2.1καλὸς μὲν οὖν ἅμα ὄγκῳ καὶ ἀξιώματι λόγος καὶ ἔτι σαφὴς ὅπως γίνεται, ἐν τοῖς πρὸ τούτων εἰρήκαμεν. δεῖ δὲ τῷ τοιούτῳ λόγῳ πάντως καὶ γοργότητος, ἵνα μὴ ἀργὸν αὐτῷ καὶ σαφὲς μόνον τὸ μέγεθος ᾖ καὶ τὸ κάλλος, ἀλλὰ καὶ γοργόν · γοργότητι γὰρ ἐναντίον τὸ ἀνειμένον καὶ ὕπτιον. ἡ τοίνυν γοργότης θεωρεῖται μὲν καὶ ἐν λέξει καὶ ἐν μεθόδῳ καὶ ἐν τοῖς λοιποῖς πλὴν ἐννοίας, εἰ μή τις ἄρα τὰ ὀξέα τῶν νοημάτων γοργὰ λέγοι · περὶ δὲ ὀξύτητος ἐν τῷ περὶ ἀφελείαςτε καὶ δριμύτητος λέξομεν καὶ ἔτι ἐν τῷ περὶ δεινότητος. ἀλλ’ἥ γε λέξις, ὁποία ποτ’ἂν ᾖ, βραχέα συντελεῖ πρὸς γοργότητα. ἥτ’αὖ μέθοδος ἡ ποιοῦσα τὴν γοργότητα σχεδόν ἐστι μία ὡς ἐπὶ τὸ πλεῖστον, ἐπειδὴ διὰ τοῦ τμητικοῦ γίνεται τύπου · οὗτος δ’ἐν σχήμασίν ἐστι καὶ κώλοις, ἐν οἷς θεωρεῖται, ἔτι μέντοι καὶ συνθήκῃ καὶ ἀναπαύσει καὶ τοῖς ῥυθμοῖς. ἔννοια δὲ ὅπερ ἔφην οὐκ ἔστιν οὐδεμία, ἥτις καθ’ἑαυτὴν ποιεῖ τὸν λόγον γοργόν, πλὴν εἰ τὴν ὀξύτητάτε καὶ δριμύτητα ὡς ἔλεγον γοργότητος ἰδίαν θήσεταί τις · περὶ δὲ ταύτης ὅπερ ἔφην ἔντε τῷ περὶ ἀφελείας ἔντε τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. νυνὶ δὲ περὶ μεθόδου τῆς ποιούσης γοργὸν τὸν λόγον πρῶτον λέξομεν, σχεδὸν οὐ πόρρω τινὸς ὀξύτητόςτε καὶ δριμύτητος οὐ δὲ ταύτης οὔσης. μέθοδος τοίνυν ὅπερ ἔλεγον γοργότητος μία, τὸ ταῖς ἀπαντήσεσι ταχείαις χρῆσθαι καὶ βραχείαις ταῖςτε ἀντιθέσεσιν ὡσαύτως, οἷον “τί γὰρ καὶ βουλόμενοι μετεπέμπεσθε ἂν αὐτοὺς ἐν τούτῳ τῷ καιρῷ; ἐπὶ τὴν εἰρήνην; ἀλλ’ὑπῆρχεν ἅπασιν. ἀλλ’ἐπὶ τὸν πόλεμον; ἀλλ’αὐτοὶ περὶ εἰρήνης ἐβουλεύεσθε” καὶ πάλιν “ναί, φησίν · ἀλλὰ τὸ τοῦ Κεφάλου καλόν, τὸ μηδεμίαν γραφὴν φυγεῖν; καὶ νὴ Δία εὔδαιμόν γε. ἀλλὰ τί μᾶλλον ὁ πολλάκις μὲν φυγών καὶ τὰ ἑξῆς, καὶ πάλιν” κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε · ἀλλ’ὅμως δεῖ σῶς αὐτοὺς εἶναι · συμφέρει γὰρ τῇ πόλει “· ταῦτα γάρ πώς εἰσι καὶ ὀξέα. — περὶ δὲ συνδρομῆς εἴτε συγχωρήσεως καὶ ὅσα εἴδη αὐτῆς καὶ ὡς δεῖ παραλαμβάνειν ἕκαστον, ἐν τῷ περὶ δεινότητος ἡμῖν ἀκριβῶς λελέξεται. — ἡ δὲ ἀποστροφὴ οἷον” παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν “δοκεῖ μέν πως εἶναι μέθοδός τις, οὐ μὴν ἔμοιγε φαίνεται, ἀλλ’εἶναι μᾶλλον σχῆμα · εἴτε δὲ σχῆμα εἴτε μέθοδός τίς ἐστιν ἡ ἀποστοφή, τῶν ποιούντων ἐστὶ καὶ αὐτὸ γοργὸν τὸν λόγον, καὶ μάλιστα εἰ συνεχῶς γίνοιτο · ἡ γὰρ μετάβασις ἡ νῦν μὲν ἐπὶ τοὺς δικαστάς, νῦν δὲ ἐπὶ τὸν ἀντίδικον ἢ ὁντινοῦν κινεῖ πως καὶ γοργὸν ποιεῖ τὸν λόγον. ἀλλὰ μέθοδος μὲν αὕτη γοργότητος ἢ καὶ μέθοδοι. σχήματα δὲ τὰ μὲν ὁμολογουμένως ἐστὶ φύσει γοργὰ καὶ τμητικὰ καὶ αὐτῆς γε εἵνεκα τῆς γοργότητος παραλαμβάνεται, τὰ δὲ τὴν συμβαίνουσαν τῷ λόγῳ πολλάκις διά τινας ἀνάγκας ὑπτιότητα ἐξαιρεῖσθαι πέφυκε. καὶ πρῶτόν γε περὶ τούτων λέξομεν. ἐξαιρεῖται τοίνυν ὑπτιότητα λόγου σχῆμα τὸ καθ’ὑποστροφὴν καὶ ἔστι σφόδρα χρήσιμον τοῦτο ἐν ταῖς ἀφηγήσεσιν, οἷον” ἔστι τοίνυν οὗτος ὁ πρῶτος Ἀθηναίων αἰσθόμενος Φίλιππον “, εἶθ’ὑπέστρεψεν ἐξ ἐπεμβολῆς” ὡς τότε δημηγορῶν ἔφη “, εἶτα πάλιν ἦλθεν ἐπὶ τὴν ἀφήγησιν” ἐπιβουλεύοντα τοῖς Ἕλλησι “. τοιοῦτόν ἐστι καὶ τὸ” τοῦ γὰρ Φωκικοῦ συστάντος πολέμου “, εἶθ’ἡ ὑποστροφὴ” οὐ δι’ἐμέ · οὐ γὰρ ἔγωγ’ἐπολιτευόμην πω τότε “, εἶτα πάλιν ἡ ἀφήγησις” πρῶτον μὲν ὑμεῖς οὕτω διέκεισθε “, καὶ τὰ ἑξῆς δὲ τοιαῦτά ἐστι τοῦτο τὸ σχῆμα καὶ κατ’ἐπιπλοκὴν τινὲς ὠνόμασαν. ἔτι ἐξαιρεῖται τῶν ἀφηγήσεων τὴν ὑπτιότητα καὶ τὸ ἐπιτρέχον λεγόμενον σχῆμα, οἷον” ἐπειδὴ γὰρ οὐ καθεστηκότος χορηγοῦ “καὶ τὰ ἑξῆς. τα- ταὐτὸ δὲ τοῦτο καὶ περιβάλλει, αἱ δὲ ὑποστροφαί, ἂν μὴ ὦσι μακραί, ἧττον περιβάλλουσι, καὶ εἰρήκαμεν τοῦτο κα- κἀν τῷ περὶ περιβολῆς. — ἀλλὰ ταυτὶ μὲν ὥσπερ ἰάματά ἐστιν ὑπτιότητος καὶ δύναται τα- ταὐτόν, ὅπερ εὐκρίνεια ἐν σαφηνείᾳ · ἐκείνητε γὰρ τὰ συγκεχυμένα διευκρινεῖ πρὸς σαφήνειαν, ὡς ἐδείκνυμεν ἐν τῷ περὶ σαφηνείας, ταῦτάτε τὰ σχήματα τὸν ὑπτιάζοντα λόγον ὀρθοῖ καὶ γοργὸν ποιεῖ. κατὰ τὰ αὐτὰ δὲ τοῖς περὶ σαφηνείας ἔχει καὶ τὰ μέλλοντα ῥηθήσεσθαι · ὥσπερ γὰρ ἐκεῖ ἡ μὲν καθαρότης καθ’ἑαυτὴν ἐποίει τὸν σαφῆ λόγον, προσεδεῖτο δὲ τῆς εὐκρινείας, εἴ που συγχέοιτο ὁ λόγος, εἰς ἐπανόρθωσιν, οὕτω κα- κἀνταῦθα πάλιν ἔστι μὲν τὸ ποιοῦν τὴν γοργότητα μάλιστα εἶδος λόγου τὸ τμητικόν, εἰ δέ ποτ’ἐκπίπτοι κατ’ἀνάγκην τινὰ εἰς ὑπτιότητα, δεῖ τῶν προειρημένων σχημάτων, ἃ δὴ πέφυκεν ὀρθοῦν καὶ διεγείρειν τὸν λόγον ἀπὸ τῆς ὑπτιότητος. τμητικὸς. δὲ λόγος καὶ γοργὸς μάλιστα ἐν τοῖς σχήμασι καὶ τοῖς ῥυθμοῖς θεωρεῖται. εἰδέναι δὲ χρή, ὅτι ὁ λόγος ὁ τμητικὸς ποτὲ μὲν ἔστιν, οὐ μὴν δοκεῖ γε εἶναι τμητικός, ποτὲ δὲ δοκεῖ μὲν εἶναι τοιοῦτος, οὐ μὴν τέμνει γε ὡς ἀληθῶς τὰ πράγματα, ποτὲ δὲ ἀμφότερα, καὶ τέμνει καὶ δοκεῖ τέμνειν. κείσεται δὲ αὐτοῦ καὶ παραδείγματα καθ’ἕκαστον τούτων ὀλίγον ὕστερον, ἔνθα καὶ σαφέστερόν τι περὶ τούτων ἐροῦμεν. νῦν δὲ πρῶτον περὶ τῶν σχημάτων λέξομεν, ἃ τμητικὰ ὄντα κατ’ἀνάγκην ἐστὶ καὶ γοργά. σχήματα μὲν οὖν τοῦ εἴδους τάδε. τὸ ἀσύνδετον κομματικόν, οἷον” προσῆλθε τῇ βουλῇ, προβούλευμα ἐγράφη “. τὸ κατ’ὄνομα κομματικόν, οἷον” Ἀμφίπολιν, Πύδναν, Ποτίδαιαν, Μεθώνην, Παγασάς “, καὶ αἱ πυκναὶ καὶ δι’ἐλαχίστου ἐξαλλαγαί, οἷον” τὸ πρῶτον Ἀμφίπολιν λαβών, μετὰ ταῦτα Πύδναν, πάλιν Ποτίδαιαν, Μεθώνην αὖθις, εἶτα Θετταλίας ἐπέβη “καὶ τὰ ἑξῆς, οἵτε δι’ἐλαχίστου μερισμοὶ τὴν ἀνταπόδοσιν ἔχοντες, οἷον” ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ἀγγέλλων τις ὡς τούς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται “. τὸ κατ’ἐπαναφορὰν κομματικόν, οἷον” ἐπὶ τοὺς νόμους καλεῖς, ἐπὶ σαυτὸν καλεῖς “. τὸ κατ’ἀντιστροφὴν κομματικὸν” ταξιάρχους παρ’ὑμῶν, ἄρχοντας παρ’ὑμῶν “. αἱ ταχεῖαι καὶ δι’ἐλαχίστου συμπλοκαί, οἷον” καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε, ἐφ’ἃ παρελήλυθα “, καὶ ὁ Θουκυδίδης” καὶ οἱ πατέρες ὑμῶν, ὦ Λακεδαιμόνιοι, καὶ ὑμῶν οἱ πρεσβύτεροι “. εἰ δὲ πολλαὶ γένοιντο αἱ συμπλοκαὶ μὴ καθ’ἑκάστην πληρουμένηςτε καὶ ἱσταμένης τῆς διανοίας, ἀλλ’εἰς μίαν ὡς περίοδόν τινα πασῶν ἐμπεριλαμβανομένων, τοῦ μὲν τμητικοῦ οὐδὲν ἧττον ἔμφασις ἔσται, τοῦ δ’αὖ γοργοῦ καὶ αὐτοῦ μὲν ἔμφασίς τις, μετρία δέ πως, περιβολὴ δὲ μᾶλλον γενήσεται ἢ γοργότης, οἷον” ἀλλ’ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικὴν καὶ καταλαμβάνων Ὠρεόν “καὶ τὰ ἑξῆς μέχρι τοῦ” πότερον ἠδίκει καὶ παρεσπόνδει καὶ ἔλυε τὴν εἰρήνην ἢ οὔ “; ἀλλ’ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον. σχήματα μὲν γοργότητος ταῦτα, καὶ νὴ Δία τοῦτε φαινομένου μὲν τμητικοῦ, μὴ ὄντος δὲ τοιούτου λόγου καὶ τοῦ ἀμφότερα φαινομένουτε καὶ τέμνοντός γε ὡς ἀληθῶς ἐν βραχέσι τὰ πράγματα. τοῦ μέντοι τέμνοντος μέν, μὴ μέντοι γε δοκοῦντος τέμνειν οὐ ταῦτα, ἀλλ’οἵτε πλαγιασμοὶ καὶ τὰ κατὰ συστροφὴν καὶ ὅσα τοιαῦτα · πολλὰ γὰρ δι’ἐλαχίστων ἐν ἐκείνοις λέγεται τοῖς σχήμασιν οὐ παραδηλούντων ἡμῶν, ὅτι τέμνομεν τὰ πράγματα. παραδείγματα δὲ αὐτῶν θήσομεν ἑκάστου, ἵνα καὶ σαφὴς ὁ λόγος ᾖ. — τοῦ μὲν οὖν τέμνοντος τὰ πράγματα λόγου, οὐ μὴν δοκοῦντος τέμνειν παράδειγμα τὸ” πολλῶν, ὦ Ἀθηναῖοι, λόγων γινομένων ὀλίγου δεῖν καθ’ἑκάστην ἐκκλησίαν “καὶ τὰ ἑξῆς · τοῦτο μὲν οὖν ἐκ πλαγιασμοῦ τοιοῦτον ἐγένετο. τοῦ δ’αὖ κατὰ συστροφὴν σχήματος ἐν τούτῳ τῷ εἴδει παράδειγμα τόδε” ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφεῖναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδιδοὺς τῷ δίκαια νομίζειν ταῦτα εἶναι πεποιηκέναι σκήψαιτο “; πολλὰ γὰρ δι’ὀλίγων ἐν ἀμφοτέροις εἴρηται, οὐ μὴν ἐμφαίνεταί γε τὸ τέμνεσθαι. παραδείγματα δὲ τοιαῦτα μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — τοῦ δ’αὖ δοκοῦντος μὲν τέμνειν τὰ πράγματα, οὐ μὴν τέμνοντός γε ὡς ἀληθῶς, ἀλλὰ το- τοὐναντίον καὶ περιβάλλοντος λόγου παράδειγμα τὸ” ἀλλ’ὁ τὴν Εὔβοιαν ἐκεῖνος σφετεριζόμενος καὶ κατασκευάζων ἐπιτείχισμα ἐπὶ τὴν Ἀττικήν “καὶ τὰ ἑξῆς μέχρι τοῦ” πότερον ταῦτα ποιῶν “. ἐνταῦθα γὰρ δοκεῖ μὲν πολλὰ λέγειν καὶ νὴ Δία ταχέως ἀφ’ἑκάστου αὐτῶν ἀπαλλάττεσθαι, διὸ καὶ γοργότητα ἔχει τινὰ ὁ λόγος καὶ τομὴν ἐμφαίνει, οὐ μὴν πολλά γε ὡς ἀληθῶς λέγει πράγματα οὐ δὲ ταχέως ἀφ’ἑκάστου αὐτῶν ἀπαλλάττεται, ἀλλὰ το- τοὐναντίον καὶ ἐπιμένει περιβάλλων · γένη γὰρ εἴδεσι καὶ ὅλα μέρεσι καὶ ἀόριστα ὡρισμένοις καὶ ἕτερα ἄττα περιβλητικὰ προσλαμβάνων περὶ ἑκάστου ὡς ἰδίαν ἔχοντος ὑπόστασιν ἐμφαίνει, παραδηλῶν ταῖς συμπλοκαῖς καὶ μεταβάσεις ποιούμενος ἀπὸ πραγμάτων ἐπὶ ἕτερα πράγματα. διὸ πολλὰ ἔδοξεν εἶναι δύο ὄντα σχεδὸν τὰ πάντα · ἔστι γὰρ ἣτε Εὔβοια καὶ τὸ Βυζάντιον, εἰ δὲ βούλει, ἔστω καὶ πλείονα, οὐ μὴν τοσαῦτά γέ ἐστιν, ὅσα ἐμφαίνεται εἶναι διὰ τὰς συμπλοκάς. παραδείγματα δὲ καὶ τούτου τοῦ μὴ τέμνοντος μὲν τὰ πράγματα λόγου, δοκοῦντος δὲ λέγεσθαι τμητικῶς μυρία ἐστὶ παρὰ τῷ ῥήτορι. — τοῦ δ’αὖ καὶ ὄντος τμητικοῦ λόγου καὶ δοκοῦντος εἶναι παράδειγμα τὸ” καὶ σπουδαῖα νομίζων, ὦ Ἀθηναῖοι, καὶ ἀναγκαῖα τῇ πόλει, περὶ ὧν βουλεύεσθε · σπάνιον δὲ τὸ τοιοῦτον παρά γε τῷ Δημοσθένει. — τὰς μέντοι αἰτίας, δι’ἃς νῦν μὲν οὕτως, νῦν δὲ ἐκείνως χρῆται τῷ λόγῳ τῷ τμητικῷ, καὶ ὡς δεῖ καὶ ἡμᾶς αὐτῷ χρῆσθαι, ἐν τῷ περὶ δεινότητος μεθόδου ἐροῦμεν · ἐκείνης γὰρ ἴδιον τὸ εἰδέναι, καὶ τούτοις καὶ τοῖς ἄλλοις ἅπασιν εἴδεσι πότε καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς προσήκει χρῆσθαι. ἀλλ’ἐπὶ τὸν περὶ γοργότητος λόγον πάλιν ἐπανιτέον. μέθοδον μὲν γὰρ καὶ σχήματα, δι’ὧν γοργὸς ὁ λόγος γίνεται, εἰρήκαμεν · ἀπὸ δὲ τῶν σχημάτων δῆλά πως καὶ τὰ ἑξῆς. λέξις μὲν γὰρ ὅπερ ἔφην βραχέα, ἥτις ἂν εἴη, τοιάδε ἢ τοιάδε, συντελεῖ πρὸς γοργότητα, οὐ μὴν ἀλλ’αἱ βραχεῖαί γε ἐπιτηδειότεραι. κῶλα μὴν τοῦ λόγου τοῦ γοργοῦ πάντως εἶναι βραχέα δεῖ. συνθήκη δὲ γοργότητος ἡ ὀλιγάκις ἢ μη δ’ὅλως ἔχουσα σύγκρουσιν φωνηέντων · οὐ γὰρ δὴ κεχηνέναι δεῖ τόν γε ὡς ἀληθῶς γοργὸν λόγον, πλὴν εἰ τραχύνεσθαι δέοι. πλεονάζειν μέντοι πάντως ἐνταῦθα τοὺς τροχαίους καὶ τὰς τροχαϊκὰς συζυγίας προσήκει · καὶ τούτου τεκμήρια ἐναργῆ πολλὰ καὶ τῆς τραγῳδίας, ἔνθα ἐπείγεσθαι ὁ λέγων δοκεῖ, τροχαϊκῶς συντεθέντα καὶ παρὰ τῷ Μενάνδρῳ. ὁ δὲ Ἀρχίλοχος αὐτὸ καὶ σαφέστερον ἐποίησε καὶ γοργότερον · οἱ γὰρ τετράμετροι αὐτῷ διὰ τοῦτ’οἶμαι καὶ γοργότεροι καὶ λογοειδέστεροι τῶν ἄλλων εἶναι δοκοῦσι, διότι τροχαϊκῶς σύγκεινται · τρέχει γὰρ ὡς ὄντως ἐν τούτοις ὁ ῥυθμός. εἰ δὲ μὴ ἀκριβεῖς οἱ τροχαῖοι παρὰ τῷ ῥήτορι ἐν ταῖς γοργότησιν εὑρίσκονται, πολλάκις διεμαρτυράμην, ὅτι ἓν οὐδὲν μονοειδὲς ἔστιν εὑρεῖν παρ’αὐτῷ, ἀλλὰ ποικίλλει νῦν μὲν ἐννοίαις σεμναῖς γοργὸν ἤ τινα ἄλλον ἐπιτιθεὶς ῥυθμὸν ἢ μέθοδον ἢ τι τῶν ἄλλων, νῦν δὲ τὸ ἀνάπαλιν. καίτοι τὸ “ἑσπέρα μὲν γὰρ ἦν, ἧκε δ’ἀγγέλλων τις ὡς τοὺς πρυτάνεις, ὡς Ἐλάτεια κατείληπται τάχ’ἂν ἔχοι τι πλέον εἰς γοργότητα καὶ διὰ τὴν ἐπιβολὴν τοῦ ῥυθμοῦ τροχαϊκὴν οὖσαν εὐθὺς ἐξ ἀρχῆς. ἀνάπαυσις δὲ γοργὴ ἡ εἰς τροχαῖον φύσει καταλήγουσα καὶ μὴ βεβηκυῖα · οὐ γὰρ δύναται ὁ ῥυθμὸς γοργὸς εἶναι βεβηκώς. περὶ δὲ βεβηκότων ῥυθμῶν καὶ τῶν οἱονεὶ κρεμαμένων καὶ ἀνηρτημένων ἐν τῷ περὶ κάλλους ἀκριβέστερον εἴρηται. 2.2σαφὴς μὲν δὴ καὶ ἀξιωματικὸς καὶ ἔτι αὖ καλόςτε καὶ γοργὸς ὅπως γίνεται λόγος, ἐν τοῖς πρὸ τούτων ἡμῖν δεδήλωται · ἕποιτο δ’ἂν ἐκείνοις ὁ περὶ ἤθους ἀναγκαίως. χρησιμώτατον γὰρ εἴπερ ἄλλο τι καὶ τοῦτο δὴ τὸ ἠθικὸν εἶδος τοῦ λόγου εἰδέναιτε ὅπως γίνεται καὶ ποιεῖν δυνάμενον τοτὲ μὲν ὅλῳ τῷ λόγῳ ἀποδιδόναι τὸ τοιόνδε ἦθος, εἰ τοῦτο δέοι, τοτὲ δ’αὖ καταμιγνύναι τοῖς προειρημένοις εἴδεσιν ἅπασιν, οἷον σφοδρότητι ἤ σεμνότητι ἢ κάλλει καὶ τοῖς λοιποῖς. λέγω γὰρ ἦθος νῦν οὐχ ἁπλῶς τοῦτο μόνον τὸ δι’ὅλου τοῦ λόγου ἀναγκαίως ἔχον ἐμφαίνεσθαι καθαπερεὶ σώματος χρῶμα, ἀλλὰ καὶ τὸ ἐγκαταμίγνυσθαι πεφυκὸς πανταχοῦ, καὶ ἐν σφοδρότητι καὶ ἐν τραχύτητι καὶ ἐν τοῖς ἄλλοις ἅπασιν. ἐκεῖνο μὲν γὰρ γένοιτ’ἄν, εἰ τοῖς ὑποκειμένοις προσώποις οἰκείους καὶ πρέποντας τοὺς λόγους περιάπτοι τις, οἷον στρατηγοῖς ἢ ῥήτορσιν, ἢ τοῖς ἰδίως ὀνομασθεῖσιν ἠθικοῖς, οἷον λίχνοις ἢ δειλοῖς ἢ φιλαργύροις ἢ τοῖς τοιούτοις · καὶ μαθησόμεθά γε τοῦτο, οἷά τινα εἴδη τίσιν ἁρμόττει προσώποις, ἐν τῷ περὶ δεινότητος · τοῦτο δέ, περὶ οὗ νυνὶ λέγομεν, αὐτότε καὶ τὰ εἴδη αὐτοῦ, δύναται μὲν καὶ δι’ὅλου ποτὲ λόγου παραλαμβάνεσθαι ὥσπερ καὶ ταῦτα, οἷον σεμνότης, τραχύτης καὶ τὰ λοιπά, δύναται δὲ καὶ κατὰ τὰ αὐτὰ καθάπερ κα- κἀκεῖναι καὶ μερικῶς που γίνεσθαι χρήσιμα, ὥσπερ ἔστι πολλάκις εὑρεῖν παρὰ τῷ ῥήτορι. σαφὲς δὲ ὃ λέγω μᾶλλον γενήσεται ἐπισκεψαμένοις τὸν λόγον τὸν περὶ αὐτοῦ. ἦθος τοίνυν ἐν λόγῳ ποιεῖ ἐπιείκεια καὶ ἀφέλεια, καὶ πρὸς τούτοις τὸ κατ’αὐτὸν ἐμφαινόμενον ἀληθὲς καὶ ἐνδιάθετον. ἡ δὲ βαρύτης ὑπόκειται μὲν ὑπὸ τὸν ἠθικὸν λόγον, οὐ μὴν συμπληροῖ γε αὐτόν, ὥσπερ ἥτε ἀφέλεια καὶ ἡ ἐπιείκεια, τότε ἀληθὲς καὶ τὸ ἐνδιάθετον, οὐ δέ γε καθ’ἑαυτὴν δύναται θεωρεῖσθαι, ὥσπερ ἐκείνων τῶν ἰδεῶν ἑκάστη, ἀλλὰ δεῖ αὐτῇ ἀφελείας ἢ ἐπιεικείας ἤ τινος τῶν ἄλλων ἠθικῶν τι πάντως προσεῖναι. σαφέστερον δὲ καὶ τοῦτο περὶ ἑκάστης αὐτῶν λέγοντες ἐνδειξόμεθα. καὶ πρῶτόν γε περὶ ἀφελείας. 