήρ σ’ὥστε κακὸν λάτριν ἐφημέριον,
487
παρεὼν μὴ πῖνε. σὺ δ’ἔγχεε τοῦτο μάταιον
488
κωτίλλεις αἰεί · τοὔνεκά τοι μεθύεις.
489
μὲν γὰρ φέρεται φιλοτήσιος, δὲ πρόκειται,
490
τὴν δὲ θεοῖς σπένδεις, τὴν δ’ἐπὶ χειρὸς ἔχεις ·
491
ἀρνεῖσθαι δ’οὐκ οἶδας. ἀνίκητος δὲ τοι οὗτος,
492
ὃς πολλὰς πίνων μή τι μάταιον ἐρεῖ.
493
ὑμεῖς δ’εὖ μυθεῖσθε παρὰ κρητῆρι μένοντες,
494
ἀλλήλων ἔριδος δὴν ἀπερυκόμενοι,
495
ἐς τὸ μέσον φωνεῦντες ὁμῶς ἑνὶ καὶ συνάπασι ·
496
χοὔτως συμπόσιον γίνεται οὐκ ἄχαρι.
497
ἄφρονος ἀνδρὸς ὁμῶς καὶ σώφρονος οἶνος, ὅταν δὴ
498
πίνῃ ὑπὲρ μέτρον, κοῦφον ἔθηκε νόον.
499
ἐν πυρὶ μὲν χρυσόντε καὶ ἄργυρον ἴδριες ἄνδρες
500
γινώσκουσ’, ἀνδρὸς δ’οἶνος ἔδειξε νόον,
501
καὶ μάλα περ πινυτοῦ, τὸν ὑπὲρ μέτρον ἤρατο πίνων,
502
ὥστε καταισχῦναι καὶ πρὶν ἐόντα σοφόν.
503
οἰνοβαρέω κεφαλήν, Ὀνομάκριτε, καί με βιᾶται
504
οἶνος, ἀτὰρ γνώμης οὐκέτ’ἐγὼ ταμίης
505
ἡμετέρης, τὸ δὲ δῶμα περιτρέχει. ἀλλ’ἄγ’ἀναστὰς
506
πειρηθῶ μή πως καὶ πόδας οἶνος ἔχει
507
καὶ νόον ἐν στήθεσσι. δέδοικα δὲ μή τι μάταιον
508
ἕρξω θωρηχθεὶς καὶ μέγ’ὄνειδος ἔχω.
509
οἶνος πινόμενος πουλὺς κακόν · ἢν δὲ τις αὐτὸν
510
πίνῃ ἐπισταμένως, οὐ κακὸν ἀλλ’ἀγαθόν.
511
ἦλθες δή, Κλεάριστε, βαθὺν διὰ πόντον ἀνύσσας,
512
ἐνθάδ’ἐπ’οὐδὲν ἔχοντ’, τάλαν, οὐδὲν ἔχων.
513
νηός τοι πλευρῇσιν ὑπὸ ζυγὰ θήσομεν ἡμεῖς,
514
Κλεάρισθ’, οἷ’ἔχομεν χοἶα διδοῦσι θεοί ·
517
οὔτε τι τῶν ὄντων ἀποθήσομαι, οὔτε τι μεῖζον
518
σῆς ἕνεκα ξενίης ἄλλοθεν οἰσόμεθα,
515
τῶν δ’ὄντων τἄριστα παρέξομεν. ἢν δέ τις ἔλθῃ
516
σεῦ φίλος ὤν, κατάειφ’ὡς φιλότητος ἔχεις ·
519
ἤν δέ τις εἰρωτᾶ τὸν ἐμὸν βίον, ὧδέ οἱ εἰπεῖν ·
520
ὡς εὖ μὲν χαλεπῶς, ὡς χαλεπῶς δὲ μάλ’εὖ,
521
ὥσθ’ἕνα μὲν ξεῖνον πατρώϊον οὐκ ἀπολείπειν,
522
ξείνια δὲ πλεόνεσσ’οὐ δυνατὸς παρέχειν.
523
οὔ σε μάτην, Πλοῦτε, βροτοὶ τιμῶσι μάλιστα ·
524
γὰρ ῥηϊδίως τὴν κακότητα φέρεις.
525
καὶ γάρ τοι πλοῦτον μὲν ἔχειν ἀγαθοῖσιν ἔοικεν,
526
πενίη δὲ κακῷ σύμφορος ἀνδρὶ φέρειν.
527
μοι ἐγὼν ἥβης καὶ γήραος οὐλομένοιο,
528
τοῦ μὲν ἐπερχομένου, τῆς δ’ἀπονισομένης.
529
οὐδένα πω προὔδωκα φίλον καὶ πιστὸν ἑταῖρον,
530
οὐ δ’ἐν ἐμῇ ψυχῇ δούλιον οὐδὲν ἔνι.
531
αἰεί μοι φίλον ἦτορ ἰαίνεται, ὁππότ’ἀκούσω
532
αὐλῶν φθεγγομένων ἱμερόεσσαν ὄπα.
533
χαίρω δ’ἐμπίνων καὶ ὑπ’αὐλητῆρος ἀείδων,
534
χαίρω δ’εὔφθογγον χερσὶ λύρην ὀχέων.
535
οὔποτε δουλείη κεφαλὴν ἰθεῖα πέφυκεν,
536
ἀλλ’αἰεὶ σκολιή, καὐχένα λοξὸν ἔχει.
537
οὔτε γὰρ ἐκ σκίλλης ῥόδα φύεται οὐ δ’ὑάκινθος,
538
οὔτε ποτ’ἐκ δούλης τέκνον ἐλευθέριον.
539
οὗτος ἀνήρ, φίλε Κύρνε, πέδας χαλκεύεται αὐτῷ,
540
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
541
δειμαίνω μὴ τήνδε πόλιν, Πολυπαΐδη, ὕβρις,
542
ἥπερ Κενταύρους ὠμοφάγους, ὀλέσῃ.
543
χρή με παρὰ στάθμην καὶ γνώμονα τήνδε δικάσσαι,
544
Κύρνε, δίκην, ἶσόντ’ἀμφοτέροισι δόμεν, […]
545
μάντεσίτ’οἰωνοῖςτε καὶ αἰθομένοις ἱεροῖσιν,
546
ὄφρα μὴ ἀμπλακίης αἰσχρὸν ὄνειδος ἔχω.
547
μηδένα πῃ κακότητι βιάζεο · τῷ δὲ δικαίῳ
548
τῆς εὐεργεσίης οὐδὲν ἀρειότερον.
549
ἄγγελος ἄφθογγος πόλεμον πολύδακρυν ἐγείρει,
550
Κύρν’, ἀπὸ τηλαυγέος φαινόμενος σκοπιῆς.
551
ἀλλ’ἵπποις ἔμβαλλε ταχυπτέρνοισι χαλινούς ·
552
δῄων γάρ σφ’ἀνδρῶν ἀντιάσειν δοκέω.
553
οὐ πολλὴν τὸ μεσηγὺ διαπρήξουσι κέλευθον,
554
εἰ μὴ ἐμὴν γνώμην ἐξαπατῶσι θεοί.
555
χρὴ τολμᾶν χαλεποῖσιν ἐν ἄλγεσι κείμενον ἄνδρα,
556
πρόςτε θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
557
φράζεο · κίνδυνός τοι ἐπὶ ξυροῦ ἵσταται ἀκμῇς ·
558
ἄλλοτε πόλλ’ἕξεις, ἄλλοτε παυρότερα,
559
ὥστε σε μήτε λίην ἀφνεὸν κτεάτεσσι γενέσθαι
560
χρὴ μήτ’ἐς πολλὴν χρημοσύνην ἐλάσαι.
561
εἴη μοι τὰ μὲν αὐτὸν ἔχειν, τὰ δὲ πόλλ’ἐπιδοῦναι
562
χρήματα τῶν ἐχθρῶν τοῖσι φίλοισιν ἔχειν.
563
κεκλῆσθαίτ’ἐς δαῖτα παρέζεσθαίτε παρ’ἐσθλὸν
564
ἄνδρα χρεὼν σοφίην πᾶσαν ἐπιστάμενον ·
565
τοῦ συνιεῖνθ’ὁπόταν τι λέγῃ σοφόν, ὄφρα διδαχθῇς
566
καὶ τοῦτ’εἰς οἶκον κέρδος ἔχων ἀπίῃς.
567
ἥβῃ τερπόμενος παίζω · δηρὸν γὰρ ἔνερθεν
568
γῆς ὀλέσας ψυχὴν κείσομαι ὥστε λίθος
569
ἄφθογγος, λείψω δ’ἐρατὸν φάος ἠελίοιο,
570
ἔμπης δ’ἐσθλὸς ἐὼν ὄψομαι οὐδὲν ἔτι.
571
δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ’ἄριστον ·
572
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ’ἀγαθῶν.
573
εὖ ἕρδων εὖ πάσχε · τί κ’ἄγγελον ἄλλον ἰάλλοις;
574
τῆς εὐεργεσίης ῥῃδίη ἀγγελίη.
575
οἵ με φίλοι προδιδοῦσιν, ἐπεὶ τόν γ’ἐχθρὸν ἀλεῦμαι
576
ὥστε κυβερνήτης χοιράδας εἰναλίας.
577
ῥήϊον ἐξ ἀγαθοῦ θεῖναι κακὸν ’κ κακοῦ ἐσθλόν.
578
μή με δίδασκ’· οὔτοι τηλίκος εἰμὶ μαθεῖν.
579
ἐχθαίρω κακὸν ἄνδρα, καλυψαμένη δὲ πάρειμι
580
σμικρῆς ὄρνιθος κοῦφον ἔχουσα νόον.
581
ἐχθαίρω δὲ γυναῖκα περίδρομον, ἄνδρατε μάργον
582
ὃς τὴν ἀλλοτρίην βούλετ’ἄρουραν ἀροῦν.
583
ἀλλὰ τὰ μὲν προβέβηκεν, ἀμήχανόν ἐστι γενέσθαι
584
ἀργά · τὰ δ’ἐξοπίσω, τῶν φυλακὴ μελέτω.
585
πᾶσίν τοι κίνδυνος ἐπ’ἔργμασιν, οὐ δέ τις οἶδεν
586
πῇ σχήσειν μέλλει πρήγματος ἀρχομένου.
