On Medical Materials, 5
5.Arg.1Ἀποδόντες ἐν τοῖς προγραφεῖσι τέτταρσι βιβλίοις, φίλτατε Ἄρειε, τὸν περὶ ἀρωμάτων καὶ ἐλαίων καὶ μύρων καὶ δένδρων, καὶ τῶν ἐξ αὐτῶν καρπῶντε καὶ δακρύων, ἔτιτε ζῴων καὶ μέλιτος καὶ γάλακτος καὶ στεάτων καὶ τῶν καλουμένων σιτηρῶν καὶ λαχάνων, καὶ τὸν σύμπαντα περὶ ῥιζῶν καὶ βοτανῶν καὶ χυλισμάτων καὶ σπερμάτων λόγον, ἐν τούτῳ τελευταίῳ ὑπάρχοντι τῆς ὅλης πραγματείας διαλεξόμεθα περὶ οἴνων καὶ τῶν καλουμένων μεταλλικῶν, ἀρξάμενοι ἀπὸ τῆς περὶ ἀμπέλου παραδόσεως.
5.1.1ἀμπέλου οἰνοφόρου τὰ φύλλα καὶ αἱ ἕλικες λεῖα καταπλασσόμενα κεφαλαλγίας πραύνουσι, καὶ φλεγμονὴν στομάχου καὶ καῦσον σὺν ἀλφίτῳ καὶ καθ’ἑαυτὰ ἐπιτιθέμενα τὰ φύλλα, στυπτικὰ καὶ ψυκτικὰ ὄντα · καὶ ὁ ἐξ αὐτῶν δὲ χυλὸς ποθεὶς ὠφελεῖ δυσεντερικοὺς καὶ αἱμοπτοικοὺς καὶ στομαχικοὺς καὶ κισσώσας, καὶ ἀποβραχεῖσαι δὲ αἱ ἕλικες ἐν ὕδατι καὶ ποθεῖσαι τὰ αὐτὰ ποιοῦσι.
5.1.2τὸ δὲ δάκρυον αὐτῆς, ὅμοιον ὂν κόμμει, περιπηγνύμενον τοῖς στελέχεσι, λίθους ἐκτινάσσει πινόμενον σὺν οἴνῳ · ἰᾶται δὲ καὶ λειχῆνας λέπρας ψώρας καταχριόμενον · δεῖ δὲ προεκνιτροῦν τὸν τόπον. σὺν ἐλαίῳ δὲ ἐπιχριόμενον συνεχῶς ψιλοῖ τρίχας, καὶ μάλιστα τὸ ἀπὸ τοῦ χλωροῦ κοιομένου κλήματος ἀφιδρούμενον, ὃ καὶ μυρμηκίας ἐπιχριόμενον ἐκβάλλει. ἡ δὲ ἐκ τῶν κλημάτων καὶ στεμφύλων τέφρα τὰ περὶ δακτύλιον ἀφαιρεθέντα κονδυλώματα καὶ θύμια σὺν ὄξει καταπλασθεῖσα θεραπεύει καὶ στρέμματα, καὶ ἐχεοδήκτοις βοηθεῖ καὶ σπληνὸς φλεγμονῇ σὺν ῥοδίνῳ καὶ πηγάνῳ καὶ ὄξει καταπλασσομένη.
5.2.1ἄμπελος ἀγρία διττή · ἡ μὲν γάρ τις αὐτῆς οὐ περκάζει τὴν σταφυλήν, ἄχρι δ’ἀνθήσεως ἄγει τὴν λεγομένην οἰνάνθην, ἡ δέ τις καὶ τελεσφορεῖ, μικρόρραξ οὖσα καὶ μέλαινα καὶ στυπτική. δύναμιν δὲ ἔχει ταύτης τὰ φύλλα καὶ αἱ ἕλικες καὶ οἱ καυλοὶ ὁμοίαν τῇ ἡμέρῳ.
5.3.1σταφυλή · ἡ μὲν πρόσφατος πᾶσα ἐκταράσσει τὴν κοιλίαν καὶ ἐμπευματοῖ τὸν στόμαχον, ἡ δ’ἐπὶ χρόνον τινὰ κρεμασθεῖσα ἐπ’ὀλίγον μετέχει τούτων διὰ τὸ πολὺ τῆς ἰκμάδος ἀνεξηράνθαι, εὐστόμαχόςτέ ἐστι καὶ ὀρέξεως ἀνακλητικὴ καὶ ἐπιτήδειος πρὸς τοὺς ἀσθενοῦντας. αἱ δ’ἐκ τῶν στεμφύλων καὶ τῶν βίκων εὔστομοι, εὐστόμαχοι, κοιλίας ἐφεκτικαί, κύστεως δὲ καὶ κεφαλῆς ἅπτονται · ἁρμόζουσι δὲ καὶ ἐπὶ αἱμοπτοικῶν. ὅμοιαι δέ εἰσι καὶ αἱ εἰς τὸ γλεῦκος ἐμβαλλόμεναι, αἱ δ’ἐκ τοῦ ἑψήματος καὶ γλυκέος κακοστομαχώτεραι.
5.3.2συντίθενται δὲ καὶ μετ’ὀμβρίου ὕδατος προσταφιδωθεῖσαι · γίνονται δὲ αἱ τοιαῦται ἐπ’ὀλίγον οἰνώδεις, ἄδιψοι δὲ καὶ καυσώδεσι πυρετοῖς χρονίοις χρήσιμοι. τὸ δὲ στέμφυλον αὐτῶν ἀποτεθὲν καταπλάττεται μεθ’ἁλῶν λεῖον πρὸς φλεγμονὰς καὶ σκληρίαν καὶ σπάργησιν μαστῶν. τὸ δὲ ἀφέψημα τῶν στεμφύλων δυσεντερικοὺς καὶ κοιλιακοὺς καὶ ῥοικὰς ὠφελεῖ ἐνιέμενον, καὶ εἰς ἐγκαθίσματα καὶ προσκλύσματα λαμβάνεται. τὰ δὲ ἐξ αὐτῶν γίγαρτα στυπτικά, εὐστόμαχα, φρυγέντα δὲ καὶ ἀντὶ ἀλφίτου ἐπιπασσόμενα λεῖα ἁρμόζει δυσεντερικοῖς καὶ κοιλιακοῖς καὶ τοῖς τὸν στόμαχον ἀναλελυμένοις.
5.3.3τῆς δὲ ἀσταφίδος στυπτικωτέρα ἐστὶν ἡ λευκή. ὠφελεῖ δὲ ἡ σὰρξ αὐτῶν ἐσθιομένη ἀρτηρίαν καὶ βῆχα, καὶ νεφροὺς καὶ κύστιν καὶ δυσεντερίαν σὺν τοῖς γιγάρτοις ἐσθιομένη καθ’ἑαυτήν, μιγεῖσάτε ἀλεύρῳ κεγχρίνῳ καὶ ᾠῷ καὶ τηγανισθεῖσα μετὰ μέλιτος καὶ λαμβανομένη, εἴςτε ἀποφλεγματισμοὺς καθ’ἑαυτὴν καὶ σὺν πεπέρει μασωμένη εὐθετεῖ, διδύμωντε φλεγμονὰς παύει καταπλασθεῖσα μετὰ ἀλεύρου κυαμίνου καὶ κυμίνου. ἐπινυκτίδας δὲ καὶ ἄνθρακας καὶ κηρία καὶ τὰς περὶ ἄρθρα σηπεδόνας καὶ γαγγραίνας χωρὶς τῶν γιγάρτων ἰᾶται λεία σὺν πηγάνῳ ἐπιτιθεμένη, πρόςτε ποδάγραν ἁρμόζει μετὰ ὀποπάνακος καταπλασσομένη, καὶ ὄνυχας δὲ θᾶττον ἀφίστησι σαλευθέντας ἐπιπλασθεῖσα.
5.4.1οἰνάνθη καλεῖται ὁ τῆς ἀγρίας ἀμπέλου καρπός, ὁπότε ἀνθεῖ. ἀποτίθεσθαι δὲ δεῖ εἰς ἀκώνητον ἀγγεῖον ὀστράκινον συλλέγοντας καὶ ξηραίνοντας ἐπ’ὀθονίῳ ἐν σκιᾷ · καλλίστη δὲ γίνεται ἐν Συρίᾳ καὶ Κιλικίᾳ καὶ Φοινίκῃ. δύναμις δὲ αὐτῆς στυπτική, ὅθεν πινομένη εὐστόμαχος καὶ οὐρητική, κοιλίαν ἐφιστᾶσα καὶ αἵματος πτύσιν ξηρὰ καταπλασθεῖσα, καὶ πρὸς ἀσώδη καὶ ἀποξύνοντα στόμαχον ποιεῖ. ἔστι δὲ καὶ κεφαλαλγίας ἔμβρεγμα σὺν ὄξει καὶ ῥοδίνῳ, χλωράτε καὶ ξηρὰ κατάπλασμα ἐναίμων ἀφλέγμαντον καὶ ἀρχομένων αἰγιλώπων καὶ τῶν ἐν στόματι οὔλων, καὶ νομῶν τῶν ἐν αἰδοίοις σὺν μέλιτι καὶ κρόκῳ καὶ ῥοδίνῳ καὶ σμύρνῃ λεανθεῖσα, εἴςτε πεσσοὺς μείγνυται πρὸς ἐπίσχεσιν αἵματος, καὶ πρὸς ῥεύματα ὀφθαλμῶν καὶ καυσούμενον στόμαχον καταπλάσσεται σὺν πάλῃ ἀλφίτου καὶ οἴνῳ.
5.4.2καεῖσα δὲ ἐπ’ὀστράκου ἐπὶ διαπύροις ἄνθραξι ποιεῖ πρὸς τὰ ὀφθαλμικά, παρωνυχίαςτε καὶ πτερύγια καὶ οὖλα ἀφεστῶτα καὶ αἱμασσόμενα σὺν μέλιτι θεραπεύει.
5.5.1ὀμφάκιον · ἔστι μὲν χυλὸς ὄμφακος ψιθίας σταφυλῆς μήπω περκαζούσης ἢ Ἀμινναίας. δεῖ δὲ πρὸ κυνὸς ἐκθλίβοντας τὸν χυλὸν ἡλιάζειν ἐν χαλκώματι ἐρυθρῷ ἐσκεπασμένῳ ὀθονίῳ, μέχρι οὗ συστραφῇ ὅλον, ἀεὶ τὸ περιπηγνύμενον μίσγοντας τῷ ὑγρῷ, νύκτωρ δὲ αἴρειν αὐτὸ ἀπὸ τοῦ ὑπαιθρίου · κωλύουσι γὰρ αἱ δρόσοι τὴν σύστασιν αὐτοῦ. ἐκλέγου δὲ τὸ ξανθὸν καὶ εὔθρυπτον, στῦφον ἱκανῶς καὶ δάκνον τὴν γλῶσσαν. ἔνιοι δὲ ἕψοντες τὸν χυλὸν συστρέφουσιν.
5.5.2ἁρμόζει δὲ πρὸς παρίσθμια καὶ σταφυλήν, ἄφθας, οὖλα πλαδαρά, ὦτα πυορροοῦντα σὺν μέλιτι ἢ γλυκεῖ, πρὸς δὲ σύριγγας καὶ παλαιὰ ἕλκη καὶ νομὰς σὺν ὄξει. ἐγκλύζεται δὲ καὶ ἐπὶ δυσεντερικῶν καὶ ῥοικῶν · ἔστι δὲ καὶ ὀξυδερκές, καὶ τραχύτησιν ὀφθαλμῶν ἁρμόζον καὶ περιβρώσεσι κανθῶν. πίνεται δὲ καὶ πρὸς αἵματος πτύσιν τὴν πρόσφατον καὶ κατὰ ῥῆξιν γινομένην. ὑδαρεῖ δὲ δεῖ χρῆσθαι λίαν καὶ ὀλίγῳ · καίει γὰρ ἱκανῶς.
5.6.1οἶνοι · οἱ μὲν παλαιοὶ βλαπτικοὶ νεύρων καὶ τῶν λοιπῶν αἰσθητηρίων, πρὸς δὲ γεῦσιν ἡδίονες, ὅθεν ἐπὶ τῶν ἀσθενές τι μέρος ἐχόντων παραιτητέοι, ἐπὶ μέντοι τῆς ἐν ὑγιείᾳ χρήσεως ὀλίγοςτε καὶ ὑδαρὴς λαμβάνεται ἀβλαβῶς. ὁ δὲ νέος ἐμπνευματωτικός, δύσπεπτος, δυσόνειρος, οὐρητικός. ὁ δὲ μέσος τῇ ἡλικίᾳ ἐκπέφευγε τὰ ἀμφοτέρων ἐλαττώματα, ὅθεν ἐγκριτέος ἐστὶν ἐν τῇτε ὑγιείας καὶ ἀσθενείας χρήσει.
5.6.2ἔτι ὁ μὲν λευκὸς λεπτόςτε καὶ εὐανάδοτος καὶ εὐστόμαχος ὑπάρχει · ὁ δὲ μέλας παχὺς καὶ δύσπεπτος, μέθης καὶ σαρκῶν γεννητικός · ὁ δὲ κιρρός, μέσος ὤν, μέσην ἔχει καὶ τὴν πρὸς ἑκάτερον τούτων δύναμιν. αἱρετώτερος μέντοι ἔντε ὑγιείᾳ καὶ ἀσθενείᾳ ὁ λευκός. ἔτι καὶ παρὰ τὴν ποιότητα διαφέρουσιν · ὁ μὲν γὰρ γλυκὺς οἶνος ἁδρομερήςτέ ἐστι καὶ δυσδιάπνευστος, στομάχου πνευματωτικός, κοιλίαςτε καὶ ἐντέρων ταρακτικὸς ὥσπερ καὶ τὸ γλεῦκος, ἧττον δὲ μεθύσκει, κύστει δὲ καὶ νεφροῖς εὔθετος.
5.6.3ὁ δὲ αὐστηρὸς οὐρητικώτερος, κεφαλαλγίαςτε καὶ μέθης ποιητικός. ὁ δὲ στρυφνὸς εὐθετώτατος πρὸς ἀνάδοσιν σιτίων, κοιλίαςτε στατικὸς καὶ τῶν ἄλλων ῥευματισμῶν. ὁ δὲ ἁπαλὸς ἧττον ἅπτεται τοῦ νευρώδους, ἧττον δ’ἐστὶν οὐρητικός. ὁ δὲ τεθαλασσωμένος κακοστόμαχος, διψοποιός, νεύρων κακωτικός, εὐκοίλιος, ἀνεπιτήδειος τοῖς ἐξ ἀσθενείας ἀναλαμβάνουσι χρονίας.
5.6.4ὁ δὲ ἐκ τῆς θειλοπεδευθείσης σταφυλῆς ἢ ἐπὶ τῶν κλημάτων ὀπτηθείσης καὶ τριβομένης γινόμενος γλυκύς, καλούμενος δὲ Κρητικὸς ἢ πρότροπος ἢ Πράμνειος, ἢ καθεψομένου τοῦ γλεύκους σίραιος ἢ ἕψημα καλούμενος · ὁ μὲν μέλας, καλούμενος δὲ μελαμψίθιος, παχύς ἐστι καὶ πολύτροφος, ὁ δὲ λευκὸς λεπτότερος, ὁ δὲ μέσος μέσην ἔχει καὶ τὴν δύναμιν. στυπτικὸς δὲ πᾶς ἐστι, σφυγμῶν ἀνακλητικός, ποιῶν πρὸς πάντα τὰ θανάσιμα, ὅσα κατὰ ἕλκωσιν ἀναιρεῖ, πινόμενος σὺν ἐλαίῳ καὶ ἐξεμούμενος, καὶ πρὸς μηκώνιον δὲ καὶ φαρικὸν καὶ τοξικὸν καὶ κώνειον καὶ γάλα θρομβωθέν, καὶ πρὸς κύστιν καὶ νεφροὺς ὀδαξουμένους καὶ εἱλκωμένους.
5.6.5εἰσὶ δὲ πνευματικώτατοι καὶ κακοστόμαχοι · ἰδίως δὲ ἐπὶ τῶν τὴν κοιλίαν ῥευματιζομένων ἁρμόζει ὁ μελαμψίθιος, ὁ δὲ λευκὸς μαλακτικώτερος κοιλίας τῶν λοιπῶν μᾶλλον. ὁ δὲ τὴν γύψον ἔχων κακωτικὸς τοῦ νευρώδους, καρηβαρικός, πυρώδης, κύστει ἄθετος, πρὸς δὲ τὰ θανάσιμα τῶν ἄλλων εὐθετώτερος. οἱ δὲ πίτταν ἢ ῥητίνην πιτυίνην ἔχοντες θερμαντικοὶ καὶ πεπτικοί, ἄθετοι δὲ τοῖς ἐμετικοῖς. οἱ δὲ καλούμενοι ἀπαράχυτοι, ἔχοντες δὲ ἕψημα μεμειγμένον, κεφαλῆς εἰσι πληκτικοὶ καὶ πυρωτικοί, μέθης γεννητικοί, φυσώδεις, δυσδιάπνευστοι, κακοστόμαχοι.
5.6.6ὁ μὲν οὖν δοκῶν πρωτεύειν τῶν ἐν Ἰταλίᾳ οἴνων, Φαλερῖνος δὲ καλούμενος, παλαιωθεὶς ἄγαν εὔπεπτος, σφυγμῶν ἀνακλητικός, κοιλίας στεγνωτικὸς καὶ εὐστόμαχος, κύστει ἄθετος καὶ ἀμβλυωπός, πρὸς δὲ πολυποσίαν ἀνάρμοστος. ὁ δ’Ἀλβανὸς ἁδρομερέστερος τοῦ Φαλερίνου, ἔγγλυκυς, ἐμπνευματῶν στόμαχον, κοιλίαντε μαλάττων, πέψειτε οὐχ ὁμοίως συνεργῶν, τοῦ δὲ νευρώδους ἧττον κακωτικός · παλαιωθεὶς δὲ καὶ οὗτος αὐστηρὸς γίνεται.
5.6.7ὁ δὲ Καίκουβος, γλυκὺς ὤν, ἁδρομερέστερός ἐστι τοῦ Ἀλβανοῦ, σαρκῶντε καὶ εὐχροίας γεννητικός, πέψει δὲ ἄθετος · ὁ δὲ Συρεντῖνος αὐστηρὸς ἱκανῶς ἐστιν, ὅθεν ἐντέρων καὶ στομάχου ῥεῦμα ἵστησι, κεφαλῆςτε ἧττον ἅπτεται, λεπτομερὴς ὤν · παλαιωθεὶς δὲ εὐστομαχώτερος καὶ ἡδίων γίνεται. ὁ δὲ Ἀδριανὸς καὶ ὁ Μαμερτῖνος, γεννώμενος δὲ ἐν Σικελίᾳ, κατ’ἴσον εἰσὶν ἁδρομερεῖς, μετρίως στύφοντες, καὶ τάχιον παλαιοῦνται, ἧττον δὲ τοῦ νευρώδους ἅπτονται διὰ τὸ ἐν αὐτοῖς λεῖον.
5.6.8ὁ δὲ Πραιτυτιανός, καὶ αὐτὸς ἐκ τῶν κατ’Ἀδρίαν κομιζόμενος τόπων, εὐώδης καὶ λειότερός ἐστιν, ὅθεν λανθάνει μὲν πολὺς πινόμενος, φυλάττει δὲ ἐφ’ἱκανὸν τὴν μέθην. καὶ ὁ Ἰστρικὸς δὲ λεγόμενος ἔοικε τῷ Πραιτυτιανῷ, οὐρητικώτερος ὑπάρχων. ὁ μέντοι Χῖος, Ἀριούσιος δὲ καλούμενος, ἁπαλώτερος τῶν προειρημένων, εὔποτος, τρόφιμος, ἧττον μεθύσκων, ῥεύματος σταλτικός, χρήσιμος εἰς τὰ ὀφθαλμικά.
5.6.9ὁ δὲ Λέσβιος εὐανάδοτος, κουφότερόςτε τοῦ Χίου καὶ εὐκοίλιος. τὴν αὐτὴν δὲ τούτῳ κέκτηται δύναμιν ὁ κατὰ Ἔφεσον γεννώμενος, καλούμενος δὲ Φυγελίτης. ὁ δὲ ἐκ τῆς Ἀσίας Μεσωγίτης ἐκ τοῦ Τμώλου κεφαλαλγὴς καὶ νεύρων βλαπτικός. ὁ δὲ Κῷος καὶ Κλαζομένιος διὰ τὸ θαλάττης πολλῆς μετέχειν εὔφθαρτοι καὶ πνευματώδεις, κοιλίαςτε ταρακτικοί, καὶ νεύρων δέ εἰσι βλαπτικοί.
5.6.10κοινὴ δύναμις οἴνου. κοινῶς δὲ πᾶς ἀμιγὴς οἶνος καὶ ἀκέραιος, αὐστηρὸς δὲ τὴν φύσιν, θερμαντικός, εὐανάδοτος, εὐστόμαχος, ὀρεκτικός, θρεπτικός, ὑπνοποιός, ῥωστικός, εὐχροίας παρασκευαστικός. ἱκανῶς δὲ ποθεὶς βοηθεῖ τοῖς κώνειον ἢ κόριον ἢ ἰξίαν ἢ φαρικὸν ἢ μηκώνιον ἢ λιθάργυρον ἢ σμίλακα ἢ ἀκόνιτον ἢ μύκητας εἰληφόσι, πρόςτε ἑρπετῶν δηγμοὺς καὶ πληγὰς πάντων, ὅσα πλήξαντα ἢ δακόντα κατὰ ψῦξιν ἀναιρεῖ ἢ ἀνατρέπει τὸν στόμαχον · ποιεῖ καὶ πρὸς ἐμπνευμάτωσιν χρόνιον καὶ δῆξιν ὑποχονδρίου καὶ πλατυσμὸν καὶ ἀνάλυσιν στομάχου ἢ ἐντέρων καὶ κοιλίας ῥευματισμόν, καὶ ἀφιδροῦσι καὶ διαφορουμένοις ἁρμόζουσι, μάλιστα δὲ οἱ λευκοὶ καὶ παλαιοὶ καὶ εὐώδεις.
5.6.11οἱ μέντοι παλαιοὶ καὶ γλυκεῖς πρὸς τὰ περὶ κύστιν καὶ νεφροὺς ἐπιτηδειότεροι, πρόςτε τραύματα καὶ φλεγμονὰς σὺν ἐρίοις οἰσυπηροῖς ἐπιτιθέμενοι, καὶ καταντλοῦνται δὲ ὠφελίμως πρὸς τὰ θηριώδη καὶ φαγεδαινικὰ καὶ ῥευματιζόμενα ἕλκη. πρὸς δὲ τὴν ἐν ὑγιείᾳ χρῆσιν εὔθετοι οἱ ἀθάλασσοι, αὐστηροὶ καὶ λευκοί · διαφέρουσι δὲ τούτων οἱ Ἰταλικοί, ὡς ὁ Φαλερῖνος Συρεντῖνος Καίκουβος Σιγνῖνος καὶ ἄλλοι πολλοὶ οἱ ἀπὸ τῆς Καμπανίας καὶ ὁ Πραιτυτιανὸς ὁ ἀπὸ τοῦ Ἀδρία καὶ ὁ Σικελιωτικὸς ὁ Μαμερτῖνος καλούμενος, Ἑλληνικῶν δὲ ὁ Χῖος Λέσβιος Φυγελίτης ὁ ἐν Ἐφέσῳ γεννώμενος. οἱ δὲ παχεῖς καὶ μέλανες κακοστόμαχοι, φυσώδεις, σαρκὸς μέντοι γεννητικοί. οἱ μέντοι λεπτοὶ καὶ αὐστηροὶ εὐστόμαχοι, ἧττον δὲ σαρκοποιοί, οὐρητικώτεροι δὲ καὶ κεφαλαλγεῖς οἱ σφόδρα παλαιοὶ καὶ λευκοί · ἅπτονται δὲ τοῦ νευρώδους πλεονασθέντες ·
5.6.12οἱ μέσοι δὲ τὴν ἡλικίαν ἄριστοι πρὸς πόσιν ὡς οἱ ἀπὸ ἑπτὰ ἐτῶν. ἡ δὲ ποσότης παράτε τὴν ἡλικίαν καὶ τὴν τοῦ ἔτους ὥραν καὶ ἔθη καὶ ποιότητα τοῦ οἴνου ὁριζέσθω · καὶ τὸ μὴ διψῆν δὲ ἄριστόν ἐστι παράγγελμα καὶ τὸ μετρίως βραχῆναι τὴν τροφήν.
5.6.13μέθη δὲ πᾶσα, καὶ μάλιστα ἡ συνεχής, ἐπιβλαβής · τάτε γὰρ νεῦρα πολιορκούμενα καθ’ἑκάστην ἡμέραν ἐνδίδωσι, καὶ παθῶν ὀξέων ἀρχὰς ἐμποιεῖ ἡ καθημερινὴ πολυποσία · μετρίως δὲ οἰνοῦσθαι διά τινων ἡμερῶν, καὶ μάλιστα ἀπὸ ὑδροποσίας, ὠφέλιμον · μετασυγκρίνει γάρ πως, τάςτε αἰσθητὰς ἀνακαθαῖρον ἐκκρίσεις καὶ ἀδήλως ποροποιοῦν. δεῖ μέντοι καὶ μετὰ τὴν οἴνωσιν ὕδωρ πίνειν · ἀποθεραπείας γάρ τινα τῇ συγκρίσει τρόπον ἐπάγει.
5.6.14ὀμφακίτης. ὁ δὲ καλούμενος ὀμφακίτης σκευάζεται ἰδίως ἐν Λέσβῳ, θειλοπεδευομένης μήπω κατὰ πάντα πεπείρου τῆς σταφυλῆς οὔσης, ἔτι δὲ ὀξιζούσης, ἐπὶ ἡμέρας γʹ ἢ δʹ, ἕως ἂν ῥυσωθῶσιν οἱ βότρυες, καὶ μετὰ τὸ ἐκθλιβῆναι ἡλιάζεται ἐν κεραμεοῖς ὁ οἶνος. στυπτικὴν δὲ ἔχει τὴν δύναμιν καὶ εὐστόμαχον, ἁρμόζουσαν τοῖς δυσπεπτοῦσι καὶ ἐκλελυμένοις τὸν στόμαχον καὶ κισσώδεσι καὶ εἰλεώδεσι · δοκεῖ δὲ καὶ λοιμικαῖς διαθέσεσι βοηθεῖν καταρροφούμενος.
5.6.15χρῄζουσι δὲ οἱ τοιοῦτοι οἶνοι ἐτῶν πλειόνων · ἄλλως γὰρ οὔκ εἰσι πότιμοι. δευτερίας. ὁ δὲ καλούμενος δευτερίας, ὃν ἔνιοι πότιμον καλοῦσι, σκευάζεται τὸν τρόπον τοῦτον · εἰς τὰ στέμφυλα, ὧν ἐξέθλιψας οἴνου μετρητὰς τριάκοντα, βάλε ὕδατος μετρητὰς γʹ, καὶ μείξας καὶ πατήσας ἔκθλιψον καὶ ἀφέψησον εἰς τὸ τρίτον. χοεῖ δὲ ἑκάστῳ τῶν ὑπολειφθέντων μετρητῶν μεῖξον ἁλὸς ξέστας βʹ, καὶ μετὰ τὸν χειμῶνα διάχει εἰς κεράμια. χρῶ δὲ αὐτῷ μετ’ἐνιαυτόν ·
5.6.16ταχέως γὰρ ἐξίτηλος γίνεται. ἁρμόζει δὲ ἐφ’ὧν διστάζομεν οἶνον διδόναι, ἀναγκαζόμενοι δι’ἐπιθυμίαν τοῦ νοσοῦντος, καὶ ἐπὶ τῶν ἐκ νόσου ἀναλαμβανόντων χρονίας. ἀδύναμος. γίνεται δὲ καὶ ὁ ἀδύναμος λεγόμενος, τὴν αὐτὴν ἔχων τῷ δευτερίᾳ δύναμιν. δεῖ δὲ ἴσον μέτρον ὕδατος τῷ τοῦ γλεύκους μείξαντας ἑψῆσαι πραέως πυρὶ μαλακῷ, ἄχρι ἂν ἐξαναλωθῇ τὸ ὕδωρ, καὶ μετὰ τοῦτο ψύξαντας καταγγίζειν εἰς ἀγγεῖον πεπισσωμένον.
5.6.17ἔνιοι δὲ θαλάττης πελαγίας καὶ ὕδατος ὀμβρίου καὶ μέλιτος καὶ γλεύκους ἴσα μείξαντες καὶ καταγγίσαντες ἡλιάζουσιν ἐπὶ ἡμέρας τεσσαράκοντα · χρῶνται δ’αὐτῷ πρὸς τὰ αὐτὰ μετ’ἐνιαυτόν. ἀγριοσταφυλίτης · ὁ δὲ ἐκ τῆς ἀγρίας σταφυλῆς μέλας στυπτικὸς ὑπάρχων, ἁρμόζει κοιλίᾳ ῥευματιζομένῃ καὶ στομάχῳ, καὶ πρὸς τὰ ἄλλα, ὅσα στύψεως καὶ συστολῆς χρῄζει.
5.7.1ὁ δὲ καλούμενος μελιτίτης οἶνος δίδοται μὲν ἐν χρονίοις πυρετοῖς τοῖς ἀσθενῆ τὸν στόμαχον ἔχουσιν · ὑπομαλάττει γὰρ τὴν κοιλίαν, οὖρα κινεῖ, στόμαχον ἀποκαθαίρει, ἁρμόζει καὶ ἀρθριτικοῖς καὶ νεφριτικοῖς καὶ τοῖς ἀσθενῆ τὴν κεφαλὴν ἔχουσι · χρήσιμος δὲ καὶ γυναιξὶν ὑδροποτούσαις ·
5.7.2εὐώδης γάρ ἐστι καὶ θρεπτικός. διαφέρει δὲ τοῦ οἰνομέλιτος, ὅτι ἐκεῖνο μὲν ἐξ αὐστηροῦ οἴνου καὶ παλαιοῦ καὶ ὀλίγου μέλιτος σκευάζεται, ὁ δὲ μελιτίτης πρὸς πέντε χοεῖς αὐστηροῦ γλεύκους λαμβάνει μέλιτος χοῦν ἕνα καὶ ἁλὸς κύαθον ἔνα. σκευάζειν δὲ δεῖ ἐν μεγάλῳ ἀγγείῳ, ἵνα τόπον ἔχῃ πρὸς τὸ ὑπερζεῖν, παραπάσσοντας τοῦ προειρημένου ἁλὸς κατ’ὀλίγον, ἄχρι ἂν ἐκζέσῃ · παυσαμένου δὲ καταγγίζειν εἰς κεράμια.
5.8.1οἰνόμελι δὲ διαφέρει τὸ ἐκ παλαιοῦ οἴνου καὶ αὐστηροῦ καὶ μέλιτος καλοῦ γινόμενον · ἧττον γὰρ πνευματοῖ καὶ ταχέως παρίσταται τὸ τοιοῦτον. ἔστι δὲ τὸ μὲν παλαιὸν θρεπτικόν, τὸ δὲ μέσον εὐκοίλιον, οὐρητικόν · βλάπτει δὲ ἐπὶ τροφῇ λημφθέν, πινόμενον δὲ ἐν ἀρχῇ πλήσμιον, μετὰ ταῦτα δὲ κινεῖ ὄρεξιν.
5.8.2σκευάζεται δὲ ὡς τὸ πολὺ πρὸς δύο μετρητὰς οἴνου ἑνὸς μετρητοῦ μέλιτος μειγνυμένου. οἱ δ’ἵνα τάχιον αὐτὸ παραστήσωσι, συναφέψουσι τὸ μέλι τῷ οἴνῳ καὶ οὕτως καταγγίζουσιν. ἔνιοι δὲ διὰ λυσιτέλειαν γλεύκους ζέοντος ξέστας ἓξ πρὸς ξέστην ἕνα μέλιτος μειγνύντες μετὰ τὸ ἀποζέσαι καταγγίζουσι · μένει δὲ γλυκύ.
5.9.1μελίκρατον δὲ τὴν αὐτὴν τῷ οἰνομέλιτι δύναμιν κέκτηται. χρώμεθα δὲ τῷ μὴ ἀφηψημένῳ ἐφ’ὧν κοιλίαν μαλάξαι βουλόμεθα ἢ ἔμετον κινῆσαι, ὡς ἐπὶ τῶν θανάσιμον πεπωκότων, διδόντες αὐτὸ μετ’ἐλαίου, τῷ δὲ ἀφηψημένῳ ἐπὶ τῶν μικροσφύκτων καὶ ἀσθενῶν καὶ βησσόντων καὶ περιπνευμονικῶν καὶ διαφορουμένων. τὸ δὲ σκευαστὸν καὶ ἀπόθετον, ὃ ἰδίως ἔνιοι ὑδρόμελι καλοῦσι, μέσον μὲν τῇ ἡλικίᾳ ὑπάρχον, ἀναλογεῖ τῷ δευτερίᾳ καὶ ἀδυνάμῳ οἴνῳ, ὅσον ἐπὶ τῷ τὰς δυνάμεις ἀνακτᾶσθαι, ὅθεν ἐπὶ τῶν φλεγμαινόντων τι μέρος ἐστὶν εὔθετον μᾶλλον τοῦ δευτερία.
5.9.2τὸ δὲ παλαιότερον ἀδόκιμον μὲν ἐπὶ φλεγμαινόντων καὶ στεγνῶν, ἐπὶ δὲ τῶν τὸν στόμαχον πεπονθότων ἢ ῥευματιζομένων ἢ ἀνορέκτων ἢ διαφορουμένων ἐπιτήδειον. σκευάζεται δὲ πρὸς μέλιτος ἓν μέρος δύο ὕδατος ὀμβρίου παλαιοῦ μειγνυμένων καὶ ἡλιαζομένων. οἱ δὲ πηγαῖον μείξαντες ἀφέψουσιν εἰς τὸ τρίτον καὶ ἀποτίθενται. καλοῦσι δέ τινες καὶ ἀπόμελι τὸ ἐκπλυνομένων τῶν κηρίων ὕδατι σκευαζόμενον ὑδρόμελι καὶ ἀποτιθέμενον · δεῖ δὲ αὐτὸ καὶ ἀκρατέστερον ποιεῖν, οἱ δὲ καὶ τοῦτο ἕψουσιν. ἔστι δὲ ἄθετον ἐπὶ νοσούντων διὰ τὸ πλεῖστον ἔχειν κηρανθέμου.
5.10.1ὕδωρ τὴν μὲν καθόλου ἐπίκρισιν δυσχερῆ ἔχει διάτε τὰς τῶν τόπων ἰδιότητας καὶ ἰδιοσυγκρισίας καὶ τοὺς ἀέρας καὶ ἄλλα οὐκ ὀλίγα, ὡς δὲ ἐπὶ τὸ πολὺ ἄριστόν ἐστι τὸ καθαρὸν καὶ γλυκύ, ἀμέτοχον δὲ ἡσδηποτοῦν ποιότητος, κα- κἂν τοῖς ὑποχονδρίοις μη δὲ ἐλάχιστον χρόνον ἐπιμένον, ἔτι δὲ ἀλύπως εὐοδοῦν καὶ μὴ πνευματοῦν μη δὲ διαφθειρόμενον.
5.11.1θαλάττιον ὕδωρ δριμύ, θερμαντικόν, κακοστόμαχον, κοιλίας ταρακτικόν, ἄγον φλέγμα. θερμὸν δὲ καταντλούμενον ἐπισπᾶται καὶ διαφορεῖ, ἁρμόζον τοῖς περὶ νεῦρα πάθεσι καὶ χιμέτλοις πρὸ τοῦ ἑλκωθῆναι, ὠμηλύσεσίτε ἐπιτηδείως μείγνυται, καὶ ἐμπλάστροις καὶ μαλάγμασι διαφορητικοῖς εὔθετον, καὶ πρὸς κενώματα ἐνιέμενον χλιερόν, καὶ πρὸς στρόφους θερμόν, ψώραςτε καὶ κνησμῶν καὶ λειχήνων καὶ κονίδων καὶ μαστῶν σπαργώντων κατάντλημα ·
5.11.2διαφορεῖ καὶ πελιώματα πυριώμενον, καὶ πρὸς τὰ τῶν θηρίων δήγματα, ὅσα τρόμους καὶ ψυγμοὺς ἐπιφέρει, μάλιστα δὲ σκορπίων καὶ φαλαγγίων καὶ ἀσπίδων · καὶ εἰ προσεμβαίνοι τις εἰς θερμὸν αὐτό, ὠφελεῖ καὶ τὰς χρονίας καχεξίας τοῦ σώματος καὶ τῶν νεύρων τὸ δι’αὐτοῦ λουτρόν, ὑπατμιζόμενον δὲ θερμὸν ὑδρωπικοὺς καὶ κεφαλαλγίας καὶ δυσηκοίας παραιτεῖται.
5.11.3ἀποτεθεῖσα δὲ ἡ ἀκέραιος θάλασσα καὶ ἀμιγὴς ποτίμου ὕδατος ἄβρωμος γίνεται · οἱ δὲ προέψουσιν αὐτὴν καὶ οὕτως ἀποτίθενται. δίδοται δὲ καὶ πρὸς κάθαρσιν καθ’ἑαυτὴν ἢ μετ’ὀξυκράτου ἢ οἴνου ἢ ὀξυμέλιτος, καὶ μετὰ τὸ καθαρθῆναι ἐπιδιδόασι ζωμὸν ὄρνιθος ἢ ἰχθύων πρὸς τὸ κατακεράσαι τὴν ἐκ τῆς δήξεως δριμύτητα.
5.12.1θαλασσόμελι δοκεῖ καθαίρειν ἀνδρικῶς. σκευάζεται δὲ μέλιτος καὶ ὕδατος ὀμβρίου καὶ θαλάσσης ἴσων διυλισθέντων καὶ ἡλιασθέντων ἐν ἀγγείῳ πεπισσωμένῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν. οἱ δὲ δύο μέρη θαλάσσης ἀφηψημένης καὶ ἓν μέλιτος μείξαντες καταγγίζουσι · μετριώτερον δὲ γίνεται καὶ ἐπιεικέστερον τὸ τοιοῦτον τῆς θαλάσσης.
5.13.1ὄξος ψύχει καὶ στύφει, εὐστόμαχόντέ ἐστι καὶ εὐόρεκτον, στατικόντε αἱμορραγίας πάσης πινόμενόντε καὶ ἐγκαθιζόμενον, καὶ ἐπὶ ῥευμάτων κοιλίας συνεψόμενον ταῖς τροφαῖς ἁρμόζει, ἔναιμόντέ ἐστι καὶ ἀφλέγμαντον σὺν ἐρίοις οἰσυπηροῖς ἢ σπόγγοις ἐπιτιθέμενον. στέλλει καὶ ὑστέραν καὶ ἕδραν προπεπτωκυῖαν καὶ οὖλα ἀφεστῶτα καὶ αἱμορροοῦντα · ποιεῖ καὶ πρὸς νομάς, ἐρυσιπέλατα, ἕρπητας, λέπρας, λειχῆνας, πτερύγια σύν τινι τῶν ἐπιτηδείων μειγνύμενον, φαγεδαινικάτε ἕλκη συνεχῶς ἐπαντλούμενον καὶ νομὰς ἵστησιν ·
5.13.2ὠφελεῖ καὶ ποδαγρικοὺς καταντλούμενον θερμὸν μετὰ θείου, ὑπώπιάτε αἴρει σὺν μέλιτι καταχριόμενον, πρόςτε τὰς ἐγκαύσεις τῆς κεφαλῆς σὺν ῥοδίνῳ καὶ οἰσυπηροῖς ἐρίοις ἢ σπόγγῳ, ὑδρωπικούςτε καὶ δυσηκοίας ὑπατμισθὲν θερμὸν ὠφελεῖ καὶ ἤχους καὶ συριγμούς. ἐνσταχθὲν δὲ κτείνει τοὺς ἐν ὠσὶ σκώληκας, στέλλει καὶ φύγεθλα χλιερὸν καταντλούμενον ἢ διὰ σπόγγων ἐπιτιθέμενον, καὶ κνησμοὺς παρηγορεῖ, πρόςτε θηρίων δήγματα ὅσα ψύχει κατάντλημα θερμόν, ψυχρὸν δὲ τοῖς πυροῦσι τῶν ἰοβόλων.
5.13.3ποιεῖ καὶ πρὸς τὰ θανάσιμα πινόμενον θερμὸν καὶ ἐξεμούμενον, μάλιστα πρὸς μηκωνίου καὶ ἀκονίτου καὶ κωνείου πόσιν, καὶ αἵματος καὶ γάλακτος θρόμβωσιν ἐν κοιλίᾳ, πρόςτε μύκητας καὶ ἰξίαν καὶ σμίλακα σὺν ἁλσί, βδέλλαςτε καταποθείσας καταρροφούμενον ἀποβάλλει, καὶ βῆχα χρόνιον πραύνει, τὴν δὲ πρόσφατον ἐρεθίζει · ἁρμόζει καὶ πρὸς ὀρθόπνοιαν θερμὸν καταρροφούμενον. στέλλει δὲ ἀναγαργαριζόμενον καὶ τὰ ἐν βρόγχῳ ῥεύματα καὶ συναγχικοῖς ἁρμόζει καὶ πρὸς κιονίδα κεχαλασμένην, καὶ πρὸς ὀδόντων πόνον θερμὸν διακρατούμενον καὶ διακλυζόμενον.
5.14.1ὀξύμελι σκευάζεται οὕτω · λαβὼν ὄξους κοτύλας πέντε καὶ ἁλὸς θαλασσίου μνᾶν μίαν, μέλιτος μνᾶς δέκα, ὕδατος κοτύλας δέκα, μείξας ἕψησον, ἄχρις οὗ ἂν δεκάκις ἀναβράσῃ, καὶ ψύξας κατάγγισον. δοκεῖ δὲ λαμβανόμενον πάχος ἄγειν, ὠφελοῦν ἰσχιαδικοὺς καὶ ἀρθριτικοὺς καὶ ἐπιλημπτικούς · ἀρήγει δὲ καὶ τοῖς ὑπὸ ἐχίδνης τῆς καλουμένης σηπὸς δηχθεῖσι καὶ τοῖς μηκώνιον ἢ ἰξίαν πιοῦσιν, ἀναγαργάρισμάτέ ἐστι συναγχικοῖς ὠφέλιμον.
5.15.1ὀξάλμη ὠφελεῖ καταντλουμένη νομάς, σηπεδόνας, κυνόδηκτα καὶ τὰ ἀπὸ τῶν ἰοβόλων δήγματα. στέλλει δὲ καὶ τὰς ἐπὶ τῶν λιθοτομηθέντων αἱμορραγίας, εὐθέως μετὰ τὴν χειρουργίαν θερμὴ ἐγκλυζομένη, καὶ ἐγκαθιζομένη καὶ ἕδραν προπεπτωκυῖαν, ἐγκλύζεταίτε ἐπὶ τῶν μετὰ νομῆς δυσεντερικῶν · δεῖ δὲ ἐπεγχυματίζειν γάλακτι. καταρροφουμένη δὲ καὶ ἀναγαργαριζομένη βδέλλας κενοῖ · σμήχει δὲ καὶ πίτυρα καὶ ἀχῶρας.
5.16.1θυμοξάλμῃ ἐχρῶντο οἱ ἀρχαῖοι ἐπὶ τῶν ἀσθενῆ τὸν στόμαχον ἐχόντων, κατὰ τρεῖς ἢ τέσσαρας κυάθους πρὸς ὕδωρ θερμὸν κεραννύντες καὶ διδόντες, καὶ ἐπὶ ἀρθριτικῶν καὶ πνευματουμένων · ἄγει δὲ παχέα καὶ μέλανα. σκευάζεται δὲ οὕτω · θύμου λείου ὀξύβαφον, ἁλῶν ἴσον, ἀλφίτου, πηγάνου, γλήχωνος, ἑκάστου ὀλίγον, βαλὼν εἰς ἄγγος ἐπίχει ὕδατος κοτύλας Ϙʹ, ὄξους ἡμικοτύλιον, περιθείςτε ὀθόνιον ἐξαιθρίαζε.
5.17.1τὸ δὲ σκιλλητικὸν ὄξος σκευάζεται τὸν τρόπον τοῦτον · καθάρας λευκὴν σκίλλαν καὶ κατατεμὼν καὶ διείρας λίνῳ, ὥστε μὴ θιγγάνειν τοὺς τόμους ἀλλήλων, ξηράνας ἐν σκιᾷ ἐπὶ ἡμέρας τεσσαράκοντα, λαβὼν μνᾶν μίαν ἐξ αὐτῆς κάθες εἰς ξέστας ὄξους καλοῦ ιβʹ καὶ ἔα ἐν ἡλίῳ ἡμέρας ἑξήκοντα βρέχεσθαι, πωμάσας ἐπιμελῶς τὸ ἀγγεῖον · μετὰ δὲ ταῦτα ἀνελόμενος τὴν σκίλλαν καὶ ἐκπιέσας, αὐτὴν μὲν ῥῖψον, τὸ δὲ ὄξος ὑλίσας κατάγγιζε καὶ ἀποτίθεσο.
5.17.2ἔνιοι δὲ μνᾶν μίαν πρὸς ὄξους ξέστας εʹ μίσγουσιν · οἱ δὲ αὐτόθεν καθάραντες δίχα τοῦ ξηρᾶναι τὸν ἴσον σταθμὸν βάλλουσι καὶ ἐῶσι μῆνας Ϙʹ · γίνεται δὲ τὸ τοιοῦτον τμητικώτερον. εὐθετεῖ δὲ διακλυζόμενον μὲν πρὸς οὖλα μυδῶντα, στέλλον καὶ στερροποιοῦν αὐτά, καὶ πρὸς ὀδόντας κινουμένους καὶ τὰς περὶ τὸ στόμα δυσωδίας, ἱκανῶς ἀνασκευάζον αὐτάς, καταρροφούμενον δὲ τόντε βρόγχον στερεὸν καὶ τυλώδη ποιεῖ καὶ τὸν ἦχον εὔτονον καὶ λαμπρὸν ἀποτελεῖ.
5.17.3παραλαμβάνεται δὲ καὶ πρὸς στομαχικοὺς καὶ δυσπεπτοῦντας καὶ ἐπιλημπτικούς, σκοτοδινιῶντας, μελαγχολικούς, ἀπηλιθιωμένους, ἔτι δὲ καὶ πρὸς ὑστερικὰς πνίγας καὶ σπλῆνας ὑπερόγκους καὶ ἰσχιάδας · ἀναλαμβάνει δὲ καὶ τοὺς λίαν ἀσθενεῖς, καὶ τὸ σῶμα ὑγιεινὸν καὶ εὔχρουν κατασκευάζει. ἔστι δὲ καὶ ὀξυδερκές, καὶ πρὸς δυσηκοίαν ἐνστῆναι δυνατόν, ἐὰν ἐγχυματίζηταί τις · καὶ καθόλου δὲ πρὸς ἅπαντα ἐνεργεῖ πλὴν ἑλκώσεως τῶν ἐντός. δίδου δὲ καθ’ἡμέραν ῥοφεῖν νήστει τὴν μὲν ἀρχὴν ὀλίγον, κατὰ βραχὺ δὲ παραύξων ἄχρι κυάθου · τινὲς δὲ κυάθους δύο διδόασιν ἢ καὶ πλεῖον.
5.18.1ὁ δὲ ἀπὸ τῆς σκίλλης οἶνος γίνεται οὕτω · κατατεμών, ὡς εἴρηκα, τὴν σκίλλαν ξήρανον ἐν ἡλίῳ, ἔπειτα κόψον αὐτῆς μνᾶν μίαν καὶ διασήσας λεπτῷ κοσκίνῳ ἔνδησον ὀθονίῳ ἀραιῷ καὶ κάθες εἰς γλεύκους καλοῦ καὶ προσφάτου ξέστας εἴκοσι, τρίμηνόντε ἔα βραχῆναι · μετὰ δὲ ταῦτα μετεράσας τὸν οἶνον εἰς ἕτερον ἀγγεῖον ἀπόθου περισφηκώσας ἐπιμελῶς.
5.18.2ἔνεστι δὲ καὶ ὑγρᾷ χρῆσθαι τῇ σκίλλῃ ἐπιτέμνοντα αὐτὴν γογγυλοειδῶς καὶ τὴν ὁλκὴν διπλασιάσαντα · δεῖ δὲ ἡλιάζειν ἐπὶ ἡμέρας μʹ καὶ παλαιοῦν ἄγαν. ἔτι δὲ καὶ οὕτω σκευάζεται ὁ προειρημένος οἶνος · λαβὼν σκίλλης κεκαθαρμένης καὶ ἐντετμημένης μνᾶς τρεῖς κάθες εἰς γλεύκους καλοῦ μετρητὴν Ἰταλικὸν καὶ πωμάσας ἔασον μῆνας ἕξ, εἶτα ὑλίσας καὶ μετεράσας ἀπόθου.
5.18.3εὐθετεῖ δὲ πρὸς ἀπεψίας καὶ διαφθορὰς τροφῆς καὶ τοὺς ἀπεμοῦντας ταύτην, ἐφ’ὧντε πάχος ἔγκειται στομάχῳ ἢ κοιλίᾳ, σπληνικοῖς, ἰκτερικοῖς, καχέκταις, ὑδρωπικοῖς, δυσουροῦσι, στροφουμένοις, πνευματουμένοις, παραλυτικοῖς, σκοτωματικοῖς, ῥίγεσι χρονίοις, σπάσμασι, καταμηνίωντε ἀγωγός · ἥκιστα δὲ νεῦρα λυπεῖ. ἀμείνων δὲ ὁ παλαιότερος · φυλάσσεσθαι δὲ δεῖ αὐτοῦ τὴν χρῆσιν ἔντε πυρετοῖς καὶ ἐπὶ τῶν ἐντὸς ἐχόντων ἕλκος.
5.19.1οἱ δὲ διὰ θαλάττης οἶνοι ποικίλως σκευάζονται · οἱ μὲν γὰρ εὐθέως μετὰ τὸ τρυγηθῆναι τὴν σταφυλὴν μειγνύουσι θάλασσαν, οἱ δὲ προθειλοπεδεύουσι καὶ οὕτω πατοῦσι μειγνύντες θάλασσαν, οἱ δὲ σταφιδώσαντες τὴν σταφυλὴν βρέχουσιν ἐν πίθοις μετὰ θαλάσσης καὶ οὕτω πατοῦντες ἐκθλίβουσι ·
5.19.2γίνεται δὲ ὁ τοιοῦτος γλυκύς. οἱ μέντοι γε πρὸς τὴν πόσιν αὐστηρότεροι σκευαζόμενοι ποιοῦσι καὶ πρὸς πυρετῶν ἀνασκευήν, εἰ μή γε παρεῖεν Ἀμινναῖοι, καὶ πρὸς κοιλίας ὑπαγωγήν, καὶ ἐμπύοις καὶ σκληροκοιλίοις καὶ ὅσοι ὑπὸ τῶν Ἀμινναίων ψαύονται κεφαλῆς · κακοστόμαχοι μέντοι καὶ οὗτοι καὶ πνευμάτων γεννητικοί.
5.19.3οὐκ ἄχρηστον δὲ ὑπογράψαι νομίζομεν πρὸς τὸ πλήρη τὴν ἱστορίαν τοῖς φιλιατροῦσι γενέσθαι καὶ τὴν τῶν ποικιλωτέρων οἴνων σκευασίαν, οὐχ ὅτι πολλή ἐστιν ἢ ἀναγκαία ἡ χρῆσις αὐτῶν ἀλλ’ἵνα κατὰ μηδὲν αὐτῶν ἐλλείπειν δοκῶμεν. εἰσὶ δὲ αὐτῶν ἔνιοι ἧττον περίεργοι καὶ πίπτοντες εἰς τὴν χρῆσιν, ὡς οἱ διὰ τῶν κυδωνίων καὶ ἀπίων καὶ κερατίων, ἔτι καὶ μύρτων σκευαζόμενοι.
5.20.1ὁ μὲν οὖν κυδωνίτης, ὃν ἔνιοι μηλίτην καλοῦσι, σκευάζεται οὕτως · μήλων κυδωνίων ἐξελὼν τὸ σπέρμα καὶ τεμὼν ὡς γογγυλίδα, εἰς μετρητὴν γλεύκους χάλασον μνᾶς ιβʹ πρὸς ἡμέρας λʹ, εἶτα διυλίσας ἀπόθου. σκευάζεται δὲ καὶ ἄλλως · δεῖ ἐκθλίψαντας μετὰ τὸ κόψαι τὰ κυδώνια τοῦ χυλοῦ μεῖξαι τοῖς ιβʹ ξέσταις ξέστην ἕνα μέλιτος καὶ ἀποτίθεσθαι. ἔστι δὲ στυπτικός, εὐστόμαχος, δυσεντερίαις ἁρμόζων, ἡπατικοῖς, νεφριτικοῖς, δυσουροῦσιν.
5.21.1καὶ μηλόμελι δέ, ὃ καὶ κυδωνόμελι ὀνομάζεται, σκευάζεται μήλων κυδωνίων ἐξαιρεθέντων τὰ σπέρματα καὶ ἐμβληθέντων εἰς μέλι ὡς ὅτι πλεῖστον, ὥστε ἐνεσφηνῶσθαι. γίνεται δὲ προσηνὲς μετ’ἐνιαυτόν, οἰνομέλιτι ἐοικός, ἁρμόζον πρὸς ἃ καὶ ἡ πρὸ αὐτοῦ σκευασία.
5.22.1ὑδρόμηλον δὲ σκευάζεται μειγνυμένου τοῦ ἐκ τῶν κυδωνίων μήλων μέλιτος μετρητοῦ ἑνὸς πρὸς δύο μετρητὰς ἀφηψημένου ὕδατος καὶ ἡλιαζομένου ἐν τοῖς ὑπὸ κύνα. δύναμις δὲ καὶ τούτου ἡ αὐτή.
5.23.1ὀμφακόμελι δὲ σκευάζεται τὸν τρόπον τοῦτον · λαβὼν ὄμφακας μήπω περκαζούσας ἡλίαζε ἐπὶ ἡμέρας τρεῖς, καὶ μετὰ ταῦτα ἐκθλίψας βάλε πρὸς τρία μέρη τοῦ χυλοῦ μέλιτος καλλίστου ἀπηφρισμένου μέρος ἕν, καὶ ἡλίαζε καταγγίσας εἰς κεράμους. δύναμιν δὲ ἔχει σταλτικήν, ψυκτικήν, ὅθεν ἁρμόζει στομαχικοῖς, κοιλιακοῖς. ἡ χρῆσις δὲ αὐτοῦ μετ’ἐνιαυτόν.
5.24.1ἀπίτης σκευάζεται ὁμοίως ὥσπερ καὶ ὁ κυδωνίτης, μὴ λίαν δὲ ἔστωσαν οἱ ἄπιοι πέπειροι. καὶ ὁ τῶν κερατίων δὲ καὶ ὁ τῶν μεσπίλων καὶ οὔων ὁμοίως σκευάζεται. πάντες δέ εἰσι στυπτικοί, στρυφνοί, εὐστόμαχοι, ῥεύματα ἔνδον ἐπέχοντες.
5.25.1οἰνάνθινος δὲ σκευάζεται οὕτως · λαβὼν τῆς ἀγρίας ἀμπέλου τὸ ἄνθος βρυούσης ξηρὸν μνᾶς δύο κάθες εἰς μετρητὴν γλεύκους πρὸς ἡμέρας λʹ, εἶτα διυλίσας ἀπόθου. ποιεῖ δὲ πρὸς ἀτονίαν στομάχου, ἀνορεξίαν, κοιλιακούς, δυσεντερικούς.
5.26.1ῥοίτης δὲ οἶνος σκευάζεται οὕτως · ῥόας ἀπυρήνους λαβὼν ὡρίμους καὶ ἀποθλίψας τὸν χυλὸν τῶν κόκκων ἀπόθου, ἢ ἑψήσας εἰς τὸ τρίτον οὕτως ἀποτίθεσο. ποιεῖ δὲ πρὸς τὰ ἐντὸς ῥεύματα καὶ πυρετοὺς ῥοώδεις. ἔστι δ’εὐστόμαχος καὶ στεγνωτικὸς κοιλίας καὶ οὐρητικός.
5.27.1ῥοδίτης δὲ οὕτω σκευάζεται · ῥόδων ξηρῶν ἐπετείων κεκομμένων μνᾶν μίαν ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους ξέστας εἴκοσι καὶ περισφήκου · μετὰ δὲ τρεῖς μῆνας διυλίσας μετάγγιζε καὶ ἀποτίθεσο.
5.27.2χρήσιμος δὲ ἀπυρέτοις πρὸς στομάχου πόνον καὶ πέψεις ἐπιπινόμενος, πρόςτε καθύγρους κοιλίας καὶ δυσεντερίας. σκευάζεται δὲ καὶ διὰ χυλοῦ ῥόδων καὶ μέλιτος μειγνυμένων, ὃ καλεῖται ῥοδόμελι, ἁρμόζον πρὸς τὰς ἐν ἀρτηρίᾳ τραχύτητας.
5.28.1μυρτίτην δὲ δεῖ σκευάζοντα μύρτα μέλανα παρακμάζοντα λαβόντα κόπτειν καὶ ἐκθλίβειν τὸν χυλὸν δι’ὀργάνου καὶ καταγγίζειν · οἱ δὲ καὶ ἀφέψουσιν εἰς τὸ τρίτον. ἔνιοι δὲ καὶ προθειλοπεδεύουσιν ἐν ἡλίῳ καὶ ξηράναντες μίσγουσι τῇ χοίνικι κοπείσῃ τρεῖς κοτύλας ὕδατος καὶ οἴνου αὐστηροῦ παλαιοῦ τὸ αὐτό, οὕτωτε ἐκθλίβουσι καὶ ἀποτίθενται. ἱκανῶς δέ ἐστι στυπτικὸς καὶ εὐστόμαχος, ῥευματιζομένῳτε στομάχῳ καὶ κοιλίᾳ χρήσιμος, πρόςτε τὰς ἐντὸς ἑλκώσεις καὶ ῥοῦν · μελαίνει δὲ καὶ τρίχας τὰς ἐν κεφαλῇ.
5.29.1μυρσινίτης δὲ σκευάζεται οὕτω · δεῖ λαβόντας τῶν μελαίνων μυρσινῶν τοὺς ἀκρεμόνας καὶ τὰ φύλλα σὺν τοῖς μύρτοις κόπτειν καὶ βάλλειν εἰς τοὺς τρεῖς τοῦ γλεύκους χοεῖς, τῆς μυρσίνης κεκομμένης μνᾶς δέκα καὶ ἕψειν, ἄχρι οὗ ἂν δύο χοεῖς ἀπολειφθῶσι, καὶ διυλίσαντας ἀποτίθεσθαι. ποιεῖ δὲ οὗτος πρόςτε ἀχῶρας καὶ πίτυρα, ἐξανθήματα, οὖλα, παρίσθμια, ὦτα πυορροοῦντα · στέλλει καὶ ἱδρῶτας.
5.30.1καὶ ὁ σχίνινος δὲ ἐοικότως τῷ μυρσινίτῃ σκευάζεται, καὶ ὁ τερμίνθινος ὁμοίως · ἔγκαρποι γὰρ καὶ τούτων οἱ ἀκρεμόνες λαμβάνονται. καὶ παραπλησίας εἰσὶ δυνάμεως, στυπτικοὶ καὶ εὐστόμαχοι, ῥεύμασίτε ἁρμόζοντες στομάχου, ἐντέρων, κύστεως καὶ αἱμορραγίαις. κατουλοῦσι δὲ καὶ τὰ ῥευματικὰ πάντα ἕλκη ἐπαντλούμενοι, τούςτε περὶ ὑστέραν καὶ ἕδραν ῥευματισμοὺς στέλλουσιν ἐγκαθιζόμενοι.
5.31.1φοινικίτης · λαβὼν φοίνικας τοὺς χυδαίους πεπείρους βάλε εἰς πιθάκνην τετρημένην πρὸς τῷ πυθμένι καὶ ἐνεσφηκωμένην καλάμῳ πεπισσωμένῳ · τὸ δὲ τρῆμα λίνῳ βεβύσθω · ἐπίχει δὲ ταῖς δέκα χοίνιξιν ὕδατος χοεῖς γʹ, εἰ δὲ μὴ λίαν αὐτὸ γλυκὺ θέλοις εἶναι, πέντε χοεῖς ἐπίχει · ἔα δὲ ἐπὶ ἡμέρας δέκα.
5.31.2τῇ δὲ ἑνδεκάτῃ ἀφαιρῶν τὸ ἐπὶ τοῦ καλάμου ὀθόνιον ἀποδέχου οἶνον γλυκὺν καὶ παχὺν καὶ ἀποτίθεσο. ἔστι δὲ ἡδὺς μέν, κεφαλαλγὴς δέ, ποιῶν πρὸς ῥεύματα διὰ τὸ στύφειν, ὅθεν στομαχικοῖς καὶ κοιλιακοῖς καὶ αἱμοπτυικοῖς ἁρμόζει. ἔνιοι δὲ τὸ αὐτὸ πάλιν τοῦ ὕδατος μίσγοντες δέχονται, καὶ τοῦτο τρίτον ποιοῦσι καὶ τέταρτον καὶ πέμπτον, ὅτε λοιπὸν ὀξίζει.
5.32.1καὶ ὁ τροχίτης δέ, ὃν ἔνιοι συκίτην καλοῦσιν, ἐν Κύπρῳ σκευάζεται ὁμοίως τῷ φοινικίτῃ, διαφέρει δὲ ὅτι ἐπὶ τούτου ἔνιοι ἀντὶ τοῦ ὕδατος στεμφύλων ἀπόβρεγμα νεοθλίπτων τὸ ἴσον μέτρον βάλλουσιν · ἰσχάδες δὲ λαμβάνονται αἱ χελιδόνιοι καλούμεναι ἢ Φοινίκιαι – μέλαιναι δέ εἰσι – καὶ ἀποβρέχονται, ὡς προείρηται · μετὰ δὲ ἡμέρας δέκα ἐκλαμβάνεται τὸ ὑγρόν, καὶ ἐκ δευτέρουτε καὶ τρίτου ἐπιχεῖται τοῦ ἐκ τῶν στεμφύλων ἀποβρέγματος τὸ αὐτὸ μέτρον.
5.32.2ὁμοίως δὲ ἐκ διαστημάτων ἐκλαμβάνεται τὸ τέταρτον καὶ πέμπτον ἀπόβρεγμα ὀξίζον, ᾧ ἀντὶ τοῦ ὄξους χρῶνται. λεπτομερὴς δέ ἐστι καὶ φυσώδης καὶ κακοστόμαχος, ἀποστρέφων ὄρεξιν, εὐκοίλιος μέντοι καὶ οὐρητικός. κατασπᾷ δὲ καὶ ἔμμηνα καὶ γάλα μὲν δαψιλὲς ποιεῖ, αἷμα δὲ φαῦλον κατασκευάζει, καὶ ἐλεφαντιάσεως ποιητικός ἐστιν ὡς καὶ τὸ ζῦθος.
5.32.3ἔνιοι δὲ καὶ ἁλῶν τοῖς ἓξ κεραμίοις ξέστας ἐμβάλλουσι δέκα, οἱ δὲ ἅλμης κεράμιον, δυσμετάβλητον καὶ εὐκοίλιον ἔσεσθαι διανοούμενοι. οἱ δὲ καὶ θύμον καὶ μάραθον προυποτιθέασι τῷ πυθμένι, εἶτα τὰς ἰσχάδας, καὶ ἐναλλὰξ τοῦτο ποιοῦσιν, ἄχρις οὗ πληρώσωσι τὸ ἀγγεῖον.
5.33.1σκευάζεται καὶ ὁ ἐκ τῶν συκομόρων ὡσαύτως. ὄξος δὲ γίνεται δριμὺ διὰ τὸ μὴ ἐξισχύειν τὴν δύναμιν αὐτῶν φυλάσσειν τὴν γλυκύτητα τοῦ ῥυέντος.