2.3ἔννοιαι τοίνυν εἰσὶν ἀφελείας ἁπλῶς μὲν εἰπεῖν αἱ καθαραί · αἱ γὰρ ἁπάντων ἀνθρώπων κοιναὶ καὶ εἰς πάντας ἀνελθοῦσαι ἢ δόξασαι ἀνελθεῖν καὶ μηδὲν ἔχουσαι βαθὺ μη δὲ περινενοημένον δῆλον ὡς ἀφελεῖς ἂν εἴησαν ἡμῖν καὶ καθαραί, οἷον” ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε “· καὶ τοῦτό γε ὁμολογούμενον, ὡς αἵτε καθαραὶ ἔννοιαι πάντως ἂν εἶεν καὶ ἀφελεῖς αἵτε αὖ ἀφελεῖς καὶ καθαραί. ἰδίως δ’ἂν λέγοιντο ἀφελεῖς αἱ τῶν ἀπλάστων ἠθῶν καὶ ὑπό τι νηπίων, ἵνα μὴ ἀβελτέρων λέγῃ τις, οἷον τὸ περὶ πραγμάτων διεξιέναι τινῶν καὶ λέγειν αὐτὰ μηδεμιᾶς ἀνάγκης οὔσης μη δὲ ἐπερωτῶντός τινος, ὡς τὰ πολλὰ ἔχει τῶν Ἀνακρέοντος καὶ πάλιν τὰ Θεοκρίτου ἐν τοῖς βουκολικοῖς καὶ ἄλλων οὐκ ὀλίγων, οἷον” κωμάσδω ποτὶ τὰν Ἀμαρυλλίδα, ταὶ δέ μοι αἶγες βόσκονται κατ’ὄρος “καὶ τὰ ἑξῆς. ἐπεὶ δ’ἐν τῷ περὶ καθαρότητος ἡμῖν τὰ παραδείγματα ἦν πολιτικώτερα καὶ ἀγωνιστικώτερα, ὥσπερ ἴσως καὶ τὸ προειρημένον τὸ” ἐμὲ μὲν φαῦλον ἡγεῖσθε, τουτονὶ δὲ ἄφετε “, τῶν δὲ ὡς ἐν τῇ ἄλλῃ λογογραφίᾳ καθαρῶντε καὶ ἀφελῶν ἐννοιῶν οὐκ ἐπεμνήσθημεν, ἀνάγκη τι πλέον εἰπεῖν ἐνταῦθα περὶ αὐτῶν · χωρίζομεν γὰρ οὐδαμῇ ὡς ἑτέρας τὰς καθαρὰς οὔσας ἐννοίας παρὰ τὰς ἀφελεῖς οὐ δ’αὖ τὰς ἀφελεῖς παρὰ τὰς καθαράς. λέγω δέ, ὅτι τῶν καθαρῶν τούτων καὶ ἀφελῶν ἐννοιῶν αἳ μὲν μᾶλλον ἁρμόττουσι τῷ πολιτικῷ λόγῳ, αἳ δὲ ἧττον, αἳ δὲ οὐ δ’ὅλως, ἃς καὶ μᾶλλον εἴποι τις ἂν ἰδίας εἶναι τῆς ἀφελείας, ὡς προείρηται, καίπερ οὐδὲν ἧττον οὔσας καθαράς, λέγω δὲ ταύτας, αἳ καὶ παίδων γένοιντο ἂν νηπίων, ὡς ἔλεγον, καὶ ἀνδρῶν ἐγγὺς ἡκόντων φρενῶν γε ἕνεκα τοῦ νηπίου καὶ γυναίων ὡσαύτως καὶ γεωργῶν ἀγροίκων καὶ ὅλως ἀληθὲς εἰπεῖν ἀφελῶν καὶ ἀκάκων ἀνθρώπων, οἷον” ὡς καλός μοι ὁ πάππος, ὦ μῆτερ “καὶ πάλιν” αὐτοίτε πονηροί “, φησὶ λέγων τοὺς Ἀσσυρίους ὁ Κῦρος,” καὶ ἐπὶ πονηρῶν ἵππων ὀχοῦνται “· ὁρᾷς, ὅσον τὸ ἀφελὲς τῆς γνώμης; καὶ μὴν καὶ τὸ” ἁδύ τι τὸ ψιθύρισμα καὶ ἁ πίτυς, αἰπόλε, τήνα “καὶ τὰ πολλὰ τῶν βουκολικῶν, ἵνα μὴ τὰ πάντα λέγω, τοιαῦτά ἐστι. καὶ παρὰ τῷ Ἀνακρέοντι δὲ ὡσαύτως · παράτε αὖ τῷ Μενάνδρῳ μυρία ἂν εὕροις τοιαῦτα καὶ γυναῖκας λεγούσας καὶ νεανίσκους ἐρῶντας καὶ μαγείρους καί τινας ἄλλους. ὅλωςτε διὰ τὸ ὑποπίπτειν τῷ ἠθικῷ λόγῳ πάντα τὰ τῶν τοιούτων προσώπων ἤθη, οἷον λίχνων, γεωργῶν, τῶν ὁμοίων, ταῦτα δὴ πάντα ἢ τά γε πλεῖστα αὐτῶν ὑποκεῖσθαι τῇ ἀφελείᾳ δεῖ, ἃ καὶ ἰδίως ἠθικὰ καλεῖται. δεῖ δὲ τοῦτο ἐπεσκέφθαι, ὅτι αἱ οὕτως λεγόμεναι καθαραὶ ἔννοιαι οὖσαι ἀφελεῖς, εἰ μέν τις ἦθός τι ὑποκρίνοιτο τῶν λεγομένων ἰδίως ἠθικῶν προσώπων, ἀναγκαῖαι παραλαμβάνεσθαι καὶ χρήσιμοι, αἱ ἄλλως δὲ οὐκ ἐπιτήδειοι τῷ λόγῳ τῷ πολιτικῷ. — ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ πλησιάζειν πως δοκοῦσαι τῷ εὐτελεῖ · γίνονται δὲ αὗται, ὅταν περὶ εὐτελῶν καὶ τῶν τυχόντων πραγμάτων λέγῃ τις, ὡς ἐν τῷ Κατὰ Στεφάνου ψευδομαρτυριῶν” ἣ τὰ καταχύσματα φησὶ “κατέχεε” καὶ πάλιν ἑτέρωθι “τὴν ῥοδωνιὰν ἐκτίλλειν” καὶ ἐν τῇ Πρὸς Εὐβουλίδην ἐφέσει τὸ λέγειν, ὅτι ταινίας ἐπίπρασκεν ἐν τῇ ἀγορᾷ ἡ μήτηρ. ὅλωςτε πολλὰ τοιαῦτα ἔστιν ἐν ἰδιωτικοῖς, παρὰ δὲ τῷ Λυσίᾳ καὶ μᾶλλον · ἐν δὲ τοῖς δημοσίοις σπάνιά γε τὰ τοιαῦτα καὶ μετά τινος παραμυθίας εἰσάγεται, ὥσπερ τὸ “ἄνευ τοῦ προσωπείου κωμάζει” προσλαβὸν τὸ ἐνδιάθετον οἷον “τοῦ καταράτου Κυρηβίωνος” καὶ τὸ “ὃς ἐν ταῖς πομπαῖς” ἤρθη πως ἀπὸ τοῦ ἄγαν εὐτελοῦς. καὶ τοῦτο δὲ τὸ “ἀλλ’ὡς ἡ μήτηρ σου τοῖς μεθημερινοῖς γάμοις ἐν τῷ κλισίῳ τῷ πρὸς τῷ Καλαμίτῃ ἥρῳ χρωμένη τὸν καλὸν ἀνδριάντα καὶ τριταγωνιστὴν ἄκρον ἐξέθρεψέ σε; καὶ τοῦτο ἔστι μὲν τοῦ αὐτοῦ τύπου, εἰ καὶ σφοδρῶς εἰσήχθη — εὐτελὲς γὰρ τὸ πρᾶγμα —, ἀλλὰ καὶ τῷ” τοῖς μεθημερινοῖς “εἰπεῖν” γάμοις καὶ αὐτῇ τῇ σφοδρότητι καὶ τῇ εἰρωνείᾳ καὶ πᾶσι τοῖς λοιποῖς παραμυθίαν ἔλαβε. καὶ μὴν καὶ τὸ “τοὺς ὄφεις τοὺς παρείας θλίβων” καὶ τὰ ἑξῆς μέχρι τοῦ “ὑπὸ τῶν γρᾳδίων οὕτω προσαγορευόμενος” τοιοῦτόν ἐστι, παραμεμύθηται δὲ τῷ καὶ αὐτὸν ὥσπερ καταγινώσκοντα τῶν εἰρημένων εἰπεῖν, ὅτι ὑπὸ τῶν γρᾳδίων οὕτω προσηγορεύετο. ἐκεῖνα μέντοι διὰ τὸ ἄγαν εὐτελὲς καὶ ὠβέλισάν τινες καὶ ὑπεξείλοντο, ἴσως ὀρθῶς ποιοῦντες, λέγω τὸ “κυάμους ἑφθοὺς βοῶσα καὶ κατὰ πᾶν τὸ θέρος ἐπλανᾶτο” καὶ τὰ ἑξῆς · ταῦτα γὰρ καὶ τὰ τοιαῦτα ἐν μὲν ἰδιωτικοῖς λόγοις ἴσως ἂν ἁρμόσειεν, ἐν δημοσίῳ δὲ καὶ τηλικοῦτον ἔχοντι ἀξίωμα λόγῳ ἢ προσώπῳ ἢ πράγματι πῶς ἂν ἁρμόττοι; τοιοῦτόν ἐστι καὶ τὸ ἐν τῷ Κατὰ Νεαίρας ὠβελισμένον ὑπό τινων τὸ “ἀπὸ τριῶν τρυπημάτων τὴν ἐργασίαν πεποιῆσθαι” λέγειν · λίαν γὰρ εὐτελές ἐστι, καὶ εἰ σφοδρὸν εἶναι δοκεῖ. — ἔτι ἀφελεῖς ἔννοιαι καὶ αἱ ἐν τοῖς ἐπιχειρήμασιν ἀπὸ τῶν ἀλόγων ζῴων λαμβανόμεναι, οἷον “ὁ βοῦς κέρατι παίει, ὁ ἵππος ὁπλῇ, ὁ κύων στόματι, ὁ κάπρος ὀδόντι”. καὶ εἰ ἀπὸ τῶν φυτῶν δέ τις ἐπιχειροίη, παραπλησίως τα- ταὐτὸν ποιήσει · ταῦτα δὲ καὶ πλέον ἔχει τι κατ’ἔννοιαν τοῦ ἀφελοῦς, ἐγγὺς γάρ ἐστι γλυκύτητος, διὸ καὶ πλεονάζει παρὰ τοῖς ποιηταῖς. εἰ δ’ἔχει παρ’ἐκείνοις ταῦτα καὶ μέγεθος, οὐ δεῖ θαυμάζειν · μάλιστα μὲν γὰρ οὐ κατὰ πλῆθος ὥσπερ ἐνταῦθα τοῖς τοιούτοις χρῶνται παραδείγμασιν, ἓν δέ τι ἀπολαβόντες λέγουσι, τοῦτο δὲ οὐκέτι ἐᾷ γενέσθαι πάντῃ τὸν λόγον ἀφελῆ · ἔπειτα δὲ καὶ φύσει μέλει τοῖς ποιηταῖς ἀμφοτέρων, τοῦτε ἡδέος καὶ τοῦ μεγέθους, διὸ ἢ λέξεσιν ἢ σχήμασιν αὐτὸ ἐξαίρουσι καίπερ ἴσως ὂν κατ’ἰδίαν φύσιν ἀφελὲς καὶ ἡδύ. — καὶ περὶ μὲν γλυκύτητος αὐτίκα λέξομεν · τὸ δὲ προειρημένον παράδειγμα καὶ μᾶλλον ἐγένετο ἀφελὲς διὰ τὸ πλεονάσαι τοῖς κατὰ μέρος, ὡς καὶ μικρῷ πρότερον ἐλέγομεν. μέθοδος δέ τις αὕτη ἀφελείας ἀλλ’οὐκ ἔννοια, τὸ πλεονάζειν τοῖς κατὰ μέρος ἐπεξιόντας · ἐπεὶ καὶ τὸ “εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς ἄλλο τι μισθοῦ πράττοντας” εἰ ἀφέλοι τις τὸ ἀόριστον, ἐπιμείναι δὲ τοῖς κατὰ μέρος, ἀφελῆ ποιήσει τὸν λόγον, οἷον εἰ οὕτω λέγοι “εἰ μὴ καὶ τοὺς θεριστὰς καὶ τοὺς σκαπανέας καὶ τοὺς ἀμαλλοδέτας καὶ τοὺς ποιμένας καὶ τοὺς νομέας” · εἰ γὰρ οὕτως ἐπιμείναι τις τοῖς κατὰ μέρος, πάνυ ἂν ἐργάσαιτο ἀφελῆ τὸν λόγον. — ἔτι ἀφελέςτε καὶ ἠθικὸν κατ’ἔννοιαν καὶ τὸ δι’ὅρκων πιστοῦσθαι ὁτιοῦν ἀλλὰ μὴ διὰ τῶν πραγμάτων, οἷον “καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον” καὶ τὰ ἑξῆς, καὶ πάλιν “πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις” · καὶ μυρία τοιαῦτα ἔχεις παρὰ τα- τἀνδρί, πάντα δὲ ταῦτα ἠθικὰ καὶ ἀφελῆ τὰ τῶν ὅρκων. καὶ εἰ τοὺς ἀκούοντας δὲ ὁρκίζοι ἢ τὸν ἀντίδικον, ὡσαύτως · οὐ γὰρ ἀγωνιστικὰ ταῦτά γε, οἷον “πρὸς Διὸς καὶ θεῶν, μὴ ἀποδέξησθε” καὶ ὅσα τοιαῦτα, ἀλλὰ ἠθικὰ τῇ πίστει καὶ πιθανά. εἰ μέντοι μεθοδεύοι τινὰ πίστιν ἀγωνιστικὴν ἢ καὶ ὁτιοῦν ἕτερον ὥστε μεταπεσεῖν εἰς ὅρκου σχῆμα, τὸ τοιοῦτον ἄλλο τι λέγω καὶ οὐκ ἀφελὲς οὐ δὲ ἠθικόν · οὐ δὲ γὰρ ὅρκος ἔτι ἐκεῖνό γε ἂν εἴη, ἀλλὰ μεθωδεύθη μέν πως ἄλλο τι ὂν ὥστε εἰς τοῦτο ἀφικέσθαι, φυλάττον δὲ τὴν οἰκείαν δύναμιν προσλαμβάνει τι καὶ ἕτερον διὰ τῆς μεθόδου, οἷον “οὔ, μὰ τοὺς ἐν Μαραθῶνι προκινδυνεύσαντας τῶν προγόνων” καὶ τὰ ἑξῆς · τοῦτο γὰρ ἔνδοξον ὂν παράδειγμα καὶ πίστις τοῦ, ὅτι σύνηθες τῇ πόλει ὑπὲρ τῆς τῶν Ἑλλήνων ἐλευθερίας ἀγωνίζεσθαι καὶ κινδυνεύειν, μεθοδευθὲν οὕτως ὥστε μεταπεσεῖν εἰς ὅρκον πεποίηκε λαμπρότητα καὶ μέγεθος ἀλλ’οὐκ ἀφέλειαν οὐ δὲ ἦθος. ταῦτα μὲν οὖν ταύτῃ · ἐπανιτέον δὲ ἐπὶ τὸ ἐξ ἀρχῆς. ἔννοιαι μὲν γὰρ ἀφελεῖς αὗται καὶ αἱ τοιαῦται. μέθοδοι δὲ ἀφελείας, αἵπερ καὶ καθαρότητος, καὶ ὅσα γε ἐκεῖ εἰρήκαμεν, ταῦτα ὁμοίως κα- κἀνταῦθα δοκείτω λέγεσθαι, ὅτι δύναταί τις καὶ μὴ ὄντα τινὰ ὅσον γε τῶν ἐννοιῶν ἕνεκα ἀφελῆ λόγον ὅμως καὶ διά γε τῶν ἄλλων ποιεῖν εἶναι δοκεῖν ἀφελῆ, οἷον σχημάτων, λέξεων καὶ τῶν λοιπῶν. αὐτίκα ἡ ὀξύτης καὶ τὸ ὀξέως τι εἰπεῖν ἤτοι ἀπαντῶντα λόγῳ τινὶ ἢ ὁπωσοῦν, ὅπερ τινὲς εἶδος δριμύτητος ὠνομάκασιν, οὐ μόνον οὐκ ἀφελές, ἀλλὰ καὶ ἐναντίον ἐστὶ τῷ ἀφελεῖ · δεινότητος γὰρ ἴδιον τὸ τοιοῦτον · οὐδὲν γὰρ ἄλλο ἢ ἐπιπόλαιός ἐστι βαθύτης ἡ ὀξύτης αὕτη — εἴτε καὶ δριμύτης, διαφέρει δὲ ὀνόματος ἕνεκα ἡμῖν οὐδέν —, ἀλλὰ τῷ ψιλὸν καὶ ὥσπερ ἔφην ἐξ ἐπιπολῆς εἰσάγεσθαι τὸ νόημα καίπερ ὂν βαθὺ ἀφελὲς ἔδοξεν εἶναι. πολὺ δὲ τοῦτο παρὰ τῷ Ξενοφῶντι. σαφέστερον δὲ περὶ αὐτῆς μικρὸν ὕστερον ἐν τῷ περὶ γλυκύτητος λέξομεν. λέξις γε μὴν ἀφελὴς τὸ μὲν πλεῖστον ἡ αὐτή ἐστι τῇ καθαρᾷ, εἰσὶ δὲ τινὲς καὶ ὥσπερ ἴδιαι τῆς ἀφελείας, ὡς τὸ “ἀδελφίζειν” παρὰ τῷ Ἰσοκράτει καὶ ὁ “κλαυσίγελως” παρὰ τῷ Ξενοφῶντι καὶ ἄλλαι τινὲς τοιαῦται · ἠθικαὶ γὰρ αὗται καὶ ἄγαν ἀφελεῖς. καὶ μὴν καὶ αἱ δριμεῖαι, περὶ ὧν καὶ ἐν τῷ περὶ δριμύτητος καὶ ὀξύτητος αὐτίκα λέξομεν, ὡς ἔφην · αὗται δὲ ὡς ἐπὶ τὸ πλεῖστον γλυκύτητα ποιοῦσιν ἐν ἀφελείᾳ, ἡ δὲ γλυκύτης οἷον κάλλος τι τῆς ἀφελείας ἐστί, περὶ ἧς καὶ αὐτῆς μετ’οὐ πολὺ λέξομεν · καὶ πρῶτόν γε περὶ ταύτης, εἶθ’ὕστερον περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. ἀλλὰ πάλιν ἐπὶ τὸν περὶ ἀφελείας λόγον ἰτέον. λέξις μὲν γὰρ ἡ τοιαύτη ἰδία ἀφελείας. σχήματα δὲ ἀφελῆ καὶ κῶλα τα- ταὐτά, ἅπερ ἦν καὶ καθαρά · συνθῆκαίτε ὡσαύτως, ἀφελέστεραι δὲ αἱ μᾶλλον λελυμέναι, οἷον “ἀκούσατέ μου ἀπολογουμένου δικαίως”, καὶ οἷαί εἰσιν αἱ πλεῖσται παράτε τῷ Ξενοφῶντι καὶ τῷ Σωκρατικῷ Αἰσχίνῃ καὶ μέντοι καὶ τῷ Νικοστράτῳ. ἀπὸ δὲ τούτων δῆλος ὁποῖός ἐστι καὶ ὁ ῥυθμὸς ἐν ἀφελείᾳ · ἡ γὰρ ποιὰ συνθήκη κα- κἀνταῦθα τὸν ῥυθμὸν ποιεῖ. ἀνάπαυσις δὲ καὶ βάσις ἀφελὴς ἡ βεβηκυῖα · καίπερ γὰρ οὖσα σεμνὴ αὕτη ἡ ἀνάπαυσις ὅμως μᾶλλον ἁρμόττει τῆς οἷον ἁρπαζομένης καὶ ἐκκρεμοῦς · κεκαλλωπισμένη γὰρ μᾶλλον ἐκείνη. ἀφελὴς οὖν ἡ ἑδραία μᾶλλον βάσις τοῦ ῥυθμοῦ καὶ ἡ βεβηκυῖα ἀνάπαυσις. εἴρηται δὲ ἀκριβῶς περὶ τούτων ἡμῖν ἐν τῷ περὶ κάλλους. ἐπηγγειλάμην δὲ ἐρεῖν τι καὶ περὶ γλυκύτητος καὶ ὥρας, ἃ δὴ ὥσπερ ἐπίτασίν τινα τῆς ἀφελείας ἐλέγομεν εἶναι · λεκτέον οὖν ἂν εἴη τι περὶ αὐτῶν. ἐφεξῆς δὲ ταύτῃ λέξομεν καὶ περὶ τῆς δριμύτητος εἴτε ὀξύτητος. 2.4ἔννοιαι δὲ γλυκεῖαίτε καὶ ἡδονὴν ἔχουσαι μάλιστα μὲν πᾶσαι αἱ μυθικαί, οἷον “ὅτε γὰρ ἐγένετο ἡ Ἀφροδίτη, εἱστιῶντο οἵτε ἄλλοι θεοὶ καὶ ὁ τῆς Μήτιδος υἱὸς Πόρος” καὶ τὰ ἑξῆς, ἔστι δὲ ἀπὸ τοῦ Συμποσίου ταῦτα Πλάτωνος · καὶ πάλιν τὸ περὶ τῶν τεττίγων ῥηθὲν ἐν Φαίδρῳ “ὥς ποτε ἦσαν ἄνθρωποι οὗτοι πρὶν Μούσας γεγονέναι” καὶ τὰ ἑξῆς · καὶ παρὰ τῷ ῥήτορι τὰ ἐν τῷ Κατ’Ἀριστοκράτους εἰρημένα, οἷον “ἐν τούτῳ μόνῳ τῷ δικαστηρίῳ θεοὶ δίκας δοῦναι καὶ λαβεῖν ἠξίωσαν παρ’ἀλλήλων” καὶ τὰ ἑξῆς μέχρι τοῦ “δικάσαι δὲ Εὐμενίσι καὶ Ὀρέστῃ τοὺς δώδεκα θεούς”. ἀλλ’ἐνταῦθα μέν, ἐπείπερ ἐν τῷ πολιτικῷ λόγῳ τὰ μυθικὰ ὑπτιότητα ποιεῖ, διὰ τῶν τῆς γοργότητος ἰδίων τὸ λίαν ὕπτιον ὁ ῥήτωρ παρεμυθήσατο τεμὼν τὰ πράγματα · ὅσαι δὲ καὶ ἄλλαι εἰσὶ μέθοδοι, καθ’ἃς δεῖ χρῆσθαι τοῖς μυθικοῖς, ἀκριβέστερον ἐν τῷ περὶ δεινότητος ἡμῖν λελέξεται. ἀλλ’ἐκεῖσε ἐπάνειμι. — πρῶτον μὲν γὰρ ὅπερ ἔφην καὶ μάλιστα γλυκύτητα καὶ ἡδονὴν ἐν λόγῳ αἱ μυθικαὶ τῶν ἐννοιῶν ποιοῦσι · κατὰ δεύτερον δὲ λόγον τὰ διηγήματα, ὅσα ἐγγὺς μύθων ἐστίν, οἷον τὰ περὶ τοῦ Τρωικοῦ πολέμου εἰ διεξίοι τις ἢ εἴ τι τοιουτότροπον. — τρίτην δὲ ἔχει τάξιν τὰ κατ’ὀλίγον μέν πως τοῦ μυθικοῦ κοινωνοῦντα διηγήματα, μᾶλλον δὲ ἢ κατὰ τοὺς μύθους πιστευόμενα, οἷά ἐστιν ἅπαντα τὰ Ἡροδότου · μυθώδη γὰρ ὀλίγα ἔχει, οἷον τὰ περὶ τοῦ Πανὸς ῥηθέντα καὶ τοῦ Ἰάκχου καὶ ἴσως ἄλλα τινὰ σφόδρα γε ὀλίγα · τὰ μέντοι ἄλλα καὶ πιστεύεται γεγονέναι καὶ ἀπήλλακται τοῦ μυθικοῦ, διόπερ οὐ δὲ ὁμοίως τοῖς φύσει μυθικοῖς μετέχει τῆς γλυκύτητος. — ἕτερον δὲ παρὰ ταῦτα εἶδός ἐστιν ἡδονὴν ἔχον καὶ γλυκύτητα ἐννοιῶν, ὅπερ ἄλλοτε ἄλλην ἔχει δύναμιν · τοῦτο γὰρ πολλάκις μὲν καὶ τὰ μυθικὰ αὐτὰ ὑπερβάλλει τῇ ἡδονῇ, πολλάκις δὲ καὶ τῶν τρίτην ἐχόντων τάξιν ἐλαττοῦται, ἔστι δὲ τοῦτο τοιοῦτον. πάντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν ἐστιν ἡδέα, λέγω δὲ τῇ ὄψει ἢ ἁφῇ ἢ γεύσει ἤ τινι ἄλλῃ ἀπολαύσει, ταῦτα καὶ λεγόμενα ἡδονὴν ποιεῖ. ἀλλ’αἳ μέν εἰσιν αἰσχραὶ τῶν κατὰ ἀπόλαυσιν ἡδονῶν, αἳ δ’οὐ τοιαῦται. καὶ τὰς μὲν οὐκ αἰσχρὰς ἔστιν ἁπλῶς ἐκφράζειν, οἷον κάλλος χωρίου καὶ φυτείας διαφόρους καὶ ῥευμάτων ποικιλίας καὶ ὅσα τοιαῦτα · ταῦτα γὰρ καὶ τῇ ὄψει προσβάλλει ἡδονὴν ὁρώμενα καὶ τῇ ἀκοῇ, ὅτε ἐξαγγέλλει τις, ὥσπερ ἡ Σαπφὼ “ἀμφὶ δὲ ὕδωρ ψυχρὸν κελαδεῖ δι’ὔσδων μαλίνων” καὶ “αἰθυσσομένων δὲ φύλλων κῶμα καταρρεῖ” καὶ ὅσα πρὸ τούτωντε καὶ μετὰ ταῦτα εἴρηται. τοιοῦτόν ἐστι καὶ τὸ παρὰ τῷ Πλάτωνι ἐν Φαίδρῳ, οἷον “νὴ τὴν Ἥραν, καλή γε ἡ καταγωγή · ἥτε γὰρ πλάτανος αὕτη μάλα ἀμφιλαφήςτε καὶ ὑψηλή” καὶ τὰ ἑξῆς. ταῦτα μὲν οὕτως ἄν τις ἐκφράζων ἡδονὴν ποιοίη καὶ γλυκύτητα. ὅσαι δέ εἰσιν αἰσχραὶ τῶν κατὰ τὰς ἀπολαύσεις ἡδονῶν, ἐοικυῖαν ἔχουσιν αὐταῖς καὶ τὴν διὰ τῆς ἀκοῆς τέρψιν καὶ γλυκύτητα · οἷς γὰρ ἕκαστος χαίρει πραττομένοις, ἐκείνοις οὗτος καὶ λεγομένοις ἡσθήσεται, ὁ μὲν ἀκόλαστος ἀκολάστοις, ὁ δὲ σωφρονῶν δηλαδὴ σώφροσι, καὶ ὁ ποιῶν δὲ ὡσαύτως ποιήσει · ἐπεὶ καὶ τὸ “ἦ ῥα καὶ ἀγκὰς ἔμαρπτε Κρόνου παῖς ἣν παράκοιτιν ἡδονὴν μὲν ἔχει καὶ οὐκ ὀλίγην γε, σώφρονα μὴν ταύτην καὶ μέχρι τοῦ μετρίου ἥκουσαν, τῇ δὲ λέξει καὶ πολὺ τῆς ἡδονῆς ἀφέστηκεν · οὐ γὰρ τραχέως μόνον, ἀλλὰ καὶ σκληρῶς εἴρηται τὸ” ἔμαρπτε “· καὶ τὸ” ἀγκάς “δὲ αὐτῇ τῇ προφορᾷ καὶ τῷ φθόγγῳ, εἰ τὸ τῆς ἐννοίας τις ἀφέλοι, ὁρᾷς, ὡς μεγέθους μᾶλλόν ἐστιν, οὐχ ἡδονῆς; ὅ γε μὴν ἀκόλαστος πάντως τι καὶ πλέον ἀκοῦσαι βούλοιτ’ἂν ἢ καὶ εἰπεῖν, ὅ τι ποιοίη, ὡς ἐν κωμῳδίᾳ, οὐ μὴν ὅ γε σώφρων. τὸ μέντοι” τοῖσι δ’ὑπὸ χθὼν δῖα φύεν νεοθηλέα ποίην “καὶ τὰ ἑξῆς μείζονα ἔχει τὴν ἡδονήν, διότι καὶ μυθικὸν καὶ φύσει ἡδὺ τῇ ἄλλῃ ἀπολαύσει τὸ πρᾶγμα καὶ οὐκ αἰσχρὸν ἦν ἐργάσασθαι τὰς τοιαύτας ἐννοίαςτε καὶ ἡδονάς. τοιοῦτόν ἐστι καὶ τὸ” πορφύρεον δ’ἄρα κῦμα περιστάθη, οὔρεϊ ἶσον, κυρτωθέν, κρύψεν δὲ θεὸν θνητήντε γυναῖκα “. καὶ ὅλως μυρία τούτων παρὰ τοῖς ποιηταῖς ἔστι παραδείγματα. καθόλουτε πᾶσαι αἱ ἐρωτικαὶ ἔννοιαι γλυκεῖαί εἰσιν, ἐμπίπτουσι δὲ αὗται σχεδὸν ἐν ἅπασι τοῖς προειρημένοις κατ’ἔννοιαν γλυκύτητος εἴδεσι καὶ εἰσὶν αὐτῶν ὥσπερ μέρη · διὸ οὐ δὲ ἀπεδώκαμεν τάξιν ἰδίαν ταῖς τοιαύταις τῶν ἐννοιῶν, ἀλλ’ἐπὶ τοσοῦτον αὐτῶν ἐμνήσθημεν. καὶ οἷς χαίρομεν δὲ λόγοις εἴ τις χρῷτο, οἷον ἐγκωμίοις τοῖς εἰς ἡμᾶς αὐτοὺς ἢ εἰς τοὺς προγόνους τοὺς ἡμετέρους ἢ εἰς τὰ παιδικὰ τὰ ἡμέτερα, δῆλον ὡς ἡδονὴν ποιεῖ. πολιτικὴ δὲ ἡ τοιαύτη ἡδονὴ καὶ διαχεῖ γε πολλάκις τοὺς ἀκούοντας μᾶλλον ταῦτα τῶν φύσει ἡδέων. ἔστι δὲ καὶ ταῦτα ἐκείνης τῆς δυνάμεως, ἧς ἦν τὰ ἐξαγγελλόμενα ἅπαντα, ὅσα ταῖς αἰσθήσεσιν ἡμῶν τέρψιν φέρει. — ἔτι ποιεῖ γλυκύτητα καὶ τὸ τοῖς ἀπροαιρέτοις προαιρετικόν τι περιτιθέναι, οἷον” τὰ μὲν οὖν χωρία καὶ τὰ δένδρα οὐδέν με ἐθέλει διδάσκειν, οἱ δ’ἐν τῇ πόλει ἄνθρωποι “. ἀμφισβητήσειε δ’ἄν τις, πότερον κατὰ λέξιν ἢ κατ’ἔννοιαν ἐνταῦθα γέγονεν ἡ γλυκύτης · καὶ ἴσως μᾶλλον κατ’ἔννοιαν · τροπὴ μὲν γάρ τις ἔστιν ἐνταῦθα ἐν τῷ” οὐδέν με θέλει “, ἐκ μεταφορᾶς δὲ γέγονεν ἡ περὶ τὴν λέξιν τροπὴ καὶ οὐχ ὡς ἐν τῷ” μέλιτος γλυκίων ῥέεν αὐδή “· ἐνταῦθα γὰρ τὸ” ῥέε “τέτραπται μᾶλλον ἢ ἐκεῖ τὸ” ἐθέλει “, καὶ ἴδιόν τι σημαινόμενον ἔχει ἡ λέξις ἡ” ἐθέλει “. τάχα οὖν εἴποι τις ἂν ἠλληγορῆσθαι αὐτό, ἀντὶ τοῦ” οὐδέν με δύναται διδάσκειν “τοῦ” οὐδέν με θέλει “ῥηθέντος. ἡμεῖς μέντοι τοῦτο, ὅ τί ποτ’ἂν ᾖ, συγχωροῦντες εἶναι, τοσοῦτον διοριζόμεθα, ὅτι καθόλου τὸ περιτιθέναι τοῖς ἀπροαιρέτοις προαιρετικόν τι γλυκύτητα ποιεῖ, ὥσπερ ἔντε τῷ προειρημένῳ δηλοῦται καὶ ὅταν τὴν λύραν ἐρωτᾷ ἡ Σαπφὼ καὶ ὅταν αὐτὴ ἀποκρίνηται, οἷον” ἄγε χέλυ δῖά μοι λέγε, φωνάεσσα δὲ γίνεο καὶ τὰ ἑξῆς. ὁ δὲ Ἡρόδοτος καὶ μᾶλλον τοῦτο συνίστησι τὸ παρ’ἡμῶν λεγόμενον · σχεδὸν γὰρ δι’ὅλου τοῦ λόγου ἡδονὰς ἐργαζόμενος ἐν τοῖς εἰς τὸν Ἑλλήσποντον ὑπὸ Ξέρξου πραχθεῖσιν ὑπερεβάλετο τῇ ἡδονῇ καὶ τῇ γλυκύτητι, οἷον “ἐνετέλλετο δὲ λέγειν ῥαπίζοντας τάδε βάρβαράτε καὶ ἀτάσθαλα · ὦ πικρὸν ὕδωρ, δεσπότης τοι δίκην ἐπιτιθεῖ τήνδε, ὅτι μιν ἠδίκησας οὐδὲν πρὸς ἐκείνου ἄδικον παθόν. καὶ βασιλεὺς μὲν Ξέρξης διαβήσεταί σε, ἤντε βούλῃ ἤντε μή · σοὶ δὲ κατὰ δίκην ἄρα οὐδεὶς ἀνθρώπων θύει ὡς ὄντι δολερῷ καὶ ἁλμυρῷ ποταμῷ” · ἐνταῦθα γὰρ πρὸς τὸ ὕδωρ ὡς αἴσθησίν τινα ἔχον καὶ προαίρεσιν διαλεγόμενον ποιήσας τὸν Ξέρξην ὑπερέβαλεν ἡδονῇ, καθ’ὅ ἐλέγομεν θεώρημα. τὰ μέντοι παρὰ τοῖς ποιηταῖς ἐξουσίᾳ λέγεται ποιητικῇ, ἀλλ’οὐχ ὥσπερ εἰρήκαμεν, οἷον “ἀμφὶ δὲ σάλπιγξεν μέγας οὐρανός καὶ” αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ “καὶ” γηθοσύνῃ δὲ θάλασσα διίστατο “καὶ ὅσα τοιαῦτα · οὐχ ὡς κατ’ἀπροαιρέτων γὰρ λέγεται, ἀλλ’ὡς καὶ δυναμένων τὸ πρακτέον εἰδέναι · δέδοται γὰρ καὶ τὰ τοιαῦτα τοῖς ποιηταῖς. ἀπήλλακται μέντοι γε οὐ δ’οὕτω γλυκύτητος, ἀλλὰ ποιεῖ μὲν κα- κἀνταῦθα οὐδὲν ἧττον τὴν ἡδονὴν τὰ τοιαῦτα νοήματα, μετριωτέραν δὲ ἢ ἐν τοῖς ἄλλοις. τα- ταὐτὸν δὲ συμβαίνει καί, εἴ τις τοῖς ἀλόγοις ζῴοις τὰ ἀνθρώπου ἴδια περιθείη, ὥσπερ ὁ Ξενοφῶν λέγων τὰς κύνας ἐπισκυθρωπάζειν καὶ πάλιν μειδιᾶν καὶ ἀπιστεῖν τοῖς ἴχνεσιν ἢ πιστεύειν, καὶ ὅταν εἴπῃ” θρασεῖαι δὲ αἱ οὐκ ἐῶσαι τῶν συνεργῶν τὰς σοφὰς εἰς τὸ πρόσθεν ἰέναι, ἀλλὰ ἀνείργουσι θορυβοῦσαι “· καὶ γὰρ τὸ” τῶν συνεργῶν “καὶ” τὰς σοφάς καὶ σχεδὸν ἅπαντα τὰ εἰρημένα ἀνθρώπων ἴδια καὶ οὐ κυνῶν. καὶ ὅλως πολλὰ τοιαῦτα λάβοις ἂν ἐκ τοῦ Κυνηγετικοῦ παραδείγματα, ἐν ᾧ δὴ καὶ φύσει τὸ κατ’ἔννοιαν ἔχον τὴν ἡδονήν · καὶ κατ’ἄλλα μὲν γάρ, κατὰ δὲ τὴν ἔννοιαν καὶ μᾶλλον, ὅτι φύσει τὸ πρᾶγμα ἡδὺ τὸ τῆς θήρας καὶ τῇ ὄψει, ὥς που καὶ τοῦτο αὐτὸς ἐπεσημήνατο ὁ Ξενοφῶν εἰπὼν ἥδιστον εἶναι θεαμάτων ἰδεῖν τὸν λαγὼν ἐξανιστάμενον, φεύγοντα, μεταδιωκόμενον, ἁλισκόμενον. ἀλλὰ περὶ μὲν ἐννοιῶν γλυκύτητος καὶ ἡδονῆς τοσαῦτα. μέθοδοι δὲ αὐτὴν ποιοῦσιν, αἵπερ καὶ τὴν καθαρότητα καὶ τὴν ἀφέλειαν, περὶ ὧν εἴρηται. λέξις δὲ γλυκεῖα ἥτε τῆς ἀφελείας ἰδία παρὰ τὴν καθαρὰν ῥηθεῖσαν εἶναι καὶ ἔτι ἡ ποιητική. ταύτῃ τοι καὶ Ἡρόδοτος τῆς γλυκύτητος μάλιστα πεφροντικὼς ἐχρήσατο μὲν καὶ μεθόδοις καὶ ἐννοίαις, αἷσπερ καὶ ἡμεῖς ἐχαρακτηρίζομεν τὴν γλυκύτητα, λέξειτε ἑκάστῃ ἰδίᾳ τῆς ἀφελείας πολλαχοῦ, ὥσπερ ἐλέγομεν, ἐκεῖθεν δὲ μάλιστα διαρκῆ ἔσχε τὴν γλυκύτητα, ὅτι καὶ αὐτὴν εὐθὺς τὴν διάλεκτον ποιητικῶς προείλετο εἰπεῖν · ἡ γὰρ Ἰὰς οὖσα ποιητικὴ φύσει ἐστὶν ἡδεῖα. εἰ δὲ καὶ ἄλλων διαλέκτων ἐχρήσατό τισι λέξεσιν, οὐδὲν τοῦτο, ἐπεὶ καὶ Ὅμηρος καὶ Ἡσίοδος καὶ ἄλλοι οὐκ ὀλίγοι τῶν ποιητῶν ἐχρήσαντο μὲν καὶ ἄλλαις τισὶ λέξεσιν ἑτέρων διαλέκτων, τὸ πλεῖστον μὴν ἰάζουσι, καὶ ἔστιν ἡ Ἰὰς ὅπερ ἔφην ποιητική πως, διὰ τοῦτο δὲ καὶ ἡδεῖα. — τὸ δ’αὐτὸ αἴτιον οἶμαι τοῦ καὶ τὰς παραπλοκὰς τῶν ποιημάτων ἐν λόγῳ ἡδονὴν ἔχειν, οἷον “σύντε δύ’ἐρχομένω βουλευσόμεθα, ὅ τι ἐροῦμεν καὶ πάλιν ἐν Πολιτείας πέμπτῳ” ἀλλὰ μὴν καὶ καθ’Ὅμηρον τοὺς τοιούτους δίκαιον τιμᾶν τῶν νέων, ὅσοι ἀγαθοί · καὶ γὰρ Ὅμηρος τὸν εὐδοκιμήσαντα ἐν τῷ πολέμῳ νώτοισιν ἔφη διηνεκέεσσι γεραίρεσθαι Αἴαντα, ὡς ταύτην οὖσαν οἰκείαν τιμὴν τῷ ἡβῶντίτε καὶ ἀνδρείῳ, ἐξ ἧς ἅμα τῷ τιμᾶσθαι καὶ τὴν ἰσχὺν αὐξήσει “καὶ πάλιν τοῦτο” ἀλλ’οὐ πεισόμεθα Ἡσιόδῳ, ἐπειδάν τινες τοιούτου γένους τελευτήσωσιν, ὡς ἄρα οἳ μὲν δαίμονες ἁγνοὶ ἐπιχθόνιοι τελέθουσιν, ἐσθλοί, ἀλεξίκακοι, φύλακες θνητῶν ἀνθρώπων; πεισόμεθα μὲν οὖν “. ἔστι δὲ πολλὰ καὶ παρὰ τῷ Ξενοφῶντι τοιαῦτα καὶ παρ’ἄλλοις συχνοῖς, καὶ ἀφθονία παραδειγμάτων ἐστίν, εἴ τις ἐκλέγειν παρ’ἑκάστου βούλοιτο. ὁ δὲ Πλάτων καὶ ἀφειδέστερον ἐν τῷ Συμποσίῳ καταχρησάμενος τῷ τοῦ Ἀγάθωνος προσώπῳ ὡς ποιητοῦ τῇ παραπλοκῇ ταύτῃ ἐχρήσατο · οὐ γὰρ ἀπ’ἀλλοτρίων ποιημάτων τινά, ἀλλ’αὐτὸς ποιήσας παρέπλεξε, προδιορθωσάμενος μέντοι, ἵνα μὴ πάντῃ αὐτεξούσιον εἶναι δοκῇ τὸ λεγόμενον, οἷον” ἐπέρχεται δέ μοί τι καὶ ἐμμέτρως εἰπεῖν, ὅτι οὗτός ἐστιν ὁ ποιῶν “, εἶτα τὸ μέτρον ἐπήγαγεν” εἰρήνην μὲν ἐν ἀνθρώποις, πελάγει δὲ γαλήνην, νηνεμίαν δ’ἀνέμοις, κοίτην ὕπνοντ’ἐνὶ κήδει “. καὶ ἐν τῷ Φαίδρῳ δὲ παραπλησίως πρόσωπόν τι ὑποβαλὼν ἀόριστον μέν, ἀλλ’οὖν ὡς ἑτέρου λέγοντος ἐνθουσιῶν δὴ μέτρον ἐφθέγξατο” ὡς λύκοι ἄρνα φιλεῦσ’, ὣς παῖδα φιλοῦσιν ἐρασταί “· οὐ μέντοι οὐ δὲ τοῦτο εἴασεν ἀπαραμύθητον, ἀλλ’ἐπήγαγέ τι ἐπιδιορθωτικὸν καὶ τούτῳ. εἰδέναι μέντοι χρή, ὅτι αὗται αἱ παραπλοκαί, εἴτε ἰδίων εἴτε ἀλλοτρίων εἶεν ποιημάτων, εἰ μὴ οὕτω παραπλέκοιντο, ὥστε ἓν δοκεῖν εἶναι σῶμα αὐτῶντε καὶ τοῦ πεζοῦ λόγου, ἀλλ’ἐκ διαστάσεως λέγοιντο, ὥσπερ οἱ νόμοι καὶ τὰ ψηφίσματα ἐν τοῖς λόγοις ὅτε ἀναγινώσκοιντο, οὐ ποιοῦσιν ἀκριβῆ τὴν γλυκύτητα ἀλλ’ἄλλο τι, οἷον” παρανάγνωθι δή μοι καὶ σὺ τὰς ῥήσεις, ἃς ἐλυμήνω · ἥκω νεκρῶν κευθμῶνα καὶ σκότου πύλας καὶ κακαγγελεῖν μὲν ἴσθι μὴ θέλοντά με “. καὶ πάλιν τὰ ἐξ Ἀντιγόνης Σοφοκλέους ἐν τῷ Περὶ τῆς παραπρεσβείας εἰρημένα, οἷον” ἀμήχανον δὲ παντὸς ἀνδρὸς ἐκμαθεῖν “καὶ τὰ ἑξῆς · τάχα μὲν γὰρ φαίη τις ἂν καὶ ταῦτα ἔχειν, εἰ καὶ βραχύ, ἀλλ’οὖν ἔχειν τι καὶ γλυκύτητος, δῆλόν γε μήν, ὅπερ ἔφην, ὅτι ἤτοι πάντα τὰ τῆς ἡδονῆς διαφθείρεται τῷ λόγῳ, εἰ ἐκ διαστάσεως παραπλέκοιτο αὐτῷ τὰ ποιήματα, ἢ οὐκ ἀκριβῆ γε αὐτὴν ἴσχει. — ἀλλ’ἐπανιτέον πάλιν ἐπὶ τὸν περὶ λέξεως γλυκείας λόγον. γλυκεῖα γὰρ λέξις καὶ ἡ διὰ τῶν ἐπιθέτων ὀνομάτων, οἷον” ἄγετε δή, ὦ Μοῦσαι λίγειαι “. καὶ κατ’αὐτὴν δὲ τὴν ποίησιν φύσει οὖσαν γλυκεῖαν παρὰ τὸν ἄλλον λόγον ἐκφαίνεται τὰ ἐπίθετα καὶ γλυκύτερά πως ὄντα καὶ πλείονα ποιοῦντα τὴν ἡδονήν. ταῦτά τοι καὶ ὁ Στησίχορος σφόδρα ἡδὺς εἶναι δοκεῖ διὰ τὸ πολλοῖς χρῆσθαι τοῖς ἐπιθέτοις. καὶ ἡ δριμεῖα δὲ λέξις τῶν γλυκύτητα ποιουσῶν ἐστι, περὶ ἧς αὐτίκα εἰρήσεται. σχήματα δὲ γλυκύτητος, ἅπερ καὶ ἀφελείας ἐλέγομεν εἶναι καὶ ἔτι καθαρότητος, πρὸς δὲ τούτοις καὶ τὰ τοῦ κάλλους καὶ τοῦ λόγου τοῦ κεκαλλωπισμένου. συνθήκη δὲ ἡδεῖα, ἥπερ καὶ καλή, δηλονότι ἡ σφόδρα ἐγγὺς ἄγουσα τὸν λόγον τοῦ καὶ ἔμμετρον εἶναι · δεῖ γὰρ καὶ κατὰ τὴν συνθήκην προσβάλλειν τινὰ ἡδονὴν τῇ αἰσθήσει τὴν γλυκύτητα. πόδες μέντοι πλεονάζειν ἐν αὐτῇ ὀφείλουσιν οἱ τῆς σεμνότητος οἰκεῖοι. καὶ αἱ ἀναπαύσεις δὲ ὡσαύτως ἐν ἡδονὴν ἔχοντι λόγῳ σεμναὶ ἔστωσαν καὶ βεβηκυῖαι · βεβηκέναι γὰρ δεῖ τὸν ῥυθμὸν ἐνταῦθα, ὥσπερ ἐλέγομεν καὶ ἐν ἀφελείᾳ. 2.5ἔφην ἐρεῖν τι καὶ περὶ δριμύτητος καὶ ὀξύτητος ὡς προσηκούσης τῷ ἀφελεῖτε καὶ ἡδονὴν ἔχοντι λόγῳ · ἧς ὁποῖαι μέν εἰσιν αἱ ἔννοιαι, καὶ ὀλίγῳ πρότερον εἰρήκαμεν ἐν τῷ περὶ ἀφελείας, ὅτι εἰσὶν οἷον ἐξ ἐπιπολῆς βαθεῖαι · ἴσως οὖν τοῦτο οὐ δὲ ἔννοια, μέθοδος δέ τίς ἐστι τὸ μὴ περινενοημένως λέγειν, ἁπλῶς δὲ καὶ ἀνειμένως τὰ περινενοημένα · διὸ καὶ ἴδιον τοῦτο ἀφελείας, λέγω τὸ τῆς τοιαύτης μεθόδου. καὶ πολλά γε ἔφην τούτου τὰ παραδείγματα εἶναι παρὰ τῷ Ξενοφῶντι, ἀναγκαίως, διὰ τὸ ἀφελὲς τῆς συγγραφῆς. — ἕτερον δὲ παρὰ ταύτην τὴν δριμύτητα εἴτε καὶ ὀξύτητα δριμύτητός ἐστιν εἶδος, περὶ οὗ δυσχερὲς ἀποφήνασθαι, ὅτι περὶ λέξιν ἢ περὶ ἔννοιαν γίνεται · οὔτε γὰρ ὡς ἔστιν ἔννοια οὔθ’ὡς οὐκ ἔστιν, ἀσφαλὲς εἰπεῖν · κατὰ λέξιν μὲν γὰρ θεωρεῖται, ἡ λέξις δὲ αὐτὴ καθ’ἑαυτὴν ἡ ποιοῦσα τὴν δριμύτητα οὐδὲν ἔχει δριμύτητος, εἰ τῆς ἐννοίας αὐτὴν χωρίσειέ τις, περὶ ἣν γίνεται, ἢ τῶν πρὸ αὐτῆς ῥηθέντων. ἐν δὲ ταῖς ἄλλαις ἰδέαις τοῦτο οὐκ ἔστιν, ἀλλὰ καὶ ἡ καθαρὰ λέξις καθαρὰ δήπουθέν ἐστιν, εἰ καὶ σεμνήν τις ἔννοιαν δι’αὐτῆς ἐξαγγέλλοι καὶ εἰ μηδὲν πρὸ αὐτῆς εἴη λελεγμένον, καὶ ἡ σεμνὴ λέξις σεμνή, καὶ εἰ μὴ σεμνήν τις ἔννοιαν δι’αὐτῆς φράζοι καὶ εἰ μηδὲν προειρήκοι, καὶ αἱ τῶν ἄλλων ἰδεῶν ὡσαύτως · ἡ δὲ τῆς δριμύτητος λέξις οὐ τοιαύτη, ἀλλ’αὐτὴ μὲν καθ’ἑαυτὴν οὐδὲν ἔχει τοιοῦτον, ἔννοιαν δέ τινα σημαίνουσα, ἧς οὐκ ἔστι κυρία, ἤ τισιν ἄλλοις ἐφεπομένη κατά τινα οἱονεὶ χαριεντισμὸν γίνεται δριμεῖα καὶ ποιεῖ τὴν δριμύτητα. σαφέστερον δὲ ἔσται τοῦτο διὰ τῶν παραδειγμάτων. κυρίως μὲν οὖν ἔννοιαν σημαίνει λέξις οὐ κυρίως ἐκείνης οὖσα ἡ τοιαύτη, οἷον ὁ Ξενοφῶν λέγων τὰς αἰτίας, δι’ἃς πρὸ τοῦ δέοντος ἀναχωροῦσιν αἱ κύνες ἐκ τῶν διωγμῶν, φησίν, ὅτι αἳ μὲν διὰ μαλακίαν, αἳ δὲ διὰ ἀήθειαν, αἳ δὲ διὰ τὸ καὶ τό, αἳ δὲ διὰ φιλανθρωπίαν ἀναχωροῦσι, φησί · τὴν γὰρ πρὸς τοὺς ἀνθρώπους συνήθειαν καὶ τὸ συνεῖναι ἀνθρώποις ἀσπάζεσθαι φιλανθρωπίαν ὠνόμασεν, οὐ κυρίως μὲν ἐπὶ τούτου τοῦ πράγματος οὔσης τῆς λέξεως — ἐπ’ἄλλου γὰρ τάττειν εἰώθαμεν τὴν φιλανθρωπίαν —, κυρίως μέντοι πως σημαίνων τὸ πρᾶγμα · καὶ γὰρ τάχα τούτου μᾶλλον ἂν εἴη κυριωτέρα ἡ λέξις, ἢ ἐπὶ τοῦ ἐλεεῖν καὶ οἰκτείρειν ὅτε τιθοῖτο, ἐφ’οὗπερ καὶ φύσει τάττομεν τὸ τῆς φιλανθρωπίας ὄνομα. καὶ ὁ Σοφοκλῆς δὲ φίλανδρόν που τὴν Ἀταλάντην εἶπε διὰ τὸ ἀσπάζεσθαι σὺν ἀνδράσιν εἶναι, ἡμῶν πάλιν ἐπ’ἄλλου πράγματος ταττόντων το- τοὔνομα τοῦτο, ὥσπερ καὶ τὸ τῆς φιλανθρωπίας. καὶ τὸ παρὰ τῷ Εὐριπίδῃ δὲ τοιοῦτόν ἐστι,” μὴ τὴν τεκοῦσαν τῇ φιλανδρίᾳ, γύναι, ὑπερβάλῃς “, φησί · σχεδὸν γὰρ το- τοὐναντίον νῦν ἡ λέξις αὕτη σημαίνει ἡ τῆς φιλανδρίας, ἢ ᾗπερ ἡμεῖς εἰώθαμεν χρῆσθαι · τὴν γὰρ ἀκολασίαν βούλεται νῦν δήπου σημαίνειν καὶ τὸ μοιχεύεσθαι. καὶ λόγον μέντοι τινὰ εὔνουν λέγουσι τὸν εὐνόητον καὶ σαφῆ · καὶ ὁ Εὐφορίων” ἀτρέα δῆμον Ἀθηνῶν “ἀντὶ τοῦ ἄτρεστον καὶ ἄφοβον. ὅλωςτε πολὺς ὁ κίνδυνος ἐν ταῖς τοιαύταις δριμύτησιν ἐκπεσεῖν εἰς ψυχρότητα · ἐπεὶ καὶ οἱ τὰ σπουδαῖα γελοῖα ταυτὶ συντιθέντες τοῦ γελοίου γ’ἕνεκα οὐδὲν ἄλλ’ἢ ταῖς τοιαύταις χρώμενοι δριμύτησιν εὐδοκιμοῦσιν · εὐλαβεῖσθαι οὖν χρή. καὶ πρῶτον μὲν τοῦτο εἶδος δριμύτητος, παράδειγμα δὲ αὐτοῦ παρὰ τῷ ῥήτορι οὐκ ἔστιν. ἕτερα δὲ αὐτῆς εἴδη τρία, οἷς ὁ ῥήτωρ χρῆται, ἃ δὴ πάντα κατ’ἀκολουθίαν τινῶν προρρηθέντων ἀπό τινος λέξεως γίνεται, διαφέρει δέ πως ἀλλήλων. τὸ μὲν γὰρ καθ’ὁμοιότητα λέξεως ἐμφαίνει τινὰ δριμύτητα, οἷον” μέλλει πολιορκεῖν τοὺς Ἕλληνας, ἐκδίδωσι. μέλει γάρ τινι τῶν τὴν Ἀσίαν