587
ἀλλ’ μὲν εὐδοκιμεῖν πειρώμενος οὐ προνοήσας
588
εἰς μεγάλην ἄτην καὶ χαλεπὴν ἔπεσεν,
589
τῷ δὲ καλῶς ποιεῦντι θεὸς περὶ πάντα τίθησιν
590
συντυχίην ἀγαθήν, ἔκλυσιν ἀφροσύνης.
591
τολμᾶν χρὴ τὰ διδοῦσι θεοὶ θνητοῖσι βροτοῖσιν,
592
ῥηϊδίως δὲ φέρειν ἀμφοτέρων τὸ λάχος.
593
μήτε κακοῖσιν ἀσῶ τι λίην φρένα μήτ’ἀγαθοῖσιν
594
τερφθῇς ἐξαπίνης πρὶν τέλος ἄκρον ἰδεῖν.
595
ἄνθρωπ’, ἀλλήλοισιν ἀπόπροθεν ὦμεν ἑταῖροι ·
596
πλὴν πλούτου παντὸς χρήματός ἐστι κόρος.
597
δὴν δὴ καὶ φίλοι εἶμεν · ἀτάρτ’ἄλλοισιν ὁμίλει
598
ἀνδράσιν, οἳ τὸν σὸν μᾶλλον ἴσασι νόον.
599
οὔ μ’ἔλαθες φοιτῶν κατ’ἀμαξιτὸν ἣν ἄρα καὶ πρὶν
600
ἠλάστρεις κλέπτων ἡμετέρην φιλίην.
601
ἔρρε, θεοῖσίντ’ἐχθρὲ καὶ ἀνθρώποισιν ἄπιστε,
602
ψυχρὸν ὃν ἐν κόλπῳ ποικίλον εἶχον ὄφιν.
603
τοιάδε καὶ Μάγνητας ἀπώλεσεν ἔργα καὶ ὕβρις
604
οἷα τὰ νῦν ἱερὴν τήνδε πόλιν κατέχει.
605
πολλῷ τοι πλέονας λιμοῦ κόρος ὤλεσεν ἤδη
606
ἄνδρας ὅσοι μοίρης πλεῖον ἔχειν ἔθελον.
607
ἀρχῇ ἔρι ψεύδους μικρὰ χάρις · εἰς δὲ τελευτὴν
608
αἰσχρὸν δὴ κέρδος καὶ κακὸν ἀμφότερα
609
γίνεται. οὐ δέ τι καλόν, ὅτῳ ψεῦδος προσαμαρτῇ
610
ἀνδρὶ καὶ ἐξέλθῃ πρῶτον ἀπὸ στόματος.
611
οὐ χαλεπὸν ψέξαι τὸν πλησίον, οὐ δὲ μὲν αὐτὸν
612
αἰνῆσαι · δειλοῖς ἀνδράσι ταῦτα μέλει ·
613
σιγᾶν δ’οὐκ ἐθέλουσι κακοὶ κακὰ λεσχάζοντες ·
614
οἱ δ’ἀγαθοὶ πάντων μέτρον ἴσασιν ἔχειν.
615
οὐδένα παμπήδην ἀγαθὸν καὶ μέτριον ἄνδρα
616
τῶν νῦν ἀνθρώπων ἠέλιος καθορᾷ.
617
οὔτι μάλ’ἀνθρώποις καταθύμια πάντα τελεῖται ·
618
πολλὸν γὰρ θνητῶν κρέσσονες ἀθάνατοι.
619
πόλλ’ἐν ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ ·
620
ἄκρην γὰρ πενίην οὐχ ὑπερεδράμομεν.
621
πᾶς τις πλούσιον ἄνδρα τίει, ἀτίει δὲ πενιχρόν ·
622
πᾶσιν δ’ἀνθρώποις αὐτὸς ἔνεστι νόος.
623
παντοῖαι κακότητες ἐν ἀνθρώποισιν ἔασιν
624
παντοῖαι δ’ἀρεταὶ καὶ βιότου παλάμαι.
625
ἀργαλέον φρονέοντα παρ’ἄφροσι πόλλ’ἀγορεύειν,
626
καὶ σιγᾶν αἰεί · τοῦτο γὰρ οὐ δυνατόν.
627
αἰσχρόν τοι μεθύοντα παρ’ἀνδράσι νήφοσιν εἶναι
628
αἰσχρὸν δ’εἰ νήφων πὰρ μεθύουσι μένει.
629
ἥβη καὶ νεότης ἐπικουφίζει νόον ἀνδρός,
630
πολλῶν δ’ἐξαίρει θυμὸν ἐς ἀμπλακίην.
631
ᾧτινι μὴ θυμοῦ κρέσσων νόος, αἰὲν ἐν ἄταις,
632
Κύρνε, καὶ ἐν μεγάλαις κεῖται ἀμηχανίαις.
633
βουλεύου δὶς καὶ τρὶς τοί κ’ἐπὶ τὸν νόον ἔλθῃ ·
634
ἀτηρὸς γάρ τοι λάβρος ἀνὴρ τελέθει.
635
ἀνδράσι τοῖς ἀγαθοῖς ἕπεται γνώμητε καὶ αἰδώς ·
636
οἳ νῦν ἐν πολλοῖς ἀτρεκέως ὀλίγοι.
637
ἐλπὶς καὶ κίνδυνος ἐν ἀνθρώποισιν ὁμοῖα
638
οὗτοι γὰρ χαλεποὶ δαίμονες ἀμφότεροι.
639
πολλάκι πὰρ δόξαντε καὶ ἐλπίδα γίνεται εὖ ῥεῖν
640
ἔργ’ἀνδρῶν, βουλαῖς δ’οὐκ ἐπέγεντο τέλος.
641
οὔτοι κ’εἰδείης οὔτ’εὔνοον οὔτε μὲν ἐχθρόν,
642
εἰ μὴ σπουδαίου πρήγματος ἀντιτύχοις.
643
πολλοὶ πὰρ κρητῆρι φίλοι γίνονται ἑταῖροι,
644
ἐν δὲ σπουδαίῳ πρήγματι παυρότεροι.
645
παύρους κηδεμόνας πιστοὺς εὕροις κεν ἑταίρους
646
κείμενος ἐν μεγάλῃ θυμὸν ἀμηχανίῃ.
647
ἤδη νῦν αἰδὼς μὲν ἐν ἀνθρώποισιν ὄλωλεν,
648
αὐτὰρ ἀναιδείη γαῖαν ἐπιστρέφεται.
649
δειλὴ πενίη, τί ἐμοῖς ἐπικειμένη ὤμοις
650
σῶμα καταισχύνεις καὶ νόον ἡμέτερον,
651
αἰσχρὰ δέ μ’οὐκ ἐθέλοντα βίῃ καὶ δειλὰ διδάσκεις
652
ἐσθλὰ μετ’ἀνθρώπων καὶ κάλ’ἐπιστάμενον;
653
εὐδαίμων εἴην καὶ θεοῖς φίλος ἀθανάτοισιν,
654
Κύρν’· ἀρετῆς δ’ἄλλης οὐδεμιῆς ἔραμαι.
655
σύν τοι, Κύρνε, παθόντι κακῶς ἀνιώμεθα πάντες ·
656
ἀλλά τοι ἀλλότριον κῆδος ἐφημέριον.
657
μηδὲν ἄγαν χαλεποῖσιν ἀσῶ φρένα μη δ’ἀγαθοῖσιν
658
χαῖρ’, ἐπεὶ ἔστ’ἀνδρὸς πάντα φέρειν ἀγαθοῦ.
659
οὐ δ’ὀμόσαι χρὴ τοῦθ’, ὅτι μήποτε πρῆγμα τόδ’ἔσται ·
660
θεοὶ γάρ τοι νεμεσῶσ’, οἷσιν ἔπεστι τέλος ·
661
καὶ πρῆξαι μέντοι τι. καὶ ἐκ κακοῦ ἐσθλὸν ἔγεντο,
662
καὶ κακὸν ἐξ ἀγαθοῦ · καίτε πενιχρὸς ἀνὴρ
663
αἶψα μάλ’ἐπλούτησε · καὶ ὃς μάλα πολλὰ πέπαται,
664
ἐξαπίνης πάντ’οὖν ὤλεσε νυκτὶ μιῇ ·
665
καὶ σώφρων ἥμαρτε καὶ ἄφρονι πολλάκι δόξα
666
ἕσπετο, καὶ τιμῆς καὶ κακὸς ὢν ἔλαχεν.
667
εἰ μὲν χρήματ’ἔχοιμι, Σιμωνίδη, οἷάπερ ἤθη
668
οὐκ ἂν ἀνιώμην τοῖς ἀγαθοῖσι συνών ·
669
νῦν δέ με γινώσκοντα παρέρχεται, εἰμὶ δ’ἄφωνος
670
χρημοσύνῃ, πολλῶν γνοὺς ἂν ἄμεινον ἐτέων,
671
οὕνεκα νῦν φερόμεσθα καθ’ἱστία λευκὰ βαλόντες
672
Μηλίου ἐκ πόντου νύκτα διὰ δνοφερήν ·
673
ἀντλεῖν δ’οὐκ ἐθέλουσιν · ὑπερβάλλει δὲ θάλασσα
674
ἀμφοτέρων τοίχων · μάλα τις χαλεπῶς
675
σῴζεται οἷ ἕρδουσι · κυβερνήτην μὲν ἔπαυσαν
676
ἐσθλόν, ὅτις φυλακὴν εἶχεν ἐπισταμένως,
677
χρήματα δ’ἁρπάζουσι βίῃ · κόσμος δ’ἀπόλωλεν,
678
δασμὸς δ’οὐκέτ’ἴσος γίνεται ἐς τὸ μέσον ·
679
φορτηγοὶ δ’ἄρχουσι, κακοὶ δ’ἀγαθῶν καθύπερθεν ·
680
δειμαίνω μή πως ναῦν κατὰ κῦμα πίῃ.
681
ταῦτά μοι ᾐνίχθω κεχρησμένα τοῖς ἀγαθοῖσιν ·
682
γινώσκοι δ’ἄν τις καὶ κακός, ἂν σοφὸς .