5.34.1ὁ δὲ ῥητινίτης κατὰ τὰ ἔθνη σκευάζεται ποικίλως · πλεονάζει δὲ ὁ ἐν Γαλατίᾳ διὰ τὸ ἀποξύνεσθαι τὸν οἶνον ἀπεπάντου μενούσης τῆς σταφυλῆς διὰ τὰ ψύχη, εἰ μὴ παραπλακείη πευκίνῃ ῥητίνῃ. κόπτεται δὲ σὺν τῷ φλοιῷ ἡ ῥητίνη, καὶ τῷ κεραμίῳ μείγνυται ἡμικοτύλιον · καὶ οἱ μὲν ἀπηθοῦσι μετὰ τὸ ἀποζέσαι, χωρίζοντες τὴν ῥητίνην, οἱ δὲ ἐῶσι · παλαιωθέντες δὲ γίνονται ἡδεῖς.
5.34.2κεφαλαλγεῖς δὲ πάντες οἱ τοιοῦτοι καὶ σκοτωματικοί, πεπτικοὶ μέντοι καὶ διουρητικοί, καταρροιζομένοις καὶ βήσσουσιν ἁρμόζοντες, κοιλιακοῖς, δυσεντερικοῖς, ὑδρωπικοῖς καὶ ῥοικαῖς γυναιξί, τοῖςτε ἐν βάθει εἱλκωμένοις ἔγκλυσμα. στυπτικώρετος μέντοι τοῦ λευκοῦ ἐστιν ὁ μελανίζων.
5.35.1στροβιλίτης δὲ σκευάζεται ἐναποβρεχομένων τῷ γλεύκει στροβίλων προσφάτων τετρυγημένων καὶ τεθλασμένων · ποιεῖ δὲ τὰ αὐτὰ τῷ ῥητινίτῃ. ἐὰν δὲ γλυκεῖ ἐναποβρέξας τις τοὺς στροβίλους ἑψήσῃ, ἁρμόζει καὶ φθινώδεσιν ἱκανῶς πινόμενος.
5.36.1ὁ δὲ κέδρινος ἢ ἀρκεύθινος ἢ κυπαρίσσινος ἢ δάφνινος ἢ πιτύινος ἢ ἐλάτινος σκευάζεται ὁμοίως · χρὴ γὰρ τὰ ξύλα νεότμητα σχίζοντας, ὅτε τὸν καρπὸν ἐκδίδωσι, τιθέναι πρὸς ἥλιον ἢ ἐν βαλανείῳ ἢ πρὸς πυρί, ὥστε συνιδρῶσαι, καὶ μίσγειν τῷ χοεῖ τοῦ οἴνου μνᾶν μίαν, καταστήσαντάςτε ἐᾶν δύο μῆνας, εἶτα μεταγγίζειν καὶ ἡλιάσαντας ἀποτίθεσθαι. πληροῦν δὲ δεῖ τὰ ἀγγεῖα ἐπὶ τῶν σκευαστῶν οἴνων · ἀποξύνει γὰρ τὰ ἀπόκενα.
5.36.2ἄθετοι μέντοι οἱ φαρμακώδεις οἶνοι τοῖς ὑγιαίνουσι. θερμαντικοὶ δὲ πάντες οὗτοι, οὐρητικοί, ὑποστύφοντες · ὁ μέντοι δάφνινος θερμαντικώτερος. γίνεται δὲ καὶ ἐκ τοῦ καρποῦ τῶν μειζόνων κέδρων οἶνος · δεῖ δὲ τῷ χοεῖ τοῦ γλεύκους ἡμιμναῖον κεκομμένων τῶν κεδρίδων μεῖξαι, ἡλιάσαιτε ἐφ’ἡμέρας μʹ, μετὰ δὲ ταῦτα διυλίζειν καὶ μεταγγίζειν. γίνεται καὶ ὁ ἐκ τῶν ἀρκευθίδων τοῦ καρποῦ ὁμοίως τῷ κεδρίτῃ, τὰ αὐτὰ ποιῶν.
5.37.1κεδρίτης δὲ γίνεται οὕτω · κεδρίαν πλύναντες ὕδατι γλυκεῖ διακλύζουσιν ἕκαστον κεράμιον κυάθῳ ἑνί, καὶ οὕτως πληροῦσι γλεύκους. θερμαντικὸς δὲ καὶ οὗτος γίνεται καὶ λεπτυντικός, βηχὶ παλαιᾷ ἁρμόζων δίχα πυρετῶν καὶ πόνοις θώρακος καὶ πλευρῶν, στρόφοις, ἕλκεσι τοῖς ἐν κοιλίᾳ καὶ ἐντέροις, ἐμπυικοῖς, ὑδρωπικοῖς, ὑστερικαῖς · ποιεῖ καὶ πρὸς ἕλμεις καὶ πρὸς ῥίγη, βοηθεῖ καὶ θηριοδήκτοις καὶ ἑρπετὰ κτείνει, ὠταλγίαςτε ἐνσταζόμενος ἰᾶται.
5.38.1οἶνος πισσίτης σκευάζεται διὰ πίσσης ὑγρᾶς καὶ γλεύκους · δεῖ δὲ τὴν πίσσαν πλύνειν πρῶτον μὲν θαλάσσῃ ἢ ἅλμῃ ἐφ’ἱκανόν, μέχρι ἂν λευκανθῇ, καὶ ἡ θάλασσα καθαρὰ ἀπορρέῃ, ἔπειτα ὕδατι γλυκεῖ, καὶ τοῖς ὀκτὼ χοεῦσι μίσγειν οὐγγίας βʹ πίσσης καὶ ἐᾶν, μετὰ δὲ τὸ ἀναζέσαι καὶ καταστῆναι μεταγγίζειν.
5.38.2ἔστι δὲ θερμαντικός, πεπτικός, σμηκτικός, ἀνακαθαρτικός, εὔθετος τοῖς περὶ θώρακα, κοιλίαν, ἧπαρ, σπλῆνα, ὑστέρας πόνοις δίχα πυρετοῦ καὶ χρονίοις ῥεύμασι καὶ ἑλκώσεσι τῶν ἐν βάθει · ποιεῖ καὶ πρὸς βῆχας, βραδυπεψίας, πνευματώσεις, ἄσθματα, καὶ πρὸς στρέμματα δὲ μᾶλλον τοῦ ὄξους μετ’οἰσυπηρῶν ἐρίων.
5.39.1ἀψινθίτης δὲ ποικίλως σκευάζεται · οἱ μὲν γὰρ τοῖς μηʹ ξέσταις γλεύκους μείξαντες ἀψινθίου Ποντικοῦ λίτραν μίαν ἕψουσι, μέχρι τὸ τρίτον ἀπολειφθῇ · ἔπειτα προσεπιχέαντες γλεύκους ξέστας ἐνενήκοντα καὶ ἀψινθίου ἡμίλιτρον καὶ ἐπιμελῶς μείξαντες καταγγίζουσι, κατασταθέντα δὲ διυλίσαντες ἀποτιθέασιν. οἱ δὲ μνᾶν ἀψινθίου τῷ μετρητῇ τοῦ γλεύκους ἐμβρέχουσιν ἐπὶ μῆνας τρεῖς · οἱ δὲ μνᾶν ἀψινθίου εἰς τὸ κεράμιον καθιᾶσι, κόψαντες καὶ ἐνδήσαντες εἰς ὀθόνιον ἀραιὸν ἐπὶ μῆνας δύο.
5.39.2οἱ δὲ ἀψινθίου τρεῖς οὐγγίας, ἔνιοι δὲ τέσσαρας, καὶ νάρδου Συριακῆς, κιναμώμου, κασσίας, καλάμου, σχοίνου ἄνθους, ἐλάτης φοινικίνης ἀνὰ οὐγγίας βʹ καθιᾶσιν εἰς μετρητὴν γλεύκους ἐν ὅλμῳ κόψαντες καὶ σφηκώσαντες ἐῶσι δίμηνον · εἶτα διυλίσαντες καὶ καταγγίσαντες ἀποτίθενται. οἱ δὲ εἰς γλεύκους μετρητὴν νάρδου Κελτικῆς δραχμὰς ιδʹ καὶ ἀψινθίου δραχμὰς μʹ καθιᾶσιν, ἐν ὀθονίῳ δήσαντες, καὶ μεθ’ἡμέρας μʹ μεταγγίζουσιν.
5.39.3οἱ δὲ εἰς κʹ ξέστας τοῦ γλεύκους λίτραν μίαν ἀψινθίου ἐμβάλλουσι καὶ πιτυίνης ῥητίνης ξηρᾶς οὐγγίας βʹ · μετὰ δὲ ἡμέρας δέκα διυλίσαντες ἀποτίθενται. ἔστι δὲ εὐστόμαχος, οὐρητικός, ἡπατικοῖς νεφριτικοῖς ἰκτερικοῖς χρήσιμος, καὶ βραδυπεπτοῦσιν ἀνορέκτοις κακουμένοις στόμαχον, καὶ πρὸς ὑποχονδρίων τάσιν χρόνιον καὶ ἐμπνευματώσεις, ἕλμινθας στρογγύλας, ἔμμηνα ἐπεχόμενα, πρόςτε ἰξίας πόσιν πλεῖστος ποθεὶς καὶ ἐξεμούμενος ἁρμόζει.
5.40.1ὑσσωπίτης δὲ ὁ ἐκ τοῦ Κιλικίου ὑσσώπου κάλλιστός ἐστι, σκευάζεται δὲ ὁμοίως τῷ ἀψινθίτῃ · δεῖ δὲ τῷ κεραμίῳ τοῦ γλεύκους λίτραν μίαν τοῦ ὑσσώπου κεκομμένων τῶν φύλλων προσδιδόναι, ἐνειλοῦντας εἰς ὀθόνιον ἀραιόν · συγκαθίενται δὲ λιθάρια, ἵνα τῷ πυθμένι προσκαθίσῃ ὁ ἔνδεσμος. μετάγγιζε δὲ μεθ’ἡμέρας μʹ διυλίζων.
5.40.2ἁρμόζει δὲ πρὸς τὰ ἐν θώρακι καὶ πλευρῷ καὶ πνεύμονι πάθη καὶ βῆχας παλαιὰς καὶ ἄσθματα. ἔστι δὲ καὶ οὐρητικός, καὶ στροφουμένοις ἁρμόζει, πρόςτε ῥίγη τὰ ἐν ταῖς περιόδοις · κινεῖ δὲ καὶ ἔμμηνα.
5.41.1καὶ ὁ χαμαιδρυίτης ὁμοίως τῷ ὑσσωπίτῃ σκευάζεται, θερμαντικὸς ὢν καὶ διαλυτικός, ἁρμόζων σπασμοῖς, ἰκτέροις, ὑστερῶν πνευματώσεσι, βραδυπεψίαις, ὕδρωπι ἀρχομένῳ. ἀμείνων δὲ παλαιούμενος γίνεται.
5.42.1σκευάζεται καὶ ὁ στοιχαδίτης ὁμοίως. δεῖ δὲ τοῖς Ϙʹ χοεῦσι μνᾶν μίαν στοιχάδος προσδιδόναι. διαλύει δὲ πάχη καὶ πνευματώσεις καὶ πόνους πλευρᾶς καὶ νεύρων καὶ καταψύξεις · δίδοται καὶ ἐπιλημπτικοῖς ὠφελίμως μετὰ πυρέθρου καὶ σαγαπηνοῦ.
5.43.1γίνεται καὶ ὄξος διὰ στοιχάδος πρὸς τὰ προειρημένα, ἐναποβρεχομένης ὄξει τῆς πόας, ὡς προείρηται. ποιεῖ δὲ πρὸς τὰ αὐτά.
5.44.1γίνεται δὲ καὶ ἐκ κέστρου τοῦ ψυχροτρόφου οἶνος. δεῖ δὲ λαμβάνειν τὴν πόαν σπέρματος πλήρη πεπείρου σὺν τοῖς κλάδοις καὶ μνᾶν μίαν βάλλειν εἰς οἴνου χοεῖς βʹ, ἐᾶντε ἑπτὰ μῆνας καὶ οὕτω μεταγγίζειν. ποιεῖ δὲ πρὸς πολλὰ τῶν ἐντός, πρὸς ἅπερ καὶ ὁ θάμνος αὐτῆς. καὶ καθόλου πάντες οἱ σκευαστοὶ οἶνοι ἀναλαμβάνουσι τὴν δύναμιν τῶν μειγμάτων, διὸ τοῖς τὰς ἐκείνων ἐπιγινώσκουσι φύσεις εὐχερὲς καὶ τὰς τῶν οἴνων δυνάμεις συμβάλλειν · τοῖς ἀπυρέτοις μέντοι ἐστὶν ἡ τῶν οἴνων χρῆσις, καὶ ὄξος δὲ ἐξ αὐτοῦ γίνεται πρὸς τὰ ἐοικότα πάθη χρησιμεῦον.
5.45.1τραγοριγανίτης · τραγοριγάνου 𐅻 δʹ εἰς γλεύκους ξέστας δʹ ἐν ὀθονίῳ χάλα πρὸς μῆνας τρεῖς καὶ μετάγγιζε · ἁρμόζει στρόφοις, σπάσμασι, ῥήγμασι, πόνοις πλευροῦ, πνευμάτων διαδρομαῖς, δυσπεψίαις.
5.46.1οἶνος διὰ βουνίου · βουνίου δραχμὰς βʹ κόψας κάθες εἰς κοτύλας δʹ γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει. ἁρμόζει δὲ στομαχικοῖς, κεκοπωμένοις δι’ὁπλομαχίαν ἢ ἱππασίαν πολλήν.
5.47.1δικταμνίτης · δικτάμνου δʹ εἰς κοτύλας γλεύκους ηʹ ἀπόβρεχε ὁμοίως. ποεῖ δὲ ἀσωμένοις στόμαχον, ἄγει καὶ ἔμμηνα καὶ λόχια.
5.48.1ὁ διὰ πρασίου · πρασίου τοῦ ἀκμαίου φύλλων κόψας χοίνικας βʹ κάθες εἰς μετρητὴν γλεύκους, καὶ τὰ ἄλλα ὁμοίως ποίει · ἁρμόζει τοῖς περὶ θώρακα καὶ πρὸς ὅσα καὶ τὸ πράσιον.
5.49.1θυμίτης · θύμου κεκομμένου καὶ σεσησμένου 𐅻 ρʹ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς γλεύκους κεράμιον. ἁρμόζει πρὸς δυσπεψίας, ἀνορεξίας, δυσενεργείας νεύρων, πόνους ὑποχονδρίων, φρίκας χειμερινὰς καὶ πρὸς ἰοβόλα τὰ ψύχοντα καὶ πήττοντα.
5.50.1θυμβρίτης ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ποιεῖ, πρὸς ἃ καὶ ὁ θυμίτης.
5.51.1οἶνος ὀριγανίτης δι’ὀριγάνου Ἡρακλεωτικῆς σκευάζεται ὁμοίως τῷ θυμίτῃ, ποιῶν πρὸς τὰ αὐτά.
5.52.1οἶνος καλαμινθίτης, γληχωνίτης, ἀβροτονίτης ὁμοίως σκευάζονται τῷ διὰ θύμου, ποιοῦσι δὲ στομαχικοῖς καὶ ἀνορεκτοῦσι καὶ πρὸς ἴκτερον · οὐρητικοὶ γάρ εἰσιν.
5.53.1οἶνος κονυζίτης ὁμοίως σκευάζεται · ἔστι δὲ πάντων μᾶλλον θηριακός.
5.54.1οἶνος ἀρωματίτης οὕτως σκευάζεται · φοίνικος, ἀσπαλάθου, καλάμου, νάρδου Κελτικῆς, ἑκάστου χοίνικα λειώσας φύρασον γλυκεῖ, καὶ ποιήσας εὐμεγέθεις μάζας βάλε εἰς γλεύκους αὐστηροῦ ξέστας εἴκοσι καὶ ἔασον ἡμέρας μʹ, σφηκώσας τὸ ἀγγεῖον, εἶτα διυλίσας ἀποτίθεσο. ἢ καλάμου ὁλκὰς Ϙʹ, φοῦ δραχμὰς ἑπτά, κόστου δραχμὰς βʹ, νάρδου Συριακῆς δραχμὰς Ϙʹ, κασσίας δραχμὰς ηʹ, κρόκου δραχμὰς δʹ, ἀμώμου δραχμὰς εʹ, ἀσάρου δραχμὰς δʹ, λειώσας καὶ ἐν ὀθονίῳ δήσας χάλασον εἰς πετρητὴν γλεύκους, καὶ μετὰ τὸ ἀποζέσαι τὸν οἶνον μετάγγιζε.
5.54.2ποιεῖ δὲ πρὸς πόνους θώρακος, πλευροῦ, πνεύμονος, δυσουρίαις, ῥίγεσιν, ἐμμήνοις ἐπισχεθεῖσι καὶ τοῖς διὰ κρυμῶν ὁδεύουσιν ἁρμόζει πινόμενος καὶ πρὸς τοὺς πάχος γεννῶντας · περιποιεῖ δὲ καὶ εὔχροιαν, ὑπνωτικόςτέ ἐστι καὶ ἀνώδυνος, τοῖς περὶ κύστιν καὶ νεφροὺς ἁρμόζων πάθεσιν.
5.55.1σκευάζεται δὲ οἶνος πρὸς κατάρρους, βῆχας, ὠμότητας, ἐμπνευματώσεις, πλάδον στομάχου · σμύρνης 𐅻 βʹ, πεπέρεως λευκοῦ 𐅻 αʹ, ἴρεως 𐅻 Ϙʹ, ἀνήθου 𐅻 γʹ, ὁλόκοπα ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς ξέστας ἓξ οἴνου. μετὰ δὲ τὴν τρίτην διυλίσας ἀποτίθεσο εἰς λάγυνον καὶ πότιζε μετὰ περίπατον, διδοὺς ἄκρατον, κύαθον ἕνα.
5.56.1ὁ δὲ νεκταρίτης σκευάζεται ἐκ τοῦ Ἑλενίου, ὃ ἔνιοι Μηδικήν, οἱ δὲ σύμφυτον, οἱ δὲ Ἰδαῖον φλόμον, οἱ δὲ Ὀρέστιον, οἱ δὲ νεκτάριον καλοῦσιν · Ἑλενίου ῥίζης ξηρᾶς 𐅻 νʹ ἐνδήσας εἰς ὀθόνιον κάθες εἰς χοεῖς ἓξ γλεύκους, καὶ μετὰ τρεῖς μῆνας ἀπόχει. ποιεῖ δὲ πρὸς στόμαχον, θώρακα · ἄγει δὲ καὶ οὖρα.
5.57.1ὁ δὲ διὰ Συριακῆς νάρδου καὶ Κελτικῆς καὶ μαλαβάθρου σκευάζεται οὕτως · ἑκάστου τούτων ἡμιμναῖον λαβὼν εἰς δίχουν γλεύκους κάθες, καὶ μετὰ μῆνας δύο διύλιζε · δίδου δὲ κύαθον ἕνα πρὸς τρεῖς ὕδατος νεφριτικοῖς, ἰκτερικοῖς, ἡπατικοῖς, δυσουροῦσιν, ἀχροοῦσι, στομαχικοῖς. οἱ δὲ ἀκόρου 𐆄 βʹ, Κελτικῆς νάρδου 𐆄 γʹ ἐν κεραμίῳ γλεύκους σκευάζουσιν.
5.58.1ἀσαρίτης · ἀσάρου 𐅻 γʹ κάθες εἰς γλεύκους κοτύλας δώδεκα ὁμοίως. ἔστι δὲ οὐρητικός, ὑδρωπικοῖς ἁρμόζων, ἰκτερικοῖς, ἡπατικοῖς, ἰσχιαδικοῖς.
5.59.1ὁ διὰ τῆς ἀγρίας νάρδου · ἀγρίας νάρδου τῆς ῥίζης προσφάτου λείας σεσησμένης κάθες 𐅻 ηʹ εἰς χοῦν γλεύκους ὁμοίως πρὸς μῆνας δύο · χρήσιμος ἡπατικοῖς, δυσουροῦσι, στομαχικοῖς, πνευματουμένοις.
5.60.1δαυκίτης · δαύκου τῆς ῥίζης ὁλοκόπου δραχμὰς ξʹ εἰς γλεύκους κεράμιον κάθες ὁμοίως καὶ μετάγγιζε. ποιεῖ δὲ πρὸς πόνους θώρακος, ὑποχονδρίων, ὑστέρας · ἄγει ἔμμηνα, ἐρυγὰς κινεῖ καὶ οὖρα · ἁρμόζει βηχί, σπάσμασι, ῥήγμασιν.
5.61.1ἐλελισφακίτης ὁμοίως · ἐλελισφάκου 𐅻 οʹ εἰς γλεύκους ἀμφορέα, ὅ ἐστι κεράμιον, κάθες. ποιεῖ δὲ πρὸς νεφρῶν πόνους καὶ κύστεως καὶ πλευρῶν, αἵματος ἀναγωγάς, βηχί, ῥήγμασι, σπάσμασι, θλάσμασιν, ἐμμήνοις ἐστεγνωμένοις.
5.62.1πανακίτης · πάνακος 𐅻 ιʹ εἰς χοέα γλεύκους καθεὶς ὁμοίως μετάγγιζε. ποιεῖ σπάσμασι, ῥήγμασι, θλάσμασιν, ὀρθοπνοίαις, λεπτυντικὸς πάχους σπληνός. ποιεῖ δὲ καὶ πρὸς στρόφους, ἰσχιάδας, βραδυπεψίας, καταμήνια ἄγει καὶ ἔμβρυα, ὑδρωπικοῖςτε καὶ θηριοδήκτοις ἁρμόζει.
5.63.1ἀκορίτης δὲ καὶ ὁ ἀπὸ γλυκυρρίζης σκευάζεται ὁμοίως · δεῖ γὰρ ἑκάστου 𐅻 πʹ εἰς χοεῖς Ϙʹ πρὸς μῆνας γʹ ἀποβρέχοντας μεταγγίζειν. ποιοῦσι δὲ πρὸς πλευρὰν καὶ θώρακα, κινοῦντες καὶ οὔρησιν.
5.64.1σελινίτης · σελίνου σπέρματος ὡρίμου νέου σεσησμένου 𐅻 οʹ ἐνδήσας εἰς ὀθόνιον βάλε εἰς κεράμιον γλεύκους ὁμοίως. ποιεῖ δὲ ὄρεξιν, καὶ στομαχικοῖς δὲ ἁρμόζει καὶ δυσουροῦσιν · ἔστι δὲ καὶ εὔπνους.
5.65.1καὶ μαραθίτης δὲ καὶ ἀνήθινος καὶ πετροσελινίτης ὁμοίως σκευάζονται, πρὸς τὰ αὐτὰ ποιοῦντες.
5.66.1σκευάζεται καὶ δι’ἁλὸς ἄνθους οἶνος, καθαρτικώτερος τοῦ διὰ θαλάττης. κακοῖ δὲ φάρυγγα, νεφρούς, κύστιν, στόμαχον, ὅθεν οὔτε πρὸς ὑγίειαν οὔτε πάθεσι χρήσιμος ὁ τοιοῦτος.
5.67.1γίνεται δὲ καὶ φθόριος ἐμβρύων οἶνος · φυτευομέναις γὰρ ταῖς ἀμπέλοις συμφυτεύεται ἐλλέβορος ἢ σίκυος ἄγριος ἢ σκαμμωνία, ὧν ἀναλαμβάνει ἡ σταφυλὴ τὴν δύναμιν · καὶ ὁ ἐξ αὐτῆς οἶνος γίνεται φθόριος. δίδοται δὲ προεμημεκυίαις νήστεσι κυάθου πλῆθος κεκραμένος.
5.68.1θυμελαίτης · τῶν κλωνίσκων σὺν τοῖς φύλλοις καὶ τῷ καρπῷ 𐅻 λʹ βάλε εἰς γλεύκους χοεῖς τρεῖς καὶ σκεύαζε ἕψων κούφως, ἄχρι ἂν δύο ἀπολειφθῶσι χοεῖς, καὶ διυλίσας ἀποτίθεσο. καθαίρει ὑδατώδη καὶ σπλῆνας τήκει.
5.69.1χαμελαίτης · ἐπειδὰν ἀνθῇ ὁ θάμνος, μετὰ τῶν φύλλων κόψας καὶ σήσας βάλε 𐅻 ιβʹ εἰς γλεύκους χοῦν, καὶ μετὰ μῆνας δύο μετάγγιζε. ποιεῖ δὲ ὑδεριῶσιν, ἡπατικοῖς, κεκοπωμένοις καὶ ταῖς ἐκ τοκετοῦ δυσκαθάρτοις.
5.70.1χαμαιπιτύινος ὁμοίως σκευάζεται καὶ πρὸς τὰ αὐτὰ ἁρμόζει, διουρητικὸς ὤν.
5.71.1μανδραγορίτης · τοῦ φλοιοῦ τῆς ῥίζης κατατεμὼν ἔνειρον εἰς λίνον ἡμιμναῖον καὶ κάθες εἰς μετρητὴν γλεύκους πρὸς μῆνας τρεῖς, εἶτα μετάγγιζε. ἡ μέση πόσις ἡμικοτύλιον · πίνεται δὲ γλυκέος προσδιδομένου τὸ διπλάσιον. φασὶ δὲ κοιμίζειν καὶ καροῦν ὅλον τρίκλινον κοτύλην αὐτοῦ καταμειχθεῖσαν χοεῖ · μετὰ ξέστου δὲ οἴνου κύαθος εἷς ποθεὶς ἀναιρεῖ. ἔστι δὲ ἡ σύμμετρος χρῆσις ἀνώδυνος, ῥευμάτων παχυντική · καὶ ὀσφραινόμενος δὲ καὶ ἐγκλυζόμενος τὸ αὐτὸ ποιεῖ.
5.72.1ἐλλεβορίτης · εἰς χοέα γλεύκους τεθαλασσωμένου μέλανος ἐλλεβόρου δραχμὰς δέκα δύο βάλε λείου ἐν ὀθονίῳ ἀραιῷ · μετάχει δέ, ὅταν ἀναζέσῃ. ἢ εἰς ἀθαλάσσου χοῦν 𐅻 ιεʹ ἢ 𐅻 ιδʹ ὁλοσχερῶς συνθλάσας βάλε, καὶ μεθ’ἡμέρας τινὰς διυλίσας χρῶ · πότιζε δὲ κύαθον ἕνα πρὸς κοιλίας λύσιν μεθ’ὕδατος ἐκ βαλανείου, ἐμημεκόσιν ἀπὸ δείπνου.
5.72.2ἢ ἐλλεβόρου δραχμὰς εἴκοσι, σχοίνου 𐅻 ιβʹ, στάχυος Συριακοῦ 𐅻 ιγʹ σεσησμένας ἐν ὀθονίῳ δήσας κάθες εἰς κοτύλας ιδʹ Κῴου οἴνου ἐπὶ ἡμέρας τεσσαράκοντα · εἶτα ἀπηθήσας πότιζε τρία ἡμικοτύλια. ἢ εἰς γλεύκους κεράμιον θαλάττης πελαγίας ἡψημένης ξέστας βʹ, ἐλλεβόρου λευκοῦ λίτρας τὸ ἥμισυ ἔμβρεχε ἡμέρας τεσσαράκοντα καὶ ἀπηθήσας χρῶ. ἢ ἐλλεβόρου 𐅻 ιβʹ, ἀφρονίτρου δραχμὰς τέσσαρας, γλεύκους κοτύλας ιβʹ βρέχε ἐπὶ ἡμέρας δέκα πέντε καὶ ἀπηθήσας χρῶ μετὰ μῆνας ἕξ ·
5.72.3τοῦτο καὶ βρέφη ἐκτιτρώσκει. ἢ ἐκ τεθειλοπεδευμένης σταφυλῆς λαβὲ γλεύκους μετρητὴν καὶ βάλε γύψου εἰς τὸν οἶνον 𐅻 κʹ, καὶ ἔασον ἡμέρας δύο, καὶ κάθες ἔνδεσμον μέλανος ἐλλεβόρου 𐅻 λʹ, σχοίνου 𐅻 λʹ, καλάμου 𐅻 λʹ, ἀρκευθίδων ἡμιχοίνικον καὶ τέταρτον, σμύρνης δὲ καὶ κρόκου ἀνὰ 𐅻 αʹ, ἐνειλήσας ὀθονίῳ κρέμασον πρὸς ἡμέρας μʹ, εἶτα διύλιζε καὶ δίδου κυάθους τρεῖς ἢ δύο κεράσας. καθαίρει ἐκ τοκετῶν καὶ ἐκ τρωσμῶν · φθείρει δὲ καὶ ἔμβρυα, καὶ πρὸς τὰς ὑστερικὰς πνίγας ποιεῖ.
5.73.1σκαμμωνίτης · σκαμμωνίας τῆς ῥίζης 𐅻 ιεʹ ὀρωρυγμένης ἐν πυραμητῷ ἐμβάλλονται εἰς γλεύκους χοέα λεῖαι ἐν ὀθονίῳ ἐπὶ ἡμέρας τριάκοντα. καθαίρει δὲ κοιλίαν, ἄγων χολὴν καὶ φλέγμα.
5.74.1καδμεία ἀρίστη μέν ἐστιν ἡ Κυπρία, ἐπικαλουμένη δὲ βοτρυῖτις, πυκνή, βαρεῖα μέσως καὶ μᾶλλον ἐπὶ τὸ κουφότερον ῥέπουσα, ἔχουσα τὴν ἐπιφάνειαν βοτρυώδη, χρώματι σποδοειδής, θλασθεῖσα δὲ ἔνδοθεν ἔντεφρος καὶ ἰώδης. ἐχομένη δ’ἐστὶν ἡ ἔξωθεν μὲν κυανίζουσα, ἔνδοθεν δὲ λευκοτέρα, διαφύσεις ἔχουσα ἐμφερῶς ὀνυχίτῃ λίθῳ · τοιαῦται δέ εἰσιν αἱ ἐκ τῶν παλαιῶν μετάλλων ὀρυσσόμεναι. ἔστι δέ τις καὶ πλακωτὴ λεγομένη, ὡσπερεὶ ζώνας ἔχουσα τὰς διαφύσεις, ὅθεν καὶ ζωνῖτιν αὐτὴν ἐκάλεσαν. καλεῖταί τις καὶ ὀστρακῖτις, ἰσχνὴ καὶ ὡς ἐπὶ τὸ πολὺ μέλαινα, γεώδει δὲ ἢ ὀστρακώδει κεχρημένη ἐπιφανείᾳ · φαύλη δὲ ἡ λευκή.
5.74.2χρησιμεύει δὲ πρὸς μὲν τὰ ὀφθαλμικὰ φάρμακα ἡ βοτρυῖτις καὶ ἡ ὀνυχῖτις καλουμένη, αἱ δὲ λοιπαὶ εἰς ἐμπλάστρους καὶ ξηρὰ κατουλοῦν δυνάμενα φάρμακα, καὶ πρὸς τα- ταὐτὰ χρησιμεύει ἡ Κυπρία · ἡ γὰρ ἐκ Μακεδονίας καὶ Θρᾴκης καὶ Σπανίας κομιζομένη ἄθετος. δύναμιν δὲ ἔχει στυπτικήν, κοιλωμάτων πληρωτικήν, καθαρτικὴν ῥυπαριῶν. παρεμπλάσσει δὲ καὶ ξηραίνει καὶ ἐξιποῖ, καὶ στέλλει τὰ ἐκσαρκώματα, καὶ τὰ κακοήθη τῶν ἑλκῶν ἀπουλοῖ.
5.74.3γεννᾶται δὲ ἡ καδμεία ἐκ τοῦ χαλκοῦ καμινευομένου, προσιζανούσης τῆς λιγνύος τοῖς τοίχοις τῶν καμίνων καὶ τῇ κορυφῇ · εἰσὶ δ’αὐτοῦ κεραῖαι σιδηραῖ, παμμεγέθεις, ἀκεστίδες ὑπὸ τῶν μεταλλουργῶν καλούμεναι, κατὰ κορυφὴν συνηγμέναι πρὸς τὸ κατέχεσθαι καὶ ἐφιζάνειν τὰ ἀναφερόμενα σώματα ἀπὸ τοῦ χαλκοῦ, ἅπερ ἀεὶ καὶ μᾶλλον προσιζάνοντα ἐπισωματοῦται, καί ποτε μὲν ἓν εἶδος αὐτῆς, ποτὲ δὲ δύο ἢ πάντα ἀποτελεῖται.