οἰκούντων Ἑλλήνων “; τοῦτο ἐγὼ μὲν σφόδρα εὐλαβῶς εἶχον θεῖναι ὡς παράδειγμά τινος δριμύτητος · ἐπεὶ δὲ τῶν σφόδρα εὐδοκιμησάντων τινὲς κατὰ τοὺς πρὸ ἡμῶν ἀνθρώπους καὶ νῦν δὲ εὐδοκιμούντων ἐπὶ θεωρίᾳ λόγων ἐν οἷς ἀπολελοίπασι βιβλίοις οὕτω τεθεωρήκασι καὶ τοῦτο καὶ τεθείκασί γε ὡς παράδειγμα τοιαύτης δριμύτητος, εἰρήσθω καὶ ἡμῖν, καίτοι τάχ’ἴσως οὐ δ’ἡ τοιαύτη δριμύτης, εἴπερ οὕτω γίνοιτο, ἐκφεύγει τὴν ψυχρότητα · ἀλλ’οὖν εἰρήσθω. καὶ τοῦτο μὲν οὕτω καθ’ὁμοιότητα λέξεως γίνεται, ὡς προείρηται. ἕτερον δὲ εἶδος δριμύτητος τὸ ἐκ παρονομασίας, οὐκ ἐξ ὁμοιότητος, ὅταν κυρίῳ τινὶ ὀνόματι ἢ ῥήματι χρησάμενοι εἶτ’εὐθὺς ἑπόμενοι τούτῳ χρησώμεθα καὶ ἐφ’οὗ μὴ κύριόν ἐστι πράγματος, οἷον” εἰ μὴ καὶ τοὺς τὰ μηχανήματα ἐφιστάντας εἰρήνην ἄγειν φήσετε, ἕως ἂν αὐτὰ τοῖς τείχεσιν ἤδη προσαγάγωσιν “, εἶτ’εἰπών, δι’ὧν ἡγεῖται Φίλιππον πολεμεῖν τῇ πόλει καὶ ὅτι πάνθ’, ὅσα νῦν πράττει καὶ κατασκευάζεται, ἐπ’αὐτοὺς κατασκευάζεται, ἐπάγει δριμέως” εἶτα τὸν τοῦτο τὸ μηχάνημα ἐπὶ τὴν πόλιν ἱστάντα εἰρήνην ἄγειν ἐγὼ φῶ πρὸς ὑμᾶς; πολλοῦ γε καὶ δεῖ “. καὶ πάλιν” ἐγὼ δὲ οὐ τοῦτο δέδοικα, εἰ Φίλιππος ζῇ ἢ τέθνηκεν, ἀλλ’εἰ τῆς πόλεως τέθνηκε τὸ τοὺς ἀδικοῦντας μισεῖν καὶ τιμωρεῖσθαι “· τοῦτο δὲ καὶ ἐναργῆ ποιεῖ τὸν λόγον, οὐ μόνον δριμύν · τροπῆς γάρ ἐστιν ἐγγύς, οὐ μὴν τροπή γέ ἐστιν ἄντικρυς διὰ τὸ παρωνομάσθαι · ἐπεὶ καὶ καθ’ἑαυτὸ εἰ λέγοι τις τὸ” τέθνηκε τῆς πόλεως τὸ τοὺς ἀδικοῦντας μισεῖν “, πάνυ ποιήσει σκληρὸν κατὰ τὴν τροπὴν τὸν λόγον, ἐκ παρονομασίας δὲ εἰσαχθὲν ἅμα τῇ ἐναργείᾳ καὶ τὴν δριμύτητα ἔχει. λοιπὸν εἶδος δριμύτητος τρίτον ἐστίν, ᾧ καὶ αὐτῷ ὁ ῥήτωρ κέχρηται. γίνεται δέ, ὅταν τροπῇ τινι χρησάμενοι μὴ σφόδρα αὐστηρᾷ μη δὲ σκληρᾷ κατ’ἀκολουθίαν ἐκείνης ἑτέραν ἐπενέγκωμεν τροπὴν σκληροτέραν μέν, οὐ μὴν δοκοῦσάν γε εἶναι τοιαύτην διὰ τὸ ἀκόλουθον τοῦ προειρημένου, οἷον” ἀλλὰ τὰ τοιαῦτα εἰς μὲν ἅπαξ καὶ βραχὺν χρόνον ἀντέχει καὶ σφόδρα γε ἤνθησεν ἐπὶ ταῖς ἐλπίσιν, ἂν τύχῃ, τῷ χρόνῳ δὲ φωρᾶται καὶ περὶ αὑτὰ καταρρεῖ “· τὸ γὰρ” ἤνθησε “τροπικὸν μέν, οὐ μὴν αὐστηρὸν οὐ δὲ σκληρόν, τὸ δὲ” καταρρεῖ “σκληρὸν ἰσχυρῶς, οὐ μὴν τοιοῦτον ἐφάνη διὰ τὸ ἐξ ἀκολουθίας εἰρῆσθαι · ἐπὶ γὰρ τῶν ἀνθέων τῶν μαραινομένων τὸ καταρρεῖν σχεδὸν κυρίως λέγεται, ἤδη δὲ αὐτοῦ τὴν ἄγαν σκληρότητα καὶ τὸ παρακείμενον αὐτῷ ἀφεῖλε, λέγω τὸ” τῷ χρόνῳ δὲ φωρᾶται “. ὅμοιον τούτῳ καὶ τὸ Εὐριπίδου ἐν Πολυΐδῳ” εἰ μὲν γὰρ ἐκ γῆς εἰς θάλασσαν ἵπτατο ὁ κύματ’οἰκῶν ὄρνις, ἡρμήνευσεν ἂν τὸν παῖδ’ἐν ὑγροῖς κύμασι τεθνηκέναι “· τῷ γὰρ” οἰκῶν “παράκειται τὸ” ἡρμήνευσεν ἄν “, καθ’αὑτὸ δ’ἂν ἦν σκληρόν πως. τοσαῦτα καὶ περὶ τῆς δριμύτητόςτε καὶ ὀξύτητος ὡς προσηκουσῶν τῇτε ἀφελείᾳ καὶ τῇ γλυκύτητι. ὁ δὲ περὶ ἡδονῆς οὗτος καὶ γλυκύτητος ἡμῖν ῥηθεὶς λόγος ἅπας ὁ αὐτὸς ἂν εἴη δήπου τῷ περὶ ἁβρότητος καὶ περὶ τοῦ ὡραίου λεγομένου λόγου καὶ εἴ τι τοιουτότροπον · ταῦτα γὰρ οἶμαι πάντα καὶ τὰ τοιαῦτα ὀνόματι διαλλάττει μόνῳ, ἔστι δὲ τὰ αὐτά. ὅταν γὰρ ἤτοι ἐρωτικόν τι ἐννόημα λέγωμεν ἢ καὶ τῶν ἄλλων τι τῶν ἰδίων γλυκύτητος μεθοδεύωμέντε οὕτως καὶ ἑρμηνεύωμεν δι’ἐπιθέτων καὶ ποιητικῶν ὀνομάτων παρισῶμέντε τοῖς σχήμασιν ἢ τοῖς κώλοις ἢ καὶ ἄλλῳ τινὶ κάλλους ἰδίῳ σχήματι ἐξαγγέλλωμεν συντιθῶμέντε οὕτως καὶ τοὺς μὲν ῥυθμοὺς ποιῶμεν σεμνοὺς ἅμα καὶ καλούς, τὰς δὲ ἀναπαύσεις σεμνὰς ὁμοῦ καὶ ἀφελεῖς, ὡραῖος καὶ ἁβρὸς κατ’ἀνάγκην ἡμῖν ὁ λόγος γίνεται · ὥστε οὐκ οἶδα, εἴ τι διαλλάττει ἡδονὴ καὶ ὥρα ἡ ἐν λόγῳ ἁβρότητος ἢ γλυκύτητος ἤ τινος ἄλλου τοιουτοτρόπου. ἀλλὰ περὶ μὲν ἀφελείας καὶ γλυκύτητος τοσαῦτα · ἑξῆς δ’ἂν εἴη λέγειν περὶ ἐπιεικείας. ἐπιεικὴς καὶ ἠθικὸς λόγος γίνεται κατ’ἔννοιαν μέν, ἤτοι ὅταν ἑκόντα τις αὑτὸν μειονεκτοῦντα δεικνύῃ, ὡς ἐν τῷ Κατὰ Κόνωνος, ὅτι παρὸν αὐτῷ καὶ λωποδυσίου καὶ ὕβρεως δίκας λαβεῖν ὅμως αἰκίας δικάζεται · ἢ ὅταν εἰς ἴσον ἑαυτόν τις ἄγῃ τοῖς πολλοῖς καίπερ οὐκ ὢν τῶν πολλῶν εἷς, σχεδὸν δὲ καὶ τοῦτο τα- ταὐτόν ἐστι τῷ προειρημένῳ · καθόλου γὰρ ἡ ἐπιείκεια παρατεθραυσμένον ἔχει τὸ δίκαιον διὰ φιλανθρωπίαν, ὡς ἔφη Πλάτων, καὶ τὸ μὴ ὄντα οὖν τῶν πολλῶν ἕνα ἑαυτὸν ἐν τοῖς πολλοῖς ἀριθμεῖν οὐδὲν ἄλλ’ἢ ἑκόντα μειονεκτεῖν ἐστιν · ὅμως δὲ κείσθω καὶ κατ’εἶδος ἕκαστον, δεύτερον οὖν εἶδος τῆς ἐπιεικείας τὸ τοῖς πολλοῖς ἑαυτὸν συναριθμεῖν. πολὺ τὸ τοιοῦτον ἐν τῷ Κατὰ Μειδίου καὶ πρῶτόν γε τὸ” ἐγὼ δ’, ὅπερ ἂν καὶ ὑμῶν ἕκαστος ὑβρισθεὶς προείλετο πρᾶξαι, τοῦτο καὶ αὐτὸς ἐποίησα “. εἰ δὲ καὶ δεινῶς ἐνταῦθα, ἑτέρου λόγου τοῦτο γὰρ φύσει τῆς δεινότητος ἴδιον τὸ εἰς δέον εἰδέναι χρῆσθαι τοῖςτε ἄλλοις καὶ τοῖς εἴδεσι τοῦ λόγου, ὥσπερ ἐνταῦθα εἰς δέον κέχρηται τῇ ἐπιεικείᾳ καὶ τῷ ἤθει, ἐπεὶ καὶ τὸ διδόναι τι πλέον τῷ ἐχθρῷ ἑκόντα ἐπιεικές. ἀλλ’ὅρα, μεθ’ὅσης δεινότητος ὁ ῥήτωρ τοῦτο ποιεῖ · τῷ γοῦν Χαριδήμῳ δίδωσι τὸ ὡς πολίτῃ ἐξετάζεσθαι, ἵνα μᾶλλον οὕτω παράνομον ἐξελέγξῃ τὸ ψήφισμα · τὰ γὰρ κατὰ τοὺς νόμους τοῖς πολίταις διώρισται · καὶ σκόπει, πῶς ἐπισημαίνεται τὸ τῆς ἐπιεικείας ἐν τῷ” καὶ θεάσασθε “, φησίν,” ὦ Ἀθηναῖοι, ὡς ἐπιεικῶς καὶ ἁπλῶς χρήσομαι τῷ λόγῳ, ὅς εἰς μὲν ταύτην τίθεμαι τὴν τάξιν αὐτόν, ἐν ᾗ πλείστης ἂν τυγχάνοι τιμῆς καὶ τὰ ἑξῆς. — ἔτι ἐπιεικοῦς λόγου καὶ τὸ λέγειν, ὡς παρὰ γνώμην δικάζεται καὶ ὡς ἀναγκάσαντος τοῦ ἐχθροῦ εἰς δικαστήριον ἥκει δέον ἐπὶ τῶν φίλων καὶ τῶν ἐπιτηδείων διακεκρίσθαι, οἷον “εἰ μὲν ἐβούλετο Ἄφοβος τὰ δίκαια ποιεῖν” καὶ τὰ ἑξῆς ἐπιεικείας συστατικά, καὶ τὸ “οὐδένα πώποτε τῶν πολιτῶν οὔτε γραφὴν γραψάμενος οὔτ’ἐν εὐθύναις λυπήσας” καὶ τὰ ἑξῆς, καὶ τὸ “ἐπειδὴ γὰρ οὐχὶ τῶν πεπολιτευμένων οὐ δὲ τῶν ἐνοχλούντων ὑμᾶς ὢν πρᾶγμα τηλικοῦτον φημὶ δείξειν πεπραγμένον” καὶ τὰ ἑξῆς. — καὶ τὸ φάσκειν δὲ ἀπείρως ἔχοντα λόγων εἰς δικαστήριον εἰσιέναι δύναται μέν τι καὶ ἄλλο ἐμφαίνειν καὶ μὴν καὶ τὸ ἐπιεικὲς ἢ ὅλως τό γε ἠθικὸν τῷ ἠναγκάσθαι λέγειν · τὸ γὰρ μὴ βουλόμενον ἥκειν ἅμα συνεμφαίνεται. καθόλουτε, ὅπερ ἔφην ἀρχόμενος τοῦ περὶ ἐπιεικείας λόγου, πάντα, ὅσα ἐστὶ προσώπου συστατικὰ ὡς ἑκόντος μειονεκτοῦντος, ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐπιεικῆ κατὰ τὴν ἔννοιαν. — τούτοις δὲ ἅπασι τοῖς εἰρημένοις καὶ ὅτε φεύγοι τις δύναται χρῆσθαι ἀναστρέψας, οἷον ὡς παρὸν αὐτῷ διώκειν ὃ δὲ φεύγει καὶ ὅτι διὰ τοῦτο καταφρονηθείη, ὅτι χρηστός ἐστιν ἢ τῶν πολλῶν εἷς, καὶ ὡς οὐδένα μέντοι πώποτε ἐδίωξεν αὐτὸς καὶ ὡς ἄκων ἥκοι · καὶ ὅλως, ὅπερ ἔφην, ἅπασι τοῖς προειρημένοις καὶ εἰ φεύγει τις χρῆσθαι δύναται. πολλὰ τῶν τοιούτων ἐν ἰδιωτικοῖς τὰ παραδείγματα καὶ πλείονά γε παρὰ τῷ Λυσίᾳ καὶ τῷ Ὑπερίδῃ · φύσει γὰρ οἱ ἄνδρες ἠθικώτεροι, ταῖς δὲ μεθόδοις καὶ μᾶλλον. μέθοδος δ’ἐπιεικείας πρῶτον μὲν ἡ σφόδρα ἐοικυῖα ταῖς ἐννοίαις ταῖς ἐπιεικέσι τὸ ἑκόντα ἐλαττοῦν τὰ ἑαυτοῦ χρηστὰ ἤ, ὅσα ἔχει κατὰ τοῦ ἐχθροῦ σφοδρά, ταῦτα ἑκόντα μειοῦν καὶ μὴ λέγειν σφοδρῶς. καὶ τὰ μὲν ἑαυτοῦ ἐλαττοῖ ὁ Δημοσθένης κατὰ μέθοδον οὑτωσί · παρὸν αὐτῷ λέγειν ἀξιωματικῶς, οἷον “μετὰ ταῦτα δὲ τοὺς ἀποστόλους ἅπαντας ἀπέστειλα, καθ’οὓς Χερρόνησος ἐσώθη καὶ τὸ Βυζάντιον καὶ πάντες οἱ σύμμαχοι”, ὃ δὲ εἶπεν ὡς ἑτέρως, οἷον “τῆς μέντοι διακονίας τῆς ἐφ’ἑκάστῳ τῶν πεπραγμένων καὶ ἐμαυτῷ μετεῖναί φημι”. ὁρᾷς, ὡς ἐν ἀμφοτέροις μὲν τα- ταὐτόν ἐστι πρᾶγμα δηλούμενον, ὅτι “ἐγὼ συμβεβούλευκα καὶ ἐγὼ ἔγραψα”, ὅσον δὲ τοῦτο ἐκείνου ἐπιεικέστερον εἴρηται καὶ ταπεινότερον; ἀλλ’οὗτος μὲν εἰς δέον ἑκατέρῳ χρῆται, οὐ κατ’ἐπιείκειαν ἀλλὰ δεινότητα, ἐκεῖνο μὲν ἐλαττώσας, τουτὶ δὲ αὐξήσας. βουλόμενος μέντοι τις ἐπιεικῆ ποιεῖν λόγον καὶ ἠθικὸν οὕτως ἂν οἶμαι μεθοδεύσειε. σπάνια δὲ τῆς τοιᾶσδε μεθόδου τὰ παραδείγματα · οὔκουν ἔγωγε ἐδυνήθην ἐκ τοῦ παραχρῆμα λαβεῖν τι παρὰ τοῦ ῥήτορος ἢ ἄλλου του τοιαύτης μεθόδου παράδειγμα. αἱ γὰρ εἰρωνεῖαι οὔκ εἰσιν ἐπιείκειαι, ἀλλ’ἠθικὸς μὲν ὁ λόγος, βαρύς δὲ καὶ οὐκ ἐπιεικής, οἷον “μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν καὶ πάλιν” βούλει ἐμαυτὸν μέν, ὃν ἂν σὺ λοιδορούμενος καὶ διασύρων καλέσαις, Βάταλον “, καὶ πολλὰ ἔστι τοιαῦτα · ταῦτα δὲ καὶ τὰ τοιαῦτα βαρέα μὲν καὶ διὰ τοῦτο ἠθικά, οὐ μὴν ἐπιεικῆ γε οὐ δ’ἐπιεικὲς τὸ ἦθος ἔχει. σπάνια οὖν ὅπερ ἔφην τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα, καὶ παρασχέσθαι μέν τι τοιοῦτον ἐγώ σοι νῦν ὅπερ ἔφην οὐ δεδύνημαι,” ἐπεὶ πόνος ἄλλος ἤπειγεν “ὡς ἀληθῶς · ἐνδείξασθαι μέντοι σαφῶς τὴν φύσιν αὐτοῦ δεδυνῆσθαι νομίζω, ὥστε τάχα οὐ χαλεπῶς καὶ παραδείγματα ἴδια τοῦ εἴδους εὕροι τις ἂν ζητῶν, εἰ φροντίσειεν. εἴη δ’ἂν οὐκ ὀλίγα παρὰ τῷ Πλάτωνι, ἔνθα ἂν ὁ Σωκράτης ἔχῃ τι λέγειν περὶ αὑτοῦ, καὶ οἶμαί γε εἶναί τι τοιοῦτον ἐν τῷ Χαρμίδῃ καὶ ἐν τῷ Συμποσίῳ μετὰ τοὺς Ἀλκιβιάδου λόγους καὶ πολλαχοῦ μέντοι. — ἀλλὰ τὰ μὲν καθ’ἑαυτὸν οὕτως ἄν τις ἐλάττω ποιοίη τῷ ἐπιεικεῖ κατὰ μέθοδον λόγῳ · τῶν δὲ δεόντων ῥηθῆναι κατὰ τοῦ ἐχθροῦ σφοδρῶς ἐλάττωσις ἐκ μεθόδου κατὰ δύο γίνεται τρόπους. ἢ γὰρ ἐνδείκνυται ὁ ποιῶν τοῦτο, ὅτι ἑκὼν ἐπιεικέστερον λέγει, ἢ ἄνευ ἐνδείξεως αὐτὸ ποιεῖ. καὶ ὅτε μὲν ἐνδείκνυται, ἔχει τι τῆς σφοδρότητος, εἰ καὶ βραχύ, ἀλλ’οὖν ἔχει γε ὁ λόγος, οἷον” καί μοι μηδὲν ὀργισθῇς · οὐδὲν γὰρ ἐρῶ σε φλαῦρον “καὶ πάλιν” τὸ δὲ τοῦ θέντος τὸν νόμον τὰ μὲν ἄλλα ἔγωγε οὐκ οἶδα οὐ δὲ λέγω φλαῦρον οὐδὲν οὐ δὲ σύνοιδα, ἐκ δὲ τοῦ νόμου σκοπῶν εὑρίσκω τούτου πολὺ κεχωρισμένον “καὶ τὰ ἑξῆς. ὅτε δὲ μηδὲν ἐνδείκνυται, παντάπασιν ἐπιεικὴς κατά γε τοῦτο ὁ λόγος γίνεται, οἷον” τίνος οὖν ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τῶν αὐτῶν ἠξίωσεν ὑμᾶςτε κα- κἀκείνους; ὁρᾷς, πῶς ἔχων εἴπερ ἐβούλετο εἰπεῖν σφοδρῶς οἷον “τίνος ἕνεκα, εἰ τὰ μάλιστα μὴ τινὲς ἀλλὰ πάντες ἦσαν ἀνάξιοι, τὴν αὐτὴν ἀτιμίαν ὑμῶντε κατέγνω κα- κἀκείνων; ὁμοίως γὰρ ἀμφοῖν ἀφαιρεῖται τὴν μὲν ἀτέλειαν ἐκείνων, ὑμῶν δὲ τὴν ἐξουσίαν τοῦ διδόναι, ὅτῳ ἂν βούλησθε”, ὃ δ’ἐπιεικῶς σφόδρα καὶ ἠθικῶς ἔφη “τῶν αὐτῶν ἠξίωσεν ὑμᾶςτε κα- κἀκείνους”; τοιοῦτο δ’ἐστὶ καὶ τὸ ἐν συμβουλευτικοῖς “δοκοῦσι δέ μοι Λακεδαιμόνιοι δεινῶν ἔργον ἀνθρώπων ποιεῖν” · τότε γὰρ ἐνδοιάσαι καὶ μὴ ἀποφήνασθαι, ὅτι δεινοὶ Λακεδαιμόνιοι, ἀλλὰ “δοκοῦσί μοι” εἰπεῖν τότε μὴ καθάπαξ δοκεῖν αὐτοὺς εἶναι δεινοὺς εἰπεῖν αὐτὸν ἀλλὰ δεινοῖς ἐοικότας ἁπλῶς, ἔργον δέ τι δεινῶν ἀνθρώπων διαπράττεσθαι, σφόδρα ὑφιέντος ἦν τὸ ἐπιφορικὸν καὶ σφοδρόν, ἠθικὸν δὲ καὶ ἐπιεικῆ λόγον παρεχομένου. δῆλον δ’ἐστὶ τοῦτο ἐκ τῶν Κατὰ Φιλίππου ῥηθέντων ἐναντίως τῇ ἰδέᾳ ταύτῃ λέγοντος ἐκεῖ τοῦ ῥήτορος, οἷον “μὴ πανοῦργος ὢν καὶ δεινὸς ἄνθρωπος” · πρῶτον μὲν γὰρ “πανοῦργος” φησίν, ἀλλ’οὐχ ἁπλῶς “δεινός”. σφοδρότερον δὲ τὸ “πανοῦργος” ὄνομα τοῦ “δεινός” δήπουθεν · ἔπειτα οὐ δὲ δοκεῖν αὐτῷ πανοῦργον εἶναι τὸν Φίλιππον ἔφη οὐ δὲ ἐνεδοίασεν ὥσπερ ἐκεῖ, ἀλλ’ἀπεφήνατο · ἔπειτα οὐκ ἐοικέναι πανούργοις ἢ δεινοῖς, ὥσπερ τοὺς Λακεδαιμονίους ἔλεγεν, ἀλλ’αὐτὸν εἶναι τὸν Φίλιππον καὶ δεινὸν καὶ πανοῦργον. οὐκοῦν ταῦτα μὲν καὶ σφοδρὰ καὶ τραχέα, ἐκεῖνα δὲ ἠθικὰ καὶ ἐπιεικῆ καὶ σαφῶς ὑφιέντος τῆς σφοδρότητος τοῦ ῥήτορος εὕροις δ’ἄν οὐκ ὀλίγα παραδείγματα τῆς τοιαύτης μεθόδου, καθ’ἣν τὰ κατὰ τῶν ὑποκειμένων προσώπων ῥηθέντα ἂν ἐλαττώσειέ τις (οὐ γὰρ τῆς ἑτέρας λέγω. καθ’ἣν τὰ ἴδιά τις ἂν ἀγαθὰ μειώσειεν), ὡς ἔντε συμβουλευτικοῖς κα- κἀν τῷ Πρὸς Λεπτίνην · καίπερ γὰρ ὢν ἀγωνιστικὸς οὗτος ὁ λόγος ὅμως πολὺ τὸ ἦθος ἐν τοῖς περὶ τὸ πρόσωπον ἔχει καὶ κατὰ τὴν μέθοδον καὶ ἴσως καὶ τὰ λοιπά, ὥσπερ καὶ οἱ συμβουλευτικοί. ἀλλ’ἐκεῖσε ἐπανιτέον. μέθοδος γὰρ ἐπιεικείας πρώτη μὲν ἡ προειρημένη, μετὰ δὲ ταύτην ἡ ἐκ παραλείψεως · δοκεῖ γάρ πως ἐπιεικὲς εἶναι τὸ ἑκόντα παραλείπειν, ὅσα τις εἰπεῖν ἔχει κατὰ τοῦ ἐχθροῦ ἢ καὶ ὑπὲρ ἑαυτοῦ. καὶ πολύ γε τὸ ἀξιόπιστον διὰ τὴν ἐμφαινομένην ἐπιείκειαν αἱ παραλείψεις ἔχουσι · γίνονται δὲ ὡς ἔφην ἐπ’ἀμφοῖν, καὶ ἐν τοῖς καθ’ἡμῶν καὶ ἐν τοῖς ὑπὲρ ἡμῶν, καὶ γίνονταί γε διχῶς, καθάπερ καὶ τὴν μείωσιν τῶν κατὰ τοῦ ἐχθροῦ ἐλέγομεν γίνεσθαι διχῶς · ἢ γὰρ ἄντικρυς παραλείπει ἢ εἰπὼν οὐδὲν προστίθησιν, ἐνδείκνυται δὲ μόνον καὶ ὥσπερ τινὰ πρόσληψιν ἀορίστου ποιεῖται, οἷον “καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω καὶ πάλιν” παραλείπω τὰ πολλὰ διὰ τόδε “, φησί,” καὶ τόδε “. — ἤτοι οὖν οὕτως ἢ τῇ μεθόδῳ μόνῃ χρῆται παραλειπτικῇ, τὰ πράγματα δὲ οὐδὲν ἧττον λέγει, οἷον” καὶ οὐδὲν ἂν εἴποιμι τούτων, οὔτε εἴ τινας ἐκ τῶν πολεμίων ἐλυσάμην, οὔτε εἴ τισι πενομένοις θυγατέρας συνεξέδωκα “καὶ πάλιν” Ὄλυνθον μὲν δὴ καὶ Μεθώνην καὶ Ἀπολλωνίαν καὶ δύο καὶ τριάκοντα πόλεις ἐπὶ Θρᾴκης ἐῶ “καὶ τὰ ἑξῆς. τούτων τοίνυν ἡ μὲν καὶ λέγουσα τὰ πράγματα παράλειψις, οἷον” Ὄλυνθον μὲν δή “καὶ τὰ ἑξῆς, ἀξιοπιστίαν μόνον μετὰ τοῦ ἤθους ποιεῖ, ἡ δὲ οὐδὲν ἔχουσα τοιοῦτον, οἷον” καὶ περὶ ὧν μὲν ἔστι τις ἀμφισβήτησις, ὡς ἄρα ὑπὲρ τῆς πόλεως εἴρηκεν, ἐάσω “, μετὰ τῆς ἀξιοπιστίας καὶ τοῦ ἤθους ἔτι καὶ περιβολὴν ποιεῖ διὰ τὴν τοῦ ἀορίστου πρόσληψιν · τὰ γὰρ τοιαῦτα οὐδὲν ἄλλ’ἢ ἀορίστου ἤ τινος τοιούτου προσλήψεις εἰσὶ κατὰ παράλειψιν μεθοδευθεῖσαι. τρίτη δὲ ἐπιεικείας μέθοδος ἡ τὸν καθαρὸν ποιοῦσα λόγον, διότι ἡ αὐτὴ καὶ τὸν ἀφελῆ · ὅτι γὰρ τὸν ἐπιεικῆ δόξαντα ἂν εἶναι λέγειν πολὺ τὸ ἀφελὲς ἐμφαινόμενον ἔχειν δεῖ, καὶ ὁ κατὰ μικρὸν λόγου θεωρίας ἐπαΐων συναίσθοιτ’ἄν. καὶ μὴν καὶ ἡ λέξις τοῦ ἐπιεικοῦς λόγου ἡ καθαρὰ καὶ ἀφελὴς σχήματάτε καὶ κῶλα καὶ συνθήκη κατὰ τα- ταὐτὰ αἵτε ἀναπαύσεις καὶ οἱ ῥυθμοὶ ὡσαύτως, εἰ δή τι καὶ ταῦτα δύναται συλλαμβάνειν πρὸς ἐπιεικοῦς λόγου ἔμφασιν. 