683
πολλοὶ πλοῦτον ἔχουσιν ἀΐδριες · οἱ δὲ τὰ καλὰ
684
ζητοῦσιν χαλεπῇ τειρόμενοι πενίῃ ·
685
ἕρδειν δ’ἀμφοτέροισιν ἀμηχανίη παράκειται ·
686
εἴργει γὰρ τοὺς μὲν χρήματα, τοὺς δὲ νόος.
687
οὐκ ἔστι θνητοῖσι πρὸς ἀθανάτους μαχέσασθαι,
688
οὐ δὲ δίκην εἰπεῖν · οὐδενὶ τοῦτο θέμις.
689
οὐ χρὴ πημαίνειν ὅτε μὴ πημαντέον εἴη,
690
οὐ δ’ἕρδειν ὅτι μὴ λώϊον τελέσαι.
691
χαίρων ἐκτελέσειας ὁδὸν μεγάλου διὰ πόντου,
692
καί σε Ποσειδάων χάρμα φίλοις ἀγάγοι.
693
πολλούς τοι κόρος ἄνδρας ἀπώλεσεν ἀφραίνοντας ·
694
γνῶναι γὰρ χαλεπὸν μέτρον, ὅτ’ἐσθλὰ παρῇ ·
695
οὐ δύναμαί σοι, θυμέ, παρασχεῖν ἄρμενα πάντα ·
696
τέτλαθι · τῶν δὲ καλῶν οὔτι σὺ μοῦνος ἐρᾷς.
697
εὖ μὲν ἔχοντος ἐμοῦ πολλοὶ φίλοι · ἢν δέ τι δεινὸν
698
συγκύρσῃ, παῦροι πιστὸν ἔχουσι νόον.
699
πλήθει δ’ἀνθρώπων ἀρετὴ μία γίνεται ἥδε,
700
πλουτεῖν · τῶν δ’ἄλλων οὐδὲν ἄρ’ἦν ὄφελος,
701
οὐ δ’εἰ σωφροσύνην μὲν ἔχοις Ῥαδαμάνθυος αὐτοῦ,
702
πλείονα δ’εἰδείης Σισύφου Αἰολίδεω,
703
ὅστε καὶ ἐξ Ἀΐδεω πολυϊδρείῃσιν ἀνῆλθεν,
704
πείσας Περσεφόνην αἱμυλίοισι λόγοις,
705
ἥτε βροτοῖς παρέχει λήθην βλάπτουσα νόοιο,
706
ἄλλος δ’οὔπω τις τοῦτό γ’ἐπεφράσατο,
707
ὅντινα δὴ θανάτοιο μέλαν νέφος ἀμφικαλύψῃ,
708
ἔλθῃ δ’ἐς σκιερὸν χῶρον ἀποφθιμένων,
709
κυανέαςτε πύλας παραμείψεται, αἵτε θανόντων
710
ψυχὰς εἴργουσιν καίπερ ἀναινομένας ·
711
ἀλλ’ἄρα καὶ κεῖθεν πάλιν ἤλυθε Σίσυφος ἥρως
712
ἐς φάος ἠελίου σφῇσι πολυφροσύναις ·
713
οὐ δ’εἰ ψεύδεα μὲν ποιοῖς ἐτύμοισιν ὁμοῖα,
714
γλῶσσαν ἔχων ἀγαθὴν Νέστορος ἀντιθέου,
715
ὠκύτερος δ’εἴησθα πόδας ταχέων Ἁρπυιῶν
716
καὶ παίδων Βορέω, τῶν ἄφαρ εἰσὶ πόδες.
717
ἀλλὰ χρὴ πάντας γνώμην ταύτην καταθέσθαι,
718
ὡς πλοῦτος πλείστην πᾶσιν ἔχει δύναμιν.
719
ἶσόν τοι πλουτοῦσιν, ὅτῳ πολὺς ἄργυρός ἐστιν
720
καὶ χρυσὸς καὶ γῆς πυροφόρου πεδία
721
ἵπποιθ’ἡμίονοίτε, καὶ τὰ δέοντα πάρεστι
722
γαστρίτε καὶ πλευραῖς καὶ ποσὶν ἁβρὰ παθεῖν,
723
ταῦτ’ἄφενος θνητοῖσι · τὰ γὰρ περιώσια πάντα
726
χρήματ’ἔχων οὐδεὶς ἔρχεται εἰς Ἀΐδεω,
727
οὐ δ’ἂν ἄποινα διδοὺς θάνατον φύγοι οὐ δὲ βαρείας
728
νούσους οὐ δὲ κακὸν γῆρας ἐπερχόμενον.
729
φροντίδες ἀνθρώπων ἔλαχον πτερὰ ποικίλ’ἔχουσαι,
730
μυρόμεναι ψυχῆς εἵνεκα καὶ βιότου.
731
Ζεῦ πάτερ, εἴθε γένοιτο θεοῖς φίλα τοῖς μὲν ἀλιτροῖς
732
ὕβριν ἁδεῖν, εἴ σφιν τοῦτο γένοιτο φίλον
733
θυμῷ, σχέτλια δ’ἔργα μετὰ φρεσὶθ’ὅστις ἀθήνης
734
ἐργάζοιτο θεῶν μηδὲν ὀπιζόμενος,
735
αὐτὸν ἔπειτα πάλιν τεῖσαι κακά, μη δ’ἔτ’ὀπίσσω
736
πατρὸς ἀτασθαλίαι παισὶ γένοιντο κακόν ·
737
παῖδέςθ’οἵτ’ἀδίκου πατρὸς τὰ δίκαια νοεῦντες
738
ποιῶσιν, Κρονίδη, σὸν χόλον ἁζόμενοι,
739
ἐξ ἀρχῆς τὰ δίκαια μετ’ἀστοῖσιν φιλέοντες,
740
μήτιν’ὑπερβασίην ἀντιτίνειν πατέρων.
741
ταῦτ’εἴη μακάρεσσι θεοῖς φίλα · νῦν δ’ μὲν ἕρδων
742
ἐκφεύγει, τὸ κακὸν δ’ἄλλος ἔπειτα φέρει.
744
καὶ τοῦτ’, ἀθανάτων βασιλεῦ, πῶς ἐστι δίκαιον,
745
ἔργων ὅστις ἀνὴρ ἐκτὸς ἐὼν ἀδίκων
746
μήτιν’ὑπερβασίην παρέχων μη δ’ὅρκον ἀλιτρόν,
747
ἀλλὰ δίκαιος ἐών, μὴ τὰ δίκαια πάθῃ;
748
τίς δή κεν βροτὸς ἄλλος, ὁρῶν πρὸς τοῦτον, ἔπειτα
749
ἅζοιτ’ἀθανάτους, καί τινα θυμὸν ἔχων, ὁππότ’ἀνὴρ ἄδικος καὶ ἀτάσθαλος, οὔτε τευ ἀνδρὸς
750
οὔτε τευ ἀθανάτων μῆνιν ἀλευόμενος,
751
ὑβρίζῃ πλούτῳ κεκορημένος, οἱ δὲ δίκαιοι
752
τρυχῶνται χαλεπῇ τειρόμενοι πενίῃ;
753
ταῦτα μαθών, φίλ’ἑταῖρε, δικαίως χρήματα ποιοῦ,
754
σώφρονα θυμὸν ἔχων ἐκτὸς ἀτασθαλίης,
755
αἰεὶ τῶνδ’ἐπέων μεμνημένος · εἰς δὲ τελευτὴν
756
αἰνήσεις μύθῳ σώφρονι πειθόμενος.
757
Ζεὺς μὲν τῆσδε πόληος ὑπειρέχοι αἰθέρι ναίων
758
αἰεὶ δεξιτερὴν χεῖρ’ἐπ’ἀπημοσύνῃ,
759
ἄλλοιτ’ἀθάνατοι μάκαρες θεοί · αὐτὰρ Ἀπόλλων
760
ὀρθώσαι γλῶσσαν καὶ νόον ἡμέτερον ·
761
φόρμιγξ δ’αὖ φθέγγοιθ’ἱερὸν μέλος ἠδὲ καὶ αὐλός ·
762
ἡμεῖς δὲ σπονδαῖς θεοὺς ἀπαρεσσάμενοι
763
πίνωμεν, χαρίεντα μετ’ἀλλήλοισι λέγοντες,
764
μηδὲν τὸν Μήδων δειδιότες πόλεμον.
765
ὧδ’εἴη κεν ἄμεινον ὁμόφρονα θυμὸν ἔχοντας
766
νόσφι μεριμνάων εὐφροσύνως διάγειν
767
τερπομένους, τηλοῦ δὲ κακὰς ἀπὸ κῆρας ἀμῦναι,
768
γῆράςτ’οὐλόμενον καὶ θανάτοιο τέλος.
769
χρὴ Μουσῶν θεράποντα καὶ ἄγγελον, εἴ τι περισσὸν
770
εἰδείη, σοφίης μὴ φθονερὸν τελέθειν,
771
ἀλλὰ τὰ μὲν μῶσθαι, τὰ δὲ δεικνύναι, ἄλλα δὲ ποιεῖν ·
772
τί σφιν χρήσηται μοῦνος ἐπιστάμενος;
773
Φοῖβε ἄναξ, αὐτὸς μὲν ἐπύργωσας πόλιν ἄκρην,
774
Ἀλκαθόῳ Πέλοπος παιδὶ χαριζόμενος ·
775
αὐτὸς δὲ στρατὸν ὑβριστὴν Μήδων ἀπέρυκε
776
τῆσδε πόλευς, ἵνα σοι λαοὶ ἔν εὐφροσύνῃ
777
ἦρος ἐπερχομένου κλειτὰς πέμπωσ’ἑκατόμβας,
778
τερπόμενοι κιθάρῃ καὶ θαλίῃ ἐρατῇ
779
παιάνωντε χοροῖς ἰαχῇσίτε σὸν περὶ βωμόν.
780
γὰρ ἔγωγε δέδοικ’ἀφραδίην ἐσορῶν
781
καὶ στάσιν Ἑλλήνων λαοφθόρον. ἀλλὰ σύ, Φοῖβε,
782
ἵλαος ἡμετέρην τήνδε φύλασσε πόλιν.