5.74.4μεταλλουργεῖται δὲ ἐκ τοῦ ὑπερκειμένου Σολέων ὄρους, τοῦ λεγομένου λίθου πυρίτου καιομένου · ἐν δὲ τῷ αὐτῷ ὄρει εὑρίσκεται οἱονεὶ διαζώματά τινα χαλκίτεως, μίσυος, σώρεως, μελαντηρίας, κυάνου, χρυσοκόλλης, χαλκάνθου, διφρυγοῦς. τινὲς δὲ καὶ ἐν μετάλλοις λιθίνοις φασὶν εὑρίσκεσθαι καδμείαν, πλανώμενοι ὑπὸ λίθων πολλὴν ἐμφέρειαν ἐχόντων, ὡσπερεὶ καὶ ὁ ἐν τῇ Κύμῃ λίθος εὑρισκόμενος, δύναμιν δὲ οὐδεμίαν ἐνδεικνύμενος, ἐπιγινωσκομένων αὐτῶν ἐκ τοῦ κουφοτέρους αὐτοὺς εἶναι τῆς καδμείας καὶ διαμασηθέντας μὴ ἐπιεικεῖς εἶναι τῇ γεύσει ·
5.74.5ἀγανακτεῖν δὲ τοὺς ὀδόντας, εἰ λίθος εἴη, ἐν τῇ μασήσει, εἰ δὲ καδμεία εἴη, ἀνέχεσθαι τῆς διαβρώσεως, συνεικούσης αὐτῆς. ἔτι διακρίνεται καὶ τῷ τὴν μὲν καδμείαν λειοτριβηθεῖσαν σὺν ὄξει καὶ ξηρανθεῖσαν ἐν ἡλίῳ ἐπιζεῖν, τὸν δὲ λίθον μὴ πάσχειν τοῦτο · καὶ ἐκ τοῦ ἐπιτεθέντα μὲν τὸν λίθον τετριμμένον πυρὶ ἀποπηδᾶν καὶ τὸν ἐξ αὐτοῦ καπνὸν ὁμοειδῆ τῷ πυρὶ ὑπάρχειν, τὴν δὲ καδμείαν μένειντε καὶ ἀναδιδόναι αἰθάλην μηλίζουσαν καὶ χαλκοφανῆ ὡσπερεὶ ζώνην τινὰ ποικίλην.
5.74.6ἔτι ὁ μὲν λίθος πυρωθεὶς καὶ ψυγεὶς ἀλλοιωθήσεται τῷ χρώματι καὶ κουφότερος ἔσται, ἡ δὲ καδμεία κατ’οὐδὲν μεταβάλλει, εἰ μή τις αὐτὴν ἐφ’ἱκανὰς ἐγκαύσῃ ὥρας. γεννᾶται δὲ καὶ ἐκ τῶν ἀργυρείων λευκοτέρα καὶ κουφοτέρα οὖσα καὶ κατὰ δύναμιν ἥττων. καυστέον δὲ τὴν προειρημένην καδμείαν ἐγκρύβοντας εἰς ἄνθρακας, ἕως οὗ διαφανὴς γένηται καὶ πομφολυγίσῃ ὡς σιδήρου σκωρία, εἶτα ἐν οἴνῳ σβεννύντας Ἀμινναίῳ, τὴν δὲ εἰς τὰ ψωρικὰ ὄξει.
5.74.7τινὲς δὲ τὴν οὕτω καεῖσαν λεάναντες μετ’οἴνου κατοπτῶσι πάλιν ἐν ὠμῇ κύθρᾳ, μέχρι κισσηρώδης τὴν θρύψιν γένηται, πάλιντε δι’οἴνου λειοτριβήσαντες τρίτον καίουσι, μέχρι τελείως εἰς σποδὸν ἀναλυθῇ, μηδὲν ἔχουσα τραχύ, καὶ ἀντὶ σποδίου χρῶνται αὐτῇ. πλύνεται δὲ ἐν θυίᾳ τριβομένη σὺν ὕδατι ἀποχεομένου τοῦ ὕδατος, ἄχρι μηδὲν ἐφίστηται λιπαρόν, καὶ ἀναπλασθεῖσα ἀποτίθεται.
5.75.1πομφόλυξ σποδίου εἰδικῶς διαφέρει · γενικὴν γὰρ οὐκ ἔχει παραλλαγήν. τὸ μὲν γὰρ ὑπομελανίζει καὶ βαρύτερόν ἐστι, κατὰ τὸ πλεῖστον δὲ ἔμπλεον καρφῶν καὶ τριχῶν καὶ γῆς, ὡσὰν ἀπόψημά τι καὶ σύρμα τῶν ἐν τοῖς χαλκουργείοις ἐδάφων καὶ καμίνων, ἡ δὲ πομφόλυξ λιπαρὰ ὑπάρχει καὶ λευκή, ἔτι δὲ κουφοτάτη, ὡς δύνασθαι ἐπιποτᾶσθαι τῷ ἀέρι. καὶ ταύτης δὲ δύο ἐστὶν εἴδη · τὸ μὲν ἀερίζον καὶ ὑποπίμελον, τὸ δὲ λίαν λευκὸν καὶ ἄκραν ἔχον κουφότητα.
5.75.2γίνεται δὲ ἡ λευκὴ πομφόλυξ, ὅταν ἐν τῇ κατεργασίᾳ καὶ τελειώσει τοῦ χαλκοῦ πυκνότερον οἱ ἀπὸ τῶν χαλκουργείων συνεμπάσσωσι λελεασμένην καδμείαν, βελτιοῦν αὐτὴν βουλόμενοι · ἡ γὰρ ἀπὸ ταύτης ἀναφερομένη αἰθάλη, λευκοτάτη οὖσα, πομφολυγοῦται. οὐ μόνον δὲ ἐκ τῆς τοῦ χαλκοῦ κατεργασίαςτε καὶ ὕλης γίνεται πομφόλυξ, ἀλλὰ καὶ ἐκ καδμείας προηγουμένως ἐκφυσωμένης εἰς γένεσιν αὐτῆς.
5.75.3ποιεῖται δὲ οὕτως · ἐν οἴκῳ διστέγῳ κατασκευάζεται κάμινος, καὶ κατ’αὐτὴν πρὸς τὸ ὑπερῷον ἐκτομὴ σύμμετρόςτε καὶ ἐκ τῶν ἄνωθεν μερῶν ἀνεῳγμένη, ὁ δὲ τοῖχος τοῦ οἰκήματος, ᾧ πλησιάζει ἡ κάμινος, τιτρᾶται λεπτῷ τρήματι ἄχρι αὐτῆς τῆς χώνης εἰς παραδοχὴν φυσήματος · ἔχει δὲ καὶ θύραν σύμμετρον πρὸς εἴσοδον καὶ ἔξοδον κατεσκευασμένην ὑπὸ τοῦ τεχνίτου.
5.75.4συνῆπται δὲ τούτῳ τῷ οἰκήματι ὁ ἕτερος οἶκος, ἐν ᾧ αἵτε φῦσαι καὶ ὁ φυσητὴς ἐργάζεται. λοιπὸν ἄνθρακες ἐντίθενται τῇ καμίνῳ καὶ πυροῦνται, ἔπειτα παρεστὼς ὁ τεχνίτης ἐμπάσσει λελεπτοκοπημένην τὴν καδμείαν ἐκ τῶν ὑπὲρ τὴν κεφαλὴν τῆς χώνης τόπων, ὑπὸ χεῖράτε τὸ αὐτὸ ποιεῖ, ἅμα καὶ ἀνθρακιὰν προσεμβάλλει, ἄχρι ἂν ὃ προστέθειται πλῆθος ἀναλωθῇ.
5.75.5ἐκθυμιωμένης δὲ αὐτῆς τὸ μὲν λεπτομερὲς καὶ κοῦφον εἰς τὸν ἄνω φέρεται οἶκον καὶ προσίζει τοῖς τοίχοις αὐτοῦ καὶ τῇ ὀροφῇ, ὃ δὴ σωματοποιούμενον ὑπὸ τῶν ἐπιφερομένων κατ’ἀρχὰς μὲν ταῖς ἐπανισταμέναις ἐκ τῶν ὑδάτων πομφόλυξιν ἐοικὸς γίνεται, ὕστερον δὲ πλείονος τῆς παραυξήσεως συμβαινούσης ἐρίων τολύπαις ἀφομοιοῦται.
5.75.6τὸ δὲ βαρύτερον εἰς τοὺς ὑπὸ πόδα χωρεῖ τόπους, καὶ περιχεῖται τοῦτο μὲν τῇ καμίνῳ τοῦτο δὲ τῷ ἐδάφει τοῦ οἴκου, ὃ καὶ φαυλότερον τοῦ λεπτομεροῦς ἡγητέον διὰ τὸ γεῶδες καὶ ἔμπλεον ἀκαθαρσίας ἐν τῇ συγκομιδῇ εἶναι. τινὲς δὲ μόνως οὕτως οἴονται γίνεσθαι τὴν προειρημένην σποδόν.
5.75.7ἀρίστην δὲ ἡγητέον τὴν Κυπρίαν, ἔντε ὄξει φυραθεῖσαν ἀποφορὰν μὲν ἔχουσαν χαλκοῦ, χρόαν δὲ ἰίζουσαν ποσῶς, ἔτι δὲ βορβορίζουσαν ἐν τῇ γεύσει · κα- κἂν ἐπ’ἄνθρακος διαπύρου ἐπιτεθῇ, ἡ ἄδολος ἐπιζεῖ ἀερόχρους γενομένη. ἐπιμελῶς δὲ προσεκτέον τοῖς προειρημένοις κριτηρίοις · δολοῦται γὰρ ὑπό τινων ταυροκόλλῃ ἢ πνεύμοσιν ἀρνείοις ἢ θαλασσίοις ἢ κεκαυμένοις ὀλύνθοις καί τισιν ἄλλοις παραπλησίοις. εὐχερὲς δὲ τὸ διαγνῶναι · οὐδὲν γὰρ τῶν προειρημένων ἐν τῇ δοκιμασίᾳ ἐπὶ τοιούτων εὑρίσκεται.
5.75.8πλυτέον δὲ κοινῶς πομφόλυγα τὸν τρόπον τοῦτον · ἐνδήσας αὐτὴν ἐν καθαρῷ ὀθονίῳ μέσως ἔχοντι ἀραιότητος ἢ ξηρὰν ἢ ὕδατι πεφυραμένην, κάθες εἰς λεκάνην ὕδωρ ἔχουσαν ὄμβριον, καὶ ἔγκλυζε ὧδε κα- κἀκεῖσε διαφέρων τὸν ἔνδεσμον · οὕτως γὰρ τὸ μὲν ἰλυῶδες καὶ νόστιμον αὐτῆς ἀπορρυήσεται, τὸ δὲ σκύβαλον πᾶν ἐν τῷ ὀθονίῳ μενεῖ. εἶτα ἐάσας καταστῆναι ἀπήθησον τὸ ὕδωρ σὺν τῇ σποδῷ, καὶ πάλιν ἄλλο ἐπιχέας ἀνατάρασσε καὶ ἀπόχει, καὶ ταῦτα ποίει ἀπηθῶντε καὶ ἐπιχέων, μέχρι ἂν ἀμμῶδες μηδὲν ἐφιζάνῃ · λοιπὸν τὸ μὲν ὕδωρ ἐξίπωσον, τὴν δὲ σποδὸν ξηράνας ἀποτίθεσο.
5.75.9τινὲς δὲ ξηράναντες αὐτήν, ἐφ’ὅσον ἐνδέχεται, καὶ ταῖς χερσὶ λεάναντες μεθ’ὕδατος καὶ μελιτώδη τὴν σύστασιν ποιήσαντες διηθοῦσι δι’ὀθονίου, περιπετάσαντες αὐτὸ τῷ ὑποδέχεσθαι μέλλοντι ἀγγείῳ καὶ ἀποδήσαντες οὐ λίαν ἀποτεταμένον · πρὸς δὲ τὸ ῥᾳδίως διεξελθεῖν δαψιλὲς ὕδωρ ἐπιχέουσι τῷ ὀθονίῳ καὶ ἀναταράσσουσι τὴν σποδόν.
5.75.10εἶτα τὸ διυλισθὲν καὶ ἐπινηχόμενον αὐτῆς τῷ ἀγγείῳ ἀφρῶδες ὂν αὐτόθεν μύακι ἀναλαμβάνουσι καὶ ἀποτίθενται εἰς ὀστράκινον καινὸν ἀγγεῖον, τὸ δ’ἐγκαθήμενον πράως διασήσαντες καταχέουσιν εἰς ἕτερον ἀγγεῖον ὑπολειπομένου τοῦ ἐν τῷ πυθμένι ἀμμώδους · πάλιν δὲ ἐάσαντες ὑποστῆναι τὰ λιθώδη εἰς ἄλλο ἀγγεῖον καθαρὸν ἀπηθοῦσι, καὶ τοῦτο πολλάκις δρῶσιν, ἕως ἂν καθαρὰ καὶ ἀμέτοχος ἄμμου γένηται ἡ σποδός.
5.75.11ἄλλοι δὲ ὡς ἔστιν ὁλομερὴς εἰς ὕδωρ κατ’ὀλίγον ἐμπάσσουσι τὴν προειρημένην, οἰόμενοι ἄμμον μὲν καὶ τὰ λιθώδη τῷ ἰδίῳ βάρει εἰς τὸν πυθμένα τοῦ ἀγγείου καταρρυήσεσθαι, τρίχας δὲ καὶ κάρφη καὶ τὰ ὅμοια ἐπαιωρηθήσεσθαι διὰ τὴν κουφότητα · λοιπὸν χωρίσαντες τὴν σποδὸν ἐν μέσῳ οὖσαν καὶ εἰς θυίαν βαλόντες πλύνουσιν ὡς τὴν καδμείαν. πλύνεται δὲ καὶ οἴνῳ Χίῳ ἀθαλάσσῳ κατὰ τοὺς προειρημένους τρόπους, καὶ γίνεται στυπτικωτέρα τῆς ὕδατι πλυνομένης.
5.75.12δύναμιν δὲ ἔχει ἡ πομφόλυξ στυπτικὴν καὶ ψυκτικὴν καὶ ἀναπληρωτικήν, καθαρτικήντε καὶ προσπλαστικὴν καὶ ποσῶς ξηραντικήν · ἔστι δὲ καὶ τῶν πράως ἐσχαρούντων. ἐὰν δὲ ὀπτῆσαι δέῃ τὴν σποδόν, λεάνας ἐπιμελῶς αὐτὴν καὶ ἀναδεύσας ὕδατι καὶ ποιήσας τροχίσκους θὲς ἐπ’ὄστρακον καινόν – ἐπιτίθει δὲ τοῦτο ἐπὶ λεπτὴν καὶ κούφην ἀνθρακιάν – καὶ στρέφε τοὺς κυκλίσκους συνεχῶς, ἄχρι ἂν ξηροὶ καὶ πυρροὶ γένωνται.
5.75.13γνωστέον δὲ ὅτι καὶ ἐκ τοῦ χρυσοῦ καὶ ἀργύρου, ἔτι δὲ μολύβδου γίνεται σποδός · καὶ ἔστι μετὰ τὴν Κυπρίαν ἡ ἐκ τοῦ μολύβδου ἀρίστη. ἐπειδὴ δὲ καὶ τὰ ἀντίσποδα ἱκανῶς εὐχρηστεῖ ὑστερούσης πολλάκις σποδοῦ, τὰ ἰσοδυναμοῦντα ἀναγκαῖόν ἐστιν ὑποδεῖξαι, τίνατε ὑπάρχει καὶ ὃν τρόπον παραλημφθείη.
5.75.14λαβὼν τοίνυν μυρσίνης τὰ φύλλα σὺν τοῖς ἄνθεσι καὶ τοῖς μύρτοις ἀώροις ἔτι οὖσιν ἔμβαλε εἰς ὠμὴν κύθραν, καὶ περιπλάσας τὸ πῶμα κατατετρημένον συνεχέσιν ὀπαῖς δὸς εἰς κάμινον κεραμεικὴν ὀπτᾶν · ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος, εἰς ἄλλην χύτραν ὠμὴν μετέρασον αὐτό, καὶ πάλιν κατοπτηθείσης καὶ τῆς δευτέρας ἐξελὼν πλῦνε καὶ χρῶ.
5.75.15ὡσαύτως δὲ καὶ θαλλίαν σκευάσας παραλάμβανε · ἔστω δὲ τῆς ἀγρίας ἐλαίας, εἰ δὲ μή, τῆς ἡμέρου σὺν τοῖς ἄνθεσιν ἢ μῆλα κυδώνια κατατετμημένα καὶ ἐξωστεισμένα ἢ κηκίδα ἢ ῥάκη λινᾶ ἢ ἄωρα συκάμινα λευκὰ προεξηραμμένα ἐν ἡλίῳ ἢ σχῖνον ἢ τέρμινθον ἢ οἰνάνθην ἢ βάτου τὰ ἁπαλὰ φύλλα ἢ πύξου κόμας ἢ τὴν λεγομένην ψευδοκύπερον σὺν τῷ ἄνθει.
5.75.16τινὲς δὲ κλάδους συκῆς προεξηραμμένας ἐν ἡλίῳ ὡσαύτως σκευάζουσιν · ἄλλοι δὲ ταυρείαν κόλλαν, οἱ δὲ ἔρια οἰσυπηρὰ τραχέα πίσσῃ ἢ μέλιτι δεύσαντες ὁμοίως καίουσιν.
5.76.1ὁ δὲ κεκαυμένος χαλκός ἐστι καλὸς ὁ ἐρυθρὸς καὶ ἐν τῇ τρίψει κινναβαρίζων, ὁ δὲ μέλας πλεῖον ἢ δεῖ κέκαυται. σκευάζεται δ’ἐκ τῶν ναυτίλων ἥλων συντιθεμένων ἐν ὠμῇ κύθρᾳ, ὑποπασσομένου θείου μετὰ ἁλῶν ἴσων καὶ ἐπιπασσομένου ἐναλλάξ · πωμασθεῖσα δὲ ἡ κύθρα καὶ περιπλασθεῖσα πηλῷ κεραμεικῷ δίδοται εἰς κάμινον, ἄχρι ἂν οὗ τελείως ὀπτηθῇ.
5.76.2οἱ δὲ ἀντὶ τοῦ θείου στυπτηρίαν παρεμπάσσουσιν · ἔνιοι δὲ δίχα τοῦ θείου καὶ τῶν ἁλῶν συνθέντες ἐν χύτρᾳ καίουσιν ἐφ’ἱκανὰς ἡμέρας. οἱ δὲ τῷ θείῳ μόνῳ χρῶνται, ἀπασβολοῦνται μέντοι. ἄλλοι δὲ χρίοντες τοὺς ἥλους σχιστῇ στυπτηρίᾳ μετὰ θείου καὶ ὄξους καίουσιν ἐν ὠμῇ χύτρᾳ. ἄλλοι δὲ ἐν χαλκῇ χύτρᾳ ὄξει καταρραίνοντες αὐτοὺς οὕτως ὀπτῶσι · μετὰ δὲ τὸ καῆναι πάλιν τὸ αὐτὸ ποιοῦσιν ἐπὶ τρίς, ἔπειτα ἀποτίθενται. πρωτεύει δὲ ὁ ἐν Μέμφιδι καιόμενος, ἔπειτα ὁ ἐν Κύπρῳ.
5.76.3δύναται δὲ στύφειν, ξηραίνειν, λεπτύνειν, καταστέλλειν, ἐπισπᾶσθαι, ἀνακαθαίρειν ἕλκη καὶ ἀπουλοῦν, σμήχειν τὰ ἐν ὀφθαλμοῖς, τήκειν τὰ ὑπερσαρκοῦντα, νομὰς ἰστάνειν · κινεῖ δὲ καὶ ἐμέτους μετὰ ὑδρομέλιτος ποθεὶς ἢ ἐκλειχθεὶς σὺν μέλιτι ἢ διακλυζόμενος. πλύνεται δὲ ὡς ἡ καδμεία τετράκις τῆς ἡμέρας ἀλλασσομένου τοῦ ὕδατος, ἄχρι μηδεμία ἐφίστηται λάμπη. καὶ ἡ σκωρία δὲ αὐτοῦ ὡσαύτως πλυνομένη τὴν αὐτὴν ἔχει δύναμιν, ἀσθενεστέραν μέντοι.
5.77.1χαλκοῦ δὲ ἄνθος, ὅ τινες τῶν παλαιῶν ἥλων ψῆγμα ἐκάλεσαν, ἄριστόν ἐστι τὸ εὔθρυπτον καὶ κατάπυρρον ἐν τῷ λεαίνεσθαι, κεγχροειδέςτε τῷ ῥυθμῷ καὶ βαρὺ καὶ μέσως στίλβον, ἔτι δὲ ῥινημάτων χαλκοῦ ἀμέτοχον, οἷς δολοῦται · ἀπελέγχεται δὲ πλατυνομένων αὐτῶν ταῖς τῶν ὀδόντων ἐπερείσεσι.
5.77.2γίνεται δὲ οὕτως · ὅταν ἐν ταῖς μεταλλικαῖς χώναις τακεὶς ὁ χαλκὸς εἰς τὰς δεξαμενὰς καταρρυῇ διὰ τῶν διηκόντων σωλήνων, διακαθαίροντες τὴν ἀκαθαρσίαν οἱ πρὸς τούτοις ὄντες ὕδωρ ἐπιχέουσιν ἀκραιφνέστατον αὐτῷ, ψύξαι προαιρούμενοι · ὑπὸ τῆς οὖν αἰφνιδίου πυκνώσεως καὶ συναγωγῆς ὡσπερεὶ ἐκπτύεται καὶ ἐπανθεῖ τὸ προειρημένον.
5.77.3στύφει δὲ καὶ τοῦτο καὶ καταστέλλει τὰς ὑπεροχὰς καὶ σμήχει τὰ ταῖς κόραις ἐπισκοτοῦντα, δάκνον ἱκανῶς. ἔστι δὲ καὶ πάχους ἀγωγὸν τετρωβόλου πλῆθος διδόμενον · ἐκτήκει δὲ καὶ τὰ ἐν μυκτῆρσι σαρκώματα καὶ ἐν δακτυλίῳ, καὶ ἐξανθήματα σὺν οἴνῳ στέλλει, καὶ πρὸς δυσκωφίας χρονίους τὸ λευκὸν ἐμφυσᾶται διὰ σίφωνος λεῖον · στέλλει δὲ καὶ κιονίδας καὶ παρίσθμια λεῖον σὺν μέλιτι προσαπτόμενον.
5.78.1λεπὶς δὲ ἡ μὲν ἐκ τῶν Κυπρίων μετάλλων παχεῖα, καλουμένη δὲ ἡλῖτις, καλή · φαύλη δὲ ἡ ἐκ τοῦ λευκοῦ χαλκοῦ, λεπτὴ καὶ ἀσθενὴς ὑπάρχουσα, ἣν ἀποδοκιμάζομεν, ἐγκρίνοντες τὴν παχεῖαν καὶ ἔγκιρρον καὶ ὄξους ἐπιρραινομένου ἰουμένην. δύναμιν δὲ ἔχει στυπτικήν, σταλτικήν, λεπτυντικήν, σηπτικήν, νομῶν ἐφεκτικήν, ἀπουλωτικήν · πινομένη δὲ μετὰ μελικράτου ὕδωρ ἄγει.
5.78.2τινὲς δὲ φυρῶντες αὐτὴν μετὰ ἀλεύρου ἐν καταποτίῳ διδόασι. μείγνυται δὲ καὶ ταῖς ὀφθαλμικαῖς δυνάμεσι, ξηραίνουσα τὰ ῥεύματα καὶ βλέφαρα τραχέα ἀποτήκουσα.
5.78.3πλύνεται δὲ οὕτως · καθάρας τῆς ξηρᾶς λεπίδος ἡμιμναῖον βάλε εἰς θυίαν μεθ’ὕδατος διαυγοῦς, καὶ συναναταράξας τῇ χειρὶ ἐπιμελῶς, ἄχρι ἂν ὑποστῇ ἡ λεπίς, ἀφαίρει τὰ ἐφεστῶτα, ἀποχέαςτε τὸ ὕδωρ ἐπίχει ὀμβρίου ὕδατος κύαθον ἕνα, πλατείᾳτε τῇ χειρὶ τρῖβε εὐτόνως πρὸς τῇ θυίᾳ οἱονεὶ ἀποψώχων.
5.78.4ὅταν δὲ ἄρξηται ἀνιέναι τινὰ γλισχρότητα, κατὰ μικρὸν ὕδωρ προσεπίχει ἄχρι κυάθων ἓξ τρίβων συντόνως, ἀναλαβώντε τὴν λεπίδα τῇ χειρὶ ὡς πρὸς τὸ πλευρὸν τῆς θυίας τρῖβε εὐτόνως, καὶ ἐξιπώσας ἀνελοῦ τὸ ἀπορρυὲν εἰς πυξίδα ἐρυθροῦ χαλκοῦ · τοῦτο γάρ ἐστι τὸ ὥσπερ ἄνθος τῆς λεπίδος καὶ εὔτονον τῇ δυνάμει καὶ εὐθετοῦν εἰς τὰ ὀφθαλμικά, τὸ δὲ λοιπὸν ἄτονον.
5.78.5καὶ τὸ καταλειφθὲν δὲ ὁμοίως πλύνων ἀναιροῦ, ἄχρι ἂν μηδεμίαν γλισχρότητα ἀποκρίνῃ, τὸ δὲ λοιπὸν δεῖ σκεπάσαντα ὀθονίῳ ἐᾶσαι ἀκίνητον ἐπὶ δύο ἡμέρας, εἶτα ἀποχέαντα τὸ ἐφεστηκὸς ὕδωρ καὶ ξηράναντα ἀποτίθεσθαι εἰς πυξίδα. ἔνιοι δὲ καὶ ταύτην πλύνουσιν ὡς τὴν καδμείαν καὶ ἀποτίθενται. λεπίδος δὲ στομώματος δύναμίς ἐστιν ἡ αὐτὴ τῇ τοῦ χαλκοῦ λεπίδι, καὶ πλύσις καὶ ἀπόθεσις ὁμοία, ἐν μέντοι τῷ τὴν κοιλίαν καθαίρειν λείπεται τῆς τοῦ χαλκοῦ.
5.79.1ἰὸν δὲ τὸν ξυστὸν οὕτως σκευαστέον · εἰς πιθάκνην ἢ ἄλλο ὅμοιον ἀγγεῖον ἐγχέας δριμύτατον ὄξος ἐπικατάστρεψον χαλκοῦν ἀγγεῖον · καλὸν μέν, εἰ καμαροειδὲς εἴη, εἰ δὲ μή γε, ἰσόπεδον · ἔστω δὲ ἐσμηγμένον καὶ διαπνοὴν μηδεμίαν ἔχον · διὰ δὲ ἡμερῶν δέκα ἀναιρούμενος τὸ πῶμα ἀπόξυε τὸν ἐπιτρέχοντα ἰόν. ἢ λεπίδα ἀπὸ τοῦ αὐτοῦ ποιήσας χαλκοῦ ἐγκρέμασον εἰς τὸ αὐτὸ ἀγγεῖον, ἵνα μὴ ψαύσῃ τοῦ ὄξους, καὶ διὰ τῶν ἴσων ἡμερῶν ἀπόξυε.
5.79.2ἢ εἰς τὰ στέμφυλα μὴ πρόσφατα ὄντα, ὀξίζοντα ἐγκρύψας μᾶζαν ἢ λεπίδα μίαν ἢ καὶ πλείονας ὡσαύτως ἀναστρέφου. ἔνεστι δὲ καὶ ἐκ ῥινημάτων ποιῆσαι ἢ λεπίδων, αἷς περιεχόμενα τὰ χρυσᾶ πέταλα ἐλαύνεται, ἐάν τις αὐτὰ ἐπιρραίνων ὄξει ἀνακινῇ τρὶς ἢ τετράκις τῆς ἡμέρας, ἄχρι ἂν παντελῶς ἰωθῇ.
5.79.3γεννᾶσθαι δέ φασιν ἰὸν καὶ ἐν τοῖς Κυπριακοῖς μετάλλοις, τὸν μὲν λίθοις τισὶν ἐπανθοῦντα τῶν ἐχόντων τὸν χαλκόν, τὸν δὲ ἔκ τινος σπηλαίου στάζοντα ἐν τοῖς ὑπὸ κύνα καύμασι · καὶ τὸν μὲν ὀλίγοντε καὶ κάλλιστον εἶναι, τὸν δὲ ἐκ τοῦ σπηλαίου δαψιλῆ μὲν ἐπιρρεῖν καὶ εὔχρουν, φαῦλον δὲ ὑπάρχειν διὰ τὸ πολλοῖς ἀναμεμεῖχθαι λιθώδεσι.
5.79.4δολοῦται δὲ καὶ ἄλλοις πολλοῖς μισγομένοις, μᾶλλον δὲ τούτοις · τινὲς μὲν γὰρ κισήρει, οἱ δὲ μαρμάρῳ, ἄλλοι δὲ χαλκάνθῳ κυκῶσιν αὐτόν. καταλημψόμεθα δὲ τὴν μὲν κίσηριν καὶ τὸ μάρμαρον διὰ τοῦ νοτίσαι τὸν ἀντίχειρα τῆς εὐωνύμου χειρὸς καὶ τῷ ἑτέρῳ προστρίβειν τοῦ ἰοῦ τι μέρος · συμβαίνει γὰρ τὸν μὲν διαχεῖσθαι, τὸ δὲ ἀπὸ τῆς κισήρεως καὶ μαρμάρου μένειν ἀδιάχυτον καὶ τέλος ἀπολευκαίνεσθαι τῇ ἐπὶ πλεῖον παρατρίψει καὶ τῇ τοῦ ὑγροῦ παραπλοκῇ.
5.79.5οὐ μὴν ἀλλὰ καὶ διὰ τῆς τῶν ὀδόντων ἐπερείσεως · λεῖον γὰρ ὑποπίπτει καὶ οὐ τραχὺ τὸ ἀμιγές. τὸ δὲ χαλκανθὲς ἀπελέγχεται τῷ πυρί · εἰ γάρ τις ἐμπάσας τὸν οὕτως δεδολωμένον ἰὸν ἐπὶ λεπίδα ἢ ὄστρακον, τούτων τὸ ἕτερον ἐπὶ θερμῆς τέφρας ἢ ἀνθρακιᾶς θείη, μεταβάλλει καὶ κατερυθραίνεται τὸ χαλκανθὲς διὰ τὸ φύσει καιόμενον αὐτὸ τοιαύτην ἔχειν χρόαν.
5.79.6τοῦ δὲ λεγομένου σκώληκος ἰοῦ δισσὸν εἶδος ὑπάρχει · ὁ μὲν γὰρ ὀρυκτός ἐστιν, ὁ δὲ σκευάζεται οὕτως · εἰς θυίαν Κυπρίου χαλκοῦ, ἔχουσαν δὲ καὶ δοίδυκα ἀπὸ τῆς αὐτῆς πεποιημένον ὕλης, ἐγχέας ὄξους λευκοῦ καὶ δριμέος κοτύλης ἥμισυ τρῖβε, ἕως οὗ γλοιωθῇ, εἶτα ἔμβαλε στυπτηρίας στρογγύλης 𐅻 δʹ καὶ ἁλὸς ὀρυκτοῦ διαφανοῦς ἢ θαλασσίου ὡς ὅτι λευκοτάτου καὶ στερεοῦ, εἰ δὲ μή γε, νίτρου τὸ ἴσον · εἶτα λέαινε ἐν ἡλίῳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν, ἕως τῇ μὲν χρόᾳ ἰώδης, τῇ δὲ συστάσει ῥυσώδης γένηται, καὶ οὕτως ἀναπλάσας σκώληκας τοῖς Ῥοδιακοῖς ὁμοίους ἀποτίθεσο.
5.79.7ἐνεργὴς δὲ καὶ εὔχρους γίνεται ἄγαν, ἐὰν ὄξους μὲν λάβῃ μέρος ἕν, οὔρου δὲ παιδίου μέρη δύο, τὰ δ’ἄλλα ὡς προείρηται. τινὲς δὲ ἀποτετευγμένῳ τῷ ξυστῷ κόμι μείξαντες ἀναπλάσσουσι καὶ πωλοῦσιν, ὃν παραιτητέον ὡς φαῦλον. ἔστι δέ τις καὶ ὑπὸ τῶν χρυσοχόων γινόμενος ἰὸς διὰ θυίας καὶ δοίδυκος Κυπρίου χαλκοῦ, ἔτι δὲ οὔρου παιδίου, ᾧ τὸ χρυσίον κολλῶσιν.
5.79.8ἀναλογοῦσι δὲ κοινῶς οἱ προειρημένοι ἰοὶ κεκαυμένῳ χαλκῷ, μᾶλλον δὲ ἐρρωμένοι περὶ τὴν ἐνέργειαν. ἰστέον δὲ ὅτι προέχει μὲν αὐτῶν ὁ ὀρυκτὸς σκώληξ · ἐχόμενος δ’ἐστὶν ὁ ξυστός, εἶτα ὁ σκευαστός · δηκτικώτερος μέντοι καὶ μᾶλλον στύφων οὗτος ὑπάρχει, ὁ δὲ τῶν χρυσοχόων ἀνάλογος τῷ ξυστῷ.
5.79.9δύναται δὲ πᾶς ἰὸς στύφειν, θερμαίνειν, ἀποσμᾶν τὰς ἐν ὀφθαλμοῖς οὐλὰς καὶ λεπτύνειν, δάκρυον ἄγειν, νομὰς ἴσχειν, τραύματα ἀφλέγμαντα τηρεῖν, τὰ παλαιὰ ἀπουλοῦν ἕλκη σὺν ἐλαίῳ καὶ κηρῷ. σὺν μέλιτι δὲ ἑψηθέντες τύλους καὶ τὰ ῥυπαρὰ τῶν ἑλκῶν ἀνακαθαίρουσιν.
5.79.10ἀμμωνιακῷ δὲ ἀναλημφθέντες εἰς κολλούρια σύριγγας καὶ τύλους ἐκτήκουσι, χρήσιμοι δὲ καὶ πρὸς ἐπουλίδας καὶ τὰς τῶν οὔλων ἐξοχάς. ἱκανῶς δὲ καὶ βλέφαρα λεπτύνουσι σὺν μέλιτι ἐγχριόμενοι · δεῖ δὲ πυριᾶν μετὰ τὴν ἔγχρισιν σπόγγῳ ἐξ ὕδατος θερμοῦ · ἀναλημφθέντες δὲ ῥητίνῃ τερεβινθίνῃ σὺν χαλκάνθῳ ἢ νίτρῳ λέπρας ἐξάγουσι.
5.79.11καυστέον δὲ ὃν ἂν θέλῃς ἰὸν οὕτως · θλάσας αὐτὸν εἰς ὁλοσχερέστερα μέρη καὶ τηγάνῳ κεραμεῷ ἐπιθεὶς ἀπέρεισαι ἐπ’ἀνθράκων διαπύρων, κίνειτε, ἕως ἂν μεταβάλῃ καὶ ὑποσποδίσῃ τῇ χρόᾳ · λοιπὸν δὲ ψύξας ἀποτίθεσο καὶ χρῶ. τινὲς δὲ ἐν ὠμῇ χύτρᾳ αὐτὸν καίουσιν ὡς προείρηται, οὐκ εἰς τὸ αὐτὸ δὲ πάντοτε καιόμενος μεταβάλλει χρῶμα.
5.80.1ἰὸς δὲ σιδήρου στύφει, ῥοῦντε γυναικεῖον προστεθεὶς ἴσχει, πινόμενόςτε ἀσυλλημψίαν ποιεῖ. ἐπιχριόμενος δὲ σὺν ὄξει ἐρυσιπέλατα καὶ ἐξανθήματα ἐνεργῶς ἰᾶται, πρόςτε παρωνυχίας καὶ πτερύγια καὶ τραχέα βλέφαρα εὔχρηστος καὶ κονδυλώματα, καὶ οὖλα κρατύνει, ποδαγρικούςτε ὠφελεῖ περιχριόμενος καὶ ἀλωπεκίας δασύνει.
5.80.2σίδηρος δὲ πεπυρωμένος ἐνσβεσθεὶς ὕδατι ἢ οἴνῳ καὶ πινόμενος ἁρμόζει κοιλιακοῖς, δυσεντερικοῖς, σπληνικοῖς, χολεριῶσι, στομάχῳ ἀναλελυμένῳ. ἡ δὲ σκωρία τοῦ σιδήρου δύναται ὅσα καὶ ὁ ἰὸς τοῦ σιδήρου, ἐπ’ἔλαττον δέ · βοηθεῖ καὶ ἀκονίτῳ ποθεῖσα μετ’ὀξυμέλιτος.
5.81.1σκευάζεται καὶ ὁ πεπλυμένος μόλυβδος τὸν τρόπον τοῦτον · βαλὼν εἰς μολυβῆν θυίαν ὕδωρ τρῖβε δοίδυκι μολυβῷ, ἕως ἂν μελανθῇ τὸ ὕδωρ καὶ γένηται ὑλῶδες, εἶτα διήθει αὐτὸ δι’ὀθονίου προσεπιχέων τὸ ὕδωρ, ἵνα πᾶν τὸ διαχυθὲν ὑλισθῇ, καὶ ποίει τὸ αὐτὸ πάλιν, μέχρι οὗ ἄν σοι δόξῃ αὐτάρκως ἔχειν · εἶτα ἐάσας ὑποστῆναι τὸν πεπλυμένον μόλυβδον, ἀποχέαςτε τὸ ὕδωρ καὶ ἄλλο ἐπιχέας πλῦνε ὡς τὴν καδμείαν, ἄχρι ἂν μηκέτι ἐφίστηται μελανία, εἶτα ἀναπλάσας τροχίσκους ἀποτίθεσο.
5.81.2οἱ δὲ καθαρὸν μόλυβδον ῥινήσαντες τρίβουσιν ἐν λιθίνῃ θυίᾳ δοίδυκι λιθίνῳ ἢ ταῖς χερσὶ μεθ’ὕδατος, ὑπὸ χεῖρα ἀποχέοντες τὸ μελαινόμενον, ὅπερ ἐάσαντες ὑποστῆναι καὶ ἀποχέαντες ἀναπλάσσουσιν εὐθέως · τὸ γὰρ ἐφ’ἱκανὸν τριβόμενον γίνεται ψιμυθίῳ ὅμοιον. ἔνιοι δὲ προσεμβάλλουσι τοῖς ῥινήμασιν ὀλίγην μολύβδαιναν, φάσκοντες βελτίονα εἶναι τὸν οὕτως πλυνόμενον μόλυβδον.
5.81.3δύναται δὲ στύφειν, ψύχειν, παρεμπλάττειν, μαλάττειν πληροῦν τὰ κοιλώματα, στέλλειν τὰ ἐν τοῖς ὀφθαλμοῖς ῥεύματα καὶ τὰ ὑπερσαρκοῦντα τῶν ἑλκῶν. ἔστι δὲ καὶ ἴσχαιμος, καὶ ποιεῖ πρὸς τὰ ἐν δακτυλίῳ ἕλκη, κονδυλώματα, αἱμορροίδας μετὰ ῥοδίνου καὶ τὰ δυσκατούλωτα, καὶ καθόλου ποιεῖ, ὅσα καὶ ἡ σποδὸς δίχα τοῦ ἐσχαροῦν. ὁ δὲ ἀκέραιος μόλυβδος παρατριβόμενος βοηθεῖ σκορπίου θαλασσίου καὶ δράκοντος πληγῇ.
5.81.4καίεται δὲ ὁ μόλυβδος οὕτως · λαβὼν μολύβδου ἐλάσματα ὡς ὅτι λεπτότατα ἐπίθες ἐπὶ καινὴν λοπάδα, καὶ ἐπιπάσας θεῖον πάλιν ἕτερα ἐπίθες πέταλα καὶ θεῖον ἐπίπασσε καὶ πάλιν ἕτερα, καὶ τὸ αὐτὸ ποίει, ἄχρι οὗ πληρώσῃς τὴν λοπάδα, εἶτα ὑπόκαιε · ἀναφθέντος δὲ τοῦ μολύβδου κίνει σιδήρῳ, ἄχρι ἂν ἀποτεφρωθῇ τελέως καὶ μηδὲν ἐντρέχῃ μολυβδῶδες, καὶ ἀναιροῦ, σκεπάσας τοὺς ῥώθωνας · βλαβερὰ γὰρ ἡ ἀποφορά.
5.81.5ἢ ῥινήματα μολύβδου βαλὼν μετὰ θείου εἰς λοπάδα οὕτως καῖε · οἱ δὲ εἰς κύθραν ὠμὴν βαλόντες τὰ πέταλα, ὡς εἴρηται, ἐν καμίνῳ ἐντιθέασιν ἢ ἐπὶ ἐσχάρας, περιπλάσαντες τὸ πῶμα καὶ ὀλίγην δόντες ἀναπνοήν. οἱ δὲ ψιμύθιον παρεπιπάττουσιν ἀντὶ τοῦ θείου ἢ κριθάς.
5.81.6οἱ δὲ ἀκεραίους τὰς λεπίδας ἐπιθέντες ὀξεῖ πυρὶ χρῶνται καὶ κινοῦσιν ἐπιτεταμένως σιδήρῳ, ἄχρι ἂν ἐκτεφρωθῇ · ἔστι δὲ δυσχερὴς ἡ τοιαύτη καῦσις · καὶ ἐπὶ πλεῖον δὲ καεὶς λιθαργύρου λαμβάνει τὸ χρῶμα. ἡμῖν μέντοι ἀρέσκει ἡ πρώτη καῦσις · δεῖ δὲ πλύνειν αὐτὸν ὡς τὴν καδμείαν καὶ ἀποτίθεσθαι. δύναμιν δὲ ἔχει, ἣν καὶ ὁ πεπλυμένος μόλυβδος, εὐτονωτέραν δὲ μᾶλλον.
5.82.1σκωρία δὲ μολύβδου ἐστὶν ἀρίστη ἡ ψιμυθιοφανής, πυκνὴ δὲ καὶ δύσθραυστος, μηδὲν ἔχουσα μολυβδῶδες, μηλινοειδὴς δὲ τῷ χρώματι καὶ ὑαλίζουσα. δύναται δὲ τὰ αὐτὰ τῷ κεκαυμένῳ μολύβδῳ, στύφουσα μᾶλλον. πλύνεται δ’ἐν θυίᾳ ἐπιχεομένου ὕδατος καὶ ἀποχεομένου τοῦ ἐφισταμένου μηλίνου χρώματος. πολλάκις δὲ τοῦτο γίνεται, ἄχρι οὗ ἂν ἀναλωθῇ ἡ σκωρία, τότε λοιπὸν ἐάσαντες ὑποστῆναι αὐτὴν ἀποχέομεν τὸ ὕδωρ καὶ οὕτως ἀναπλάσσομεν.
5.83.1καὶ ὁ μολυβδοειδὴς δὲ λίθος ἀνάλογον ἔχει τὴν δύναμιν τῇ σκωρίᾳ · πλύνεται δὲ ὁμοίως.
5.84.1στίβι δὲ κράτιστόν ἐστι τὸ στίλβον καὶ λαμπυρίζον, ἐν τῇ θραύσει πλακῶδες, μηδὲν ἔχον γεῶδες ἢ ῥυπαρόν, εὐχερῶςτε θλώμενον. τοῦτο ἔνιοι πλατυόφθαλμον, οἱ δὲ λάρβασον ἐκάλεσαν.
5.84.2δύναμιν δὲ ἔχει παρεμπλαστικήν, στυπτικήν, ψυκτικήν, σταλτικὴν τῶν ὑπερσαρκούντων, ἀπουλωτικὴν ἑλκῶν καὶ καθαρτικὴν ῥυπαριῶν καὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. ἐπέχει δὲ καὶ τὰς ἐκ μήνιγγος αἱμορραγίας, καὶ καθόλου δὲ ἐμφερής ἐστιν ἡ δύναμις αὐτοῦ τῷ κεκαυμένῳ μολύβδῳ. ἰδίως δὲ κατακαύματα οὐκ ἐᾷ ἐσχαροῦσθαι σὺν στέατι νεαρῷ καταχρισθὲν καὶ ἀπουλοῖ τὰ ἐσχαρωθέντα κηροῦ καὶ ὀλίγου ψιμυθίου μιγέντων.
5.84.3ὀπτᾶται δὲ στέατι περιπλασθὲν καὶ ἐγκρυβὲν εἰς ἄνθρακας, ἄχρι ἂν ἀνθρακωθῇ τὸ στέαρ · ἐξαιρεθὲν δὲ σβέννυται γάλακτι ἀρρενοτόκου γυναικὸς ἢ οἴνῳ παλαιῷ. καίεται δὲ ἐπ’ἀνθράκων ἐπιτεθὲν καὶ ἐμφυσηθὲν ἄχρι πυρώσεως · ἐὰν γὰρ ἐπὶ πλεῖον καῇ, μολυβδοῦται. πλύνεται δὲ ὡς ἡ καδμεία καὶ ὁ χαλκὸς κεκαυμένος · ἔνιοι δὲ ὁμοίως τῇ τοῦ μολύβδου πλύνουσι σκωρίᾳ.
5.85.1μολύβδαινα δέ ἐστιν ἀρίστη ἡ λιθαργυροφανής, ξανθή, ὑποστίλβουσα καὶ κιρρὰ ἐν τῷ λειοτριβεῖσθαι, ἑψηθεῖσάτε ἐν ἐλαίῳ ἡπατοειδὴς τῷ χρώματι · ἡ δὲ ἀερίζουσα ἢ μολυβδόχρους φαύλη. γεννᾶται δὲ ἐξ ἀργύρου καὶ χρυσοῦ. ἔστι δέ τις καὶ ὀρυκτὴ κατὰ Σεβαστὴν καὶ Κώρυκον εὑρισκομένη, ἧς καὶ αὐτῆς ἐστι βελτίων ἡ μὴ σκωριοειδὴς μη δὲ λιθώδης, ξανθὴ δὲ καὶ στίλβουσα.
5.85.2δύναμιν δὲ ἔχει ὁμοίαν λιθαργύρῳ καὶ σκωρίᾳ μολύβδου, πλύσιντε καὶ καῦσιν τὴν αὐτήν. μείγνυται δὲ ἐπιτηδειότερον αὕτη καὶ ταῖς λιπαραῖς καὶ ἀνεπιδέτοις ἐμπλάστροις χρησίμως, οὖσα σαρκωτικὴ καὶ ἀπουλωτική, ταῖς μέντοι σμηκτικαῖς οὐχ ἁρμόζει δυνάμεσιν.
5.86.1ἡ δὲ τοῦ ἀργύρου σκωρία καλεῖται ἕλκυσμα. τὴν δ’αὐτὴν ἔχει τῇ μολυβδαίνῃ δύναμιν, ὅθεν ἐμπλάστροιςτε φαιαῖς μείγνυται καὶ ἀπουλωτικαῖς, στυπτικὴ οὖσα καὶ ἐμπλαστική.
5.87.1λιθάργυρος · ἡ μέν τις ἐκ τῆς μολυβδίτιδος καλουμένης ἄμμου γεννᾶται, χωνευομένης ἄχρι τῆς τελείας ἐκπυρώσεως, ἡ δὲ ἐξ ἀργύρου ἡ δὲ ἐκ μολύβδου. διαφέρει δὲ ἡ Ἀττική, δευτερεύει δὲ ἡ Σπάνη, μεθ’ἃς ἡ ἐν Δικαιαρχίᾳ καὶ Σικελίᾳ · πλείστη γὰρ ἐν τοῖς τόποις τούτοις γεννᾶται μολυβῶν ἐλασμάτων ἐκφλογουμένων.
5.87.2καλεῖται δὲ ἡ μὲν ξανθὴ καὶ στίλβουσα χρυσῖτις, ἥτις ἐστὶ κρείττων, ἡ δὲ πελιὰ ἀργυρῖτις, ἡ δὲ ἐκ τοῦ ἀργύρου σκαλαυθρῖτις. δύναμιν δὲ ἔχει στυπτικήν, μαλακτικήν, ψυκτικήν, παρεμπλαστικήν, κοιλωμάτων πληρωτικήν, σταλτικὴν τῶν ἐκσαρκούντων καὶ ἀπουλωτικήν.
5.87.3καύσεις δὲ αὐτὴν οὕτως · κατακόψας εἰς καρύων μεγέθη καὶ ἐπιθεὶς ἐπ’ἄνθρακας, ἐκριπίσαςτε ἄχρι πυρώσεως καὶ περιμάξας τὴν περικειμένην ἀκαθαρσίαν ἀποτίθεσο. ἔνιοι δὲ ὄξει ἢ οἴνῳ σβεννύντες αὐτὴν ἐπὶ τρὶς πάλιν καίουσι, καὶ ταῦτα ποιοῦντες ἀποτίθενται. πλύνεται δὲ ὡς ἡ καδμεία.
5.87.4λευκαίνεται δὲ οὕτως · λαβὼν τῆς ἀργυρίτιδος λεγομένης, εἰ δὲ μή γε, τῆς ἄλλης θραῦσον εἰς μεγέθη κυάμων ὅσον χοίνικα Ἀττικήν, βαλώντε εἰς καινὴν χύτραν ἐπίχει ὕδωρ, προσεμβάλλων πυρῶν λευκῶν χοίνικα. καὶ ἰδίᾳ ἐν ὀθονίῳ καθαρῷ ἀραιῷ κριθῶν δράκα δήσας ἀπὸ τοῦ ὠτὸς τῆς κύθρας κρέμασον, ἕψετε, ἕως ἂν ῥαγῶσιν αἱ κριθαί.
5.87.5εἶτα κατεράσας πάντα εἰς κρατῆρα πλατύστομον, τοὺς μὲν πυροὺς ῥῖψον χωρίσας, τὴν δὲ λιθάργυρον ἐπιχέας ὕδωρ πλῦνε βιαίως ταῖς χερσὶ προστρίβων ἅμα, εἶτα ἀνελόμενόςτε αὐτὴν καὶ ξηράνας τρῖβε ἐν θυίᾳ Θηβαικῇ ἐπιχέων θερμὸν ὕδωρ, ἕως ἂν διαλυθῇ, καὶ ἀπηθήσας τὸ ὕδωρ πάλιν τρῖβε δι’ὅλης τῆς ἡμέρας · εἰς ἑσπέραν δὲ ἐπιχέας ὕδωρ θερμὸν ἔασον, καὶ πρωὶ ἀπηθήσας ἄλλο ἐπίχει καὶ ἀπήθει τῆς ἡμέρας τρίς ·
5.87.6τοῦτο ποίει ἐπὶ ἡμέρας ἑπτά. εἶτα μείξας τῇ μνᾷ τῆς λιθαργύρου ἁλῶν ὀρυκτῶν 𐅻 εʹ, θερμόντε παραχέων λέαινε τρὶς τῆς ἡμέρας, ἀπηθῶν καὶ μειγνὺς ὕδωρ. ὅταν δὲ λευκὴ γένηται, θερμὸν ἐπιχέων τὸ αὐτὸ ποίει, ἄχρι ἂν μηδεμίαν ἔμφασιν ἁλυκότητος ἔχῃ, καὶ ξηράνας ἐν ὀξυτάτῳ ἡλίῳ προεκβάλλων τὴν ἰκμάδα ἀποτίθεσο.
5.87.7ἢ λαβὼν τῆς ἀργυρίτιδος μνᾶν μίαν λέανον ἐπιμελῶς, καὶ τρίψας μεῖξον ἁλῶν τριπλάσιον λείων ὀρυκτῶν, καὶ βάλε εἰς καινὴν χύτραν, ἐπιχέαςτε ὕδωρ ὥστε ὑπερέχειν κίνει ἑκάστης ἡμέρας πρωὶ καὶ δείλης, προσεπιχέας ὕδωρ μηδὲν τοῦ πρώτου ἀποχέων, καὶ ποίει τοῦτο ἐπὶ ἡμέρας τριάκοντα · μὴ κινουμένη γὰρ ἀποστρακοῦται.
5.87.8μετὰ δὲ ταῦτα ἀποχέας πραέως τὴν ἅλμην, ἐν Θηβαικῇ θυίᾳ τὴν λιθάργυρον λέαινε, καὶ βαλὼν αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον ἐπιχέαςτε ὕδωρ κίνει ταῖς χερσὶν ἐπιμελῶς, ἀποχέων τὸ πρῶτον καὶ ἕτερον ἐπιχέων, ἄχρι οὗ ἂν μηδεμίαν ἔμφασιν τῆς ἁλυκότητος ἔχῃ · εἶτα ἀποχέας τὸ λευκὸν τῆς λιθαργύρου εἰς ἄλλο ἀγγεῖον ἀνάπλασσε τροχίσκους καὶ ἀπόθου εἰς μολυβῆν πυξίδα.
5.87.9οἱ δὲ καταθραύσαντες εἰς μεγέθη κυάμων τὴν λιθάργυρον καὶ βαλόντες εἰς χοίρειον κοιλίαν ὠμὴν ἕψουσιν ἐν ὕδατι, ἄχρι οὗ ἂν τακερωθῇ τὸ σπλάγχνον, εἶτα ἐξελόντες καὶ μετὰ ἴσων ἁλῶν τρίψαντες πλύνουσιν, ὡς προείρηται. ἔνιοι δὲ ἁλῶν λίτραν μίαν καὶ λιθαργύρου τοσοῦτο τρίβουσιν ἐν ἡλίῳ μεθ’ὕδατος συνεχῶς ἀποχέοντες, ἄχρι ἂν λευκὴ γένηται.
5.87.10ἢ καὶ οὕτως · λαβὼν τῆς λιθαργύρου ὅσον ἂν θέλῃς καὶ ἐνειλήσας ἐρίοις λευκοῖς κάθες εἰς κεραμεᾶν καινὴν χύτραν, ἐπιδούςτε ὕδωρ καὶ κυάμων καθαρῶν καὶ νέων δράκα μίαν ἕψε · ὅταν δὲ οἱ κύαμοι διαρραγῶσι τότε ἔριον μελανθῆ, ἐξελὼν τὴν λιθάργυρον καὶ ἑτέρῳ ἐνειλήσας ἐρίῳ ἐκ δευτέρου ἕψε, καθαρὸν ἐπιδοὺς ὕδωρ κυάμωντε τὸ ἴσον πλῆθος.
5.87.11καὶ τὰ αὐτὰ ποίει τοῖς προειρημένοις τρίτον καὶ καθόλου, ἕως τὸ ἔριον μηκέτι βάπτηται, λοιπὸν κατεράσας εἰς θυίαν πρὸς δραχμὰς πʹ Ἀττικὰς τῆς λιθαργύρου μεῖξον ἁλὸς ὀρυκτοῦ λίτραν μίαν καὶ λέαινε · διαλιπὼν δὲ ἐπίδος νίτρου ὡς λευκοτάτου διειμένου μεθ’ὕδατος ὁλκὰς μζʹ καὶ πάλιν τρῖβε, ἄχρι ἂν ἡ λιθάργυρος ἱκανῶς λευκὴ γένηται, οὕτωςτε κατεράσας αὐτὴν εἰς κεραμεοῦν ἀγγεῖον πλατύστομον καὶ προσεπιχέας δαψιλὲς ὕδωρ ἐάσαςτε καταστῆναι, τὸ μὲν ἀπήθησον, ἕτερον δὲ ἐπιδοὺς ὕδωρ καὶ ταῖς χερσὶν ἀναταράξας πάλιν ὑποστῆναι ἄφες καὶ ἀπήθησον.
5.87.12ἐναλλὰξ δὲ τὰ προειρημένα ποίει, ἕως καθαρὸν ἄγαν τὸ ἀπορρέον ὕδωρ καὶ γλυκὺ καὶ ἁλυκότητος ἀμέτοχον γένηται. ἐπὶ πᾶσιν δὲ κατεράσας αὐτὴν εἰς λοπάδα κεραμεᾶν καινήν, ἀπηθημένου παντὸς πράως τοῦ ὑγροῦ, θὲς ἐν ἡλίῳ ἐπὶ ἡμέρας τεσσαράκοντα ὑπὸ κύνα καὶ ξηράνας χρῶ. δοκεῖ δὲ ἡ πεπλυμένη ἁρμόζειν εἰς τὰ ὀφθαλμικὰ καὶ οὐλὰς ἀπρεπεῖς καὶ ἐρρακωμένα πρόσωπα καὶ σπίλων ἔμπλεα.
5.88.1ψιμύθιον δὲ γίνεται οὕτως · εἰς πιθάκνην πλατύστομον ἢ κεραμεᾶν γάστραν ἐγχέας δριμύτατον ὄξος ἀπέρεισαι μολυβδίνην πλίνθον ἐπὶ τὸ στόμα τοῦ κεραμίου, προυποκειμένου καλαμίνου ῥίπου, ἄνωθέντε αὐτῆς ἐπίρριψον σκεπάσματα πρὸς τὸ μὴ διαπνεῖσθαι τὸ ὄξος · ὡς δ’ἂν καταρρυεῖσα διαπέσῃ, τὸ μὲν ἐπαιωρούμενον καὶ καθαρὸν ὑγρὸν ἀπηθητέον, τὸ δὲ γλοιῶδες εἰς ἀγγεῖον ἐγχυτέον καὶ ξηραντέον ἐν ἡλίῳ.
5.88.2εἶτα ἀλεστέον ἐν χειρομυλίῳ ἢ λεαντέον ἄλλως καὶ σηστέον, καὶ μετὰ ταῦτα τὸ λοιπὸν τοῦ στερεμνίου λεπτοποιητέον καὶ σηστέον, ἐναλλάξτε τὰ αὐτὰ καὶ τρίτον καὶ τέταρτον ποιητέον. ἄμεινον δέ ἐστι τὸ πρῶτον ἀποσησθέν, ὃ καὶ εἰς τὰς ὀφθαλμικὰς παραλημπτέον δυνάμεις, δευτερεύει δὲ τὸ ἐχόμενον καὶ κατὰ τάξιν τὰ λοιπά.
5.88.3τινὲς δὲ κατὰ μέσον τὸ ἀγγεῖον κατερείσαντες ξύλον, τὸν ῥῖπον ἐπιτιθέασιν ὡς μὴ ψαύειν τοῦ ὄξους, τὸ δὲ στόμα αὐτοῦ πωμάσαντες καὶ περιχρίσαντες ἐῶσι καὶ διὰ ιʹ ἡμερῶν ἀφαιρούμενοι τὸ πῶμα ἐπισκοποῦνται · ὅταν δὲ διαλυθῇ, τὰ ἄλλα ποιοῦσιν ὁμοίως τοῖς προειρημένοις. εἰ δὲ ἀναπλάσαι θέλοι τις αὐτό, ὄξει δριμεῖ φυρατέον καὶ οὕτως ἀναπλαστέον καὶ ξηραντέον ἐν ἡλίῳ.
5.88.4θέρους μέντοι ἐργαστέον τὰ προειρημένα · οὕτως γὰρ λευκὸν καὶ ἐνεργὲς γίνεται. σκευάζεται δὲ καὶ χειμῶνος, τῶν πιθακνῶν ὑπεράνω τῶν ἰπνῶν τῶν βαλανείων τιθεμένων ἢ καμίνων · ἡ γὰρ ἀναφερομένη θερμασία τὸ αὐτὸ δρᾷ τῷ ἡλίῳ. κάλλιστον δὲ ἡγητέον τὸ ἐν Ῥόδῳ σκευασθὲν ἢ ἐν Κορίνθῳ ἢ ἐν Λακεδαίμονι, δευτερεύει δὲ τὸ ἐκ Δικαιαρχίας.
5.88.5ὀπτητέον δὲ αὐτὸ τὸν τρόπον τοῦτον · ἐπ’ἀνθράκων πεπυρωμένων θεὶς ὄστρακον καινόν, μάλιστα Ἀττικόν, ἔμπασον λεῖον τὸ ψιμύθιον καὶ κίνει συνεχῶς · ὅταν δὲ τῇ χρόᾳ ἔνσποδον ὑπάρχῃ, ἀνελόμενος ψῦχε καὶ χρῶ. καῦσαι δὲ θέλων εἰς λοπάδα κοίλην λεῖον ἀπόδος, ἐπιθείςτε ἐπὶ τοὺς ἄνθρακας νάρθηκι κίνει, ἕως ἂν τὴν χρόαν ἐοικὸς σανδαράκῃ γένηται καὶ ἀνελόμενος χρῶ.
5.88.6τὸ δὲ οὕτως σκευασθὲν σάνδυξ ὑπό τινων προσαγορεύεται. πλύνεται δὲ τὸ ψιμύθιον ὁμοίως τῇ καδμείᾳ. δύναμιν δὲ ἔχει ψυκτικήν, ἐμπλαστικήν, μαλακτικήν, πληρωτικήν, λεπτυντικήν, ἔτι δὲ πράως κατασταλτικὴν ὑπεροχῶν καὶ κατουλωτικήν, μειγνύμενον κηρωταῖς καὶ λιπαραῖς ἐμπλάστροις καὶ τροχίσκοις · ἔστι δὲ καὶ τῶν ἀναιρετικῶν.
5.89.1χρυσοκόλλα δὲ διαφέρει ἡ Ἀρμενιακή, τῇ χρόᾳ κατακόρως πρασίζουσα · δευτερεύει δὲ ἡ Μακεδονιακή, εἶτα ἡ Κυπρία, καὶ ταύτης τὴν καθαρὰν προκριτέον, τὴν δὲ γῆς καὶ λίθων ἔμπλεων ἀποδοκιμαστέον.
5.89.2πλυτέον δὲ τὴν προειρημένην οὕτως · κόψας αὐτὴν ἔμβαλε εἰς θυίαν καὶ ἐπιχέας ὕδωρ τρῖβε πλατείᾳ τῇ χειρὶ πρὸς τὴν ἴγδιν εὐτόνως · εἶτα ἐάσας ἀποκαταστῆναι ἀπήθησον, καὶ ἕτερον ἐπιδοὺς ὕδωρ πάλιν τρῖβε. ταῦτα δὲ ποίει ἐναλλάξ, ἕως καθαρὰ καὶ εἰλικρινὴς γένηται, λοιπὸν ξηράνας ἐν ἡλίῳ ἀποτίθεσο καὶ χρῶ.
5.89.3ἐὰν δὲ καῦσαι θέλῃς, καῖε τὸν τρόπον τοῦτον · λεάνας αὐτῆς τὸ αὔταρκες δὸς εἰς τήγανον καὶ θεὶς ἐπ’ἀνθράκων τὰ ἄλλα ποίει, ὡς εἴρηται ἐπὶ τῶν πρὸ αὐτοῦ. δύναμιν δὲ ἔχει ἡ χρυσοκόλλα σμηκτικὴν οὐλῶν, κατασταλτικὴν σαρκωμάτων καὶ ἀνακαθαρτικήν, στυπτικήντε καὶ θερμαντικήν, σηπτικὴν πράως μετὰ τοῦ ἐπὶ ποσὸν δάκνειν · ἔστι δὲ καὶ τῶν ἔμετον κινούντων καὶ ἀναιρεῖν δυναμένων.
5.90.1Ἀρμένιον · προκριτέον τὸ λεῖον καὶ τὴν χροιὰν κυάνεον ὁμαλόντε ἄγαν καὶ ἄλιθον, εὐθρυβές, ἰσοπαχὲς τῇ χρυσοκόλλῃ, τὰ αὐτὰ ποιοῦν τῇ χρυσοκόλλῃ, περὶ τὴν εὐτονίαν μόνον λειπόμενον αὐτῆς. ἔστι δὲ καὶ τριχῶν τῶν ἐν βλεφάροις αὐξητικόν.
5.91.1κύανος γεννᾶται μὲν ἐν Κύπρῳ ἐκ τῶν χαλκουργικῶν μετάλλων, ὁ δὲ πλείων ἐκ τῆς αἰγιαλίτιδος ἄμμου, εὑρισκομένης κατά τινας σπηλαιώδεις ὑποσκαφὰς τῆς θαλάσσης, ἥτις καὶ διαφέρει. παραλημπτέον δὲ τὴν σφόδρα κατακορῆ, καυστέον δὲ ὡς χαλκῖτιν καὶ πλυτέον ὡς καδμείαν. δύναμιν δὲ ἔχει κατασταλτικὴν καὶ μετρίως στυπτικὴν καὶ ἐσχαρωτικὴν καὶ ἑλκωματικήν.
5.92.1τοῦ δὲ λεγομένου Ἰνδικοῦ τὸ μὲν αὐτομάτως γίνεται, οἱονεὶ ἔκβρασμα ὂν τῶν Ἰνδικῶν καλάμων · τὸ δὲ βαφικόν ἐστιν ἐπανθισμὸς πορφύρας, ἐπαιωρούμενος τοῖς χαλκείοις, ὃν ἀποσύραντες ξηραίνουσιν οἱ τεχνῖται. ἄριστον δὲ ἡγητέον τὸ κυανοειδέςτε καὶ ἔγχυλον, λεῖον. ἔστι δὲ τῶν ψυχόντων ἐλαφρῶς καὶ ῥυσούντων φλεγμονὰς καὶ οἰδήματα · ἀνακαθαίρει δὲ καὶ καταστέλλει ἕλκη.
5.93.1ὦχραν δὲ λημπτέον τὴν κουφοτάτην καὶ μηλίνην δι’ὅλου, κατακορῆ δὲ καὶ ἄλιθον καὶ εὔθρυπτον, Ἀττικὴν δὲ τῷ γένει. καυστέον δὲ καὶ πλυτέον καὶ ταύτην ὡς τὴν καδμείαν. δύναμιν δὲ ἔχει στυπτικήν, σηπτικήν, διασκεδαστικὴν φλεγμονῶν καὶ φυμάτων, καταστέλλειτε τὰ ὑπερσαρκοῦντα, καὶ τὰ κοῖλα πληροῖ σὺν κηρωτῇ καὶ πώρους θρύπτει.
5.94.1κιννάβαρι οἴονταί τινες τὸ αὐτὸ ὑπάρχειν τῷ καλουμένῳ μινίῳ πλανώμενοι · τὸ μὲν γὰρ μίνιον σκευάζεται ἐν Σπανίᾳ ἐκ λίθου τινὸς μεμειγμένου τῇ ἀργυρίτιδι ψάμμῳ, ὅστις ἄλλως μὲν οὐ γινώσκεται, ἐν δὲ τῇ χώνῃ μεταβάλλει εἰς εὐανθέστατον καὶ φλογωδέστατον χρῶμα. ἔχει δὲ τὴν ἀποφορὰν ἐν τοῖς μετάλλοις πνιγώδη · περιτίθενται γοῦν οἱ ἐπιχώριοι τοῖς προσώποις φύσας πρὸς τὸ βλέπειν μὲν μὴ σπᾶν δὲ τὸν ἀέρα.
5.94.2χρῶνται δὲ αὐτῷ οἱ ζωγράφοι εἰς τὰς πολυτελεῖς τῶν τοίχων κοσμήσεις. τὸ δὲ κιννάβαρι κομίζεται μὲν ἀπὸ τῆς Λιβύης, πιπράσκεται δὲ πολλοῦ καὶ τοσοῦτον, ὡς μόλις ἐξαρκεῖν τοῖς ζωγράφοις εἰς τὴν ἐν ταῖς γραμμαῖς ποικιλίαν. ἔστι δὲ καὶ βαθύχρουν, ὅθεν ἐνόμισάν τινες αὐτὸ αἷμα εἶναι δρακόντιον.
5.94.3δύναμιν δὲ ἔχει τὸ κιννάβαρι τὴν αὐτὴν τῷ αἱματίτῃ, ἁρμόζον εἰς τὰ ὀφθαλμικά, πλὴν ἐπιτεταμένως · μᾶλλον γὰρ στύφει, ὅθεν ἐστὶ καὶ ἴσχαιμον, καὶ πυρίκαυτα καὶ ἐξανθήματα ἀναλημφθὲν κηρωτῇ θεραπεύει.
5.95.1καὶ ὑδράργυρος δὲ σκευάζεται ἀπὸ τοῦ μινίου λεγομένου, καταχρηστικῶς δὲ καὶ τούτου κινναβάρεως λεγομένου · θέντες γὰρ ἐπὶ λοπάδος κεραμεᾶς κόγχον σιδηροῦν ἔχοντα κιννάβαρι, περικαθάπτουσιν ἄμβικα περιαλείψαντες πηλῷ, εἶθ’ὑποκαίουσιν ἄνθραξιν · ἡ γὰρ προσίζουσα τῷ ἄμβικι αἰθάλη ἀποψηχθεῖσα ὑδράργυρος γίνεται.
5.95.2εὑρίσκεται δὲ καὶ ἐν τῷ μεταλλεύεσθαι τὸν ἄργυρον πρὸς ταῖς στέγαις κατὰ σταλαγμοὺς συνεστῶσα. ἔνιοι δὲ ἱστοροῦσι καὶ καθ’ἑαυτὴν ἐν τοῖς μετάλλοις εὑρίσκεσθαι τὴν ὑδράργυρον. φυλάττεται δὲ ἐν ὑελοῖς ἢ μολυβοῖς ἢ κασσιτερίνοις ἢ ἀργυροῖς ἀγγείοις · τὴν γὰρ ἄλλην πᾶσαν ὕλην διεσθίει καὶ ἀπορρεῖ.
5.95.3δύναμιν δὲ ἔχει φθαρτικὴν ποθεῖσα, τῷ βάρει διαβιβρώσκουσα τὰ ἐντός. βοηθεῖται δὲ γάλακτι πολλῷ πινομένῳ καὶ ἐξεμουμένῳ, ἢ οἴνῳ σὺν ἀψινθίῳ ἢ σελίνου ἢ ὁρμίνου σπέρματι, ἢ ὀριγάνῳ ἢ ὑσσώπῳ σὺν οἴνῳ.
5.96.1μίλτος Σινωπικὴ κρατίστη ἡ πυκνὴ καὶ βαρεῖα, ἡπατίζουσα, ἄλιθος, ὁμόχρους, πολύχυλος ἐν τῇ ἀνέσει. συλλέγεται δὲ ἐν τῇ Καππαδοκίᾳ ἐν σπηλαίοις τισί, διυλιζομένητε φέρεται εἰς Σινώπην καὶ πιπράσκεται, ὅθεν καὶ τὴν προσωνυμίαν ἔσχηκεν.
5.96.2δύναμιν δὲ ἔχει στυπτικήν, ἀναξηραντικήν, ἐμπλαστικήν, διὸ καὶ ἐμπλάστροις τραυματικαῖς μείγνυται καὶ τροχίσκοις ξηραίνουσι καὶ στεγνωτικοῖς. ἵστησι δὲ καὶ κοιλίαν ἐν ᾠῷ λαμβανομένη καὶ ἐγκλυζομένη · δίδοται καὶ ἡπατικοῖς. ἡ δὲ τεκτονικὴ μίλτος ἥττων ἐστὶ κατὰ πάντα τῆς Σινωπικῆς, ἀρίστη δὲ ἡ Αἰγυπτιακὴ καὶ Καρχηδονική, ἄλιθος, εὐθρυβής · γεννᾶται καὶ ἐν τῇ πρὸς ἑσπέραν Ἰβηρίᾳ τῆς ὤχρας καιομένης καὶ μεταβαλλούσης εἰς μίλτον.
5.97.1ἡ δὲ Λημνία λεγομένη γῆ ἐστιν ἔκ τινος ὑπονόμου ἀντρώδους ἀναφερομένη καὶ μειγνυμένη αἵματι αἰγείῳ, ἣν οἱ ἐκεῖ ἄνθρωποι ἀναπλάσσοντες καὶ σφραγιζόμενοι εἰκόνι αἰγὸς σφραγῖδα καλοῦσιν.
5.97.2δύναμιν δὲ ἔχει ἀντίδοτον θανασίμων ἐξόχως πινομένη σὺν οἴνῳ, καὶ προλημφθεῖσα δὲ ἐξεμεῖσθαι ἀναγκάζει τὰ δηλητήρια. ἁρμόζει δὲ καὶ πρὸς τὰς τῶν θανασίμων ἰοβόλων πληγὰς καὶ δήξεις · μείγνυται δὲ καὶ ἀντιδότοις. χρῶνται δέ τινες καὶ εἰς τελετὰς αὐτῇ.
5.98.1χαλκανθὲς τῷ μὲν γένει ἓν καὶ τὸ αὐτὸ ὑπάρχει · ὑγρὸν γάρ ἐστι πεπηγός. εἰδικὰς δὲ ἔχει διαφορὰς τρεῖς · τὸ μὲν γὰρ κατὰ σταλαγμὸν διηθουμένων ὑγρῶν εἴς τινας ὑπονόμους συνίσταται, ὅθεν καὶ σταλακτὸν καλεῖται ὑπὸ τῶν τὰ Κυπριακὰ μέταλλα ἐργαζομένων. τὸ δ’ἀφθόνως ὑετιζόμενον ἐν σπηλαίοις, ἔπειτα μεταχεόμενον εἰς βόθρους τὴν πῆξιν λαμβάνει, ὃ δὴ καὶ πηκτὸν ἰδίως ὀνομάζεται.
5.98.2τὸ δὲ τρίτον καλεῖται μὲν ἑφθόν, σκευάζεται δὲ ἐν Σπανίᾳ. σκευὴν δὲ ἔχει τοιαύτην, ἀχρούστατόντε καὶ ἀσθενέστατον ὑπάρχον · ὕδατι διέντες αὐτὸ ἕψουσιν, εἰς τὰς δεξαμενάςτε κατεράσαντες ἐῶσι · τοῦτο δὲ πήγνυται τεταγμέναις ἡμέραις εἰς πολλὰ διαιρούμενον κυβοειδῆ σχήματα βοτρυδὸν ἀλλήλοις προσεχόμενα.
5.98.3ἄριστον δ’αὐτοῦ τὸ κυάνεον καὶ βαρύ, πυκνόντε καὶ καθαρὸν καὶ διαυγές, οἷόν ἐστι τὸ σταλακτόν, ὑπ’ἄλλων δέ τινων λογχωτὸν καλούμενον · ἐχόμενον δὲ τὸ πηκτόν, τὸ δὲ ἑφθὸν πρὸς μὲν βαφὰς καὶ μελάσματα εὐδοκιμεῖ, πρὸς δὲ ἰατρικὴν χρῆσιν ἀσθενέστατον ἡ πεῖρα δεικνύει.
5.98.4δύναται δὲ στύφειν, θερμαίνειν, ἐσχαροῦν, ἕλμεις πλατείας ἀναιρεῖν δραχμῆς μιᾶς βάρος καταπινόμενον ἢ μετὰ μέλιτος ἐκλειχόμενον, ἐμέτουςτε κινεῖ, καὶ μύκητας λαβοῦσι βοηθεῖ ποθὲν ἐν ὕδατι, κεφαλήντε καθαίρει ἀνεθὲν ὕδατι καὶ δι’ἐρίου ῥινεγχυτούμενον. καίεται δὲ ὡς ὑποδείξομεν αὐτίκα ἐπὶ τῆς χαλκίτεως.
5.99.1χαλκῖτιν προκριτέον τὴν χαλκοειδῆ καὶ εὔθρυπτον, ἄλιθόντε καὶ οὐ παλαιάν, ἔτι δὲ τὰς ἶνας ἐπιμήκειςτε καὶ ἀποστιλβούσας ἔχουσαν. δύναμιν δὲ ἔχει στυπτικήν, θερμαντικήν, ἐσχαρωτικήν, τῶν περὶ κανθοὺς καὶ ὄμματα ἀποκαθαρτικήν · ἔστι δὲ τῶν μετρίως στυφόντων.
5.99.2ποιεῖ δὲ καὶ πρὸς ἐρυσιπέλατα, ἕρπητας καὶ αἱμορραγίας τὰς ἐξ ὑστέρας καὶ μυκτήρων σὺν πράσου χυλῷ. ξηρὰ δὲ πρόςτε ἐπουλίδας καὶ νομὰς καὶ παρίσθμια, κεκαυμένη δὲ πρὸς τὰ ὀφθαλμικὰ μᾶλλον χρησιμεύει λεία σὺν μέλιτι, τετυλωμένα βλέφαρα καὶ τραχέα ἀποτήκουσα, σύριγγάςτε αἴρει ἐν κολλουρίου σχήματι ἐντιθεμένη.
5.99.3σκευάζεται δὲ ἐξ αὐτῆς τὸ καλούμενον ψωρικόν, διπλασίονος χαλκίτεως πρὸς ἁπλοῦν καδμείας μειγνυμένου καὶ σὺν ὄξει λεαινομένου · δεῖ δὲ ἐν κεραμεῷ ἀγγείῳ κατορύσσειν ἐν κοπρίᾳ ἐν τοῖς ὑπὸ κύνα καύμασιν ἡμέρας τεσσαράκοντα. γίνεται δὲ δριμύτερον, δυνάμενον ὅσα καὶ ἡ χαλκῖτις. ἔνιοι δὲ ἴσα μείξαντες οἴνῳ λεαίνουσι καὶ τὰ αὐτὰ ποιοῦσι. καυστέον δὲ αὐτὴν ἐν ὀστράκῳ καινῷ ἐπιθέντας καὶ διαπύροις ἄνθραξιν ἀπερεισαμένους.
5.99.4μέτρον δ’ἔστω τῆς καύσεως ἐπὶ μὲν τῶν πολυύγρων τὸ ἀπομφολύγωτον καὶ καλῶς ξηρὰν γενέσθαι, ἐπὶ δὲ τῶν λοιπῶν ἡ ἐπὶ τὸ εὐανθέστερον μεταβολή · ὅταν γὰρ μιλτώδης γένηται τὴν χρόαν κατὰ βάθος, ἀναιρετέον αὐτήν, τήντε προσκαθημένην ἀκαθαρσίαν ἀποφυσητέον καὶ ἀποθετέον. ὀπτᾶται δὲ ἐπ’ἀνθράκων ἐκφυσωμένων μέχρι τοῦ ὕπωχρον αὐτὴν γενέσθαι, ἢ ἐπ’ὀστράκου καὶ διαπύρων ἀνθράκων στρεφομένη πυκνῶς, ἕως ἂν πυρωθῇ καὶ μεταβάλῃ τὴν χρόαν.
5.100.1μίσυ παραλημπτέον τὸ Κύπριον, χρυσοφανές, σκληρὸν καὶ ἐν τῷ θλασθῆναι χρυσίζον καὶ ἀποστίλβον ἀστεροειδῶς. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῇ χαλκίτιδι, δίχα τῆς τοῦ ψωρικοῦ κατασκευῆς, ἐν τῷ μᾶλλόντε καὶ ἧττον διαφέρον. τὸ δὲ Αἰγύπτιον πρὸς μὲν τὰ ἄλλα διαφέρει ἐμπρακτότερον ὄν, πρὸς δὲ τὰς ὀφθαλμικὰς δυνάμεις πολλῷ λείπεται τοῦ προειρημένου.
5.101.1μελαντηρία ἡ μέν τις τῶν ὀρυγμάτων τοῖς στομίοις, ἀφ’ὧν ἂν μεταλλευθῇ χαλκός, ἐπιπήσσεται ἁλμυρίδος τρόπον, ἡ δὲ ἐκ τῆς ἄνωθεν ἐπιφανείας τῶν προειρημένων τόπων, ἥτις καὶ γεώδης ἐστίν · εὑρίσκεται δέ τις καὶ ὀρυκτὴ ἐν Κιλικίᾳ καὶ ἐν ἄλλοις πολλοῖς τόποις. διαφέρει δὲ αὐτῶν ἡ θειόχρους, λεία, ὁμαλή, καθαρά, ἐν τῷ θιγεῖν ὕδατος μελαινομένη ταχέως. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τῷ μίσυι.
5.102.1τὸ δὲ σῶρι ἔνιοι ὑπέλαβον εἶναι μελαντηρίαν πλανώμενοι · ἴδιον γάρ ἐστι γένος, οὐκ ἀφόμοιον, βρωμωδέστερον δὲ τὸ σῶρι καὶ ναυτίας ποιητικόν. εὑρίσκεται δὲ ἐν Αἰγύπτῳ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Λιβύῃ καὶ Σπανίᾳ καὶ Κύπρῳ. προκριτέον δὲ τὸ Αἰγύπτιον καὶ ἐν τῷ θραυσθῆναι μελάντερον φαινόμενον, κατατρήσειςτε πολλὰς ἔχον καὶ ὑπολίπαρον, ἔτι δὲ στῦφον καὶ πρὸς τὴν κατάποσιν ἢ ὄσφρησιν βρωμῶδες καὶ ἀνατρεπτικὸν στομάχου.
5.102.2τὸ δὲ λαμπυρίζον ἐν τῷ θραυσθῆναι ἐμφερῶς τῷ μίσυι ἑτερογενέςτε καὶ ἀσθενὲς οἰητέον εἶναι. δύναμιν δὲ ἔχει καὶ καῦσιν τὴν αὐτὴν τοῖς προειρημένοις. ἰᾶται δὲ καὶ ὀδονταλγίας ἐντιθέμενον εἰς τὰ βρώματα καὶ τοὺς ὑποσάλους δὲ ὀδόντας κρατύνει, καὶ ἰσχιαδικοῖς βοηθεῖ μετ’οἴνου ἐγκλυζόμενον, ἰόνθουςτε σβέννυσι μεθ’ὕδατος καταχρισθέν ·
5.102.3μείγνυται καὶ εἰς τριχῶν μελάσματα. κοινῷ δὲ τρόπῳ ἐπίτε τούτων σχεδὸν καὶ τῶν ἄλλων πάντων δυναμικώτερα τὰ ἀκατάκαυτα τῶν κεκαυμένων ἡγητέον, πλὴν ἁλῶν καὶ τρυγὸς καὶ νίτρου καὶ τιτάνου καὶ τῶν ὁμοίων, ὅσα ὠμὰ ὄντα ἀνίεται τὴν δύναμιν · ταῦτα γὰρ ἐμπρακτότερα γίνεται καιόμενα.
5.103.1τοῦ δὲ διφρυγοῦς τρία οἰητέον εἴδη · τὸ μὲν γὰρ μεταλλικόν ἐστιν, ὃ δὴ ἐν Κύπρῳ μόνῃ γίνεται. πηλῶδες γὰρ ὂν ἀναφέρεται ἐκ βυθοῦ σπηλαίου τινὸς τῶν ἐκεῖ, εἶτα ἀνενεχθὲν ξηραίνεται ἐν ἡλίῳ καὶ μετὰ ταῦτα φρυγάνοις κύκλῳ περιτιθεμένοις καίεται · ὅθεν καὶ διφρυγὲς ἐκλήθη διὰ τὸ ὑπὸ τοῦ ἡλίου καὶ τῶν φρυγάνων ξηραίνεσθαίτε καὶ φρύγεσθαι.
5.103.2τὸ δὲ ἕτερον τοῦ κατεργαζομένου χαλκοῦ ὥσπερ ὑποστάθμη τις καὶ τρὺξ ὑπάρχει · μετὰ γὰρ τὴν τοῦ ψυχροῦ ὕδατος περίχυσιν, ὡς ἀνώτερον ἔφαμεν περὶ ἄνθους χαλκοῦ διαλεγόμενοι, καὶ μετὰ τὴν ἀναίρεσιν τοῦ χαλκοῦ εὑρίσκεται ἐν τῇ χώνῃ ἐγκείμενον τῷ πυθμένι αὐτῆς, τήντε στῦψιν καὶ τὴν γεῦσιν χαλκοῦ ἔχον. τὸ δὲ τρίτον σκευάζεται οὕτως · λίθον τὸν λεγόμενον πυρίτην συνθέντες εἰς κάμινον οἱ πρὸς τούτοις ὄντες καίουσιν ἐπὶ ἡμέρας ἱκανὰς ὡς τίτανον · ὅταν δὲ τῇ χρόᾳ μιλτώδης γένηται, ἀνελόμενοι ἀποτίθενται.
5.103.3τινὲς δέ φασιν ἐκ μόνης τῆς τὸν χαλκὸν λίθου ἀποτελούσης γεννᾶσθαι τὸ προειρημένον, ὅταν ὀπτηθεῖσα ἐν ταῖς λεγομέναις ἅλωσιν ἄνω μετενεχθῇ εἰς τοὺς βόθρους καὶ ἐνταῦθα καίηται · τόντε γὰρ κύκλῳ τῶν βόθρων τόπον ἐπιλαμβάνειν καὶ μετὰ τὴν ἀναίρεσιν τῶν λίθων οὐδὲν ἧσσον εὑρίσκεσθαι. προκριτέον δ’αὐτοῦ τὸ τῇ γεύσει ἔγχαλκον, ἰίζον, στῦφόντε καὶ ἀναξηραῖνον ἱκανῶς τὴν γλῶσσαν, ὅπερ ἡ κεκαυμένη ὦχρα οὐ κέκτηται, ἣν καίοντες ἀντὶ διφρυγοῦς πιπράσκουσι.
5.103.4δύναμιν δὲ ἔχει στυπτικήντε καὶ ἀναξηραντικὴν ἐπιτεταμένως, ἀνακαθαρτικήντε καὶ σμηκτικὴν καὶ κατασταλτικὴν ὑπερσαρκώσεως, ἀπουλωτικὴν κακοήθων καὶ ἑρπυστικῶν ἑλκῶν · διαφορεῖ καὶ ἀποστήματα ἀναλημφθὲν τερεβινθίνῃ ἢ κηρωτῇ.
5.104.1ἀρσενικὸν κατὰ τὰ αὐτὰ γεννᾶται μέταλλα τῇ σανδαράκῃ. ἄριστον δὲ ἡγητέον τὸ πλακῶδες καὶ χρυσίζον τῇ χρόᾳ, τάςτε πλάκας λεπιζομένας ἔχον καὶ ὡς ἂν ἐπικειμένας ἀλλήλαις, ἔτι δὲ ἀμιγεῖς ἑτέρας φύσεως. τοιοῦτο δ’ἐστὶ τὸ γεννώμενον ἐν Μυσίᾳ τῇ ἐν Ἑλλησπόντῳ. ἔστι δ’αὐτοῦ εἴδη δύο · τὸ μὲν οἷον προείρηται, τὸ δὲ βωλῶδες, ὠχροειδὲς τῇ χρόᾳ, σανδαρακίζον, ἐκ Πόντου καὶ Καππαδοκίας φερόμενον · δευτερεύει δὲ τὸ τοιοῦτον.
5.104.2ὀπτᾶται δὲ οὕτως · ἐπ’ὀστράκου καινοῦ ἐπερεισάμενος αὐτὸ θὲς ἐπὶ διαπύρους ἄνθρακας καὶ στρέφε συνεχῶς · ὡς δ’ἂν πυρωθῇ καὶ μεταβάλῃ, ψύξας καὶ λεάνας ἀποτίθεσο. δύναμιν δὲ ἔχει σηπτικήντε καὶ ἐσχαρωτικὴν μετὰ πυρώσεως καὶ βιαίου δήξεως. ἔστι δὲ καὶ τῶν στελλόντων · ψιλοῖ δὲ καὶ τὰς τρίχας.
5.105.1σανδαράκην δὲ προκριτέον τὴν κατακορῆ, πυρράν,, εὐλέαντόντε καὶ καθαράν, κινναβαρίζουσαν τὴν χρόαν, ἔτι δὲ θειώδη ἀποφορὰν ἔχουσαν. δύναμιν δὲ ἔχει καὶ ὄπτησιν τὴν αὐτὴν τῷ ἀρσενικῷ. θεραπεύει δὲ καὶ ἀλωπεκίας ἀναλημφθεῖσα ῥητίνῃ, καὶ λεπροὺς ὄνυχας σὺν πίσσῃ ἀφίστησι, καὶ πρὸς φθειριάσεις σὺν ἐλαίῳ ποιεῖ, φύματάτε σὺν στέατι διαφορεῖ.
5.105.2ἁρμόζει δὲ καὶ πρὸς τὰ ἐν ῥισὶ καὶ στόματι ἕλκη καὶ τὰ λοιπά, καὶ πρὸς ἐξανθήματα σὺν ῥοδίνῳ καὶ πρὸς κονδυλώματα · δίδοται καὶ ἐμπυικοῖς σὺν οἰνομέλιτι, καὶ ὑποθυμιᾶται σὺν ῥητίνῃ καὶ πρὸς παλαιὰν βῆχα διὰ σίφωνος ἑλκομένου τοῦ ἀτμοῦ τῷ στόματι, φωνήντε ἀποκαθαίρει ἐκλειχομένη μετὰ μέλιτος, καὶ ἀσθματικοῖς σὺν ῥητίνῃ καταπότιον δίδοται.
5.106.1στυπτηρίας δὲ σχεδὸν πᾶν εἶδος ἐπὶ τῶν αὐτῶν ἐν τῇ Αἰγύπτῳ μετάλλων εὑρίσκεται · γεννᾶται δὲ καὶ ἐν ἄλλοις τόποις, ὡς ἐν Μήλῳ, ἐν Μακεδονίᾳ, ἐν Λιπάραις, Σαρδόνι, Ἱεραπόλει τῆς Φρυγίας, Λιβύῃ, Ἀρμενίᾳ, καὶ ἐν ἄλλοις δὲ τόποις πλείοσιν ὥσπερ ἡ μίλτος. ἔστι δ’αὐτῆς εἴδη πλεῖστα, πρὸς δὲ ἰατρικὴν χρῆσιν λαμβάνεται ἡ σχιστήτε καὶ ἡ στρογγύλη καὶ ἡ ὑγρά.
5.106.2ἀρίστη δὲ ὑπάρχει ἡ σχιστή, καὶ ταύτης ἡ πρόσφατος καὶ λευκὴ ἄγαν καὶ βαρύοζος, στύφουσάτε εὐτόνως καὶ ἄλιθος, ἔτι δὲ οὐ πεπιεσμένη βωληδὸν ἢ σχιδακηδόν, ἀλλὰ διεξασμένη κατὰ μονάδας πολιαῖς θριξὶν ἐμφερεῖς, οἵα ἐστὶν ἡ λεγομένη τριχῖτις, γεννωμένη δὲ ἐν Αἰγύπτῳ. εὑρίσκεται δὲ λίθος ἐμφερὴς αὐτῇ ἄγαν, ὃν διακριτέον τῷ τῆς γεύσεως κριτηρίῳ, μὴ στύφοντα. τῆς δὲ στρογγύλης ἡ μὲν χειροποίητος ἀδόκιμος ὑπάρχει, γνωρίζεται δὲ ἐκ τοῦ σχήματος.
5.106.3παραλημπτέα δὲ ἂν εἴη ἡ φυσικῶς στρογγύλη καὶ πομφολυγώδης, ὑπόλευκόςτε καὶ στύφουσα ἐρρωμένως, ἔτι δὲ ἐπὶ ποσόν τι ὠχρότητος ἅμα καὶ λιπαρίας ἔχουσα · πρὸς δὲ τούτοις ἄλιθόςτε καὶ εὐθρυβὴς καὶ γένει Μηλία ἢ Αἰγυπτία. τῆς δὲ ὑγρᾶς τὴν μάλιστα διαφανῆ προκριτέον καὶ γαλακτώδη, ὁμαλήντε καὶ διόλου χυλώδη, ἔτι δὲ ἄλιθον καὶ πυρῶδες ἀπονέουσαν.
5.106.4δύναμιν δὲ ἔχουσι θερμαντικήν, στυπτικήν, τῶν ἐπισκοτούντων ταῖς κόραις ἀποκαθαρτικήν, τήκουσι δὲ καὶ τὰς ἐπὶ τῶν βλεφάρων σάρκας καὶ τὰ ἄλλα ὑπερσαρκώματα. ἐνεργεστέραν δὲ τῆς στρογγύλης τὴν σχιστὴν ἡγητέον · καίονται δὲ καὶ ὀπτῶνται ὡς χαλκῖτις. ἴσχουσι δὲ καὶ σηπεδόνας καὶ αἱμορραγίας, οὖλάτε πλαδῶντα στέλλουσι, καὶ ὀδόντας σειομένους κρατύνουσι σὺν ὄξει ἢ μέλιτι.
5.106.5ἄφθας δὲ ὠφελοῦσι σὺν μέλιτι καὶ ἐξανθήματα, καὶ ῥεύματα τὰ ἐν ὠσὶ σὺν πολυγόνου χυλῷ. λέπραις δὲ ἁρμόζουσι σὺν κράμβης χυλῷ ἢ σὺν μέλιτι ἑψηθεῖσαι καὶ κνησμοῖς, ὄνυξίτε λεπροῖς καὶ πτερυγίοις καὶ χιμέτλαις σὺν ὕδατι καταιονούμεναι · σὺν τρυγὶ δὲ ὄξους καταχριόμεναι καὶ μετὰ κηκίδος ἴσης κεκαυμένης πρὸς φαγεδαινικά.
5.106.6πρὸς δὲ νομὰς σὺν ἁλσὶ διπλοῖς, πιτυριάσεσι δὲ σὺν ὀρρῷ πίσσης καταχριόμεναι, κονίδωντε καὶ φθειρῶν καὶ πυρικαύτων σὺν ὕδατι καταχριόμεναι βοήθημα, οἰδήμασίτε καὶ μασχαλῶν καὶ βουβώνων δυσωδίαις κατάχριστοι. πρὸς δὲ ἔμμηνα καὶ πρὸς ἀσυλλημψίαν συνεργεῖ πρὸ τῆς συνόδου παρατεθεῖσα τῷ στόματι τῆς ὑστέρας καὶ ἔμβρυα ἐκτινάσσει · ἐπουλίσιτε καὶ σταφυλαῖς καὶ παρισθμίοις ἐπιτήδειοι καὶ στόματι, καὶ πρὸς ὦτα καὶ αἰδοῖα σὺν μέλιτι ἐπίχριστοι.
5.107.1θεῖον δὲ ἄριστον ἡγητέον τὸ ἄπυρον καὶ λαμπυρίζον τῇ χρόᾳ, διαφανέςτε καὶ ἄλιθον, τοῦ δὲ πεπυρωμένου τὸ χλωρόντε καὶ εὐλιπές. γεννᾶται δὲ πλεῖστον ἐν Μήλῳ καὶ Λιπάραις. θερμαίνει δὲ τὸ προειρημένον καὶ διαφορεῖ καὶ πεπαίνει ταχέως, βῆχάςτε καὶ ἐμπύους καὶ ἀσθματικοὺς ὠφελεῖ ἐν ᾠῷ λαμβανόμενον καὶ ὑποθυμιώμενον. πρὸς δὲ τούτοις ἔμβρυα κατασπᾷ ὑποθυμιαθέν, καὶ λέπρας, ἔτι δὲ λειχῆνας καὶ ὄνυχας λεπροὺς αἴρει τερεβινθίνῃ μιγὲν ῥητίνῃ.
5.107.2σὺν ὄξει δὲ καταχριόμενον ποιεῖ μὲν καὶ πρὸς λέπρας, αἴρει δὲ καὶ ἀλφούς. ἰᾶται δὲ καὶ σκορπίων πληγὰς μιγὲν ῥητίνῃ, σὺν ὄξει δὲ καταχριόμενον θαλαττίου δράκοντος καὶ σκορπίου πληγὴν παραιτεῖται · παύει καὶ τοὺς καθ’ὅλον τὸ σῶμα κνησμοὺς σὺν νίτρῳ σμηχόμενον.
