τῆς μουσικῆς ἐκ τριῶν τῶν συνεκτικωτάτων ἐπιστημῶν τελειουμένης, ἁρμονικῆς ῥυθμικῆς μετρικῆς, πρώτηντε τάξει καὶ στοιχειωδεστάτην νοητέον τὴν περὶ τὸ ἡρμοσμένον πραγματείαν. αὕτη δὲ ἁρμονικὴ καλεῖται κριτικὴν τινα δύναμιν ἔχουσα καὶ καταληπτικὴν τῶν ἐμμελῶν καὶ διαστηματικῶν φθόγγων καὶ τῶν ἐν αὐτοῖς γινομένων διαφορῶν. ἀναστρέφεται δὲ μάλιστα καὶ θεωρεῖται περὶ τὸ ἡρμοσμένον τῆς μουσικῆς μέρος. οὗ μέρη ἑπτά · πρῶτον περὶ φθόγγων, δεύτερον περὶ διαστημάτων, τρίτον περὶ συστημάτων, τέταρτον περὶ γενῶν, πέμπτον περὶ τόνων, ἕκτον περὶ μεταβολῶν, ἕβδομον περὶ αὐτῆς τῆς μελοποιίας. οὕτω δὲ τεταγμένων τούτων εὐχρηστόν ἐστιν ἡμῖν ἅμα δὲ καὶ ἀναγκαῖον διδασκαλικώτερον ἀρχομένοις τῆς ἁρμονικῆς στοιχειώσεως τὴν παράδοσιν ποιεῖσθαι καὶ πρὸ πάντων αὐτὴν διελεῖν εἰς τοὺς λεγομένους τρόπουςτε καὶ τόνους, ὄντας πεντεκαίδεκα τὸν ἀριθμόν. ὧν ἐστι πρῶτος ὁ λύδιος. τῶν φθόγγων οἱ μέν εἰσιν ἑστῶτες καὶ ἀκλινεῖς, οἱ δὲ κινούμενοι καὶ κεκλιμένοι. ἑστῶτες μὲν οὖν εἰσιν ὀκτώ · προσλαμβανόμενος, ὑπάτη ὑπάτων, ὑπάτη μέσων, μέση, νήτη συνημμένων, παραμέση, νήτη διεζευγμένων, νήτη ὑπερβολαίων. κινούμενοι δὲ δέκα · δύο παρυπάται, ὑπάτων καὶ μέσων, δύο λιχανοὶ, ὑπάτων καὶ μέσων · τρεῖς τρίται, συνημμένων διεζευγμένων ὑπερβολαίων · τρεῖς παρανῆται, συνημμένων διεζευγμένων ὑπερβολαίων. ἑστῶτες μὲν οὖν λέγονται, ὅτι ἐν ταῖς τῶν γενῶν διαφοραῖς οὐ μεταπίπτουσιν. κινούμενοι δὲ, ὅτι ἐν ταῖς τῶν γενῶν διαφοραῖς μεταπίπτουσιν εἰς ἑτέρας τάσεις. τῶν δὲ ἑστώτων φθόγγων οἱ μέν εἰσι βαρύπυκνοι, οἱ δὲ ἄπυκνοι. βαρύπυκνοι μὲν οὖν εἰσι πέντε · ὑπάτη ὑπάτων, ὑπάτη μέσων, μέση, παραμέση, νήτη διεζευγμένων. ἄπυκνοι δὲ τρεῖς · προσλαμβανόμενος, νήτη συνημμένων, νήτη ὑπερβολαίων.