783
ἦλθον μὲν γὰρ ἔγωγε καὶ εἰς Σικελήν ποτε γαῖαν,
784
ἦλθον δ’Εὐβοίης ἀμπελόεν πεδίον, σπάρτηντ’Εὐρώτα δονακοτρόφου ἀγλαὸν ἄστυ,
785
καί μ’ἐφίλευν προφρόνως πάντες ἐπερχόμενον.
786
ἀλλ’οὔτις μοι τέρψις ἐπὶ φρένας ἦλθεν ἐκείνων ·
787
οὕτως οὐδὲν ἄρ’ἦν φίλτερον ἄλλο πάτρης.
789
μήποτέ μοι μελέδημα νεώτερον ἄλλο φανείη
790
ἀντ’ἐρατῆς σοφίης, ἀλλὰ τόδ’αἰὲν ἔχων
791
τερποίμην φόρμιγγι καὶ ὀρχηθμῷ καὶ ἀοιδῇ,
792
καὶ μετὰ τῶν ἀγαθῶν ἐσθλὸν ἔχοιμι νόον.
793
μήτε τινὰ ξείνων δηλεύμενος ἔργμασι λυγροῖς
794
μήτε τιν’ἐνδήμων, ἀλλὰ δίκαιος ἐών,
795
τὴν σαυτοῦ φρένα τέρπε · δυσηλεγέων δὲ πολιτῶν
796
ἄλλος τοί σε κακῶς, ἄλλος ἄμεινον ἐρεῖ.
797
τοὺς ἀγαθοὺς ἄλλος μάλα μέμφεται, ἄλλος ἐπαινεῖ ·
798
τῶν δὲ κακῶν μνήμη γίνεται οὐδεμία.
799
ἀνθρώπων δ’ἄψεκτος ἐπὶ χθονὶ γίνεται οὐδείς ·
800
ἀλλ’ὣς λώϊον, εἰ μὴ πλεόνεσσι μέλοι.
801
οὐδεὶς ἀνθρώπων οὔτ’ἔσσεται οὔτε πέφυκεν,
802
ὅστις πᾶσιν ἁδὼν δύσεται εἰς Ἀΐδεω ·
803
οὐ δὲ γὰρ ὃς θνητοῖσι καὶ ἀθανάτοισιν ἀνάσσει,
804
Ζεὺς Κρονίδης, θνητοῖς πᾶσιν ἁδεῖν δύναται.
805
τόρνου καὶ στάθμης καὶ γνώμονος ἄνδρα θεωρὸν
806
εὐθύτερον χρὴ ἔμεν, Κύρνε, φυλασσόμενον,
807
ᾧτινί κεν Πυθῶνι θεοῦ χρήσασ’ἱέρεια
808
ὀμφὴν σημήνῃ πίονος ἐξ ἀδύτου ·
809
οὔτε τι γὰρ προσθεὶς οὐδέν κ’ἔτι φάρμακον εὕροις,
810
οὔτ’ἀφελὼν πρὸς θεῶν ἀμπλακίην προφύγοις.
811
χρῆμ’ἔπαθον θανάτου μὲν ἀεικέος οὔτι κάκιον,
812
τῶν δ’ἄλλων πάντων, Κύρν’, ἀνιηρότατον ·
813
οἵ με φίλοι προὔδωκαν. ἐγὼ δ’ἐχθροῖσι πελασθεὶς
814
ἐδήσω καὶ τοὺς ὅντιν’ἔχουσι νόον.
815
βοῦς μοι ἐπὶ γλώσσῃ κρατερῷ ποδὶ λὰξ ἐπιβαίνων
816
ἴσχει κωτίλλειν καίπερ ἐπιστάμενον.
817
Κύρν’, ἔμπης δ’ὅτι μοῖρα παθεῖν οὐκ ἔσθ’ὑπαλύξαι ·
818
ὅττι δὲ μοῖρα παθεῖν οὔτι δέδοικα παθεῖν.
819
ἐς πολυάρητον κακὸν ἥκομεν, ἔνθα μάλιστα,
820
Κύρνε, συναμφοτέρους μοῖρα λάβοι θανάτου.
821
οἵ κ’ἀπογηράσκοντας ἀτιμάζωσι τοκῆας,
822
τούτων τοι χώρη, Κύρν’, ὀλίγη τελέθει.
823
μήτε τιν’αὖξε τύραννον ἐπ’ἐλπίδι κέρδεσιν εἴκων,
824
μήτε κτεῖνε θεῶν ὅρκια συνθέμενος.
825
πῶς ὑμῖν τέτληκεν ὑπ’αὐλητῆρος ἀείδειν
826
θυμός, γῆς δ’οὖρος φαίνεται ἐξ ἀγορῆς
827
ἥτε τρέφει καρποῖσιν ἐν εἰλαπίναις ῥοφέοντας
828
ἀνθεῦντάςτε κόμας πορφυρέοις στεφάνοις;
829
ἀλλ’ἄγε δή, Σκύθα, κεῖρε κόμην, ἀπόπαυε δὲ κῶμον,
830
πένθει δ’εὐώδη χῶρον ἀπολλύμενον.
831
πίστει χρήματ’ὄλεσσα, ἀπιστίῃ δ’ἐσάωσα ·
832
γνώμη δ’ἀργαλέη γίνεται ἀμφοτέρων.
833
πάντα τάδ’ἐν κοράκεσσι καὶ ἐν φθόρῳ, οὐ δέ τις ἡμῖν
834
αἴτιος ἀθανάτων, Κύρνε, θεῶν μακάρων.
835
ἀλλ’ἀνδρῶντε βίη καὶ κέρδεα δειλὰ καὶ ὕβρις
836
πολλῶν ἐξ ἀγαθῶν ἐς κακότητ’ἔβαλεν.
837
δισσαί τοι πόσιος κῆρες δειλοῖσι βροτοῖσιν,
838
δίψατε λυσιμελὴς καὶ μέθυσις χαλεπή ·
839
τούτων δ’ἂν τὸ μέσον στρωφήσομαι, οὐ δέ με πείσεις
840
οὔτε τι μὴ πίνειν οὔτε λίην μεθύειν.
841
οἶνος ἐμοὶ τὰ μὲν ἄλλα χαρίζεται, ἓν δ’ἀχάριστος,
842
εὖτ’ἂν θωρήξας μ’ἄνδρα πρὸς ἐχθρὸν ἄγῃ ·
843
ἀλλ’ὅτε τἀγκαθύπερθεν ἐόνθ’ὑπένερθε γένηται,
844
τουτάκις οἴκαδ’ἴμεν παυσάμενοι πόσιος.
845
εὖ μὲν κείμενον ἄστυ κακῶς θέμεν εὐμαρές ἐστιν,
846
εὖ δὲ θέμεν τὸ κακῶς κείμενον ἀργαλέον.
847
λὰξ ἐπίβα δήμῳ κενεόφρονι, τύπτε δὲ κέντρῳ
848
ὀξέϊ, καὶ ζεύγλην δύσλοφον ἀμφιτίθει ·
849
οὐ γὰρ ἔθ’εὑρήσεις δῆμον φιλοδέσποτον ὧδε
850
ἀνθρώπων ὁπόσους ἠέλιος καθορᾷ.
851
Ζεὺς ἄνδρ’ἐξολέσειεν Ὀλύμπιος, ὃς τὸν ἑταῖρον
852
μαλθακὰ κωτίλλων ἐξαπατᾶν ἐθέλει.
853
ἡδέα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,
854
οὕνεκα τοῖς δειλοῖς οὐδεμί’ἐστὶ χάρις.
855
πολλάκι δὴ πόλις ἥδε δί’ἡγεμόνων κακότητα
856
ὥσπερ κεκλιμένη ναῦς παρὰ γῆν ἔδραμεν.
857
τῶν δὲ φίλων εἰ μέν τις ὁρᾷ μέ τι δειλὸν ἔχοντα,
858
αὐχέν’ἀποστρέψας οὐ δ’ἐσορᾶν ἐθέλει ·
859
ἢν δέ τί μοί ποθεν ἐσθλόν, παυράκι γίνεται ἀνδρί,
860
πολλοὺς ἀσπασμοὺς καὶ φιλότητας ἔχω.
861
οἵ με φίλοι προδιδοῦσι καὶ οὐκ ἐθέλουσί τι δοῦναι
862
ἀνδρῶν φαινομένων · ἀλλ’ἐγὼ αὐτομάτη
863
ἑσπερίητ’ἔξειμι καὶ ὀρθρίη αὖτις ἔσειμι,
864
ἦμος ἀλεκτρυόνων φθόγγος ἐγειρομένων.
865
πολλοῖς ἀχρήστοισι θεὸς διδοῖ ἀνδράσιν ὄλβον,
866
ὅστις μήτ’αὐτῷ βέλτερος οὐδὲν ἐὼν
867
μήτε φίλοις. ἀρετῆς δὲ μέγα κλέος οὔποτ’ὀλεῖται ·
868
αἰχμητὴς γὰρ ἀνὴρ γῆντε καὶ ἄστυ σαοῖ.
869
ἔν μοι ἔπειτα πέσοι μέγας οὐρανὸς εὐρὺς ὕπερθεν
870
χάλκεος, ἀνθρώπων δεῖμα χαμαιγενέων,
871
εἰ μὴ ἐγὼ τοῖσιν μὲν ἐπαρκέσω οἵ με φιλεῦσι,
872
τοῖς δ’ἐχθροῖς ἀνίη καὶ μέγα πῆμ’ἔσομαι.
873
οἶνε, τὰ μέν σ’αἰνῶ, τὰ δὲ μέμφομαι · οὐ δέ σε πάμπαν
874
οὔτε ποτ’ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι.
875
ἐσθλὸν καὶ κακόν ἐσσι · τίς ἄν σέ γε μωμήσαιτο,
876
τίς δ’ἂν ἐπαινήσαι, μέτρον ἔχων σοφίης;
877
ἥβα μοι, φίλε θυμέ · τάχ’αὖ τινες ἄλλοι ἔσονται
878
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν’ἔσομαι.
879
πῖν’οἶνον, τὸν ἐμοὶ κορυφῇς ὕπο Τηϋγέτοιο
880
ἄμπελοι ἤνεγκαν, τὰς ἐφύτευσ’ γέρων
881
οὔρεος ἐν βήσσῃσι θεοῖσι φίλος Θεότιμος
882
ἐκ Πλατανιστοῦντος ψυχρὸν ὕδωρ ἐπάγων ·
883
τοῦ πίνων ἀπὸ μὲν χαλεπὰς σκεδάσεις μελεδώνας,
884
θωρηχθεὶς δ’ἔσεαι πολλὸν ἐλαφρότερος.