2.7ὁ ἐνδιάθετος καὶ ἀληθὴς καὶ οἷον ἔμψυχος λόγος τὸ μὲν πλεῖστον ἔχει περὶ τὴν μέθοδον καὶ τὰ σχήματα τήντε λέξιν καὶ ὅσα τούτοις ἕπεται, γίνεται μὴν καὶ κατ’ἔννοιαν · αἱ γὰρ ἀφελεῖς πᾶσαι πάντως εἶεν ἂν τοῦ ἐνδιαθέτου, ἢ πῶς ἂν ἔτι τὸ ἦθος ἔχειν δύναιντ’ἂν ἀκριβῶς; τάχα δ’ἂν καὶ αἱ ἐπιεικεῖς τούτου τοῦ εἴδους εἶεν. ἴδιαί γε μήν εἰσιν ἔννοιαι παρὰ τὰς προειρημένας τοῦ οἷον ἐμψύχου λόγου αἱ σχετλιαστικαί, οἷον” αὐτὸς ὢν οἶμαι θαυμάσιος στρατιώτης, ὦ Ζεῦ “· μετὰ γὰρ τὴν γενομένην κατὰ τὴν εἰρωνείαν βαρύτητα ἐπήγαγε τὸ” ὦ Ζεῦ “, ἑτέρα δέ τις αὕτη δήπουθεν παρὰ τὴν προειρημένην ἐστὶν ἔννοια τὸ” ὦ Ζεῦ “σχετλιαστική. τοιοῦτόν ἐστι καὶ τὸ” ἀλλ’Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί “, ἀλλ’ἴσως τοῦτο κατὰ τὴν μέθοδον, οὐ κατὰ τὴν ἔννοιαν · τὸ μέντοι” καὶ Χαρίδημον εἰ χρὴ φρουρεῖν, βουλεύεσθε; Χαρίδημον; οἴμοι “ἔχει τινὰ καὶ ἰδίαν ἐν τῷ” οἴμοι “ἔννοιαν. καὶ μυρία τούτου παρὰ Δημοσθένους λάβοις ἂν παραδείγματα. ἀλλ’ἔννοιαι μὲν αὗται λόγου ἐνδιαθέτου, γνώριμοί τινες οἶμαι καὶ σαφεῖς ὀφθῆναι. εἰ δὲ καὶ μέθοδος εἴη τις ὁ σχετλιασμὸς περὶ ἔννοιαν οὐ τοιαύτην, οἷον οὐ φύσει σχετλιαστικήν, ὡς τὸ” ἀλλ’Ἀνδροτίων ὑμῖν πομπείων ἐπισκευαστής, Ἀνδροτίων, ὦ γῆ καὶ θεοί “, σαφὴς δήπου ἡ μέθοδος καὶ οὐδὲν ἔχουσα δυσχερὲς πρὸς καταμάθησιν. — αἱ μέντοι λοιπαὶ μέθοδοι τοῦ ἀληθινοῦ λόγου σχεδὸν ἄρρητοί εἰσιν. εἴτε γὰρ εὐχὰς ποιοίη τις εἴτε ἄλλο τι τοιοῦτον, οὐχ ἁπλῶς διὰ τῶν εὐχῶν ἢ διὰ τῶν ὁμοίων ταύταις ἐνδιάθετος ὁ λόγος γίνεται, ἀλλ’ἔστι ταῦτα μὲν ἁπλῶς κατὰ ἀφέλειαν ἠθικά, ἕτερα δὲ παρὰ ταῦτά ἐστιν οἶμαι τὰ ποιοῦντα οἷον ἔμψυχον εἶναι δοκεῖν τὸν λόγον. αὐτίκα τὸ” πρῶτον μέν, ὦ Ἀθηναῖοι, τοῖς θεοῖς εὔχομαι πᾶσι καὶ πάσαις “εὐχή τίς ἐστι δήπουθεν, ἀλλά τι παραπλήσιον ἔχει τῷ” ἀλλὰ γὰρ ἐνταῦθα τῶν φόβων εἴημεν “ἐν Σικελικοῖς ὑπὸ Ἀριστείδου εἰρημένῳ · λέγω δὲ οὐχ ὡς τούτου βελτίονος ὄντος, ὧν ὁ Δημοσθένης εἶπε — μαινοίμην γὰρ ἄν, εἰ τοῦτο λέγοιμι —, ἀλλ’ὅτι τοῦτο ἐκείνου ἀληθινώτερόν ἐστιν · οὐ γὰρ ἀπῄτει τὸν Δημοσθένην ὁ καιρὸς εὐθὺς κατ’ἀρχὰς ἀληθινόν πως ἀλλ’ὅλως ἠθικόν πως τὸν λόγον παρασχέσθαι, καὶ ἐδείκνυμεν τοῦτότε καὶ ἕτερα πλείονα ἑπόμενα τούτοις, ὅτε τὸν λόγον ἐθεωροῦμεν. εὕροις δ’ἂν οὐκ ὀλίγα τοιαῦτα οὕτως ἀληθινῶς εἰρημένα καὶ παρὰ τῷ ῥήτορι. καὶ μὴν καὶ τὸ” καλῶ δὲ τοὺς θεοὺς πάντας καὶ πάσας, ὅσοι τὴν χώραν ἔχουσι τὴν Ἀττικήν, καὶ τὸν Ἀπόλλω τὸν Πύθιον “καὶ τὰ ἑξῆς ὅρκος ἐστὶ δήπουθεν · ἀλλὰ σκόπει, εἰ ὅμοιον τοῦτο ἐκείνῳ τῷ” ἐπεὶ εἰ μὴ διὰ τὸ τούτους βούλεσθαι σῶσαι, ἐξώλης ἀπολοίμην καὶ προώλης, εἰ προσλαβὼν ἀργύριον πάνυ πολὺ μετὰ τούτων ἐπρέσβευσα “· ἐνταῦθα μέντοι καὶ ἡ ἐπιμονὴ τῆς ἀφελείας πεποίηκε πλέον τὸ ἐνδιάθετον τὸ” πάνυ πολύ “. ἀλλ’ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανιτέον, ὅτι αἱ μέθοδοι τοῦ ἐνδιαθέτου λόγου σχεδὸν μὲν ἄρρητοί εἰσιν · ὅμως δὲ ἡμῖν τι τολμητέον εἰπεῖν καὶ περὶ τούτων, εἴ πως αὐτὰς ἐνδείξασθαι δυνηθείημεν. λέγω τοίνυν, ὅτι σχεδὸν μία μέθοδός ἐστιν ἅπαντος ἐνδιαθέτου λόγου, τὸ μὴ προλέγειν, μήθ’ὡς ὄμνυσί τις, ἀλλ’ἁπλῶς οἷον ἐμπίπτειν εἰς τὸν ὅρκον, μήθ’ὡς εὔξεταί τις, ἀλλ’ἁπλῶς παραπεσὸν εὔχεσθαι, οἷόν ἐστι καὶ τὸ” ὡς μη δὲ νῦν ὤφελον “, οἷον” ἡνίκα τὰς δίκας τοῖς ἐπιτρόποις ἐλάγχανον, μειρακύλλιον ὢν κομιδῇ καὶ τοῦτον οὐ δ’εἰ γέγονεν εἰδὼς οὐ δὲ γινώσκων, ὡς μη δὲ νῦν ὤφελον “. καὶ μὴν καὶ τὸ θαυμάζειν τι πρᾶγμα ἠθικὸν ποιεῖ τὸν λόγον καὶ ἐνδιάθετον · ἀλλ’ἐὰν μὲν προείπῃς, ὅτι θαυμάζεις, οὐκέθ’ὁμοίως τὸ ἐνδιάθετον τοῦ λόγου σῴζεται, ἀλλ’ἁπλῶς μέντοι ἠθικὸς καὶ ἴσως ἀφελὴς οὕτως ὁ λόγος γένοιτ’ἂν καὶ κατὰ τοῦτο μόνον ἔχων τι τοῦ ἀληθοῦς, οὐ μὴν ἀκριβές γε τοῦτο · ἂν δ’ἀφέλῃς μὲν τὸ λέγειν, ὅτι θαυμάζεις, ψιλὰ δὲ καὶ καθ’ἑαυτὰ λέγῃς ἃ θαυμάζεις πράγματα, ἐνδεικνύμενος τοῦτο αὐτὸ τὸ θαυμάζειν, πλεῖον ποιήσεις τὸ ἐνδιάθετον καὶ ὡς ἀληθῶς ἔμψυχον, οἷον” καὶ τοιαῦτα συνειδὼς βεβιωμένα ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσὶ τολμήσει βλέπειν εἰς ὑμᾶς καὶ τὸν βεβιωμένον αὑτῷ βίον αὐτίκα δὴ μάλα ἐρεῖ μακρᾷ τῇ φωνῇ, ἐφ’οἷς ἔγωγε ἀποπνίγομαι · οὐκ ἴσασιν οὗτοί σε “καὶ τὰ ἑξῆς · τὸ γὰρ” ἐφ’οἷς ἔγωγε ἀποπνίγομαι · οὐκ ἴσασιν οὗτοί σε “σφόδρα πολὺ τὸ ἐνδιάθετον ἔχει ὡς δὴ θαυμάζοντος τὸν λέγειν τολμῶντα τὰ τοιαῦτα · καὶ πάλιν” βουλεύεσθε, ὦ Ἀθηναῖοι, Θηβαίους ἔχοντες ἐν νήσῳ, τί χρὴ ποιεῖν; οὐκ ἀναστήσεσθε “; καὶ τὰ ἑξῆς. ἁπλῶςτε, ὅπερ ἔφην κα- κἀν τοῖς προειρημένοις, αὕτη μία μέθοδος λόγου τοῦ μέλλοντος ὡς ἀληθῶς ἐμψύχου φανεῖσθαι, τὸ μὴ προλέγειν μέν, ὡς ἔχοι τι πάθος ἐν τῇ ψυχῇ, οἷον θαῦμα ἢ φόβον ἢ ὀργὴν ἢ λύπην ἢ ἔλεον ἢ πεποίθησιν ἢ ἀπιστίαν ἢ ἀγανάκτησιν ἤ τι τῶν τοιούτων, πεποιθότως γε μὴν προάγειν τὸν λόγον, ὡς ἂν ὁ καιρὸς ἀπαιτῇ, οἷον μετ’ὀργῆς ἢ θαυμασμοῦ ἢ τινος ἄλλου τῶν προειρημένων. μετ’ὀργῆς μέν, ὡς ἐν τῷ” ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων “καὶ πάλιν” καὶ τοιαῦτα συνειδὼς ἑαυτῷ ὁ ἀκάθαρτος οὑτοσί “καὶ τὰ τοιαῦτα ἐλέου δέ, ὅταν λέγῃ” τοὺς ταλαιπώρους Φωκέας καὶ πάλιν “ἀλλ’ὁ μὲν ἄθλιος ἄνθρωπος ἠτίμωταίτε καὶ ὕβρισται”. θαυμασμοῦ δὲ παράδειγμα, οἷον “ἐγὼ σοὶ ξενίαν Ἀλεξάνδρου”; καὶ τὰ ἑξῆς · καὶ τὸ προειρημένον δὲ τοιοῦτόν ἐστιν, οἷον “βουλεύεσθε, ὦ Ἀθηναῖοι, τί χρὴ ποιεῖν, Θηβαίους ἔχοντες ἐν νήσῳ”; τοῦ δὲ σὺν φόβῳ λόγου προϊόντος παρὰ μὲν τοῖς ῥήτορσιν οὐκ ἂν ἴσως εἴη παράδειγμα, αἱ μέντοι κωμῳδίαι καὶ αἱ τραγῳδίαι μυρία ἔχουσι τοιαῦτα. ἀγανάκτησιν δὲ ἐμφαίνει τὰ τοιαῦτα “Χαρίδημον; οἴμοι” καὶ πάλιν “Ἀνδροτίων, ὦ γῆ καὶ θεοί”. πεποιθότως δὲ ἐρεῖς, ὅταν λέγῃς “ἐγὼ συμπλέων ἐθελοντὴς πάσχειν ὁτιοῦν ἕτοιμος, ἐὰν μὴ ταῦτα οὕτως ἔχῃ”. τοῦ δ’αὖ κατὰ πεποίθησιν ἐνδιαθέτου λόγου τὸ καὶ ταῖς ἀπαντήσεσι ταῖς πρὸς τὰς ἀντιθέσεις ἢ καὶ ἄλλως χωρὶς καταστάσεως ταχείαις χρῆσθαι, οἷον “ποῖ δὴ προσορμιούμεθα; ἤρετό τις”, εἶτα ἡ ἀπάντησις χωρὶς καταστάσεως “εὑρήσει τὰ σαθρά, ὦ Ἀθηναῖοι” καὶ τὰ ἑξῆς, καὶ πάλιν “κακοδαιμονοῦσι Βυζάντιοι; σφόδρα γε · ἀλλ’ὅμως αὐτοὺς δεῖ σῶς εἶναι · συμφέρει γὰρ τῇ πόλει” · αὕτη μέντοι ἡ μέθοδος καὶ γοργότητός ἐστιν ἰδία περὶ δὲ συνδρομῆς — εἴτε συγχωρήσεως δεῖ λέγειν — κα- κἀν τῷ περὶ γοργότητος ἔφην ἐρεῖν ἀκριβέστερον, ὅτε περὶ μεθόδου δεινότητος λέγοιμι · ἐκείνης γὰρ ἴδια ταῦτα. ἐπανιτέον δ’ἐφ’ὅπερ ἐλέγομεν. καθόλου γὰρ τὸ χωρὶς καταστάσεως εἰς ἀρχὴν ἀσυνδέτως ἀνάγειν τὸν λόγον ἐνδιάθετον καὶ ἀληθινόν, οἷον “νὴ Δία, ἔδει γὰρ τὸ καὶ τὸ γενέσθαι καὶ τὸ μὴ γενέσθαι”, εἶτα ἐξ ἐπεμβολῆς οὐ καταστήσας ἐπήγαγεν ἀσυνδέτως καὶ σφόδρα ἐνδιαθέτως “πολλὰ ἂν ἔχοιεν εἰπεῖν Ὀλύνθιοι νῦν, ἃ τότε εἰ προείδοντο, οὐκ ἂν ἀπώλοντο, πολλὰ Φωκεῖς, πολλὰ τῶν ἀπολωλότων ἕκαστοι”. καὶ τὸ ἐφεξῆς δὲ τοιοῦτόν ἐστιν, οἷον “ἀλλὰ τί τούτων ὄφελος; εἶτ’ἐπήγαγεν ὁμοίως ἐξ ἀσυνδέτου μὴ καταστήσας σφόδρα ἐνδιαθέτως” ἕως ἂν σῴζηται τὸ σκάφος, τότε χρὴ καὶ ναύτην καὶ κυβερνήτην καὶ πάντα ἄνδρα ἑξῆς πρόθυμον εἶναι, ἐπειδὰν δὲ ἡ θάλαττα ὑπέρσχῃ, μάταιος ἡ σπουδή “. τοῦτο δ’ἂν οἰηθείη τις ἴσως σχῆμα καὶ οὐ μέθοδον εἶναι, ἔστι δὲ οὐ τοιοῦτον ἀλλὰ καθαρῶς μέθοδος · οὐ γὰρ ἁπλῶς τὰ ἀσύνδετα λέγω ποιεῖν τὸν ἐνδιάθετον λόγον, ἀλλὰ τὰ χωρίςτε καταστάσεως καὶ τὰ ὡς ἀπαντήσεις · αἱ δὲ ἀπαντήσεις οὐ σχήματα ἀλλὰ μέθοδοί τινές εἰσι δήπουθεν ἢ πάντως γε ἔννοιαι. — ἔστι δὲ παρὰ τὰς προειρημένας ἑτέρα τις μέθοδος ἐνδιαθέτου λόγου καὶ μάλιστα τοῦ δοκοῦντος σύν ὀργῇ προϊέναι, τὸ μη δὲ τὰς ἀκολουθίας σῴζειν τῶν τοῦ λόγου σχημάτων ἀλλ’οἷον ἐξίστασθαι δοκεῖν ὑπὸ τοῦ πάθους, οἷόν ἐστι καὶ τὸ” ἐπειδὴ τοίνυν ἡ μὲν εὐσεβὴς καὶ δικαία ψῆφος ἅπασι δέδεικται, δεῖ δέ με ὡς ἔοικε καίπερ οὐ φιλολοίδορον ὄντα “καὶ τὰ ἑξῆς πάντα μέχρι τοῦ” οὐκ ἀπορῶν δ’, ὅ τι χρὴ περὶ σοῦ καὶ τῶν σῶν εἰπεῖν, ἀπορῶ, τοῦ πρώτου μνησθῶ “· οὐδαμοῦ γὰρ ἀποδέδοται τὸ ἀκόλουθον τῷ σχήματι, ἀλλ’ἐπὶ πολὺ τὸ οἷον ἀκρόχολον · διὸ καὶ μᾶλλον ἔμψυχος καὶ ἀληθὴς ὁ λόγος εἶναι δοκεῖ. δῆλον δ’ἐκ τοῦ αὐτοῦ παραδείγματος, ὅτι καὶ τὸ ταῖς λοιδορίαις ἄνευ τοῦ ἐπισημαίνεσθαι χρῆσθαι λόγου ἀληθοῦς καὶ ἐνδιαθέτου, οἷον” εἰ γὰρ Αἰακὸς ἢ Ῥαδάμανθυς ἢ Μίνως ἦν ὁ κατηγορῶν, ἀλλὰ μὴ σπερμολόγος, περίτριμμα ἀγορᾶς, ὄλεθρος γραμματεύς “. μέθοδος δέ τις οἶμαι καὶ αὕτη, δι’ἣν οὔτ’ἐπαχθὴς εἶναι δοκεῖ ὁ λοιδορούμενος σαφῶς ἐνδεικνύμενος αὐτῷ τῷ μὴ ἐπισημαίνεσθαι, ὡς ὑπ’ὀργῆς προήχθη καὶ οὐκ ἐσκεμμένος ἥκει τὰς λοιδορίας ἀλλ’αὐτόθεν ἐπελθὸν αὐτῷ δι’ὀργὴν ταῦτα εἴρηκεν, ὅτε λόγος τὸ πιθανὸν πλέον ἐκ τῶν τοιούτων μεθόδων ἴσχει διὰ τὴν διάθεσιν καὶ τὸ ἐμψύχως προῆχθαι. ἐὰν δὲ ἐπισημήνῃ ὥσπερ ὁ Αἰσχίνης, οἷον” δότε μοι εἰπεῖν κίναιδον αὐτόν “, οὔτε ὁμοίως ἔσῃ πιθανὸς δόξειςτε ὡς ἀληθῶς εἶναι φιλολοίδορος · οὐ γὰρ πεπονθότος ἐστὶ τὴν ψυχὴν οὐ δ’ἐμπαθῶς ἔχοντος τὸ ἐπισημαίνεσθαι οὐ δ’οἷον ἐξεστηκότος ὑπὸ τοῦ πάθους οὐ δ’ἀγνοοῦντος, ἃ λέγει, ἀλλὰ νήφοντος καὶ γινώσκοντος ταῦτα καὶ ἐπεσκεμμένου καὶ τοῦτο ἐσπουδακότος λοιδορήσασθαι τῷ ἐχθρῷ, καὶ οὐκέτι οὐ δὲ πιθανός ἐστι τῷ μη δ’ἐνδιαθέτως μη δ’ἐμψύχως λέγειν · ὁ γὰρ ἐνδιακειμένως τι λέγων σφόδρα γ’ἑαυτὸν γοῦν πεπεικέναι δοκεῖ, διὸ καὶ πιθανός ἐστιν, ὁ δ’ὡς ἑτέρως οὐκ ἔχει τὴν πιθανότητα ὁμοίαν. — ἔτι μέθοδος ἀληθινοῦ καὶ οἷον ἐμψύχου λόγου, σχεδὸν μὲν ἡ αὐτὴ οὖσα τῇ προειρημένῃ ἔχουσα μέντοι διαφοράν τινα, ἔστι τὸ κα- κἀν τοῖς ἄλλοις καὶ μὴ μόνον ἐν ταῖς λοιδορίαις δοκεῖν αὐτόθεν πως κινούμενον λέγειν ἀλλὰ μὴ ἐσκεμμένον, οἷον” ἀλλὰ γὰρ μικροῦ με παρῆλθε “καὶ πάλιν” ἀλλὰ γὰρ ἐμπέπτωκα εἰς λόγους, οὓς αὐτίκα μάλα ὕστερον ἁρμόσει λέγειν “. πολλὰ καὶ τῆς τοιαύτης μεθόδου τὰ παραδείγματα παρὰ τῷ ῥήτορι Ἀλλὰ περὶ μὲν ἐννοιῶν καὶ μεθόδων τοῦ ἐνδιαθέτου λόγου τοσαῦτα. λέξις δὲ πᾶσα μὲν ἡ τραχεῖα καὶ σφοδρὰ καὶ πεποιημένη διάθεσιν ἔχει τὴν μετ’ὀργῆς καὶ μάλιστα ἐν ταῖς ἐπιφοραῖς, ἐν αἷς καὶ αἱ μὴ συνήθεις αὐτόθεν δὲ ποιηθεῖσαι καιρὸν ἔχουσιν, ὥσπερ τὸ” ἰαμβειοφάγος “καὶ τὸ” ἔπειτα ὦ κατάρατε καὶ γραμματοκύφων “καὶ πᾶσαι αἱ τοιαῦται καιρὸν ἔσχον αὐτόθεν δόξασαι ἀπό τινος διαθέσεως λέγεσθαι. ἀλλ’ἐπὶ μὲν τῶν ἐπιφορῶν ἰσχύουσιν ὅπερ ἔφην αἱ τραχεῖαι καὶ σφοδραὶ καὶ ποιοῦσί γε τὸν ἀληθῆ καὶ οἷον ἔμψυχον λόγον · οὐ μήν, ἔνθα γε ἄλλο τι πάθος ψυχῆς παραδηλοῦμεν, ὁμοίως ἔτι χρήσιμον ἂν εἴη τὸ τοιοῦτον, ἐν δέ γε ἐλεεινολογίᾳ καὶ παντάπασιν ἥκιστα ἐπιτήδειον. ἐνταῦθα γὰρ — ἐν τοῖς πάθεσι λέγω — καθαρότητος μᾶλλον δεῖ καὶ ἀφελείας καὶ γλυκύτητόςτε καὶ ἡδονῆς · παράκειται γὰρ τῷ πάθει ταῦτα, ὥσπερ ὁ Ξενοφῶν πεποίηκεν ἐν τῷ περὶ Ἀβραδάτην πάθει καὶ τὴν Πάνθειαν, ἔνθα ἔφη πρὸς τοῖς ἄλλοις καὶ τὸ” ἡ χεὶρ ἐπηκολούθησεν “· ἀπροαιρέτῳ γὰρ προαιρετικὸν περιθεὶς τῇ ἡδονῇ τὸ πάθος ηὔξησε. ποῦ δὲ καὶ τίσι πράγμασι τίνα ἁρμόττει λόγων εἴδη, πολλάκις διεμαρτυράμην, ὅτι ἐν τῷ περὶ μεθόδου δεινότητος λέγειν χρὴ καὶ ὅτι ἀκριβέστερον ἐκεῖ λέξομεν. σχήματά γε μὴν ἐνδιαθέτου κατ’ἐπιφορὰν λόγου, ἅπερ ἦν καὶ τοῦ σφοδροῦ, αἵτε ἀποστροφαί, οἷον” παρὰ σοὶ κατέλυον, Αἰσχίνη, καὶ σὺ προὐξένεις αὐτῶν “, καὶ αἱ μετ’ἐρωτήσεως ἀποστροφαὶ τάτε ἄλλα καὶ διὰ τὸ ἐλεγκτικὸν ἔχουσαι πλέον τὸ ἐνδιάθετον, οἷον” τί γὰρ δήποτ’, Εὔβουλε, Ἡγησίλεῳ μὲν κρινομένῳ, ὃς ἀνεψιός ἐστι σοί, καὶ πάλιν Θρασυβούλῳ πρώην τῷ Νικηράτου θείῳ “καὶ τὰ ἑξῆς. μυρία δὲ τοῦ σχήματος τούτου παραδείγματα. τὸ μέντοι” σὺ δὲ ὅμοιος, Αἰσχίνη; ὁ δὲ ἀδελφὸς ὁ σός; ἄλλος δέ τις τῶν νῦν ῥητόρων; καὶ τὰ ἑξῆς μετὰ βαρύτητος διὰ τὴν εἰρωνείαν εἰσαχθὲν ἔχει μὲν οὐκ ὀλίγον τοῦ ἐνδιαθέτου κατὰ τὸ τῆς λέξεως σχῆμα, τὸ δὲ ὅλον ἐστὶν ἠθικόν, βαρύτητος τῷ ἐνδιαθέτῳ μιχθείσης κατὰ τὴν μέθοδον τὴν περὶ τὴν ἔννοιαν. — ἐνδιάθετον μέντοι σχῆμα καὶ τὸ δεικτικόν, διότι καὶ σφοδρόν, οἷον “οὗτός ἐστιν ὁ τὰ Θηβαίων νῦν ὀδυρόμενος πάθη”. — ἔτι ἐνδιάθετον ἔχει σχῆμα καὶ ἡ τοιαύτη διαπόρησις, οἷον “εἶτα, ὦ — τί ἄν εἰπών σέ τις ὀρθῶς προσείποι”; γέγονε δὲ τοιοῦτον διὰ τό, ὡς κα- κἀν τοῖς περὶ μεθόδου τῆς ἰδέας ταύτης εἰρήκαμεν, λέγω τὸ μὴ προσημῆναι μέν, ὡς ἀπορεῖ, ἐνδείξασθαι δέ, ὃ ἔχει πάθος, αὐτῷ τῷ λόγῳ. τοῦτο δὲ εἴτε σχῆμα εἴτε μέθοδός ἐστιν, ὡς ἐλέγομεν, ἀλλ’οὖν ἐν τῷ περὶ τῶν ἐνδιαθέτων σχημάτων κείσθω. — καὶ ἡ ἀποσιώπησις δὲ ἐνδιαθέτου λόγου καὶ ὡς ἀληθῶς οἷον ἐμψύχου. παραδείγματα ταύτης “ἀλλ’ἐμοὶ μὲν — οὐ βούλομαι δὲ δυσχερὲς οὐδὲν εἰπεῖν ἀρχόμενος τοῦ λόγου” καὶ ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν “οὐ γὰρ περὶ τούτων · ἀλλ’ἐάσω τό γ’ἐπελθὸν εἰπεῖν μοι”. — καὶ μὴν καὶ αἱ ἐπικρίσεις τοιαῦται, οἷον “πόθεν; πολλοῦ γε καὶ δεῖ”, καὶ πάλιν σχετλιάσας εἶτα ηὔξησε τὸ ἐνδιάθετον τῇ ἐπικρίσει, οἷον “δεινὸν μέν, ὦ γῆ καὶ θεοί, πῶς γὰρ οὔ; κατὰ τῆς πατρίδος”. αἱ δὲ ἐνδοιαστικαὶ ἐπικρίσεις ἧττον ἔχουσι τὸ ἐνδιάθετον, ἠθικαὶ μέντοι οὐδὲν ἧττόν εἰσι καὶ μᾶλλον προσήκουσι τῇ βαρύτητι, οἷον “μέλλων δὲ τοῦτε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον” καὶ τὰ ἑξῆς. ὃ λέγω δέ, αὐτίκα ἔσται φανερὸν ἐν τῷ περὶ βαρύτητος. τὴν δὲ ἐπίκρισιν ἴσως οὐ δὲ σχῆμα ἀλλ’ἔννοιάν τινα θετέον · ὃ μέντοι πέφυκε ποιεῖν, εἰρήκαμεν. — ἔτι ἐνδιάθετον σχῆμα καὶ ἡ τοιαύτη ἐπιδιόρθωσις ἡ αὐξήσεως ἕνεκα παραλαμβανομένη, οἷον “ὀψὲ γάρ ποτε — ὀψὲ λέγω; χθὲς μὲν οὖν καὶ πρώην” καὶ πάλιν “ὡς ἔστι τῶν αἰσχρῶν, μᾶλλον δὲ τῶν αἰσχίστων”. — πολὺ καὶ τοῦτο παρὰ τῷ ῥήτορι ἐνδιαθέτου λόγου σχῆμα καὶ ὁ ἀπόλυτος καλούμενος μερισμός · ἔστι δὲ σχεδὸν τα- ταὐτὸν τῇ ἐπικρίσει, οἷον “εἰ δὲ δὴ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν καὶ ταῦτα τοιαῦτα, πόσῳ μᾶλλον μισοῖσθ’ἄν διὰ ταῦτα δικαίως ἢ σῴζοισθε”; εἶτά ἔστιν ὁ ἀπόλυτος μερισμός, οὐδὲν ἄλλ’ἢ ἐπίκρισις ὤν, οἷον “ἐγὼ μὲν οἶμαι πολλῷ” · μὴ λύσας γὰρ τὸν μέν σύνδεσμον ἐπήγαγεν εὐθὺς “βιάσονται τοίνυν ἴσως μεγαλόφωνοι καὶ ἀναιδεῖς ὄντες καὶ τὰ ἑξῆς. καὶ πολλὰ αὐτοῦ παρὰ τῷ ῥήτορί ἐστι τὰ παραδείγματα, λαμβάνεται μέντοι ἐπὶ τῶν φύσει ὁμολογουμένων πραγμάτων ἢ ἀποδεδειγμένων ἢ ἔμφασίν γε τοῦ ὡμολογῆσθαι ἢ ἀποδεδεῖχθαι ἐχόντων καὶ ποιεῖ ἅμα τῷ ἐνδιαθέτῳ πλέον τὸ ἦθος διὰ τὴν ἔμφασιν. τοιοῦτον δ’ἂν εἴη καὶ τὸ ἐν τῷ Κατὰ Τιμοκράτους προοίμιον τὸ” τοῦ μὲν ἀγῶνος, ὦ ἄνδρες δικασταί, τοῦ παρόντος οὐ δ’ἂν αὐτὸν οἶμαι Τιμοκράτην εἰπεῖν “καὶ τὰ ἑξῆς σύμπαντα τοῦ προοιμίου · οὐδαμοῦ γὰρ ὁ σύνδεσμος οὗτος ἐλύθη, καὶ παρέσχε μυρία τοιαῦτα πράγματα ζητοῦσι περὶ αὐτοῦ τοῖς ἰαλέμοις τούτοις, οἵ φασιν ἐξηγεῖσθαι τὸν ῥήτορα καὶ δὴ καὶ βιβλία καταλιπεῖν ἐτόλμησαν τῶν εἰς αὐτὸν ἐξηγήσεων, ἃ καὶ νῦν ἐξελίττοντες οἱ πολλοὶ τῶν διδασκάλων οἴονταί τινες εἶναι καὶ τοὺς συνόντας πείθουσιν, ὅμοιοι, φασίν, ὁμοίους. ποῦ γὰρ αὐτοῖς ἰδεῖν τι τοιοῦτον, ὅτι ἔλαβεν ὡς ὁμολογούμενον ὁ ῥήτωρ βουλόμενος τοῦτο ἐνδείξασθαι τὸ αὐτὸν αὑτῷ Τιμοκράτην αἴτιον εἶναι τοῦ ἀγῶνος καὶ μὴ δι’ἔχθραν ἰδίαν εἰσιέναι τὸν εἰσάγοντα αὐτὸν Διόδωρον; ὅπερ γὰρ εἴωθεν ὡς τὰ πολλὰ ποιεῖν ἐν προοιμίοις, τὸ τὰ ζητούμενα ὡς ὁμολογούμενα εἰσάγειν, τοῦτο κα- κἀνταῦθα πεποίηκε διὰ τοῦ ἀπολύτου μερισμοῦ. ἔστι γὰρ τοῦ σχήματος ἡ χρῆσις αὕτη πολλὴ καὶ ἐν τῇ κοινῇ καλουμένῃ καὶ ἀνὰ χεῖρα ὁμιλίᾳ. διὰ δὲ τοῦτο καὶ πολιτικὸν τὸ σχῆμα, οἷον” τούτου μὲν χάριν οὐ δ’ἄν αὐτὸς ἀντείποι “. ἀλλὰ σχήματα μὲν ταῦτα τοῦ ἐνδιαθέτου λόγου. κῶλα δὲ καὶ συνθήκη ἀνάπαυσίςτε καὶ τὸ ἐκ τούτων οἱ ῥυθμοὶ καὶ πάντα ταῦτα παραπλήσια τοῖς ἐν σφοδρότητι, πλὴν ὅτε οἶκτον κινοίη τις ἐλεεινολογούμενος · τότε γὰρ ἀφελεστέρων δεῖ τούτων ἁπάντων καὶ χρή γε τοῖς περὶ ἀφελείας ῥηθεῖσιν ἕπεσθαι ἐν τοῖς τοιούτοις. ἀκριβέστερον δὲ καὶ περὶ τούτων, ὅπερ ἐπηγγειλάμην πολλάκις, ἐν τῷ περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται. 2.8ἡ βαρύτης ἐννοίας μὲν ἔχει τὰς ὀνειδιστικὰς ἁπάσας, ὅταν εὐεργεσίας τις ἑαυτοῦ λέγων τὸ μηδενὸς ἢ ἐλαττόνων ἠξιῶσθαι ἢ καὶ το- τοὐναντίον, ὅτι καὶ τιμωρίας ἀντὶ τιμῆς ἠξίωται, ὀνειδίζῃ · οὕτω γὰρ καὶ μάλιστα βαρὺς ὁ λόγος γίνεται, εἰ παρατιθείη τις τοὺς οὐδὲν ἢ μικρὰ εὐεργετήσαντας ἢ καὶ το- τοὐναντίον ἠδικηκότας, εἶτα τυχόντας, ὧν αὐτὸς οὐκ ἠξιώθη. τα- ταὐτὸν δὲ συμβαίνει, κα- κἂν εἰ λέγοι τις ὅτι” τὸν δεῖνα μὲν φαῦλον ὄντα τούτων ἠξιώσατε, ἐμὲ δὲ ὡς ἑτέρως προαιρούμενον τῶν ἐναντίων “. παραδείγματα τῶν ἐννοιῶν τούτων πολλὰ ἔντε τῇ Ὑπὲρ τῶν Λυκούργου παίδων ἐπιστολῇ καὶ ἐν τῇ Ὑπὲρ τῆς ἑαυτοῦ καθόδου · ἐν μέντοι ταύτῃ καὶ τὸ προοίμιον εὐθὺς τοιοῦτόν ἐστιν ἅπαν, οἷον” ἐνόμιζον μέν, ἐφ’ὧν ἐπολιτευόμην, οὐχ ὅπως μηδὲν ὑμᾶς ἀδικῶν τοιαῦτα πείσεσθαι “καὶ τὰ ἑξῆς. — γίνονται μέντοι βαρύτητες κα- κἀκ τῶν ἐπιεικῶν πως εἶναι δοκουσῶν ἐννοιῶν μεθοδευθεῖσαί πως, ὅταν δῆθεν μειονεκτῇ τις ἑκὼν ἢ συγχωρῇ πλεονεκτεῖν τῷ ἐχθρῷ, ἢ καὶ τῶν ἐναντίων ἀπὸ τοῦ λόγου φαίνηται ἑαυτὸν ἢ τὸν ἐχθρὸν ἀξιῶν καὶ ὀνομάτων καὶ πραγμάτων. τοιαῦται δὲ αἱ εἰρωνεῖαι, μέθοδοί τινες οὖσαι δήπουθεν, οἷον” ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν · μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν “· πάνυ γὰρ βαρέως ἐνταῦθα τὴν φιλοτιμίαν ἑαυτοῦ μανίαν ὠνόμασε. κα- κἀκεῖνο δὲ τὸ” πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει; τοιοῦτόν ἐστι, καὶ πολλὰ ἔχομεν τοιαῦτα παραδείγματα. τὸ δὲ τοιοῦτον ἅπαν εἶδος ὡς ἔφην μεθόδου μᾶλλόν ἐστιν · αἱ γὰρ εἰρωνεῖαι μέθοδοί τινές εἰσι δηλαδή, αἳ δὴ ποιοῦσιν ἐνταῦθα τὴν βαρύτητα, ἀλλ’οὐκ αὐτὴ καθ’ἑαυτὴν ἔχει τι βαρὺ ἡ ἔννοια · καὶ ποιοῦσί γε τὴν βαρύτητα ὡς ἔφην ἐν τῷ το- τοὐναντίον αὑτῷ, ἢ λέγει ὁ τῇ εἰρωνείᾳ χρώμενος, ἐνδείκνυσθαι διὰ τῆς μεθόδου, οἷον “τότε τοίνυν ὁ Παιανιεύς ἐγὼ Βάταλος Οἰνομάου τοῦ Κοθωκίδου σοῦ πλείονος ἄξιος ὢν ἐφάνην τῇ πόλει” · διὰ γὰρ ἀμφοτέρων τῶν ὀνομάτων, τοῦτε Βατάλου καὶ τοῦ Οἰνομάου, τὰ ἐναντία τοῖς ὀνόμασιν αὐτοῖς δηλοῦται · τότε γὰρ Βάταλος ὄνομα ἐπὶ μαλακίᾳ λεγόμενον, ἐφ’οἷς ἀνδρείως προὔστη τῶν κοινῶν, τέθεικε, δι’ὧν τὸ μη δὲ Βάταλος ἀλλ’εἴ τι τούτῳ ἐναντιώτατόν ἐστιν ὄνομα καλεῖσθαι ἂν δικαίως αὑτὸν οἶμαι δείκνυσι, τότε Οἰνόμαος ἔχον τι μέγα καὶ τραγικόν, ἐφ’οἷς ταπεινὸς καὶ ἄνανδρος ὁ Αἰσχίνης ὤφθη, τεθέν, σαφῶς τῶν ἐναντίων αὐτὸν ὀνομάτων ἄξιον ἀποφαίνει. εἰ δέ τι τοῦτο καὶ σκώμματος ἔχει, ἑτέρου λόγου. ἀλλὰ μέθοδος μὲν αὕτη βαρύτητος ἰδία τῆς εἰρωνείας. — εἰδέναι μέντοι χρή, ὅτι μὴ πᾶσα εἰρωνεία ὁμοίαν ἔχει τὴν βαρύτητα, δῆλον δὲ τοῦτο κα- κἀκ τῶν προειρημένων γεγενῆσθαι νομίζω. ὅτε μὲν γὰρ ἐφ’ἑαυτοῦ τις χρῷτο τῇ εἰρωνείᾳ, καὶ μάλιστα εἰ πρὸς τούς δικαστάς, ἀλλὰ μὴ πρὸς τὸν ἐχθρὸν λέγοι, καθαρὰν ποιεῖ τὴν βαρύτητα, οἷόν ἐστι καὶ τὸ “ἐμοὶ δὲ ὅς, εἴτε τις, ὦ Ἀθηναῖοι, βούλεται νομίσαι μανίαν · μανία γὰρ ἴσως ἐστὶ τὸ ὑπὲρ δύναμίν τι ποιεῖν” · ἐν ταύτῃ γὰρ ἐκπρεπὴς ἡ βαρύτης. ὅτε μέντοι κατὰ τῶν ἐχθρῶν τις χρῷτο τῇ εἰρωνείᾳ, τὸ μὲν ἦθος ἴσχει πάντως ὁ λόγος, σφόδρα δὲ ὀλίγον τι τὸ τῆς βαρύτητος καὶ ἀμαυρὸν ὑποφαίνεται, οἷον “πῶς ὑμῖν ὑπὸ τῶν χρηστῶν τούτων τὰ πράγματα ἔχει”; ἐν μέντοι τοῖς ἐσχηματισμένοις ἐπὶ βαρύτητι φύσει ζητήμασι δύναται κατὰ τὴν τοιαύτην μέθοδον ἐπ’ἀμφοῖν ἐκπρεπὴς εἶναι ἡ βαρύτης, ἐάντε ἐφ’ἑαυτοῦ ἐάντε ἐπὶ τοῦ ἐχθροῦ τις ἐθέλῃ χρῆσθαι τῇ εἰρωνείᾳ, οἷον ὁ Θεμιστοκλῆς δόξαν τοῖς Ἀθηναίοις εἰς τὸν ἀνοικισμὸν πιπράσκειν τὰς ναῦς, ἐπείπερ ἥττητο ἀντιλέγων, ἑαυτὸν προσαγγέλλει · αὐτόςτε γὰρ πάντα, ἐφ’οἷς θαυμάζεται, φήσει θανάτου ἄξια ἑαυτῷ πεπρᾶχθαι · καὶ γὰρ ὅτι τὸ χρησθὲν μόνος εἶδεν, οὐ τιμῆς ἀλλ’ἀτιμίας ἄξιον εἶναι, διότι μηδέν ἐστι τῶν νεῶν ὄφελος, καὶ ὅτι κράτιστος ἐν ταῖς ναυμαχίαις ὤφθη, καὶ τοῦτο ὁμοίως τάτε ἄλλα παραπλησίως · τούςτε πεπεικότας νυνὶ πιπράσκειν τὰς ναῦς θαυμαστοὺς εἶναι πολίτας καὶ μόνους τὸ συμφέρον εἰδέναι. ἡμαρτῆσθαι μέντοι φήσει καὶ τῇ τύχῃ τὸ μὴ ἐξ ἀρχῆς αὑτοῦ κεκρατηκέναι ἀντιλέγοντας, ὅτε ἔπειθεν ἐκεῖνα, ἐφ’οἷς νῦν θάνατον αὑτοῦ καταγινώσκει · οὔτε γὰρ ἐκλιπεῖν ἔδει τὴν πόλιν οὔτε ὅσα ἄλλα εἰπεῖν ἔχει. προσθήσει δὲ βαρύτητα, καὶ τὸν Κυρσίλον ὅτι στεφανοῦν ἀλλ’οὐ καταλιθοῦν ἔδει, καὶ ὡς ἀσφαλέστερον νῦν οἰκήσουσιν ἀποδόμενοι τὰς ναῦς · οὐ γὰρ ἐπιβουλεύσειν αὐτοῖς διὰ τοῦτό γε αὐτό, διότι τῶν νεῶν στέρονται, οὔτε βασιλέα οὔτε ἄλλον οὐδένα · διὰ γὰρ τοῦ πεζοῦ σεσῷσθαι τὴν Ἑλλάδα καὶ τὸ μηδὲν ὦφθαι τὰς ναῦς παρὰ τὴν χρείαν. καὶ ὅλως τὰ ἐναντία διὰ τῶν ἐναντίων ἐνδείξεται πανταχοῦ, ὅπερ ἴδιον μὲν τῆς εἰρωνείας, ἐργαστικὸν δὲ τῆς βαρύτητος. — καὶ μὴν καὶ τὸ περὶ τῶν ὁμολογουμένων ὡς ἀμφισβητουμένων εἰς ἐρώτησιν ἐκ διαπορήσεως καθίστασθαι βαρύτητος ἴδιον, οὐκ ἀπήλλακται δὲ οὐ δὲ τοῦτο εἰρωνείας, οἷον “ἆρα μικρὰ βοηθῆσαι τοῖς πένησιν ὑμῶν δοκῶ”; καὶ τὰ ἑξῆς, καὶ ὁ Θουκυδίδης “ἆρα ἄξιοι δοκοῦμεν ὑμῖν, ὦ Λακεδαιμόνιοι; — τοιοῦτόν ἔστι καὶ τὸ ἐνδοιάζειν περὶ τῶν ὁμολογουμένων, ὃ δὴ καὶ τοῦ ἐνδιαθέτου ἔφαμέν πως εἶναι λόγου, οἷον” εἰ δὲ καὶ ἐν αὐτοῖς οἷς ἐτιμᾶσθε ἠδίκηκέ τις ὑμῶν, πόσῳ μᾶλλον μισοῖσθ’ἄν ἢ σῴζοισθε δικαίως “; εἶθ’ἡ ἐνδοίασις μετ’ἐπικρίσεως” ἐγὼ μὲν οἶμαι πολλῷ “. καὶ τοῦτο δὲ εἰρωνεία τις τὸ ἐνδοιάσαι περὶ τοῦ ὁμολογουμένου. — παραπλήσιον δὲ τούτῳ καὶ τὸ ἐπικρίνειν τι ὡς δέον γενέσθαι, ὃ βούλει ἐνδείκνυσθαι, ὅτι οὐ δέον, οἷον” μέλλων δὲ τοῦτε ἰδίου βίου παντὸς ὡς ἔοικε λόγον διδόναι τήμερον καὶ τῶν κοινῇ πεπολιτευμένων “. διὰ τοῦτο δὲ καὶ τῇ ἐπικρίσει ἐνδοιαστικῇ κέχρηται τῇ” ὡς ἔοικεν “, ἵνα τὸ ἄκων αὐτὸ ποιεῖν ἐνδείξηται καὶ ὡς ἀναγκάσαντος τοῦ Αἰσχίνου. εἰ δὲ καὶ δεινῶς μεθώδευται τὸ νόημα, ὅπερ ἐβούλετο ποιῆσαι, ἐνδειξαμένου τοῦ ῥήτορος, ὅτι κατ’ἀνάγκην καὶ τοῦ ἐχθροῦ βιασαμένου οὕτω ποιεῖ, μὴ θαυμάσῃς — σχεδὸν γὰρ οὐδὲν τῶν τοῦ ῥήτορος, ὅ δὴ πολλάκις εἶπον, ἀπήλλακται δεινότητος —, ἀλλὰ νῦν, εἴπερ βαρύ ἐστι τὸ εἰρημένον, ἐπισκεπτέον · περὶ γὰρ ταύτης νῦν ἡμῖν πρόκειται λέγειν τῆς ἰδέας. περὶ δὲ δεινότητος, ὡς πολλάκις ἐπηγγειλάμεθα, ἐροῦμεν αὐτίκα · καὶ γὰρ τὴν τάξιν μετὰ πάσας ἔχει τὰς προειρημένας ἰδέας, εἰ καὶ τῇ δυνάμει πρὸ τῶν ἁπασῶν ἡμῖν αὐτὴν κατατακτέον. ἀλλ’ἔννοιαι μὲν αὗται καὶ μέθοδοι βαρύτητος. λέξις δέ τις ἢ τι ἕτερον τῶν ἑπομένων ταύτῃ ὡς εἶναι βαρύτητος ἴδιον οὐδέν ἐστι. φαίην δ’ἄν, ὅτι καὶ μᾶλλον ἑτέρων ἁρμόττοι ἂν αὐτῇ, ὅσα ταῖς ἠθικαῖς ἰδέαις ἥρμοστο, λέγω δὲ ἀφελείᾳ καὶ τῇ ἐπιεικείᾳ, καὶ ἔτι τῷ ἐνδιαθέτῳ καὶ οἷον ἐμψύχῳ λόγῳ. 2.9ἡ δεινότης ἡ περὶ τὸν λόγον ἔστι μὲν κατ’ἐμὴν γνώμην οὐδὲν ἄλλ’ἢ χρῆσις ὀρθὴ πάντων τῶντε προειρημένων εἰδῶν τοῦ λόγου καὶ τῶν ἐναντίων αὐτοῖς, καὶ ἔτι δι’ὧν ἑτέρων σῶμα λόγου γίνεσθαι πέφυκε. τὸ γὰρ εἰς δέον καὶ κατὰ καιρὸν καὶ τὸ οὕτως ἢ ἐκείνως εἰδέναιτε καὶ δύνασθαι χρῆσθαι πᾶσίτε λόγων εἴδεσι καὶ πάσαις ἀντιθέσεσι καὶ πίστεσιν ἐννοίαιςτε προκαταρκτικαῖς ἢ καταστατικαῖς ἢ καὶ ἐπιλογικαῖς ἁπλῶςτε ὅπερ ἔφην τὸ πᾶσι τοῖς πεφυκόσι λόγου σῶμα ποιεῖν χρῆσθαι δύνασθαι δεόντως καὶ κατὰ καιρὸν ἡ ὄντως οὖσα δεινότης ἔμοιγε εἶναι δοκεῖ. ὥσπερ γὰρ δεινὸς χρῆσθαι πράγμασι λέγεται δήπουθεν ὁ εἰς δέον τοῖς παραπεσοῦσι πράγμασι χρώμενος οἷον ὕλῃ τινὶ οὖσι τῆς ὥσπερ τέχνης αὐτοῦ καὶ δεινὸς στρατηγὸς ὁ τοῖς ὑπὸ τὴν στρατηγίαν πράγμασιν εἰδὼς εἰς δέον χρήσασθαι, ὕλη δὲ δήπουθεν καὶ ταῦτα τοῦ στρατηγοῦ πάντως, οὕτω καὶ ῥήτωρ ἂν εἴη δεινὸς ὁ τοῖς τῆς ῥητορικῆς πράγμασι καὶ ταῖς ὕλαις αὐτῆς εἰς δέον χρώμενος, πράγματα δ’ἂν εἴη δήπουθεν καὶ ὕλη ταύτης τὰ προειρημένα, λέγω τάτε εἴδη τοῦ λόγου καὶ τὰ λοιπά · τούτων γὰρ ἕκαστον εἰ δή τις εἰδείη πότε μὲν δεῖ, πότε δὲ μὴ δεῖ λέγειν καὶ ποῦ καὶ μέχρι πόσου καὶ πρὸς ὅντινα καὶ πῶς καὶ διότι, καὶ εἰ μὴ εἰδείη μόνον, ἀλλὰ καὶ δύναιτο, πάντως ἂν εἴη δεινότατος ῥητόρων καὶ οἷος ἅπαντας παρεληλυθέναι, ὥσπερ καὶ ὁ Δημοσθένης παρελήλυθεν · ἐπεὶ καὶ δεινὸν εἰ εἴποι τις ποιητήν, ὥσπερ ὁ Θεόκριτος εἶπεν ἐν Χάρισιν ἢ Ἱέρωνι τὸν Σιμωνίδην” εἰ μὴ δεινὸς ἀοιδὸς ὁ Κήιος αἰόλα φωνέων βάρβιτον ἐς πολύχορδον ἐν ἀνδράσι θῆκ’ὀνομαστούς “, οὐδὲν ἄλλ’ἢ τοῦτο δήπουθεν λέγει, ὅτι τοῖς τῆς ποιητικῆς ἰδίοις εἴδεσιν οἶδέτε καὶ δύναται χρῆσθαι · οὐ γὰρ δεινὸν ἀοιδὸν οὕτω λέγοι ἂν τὸν Σιμωνίδην, ὥσπερ οἱ πολλοὶ λέγουσι δεινὸν ῥήτορα τὸν ταῖς βαθείαις ἢ περινενοημέναις ἐννοίαις ἢ μεθόδοις χρώμενον ἢ καὶ λέξεσι μέγεθος ἐχούσαις ἤ τι τοιοῦτον ποιοῦντα. εἰ δέ τις ἡμῖν περὶ τοῦ ὀνόματος διοίσεται, δεινὸν εἶναι ῥήτορα λέγων τὸν φοβερὸν ἢ μέγαν ἢ ἰσχυρὸν ἢ πάντα ταῦτα — το- τοὔνομα γὰρ δὴ τὸ τῆς δεινότητος τάττειν τοὺς ἀρχαίους ἐπὶ τούτων, ἐπὶ μὲν τοῦ φοβεροῦ” αἰδοῖόςτέ μοί ἐσσι, φίλε ἑκυρέ, δεινόςτε “καὶ” δεινήτε σμερδνήτε “, ἐπὶ δὲ τοῦ μεγάλου καὶ ἰσχυροῦ” αἰνῶς ἀθανάτῃσι θεῇς εἰς ὦπα ἔοικε “—, προστιθείη δὲ καὶ τὰ περὶ τοῦ Ὀδυσσέως ῥηθέντα τεκμαιρόμενος, ὅτι δεινὸν αὐτὸν ῥήτορα βουλόμενος δεῖξαι ὁ ποιητὴς φοβερόντε καὶ μέγαν κατὰ τοὺς λόγους πεποίηκεν, οἷον τὸ” νιφάδεσσιν ἐοικότα χειμερίῃσιν “ἔπεα φθέγγεσθαι · εἰ ταῦτά τις ἡμῖν λέγων περὶ τοῦ ὀνόματος τῆς δεινότητος διοίσεται, πρῶτον μὲν ἀγνοεῖ, ὅτι τὸν ὡς ἐγὼ λέγω δεινὸν ῥήτορα ὁ ποιητὴς δείκνυσιν · εἰς δέον γὰρ καὶ κατὰ καιρὸν τῷ μεγέθει καὶ τῇ τραχύτητι καὶ σφοδρότητι κέχρηται ὁ Ὀδυσσεὺς αὐτῷ, ἅτε τοῦ λόγου κατάτε Ἀλεξάνδρου καὶ κατὰ τῶν Τρώων ἐπιφορᾶς δεομένου. ἔπειτα τί φήσει περὶ τοῦ” αἰδοῖ μειλιχίῃ “ἀγορεύοντος καὶ” τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει “; εἰ γὰρ μὴ δεινότητος εἶναί τινος ἐρεῖ τοῦτο ἀλλ’ἄλλου τινός, τί φήσει περίτε τοῦ ἐν Φαίαξιν Ὀδυσσέως καὶ ὧν αὐτόθι δημηγορεῖ; ὁ γὰρ αὐτὸς δήπουθέν ἐστι κα- κἀνταῦθα κα- κἀκεῖ, ἀλλ’οὐχ ὡσαύτως τῷ λόγῳ χρῆται, δεινὸς ὢν ὡς ἀληθῶς καὶ ταῖς ἰδέαις τοῦ λόγου εἰς δέοντε καὶ κατὰ καιρὸν χρῆσθαι δυνάμενος · ἂν μὲν γὰρ κατηγορῇ βίας, ἁρπαγῆς, μοιχείας, παρανομίας, ἀσεβείας τῆς εἰς τὸν ξένιον Δία, τῶν ἄλλων, ἃ ἄν τις εἴποι κατὰ τοῦ Ἀλεξάνδρου καὶ τῶν Τρώων, εἰκότως τότε” ὄπατε μεγάλην ἐκ στήθεος “ἵησι καὶ” ἔπεα νιφάδεσσιν ἐοικότα χειμερίῃσι “καὶ ὅλως ἐστὶ μέγας τῷ λόγῳ καὶ σφοδρὸς καὶ διηρμένος · ἐὰν δὲ ἐπᾶραι καὶ διαχέαι τρυφῶντας ἀνθρώπους ἕνεκα τῆς εἰς αὐτὸν φιλανθρωπίας βούληται, οὐκέτι ὡσαύτως ἀλλ’” οὐ γὰρ ἔγωγέ τί φημι τέλος χαριέστερον εἶναι, ἢ ὅταν εὐφροσύνη μὲν ἔχῃ κατὰ δῆμον ἅπαντα “καὶ τὰ ἑξῆς. οὕτω καὶ ὁ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς οἶμαι ποιήσει ῥήτωρ,” ἄλλον μειλιχίοις, ἄλλον στερεοῖς ἐπέεσσι “παροξύνων. τί οὖν ὁ περὶ τοῦ τῆς δεινότητος ὀνόματος ἡμῖν διαφερόμενος φήσει περὶ τούτων; ἦ ὁ αὐτὸς νῦν μὲν δεινός, νῦν δὲ οὐ δεινὸς ἦν; ἐγὼ μὲν γὰρ κα- κἀνταῦθα κα- κἀκεῖ τὸν αὐτὸν εἶναί φημι καὶ τῇ αὐτῇ χρῆσθαι δεινότητι καὶ τέχνῃ, τοῖς εἴδεσι τοῦ λόγου γινώσκοντάτε ὡς δεῖ χρῆσθαι καὶ δυνάμενον. καὶ τί δεῖ παραδειγμάτων ἄλλων, ἐξὸν ἀπ’αὐτοῦ γε τοῦτο ἰδεῖν τοῦ ῥήτορος; καὶ γὰρ οὗτος δεινὸς μέν ἐστι καὶ ὁ αὐτὸς πανταχοῦ, μιᾷ χρώμενος ἐπιστήμῃ καὶ δυνάμει ἐν πᾶσιν, εἰς δέον δὲ ἑκάστῃ χρώμενος ἰδέᾳ · καὶ ταῖς ὑποθέσεσι καὶ τοῖς καιροῖς καὶ τοῖς προσώποις τὸ δέον ἀποδιδοὺς ἄλλος μέν ἐστιν ἐν ἰδιωτικοῖς, ἄλλος δ’ἐν δημοσίοις, καὶ τῶν δημοσίων δ’αὖ ἕτερος μὲν ἐν Φιλιππικοῖς, ἕτερος δ’ἐν συμβουλευτικοῖς, δεινός γε μὴν ἁπανταχοῦ. εἰ δὲ νῦν μὲν καὶ εἶναι δοκεῖ δεινός, νῦν δὲ οὐ δοκεῖ, καὶ τοῦτο αὐτὸ κομιδῇ δεινόν ἐστι καὶ τῆς οὔσης δεινότητος ὡς ἀληθῶς τὸ δύνασθαι σὺν ἐπιστήμῃ τούτων ἕκαστα ποιεῖν ἐν δέοντι. ἀλλ’ἤδη γε περὶ αὐτῶν τούτων λεκτέον. δεινὸς τοίνυν λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὅνπερ καὶ μόνον οἱ πολλοὶ καὶ οἱ τάχ’ἂν ἡμῖν ἀμφισβητήσοντες περὶ τοῦ ὀνόματος τῆς δεινότητος λέγουσιν εἶναι δεινόν · φανερὸν δ’ἔσται τοῦτο αὐτίκα ἐκ τῶν ῥηθησομένων. ἀλλ’ὅπερ ἐλέγομεν, δεινὸς λόγος ὁ μὲν καὶ ἔστι καὶ εἶναι δοκεῖ, ὁ δὲ ἔστι μέν, οὐ μὴν δοκεῖ, ὁ δὲ οὐκ ἔστι μέν, δοκεῖ δὲ εἶναι · περὶ δὲ τοῦ μήτε ὄντος μήτε δοκοῦντος εἶναι τοιούτου περιττὸν διαλαβεῖν. γίνεται δὲ ὁ μὲν εἶναίτε δοκῶν καὶ ὡς ὄντως ὢν δεινὸς κατάτε ἔννοιαν καὶ κατὰ τὰ ἄλλα πάντα, καθ’ἃ καὶ τὰ λοιπὰ εἴδη τοῦ λόγου · ὁ δὲ ὢν μὲν δεινός, οὐχὶ δοκῶν δὲ εἶναι τὸ πλεῖστον ἔχει περὶ τὴν μέθοδον · ὁ δ’αὖ δοκῶν μὲν εἶναι δεινός, οὐ μὴν τοιοῦτός γε ὢν ὡς ἀληθῶς διὰ τῆς λέξεως τὸ πλεῖστον γίνεται. τούτων δὲ τοῦ μὲν καὶ ὄντος δεινοῦ καὶ δοκοῦντος εἶναι τοιούτου παραδείγματα οἵτε Κατὰ Φιλίππου λόγοι καὶ σχεδὸν ἅπαντες οἱ Φιλιππικοὶ καὶ τῶν δημοσίων οἱ πολλοί · καὶ γὰρ βούλεται δοκεῖν δεινὸς εἶναι λέγειν ἐνταῦθα, ὅς γε καὶ ὁμολογεῖ ζηλοῦν τὸν περιφανῶς δεινότατον γεγονότα λέγειν τὸν Περικλέα, καὶ οὐ μόνον φαίνεται τοιοῦτος ἐνταῦθα, ἀλλὰ καὶ ἔστι. καὶ ἔστι μὲν οὕτως ἐνταῦθα δεινός, ὥσπερ καὶ ἐν ἅπασιν αὐτοῦ τοῖς λόγοις, εἰς δέον καὶ κατὰ καιρὸν εἴδει τινὶ λόγου χρησάμενος · κέχρηται μὲν γὰρ ἐνταῦθα τῇ φανερᾷ δεινότητι τοῦτο αὐτὸν ἀπαιτοῦντος τοῦ λόγου · διότι δέ, οὐχὶ νῦν καιρὸς εἰπεῖν. ἀλλ’ἐκεῖσε ἐπανιτέον. ἔστι μὲν γὰρ οὕτως ἐνταῦθα δεινός, δοκεῖ δὲ εἶναι καὶ φαίνεται δεινὸς τῷ λέγειν οὕτως καὶ τοιαῦτα, οἷα πάντας αἰσθέσθαι, ὡς οὐ κατὰ τοὺς πολλούς ἐστι τὰ λεγόμενα οὔτε ταῖς ἐννοίαις οὔτε τοῖς λοιποῖς. — τοιγαροῦν ἔννοιαι μὲν τῆς τοιαύτης δεινότητος αἱ παράδοξοι καὶ βαθεῖαι καὶ βίαιοι καὶ ὅλως αἱ περινενοημέναι, οἷον” οὐ μὴν ἀλλ’ἐπιεικῶς, ὦ Ἀθηναῖοι, τοῦθ’, ὃ δυσμαχώτατόν ἐστι τῶν Φιλίππου πραγμάτων, καὶ βέλτιστον ὑμῖν “καὶ πάλιν” ὃ γάρ ἐστι χείριστον ἐκ τοῦ παρεληλυθότος χρόνου, τοῦτο πρὸς τὰ μέλλοντα βέλτιστον ὑπάρχει “καὶ πάλιν, ὃ δὴ καὶ βίαιόν ἐστι διαφερόντως ἐν τῷ Παραπρεσβείας, οἷον” ἐγὼ δὲ οὐ δὲ συμπεπρεσβευκέναι φημί σοι, πρεσβεύειν μέντοι σὲ μὲν πολλὰ καὶ δεινά, ἐμαυτὸν δὲ ὑπὲρ τούτων τὰ βέλτιστα “· καὶ πάλιν τὸ ἐν τῷ Ὑπὲρ τοῦ στεφάνου περινενοημένως εἰρημένον, οἷον” οἷς γὰρ οὐκ ἐγράψατο τοῦ προβουλεύματος, τούτοις, ἃ διώκει, συκοφαντῶν φανήσεται “καὶ τὰ ἑξῆς οἷον” οὐκοῦν ἃ μὲν ἐπέδωκα. ταῦτά ἐστιν, ὧν οὐδὲν σὺ γέγραψαι · ἃ δέ φησιν ἡ βουλὴ δεῖν ἀντὶ τούτων μοι γενέσθαι, ταῦτ’ἔσθ’, ἃ διώκεις “, καὶ τὸ ἐνθύμημα δὲ τοιοῦτον τὸ ἐφεξῆς, οἷον” τὸ λαβεῖν οὖν τὰ διδόμενα ὁμολογῶν ἔννομον εἶναι. τὸ χάριν τούτων ἀποδοῦναι παρανόμων γράφῃ “; πάνυ γὰρ περινενοημένως διόλου ἐνταῦθα τῷ λόγῳ κέχρηται · ” ἐπειδὴ οὐκ ᾐτιάσω “, φησί,” τὸ ἐπιδοῦναι, ὁμολογεῖς καὶ τὸ ἐπ’αὐτῷ τι ἀντιλαβεῖν ἔννομον εἶναι · εἰ γὰρ μὴ ἐκεῖνο παράνομον, οὐ δὲ τοῦτο “. ἀλλ’ἡ μὲν ἔννοια τοιαύτη. οὐ μὴν οὔτε ἡ μέθοδος οὔτε ἡ ἐξαγγελία δοκεῖ πως φαίνεσθαι δεινή, εἰ καὶ ἔστι τοιαύτη ἑκατέρα, ἀληθινὴ δὲ μᾶλλον καὶ ἠθικὴ μετὰ κάλλους καὶ σφοδρότητος φαίνεται. δῆλον δὲ τοῦτο κα- κἀκ τῶν ἐφεξῆς εἰρημένων ἐστίν, ὅτι σφοδρὰ ταῦτα καὶ ἠθικὰ ἦν, ἐν δέοντι δὲ οὕτως εἰσήχθη. οὐκοῦν ἔννοιαι μὲν αὗται καὶ αἱ τοιαῦται λόγου τοῦ καὶ ὄντος ἀληθῶς δεινοῦ καὶ δοκοῦντος εἶναι καὶ ἔτι πρὸς ταύταις αἱ τὸ μέγεθος ποιοῦσαι σχεδὸν ἅπασαι, οἷον ἀκμή, σεμνότης, αἱ λοιπαί. — μέθοδοι δὲ ὡσαύτως, ὁπόσαιτε ἐοίκασι ταῖς προειρημέναις ἐννοίαις, λέγω ταῖς περινενοημέναις καὶ βαθείαις, καὶ ἔτι πᾶσαι αἱ ἴδιαι τῶν τὸ μέγεθος ποιουσῶν ἰδεῶν · ὅθεν καὶ νομίζουσιν οἱ πολλοὶ ταῦτ’εἶναι μόνον δεινότητα. — καὶ γὰρ καὶ ἡ λέξις ἡ τούτων τῶν ἰδεῶν ἁρμόττει τῇ οὔσῃ καὶ φαινομένῃ δεινότητι · αἱ γὰρ σεμναὶ καὶ τραχεῖαι καὶ σφοδραὶ καὶ ὅλως αἱ τετραμμέναι δειναίτέ εἰσιν ὡς ὄντως δι’ἐνάργειαν, ὅτε τι πρᾶγμα δι’ἐναργείας σημαίνοιεν, εἰς δέον παραλαμβανόμεναι, καὶ φαίνονται τοιαῦται διὰ τὸ αὐτό. — σχήματα δὲ καὶ συνθήκη τάτε λοιπὰ ἐφεξῆς ἅπαντα οὐχ, ὅσα δὴ πασῶν ἦν τῶν ποιουσῶν τὸ μέγεθος ἰδεῶν, ταῦτά ἐστι καὶ τῆς δεινότητος, ἀλλ’ἅπερ τῆς σεμνότητος ἦν καὶ ἀκμῆς λαμπρότητόςτε καὶ περιβολῆς. μάλιστα δὲ τῆς ἰδέας ταύτης καὶ τὸ κατὰ συστροφὴν σχῆμα οἰκεῖον · δυνάμει γὰρ μεγάλῃ φύσειτε κέχρηται καὶ φαίνεται χρώμενον, οἷον” ὁ γὰρ Μεσήνην Λακεδαιμονίοις ἀφιέναι κελεύων πῶς ἂν Ὀρχομενὸν καὶ Κορώνειαν τότε Θηβαίοις παραδοὺς τῷ δίκαια νομίζειν ταῦτ’εἶναι πεποιηκέναι σκήψαιτο “; καὶ πάλιν” ὁ γὰρ οἷς ἂν ἐγὼ ληφθείην, ταῦτα πράττων καὶ κατασκευαζόμενος “καὶ τὰ ἑξῆς, καὶ τὸ” εἰ γὰρ ὅθ’ἥκομεν Εὐβοεῦσι βεβοηθηκότες “καὶ τὰ τοιαῦτα. ἀλλ’ὁ μὲν καὶ ὢν καὶ δοκῶν εἶναι δεινὸς λόγος οὕτω γίνεται. τοῦ δ’αὖ μὴ δοκοῦντος μὲν εἶναι δεινοῦ, ὄντος δὲ ὡς ἀληθῶς τοιούτου παραδείγματά εἰσι σχεδὸν ἅπαντες οἱ ἰδιωτικοὶ τοῦ Δημοσθένους λόγοι, καὶ τῶν δημοσίων δὲ οὐκ ὀλίγα μέρη · τά γε μὴν τοῦ Λυσίου θαρρῶν ἴσως εἴποι τις ἂν ὅτι πάντα. γίνεται δὲ κατ’ἔννοιαν μὲν οὐδαμῶς, ἐν δὲ τῇ μεθόδῳ, καθάπερ ἔφθην εἰπών, τὴν πλείστην μᾶλλον δὲ τὴν πᾶσαν ἔχει δύναμιν ἡ τοιαύτη δεινότης καὶ τοῦτο δῆλον ἐξ αὐτῶν τῶν παραδειγμάτων. τὸ γὰρ σφόδρα ἠθικαῖς καὶ ἀνειμέναις καὶ ταῖς ἐννοίαις καὶ τῇ λέξει καὶ πᾶσι τοῖς ἑπομένοις τῇ λέξει, οἷον σχήμασι, κώλοις, συνθήκαις, ἀναπαύσεσι, ῥυθμοῖς, τὸ πᾶσι δὴ τούτοις ἠθικῶς καὶ ἀφελῶς καὶ ἀνειμένως δοκοῦντα λέγειν ὑπορύττειν πως καὶ κατασκευάζειν, ἃ βούλεταί τις, μᾶλλον, ἢ εἰ μὴ ἀνειμένως μη δ’ἀφελῶς ἐδόκει λέγειν, καὶ τοῦτο καὶ ἐν προοιμίοις καὶ ἐν καταστάσεσι καὶ ἐν τοῖς ἄλλοις ἅπασι ποιεῖν σφόδρα οἶμαι δεινοῦ λόγου, οὐ μὴν δοκοῦντός γε εἶναι τοιούτου. τοῦτο δ’αὖ καὶ τῆς ὄντως δεινότητός ἐστι, τὸ δοκεῖν ἀφελῆ τινα καὶ ἁπλοϊκὸν παρέχεσθαι λόγον καὶ αὐτόν πως εἶναι δοκεῖν τοιοῦτον, πᾶν το- τοὐναντίον ὄντατε καὶ ποιοῦντα κατὰ τὸν λόγον. οὐ μὴν δίαρμά γε οὐ δὲ ἀξίωμά τι δύναιτ’ἂν ἔχειν ὁ τοιοῦτος λόγος οὐ δὲ τοῖς ὅλοις εἶναι δεινός, εἰ διόλου τοῦτον ἐργάζοιτό τις αὐτὸν τὸν τρόπον, ἐπεὶ καὶ βίας πολλάκις καὶ βαθύτητος δεῖ καὶ μεγέθους τινός, οἷς ὁ μὲν ῥήτωρ χρῆται κα- κἀνταῦθα, λέγω καὶ ἐν ἰδιωτικοῖς, Λυσίας δὲ καὶ οἱ κατὰ Λυσίαν ἧττον, ἵν’ἀσφαλῶς ἀποφαίνηταί τις, ἐπεὶ τάχ’ἄν, περὶ τούτων εἰ δεῖ λέγειν, ἢ βραχέα ἢ οὐ δὲ ὅλως τούτοις ἐκεῖνοί γε χρησάμενοι φαίνονται. δύο μὲν δὴ ταῦτα δεινότητος εἴδη. φαίνεται δὲ λόγος δεινὸς οὐκ ὢν τοιοῦτος, ὃ δὴ καὶ τρίτον ἔφην δεινότητος εἶδος εἶναι, ὁ τῶν σοφιστῶν, λέγω τῶν περὶ Πῶλον καὶ Γοργίαν καὶ Μένωνα, καὶ τῶν καθ’ἡμᾶς δὲ οὐκ ὀλίγων, ἵνα μὴ πάντων λέγω. γίνεται γὰρ τὸ πλεῖστον περὶ τὴν λέξιν, ὅταν τραχείας καὶ σφοδράς τις ἢ καὶ σεμνὰς συμφορήσας λέξεις εἶτ’ἐξαγγέλλῃ ταύταις ἐννοίας ἐπιπολαίους καὶ κοινάς, καὶ μάλιστα εἰ καὶ σχήμασι χρῷτο κώλοιςτε καὶ τοῖς ἄλλοις πᾶσιν ἢ τισὶ κεκαλλωπισμένοις ἀκμαίοιςτε καὶ σεμνοῖς. καὶ μὴν καὶ τὸ πρὸ τῶν ἀποδείξεων λοιδορίαις ἢ σφοδρότησιν εἰκῇ χρῆσθαι ἢ ἔνθα ὅλως μηδενὸς τοιούτου δεῖ, καθάπερ εἴωθεν Ἀριστογείτων ποιεῖν, φαινομένη τίς ἐστιν, οὐ μὴν οὖσα δεινότης · ὑπόκενον γὰρ καὶ ψυχρὸν μᾶλλον τὸ τοιοῦτον · ἐπεὶ κα- κἂν ἐννοίαις χρήσηταί τις ἢ καὶ μεθόδοις ἐχούσαις μέγεθος, οἷον σεμναῖς ἢ σφοδραῖς ἢ τραχείαις ἢ λαμπραῖς ἢ ἀκμαίαις ἢ καὶ ταῖς περιβαλλούσαις τὸν λόγον, μὴ κατὰ καιρὸν δὲ ποιῇ τοῦτο μη δὲ ἔνθα δεῖ, φανεῖται μὲν δεινός, οὐ μὴν ὡς ἀληθῶς γε ἔσται τοιοῦτος. τὸ μὲν οὖν δὴ τῇ λέξει χρῆσθαι μεγάλῃ ποτὲ ἐπὶ σμικρᾶς τινος καὶ λιτῆς ἐννοίας χρήσιμον εἶναι καὶ μὴ μόνον τῇ λέξει ἀλλὰ καὶ τοῖς ἑπομένοις αὐτῇ συγχωρῶ, ἐπειδὴ καὶ Ἰσοκράτης φησὶ ῥήτορος εἶναι τὸ τὰ σμικρὰ μεγάλως εἰπεῖν δύνασθαι καὶ τὰ μεγάλα σμικρῶς · οὐ μὴν ἁπλῶς ἐστι χρήσιμον, ὥσπερ σχεδὸν οὐ δὲ ἄλλο οὐδὲν εἶδος λόγου, ἀλλ’ὅτε εἰς δέον παραλαμβάνοιτο. ἔστι δὲ τοῦτο μεγάλης καὶ τελεωτάτης ἐπιστήμης οἶμαι, τὸ χρῆσθαι τοῖς καιροῖς εἰδέναιτε καὶ δύνασθαι ἡ γὰρ ὡς ὄντως δεινότης αὕτη ἐστί, καθάπερ ἔλεγον εὐθὺς ἐν ἀρχῇ τοῦ περὶ δεινότητος λόγου, τὸ τοῖς εἴδεσιν ἅπασι τοῦ λόγου καὶ πάσαις ἐννοίαις εἰδέναι πότε δεῖ καὶ ποῦ καὶ πρὸς ὅντινα καὶ πῶς καὶ ἐφ’οἷς χρῆσθαι, καὶ μὴ μόνον εἰδέναι, ἀλλὰ καὶ δύνασθαι. τοῦτο δὲ ἰδίας ἐστὶ πραγματείας ἑπομένης μὲν τῷ Περὶ ἰδεῶν λόγῳ, καθάπερ ὁ Περὶ τῶν ἰδεῶν τῷ Περὶ εὑρέσεως, χωρὶς δὲ ταττομένης καὶ καθ’ἑαυτήν. ἀγαπητὸν γάρ, εἰ καὶ μὴ πάρεργον ἑτέρας τις τὸ τοιοῦτο πραγματείας ποιησάμενος μη δὲ ἐν προσθήκης ἀποδοὺς μέρει, καθάπερ νῦν ἂν γένοιτο, ἰδίαν δὲ ἀποδοὺς σπουδήν, ἣν προσήκει τῷ τοιούτῳ, μὴ πάντῃ σφαλείη τοῦ λόγου τοῦ περὶ αὐτῆς · ἐπεὶ καὶ ὅσα τὸν Περὶ τῶν ἰδεῶν γράφοντες λόγον τοῦτον αὐτὸν ἐν ἐνίαις αὐτῶν ἐπηγγειλάμεθα” ἐν τῷ περὶ δεινότητος “ἐρεῖν, ταύτης ἐστὶ τῆς πραγματείας. καὶ ὁποῖόν γε τοῦτο καὶ ὁπόσον ἔργον, ὁ πειραθεὶς γνώσεται · σχεδὸν γὰρ οὐ δὲ ἀνθρωπίνης ἐστὶ δυνάμεως, θείας δέ τινος ἰσχύος τέχνῃ πάντα ὑποβαλεῖν ταῦτα, καιρούς, πρόσωπα, τόπους, αἰτίας, τρόπους, τα- τἆλλα ὅσα τοιαῦτα, καὶ δεῖξαι περὶ πάντων μὲν προβλημάτων, πάντων δ’αὖ τῶν ἐν τούτοις εἰδῶν καὶ τρόπων, πάντων δ’αὖ τῶν κατὰ μέρος νοημάτων, εἴτ’οὖν εἴη προκαταρκτικὰ εἴτε πιστωτικάτε καὶ συστατικὰ εἴτε ἀντιθέσεων λυτικὰ εἴτε ἐπιλογικά, πασῶντε ἰδεῶν λόγου, ποῖον μέν τι προσήκει τὸ ὅλον εἶδος εἶναι τοῦ λόγου κατὰ τόδε τὸ ζήτημα, ἐπὶ τῶνδε τῶν ἀνδρῶν, περὶ τοῦδε τοῦ προσώπου λεγόντων, κατὰ τόνδε τὸν καιρόν, ποῖα δὲ αὐτῶν τὰ κατὰ μέρος νοήματα, καὶ τίνα μὲν εἰπεῖν τῶν εὑρεθέντων, τίνα δὲ ἄρρητα ἐᾶν ἐνταῦθα βέλτιον — ἑτέρωθι γάρ, ἂν οὕτω τύχῃ, καὶ το- τοὐναντίον ἔσται —, καὶ τίς τοῖς κριθεῖσι ῥηθῆναι τάξις ἀρίστη νῦν καὶ ἐπὶ τῶνδε — πάλιν γὰρ καὶ τοῦτο ἐφ’ἑτέρων καὶ κατ’ἄλλον καιρὸν τάχα ἴσως ἑτέρως ἔσται —, καὶ πῶς μὲν τοῦτο, πῶς δὲ ἐκεῖνο εἰσακτέον, καὶ τίσι μὲν πλεονάσαι τῶν ἐννοιῶν καὶ τίνα τρόπον βέλτιον, τίνων δὲ τὴν ταχίστην ἀπαλλάττεσθαι καὶ δι’ἐλαχίστου πως αὐτῶν ἐπιμνησθέντα · ταῦτα γὰρ δὴ πάντα καὶ τὰ τοιαῦτα τέχνῃ διαλαβεῖν καὶ ταῦτα μὴ διὰ σφόδρα μακρῶν θεῖον οἶμαί τι πρᾶγμά ἐστι καὶ οὐκ ἀνθρωπίνης δυνάμεως. οὐ μὴν ἀλλ’ὅσον γε ἀνθρώπου φύσις ἐξαρκεῖν τοῖς τοιούτοις ἱκανή, καὶ ἡμᾶς ἐξαρκέσειν οἴομαι καὶ διαλήψεσθαί γε περὶ τούτων ἁπάντων ἐν τῷ Περὶ μεθόδου δεινότητος ἱκανῶς εὐθὺς μετὰ ταῦτα. πρότερον δὲ εἰπεῖν ἀνάγκη περίτε πολιτικοῦ λόγου καὶ τῶν κατ’ἄνδρα εὐδοκιμούντων ἐπὶ λόγοις οὐχ ἁπάντων ἀλλὰ τῶν γε κρατίστων, καὶ ἀφ’ὧν οὐ χαλεπὸν ἂν γένοιτο τοῖςτε τὰ προειρημένα πάντα καὶ τὰς γενικὰς ἰδέας ἐπεγνωκόσι τοῦ λόγου καὶ περὶ τῶν ἄλλων ἑκάστου γινώσκειν, ἃ δεῖ, καὶ νέων ἤδη καὶ παλαιῶν. ἀλλὰ λεκτέον γε ἤδη περὶ τοῦ λόγου τοῦ πολιτικοῦ. 