5.107.3ἀποκαθαίρει δὲ καὶ ἴκτερον κοχλιαρίου πλῆθος ἐπιπασσομένου τῷ ποτῷ ἢ μετὰ ᾠοῦ ῥοφητοῦ λαμβανόμενον · καὶ πρὸς κόρυζαν δὲ καὶ πρὸς κατάρρουν ποιεῖ, καὶ ἱδρῶτας στέλλει καταπασσόμενον, καὶ ποδαγρικοὺς σὺν νίτρῳ καὶ ὕδατι καταχρισθὲν ὠφελεῖ, καὶ δυσηκοίαν ὑποθυμιώμενον διὰ σίφωνος. θεραπεύει καὶ ληθαργικοὺς ὑποθυμιώμενον, αἱμορραγίαςτε ἴσχει, θλάσειςτε ὤτων σὺν οἴνῳ καὶ σμύρνῃ καταχριόμενον ἰᾶται.
5.108.1κίσηριν δὲ προκριτέον τὴν κούφην ἄγαν καὶ πολύκενον, σχιστήντε καὶ ἄλιθον, ἔτι δὲ ψαθυράντε καὶ λευκήν. καυστέον δὲ οὕτως · λαβὼν αὐτῆς ὁπόσον ἂν θέλῃς διαπύροις ἔγκρυψον ἄνθραξιν · ὡς δ’ἂν ἐκπυρωθῇ, ἀνελόμενος σβέσον οἴνῳ εὐώδει καὶ πάλιν πυρώσας σβέσον · τὸ δὲ τρίτον δι’ἑαυτῆς ἔασον ψυγῆναι καὶ ἀπόθου καὶ χρῶ.
5.108.2δύναμιν δὲ ἔχει στυπτικήντε καὶ σμηκτικὴν οὔλων καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις μετὰ τοῦ θερμαίνειν, πληρωτικήντε ἑλκῶν καὶ κατουλωτικήν, ἔτι δὲ καὶ κατασταλτικὴν ὑπεροχῶν καὶ σμηκτικὴν ὀδόντων λεία καὶ σώματος εἰς ψίλωσιν τριχῶν. Θεόφραστος δὲ ἱστορεῖ, ἐὰν εἰς ζέοντα οἴνου πίθον καθῇ τις κίσηριν, παύεσθαι παραχρῆμα τὴν ζέσιν.
5.109.1τῶν δὲ ἁλῶν ἐνεργέστατον μέν ἐστι τὸ ὀρυκτόν. τούτου δὲ κοινῶς μὲν τὸ λευκὸν καὶ ἄλιθον καὶ διαφανές, πυκνόντε καὶ ὁμαλὸν τῇ συγκρίσει · ἰδίως δὲ τὸ ἀμμωνιακὸν τῷ γένει, σχιστόντε καὶ εὐθείας τὰς διαφύσεις ἔχον. τοῦ δὲ θαλασσίου τὸ πυκνὸν παραλημπτέον καὶ λευκὸν καὶ ὁμαλόν. κάλλιστον δὲ ἐν Κύπρῳ καὶ Σαλαμῖνι τῆς Κύπρου γίνεται καὶ ἐν Μεγάροις, εἶτα ἐν Σικελίᾳ καὶ Λιβύῃ, καὶ ἐν τοῖς προειρημένοις τὰ λιμναῖα προκριτέον · εὐτονώτατον δέ ἐστιν αὐτοῦ τὸ Φρύγιον, καλούμενον δὲ Τατταῖον.
5.109.2δύναμιν δὲ ἔχουσι κοινῶς οἱ προειρημένοι ἅλες ὄντες πολύχρηστοι στυπτικήντε καὶ σμηκτικὴν καὶ ἀποκαθαρτικὴν καὶ διαχυτικήν, ἔτι δὲ κατασταλτικὴν καὶ ἐσχαρωτικήν, τῷ μᾶλλον καὶ ἧττον διαφέροντες. εἰσὶ δὲ καὶ σηπεδόνων ἐφεκτικοὶ καὶ σμήξεσι ψωρικαῖς μείγνυνται · στέλλουσι καὶ τὰς ἐν ὀφθαλμοῖς ὑπεροχὰς καὶ πτερύγια τήκουσι, καὶ τὰς ἄλλας δὲ ὑπερσαρκώσεις, κλυσμοῖςτε εὔθετοι καὶ κόπου λυτήριοι σὺν ἐλαίῳ συγχριόμενοι καὶ πρὸς τὰ οἰδήματα τῶν ὑδρωπικῶν, πυρίατε ἡ δι’αὐτῶν ἐν σακκίοις πραυντικὴ ἀλγημάτων.
5.109.3καὶ κνησμοὺς δὲ παύουσι μετ’ἐλαίου καὶ ὄξους συγχριόμενοι παρὰ πυρί, ἄχρι ἂν ἱδρώσωσιν · ὁμοίως καὶ λέπρας καὶ λειχῆνας καὶ ψώρας συναγχικούςτε κουφίζουσι σὺν μέλιτι καὶ ὄξει καὶ ἐλαίῳ διαχριόμενοι. πρὸς δὲ παρίσθμια καὶ κιονίδας σὺν μέλιτι καὶ ἄφθας καὶ οὔλων πλάδον, καὶ πρὸς φαγεδαίνας σὺν ἀλφίτῳ κεκαυμένοι καταπλάσσονται.
5.109.4πρὸς δὲ σκορπίων πληγὰς σὺν λινοσπέρμῳ, πρὸς δὲ ἔχεων δήγματα σὺν ὀριγάνῳ καὶ μέλιτι καὶ ὑσσώπῳ, πρὸς δὲ κεράστου μετὰ πίσσης ἢ κεδρίας ἢ μέλιτος, πρὸς δὲ σκολοπένδρης σὺν ὄξει καὶ μέλιτι καὶ πρὸς σφηκῶν πληγὰς καὶ τενθρηδόνων · πρὸς δὲ ψυδράκια τὰ ἐν κεφαλῇ καὶ θύμουςτε καὶ φύματα στέατι μοσχείῳ ἀναλημφθέντες.
5.109.5σὺν σταφίδι δὲ ἢ στέατι βοείῳ ἢ μέλιτι δοθιῆνας διαφοροῦσι καὶ ὄρχεων οἰδήματα, σὺν ὀριγάνῳ δὲ καὶ ζύμῃ θᾶττον δοθιῆνας πεπαίνουσι, καὶ κροκοδειλοδήκτοις δὲ βοηθοῦσιν ἐνδεθέντες εἰς ὀθόνιον λεῖοι καὶ βαφέντες ἐν ὄξει στυφομένων τῶν μερῶν τοῖς ἐνδέσμοις, θηριοδήκτοιςτε βοηθοῦσι, καὶ πρὸς ὑπώπια προσώπου σὺν μέλιτι, καὶ πρὸς ὀποῦ μήκωνος πόσιν καὶ πρὸς μύκητας ἐν ὀξυμέλιτι πινόμενοι.
5.109.6πρὸς στρέμματα δὲ σὺν ἀλεύρῳ καὶ μέλιτι, πρὸς δὲ πυρίκαυτα σὺν ἐλαίῳ ἐπιτεθέντες οὐκ ἐῶσι φλυκταινοῦσθαι, ποδαγρικοῖςτε ὁμοίως ἐπιτίθενται, πρὸς ὠταλγίαςτε σὺν ὄξει, ἐρυσιπέλατάτε καὶ ἕρπητας ἴσχουσι μετ’ὄξους καταπλασθέντες ἢ καταχρισθέντες σὺν ὑσσώπῳ. καυστέον δὲ αὐτοὺς εἰς ὀστράκινον ἀγγεῖον ἐμβαλόντας καὶ ἐπιμελῶς πωμάσαντας, ἵνα μὴ ἐξάλλωνται, ἀνθρακιᾷτε ἐγκρύψαντας ἄχρις ἐκπυρώσεως.
5.109.7τινὲς δὲ τοὺς ὀρυκτοὺς σταιτὶ περιπλάσαντες ἀνθράκων ὑποτεθέντων ἐῶσιν, ἄχρι ἂν τὸ σταῖς κατακαῇ. ἔνεστι δὲ καὶ τοὺς κοινοὺς ἅλας τὸν τρόπον τοῦτον καίειν · ἀποκλύσας αὐτοὺς ἅπαξ ὕδατι καὶ ἐάσας ξηρανθῆναι ἔμβαλε εἰς χύτραν καὶ πωμάσας ὑπόκαιε κινῶν, ἕως ἂν μηκέτι ἐξάλλωνται.
5.110.1ἁλὸς ἄχνη ἐπίψημά ἐστιν ἁλὸς ἀφρῶδες, εὑρισκόμενον ἐπὶ τῶν πετριδίων, δύναμιν ἔχον τὴν αὐτὴν τοῖς ἁλσίν.
5.111.1ἅλμη τὴν αὐτὴν ἔχει τοῖς ἁλσὶν ἐνέργειαν στυπτικήν, σμηκτικήν, λεπτυντικήν, δυσεντερικοῖςτέ ἐστι τοῖς καὶ νομὴν ἔχουσιν ἔγκλυσμα καὶ ἰσχιάδων χρονίων, πρόςτε τὰς καταντλήσεις ἁρμόζει, ἐφ’ὧν θάλαττά ἐστι χρησίμη.
5.112.1ἄνθος δὲ ἁλὸς καταρρεῖ μὲν ἐν τῷ Νείλῳ ποταμῷ, ἐφίσταται δὲ λίμναις τισί. παραλημπτέον δὲ τὸ κροκίζον τῇ χρόᾳ, ὑποδυσῶδες ὥσπερ γάρος, ἐνίοτε δὲ καὶ δυσωδέστερον μᾶλλον, καὶ τῇ γεύσει δηκτικώτατον καὶ ὑπολίπαρον · τὸ δὲ ἔμμιλτον ἢ θρόμβους ἔχον φαῦλον ἡγητέον · ἔτι τὸ ἀκέραιον ἐλαίῳ συνανίεται μόνῳ, τὸ δὲ δεδολωμένον ἐκ μέρους καὶ ὕδατι.
5.112.2ποιεῖ δὲ πρὸς τὰ κακοήθη καὶ φαγεδαινικὰ ἕλκη καὶ νομὰς τὰς ἐν αἰδοίοις, ὦτάτε πυορροοῦντα καὶ ἀμβλυωπίας, οὐλάςτε καὶ λευκώματα · μείγνυται καὶ ἐμπλάστροις καὶ μύροις εἰς χρῶσιν, ὡς καὶ τῷ ῥοδίνῳ. ἔστι δὲ καὶ ἱδρώτων κινητικὸν καὶ κοιλίας ταρακτικὸν σὺν οἴνῳ καὶ ὕδατι λημφθέν, κακοστόμαχον δέ · μείγνυται καὶ ἀκόποις καὶ σμήγμασι πρὸς τριχῶν λεπτυσμόν, καὶ καθόλου ἐστὶ δριμύ, πυρωτικὸν ὥσπερ οἱ ἅλες.
5.113.1νίτρον δὲ προκριτέον τὸ κοῦφον καὶ ῥοδωπὸν ἢ λευκὸν τὴν χρόαν, κατατετρημένον, οἱονεὶ σπογγῶδες · τοιοῦτον δέ ἐστι τὸ ἐκ τῶν Βρυγῶν. ἀφρὸς δὲ νίτρου ἄριστος μὲν εἶναι δοκεῖ ὁ κουφότατος καὶ πλακώδης, εὔθρυπτόςτε καὶ ἐμπόρφυρος καὶ ἀφρώδης, ἔτι δὲ δηκτικός, οἷός ἐστιν ὁ ἐκ Φιλαδελφίας κομιζόμενος τῆς ἐν Λυδίᾳ · δευτερεύει δὲ ὁ Αἰγύπτιος, γεννᾶται δὲ καὶ ἐν Μαγνησίᾳ τῆς Καρίας.
5.113.2δύναμιν δὲ ἔχει καὶ καῦσιν οὗτόςτε καὶ τὸ νίτρον ἁλσὶν ἐμφερῆ · ἐκ περισσοῦ δὲ τὸ νίτρον καὶ στρόφους παύει λεανθὲν μετὰ κυμίνου καὶ ποθὲν μετὰ ὑδρομέλιτος ἢ μετὰ ἑψήματος ἤ τινος τῶν διαφορεῖν δυναμένων πνεύματα, οἷον πηγάνου ἢ ἀνήθου. ἔστι δὲ καὶ περιοδικῶν σύγχρισμα πρὸ τῆς ὑπόπτου προσβολῆς · μείγνυται καὶ διαφορητικαῖς καὶ ἐπισπαστικαῖς καὶ λεπρικαῖς ἐμπλάστροις.
5.113.3σὺν ὕδατι δὲ ἢ οἴνῳ ἐγχεόμενον ἐμπνευματώσειςτε καὶ ἤχους ὤτων ἰᾶται καὶ πυορροίας · καθαίρει δὲ καὶ ῥύπον σὺν ὄξει ἐγχεόμενον, κυνοδήκτουςτε ἰᾶται σὺν στέατι ὀνείῳ ἢ ὑείῳ · ἀναστομοῖ δὲ καὶ δοθιῆνας ἀναλημφθὲν τερμινθίνῃ ῥητίνῃ. μετὰ σύκων δὲ ὑδρωπικῶν ἐστι κατάπλασμα, σὺν μέλιτι δὲ ἐγχριόμενον ὀξυδερκές, καὶ πρὸς μύκητας σὺν ὀξυκράτῳ ποθὲν ἁρμόζει, πρὸς δὲ βουπρήστεις σὺν ὕδατι, πρὸς ταύρειον δὲ αἷμα σὺν σιλφίῳ ·
5.113.4ἀτροφοῦσίτε χρήσιμον κατάπλασμα, παρακμάζουσίτε ὀπισθοτονικοῖς πάθεσι σὺν κηρωτῇ καὶ στρέμμασι · μείγνυται καὶ ἄρτῳ ὠφελίμως ἐπὶ τῶν τὴν γλῶτταν παραλελυμένων. ἔνιοι δὲ καίουσι τὰ προειρημένα ἐπ’ἄνθρακας πεπυρωμένους ἀπερεισάμενοι, προυποκειμένου καινοῦ ὀστράκου, ἕως ἂν ἐκπυρωθῇ.
5.114.1τρύγα δὲ παραλημπτέον μάλιστα μὲν τὴν ἀπὸ οἴνου παλαιοῦ Ἰταλικοῦ, εἰ δὲ μή γε, καὶ ἀπὸ ἄλλου ὁμοίου · ἡ δὲ ἀπὸ ὄξους ἐπιτέταται τῇ δυνάμει. καυστέον δὲ ὡς ἀλκυόνιον προεξηραμμένην ἐπιμελῶς. τινὲς δὲ ἐπ’ὄστρακον καινὸν θέντες καίουσι πυρὶ δαψιλεῖ, ἕως ἂν ἐκπυρωθῇ κατὰ βάθος. ἄλλοι δὲ εἰς ἄνθρακας πεπυρωμένους ἐγκρύψαντες βῶλον ὁμοίως ποιοῦσι.
5.114.2σημεῖον δὲ τῆς δεούσης καύσεως ἡγητέον τὸ λευκὸν ἢ ἀερόχρουν τοῦ χρώματος καὶ τὸ προσενεχθεῖσαν τῇ γλώσσῃ οἱονεὶ φλέγειν αὐτήν. ὡσαύτως δὲ καὶ ἡ ἀπὸ ὄξους καίεται. δύναμιν δὲ ἔχει καυστικὴν σφόδρα καὶ σμηκτικήν, κατασταλτικήντε καὶ στυπτικὴν καὶ σηπτικὴν ἄγαν καὶ ξηραντικήν. χρηστέον δὲ τῇ τρυγὶ προσφάτῳ οὔσῃ · ταχὺ γὰρ διαπνεῖται, ὅθεν οὐ δὲ ἀσκέπαστον οὐ δὲ χωρὶς ἄγγους αὐτὴν ἀποθετέον.
5.114.3πλύνεται δὲ αὕτη ὡς ἡ πομφόλυξ. ἡ δὲ ἄκαυστος στέλλει οἰδήματα καθ’ἑαυτὴν καὶ μετὰ μυρσίνης, καὶ κοιλίαν καὶ στόμαχον ῥευματιζόμενον καταπλασθεῖσα στέλλει, καὶ ῥοῦν γυναικεῖον κατὰ ἤτρου καὶ αἰδοίου καταπλασσομένη πραύνει, καὶ φύγεθλα ἀνέλκωτα διαφορεῖ καὶ φύματα, μαστούςτε σπαργῶντας σβέννυσιν. ἡ δὲ κεκαυμένη λεπροὺς ἀφίστησιν ὄνυχας σὺν ῥητίνῃ, καὶ μετὰ σχινίνου ἐλαίου συγχρισθεῖσα νύκτα ὅλην ξανθὰς ποιεῖ τὰς τρίχας. πλυθεῖσα δὲ μείγνυται εἰς τὰ ὀφθαλμικὰ ὡς ἡ σποδός · σμήχει δὲ οὐλὰς καὶ ἀχλῦς τὰς ἐν ὀφθαλμοῖς ἡ τοιαύτη.
5.115.1ἄσβεστος δὲ γίνεται μὲν οὕτως · τῶν θαλαττίων κηρύκων τὰ ὄστρακα λαβὼν πυρὶ ἔγκρυψον ἢ εἰς κλίβανον διάπυρον καθεὶς ἄφες ἐννυκτερεῦσαι. τῇ δὲ ἐχομένῃ, ἐὰν μὲν λευκότατα γένηται, ἀνελοῦ · εἰ δὲ μή, πάλιν καῖε, ἄχρις ἂν ἱκανῶς λευκανθῇ. εἶτα ἀποβάψας αὐτὰ εἰς ψυχρὸν ὕδωρ ἔμβαλε εἰς χύτραν καινὴν καὶ σκεπάσας αὐτὰ ῥάκεσιν ἐπιμελῶς ἔασον ἐνταῦθα νύκτα μίαν. πρωὶ δὲ ἀνελόμενος ἀπειληφυῖαν τὸ παντελὲς τῆς κατεργασίας ἀποτίθεσο.
5.115.2σκευάζεται δὲ καὶ ἐκ λίθων κοχλάκων καὶ τῆς χυδαίας μαρμάρου, ἥτις καὶ προκρίνεται τῶν ἄλλων ἀσβέστων. δύναμιν δὲ ἔχει πᾶσα κοινῶς ἄσβεστος πυρωτικήν, δηκτικήν, καυστικήν, ἐσχαρωτικήν. μειγνυμένη δέ τισιν ἑτέροις ὡς στέατι ἢ ἐλαίῳ γίνεται πεπτική, μαλακτική, διασκεδαστική, κατουλωτική. ἐνεργεστέραν δὲ καὶ ταύτης ἡγητέον τὴν πρόσφατον καὶ ἄβροχον.
5.116.1γύψος δύναμιν ἔχει στυπτικήν, ἐμπλαστικήν, αἱμορραγίαςτε καὶ ἱδρώτων ἐφεκτικήν. ποθεῖσα δὲ κτείνει τῷ κατὰ πνιγμὸν τρόπῳ.
5.117.1τέφρα κληματίνη δύναμιν ἔχει καυστικήν. σὺν ὀξυγγίῳ δὲ ἢ ἐλαίῳ καταπλασθεῖσα θλάσματάτε πλευρῶν καὶ ἄρθρων λυγίσματα καὶ συστροφὰς νεύρων ὠφελεῖ, σὺν νίτρῳ δὲ καὶ ὄξει σαρκώσεις ὀσχέου στέλλει. καταπλασθεῖσα δὲ σὺν ὄξει ἑρπετόδηκτα καὶ κυνόδηκτα ἰᾶται, ἐσχαρωτικαῖςτε μείγνυται · καὶ πίνεται δὲ ἐξ αὐτῆς ἡ κονία πρὸς πτώματα καὶ μύκητας σὺν ἁλσὶ καὶ ὄξει.
5.118.1τοῦ δὲ ἀλκυονίου πέντε γνωστέον εἴδη ὑπάρχειν · τὸ μὲν γὰρ πυκνόντέ ἐστι καὶ τῷ ῥυθμῷ σπογγῶδες καὶ βαρύ, ἔτι δὲ βρωμῶδες καὶ ἰχθύος ὄζον, ὃ δὴ πλεῖστον ἐπὶ τῶν ἠιόνων εὑρίσκεται. τὸ δὲ ἑξῆς κατὰ μὲν τὸ σχῆμα πτερυγίῳ ὀφθαλμικῷ ἢ σπόγγῳ ἔοικε, κοῦφον δέ ἐστι καὶ πολύκενον καὶ φυκώδη ἀποφορὰν ἔχον.
5.118.2τὸ δὲ τρίτον σκωληκοειδὲς ὑπάρχει τῷ τύπῳ, καὶ τῇ χρόᾳ ἐμπόρφυρον, ὅ τινες Μιλήσιον καλοῦσι. τὸ τέταρτον δὲ ἐρίοις οἰσυπηροῖς ὅμοιον, πολύκενον, κοῦφον. τὸ δὲ πέμπτον ἔοικε μὲν κατὰ τὸ σχῆμα μύκητι, ἄνοσμον δέ ἐστι καὶ τραχὺ ἔνδοθεν, κισήρει κατά τι ἐοικός, ἔξωθεν δὲ λεῖον, δριμύ, ὃ πλεῖστον ἐν τῇ Προποντίδι κατὰ τὴν καλουμένην Βέσβικον νῆσον γεννᾶται, ὃ ἐπιχωρίως ἁλὸς ἄχνην καλοῦσι.
5.118.3τούτων τὸ μὲν πρῶτον καὶ δεύτερον εἰς σμήγματα παραλαμβάνεται γυναικῶν, καὶ πρὸς φακούς, λειχῆνάςτε καὶ λέπρας καὶ ἀλφοὺς καὶ μελανίας καὶ σπίλους τοὺς ἐπὶ τοῦ προσώπου καὶ τοῦ λοιποῦ σώματος. τὸ δὲ τρίτον εὐθετεῖ πρὸς δυσουροῦντας καὶ ἀμμώδη συλλέγοντας ἐν τῇ κύστει νεφριτικούς, πρὸς ὕδρωπας, σπλῆνας. καὲν δὲ καὶ καταχρισθὲν σὺν οἴνῳ ἀλωπεκίας θεραπεύει.
5.118.4τὸ δὲ ὕστατον ὀδόντας λευκαίνειν δύναται · παραλαμβάνεται δὲ καὶ εἰς ἄλλα σμήχματα καὶ ψίλωθρα μισγόμενον ἁλσί. καῦσαι δὲ βουλόμενός τι τούτων εἰς ὠμὴν χύτραν ἔμβαλε καὶ περιαλείψας τὸ στόμα αὐτῆς πηλῷ δὸς εἰς κάμινον · ὅταν δὲ ὀπτηθῇ ὁ κέραμος αὐτῆς, ἀνελόμενος ἀπόθου καὶ χρῶ. πλύνεται δὲ ὡς ἡ καδμεία.
5.119.1ὁ δὲ προσαγορευόμενος ἀδάρκης γίνεται μὲν ἐν Γαλατίᾳ, ἔστι δὲ ὥσπερ ἐπίπαγός τις ὑφαλμυρίζων, καθ’ὑγρῶν καὶ τελματωδῶν τόπων ἐν ξηρασίᾳ ἐπιγινόμενος καὶ περιπηγνύμενος καλαμίοις καὶ χορταρίοις. ἔοικε δὲ τὴν χρόαν ἄνθει Ἀσσίου λίθου, τῷ δὲ ὅλῳ τύπῳ ἀλκυονίῳ τῷ μαλακῷ καὶ πολυκένῳ, καὶ ἔστιν οἱονεὶ λιμναῖον ἀλκυόνιον. εὐθετεῖ δὲ πρὸς ἐκδορὰν λεπρῶν καὶ ἐφηλίδων καὶ λειχήνων καὶ φακῶν καὶ τῶν ὁμοίων. καθόλου δέ ἐστι δριμύ, μετασυγκριτικόν, ὠφελοῦν καὶ ἰσχιάδας.
5.120.1τῶν δὲ σπόγγων τοὺς μὲν ἄρρενας ἐκάλεσάν τινες λεπτοτρήτους καὶ πυκνοὺς ὄντας, ὧν τοὺς σκληροτάτους τράγους ὠνόμασαν, τοὺς δὲ θήλεις οἳ ἐναντίως τοῖς προειρημένοις διάκεινται. καῦσιν δὲ ἔχουσι τὴν αὐτὴν τῷ ἀλκυονίῳ. δύναται δὲ ὁ καινόςτε καὶ ἀλιπὴς τραυματικόςτε εἶναι καὶ οἰδήματα στέλλειν καὶ τὰ νεότρωτα κολλᾶν σὺν ὕδατι ἢ ὀξυκράτῳ, σὺν μέλιτι δὲ ἑφθῷ καὶ παλαιοὺς κόλπους παρακολλᾶν ·
5.120.2ὁ δὲ παλαιὸς ἄχρηστος. διαστέλλουσι δὲ καὶ μεμυκότα ἕλκη καὶ τύλους ἐσκελετευμένοι ἐντιθέμενοι λίνῳ, καὶ αὐτοὶ ξηροὶ παρεντιθέμενοι ὥσπερ μοτά. τὰ δὲ ῥευματικὰ ὑπόνομα καὶ χρόνια ἕλκη ἐξικμάζουσιν ἐπιτιθέμενοι ἄνικμοι καὶ κενοί, ἐπέχουσι δὲ καὶ αἱμορραγίας σὺν ὄξει. οἱ δὲ κεκαυμένοι εὔθετοι πρὸς ξηροφθαλμίας καὶ ὅπου δεῖ σμῆξαι ἢ στῦψαί τι · βέλτιον δὲ ποιοῦσι πλυθέντες εἰς τὰ ὀφθαλμικά. σὺν δὲ πίσσῃ καέντες πρὸς αἱμορραγίαν ἁρμόζουσι.
5.120.3λευκαίνονται δὲ αὐτῶν οἱ ἁπαλώτατοι ἐν τοῖς καύμασι βρεχόμενοι τῇ ἐπὶ τῶν πετρῶν συνισταμένῃ ἁλὸς ἄχνῃ καὶ ἡλιαζόμενοι · ἐπιβλεπέτω δὲ τὸ μὲν κοῖλον αὐτῶν ἄνω, κάτω δὲ ἡ ἀποτομή. εἰ δὲ εἴη αἰθρία, καὶ ὑπὸ τὴν σελήνην τίθενται, βρεχόμενοι τῇ ἁλὸς ἄχνῃ ἢ θαλάσσῃ · γίνονται δὲ λευκότατοι οἱ τοιοῦτοι.
5.121.1τὸ δὲ κουράλιον, ὅπερ ἔνιοι λιθόδενδρον ἐκάλεσαν, δοκεῖ μὲν εἶναι φυτὸν ἐνάλιον, στερροποιεῖσθαι δέ, ὅταν ἐκ τοῦ βυθοῦ ἑλκυσθῇ τῆς ἁλὸς ἁπτόμενον τοῦ περικεχυμένου ἡμῖν ἀέρος. εὑρίσκεται δὲ πλεῖστον ἐν τῷ κατὰ Συρακούσας ἀκρωτηρίῳ τῷ καλουμένῳ Παχύνῳ.
5.121.2ἄριστον δέ ἐστι τὸ πυρρὸν τῇ χρόᾳ καὶ ἐμφερὲς Συρικῷ ἢ σάνδυκι κατακορεῖ, εὐθρυβέςτε ὡς ἐν ἑαυτῷ καὶ ὁμαλὸν δι’ὅλης τῆς συγκρίσεως, ἔτι δὲ ὀσμὴν βρυώδη καὶ φυκίοις ἐμφερῆ ἔχον, πρὸς δὲ τούτοις πολύοζον καὶ κινναμωμίζον τῷ τύπῳ τῶν θαμνίσκων. τὸ δὲ λιθῶδες τῇ συγκρίσει καὶ τῇ χρόᾳ ψωρόν, σεσηραγγωμένοντε καὶ χαῦνον φαῦλον οἰητέον εἶναι.
5.121.3στύφει δὲ τῇ δυνάμει καὶ ψύχει ἐπιεικῶς. καταστέλλει δὲ τὰ ὑπερέχοντα καὶ οὐλὰς σμήχει τὰς ἐν ὀφθαλμοῖς · πληροῖ δὲ καὶ κοιλώματα καὶ κατουλοῖ, πρόςτε αἵματος ἀναγωγὰς ἱκανῶς ἐνεργεῖ, καὶ δυσουροῦσιν ἁρμόζει, καὶ σπλῆνα τήκει σὺν ὕδατι πινόμενον.
5.122.1καὶ τὸ καλούμενον δὲ ἀντιπαθὲς κουράλιον οἰητέον ὑπάρχειν, εἰδικὴν ἔχον διαφοράν. ἔστι δὲ τῇ μὲν χρόᾳ μέλαν, δενδρίζον δὲ καὶ αὐτὸ καὶ ὀζῶδες μᾶλλον. δύναμιν δὲ ἔχει τὴν ἴσην τῷ προειρημένῳ.
5.123.1λίθος Φρύγιος, ᾧ ἐν Φρυγίᾳ οἱ βαφεῖς χρῶνται, ὅθεν καὶ ὠνόμασται, γεννᾶται ἐν Καππαδοκίᾳ. ἄριστος δέ ἐστιν ὁ ὠχρὸς καὶ μέσως βαρύς, οὐκ ἰσότονος τῇ συγκρίσει τοῦ χρώματος, ἔχων δὲ διαφύσεις λευκὰς ὡς ἡ καδμεία.
5.123.2καίεται δὲ οὕτως · βρέξας αὐτὸν ὡς ὅτι καλλίστῳ οἴνῳ διαπύροις ἔγκρυψον ἄνθραξι καὶ ῥίπιζε συνεχῶς · ὅταν δὲ μεταβάλῃ τὴν χρόαν κιρρότερος γενόμενος, ἐξελὼν αὐτὸν σβέσον τῷ αὐτῷ οἴνῳ, καὶ πάλιν εἰς τοὺς ἄνθρακας ἀποθέμενος τὰ αὐτὰ ποίει · καῖε δ’αὐτὸν καὶ ἐκ τρίτου, προσέχων μὴ θρυβῇ καὶ ἀπασβολωθῇ.
5.123.3δύναμιν δὲ ἔχει ὠμόςτε καὶ κεκαυμένος στυπτικὴν ἐνεργῶς, ἔτι δὲ ἀνακαθαρτικὴν καὶ ἐσχαρωτικήν, κατακαυμάτωντε ἰατικὴν σὺν κηρωτῇ καὶ σηπτικὴν ποσῶς. πλύνεται δὲ ὡς ἡ καδμεία.
5.124.1Ἄσσιον δὲ λίθον παραλημπτέον τὸν κισηροειδῆ τὴν χρόαν, χαῦνόντε καὶ κοῦφον, ἔτι δὲ εὐθρυβῆ καὶ διαφύσεις μηλίνας ἔχοντα διὰ βάθους. τὸ δὲ ἄνθος αὐτοῦ ἐστιν ἡ ἐφιζάνουσα ἁλμυρὶς τῇ ἐπιφανείᾳ τῶν λίθων, τῇ μὲν συστάσει λεπτή, τῇ δὲ χρόᾳ τὸ μέν τι λευκόν ἐστι, τὸ δέ τι ἔοικε κισήρει, ἐπὶ τὸ μήλινον τετραμμένον, προσαγόμενόντε τῇ γλώττῃ δάκνει ποσῶς.
5.124.2δύναμιν δὲ ἔχει ἑκάτερον σηπτικὴν ἡσυχῆ καὶ διαφορητικὴν φυμάτων τερεβινθίνῃ ἀναλαμβανόμενον ῥητίνῃ ἢ πίσσῃ. εὐτονώτερον δὲ τὸ ἄνθος ἡγητέον · ἐκ περισσοῦ δὲ τοῦτο ξηραινόμενον τὰ παλαιὰ καὶ δυσκατούλωτα ἕλκη ἰᾶται, καταστέλλει δὲ τὰ ὑπερσαρκοῦντα καὶ μύκησιν ὅμοια καὶ θηριώδη. πληροῖ δὲ καὶ τὰ κοῖλα τῶν ἑλκῶν καὶ ἀνακαθαίρει σὺν μέλιτι, καὶ τὰ νεμόμενα δὲ ἵστησι μιγὲν κηρωτῇ.