885
εἰρήνη καὶ πλοῦτος ἔχοι πόλιν, ὄφρα μετ’ἄλλων
886
κωμάζοιμι · κακοῦ δ’οὐκ ἔραμαι πολέμου.
887
μη δὲ λίην κήρυκος ἀν’οὖς ἔχε μακρὰ βοῶντος ·
888
οὐ γὰρ πατρῴας γῆς πέρι μαρνάμεθα.
889
ἀλλ’αἰσχρὸν παρεόντα καὶ ὠκυπόδων ἐπιβάντα
890
ἵππων μὴ πόλεμον δακρυόεντ’ἐσιδεῖν.
891
οἴ μοι ἀναλκείης · ἀπὸ μὲν Κήρινθος ὄλωλεν,
892
Ληλάντου δ’ἀγαθὸν κείρεται οἰνόπεδον ·
893
οἱ δ’ἀγαθοὶ φεύγουσι, πόλιν δὲ κακοὶ διέπουσιν.
894
ὡς δὴ Κυψελιδέων Ζεὺς ὀλέσειε γένος.
895
γνώμης δ’οὐδὲν ἄμεινον ἀνὴρ ἔχει αὐτὸς ἐν αὐτῷ
896
οὐ δ’ἀγνωμοσύνης, Κύρν’, ὀδυνηρότερον.
897
Ζεὺς εἰ πάντ’ἄνδρεσσι καταθνητοῖς χαλέπαινεν,
898
γινώσκων καὶ νοῦν οἷον ἕκαστος ἔχει
899
αὐτὸς ἐνὶ στήθεσσι καὶ ἔργματα τῶντε δικαίων
900
τῶντ’ἀδίκων, μέγα κεν πῆμα βροτοῖσιν ἐπῆν.
901
ἔστιν μὲν χείρων δ’ἀμείνων ἔργον ἕκαστον ·
902
οὐδεὶς δ’ἀνθρώπων αὐτὸς ἅπαντα σοφός.
903
ὅστις ἀνάλωσιν τηρεῖ κατὰ χρήματα θηκῶν,
904
κυδίστην ἀρετὴν τοῖς συνιεῖσιν ἔχει.
905
εἰ μὲν γὰρ κατιδεῖν βιότου τέλος ἦν, ὁπόσον τις
906
ἤμελλ’ἐκτελέσας εἰς Ἀΐδαο περᾶν,
907
εἰκὸς ἂν ἦν, ὃς μὲν πλείω χρόνον αἶσαν ἔμιμνε,
908
φείδεσθαι μᾶλλον τοῦτον, ἵν’εἶχε βίον ·
909
νῦν δ’οὐκ ἔστιν. δὴ καὶ ἐμοὶ μέγα πένθος ὄρωρεν,
910
καὶ δάκνομαι ψυχήν, καὶ δίχα θυμὸν ἔχω.
911
ἐν τριόδῳ δ’ἕστηκα · δύ’εἰσὶ πρόσθεν ὁδοί μοι ·
912
φροντίζω τούτων ἥντιν’ἴω προτέρην ·
913
μηδὲν δαπανῶν τρύχω βίον ἐν κακότητι,
914
ζώω τερπνῶς ἔργα τελῶν ὀλίγα.
915
εἶδον μὲν γὰρ ἔγωγ’, ὃς ἐφείδετο, κοὔποτε γαστρὶ
916
σῖτον ἐλευθέριον πλούσιος ὢν ἐδίδου,
917
ἀλλὰ πρὶν ἐκτελέσαι κατέβη δόμον Ἄϊδος εἴσω,
918
χρήματα δ’ἀνθρώπων οὑπιτυχὼν ἔλαβεν ·
919
ὥστ’ἐς ἄκαιρα πονεῖν καὶ μὴ δόμεν κε θέλῃσι.
920
εἶδον δ’ἄλλον, ὃς γαστρὶ χαριζόμενος
921
χρήματα μὲν διέτριψεν, ἔφη δ’ὑπάγω φρένα τέρψας ·
922
πτωχεύει δὲ φίλους πάντας, ὅπου τιν’ἴδῃ.
923
οὕτω, Δημόκλεις, κατὰ χρήματ’ἄριστον ἁπάντων
924
τὴν δαπάνην θέσθαι καὶ μελέτην ἐχέμεν.
925
οὔτε γὰρ ἂν προκαμὼν ἄλλῳ καμάτου μεταδοίης,
926
οὔτ’ἂν πτωχεύων δουλοσύνην τελέοις ·
927
οὐ δ’, εἰ γῆρας ἵκοιο, τὰ χρήματα πάντ’ἀποδραίη.
928
ἐν δὲ τοιῷδε γένει χρήματ’ἄριστον ἔχειν ·
929
ἢν μὲν γὰρ πλουτῇς, πολλοὶ φίλοι, ἢν δὲ πένηαι,
930
παῦροι, κοὐκέθ’ὁμῶς αὐτὸς ἀνὴρ ἀγαθός.
931
φείδεσθαι μὲν ἄμεινον, ἐπεὶ οὐ δὲ θανόντ’ἀποκλαίει
932
οὐδείς, ἢν μὴ ὁρᾷ χρήματα λειπόμενα.
933
παύροις ἀνθρώπων ἀρετὴ καὶ κάλλος ὀπηδεῖ ·
934
ὄλβιος, ὃς τούτων ἀμφοτέρων ἔλαχεν.
935
πάντες μιν τιμῶσιν · ὁμῶς νέοι οἵτε κατ’αὐτὸν
936
χώρης εἴκουσιν τοίτε παλαιότεροι ·
937
γηράσκων δ’ἀστοῖσι μεταπρέπει, οὐ δέ τις αὐτὸν
938
βλάπτειν οὔτ’αἰδοῦς οὔτε δίκης ἐθέλει.
939
οὐ δύναμαι φωνῇ λίγ’ἀειδέμεν ὥσπερ ἀηδών ·
940
καὶ γὰρ τὴν προτέρην νύκτ’ἐπὶ κῶμον ἔβην.
941
οὐ δὲ τὸν αὐλητὴν προφασίζομαι · ἀλλά με γῆρυς
942
ἐκλείπει σοφίης οὐκ ἐπιδευόμενον.
943
ἐγγύθεν αὐλητῆρος ἀείσομαι ὧδε καταστὰς
944
δεξιός, ἀθανάτοις θεοῖσιν ἐπευχόμενος.
945
εἶμι παρὰ στάθμην ὀρθὴν ὁδόν, οὐδετέρωσε
946
κλινόμενος · χρὴ γάρ μ’ἄρτια πάντα νοεῖν.
947
πατρίδα κοσμήσω, λιπαρὴν πόλιν, οὔτ’ἐπὶ δήμῳ
948
τρέψας οὔτ’ἀδίκοις ἀνδράσι πειθόμενος.
949
νεβρὸν ὑπὲξ ἐλάφοιο λέων ὣς ἀλκὶ πεποιθὼς
950
ποσσὶ καταιμάρψας αἵματος οὐκ ἔπιον ·
951
τειχέων δ’ὑψηλῶν ἐπιβὰς πόλιν οὐκ ἀλάπαξα ·
952
ζευξάμενος δ’ἵππους ἅρματος οὐκ ἐπέβην ·
953
πρήξας δ’οὐκ ἔπρηξα, καὶ οὐκ ἐτέλεσσα τελέσσας,
954
δρήσας δ’οὐκ ἔδρησ’, ἤνυσα δ’οὐκ ἀνύσας.
955
δειλοὺς εὖ ἕρδοντι δύω κακά · τῶντε γὰρ αὐτοῦ
956
χήρευσε κτεάνων, καὶ χάρις οὐδεμία.
957
εἴ τι παθὼν ἀπ’ἐμεῦ ἀγαθὸν μέγα μὴ χάριν οἶδας,
958
χρῄζων ἡμετέρους αὖτις ἵκοιο δόμους.
959
ἔστε μὲν αὐτὸς ἔπινον ἀπὸ κρήνης μελανύδρου,
960
ἡδύτέ μοί τι δόκει καὶ καλὸν εἶμεν ὕδωρ ·
961
νῦν δ’ἤδη τεθόλωται, ὕδωρ δ’ἀναμίσγεται ὕλῃ ·
962
ἄλλης δὴ κρήνης πίομαι ἡδυπότου.
963
μήποτ’ἐπαινήσῃς πρὶν ἂν εἰδῇς ἄνδρα σαφηνέως,
964
ὀργὴν καὶ θυμὸν καὶ τρόπον ὅντιν’ἔχει.
965
πολλοί τοι κίβδηλον ἐπίκλοπον ἦθος ἔχοντες
966
κρύπτουσ’, ἐνθέμενοι ῥυθμὸν ἐφημέριον ·
967
τούτων δ’ἐκφαίνει πάντων χρόνος ἦθος ἑκάστου.
968
καὶ γὰρ ἐγὼ γνώμης πολλὸν ἄρ’ἐκτὸς ἔβην ·
969
ἔφθην δ’αἰνήσας πρίν σου κατὰ πάντα δαῆναι
970
ἤθεα · νῦν δ’ἤδη νηῦς ἅθ’ἑκὰς διέχω.
971
τίς δ’ἀρετὴ πίνοντ’ἐπιοίνιον ἆθλον ἑλέσθαι;
972
πολλάκι τοι νικᾷ καὶ κακὸς ἄνδρ’ἀγαθόν.
973
οὐδεὶς ἀνθρώπων, ὅτε πρῶτ’ἐπὶ γαῖα καλύψῃ
974
εἴςτ’Ἔρεβος καταβῇ δώματα Περσεφόνης,
975
τέρπεται οὔτε λύρης οὔτ’αὐλητῆρος ἀκούων,
976
οὔτε Διωνύσου δῶρ’ἔτ’ἀειρόμενος.
977
ταῦτ’ἐσορῶν κραδίην εὖ πείσομαι, ὄφρατ’ἐλαφρὰ
978
γούνατα καὶ κεφαλὴν ἀτρεμέως προφέρω.
