The Shepherd, 12
12.1.1φοβήθητι, φησί, τὸν κύριον καὶ φύλασσε τὰς ἐντολὰς αὐτοῦ. φυλάσσων οὖν τὰς ἐντολὰς τοῦ θεοῦ ἔσῃ δυνατὸς ἐν πάσῃ πράξει, καὶ ἡ πρᾶξίς σου ἀσύγκριτος ἔσται. φοβούμενος γὰρ τὸν κύριον πάντα καλῶς ἐργάσῃ · οὗτος δέ ἐστιν ὁ φόβος, ὃν δεῖ σε φοβηθῆναι, καὶ σωθῆναι.
12.1.2τὸν δὲ διάβολον μὴ φοβηθῇς · φοβούμενος γὰρ τὸν κύριον κατακυριεύσεις τοῦ διαβόλου, ὅτι δύναμις ἐν αὐτῷ οὐκ ἔστιν. ἐν ᾧ δὲ δύναμις οὐκ ἔστιν, οὐ δὲ φόβος · ἐν ᾧ δὲ δύναμις ἡ ἔνδοξος, καὶ φόβος ἐν αὐτῷ. πᾶς γὰρ ὁ δύναμιν ἔχων φόβον ἔχει · ὁ δὲ μὴ ἔχων δύναμιν ὑπὸ πάντων καταφρονεῖται.
12.1.3φοβήθητι δὲ τὰ ἔργα τοῦ διαβόλου, ὅτι πονηρά ἐστι. φοβούμενος οὖν τὸν κύριον οὐκ ἐργάσῃ αὐτά, ἀλλ’ἀφέξῃ ἀπ’αὐτῶν.
12.1.4δισσοὶ οὖν εἰσιν οἱ φόβοι · ἐὰν γὰρ θέλῃς τὸ πονηρὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον, καὶ οὐκ ἐργάσῃ αὐτό · ἐὰν δὲ θέλῃς πάλιν τὸ ἀγαθὸν ἐργάσασθαι, φοβοῦ τὸν κύριον, καὶ ἐργάσῃ αὐτό. ὥστε ὁ φόβος τοῦ κυρίου ἰσχυρός ἐστι καὶ μέγας καὶ ἔνδοξος. φοβήθητι οὖν τὸν κύριον, καὶ ζήσῃ αὐτῷ · καὶ ὅσοι ἂν φοβηθῶσιν αὐτὸν καὶ τηρήσωσι τὰς ἐντολὰς αὐτοῦ, ζήσονται τῷ θεῷ.
12.1.5διατί, φημί, κύριε, εἶπας περὶ τῶν τηρούντων τὰς ἐντολὰς αὐτοῦ · ζήσονται τῷ θεῷ; ὅτι, φησίν, πᾶσα ἡ κτίσις φοβεῖται τὸν κύριον τὰς δὲ ἐντολὰς αὐτοῦ οὐ φυλάσσει. τῶν οὖν φοβουμένων αὐτὸν καὶ φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ, ἐκείνων ἡ ζωή ἐστι παρὰ τῷ θεῷ · τῶν δὲ μὴ φυλασσόντων τὰς ἐντολὰς αὐτοῦ, οὐ δὲ ζωὴ ἐν αὐτῷ.