5.124.3ποιεῖ καὶ ποδαγρικοῖς ἐν καταπλάσμασι μετ’ἐρεγμοῦ, καὶ σπληνικοῖς μετ’ὄξους καὶ ἀσβέστου, ἐκλειχόμενόντε μετὰ μέλιτος φθισικοὺς ὠφελεῖ. κατασκευάζονται δὲ καὶ πύελοι ἐκ τοῦ λίθου, εἰς ἃς οἱ ποδαγρικοὶ τοὺς πόδας ἐντιθέντες ὠφελοῦνται, καὶ σοροὶ σαρκοφάγοι γίνονται. ἰσχναίνει καὶ τὰ πολύσαρκα καὶ παχέα σώματα καταπασσόμενον τὸ ἄνθος ἀντὶ νίτρου ἐν βαλανείῳ. ἐὰν δέ τις πλῦναι θέλῃ τὰ προειρημένα, πλυνέτω ὡς τὴν καδμείαν.
5.125.1πυρίτης λίθος εἶδός ἐστι λίθου, ἀφ’οὗ ὁ χαλκὸς μεταλλεύεται. λημπτέον μέντοι τὸν χαλκοειδῆ, εὐχερῶςτε σπινθῆρας ἀφιέντα. καυστέον δὲ τῷ τρόπῳ τούτῳ · μέλιτι δεύσας αὐτὸν ἔνθες εἰς ἀνθρακιὰν μαλακὴν καὶ ῥίπιζε συνεχῶς, ἕως ἂν τὴν χρόαν κιρρὸς γένηται. ἔνιοι δὲ εἰς πολλοὺς καὶ πεπυρωμένους ἄνθρακας ἀποτίθενται ἱκανῶς βεβρεγμένον τῷ μέλιτι τὸν λίθον ·
5.125.2ὅταν δὲ μέλλῃ τρέπεσθαι ἐπὶ τὸ κιρρότερον, ἀναιροῦνται, καὶ ἀποφυσήσαντες τὴν σποδὸν πάλιν καίουσι διάβροχον, ἕως ἂν ψαθυρώτατος γένηται ὁμαλῶς · πολλάκις γὰρ μόνον ἐπικαίεται τὴν ἐπιφάνειαν. οὕτω δὲ ἀποκαύσαντες καὶ ξηράναντες ἀποτίθενται. ἐὰν δὲ πεπλυμένου χρεία ὑπάρχῃ, πλυτέον ὡς τὴν καδμείαν.
5.125.3δύναμιν δὲ ἔχει κεκαυμένοςτε καὶ ὠμὸς θερμαντικήντε καὶ σμηκτικὴν καὶ ἀποκαθαρτικὴν τῶν ἐπισκοτούντων ταῖς κόραις, διαφορητικήντε καὶ πεπαντικὴν σκληρωμάτων ἀναλημφθεὶς ῥητίνῃ · καταστέλλει δὲ καὶ τὰ ὑπερσαρκοῦντα μετὰ ποσῆς θερμασίας καὶ στύψεως. καλοῦσι δὲ ἔνιοι τὸν οὕτω καέντα διφρυγές.
5.126.1αἱματίτης δὲ λίθος ἄριστός ἐστιν ὁ εὐθρυβὴς μὲν ὡς ἐν ἑαυτῷ, σκληρὸς δὲ καὶ κατακορὴς ὁμαλῶς, ἀνεπίμικτος ῥυπαρίας τινὸς ἢ διαζωμάτων. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ θερμαντικὴν πορῶς καὶ λεπτυντικὴν καὶ σμηκτικὴν οὐλῶν τῶν ἐν ὀφθαλμοῖς καὶ τραχωμάτων σὺν μέλιτι, σὺν δὲ γάλακτι γυναικείῳ πρὸς ὀφθαλμίας καὶ ῥήξεις καὶ ὑφαίμους ὀφθαλμούς.
5.126.2πίνεται δὲ σὺν οἴνῳ πρὸς δυσουρίας καὶ ῥοικάς, καὶ πρὸς αἵματος πτύσιν σὺν χυλῷ ῥόας · γίνεται δὲ καὶ κολλούρια καὶ ἀκόνια ἐξ αὐτοῦ πρὸς τὰ ἐν ὀφθαλμοῖς πάθη ἐπιτήδεια. καίεται δὲ ἐμφερῶς τῷ Φρυγίῳ λίθῳ τοῦ οἴνου περιῃρημένου · μέτρον δὲ ἔστω τῆς καύσεως τὸ γενέσθαι αὐτὸν μέσως κοῦφον καὶ πεπομφολυγωμένον.
5.126.3δολοῦσι δέ τινες τὸν προειρημένον οὕτω · λαβόντες βῶλον σχιστοῦ λίθου πυκνόντε καὶ στρογγύλον – τοιαῦται δέ εἰσιν αὐτοῦ αἱ λεγόμεναι ῥίζαι – εἰς κεραμεᾶν γάστραν σποδιὰν ἔχουσαν θερμὴν ἐγκρύπτουσιν, εἶτα διαλιπόντες μικρὸν ἀναιροῦνται καὶ ἐπ’ἀκόνης τρίβουσι δοκιμάζοντες, εἰ τὴν αἱματίτου χρόαν ἀπείληφε.
5.126.4κα- κἂν μὲν οὕτως ἔχῃ, ἀποτίθενται, εἰ δὲ μή, πάλιν ἐγκρύπτουσι, συνεχῶς ἐφορῶντες καὶ δοκιμάζοντες · ἀφεθεὶς γὰρ ἐπὶ πολὺ ἐν τῇ σποδιᾷ μεταβάλλει τῷ χρώματι, ἔπειτα καὶ διαχεῖται. ἀπελέγχεται δὲ ὁ κεκακοτεχνημένος πρῶτον μὲν ταῖς διαφύσεσιν · ὁ μὲν γὰρ ἐπ’εὐθείας εἰς κτηδόνας ἀποκλᾶται ὁ δὲ αἱματίτης οὐχ οὕτως ἔχει ·
5.126.5εἶτα καὶ ἀπὸ τῆς χρόας · ὁ μὲν γὰρ εὐανθὲς ἀνίησιν ὁ δὲ αἱματίτης βαθύτερον καὶ τῷ κινναβάρει ἐοικός. εὑρίσκεται δὲ ἐν τῇ Σινωπικῇ μίλτῳ, καὶ ἐκ τῆς μαγνήτιδος δὲ πέτρας καιομένης ἐφ’ἱκανὸν κατασκευάζεται, αἱματίτης δὲ αὐτοφυὴς ἐν Αἰγύπτῳ μεταλλεύεται.
5.127.1σχιστὸς δὲ λίθος γεννᾶται μὲν ἐν τῇ καθ’ἑσπέραν Ἰβηρίᾳ, ἄριστος δὲ εἶναι δοκεῖ ὁ παρακροκίζων τῇ χρόᾳ, εὐθρυβήςτε καὶ εὔσχιστος ὡς ἐν ἑαυτῷ · ἔοικε δὲ τῆς συνθέσεως ἕνεκεν καὶ ἀλληλουχίας τῶν κτηδόνων αὐτοῦ ἀμμωνιακῷ ἁλί. δύναμιν δὲ τὴν αὐτὴν τῷ αἱματίτῃ εἰσφέρεται, τῇ εὐτονίᾳ μόνον λειπόμενος αὐτοῦ. πληροῖ δὲ καὶ κοιλώματα γυναικείῳ διεθεὶς γάλακτι, καὶ πρὸς ῥήξεις καὶ προπτώσεις ὀφθαλμῶν, ἔτι δὲ τραχύτητας βλεφάρων καὶ σταφυλώματα λίαν ἐνεργεῖ.
5.128.1τοῦ δὲ γαγάτου προκριτέον τὸν ταχέως ἐξαπτόμενον καὶ ἀσφαλτίζοντα ἐν τῇ ὀσμῇ · μέλας δὲ κοινῶς ὑπάρχει καὶ αὐχμηρός, ἔτι δὲ πλακώδης καὶ κοῦφος ἄγαν. δύναμιν δὲ ἔχει μαλακτικὴν καὶ διαφορητικήν · ἔστι δὲ καὶ ἐπιλημπτικῶν ἔλεγχος ὑποθυμιαθείς, καὶ ὑστερικὰς ἀνακαλεῖται.
5.128.2διώκει δὲ καὶ ἑρπετὰ θυμιαθείς, καὶ ποδαγρικαῖς μείγνυται δυνάμεσι. γεννᾶται δὲ ἐν Λυκίᾳ εὑρισκόμενος κατά τινος ποταμοῦ ἔκρυσιν εἰς τὴν θάλασσαν ἐκχεομένου · καλεῖται δὲ ὁ τόπος Γάγαι.
5.129.1ὁ δὲ λεγόμενος Θρᾳκίας γεννᾶται μὲν κατὰ Σιντίαν ἐν ποταμῷ τῷ λεγομένῳ Πόντῳ. δύναται δὲ τὰ αὐτὰ τῷ γαγάτῃ. ἱστορεῖται δὲ ἐκκαίεσθαι μὲν αὐτὸν ὕδατι, σβέννυσθαι δὲ ὑπ’ἐλαίου, ὅπερ καὶ ἐπὶ τῆς ἀσφάλτου γίνεται
5.130.1τοῦ δὲ μαγνήτου λίθου ἄριστός ἐστιν ὁ τὸν σίδηρον εὐχερῶς ἕλκων καὶ τὴν χρόαν κυανίζων, πυκνόςτε καὶ οὐκ ἄγαν βαρύς. δύναμιν δὲ ἔχει πάχους ἀγωγὸν διδόμενος μετὰ μελικράτου τριωβόλου βάρος. ἔνιοι δὲ τοῦτον καίοντες ἀντὶ τοῦ αἱματίτου πιπράσκουσιν.
5.131.1ὁ δὲ Ἀραβικὸς λεγόμενος λίθος ἔοικεν ἐλέφαντι ἀσπίλῳ. οὗτος λεῖος καταπλασθεὶς αἱμορροίδας ἀποξηραίνει, καεὶς δὲ ὀδόντων σμῆγμα γίνεται.
5.132.1ὁ δὲ γαλακτίτης ὠνόμασται ἀπὸ τοῦ γαλακτῶδες ἀνιέναι · ἔστι μέντοι ἄλλως ἔντεφρος τὴν χρόαν, γλυκύςτε πρὸς τὴν γεῦσιν. ἁρμόζει δὲ πρὸς ὀφθαλμῶν ῥεύματα καὶ ἕλκη ἐγχριόμενος. δεῖ δὲ τρίψαντας αὐτὸν ἐν ὕδατι ἀποτίθεσθαι ἐν πυξίδι μολυβδίνῃ διὰ τὸ περὶ αὐτὸν κολλῶδες.
5.133.1ὁ δὲ μελιτίτης κατὰ πάντα ἔοικε τῷ γαλακτίτῃ, διαφέρων ἐν τῷ γλυκύτατον ἀνιέναι τὸν χυλόν. ποιεῖ δὲ πρὸς ἃ καὶ ὁ γαλακτίτης.
5.134.1λίθος μόροχθος, ὃν ἔνιοι γαλαξίαν ἢ λευκογραφίδα ἐκάλεσαν, ἐν Αἰγύπτῳ γεννᾶται, ᾧ καὶ οἱ ὀθονιοποιοὶ πρὸς λεύκανσιν τῶν ὀθονίων χρῶνται, μαλακῷ καὶ εὐανέτῳ ὄντι. δοκεῖ δὲ παρεμπλάσσειν, ἁρμόζων ἐπὶ αἱμοπτυικῶν καὶ κοιλιακῶν καὶ κύστεως ἀλγημάτων σὺν ὕδατι πινόμενος, καὶ ῥοικαῖς ὁμοίως καὶ ἐν προσθέτῳ, εἴςτε τὰ μαλακὰ ὀφθαλμικὰ μείγνυται · πληροῖ γὰρ κοιλώματα καὶ ῥεύματα ἵστησι. σὺν δὲ κηρωτῇ ἀναλημφθεὶς τὰ τρυφερὰ τῶν ἑλκῶν ἀπουλοῖ.
5.135.1λίθος ἀλαβαστρίτης ὁ καλούμενος ὄνυξ ἀναλημφθεὶς κεκαυμένος ῥητίνῃ ἢ πίσσῃ διαφορεῖ σκληρίας, στομάχου δὲ ἀλγήματα μετὰ κηρωτῆς παρηγορεῖ · στέλλει δὲ καὶ οὖλα.
5.136.1λίθος ὁ καλούμενος θυίτης γεννᾶται μὲν ἐν τῇ Αἰθιοπίᾳ, ἔστι δὲ ὑπόχλωρος, ἰασπίζων, ἐν δὲ τῷ ἀνίεσθαι γαλακτώδης φαινόμενος, ἀναδάκνων σφοδρῶς. δύναμιν δὲ ἔχει ἀποκαθαρτικὴν τῶν ταῖς κόραις ἐπισκοτούντων.
5.137.1ὁ δὲ Ἰουδαικὸς λίθος γεννᾶται μὲν ἐν τῇ Ἰουδαίᾳ, τῷ σχήματι βαλανοειδής, λευκός, εὔρυθμος ἱκανῶς, ἔχων γραμμὰς παραλλήλους ὡς ἀπὸ τόρνου, ἀνιέμενος δέ ἐστιν ἄποιος ἐν τῇ γεύσει. δύναται δὲ ἐρεβινθιαῖον μέγεθος διεθὲν ὡς κολλούριον ἐπ’ἀκόνης σὺν ὕδατος θερμοῦ κυάθοις τρισὶ καὶ ποθὲν δυσουρίαις βοηθεῖν καὶ τοὺς ἐν κύστει λίθους θρύπτειν.
5.138.1λίθος ἀμίαντος γεννᾶται μὲν ἐν Κύπρῳ, στυπτηρίᾳ σχιστῇ ἐοικώς, ὃν ἐργαζόμενοι οἱ τῇδε ἄνθρωποι ὑφάσματα ποιοῦσιν ἐξ αὐτοῦ, ὄντος ἱμαντώδους, πρὸς θέαν. ἐμβληθεὶς δὲ εἰς πῦρ φλογοῦται μέν, λαμπρότερος δὲ ἐξέρχεται μὴ κατακαιόμενος.
5.139.1λίθος σάπφειρος δοκεῖ ὠφελεῖν σκορπιοπλήκτους πινόμενος · πίνεται δὲ καὶ πρὸς τὰς ἐντὸς ἑλκώσεις, καὶ τὰς ἐν ὀφθαλμοῖς δὲ ὑπεροχὰς καὶ σταφυλώματα καὶ φλυκταίνας στέλλει, καὶ τὰς ῥήξεις τῶν ὑμένων συνάγει.
5.140.1λίθος Μεμφίτης εὑρίσκεται ἐν Αἰγύπτῳ κατὰ Μέμφιν, ἔχων ψήφων μέγεθος, λιπαρὸς καὶ ποικίλος. οὗτος ἱστορεῖται καταχρισθεὶς λεῖος ἐπὶ τῶν μελλόντων τέμνεσθαι ἢ καίεσθαι τόπων ἀκίνδυνον ἀναισθησίαν ἐπιφέρειν.
5.141.1λίθος σεληνίτης, ὅν τινες ἀφροσέληνον ἐκάλεσαν διὰ τὸ εὑρίσκεσθαι αὐτὸν νυκτὸς ἐν τῇ τῆς σελήνης παραυξήσει, γεννᾶται ἐν Ἀραβίᾳ, λευκός, διαυγής, κοῦφος. τοῦτον ἀποξύοντες διδόασι πόμα ἐπιλημπτικοῖς, καὶ ἀντὶ φυλακτηρίου δὲ περιάμματι αὐτῷ αἱ γυναῖκες χρῶνται. δοκεῖ δὲ καὶ δένδρεσι προστεθεὶς καρπογόνος εἶναι.
5.142.1λίθος ἴασπις · ὁ μέν τίς ἐστι σμαραγδίζων, ὁ δὲ κρυσταλλοειδής, ἐοικὼς φλέγματι, ὁ δὲ ἀερίζων, ὁ δὲ καπνίας ὡσπερεὶ κεκαπνισμένος, ὁ δέ τις διαφύσεις ἔχων διαλεύκους καὶ ἀποστιλβούσας, ἄστριος καλούμενος, ὁ δέ τις τερεβινθίζων λέγεται, καλλαίνῳ χρώματι προσεοικώς. δοκοῦσι δὲ πάντες εἶναι φυλακτήρια περίαπτα καὶ ὠκυτόκια μηρῷ περιαπτόμενα.
5.143.1λίθος ὀφίτης · ὁ μέν τίς ἐστι στιβαρός, μέλας, ὁ δὲ σποδοειδὴς τὴν χρόαν καὶ κατεστιγμένος, ὁ δέ τις γραμμὰς ἔχων λευκάς. πάντες δὲ εὐχρηστοῦσι περιαπτόμενοι ἐπὶ ἐχεοδήκτων καὶ ἐπὶ κεφαλαλγούντων. ὁ δὲ τὰς γραμμὰς ἔχων ἰδίως ἱστορεῖται ληθάργῳ καὶ κεφαλαλγίαις βοηθεῖν.
5.144.1λίθοι οἱ ἐν τοῖς σπόγγοις εὑρισκόμενοι σὺν οἴνῳ ποθέντες τοὺς ἐν κύστει λίθους θρύπτουσιν.
5.145.1ἡ δὲ λιθοκόλλα, μεῖγμα οὖσα μαρμάρου ἢ λίθου Παρίου καὶ ταυροκόλλης, δύναται διὰ μηλωτίδος πεπυρωμένης τρίχας ἀνακολλᾶν τὰς ἐν ὀφθαλμοῖς.
5.146.1λίθος ὀστρακίτης ὅμοιός ἐστιν ὀστράκῳ, εὔσχιστος καὶ πλακώδης, ᾧ χρῶνται ἀντὶ κισήρεως πρὸς τριχῶν ἄρσιν αἱ γυναῖκες. ἴσχει δὲ καὶ καταμήνια πινόμενος σὺν οἴνῳ δραχμῆς μιᾶς πλῆθος, δυεῖν δὲ 𐅻 βάρος ἐὰν πίνῃ τις ἐπὶ ἡμέρας δʹ μετὰ τὴν ἄφεδρον, ἀσυλλημψίαν ποιεῖ. σὺν μέλιτι δὲ ἐπιτιθέμενος μαστοὺς φλεγμαίνοντας παρηγορεῖ καὶ νομὰς ἵστησιν.
5.147.1σμύρις λίθος ἐστίν, ᾗ τὰς ψήφους οἱ λιθογλύφοι σμήχουσι, χρησίμη εἰς σηπτὰς καὶ καυστικάς, καὶ πρὸς οὔλων πλαδώντων καὶ ὀδόντων σμῆξιν.
5.148.1ἄμμος ἡ παρὰ τοῖς αἰγιαλοῖς πυρωθεῖσα ὑπὸ τοῦ ἡλίου ἐξικμάζει τὰ ὑδερώδη σώματα περιχωννύμενα δίχα κεφαλῆς · φώγνυται δὲ καὶ εἰς τὰς ξηρὰς πυρίας ἀντὶ κέγχρου ἢ ἁλῶν.
5.149.1ἀκόνης Ναξίας τὸ ἀπότριμμα τοῦ πρὸς αὐτὴν ἀκονηθέντος σιδήρου ἐπιχρισθὲν ἀλωπεκίας τριχοῖ καὶ μαστοὺς παρθένων κωλύει αὔξεσθαι. ποθὲν δὲ μετ’ὄξους σπλῆνα τήκει καὶ ἐπιλημπτικοὺς ὠφελεῖ.
5.150.1λίθος γεώδης στύφει, ξηραίνει, ἀποκαθαίρει τὰ ἐπισκοτοῦντα ταῖς κόραις τῶν ὀφθαλμῶν. καταχρισθεὶς δὲ μεθ’ὕδατος μαστῶν καὶ ὄρχεων παύει φλεγμονάς.
5.151.1γῆ δὲ πᾶσα ἡ πίπτουσα εἰς ἰατρικὴν χρῆσιν τὴν μὲν ἀνωτάτω δύναμιν ἔχει ψύχουσαν καὶ παρεμπλάσσουσαν, κατ’εἶδος δὲ διαφέρει ἄλλη ἄλλης εἰς ἄλλα μετά τινος σκευασίας χρησιμευούσης.
5.152.1τῆς μὲν οὖν Ἐρετριάδος γῆς ἡ μέν τίς ἐστι λευκὴ ἐπιτεταμένως ἡ δὲ σποδοειδής · ἀρίστη δὲ ὑπάρχει ἡ τῇ χρόᾳ σποδίζουσα καὶ μαλακὴ ἄγαν, πρόςτε χαλκώματα ἑλκυσθεῖσα γραμμὴν ἰώδη ἀποφερομένη. πλύνεται δὲ ὡς ψιμύθιον, ἢ οὕτως · λεάνας αὐτῆς ὅσον ἂν θέλῃς κατ’ἰδίαντε καὶ σὺν ὕδατι ἔασον καταστῆναι. εἶτα τὸ μὲν ὑγρὸν ἀπήθησον, τὴν δὲ γῆν ἐν ἡλίῳ ξηράνας πάλιν τρῖβε ἐπὶ ἡμέραν, ἐπιδοὺς ὕδωρ, ἑσπέρας δὲ ἐάσας ὑποστῆναι, περὶ τὸν ὄρθρον ἀπήθησον καὶ λεάνας ἐν ἡλίῳ ἀνάπλασσε τροχίσκους, εἰ δυνατὸν εἴη.
5.152.2ἐὰν δὲ ὠπτημένης χρεία ὑπάρχῃ, λαβὼν ἐρεβινθιαῖα μεγέθη τῆς γῆς δὸς εἰς ἀγγεῖον κεραμεοῦν κατατετρημένον, πωμάσαςτε τὸ στόμα ἐπιμελῶς ἔνθες εἰς διαπύρους ἄνθρακας καὶ ῥίπιζε συνεχῶς · ὅταν δὲ σποδῷ αἰθαλώδει μᾶλλον ἐμφερὴς γένηται τὴν χρόαν, ἀνελόμενος ἀπόθου. δύναμιν δὲ ἔχει στυπτικὴν καὶ ψυκτικήν, κούφως μαλακτικήν, κοιλωμάτων πληρωτικήν, ἐναίμων κολλητικήν.
5.153.1τῆς δὲ Σαμίας γῆς τὴν ἄγαν λευκὴν προκριτέον καὶ ἐλαφρὰν καὶ ἐν τῷ θιγεῖν τῇ γλώσσῃ κρατουμένην ἐχεκόλλως, ἔτι δὲ εὔχυτον καὶ μαλακὴν καὶ εὐθρυβῆ, οἵα ἐστίν, ἥν τινες κολλούριον καλοῦσιν. ἔστι δὲ αὐτῆς δύο εἴδη · τότε προειρημένον καὶ ὁ καλούμενος ἀστήρ, πλακώδης ὢν καὶ πυκνὸς ὡς ἀκόνη.
5.153.2δύναμιν δὲ ἔχει καὶ καῦσιν καὶ πλύσιν ἐμφερῆ τῇ Ἐρετριάδι. ἵστησι καὶ αἵματος ἀναγωγήν, καὶ ῥοικαῖς δίδοται γυναιξὶ σὺν βαλαυστίῳ, καὶ ὄρχεων καὶ μαστῶν φλεγμονὰς καταχριομένη σὺν ὕδατι καὶ ῥοδίνῳ στέλλει καὶ ἱδρῶτας, καὶ θηριοδήκτοις καὶ θανασίμοις ἀρήγει πινομένη σὺν οἴνῳ.
5.154.1εὑρίσκεται δέ τις ἐν τῇ Σαμίᾳ γῇ λίθος, ᾧ οἱ χρυσοχόοι χρῶνται πρὸς τὸ λεαίνειν καὶ στιλβοῦν · διαφέρει δὲ ὁ λευκὸς καὶ στιβαρός. δύναμιν δὲ ἔχει στυπτικήν, ψυκτικήν, ὠφελῶν στομαχικοὺς ἐν ποτῷ ἀμβλεῖςτε τοῖς αἰσθητηρίοις · ποιεῖ καὶ πρὸς τὰ ἐν ὀφθαλμοῖς ῥεύματα καὶ ἕλκη σὺν γάλακτι. δοκεῖ δὲ καὶ ὠκυτόκιος εἶναι καὶ φυλακτήριος τῶν συνειληφυιῶν περιαπτόμενος.
5.155.1καὶ τῆς Χίας δὲ τὴν λευκὴν καὶ ὑπότεφρον παραλημπτέον καὶ τῇ Σαμίᾳ ἐμφερῆ. πλακώδης δέ ἐστι καὶ λεπτή, τοῖςτε σχήμασι τῆς ἀναπλάσεως διαφέρουσα. δύναμιν δὲ τὴν αὐτὴν ἔχει τῇ Σαμίᾳ. τετανὸν δὲ καὶ στίλβον, ἔτι δὲ εὔχρουν τὸ πρόσωπον καὶ ὅλον τὸ σῶμα ἀποτελεῖ, σμήχει δὲ ἀντὶ νίτρου ἐν βαλανείῳ.
5.155.2τὰ δὲ αὐτὰ καὶ ἡ Σελινουσία γῆ ποιεῖ. ἀρίστη δέ ἐστιν ἡ ἄγαν λευκὴ καὶ στίλβουσα, εὐθρυβήςτε καὶ ταχέως χυλουμένη, ἐπειδὰν ὑγρὸν λάβῃ.
5.156.1τῆς δὲ Κιμωλίας ἡ μέν ἐστι λευκὴ ἡ δὲ ἐμπόρφυρος καὶ λιπαρίαν τινὰ ἔμφυτον κεκτημένη, πρόςτε τὴν ἁφὴν κατάψυχρος, ἣν ἀρίστην ἡγητέον. ἑκάτεραι δὲ διαφοροῦσιν ὄξει διειμέναι παρωτίδας καὶ τὰ ἄλλα φύματα, πρόςτε τὰ πυρίκαυτα ποιοῦσιν ἐπιχριόμεναι παραχρῆμα, ὥστε ἀφλυκταίνωτα διατηρεῖν τὰ πεπονθότα μέρη.
5.156.2καταστέλλουσι δὲ καὶ διδύμων σκληρίας καὶ φλεγμονὰς τὰς περὶ ὅλον τὸ σῶμα, ἔτι δὲ ἐρυσιπέλασιν ἐνίστανται. καθόλου δὲ πολύχρηστοί εἰσιν αἱ γνήσιοι, ἐὰν μὴ νόθοι παραλαμβάνωνται.
5.157.1ἡ δὲ λεγομένη πνιγῖτις γῆ τῇ μὲν χρόᾳ ἔοικέ πως τῇ Ἐρετριάδι, ἔστι δὲ ἁδρόβωλος καὶ ψυκτικὴ πρὸς τὰς τῶν χειρῶν ἐπιβολάς, τῇ δὲ γλώσσῃ μάλιστα κολλᾶται ὡς ἐκκρέμασθαι. δύναμιν δὲ ἔχει τὴν αὐτὴν τῇ Κιμωλίᾳ, βραχὺ τῆς εὐτονίας ὑστεροῦσα. ταύτην ἀντὶ τῆς Ἐρετριάδος τινὲς πιπράσκουσιν.
5.158.1ὄστρακα δὲ τὰ ἐξ ἰπνῶν τὰ λίαν κάτοπτα ἐσχαρωτικά, ὅθεν ἐπιχριόμενα σὺν ὄξει κνησμοὺς καὶ ἐξανθήματα ἰᾶται καὶ ποδαγρικοὺς ὠφελεῖ, ἀναλημφθέντα δὲ κηρωτῇ χοιράδας διαφορεῖ. καὶ ἡ ἐκ τῶν καμίνων δὲ κάτοπτος γῆ πυρρὰ τὴν αὐτὴν ἔχει δύναμιν τοῖς ὀστράκοις.
5.159.1ἡ δὲ Μηλία τὴν μὲν χρόαν καὶ αὐτή ἐστιν ἐμφερὴς Ἐρετριάδι γῇ τῇ σποδοειδεῖ, ἔντραχυς δὲ καὶ παρατριβομένη τοῖς δακτύλοις ὡσεὶ ψιθυρισμόν τινα ἀποτελεῖ ὅμοιον ψωχομένῃ κισήρει · τῇ δὲ δυνάμει στυπτηριώδης ἐστίν, ἀνειμένως δὲ μᾶλλον, ὃ δὴ καὶ διὰ τῆς γεύσεως ἐμφαίνει · ἀναξηραίνει δὲ καὶ τὴν γλῶσσαν πραέως.
5.159.2δύναται δὲ καθαρὸν καὶ εὔχρουν ἀποτελεῖν τὸ σῶμα, λεπτύνειντε τὰς τρίχας, καὶ ἀλφοὺς καὶ λέπρας σμήχειν. χρησίμη δὲ καὶ ζωγράφοις εἰς πλείονα παραμονὴν χρωμάτων, καὶ χλωραῖς δυνάμεσι συνεργεῖ. καὶ ταύτης δὲ καὶ κοινῶς ἁπάσης γῆς τὴν ἄλιθον ἐκλεκτέον καὶ πρόσφατον, μαλακήντε καὶ εὐθρυβῆ καὶ εὔλυτον, ὅταν ὑγροῦ θίγῃ.
5.160.1τῆς δὲ ἀμπελίτιδος γῆς, ἥν τινες φαρμακῖτιν καλοῦσι, γεννωμένης δὲ ἐν Σελευκείᾳ τῇ κατὰ Συρίαν, τὴν μέλαιναν προκριτέον καὶ πευκίνοις ἄνθραξι μακροῖς ἐμφερῆ, ὑποσχιδακώδητε καὶ στίλβουσαν ποσῶς, ἔτι δὲ οὐ βραδέως τηκομένην, ὅταν λεανθείσῃ ἐπιχυθῇ ποσὸν ἔλαιον. τὴν δὲ λεπτὴν καὶ τεφρώδη καὶ ἄτηκτον φαύλην ἡγητέον.
5.160.2δύναμιν δὲ ἔχει διαλυτικὴν καὶ ψυκτικήν · παραλαμβάνεται δὲ καὶ πρὸς καλλιβλέφαρα καὶ βαφὰς τριχῶν καὶ τὰς τῶν ἀμπέλων χρίσεις πρὸς τὴν τῆς ἐκβλαστήσεως ὥραν, κτείνουσα τοὺς ἐπιγινομένους σκώληκας.
5.161.1ἀσβόλη, ᾗ οἱ ζωγράφοι χρῶνται, λαμβάνεται μὲν ἐκ τῶν ὑελουργείων · διαφέρει γὰρ αὕτη. δύναμιν δὲ ἔχει σηπτικήν, στυπτικήν. ἀπουλοῖ δὲ καὶ κατακαύματα σὺν ῥοδίνῃ κηρωτῇ.
5.162.1μέλαν, ᾧ γράφομεν, σκευάζεται ἐκ λιγνύος συναγομένης ἐκ δᾳδίων · μείγνυνται δὲ πρὸς οὐγγίαν αʹ τοῦ κόμμεως οὐγγίαι γʹ λιγνύος. σκευάζεται δὲ καὶ ἀπὸ τῆς ῥητίνης λιγνύος καὶ ἐκ τῆς προειρημένης ζωγραφικῆς ἀσβόλης · δεῖ δὲ τῆς μὲν ἀσβόλης μνᾶν μίαν λαμβάνειν, κόμμεως δὲ λίτραν μίαν ἡμίσειαν, ταυροκόλλης οὐγγίαν μίαν ἡμίσειαν, χαλκάνθου οὐγγίαν μίαν ἡμίσειαν.
5.162.2ἁρμόζει δὲ εἴςτε σηπτὰς καὶ πυρίκαυτα καταχριόμενον μεθ’ὕδατος παχὺ καὶ ἐώμενον ἄχρις ἀπουλώσεως · καταπίπτει γὰρ αὐτόματον ὑγιασθέντων τῶν ἑλκῶν. καὶ δὴ σχεδὸν ἐφ’ὅσον ἱκανὸν ἐδόξαμεν, φίλτατε Ἄρειε, ἅμα καὶ μήκους τῆς συντάξεως καὶ πλήθους ὕληςτε καὶ βοηθημάτων ταμιεύσασθαι, ἅλις ἔχει.