979
μή μοι ἀνὴρ εἴη γλώσσῃ φίλος, ἀλλὰ καὶ ἔργῳ ·
980
χερσίντε σπεύδοι χρήμασίτ’ἀμφότερα.
981
μη δὲ παρὰ κρητῆρι λόγοισιν ἐμὴν φρένα θέλγοι,
982
ἀλλ’ἕρδων φαίνοιτ’, εἴ τι δύναιτ’, ἀγαθός.
983
ἡμεῖς δ’ἐν θαλίῃσι φίλον καταθώμεθα θυμόν,
984
ὄφρα τι τερπωλῆς ἔργ’ἐρατεινὰ φέρῃ.
985
αἶψα γὰρ ὥστε νόημα παρέρχεται ἀγλαὸς ἥβη ·
986
οὐ δ’ἵππων ὁρμὴ γίνεται ὠκυτέρη,
987
αἵτε ἄνακτα φέρουσι δορυσσόον ἐς πόνον ἀνδρῶν
988
λάβρως πυροφόρῳ τερπόμεναι πεδίῳ.
989
πῖν’ὁπόταν πίνωσιν · ὅταν δέ τι θυμὸν ἀσηθῇς,
990
μηδεὶς ἀνθρώπων γνῷ σε βαρυνόμενον.
991
ἄλλοτέ τοι πάσχων ἀνιήσεαι, ἄλλοτε δ’ἕρδων
992
χαιρήσεις · δύναται δ’ἄλλοτε ἄλλος ἀνήρ.
993
εἰ θείης, Ἀκάδημε, μ’ἐφίμερον ὕμνον ἀείδειν,
994
ἆθλον δ’ἐν μέσσῳ παῖς καλὸν ἄνθος ἔχων
995
σοίτ’εἴη καὶ ἐμοὶ σοφίης πέρι δηρισάντοιν,
996
γνοίης χ’ὅσσον ὄνων κρέσσονες ἡμίονοι.
997
τῆμος δ’ἠέλιος μὲν ἐν αἰθέρι μώνυχας ἵππους
998
ἄρτι παραλλάσσοι μέσσατον ἦμαρ ἐλῶν,
999
δείπνου δηὖτ’ἀλέγοιμεν ὅσου τινὰ θυμὸς ἀνώγοι,
1000
παντοίων ἀγαθῶν γαστρὶ χαριζόμενοι,
1001
χέρνιβα δ’αἶψα θύραζε φέροι στεφανώματα δ’ἕσσαι
1002
εὐειδὴς ῥαδιναῖς χερσὶ Λάκαινα κόρη.
1003
ἥδ’ἀρετή, τόδ’ἄεθλον ἐν ἀνθρώποισιν ἄριστον
1004
κάλλιστόντε φέρειν γίνεται ἀνδρὶ σοφῷ,
1005
ξυνὸν δ’ἐσθλὸν τοῦτο πόληΐτε παντίτε δήμῳ,
1006
ὅστις ἂν εὖ διαβὰς ἐν προμάχοισι μένῃ.
1007
ξυνὸν δ’ἀνθρώποις ὑποθήσομαι, ὄφρα τις ἡβᾷ
1008
ἀγλαὸν ἄνθος ἔχων καὶ φρεσὶν ἐσθλὰ νοῇ,
1009
τῶν αὐτοῦ κτεάνων εὖ πασχέμεν · οὐ γὰρ ἀνηβᾶν
1010
δὶς πέλεται πρὸς θεῶν οὐ δὲ λύσις θανάτου
1011
θνητοῖς ἀνθρώποισι · καλὸν δ’ἐπὶ γῆρας ἐλέγχει
1012
οὐλόμενον, κεφαλῆς δ’ἅπτεται ἀκροτάτης.
1013
μάκαρ εὐδαίμωντε καὶ ὄλβιος, ὅστις ἄπειρος
1014
ἄθλων εἰς Ἀΐδεω δῶμα μέλαν καταβῇ,
1015
πρίντ’ἐχθροὺς πτῆξαι καὶ ὑπερβῆναί περ ἀνάγκῃ
1016
ἐξετάσαιτε φίλους ὅντιν’ἔχουσι νόον.
1017
αὐτίκα μοι κατὰ μὲν χροιὴν ῥέει ἄσπετος ἱδρώς,
1018
πτοιῶμαι δ’ἐσορῶν ἄνθος ὁμηλικίης
1019
τερπνὸν ὁμῶς καὶ καλόν, ἐπεὶ πλέον ὤφελεν εἶναι ·
1020
ἀλλ’ὀλιγοχρόνιος γίνεται ὥσπερ ὄναρ
1021
ἥβη τιμήεσσα, τὸ δ’οὐλόμενον καὶ ἄμορφον
1022
αὐτίχ’ὑπὲρ κεφαλῆς γῆρας ὑπερκρέμαται.
1023
οὔποτε τοῖς ἐχθροῖσιν ὑπὸ ζυγὸν αὐχένα θήσω
1024
δύσλοφον, οὐ δ’εἴ μοι Τμῶλος ἔπεστι κάρῃ.
1025
δειλοί τοι κακότητι ματαιότεροι νόον εἰσίν,
1026
τῶν δ’ἀγαθῶν αἰεὶ πρήξιες ἰθύτεραι.
1027
ῥηϊδίη τοι πρῆξις ἐν ἀνθρώποις κακότητος,
1028
τοῦ δ’ἀγαθοῦ χαλεπή, Κύρνε, πέλει παλάμη.
1029
τόλμα, θυμέ, κακοῖσιν ὅμως ἄτλητα πεπονθώς ·
1030
δειλῶν τοι κραδίη γίνεται ὀξυτέρη.
1031
μη δὲ σύ γ’ἀπρήκτοισιν ἐπ’ἔργμασιν ἄλγος ἀέξων
1032
ὄχθει, μη δ’ἄχθευ, μη δὲ φίλους ἀνία,
1033
μη δ’ἐχθροὺς εὔφραινε. θεῶν δ’εἱμαρμένα δῶρα
1034
οὐκ ἂν ῥηϊδίως θνητὸς ἀνὴρ προφύγοι,
1035
οὔτ’ἂν πορφυρέης καταδὺς ἐς πυθμένα λίμνης,
1036
οὔθ’ὅταν αὐτὸν ἔχῃ Τάρταρος ἠερόεις.
1037
ἄνδρα τοί ἐστ’ἀγαθὸν χαλεπώτατον ἐξαπατῆσαι,
1038
ὡς ἐμοὶ ἐν γνώμῃ, Κύρνε, πάλαι κέκριται.
1038A
ᾔδεα μὲν καὶ πρόσθεν, ἀτὰρ πολὺ λώϊα δὴ νῦν,
1038B
οὕνεκα τοῖς δειλοῖς οὐδεμί’ἐστὶ χάρις.
1039
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτινες οἶνον
1040
μὴ πίνωσ’ἄστρου Σειρίου ἀρχομένου.
1041
δεῦρο σὺν αὐλητῆρι · παρὰ κλαίοντι γελῶντες
1042
πίνωμεν κείνου κήδεσι τερπόμενοι.
1043
εὕδωμεν · φυλακὴ δὲ πόλευς φυλάκεσσι μελήσει
1044
ἀστυφέλης ἐρατῆς πατρίδος ἡμετέρης.
1045
ναὶ μὰ Δί’, εἴ τις τῶνδε καὶ ἐγκεκαλυμμένος εὕδει,
1046
ἡμέτερον κῶμον δέξεται ἁρπαλέως.
1047
νῦν μὲν πίνοντες τερπώμεθα, καλὰ λέγοντες ·
1048
ἅσσα δ’ἔπειτ’ἔσται, ταῦτα θεοῖσι μέλει.
1049
σοὶ δ’ἐγὼ οἷάτε παιδὶ πατὴρ ὑποθήσομαι αὐτὸς
1050
ἐσθλά · σὺ δ’ἐν θυμῷ καὶ φρεσὶ ταῦτα βάλευ.
1051
μήποτ’ἐπειγόμενος πράξῃς κακόν, ἀλλὰ βαθείῃ
1052
τῇ φρενὶ βούλευσαι σωσιδίκῳτε νόῳ ·
1053
τῶν γὰρ μαινομένων πέτεται θυμόςτε νόοςτε,
1054
βουλὴ δ’εἰς ἀγαθὸν καὶ νόον ἐσθλὸν ἄγει.
1055
ἀλλὰ λόγον μὲν τοῦτον ἐάσομεν, αὐτὰρ ἐμοὶ σὺ
1056
αὔλει, καὶ Μουσῶν μνησόμεθ’ἀμφότεροι ·
1057
αὗται γὰρ τάδ’ἔδωκαν ἔχειν κεχαρισμένα δῶρα
1058
σοὶ καὶ ἐμοί, συνέμεν δ’ἀμφιπερικτίοσιν.
1059
Τιμαγόρα, πολλῶν ὀργὴν ἀπάτερθεν ὁρῶντι
1060
γινώσκειν χαλεπόν, καίπερ ἐόντι σοφῷ ·
1061
οἱ μὲν γὰρ κακότητα κατακρύψαντες ἔχουσι
1062
πλούτῳ, τοὶ δ’ἀρετὴν οὐλομένῃ πενίῃ.
1063
ἐν δ’ἥβῃ πάρα μὲν ξὺν ὁμήλικι πάννυχον εὕδειν
1064
ἱμερτῶν ἔργων ἐξ ἔρον ἱέμενον,
1065
ἔστι δὲ κωμάζοντα μετ’αὐλητῆρος ἀείδειν.
1066
οὐδέν τοι τούτων ἄλλ’ἔπι τερπνότερον
1067
ἀνδράσιν οὐ δὲ γυναιξί. τί μοι πλοῦτόςτε καὶ αἰδώς;
1068
τερπωλὴ νικᾷ πάντα σὺν εὐφροσύνῃ.
1069
ἄφρονες ἄνθρωποι καὶ νήπιοι, οἵτε θανόντας
1070
κλαίουσ’, οὐ δ’ἥβης ἄνθος ἀπολλύμενον.
1070A
τέρπεό μοι, φίλε θυμέ · τάχ’αὖ τινες ἄλλοι ἔσονται
1070B
ἄνδρες, ἐγὼ δὲ θανὼν γαῖα μέλαιν’ἔσομαι.
1071
Κύρνε, φίλους πρὸς πάντας ἐπίστρεφε ποικίλον ἦθος,
1072
συμμίσγων ὀργὴν οἷος ἕκαστος ἔφυ ·
1073
νῦν μὲν τῷδ’ἐφέπευ, τοτὲ δ’ἀλλοῖος πέλευ ὀργήν.
1074
κρεῖσσόν τοι σοφίη καὶ μεγάλης ἀρετῆς.
1075
πρήγματος ἀπρήκτου χαλεπώτατόν ἐστι τελευτὴν
1076
γνῶναι ὅπως μέλλει τοῦτο θεὸς τελέσαι ·
1077
ὄρφνη γὰρ τέταται, πρὸ δὲ τοῦ μέλλοντος ἔσεσθαι
1078
οὐ ξυνετὰ θνητοῖς πείρατ’ἀμηχανίης.
1079
οὐδένα τῶν ἐχθρῶν μωμήσομαι ἐσθλὸν ἐόντα,
1080
οὐ δὲ μὲν αἰνήσω δειλὸν ἐόντα φίλον.
1081
Κύρνε, κύει πόλις ἥδε, δέδοικα δὲ μὴ τέκῃ ἄνδρα
1082
ὑβριστήν, χαλεπῆς ἡγεμόνα στάσιος ·
1082A
ἀστοὶ μὲν γὰρ ἔασι σαόφρονες, ἡγεμόνες δὲ
1082B
τετράφαται πολλὴν ἐς κακότητα πεσεῖν.
1082C
μή μ’ἔπεσιν μὲν στέργε, νόον δ’ἔχε καὶ φρένας ἄλλῃ,
1082D
εἴ με φιλεῖς καί σοι πιστὸς ἔνεστι νόος ·
1082E
ἀλλὰ φίλει καθαρὸν θέμενος νόον μ’ἀποειπὼν
1082F
ἔχθαιρ’, ἐμφανέως νεῖκος ἀειράμενος.
1083
οὕτω χρὴ τόν γ’ἐσθλὸν ἐπιστρέψαντα νόημα
1084
ἔμπεδον αἰὲν ἔχειν ἐς τέλος ἀνδρὶ φίλῳ.
1085
Δημῶναξ, σοὶ πολλὰ φέρειν βαρύ · οὐ γὰρ ἐπίστῃ
1086
τοῦθ’ἕρδειν ὅτι σοι μὴ καταθύμιον .
1087
Κάστορ καὶ Πολύδευκες, οἳ ἐν Λακεδαίμονι δίῃ
1088
ναίετ’ἐπ’Εὐρώτᾳ, καλλιρόῳ ποταμῷ,
1089
εἴ ποτε βουλεύσαιμι φίλῳ κακόν, αὐτὸς ἔχοιμι,
1090
εἰ δέ τι κεῖνος ἐμοί, δὶς τόσον αὐτὸς ἔχοι.
1091
ἀργαλέως μοι θυμὸς ἔχει περὶ σῆς φιλότητος ·
1092
οὔτε γὰρ ἐχθαίρειν οὔτε φιλεῖν δύναμαι,
1093
γινώσκων χαλεπὸν μέν, ὅταν φίλος ἀνδρὶ γένηται,
1094
ἐχθαίρειν, χαλεπὸν δ’οὐκ ἐθέλοντα φιλεῖν.
1095
σκέπτεο δὴ νῦν ἄλλον · ἐμοί γε μὲν οὔτις ἀνάγκη
1096
τοῦθ’ἕρδειν · τῶν μοι πρόσθε χάριν τίθεσο.
1097
ἤδη καὶ πτερύγεσσιν ἐπαίρομαι ὥστε πετεινὸν
1098
ἐκ λινέης νεφέλης ἄνδρα κακὸν προφυγών,
1099
βρόχον ἀπορρήξας · σὺ δ’ἐμῆς φιλότητος ἁμαρτὼν
1100
ὕστερον ἡμετέρην γνώσῃ ἐπιφροσύνην.
1101
ὅστις σοι βούλευσεν ἐμεῦ πέρι καὶ σ’ἐκέλευσεν
1102
οἴχεσθαι προλιπόνθ’ἡμετέρην φιλίην
1103
ὕβρις καὶ Μάγνητας ἀπώλεσε καὶ Κολοφῶνα
1104
καὶ Σμύρνην · πάντως, Κύρνε, καὶ ὔμμ’ἀπολεῖ.
1104A
δόξα μὲν ἀνθρώποισι κακὸν μέγα, πεῖρα δ’ἄριστον ·
1104B
πολλοὶ ἀπείρητοι δόξαν ἔχουσ’ἀγαθοί.
1105
ἐς βάσανον δ’ἐλθὼν παρατριβόμενόςτε μολίβδῳ
1106
χρυσὸς ἄπεφθος ἐὼν δῆλος ἅπασιν ἔσῃ.
1107
μοι ἐγὼ δειλός · καὶ δὴ κατάχαρμα μὲν ἐχθροῖς
1108
τοῖς δὲ φίλοισι πόνος δεινὰ παθὼν γενόμην.
1109
Κύρν’, οἱ πρόσθ’ἀγαθοὶ νῦν αὖ κακοί, οἱ δὲ κακοὶ πρὶν
1110
νῦν ἀγαθοί. τίς κεν ταῦτ’ἀνέχοιτ’ἐσορῶν,
1111
τοὺς ἀγαθοὺς μὲν ἀτιμοτέρους, κακίους δὲ λαχόντας
1112
τιμῆς; μνηστεύει δ’ἐκ κακοῦ ἐσθλὸς ἀνήρ ·
1113
ἀλλήλους δ’ἀπατῶντες ἐπ’ἀλλήλοισι γελῶσιν,
1114
οὔτ’ἀγαθῶν μνήμην εἰδότες οὔτε κακῶν.
1114A
πολλὰ δ’ἀμηχανίῃσι κυλίνδομαι ἀχνύμενος κῆρ ·
1114B
ἀρχὴν γὰρ πενίης οὐχ ὑπερεδράμομεν.
1115
χρήματ’ἔχων πενίην μ’ὠνείδισας · ἀλλὰ τὰ μέν μοι
1116
ἔστι, τὰ δ’ἐργάσομαι θεοῖσιν ἐπευξάμενος.
1117
Πλοῦτε, θεῶν κάλλιστε καὶ ἱμεροέστατε πάντων,
1118
σὺν σοὶ καὶ κακὸς ὢν γίνεται ἐσθλὸς ἀνήρ.
1119
ἥβης μέτρον ἔχοιμι, φιλοῖ δέ με Φοῖβος Ἀπόλλων
1120
Λητοΐδης καὶ Ζεὺς ἀθανάτων βασιλεύς,
1121
ὄφρα δίκῃ ζώοιμι κακῶν ἔκτοσθεν ἁπάντων,
1122
ἥβῃ καὶ πλούτῳ θυμὸν ἰαινόμενος.
1123
μή με κακῶν μίμνῃσκε · πέπονθά τοι οἷάτ’Ὀδυσσεύς,
1124
ὅστ’Ἀΐδεω μέγα δῶμ’ἤλυθεν ἐξαναδύς,
1125
ὃς δὴ καὶ μνηστῆρας ἀνείλετο νηλέϊ θυμῷ
1126
Πηνελόπης εὔφρων κουριδίης ἀλόχου,
1127
μιν δήθ’ὑπέμεινε φίλῳ παρὰ παιδὶ μένουσα
1128
ὄφρατε γῆς ἐπέβη δειμαλέουςτε μυχούς […]
1129
ἐμπίομαι πενίης θυμοφθόρου οὐ μελεδαίνων
1130
οὐ δ’ἀνδρῶν ἐχθρῶν οἵ με λέγουσι κακῶς ·
1131
ἀλλ’ἥβην ἐρατὴν ὀλοφύρομαι, μ’ἐπιλείπει,
1132
κλαίω δ’ἀργαλέον γῆρας ἐπερχόμενον.
1133
Κύρνε, παροῦσι φίλοισι κακοῦ καταπαύσομεν ἀρχήν,
1134
ζητῶμεν δ’ἕλκει φάρμακα φυομένῳ.
1135
ἐλπὶς ἐν ἀνθρώποισι μόνη θεὸς ἐσθλὴ ἔτ’ἐστίν,
1136
ἄλλοι δ’Οὔλυμπόνδ’ἐκπρολιπόντες ἔβαν ·
1137
ᾤχετο μὲν Πίστις, μεγάλη θεός, ᾤχετο δ’ἀνδρῶν
1138
σωφροσύνη, Χάριτέςτ’, φίλε, γῆν ἔλιπον.
1139
ὅρκοι δ’οὐκέτι πιστοὶ ἐν ἀνθρώποισι δίκαιοι,
1140
οὐ δὲ θεοὺς οὐδεὶς ἅζεται ἀθανάτους ·
1141
εὐσεβέων δ’ἀνδρῶν γένος ἔφθιται, οὐ δὲ θέμιστας
1142
οὐκέτι γινώσκουσ’οὐ δὲ μὲν εὐνομίας.
1143
ἀλλ’ὄφρα τις ζώῃ καὶ ὁρᾷ φάος ἠελίοιο
1144
εὐσεβέων περὶ θεοὺς Ἐλπίδα προσσεβέτω ·
1145
εὐχέσθω δὲ θεοῖσι κατ’ἀγλαὰ μηρία καίων
1146
ἐλπίδιτε πρώτῃ καὶ πυμάτῃ θυέτω.
1147
φραζέσθω δ’ἀδίκων ἀνδρῶν σκολιὸν λόγον αἰεί,
1148
οἳ θεῶν ἀθανάτων οὐδὲν ὀπιζόμενοι
1149
αἰὲν ἐπ’ἀλλοτρίοις κτεάνοις ἐπέχουσι νόημα,
1150
αἰσχρὰ κακοῖς ἔργοις σύμβολα θηκάμενοι.
1151
μήποτε τὸν παρεόντα μεθεὶς φίλον ἄλλον ἐρεύνα
1152
δειλῶν ἀνθρώπων ῥήμασι πειθόμενος.
1153
εἴη μοι πλουτοῦντι κακῶν ἀπάτερθε μεριμνέων
1154
ζώειν ἀβλαβέως μηδὲν ἔχοντι κακόν.
1155
οὐκ ἔραμαι πλουτεῖν οὐ δ’εὔχομαι, ἀλλά μοι εἴη
1156
ζῆν ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι κακόν.
1157
πλοῦτος καὶ σοφίη θνητοῖς ἀμαχώτατον αἰεί ·
1158
οὔτε γὰρ ἂν πλούτου θυμὸν ὑπερκορέσαις,
1159
ὣς δ’αὔτως σοφίην σοφώτατος οὐκ ἀποφεύγει,
1160
ἀλλ’ἔραται, θυμὸν δ’οὐ δύναται τελέσαι.
1160A1
νέοι οἷ νῦν ἄνδρες […] […]
1160A2
[…] ἐμοί γε μὲν οὔτις ἀνάγκη
1160b
ταῦθ’ἕρδειν · τῶν μοι πρόσθε χάριν τίθεσο.
1161
οὐδένα θησαυρὸν παισὶν κατανῆσαι ἄμεινον ·
1162
αἰτοῦσιν δ’ἀγαθοῖς ἀνδράσι, Κύρνε, δίδου.
1162A
οὐδεὶς γὰρ πάντ’ἐστὶ πανόλβιος · ἀλλ’ μὲν ἐσθλὸς
1162B
τολμᾷ ἔχων τὸ κακόν, κοὐκ ἐπίδηλον ὅμως ·
1162C
δειλὸς δ’οὔτ’ἀγαθοῖς τις ἐπίσταται οὔτε κακοῖσι
1162D
θυμὸν ὁμῶς μίσγειν. ἀθανάτωντε δόσεις
1162E
παντοῖαι θνητοῖσιν ἐπέρχοντ’· ἀλλ’ἐπιτολμᾶν
1162F
χρὴ δῶρ’ἀθανάτων οἷα διδοῦσιν ἔχειν.
1163
ὀφθαλμοὶ καὶ γλῶσσα καὶ οὔατα καὶ νόος ἀνδρὶ
1164
ἐν μέσσῳ στηθέων εὐξυνέτῳ φύεται.
1164A
τοιοῦτός τοι ἀνὴρ ἔστω φίλος, ὃς τὸν ἑταῖρον
1164B
γινώσκων ὀργὴν καὶ βαρὺν ὄντα φέρει
1164C
ἀντὶ κασιγνήτου. σὺ δέ μοι, φίλε, τοῦτ’ἐνὶ θυμῷ
1164D
φράζεο, καί ποτέ μου μνήσεαι ἐξοπίσω.
1164E
οὔτιν’ὁμοῖον ἐμοὶ δύναμαι διζήμενος εὑρεῖν
1164F
πιστὸν ἑταῖρον ὅτῳ μή τις ἔνεστι δόλος ·
1164G
ἐς βάσανον δ’ἐλθὼν παρατριβόμενόςτε μολίβδῳ
1164H
χρυσός, ὑπερτερίης ἄμμιν ἔνεστι τύπος.
1165
τοῖς ἀγαθοῖς σύμμισγε, κακοῖσι δὲ μήποθ’ὁμαρτεῖ,
1166
εὖτ’ἂν ὁδοῦ τελέῃς τέρματ’ἐπ’ἐμπορίην.
1167
τῶν ἀγαθῶν ἐσθλὴ μὲν ἀπόκρισις ἐσθλὰ δὲ ἔργα ·
1168
τῶν δὲ κακῶν ἄνεμοι δειλὰ φέρουσιν ἔπη.
1169
ἐκ καχεταιρίης κακὰ γίνεται · εὖ δὲ καὶ αὐτὸς
1170
γνώσῃ, ἐπεὶ μεγάλους ἤλιτες ἀθανάτους.
1171
γνώμην, Κύρνε, θεοὶ θνητοῖσι διδοῦσιν ἄριστον
1172
ἀνθρώποις · γνώμη πείρατα παντὸς ἔχει.
1173
μάκαρ, ὅστις δή μιν ἔχει φρεσίν · πολὺ κρέσσων
1174
ὕβριος οὐλομένης λευγαλέουτε κόρου ·
1175
ἔστι δὲ ταῦτα βροτοῖσι κακῶν τῶν οὔτι κάκιον ·
1176
πᾶσα γὰρ ἐκ τούτων, Κύρνε, πέλει κακότης.
1177
εἴ κ’εἴης ἔργων αἰσχρῶν ἀπαθὴς καὶ ἀεργός,
1178
Κύρνε, μέγιστόν κεν πεῖραρ ἔχοις ἀρετῆς.
1178A
τολμᾶν χρὴ χαλεποῖσιν ἐν ἄλγεσιν ἦτορ ἔχοντα,
1178B
πρὸς δὲ θεῶν αἰτεῖν ἔκλυσιν ἀθανάτων.
1179
Κύρνε, θεοὺς αἰδοῦ καὶ δείδιθι · τοῦτο γὰρ ἄνδρα
1180
εἴργει μήθ’ἕρδειν μήτε λέγειν ἀσεβῆ ·
1181
δημοφάγον δὲ τύραννον, ὅπως ἐθέλῃς, κατακλῖναι
1182
οὐ νέμεσις πρὸς θεῶν γίνεται οὐδεμία.
1183
οὐδένα, Κύρν’, αὐγαὶ φαεσιμβρότου ἠελίοιο
1184
ἄνδρ’ἐφορῶσ’ μὴ μῶμος ἐπικρέμαται.
1184A
ἀστῶν δ’οὐ δύναμαι γνῶναι νόον ὅντιν’ἔχουσιν ·
1184B
οὔτε γὰρ εὖ ἕρδων ἁνδάνω οὔτε κακῶς.
1185
νοῦς ἀγαθὸν καὶ γλῶσσ’· ἀτὰρ ἐν παύροισι πέφυκεν
1186
ἀνδράσιν οἳ τούτων ἀμφοτέρων ταμίαι.
1187
οὔτις ἄποινα διδοὺς θάνατον φύγοι, οὐ δὲ βαρεῖαν
1188
δυστυχίην, εἰ μὴ μοῖρ’ἐπὶ τέρμα βάλοι ·
1189
οὐ δ’ἂν δυσφροσύνης ὅτε δὴ θεὸς ἄλγεα πέμποι,
1190
θνητὸς ἀνὴρ δώροις ἱλάμενος προφύγοι.
1191
οὐκ ἔραμαι κλισμῷ βασιληΐῳ ἐγκατακεῖσθαι
1192
τεθνεώς, ἀλλά τι μοι ζῶντι γένοιτ’ἀγαθόν.
1193
ἀσπάλαθοι δὲ τάπησιν ὁμοῖον στρῶμα θανόντι ·
1194
εὔκολος σκληρῷ κλίνεται μαλακῷ.
1195
μήτι θεοὺς ἐπίορκον ἐπόμνυθι · οὐ γὰρ ἀνυστὸν
1196
ἀθανάτους κρύψαι χρεῖος ὀφειλόμενον.
1197
ὄρνιθος φωνήν, Πολυπαΐδη, ὀξὺ βοώσης
1198
ἤκουσ’, ἥτε βροτοῖς ἄγγελος ἦλθ’ἀρότου
1199
ὡραίου · καί μοι κραδίην ἐπάταξε μέλαιναν
1200
ὅττι μοι εὐανθεῖς ἄλλοι ἔχουσιν ἀγρούς,
1201
οὐ δ’ἐμοὶ ἡμίονοι κύφων’ἕλκουσιν ἀρότρου,
1202
τῆς μάλα μισητῆς εἵνεκα ναυτιλίης.
1203
οὐκ εἶμ’, οὐ δ’ἐπ’ἐμοῦ κεκλαύσεται οὐ δ’ἐπὶ τύμβῳ
1204
οἰμωχθεὶς ὑπὸ γῆν εἶσι τύραννος ἀνήρ,
1205
οὐ δ’ἂν ἐκεῖνος ἐμοῦ τεθνηότος οὔτ’ἀνιῷτο
1206
οὔτε κατὰ βλεφάρων θέρμα βάλοι δάκρυα.
1207
οὔτε σε κωμάζειν ἀπερύκομεν οὔτε καλοῦμεν,
1208
ἀργαλέος παρεών, καὶ φίλος εὖτ’ἂν ἀπῇς.
1209
αἴθων μὲν γένος εἰμί, πόλιν δ’εὐτείχεα Θήβην
1210
οἰκῶ πατρῴας γῆς ἀπερυκόμενος.
1211
μή μ’ἀφελῶς παίζουσα φίλους δένναζε τοκῆας,
1212
Ἄργυρι. σοὶ μὲν γὰρ δούλιον ἦμαρ ἔπι ·
1214
ἡμῖν δ’ἄλλα μέν ἐστι, γύναι, κακὰ πόλλ’ἐπεὶ ἐκ γῆς
1215
φεύγομεν, ἀργαλέη δ’οὐκ ἔπι δουλοσύνη,
1216
οὐ δ’ἡμᾶς περνᾶσι · πόλις γε μέν ἐστι καὶ ἡμῖν
1217
καλὴ Ληθαίῳ κεκλιμένη πεδίῳ. μήποτε πὰρ κλαίοντα καθεζόμενοι γελάσωμεν
1218
τοῖς αὐτῶν ἀγαθοῖς, Κύρν’, ἐπιτερπόμενοι.
1219
ἐχθρῷ μὲν χαλεπὸν τὸν δυσμενῆ ἐξαπατῆσαι
1220
Κύρνε, φίλον δὲ φίλῳ ῥᾴδιον ἐξαπατᾶν.
1221
πολλὰ φέρειν εἴωθε δέος θνητοῖσι βροτοῖσι
1222
πταίσματα τῆς γνώμης, Κύρνε, ταρασσομένης.
1223
οὐδέν, Κύρν’, ὀργῆς ἀδικώτερον, τὸν ἔχοντα
1224
πημαίνει θυμῷ δειλὰ χαριζομένη.
1225
οὐδέν, Κύρν’ἀγαθῆς γλυκερώτερόν ἐστι γυναικός ·
1226
μάρτυς ἐγώ, σὺ δ’ἐμοὶ γίγνου ἀληθοσύνης.
1229
ἤδη γάρ με κέκληκε θαλάσσιος οἴκαδε νεκρὸς
1230
τεθνηκὼς ζωῷ φθεγγόμενος στόματι.