2.10ὁ πολιτικὸς τοίνυν καλούμενος λόγος γίνεται μὲν διὰ πασῶν τῶν προειρημένων ἰδεῶν, οὐ μὴν ἁπλῶς γε, κραθεισῶν δέ πως πρὸς ἀλλήλας, ὡς ἐλέγομεν. καὶ ὁ μὲν τῇ ἀρίστῃ μίξει χρησάμενος τούτων τὸν ἄριστον δηλαδὴ τῶν πολιτικῶν λόγων ἐργάσεται, ὁ δὲ μετ’ἐκεῖνον τὸν κατὰ δεύτερον λόγον γινόμενον τῶν πολιτικῶν ἄριστον, ὁ δὲ καὶ μετὰ τοῦτον τὸν κατὰ τρίτον δηλαδὴ λόγον τοιοῦτον, καὶ περὶ τῶν ἄλλων δὲ ὡσαύτως εἰρήσθω. ἥτις δὲ ἀρίστη μῖξις αὐτῶν καὶ τίς ὁ κράτιστος τῶν λόγων τῶν πολιτικῶν, ὅτι μὲν ὁ Δημοσθενικός, οὐδεὶς ἀμφιβάλλει δήπουθεν · οὐ μὴν ἁπλῶς γε ἡμῖν περὶ Δημοσθένους νῦν πρόκειται λέγειν, ἀλλὰ περὶ τοῦ καλλίστου τῶν πολιτικῶν, ἵνα ἀπὸ τούτου καὶ περὶ τῶν ἄλλων τῶν κατ’ἄνδρα εὐδοκιμούντων ἐπὶ τοῖς πολιτικοῖς λόγοις χαρακτηρίζειν ἡμῖν μὴ ᾖ χαλεπόν. συμβαίνει γε μὴν ἀναγκαίως περὶ τούτου λέγουσι καὶ περὶ Δημοσθένους λέγειν δοκεῖν, ἐπεὶ καὶ ἀναστρέφει · ἄριστόςτε γὰρ πολιτικῶν λόγων ὁ Δημοσθενικός, ὅτε αὖ Δημοσθενικὸς λόγος τῶν πολιτικῶν ἄριστος. φημὶ τοίνυν δεῖν ἐν τῷ τοιούτῳ λόγῳ πλεονάζειν μὲν ἀεὶ τόντε τὴν σαφήνειαν ποιοῦντα τύπον καὶ τὸν ἠθικόντε καὶ ἀληθῆ καὶ μετὰ τούτους τὸν γοργόν, τῶν δ’αὖ τὸ μέγεθος ποιουσῶν ἰδεῶν τὴν μὲν περιβολὴν διόλου πλεονάζειν καὶ οὐχ ἧττόν γε ἢ τὴν καθαρότητάτε καὶ εὐκρίνειαν, τὴν μέντοι τραχύτητα καὶ σφοδρότητα παρισοῦσθαι μέν πως τοῖς εἰρημένοις, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον. ἀκμὴ δὲ καὶ σεμνότης ἀπ’αὐτῶν καὶ ἔτι λαμπρότης εἶναι μὲν ὀφείλει, οὐ μὴν οὕτως οὐ δ’ἐπὶ τοσοῦτον, ἐφ’ὅσον καὶ αἱ προειρημέναι τῶν ἰδεῶν, ἀλλ’ἐπ’ἔλαττον, ὅπου γε τὴν σεμνότητα καὶ διακόπτειν ἐν τῷ πολιτικῷ χρὴ λόγῳ καὶ καθαιρεῖν ἀπὸ τοῦ μεγέθους, οἷον” ἅπας ὁ τῶν ἀνθρώπων βίος, κα- κἂν μεγάλην πόλιν οἰκῶσι κα- κἂν μικράν, φύσει καὶ νόμοις διοικεῖται “· παρεντεθὲν γὰρ τὸ” κα- κἂν μεγάλην πόλιν οἰκῶσι κα- κἂν μικράν “καὶ διακόψαν τὸν λόγον καθεῖλεν ἀπὸ τοῦ μεγέθους καὶ ἧττον ἐποίησε φανῆναι σεμνόν. ἤδη δέ που καὶ ἡ λαμπρότης τα- ταὐτὸ πέπονθε τοῦτο, ὡς καὶ παρὰ τῷ Δημοσθένει, οἷον” αὕτη τῶν περὶ Θήβας ἐγένετο πραγμάτων ἀρχὴ καὶ κατάστασις πρώτη “, εἶτα πρὶν ἐπαγαγεῖν, ὃ σφόδρα ἂν ἐποίησεν αὐτῷ τὸν λόγον λαμπρὸν καὶ σοφιστικόν, λέγω τὸ” τοῦτο τὸ ψήφισμα τὸν τότε περιστάντα τῇ πόλει κίνδυνον παρελθεῖν ἐποίησεν ὥσπερ νέφος “, διέκοψε καὶ ἧττον ἐποίησεν αὐτὸν φανῆναι λαμπρὸν παρενθεὶς τὸ” τὰ πρὸ τούτων εἰς ἔχθραν καὶ μῖσος καὶ ἀπιστίαν τῶν πόλεων ὑπηγμένων ὑπὸ τούτων “. — μέγεθος μὲν οὖν μέχρι τοσούτου καὶ τοῦτον τὸν τρόπον προσεῖναι δεῖ τῷ λόγῳ τῷ ἀρίστῳ τῶν πολιτικῶν · δεινότητος δὲ τῆς μὲν καὶ οὔσης καὶ φαινομένης ὡς ἐλάχιστον, τῆς δὲ ἐν μεθόδῳ κειμένης πάμπολυ — περὶ ταύτης δὲ ἔφην ἰδίᾳ πραγματεύσασθαι —, τῆς δὲ φαινομένης μόνον δεινότητος οὐδέν, πλὴν εἰ τὰ λαμπρὰ καὶ ἀκμαῖα εἰς τοῦτο ἀναφέροι τις · τούτων δὲ ὁπόσον δεῖ μετεῖναι τῷ πολιτικῷ λόγῳ, προείρηται. — κάλλος δέ, ὅπερ ἔφαμεν εἶναι καθάπερ κομμωτικόν, διόλου μὲν ἔχειν ὁ πολιτικὸς λόγος ὀφείλει, ἧττον δὲ ἐμφαινόμενον, οἷόν ἐστι καὶ παρὰ Δημοσθένει, καθάπερ ἐδείξαμεν ἐν τῷ περὶ κάλλους. ἔνθα μέντοι λογισμῶν δεῖ καὶ λεπτότητος, ἐνταῦθα καὶ πλεονάζειν προσήκει τοῖς τοῦ κάλλους ῥυθμοῖς καὶ ταῖς συνθήκαις καὶ ἀναπαύσεσιν · αἱ γὰρ ἐπιμέλειαι τῆς λέξεως ταῖς πυκνότησι τῶν ἐννοιῶν ἐπιτήδειοι, καὶ τὸ καθαρὸν αὖ τὸ τῆς συνθήκηςτε καὶ ἀναπαύσεως ἀφαιρεῖται τῶν τοιούτων νοημάτων ἢ καὶ ζητημάτων τὸ ἄγαν αὐστηρόν, χάριν τινὰ προσβάλλον ἀφ’ἑαυτοῦ καὶ διεγεῖρον τὸν ἀκροατὴν καὶ οὐκ ἐῶν ἄχθεσθαι τῇ πυκνότητι τῶν νοημάτων καὶ τῇ συνεχείᾳ · τοιαῦτα γὰρ τὰ ἐν τοῖς λογισμοῖς κείμενα καὶ δυνάμεως λόγου δεόμενα · ἐπεὶ γάρ ἐστιν ἡ τοῦ λόγου δύναμις τὸ τὰ πολλὰ ἢ τὰ δυσχερῆ καὶ σκολιὰ τῶν νοημάτων ἢ τὸ συναμφότερον δι’ἐλαχίστων σαφῶς εἰπεῖν ἄνευ τοῦ προσπεσεῖν εἴς τινα κακίαν λόγου, οἷον εὐτέλειαν ἢ σκληρότητα, δεῖ τινος κάλλους τῇ βραχύτητι, ὃ δὴ ποιεῖ ἐπιμέλεια. πρὸς δὲ τούτοις μάχεταί πως τῷ εὐτελεῖ τὸ ἐπιμελὲς καὶ μὴ ἐρριμμένον · ὥστε, εἰ καὶ συμβαίνει διὰ λεπτότητα νοημάτων, ὃ δὴ πολλάκις πέφυκεν ἐν τοῖς τοιούτοις γίνεσθαι, καταφέρεσθαι τὸν λόγον εἰς εὐτέλειαν, ὀρθώσειας ἂν οὕτως αὐτὸν τοῖς τοῦ κάλλους σχήμασι καὶ τοῖς ῥυθμοῖς ταῖςτε συνθήκαις καὶ ἀναπαύσεσιν. ἀλλὰ ταυτὶ μὲν ἀκριβῶς ἐν τῷ Περὶ μεθόδου δεινότητος ἡμῖν λελέξεται, τὸ πότε καὶ πῶς δεῖ πλεονάζειν ἐν τίσι τῶν ἰδεῶν, νυνὶ δὲ ἁπλῶς περὶ πολιτικοῦ λέγομεν λόγου καὶ Δημοσθενικοῦ ἐν τῷ καθόλου καὶ οὐ περὶ τινὸς Δημοσθενικοῦ ἢ πολιτικοῦ. διαφέρει δὲ ἢ καθόλου τι λέγειν ἢ ἐπὶ μέρους · ἐπεὶ καὶ οἱ δημόσιοι λόγοι τοῦ ῥήτορος καὶ οἱ ἰδιωτικοὶ καὶ πάλιν τῶν δημοσίων ὁ Πρὸς Λεπτίνην καὶ ὁ Κατ’Αἰσχίνου Δημοσθενικοὶ δήπουθέν εἰσιν ἅπαντες, διαφέρουσι δὲ ἀλλήλων πάμπολυ τῷ μὴ περὶ τα- ταὐτὸν εἶδος πλεονάσαι. εἰ γὰρ καὶ ἄλλοις τισὶ πολλάκις εἴδεσιν οἷον τραχύτητι ἢ ἐπιεικείᾳ ἢ ὅλως ἤθει ἤ τινι τῶν λοιπῶν δι’αἰτίας τινὰς ἐπὶ πλεῖον δεῖ χρῆσθαι, ἀλλ’ὅ γε ἁπλῶς Δημοσθενικὸς καὶ πολιτικῶν κάλλιστος λόγος ἐκείνως καὶ δι’ἧς ἐλέγομεν κράσεώςτε καὶ μίξεως γίνεται, πλεονάζοντος μὲν κατ’αὐτὸν τύπου τοῦ τὴν σαφήνειαν ποιοῦντος καὶ τοῦ ἠθικοῦτε καὶ ἀληθινοῦ καὶ μετὰ τούτους τοῦ γοργοῦ τῆςτε περιβολῆς παραπλησίως τούτοις, τραχύτητος δὲ καὶ σφοδρότητος οὐ παραπλησίως τῇ περιβολῇ, κατὰ δεύτερον δὲ καὶ τρίτον λόγον, σεμνότητος δὲ καὶ λαμπρότητος καὶ ἀκμῆς ἔτι ἐνδεέστερον ἢ κατ’ἐκείνας, δεινότητος δὲ τῆς μὲν ἐν μεθόδῳ μάλιστα, τῆς δὲ ἄλλης ἥκιστα ἢ ὡς ἐλάχιστα, κάλλους δὲ τοῦ κομμωτικοῦ πλεονάζοντος μὲν ὁμοίως τοῖς πρώτοις, καὶ μάλιστα ὅτε δυνατῶς ἐξαγγεῖλαί τι δέοι, ἀνεμφάτως δὲ καὶ ἧττον ἔχοντος φανερὰν τὴν ἐπιτήδευσιν · διὰ γὰρ τούτων ἁπάντων οὕτω μιγνυμένων ὁ κάλλιστόςτε πολιτικὸς καὶ Δημοσθενικὸς λόγος γίνεται. τούτου δὲ τοῦ λόγου τοῦ πολιτικοῦ ὃ μέν ἐστι συμβουλευτικός, ὃ δὲ δικανικός, ὃ δὲ πανηγυρικός. καὶ ὁ μὲν συμβουλευτικὸς δῆλον ὡς ἐν τοῖς μέγεθος ποιοῦσι μᾶλλον πλεονάζει τύποις μετὰ τῆς καὶ οὔσης καὶ φαινομένης δεινότητος · δεῖ γὰρ καὶ φαίνεσθαι τοιοῦτον τὸν συμβουλευτικὸν διὰ τὸ ἀξιωματικὸν ὀφείλειν εἶναι ἅμα ἔχοντα δηλαδὴ καὶ τὰ ἄλλα πάντα, ἃ τὸν κάλλιστον τῶν πολιτικῶν δεῖν ἔφαμεν ἔχειν λόγον, ἤθους δὲ πλὴν ὅσον ἐπὶ βαρύτητι καὶ τοῦ κατ’εἰρωνείαν σφοδροῦ μετρίως μεθέξει. εἰ δὲ τινὲς τῶν συμβουλευτικῶν οἷον οἱ φύσει τοῦ ῥήτορος οὕτως ἐπιγραφόμενοι συμβουλευτικοὶ πολὺ τὸ ἠθικὸν ἔχουσι καὶ τὸ ἐπιεικές, οὐ δεῖ θαυμάζειν τὸ εἰρημένον · νυνὶ γὰρ οὐ περὶ τῶν κατὰ μέρος λόγων χαρακτηρίζομεν, ὃ δὴ πολλάκις διεμαρτυράμην, ἀλλὰ περὶ τοῦ καθόλου διαφέροντος εἴδους ἐν λόγῳ συμβουλευτικῷ, ὁποῖόν ἐστι τὸ ἐν Φιλιππικοῖς · ὥστε, εἰ προσώπων τις ἰδιότης ἤ τι τοιοῦτον ἕτερον ἠνάγκασε κατελθεῖν ἀπὸ τοῦ οἰκείου ἀξιώματος τὸν συμβουλευτικὸν λόγον εἰς τὸ ἠθικώτερον ἐν τῷ Ὑπὲρ Μεγαλοπολιτῶν ἢ καί τῳ ἄλλῳ, μηδὲν τοῦτο ἐμποδὼν εἶναι νομίζωμεν πρὸς τὸ δεῖν τοιοῦτον εἶναι τὸν ἄριστον τῶν συμβουλευτικῶν, ὁποῖον ἐχαρακτηρίζομεν, ἀξιωματικὸν λέγω καὶ οἷς εἴπομεν πλεονάζοντα · ἐκεῖνος γὰρ οὐκέτ’ἄν ἄριστος εἴη τῶν συμβουλευτικῶν ὅ γε τῇ οἰκείᾳ φύσει διά τι χρήσασθαι ἐμποδισθείς. εἰ δέ τις καὶ τοὺς Φιλιππικοὺς φήσειε διὰ τὸ τοῦ Φιλίππου πρόσωπον μέγεθος λαβεῖν, ὅτι ἐκεῖνο ἐπιφορὰν ἐνεδέχετο καὶ σφοδρότητα, ἐννοείτω, ὅσην καὶ χωρὶς ἐκείνου τραχύτητα καὶ ἄλλως ἀκμὴν κατὰ τῶν Ἀθηναίων ἔχουσιν οἱ λόγοι οὗτοι καὶ παρρησίαν καὶ μέγεθος · πρὸς ἅπερ συλλαμβάνειν μὲν καὶ τὸ τοῦ Φιλίππου πρόσωπον ἀνάγκη συγχωρεῖν, οὐ μὴν τοσοῦτόν γε, ὅσον αὐτὸ τὸ τῆς συμβουλῆς ἴδιον. περὶ δὲ προσώπων καὶ καιρῶν ὁ Περὶ μεθόδου δεινότητος ἀκριβέστερον ἐπιδείξει λόγος. ἀλλ’ὁ μὲν κάλλιστος συμβουλευτικῶν ὅπερ ἔφημεν λόγων τοιοῦτος. ὁ μέντοι δικανικῶν κάλλιστος ἀνάπαλιν ἔχει τούτῳ, εἰ μὴ περὶ δημοσίων εἴη καὶ μεγάλων πραγμάτων καὶ συμβουλῆς ἐγγύς, ὡς ὁ Κατ’Ἀριστοκράτους ἔχει καὶ ὁ Ὑπὲρ τοῦ στεφάνου καὶ ὅσοι τοιοῦτοι · οὗτοι γὰρ σχεδὸν ὡσαύτως τῷ συμβουλευτικῷ τύπῳ χαρακτηρίζονται, τάχα δ’ἂν οὐ δ’εἶναι τούτους δικανικοὺς φύσει νομίσειέ τις. ὁ μέντοι μὴ τοιοῦτος ἀλλ’αὐτὸ τοῦτο δικανικὸς ὅπερ ἔφην ἐναντίως ἔχει τῷ προειρημένῳ. ἤθουςτε γὰρ καὶ τοῦ κατ’ἐπιείκειαν καὶ ἀφέλειαν πλεῖστον αὐτῷ μετεῖναι δεῖ · βαρύτητος δὲ ἤ τινος τῶν τοιούτων ἥκιστα μετέχει ἢ ὅτι βραχύτατα · μέγεθος δὲ τὸ μὲν κατὰ τὴν περιβολὴν ἀπὸ ἐννοιῶν δέχεται — οὐ γὰρ ἀπό γε τῆς λέξεως ἢ τῶν περὶ τὴν λέξιν ἢ καὶ τὴν μέθοδον τῆς ἐννοίας πλὴν ὅσον ἐπ’ἐλάχιστον —, τὸ δὲ κατὰ τὰς ἄλλας τοῦ μεγέθους ἰδέας οὐκέτι, πλὴν εἰ μή που τὴν κατ’ἔννοιαν σφοδρότητα ἤ που καὶ τὴν κατὰ λέξιν μετὰ σχημάτων τῶν περὶ αὐτήν. τοῖς δὲ λοιποῖς μέρεσι τοῦ πολιτικοῦ χρῆται, καθάπερ καὶ ὁ συμβουλευτικός. καὶ τοιοῦτοί γε οἱ Δημοσθενικοὶ δικανικοί, τουτέστιν οἱ ἰδιωτικοί. ὁ δὲ πανηγυρικῶν λόγων κάλλιστος ἐν λέξει πεζῇ, οὐχ ὡς ἐν ζητήμασι πολιτικοῖς ἀλλ’αὐτὸ τοῦτο πανηγυρικός, ὃς οὐ δὲ πολιτικὸς ἴσως ἂν κληθείη, πάντως ἂν εἴη δήπουθεν ὁ Πλατωνικός · ὥστε πάλιν, ὃ περὶ τοῦ καλλίστου πολιτικῶν λόγων λέγοντες ἔφαμεν τὸν αὐτὸν τῷ Δημοσθενικῷ τοῦτον ἀποφαίνοντες, τοῦτο καὶ νῦν περὶ τοῦ καλλίστου πανηγυρικῶν λόγων φαίημεν ἄν, τὸν αὐτὸν καὶ τοῦτον εἶναι τῷ Πλατωνικῷ · καὶ γὰρ ἐνταῦθα ὁμοίως ἀναστρέφει, καθάπερ κα- κἀκεῖ · ὅτε γὰρ κάλλιστος πανηγυρικῶν λόγων ἐστὶν ὁ Πλατωνικός, ὅτε αὖ Πλατωνικὸς λόγος τῶν πανηγυρικῶν ἐστιν ὁ κάλλιστος ὡς ἐν λέξει πεζῇ, περὶ οὗ λεκτέον · περὶ γὰρ τοῦ πολιτικοῦ πανηγυρικοῦ, περὶ οὗ μετὰ τὸν περὶ συμβουλευτικοῦ καὶ δικανικοῦ λόγον φαίη τις ἂν εἰπεῖν προσήκειν, μικρὸν ὕστερον λέξομεν · οὐ γὰρ ἄλλως ἐγχωρεῖ. ὁ τοίνυν κάλλιστος πανηγυρικὸς καὶ ὅπερ ἔφαμεν Πλατωνικὸς ταῖς μὲν τὸ μέγεθος ποιούσαις ἰδέαις πλὴν τραχύτητος καὶ σφοδρότητος γίνεται πάσαις, διήκειν δέ πως χρὴ διὰ τούτων τὴν ἀφέλειαν μὴ ἐλαττουμένην αὐτῶν ποσότητος ἕνεκα, πλὴν ὅπου καθαρῶς ἐξαίρειν τὸν λόγον εἰς σεμνότητα δεῖ. αἱ δὲ γλυκύτητες εἴπερ ἄλλοθί που καιρὸν ἐνταῦθα ἔχουσι μάλιστα καὶ αἱ ἐπιμέλειαι αἱ τὸν ἁβρὸν καὶ ὡραῖον ποιοῦσαι λόγον. δεινότης δὲ ἡ μὲν κατὰ μέθοδον, ἥπερ ἥκιστά ἐστι φανερά, πάντως ὕπεστι καὶ τῷ πανηγυρικῷ · ἡ δὲ ἄλλη ἐν τούτῳ γε οὐδαμῶς, πλὴν ὅπου τοῦτο αὐτὸ ἐνδείξασθαι βούλεται πρόσωπόν τι τῶν παρ’αὐτῷ ποιούντων τὸν λόγον πανηγυρικόν, ὥσπερ τῷ Πλάτωνι πεποίηται ὁ Σωκράτης ἐνδείξασθαι δεινότητα λόγων τῷ Φαίδρῳ βουλόμενος, καθὸ ἀντιπαρατίθησι τὸν αὑτοῦ τῷ Λυσίου · ἤδη δὲ καὶ ἐν ἄλλοις πρὸς ἄλλους κατὰ τὸ μιμητικὸν εἶδος τοῦ πανηγυρικοῦ λόγου φαίνεται τοῦτο πεποιηκώς. γοργός γε μὴν ὡς ἐλάχιστον ἐν πανηγυρικῷ λόγῳ ὁ λόγος εἶναι ὀφείλει · ἀφήγησις γάρ ἐστι σχεδὸν ἅπας. τοῖς δὲ ἄλλοις εἴδεσιν ἢ καὶ μέρεσι τοῦ πολιτικοῦ παραπλησίως χρῆται ὁ πανηγυρικὸς καθάπερ ὅτε συμβουλευτικὸς καὶ ὁ δικανικός. ἐν δὲ τοῖς ἀμοιβαίοις τῶν πανηγυρικῶν, ὃ δὴ καὶ αὐτὸ πολὺ παρὰ τῷ Πλάτωνί ἐστιν, ἤδη καὶ αἱ τραχύτητες καὶ αἱ σφοδρότητες ἔσχον καιρὸν οὐκ ἐλάχιστον, ὥσπερ καὶ τὰ τῆς δεινότητος εἴδη πάντα, καὶ τῶν γε τοῦ Πώλου λόγων ἐν Γοργίᾳ τινὲς τῆς φαινομένης εἰσὶ καὶ οὐκ οὔσης δεινότητος. καὶ οὐ μόνον ταῦτά γε τὰ εἴδη τὰ ἀμοιβαῖα ἀλλὰ καὶ πάντα ἤδη δέχεται διὰ τὸ μιμητικόντε καὶ δραματικὸν καὶ οὕτως, ὥστε κεχωρίσθαι πως ἀπ’ἀλλήλων αὐτὰ καὶ μὴ κεκράσθαι, ἀλλ’ἰδίᾳ μὲν ἔχειν εὑρεῖν ἀφέλειαν, ἰδίᾳ δὲ σεμνότητα, ἰδίᾳ δὲ ἕκαστον τῶν λοιπῶν, ἔστι δ’οὗ καὶ τὸ εὔζωνον καὶ οἷον εὐτελὲς εἶδος τοῦ λόγου · αἱ γὰρ μιμήσεις τῶν προσώπων καὶ τούτῳ χώραν ἤδη δεδώκασι. — καὶ ὡς μὲν ἐν λογογραφίᾳ τοιοῦτον εἶδος εἶναι δεῖ τὸ πανηγυρικόν · ὡς δ’ἐν ζητήμασι πολιτικοῖς, ἔνθα τοῦ πολιτικοῦ πανηγυρικοῦ εἴδους δεῖ, περὶ οὗ μικρῷ πρότερον ἐπηγγειλάμην ἐρεῖν, — ἔστι γάρ τινα καὶ πολιτικὰ ζητήματα καὶ πανηγυρικά, οἷον εἰ περὶ τῆς προπομπείας ἀμφισβητοῖεν Ἀθηναῖοι καὶ Λακεδαιμόνιοι μετὰ τὰ Μηδικὰ ἢ ὅσα τοιαῦτα — ὡς ἐν τοιούτοις ζητήμασιν οὐκέθ’ὁμοίως ὁ πανηγυρικὸς ἀλλὰ πολιτικώτερος γίνεται καὶ σχεδὸν δι’ὧνπερ καὶ ὁ συμβουλευτικός, μᾶλλόν γε μὴν ἐνταῦθα ἢ ἐκεῖ ἥτε λαμπρότης καὶ ἡ σεμνότης πλεονάζειν ὀφείλουσιν. ἐπανιτέον δὲ πάλιν, ὅθεν ἐπὶ τοῦτο ἐξέβημεν. ὁ μὲν γὰρ πολιτικὸς πανηγυρικὸς τοιοῦτος, τῶν δὲ κατὰ λογογραφίαν πανηγυρικῶν οὗτος κάλλιστος ὁ Πλατωνικός, καὶ τοῦτον παράδειγμα φαίημεν ἂν ἡμεῖς εἶναι τὸ ἄριστον τοῖς βουλομένοιςτε καὶ δυναμένοις πανηγυρικὸν λόγον ἐργάζεσθαι. ὡς δ’ἐν ποιήσει — πανηγυρικὸν γὰρ πρᾶγμα δήπουθέν ἐστι ποίησις ἅπασα καὶ πάντων γε λόγων πανηγυρικώτατον — ὡς οὖν ἐν ταύτῃ καὶ τῷ τί τὸ κράτιστον κατὰ ταύτην εἶδος (τοῦτο γὰρ δὴ χαρακτηριστέον ἡμῖν κα- κἀνταῦθα πρῶτον, ὥσπερ καὶ τὰ ἄλλα πάντα τῶν γενικῶν εἰδῶν ἐχαρακτηρίζομεν ἀπὸ τῶν καλλίστων χαρακτηρίζοντες) οὐχ ὁμοία ἡ διοίκησις, ἀλλὰ προσεῖναι δεῖ πολλὰ καὶ ἄλλα τοῖς περὶ λόγου πανηγυρικοῦ προειρημένοις ἅπασιν, ἅ δὴ καὶ ἴδιά τις ἂν εἶναι φαίη ποιήσεως, περὶ ὧν λεκτέον. ἀνάγκη δὲ πάλιν τα- ταὐτὸν προειπεῖν καὶ τὴν αὐτὴν ἀναλογίαν σῶσαι κα- κἀνταῦθα τοῖς ἔμπροσθεν κατὰ τοὺς γεωμέτρας · ὅπερ γὰρ ἦν ὁ Δημοσθένης ἡμῖν κατὰ τὸν πολιτικὸν λόγον ἔντε τῷ συμβουλευτικῷ καὶ δικανικῷ καὶ ὁ Πλάτων ἐν τῷ πεζῷ πανηγυρικῷ, τοῦτ’ἄν Ὅμηρος εἴη κατὰ τὴν ποίησιν, ἣν δὴ πανηγυρικὸν λόγον ἐν μέτρῳ λέγων εἶναί τις οὐκ οἶμαι εἰ διαμαρτήσεται, ἐπεὶ κα- κἀνταῦθα ὁμοίως ἀναστρέφει τὸ πρᾶγμα, καθάπερ ἀνέστρεφεν ἐπ’ἀμφοῖν κα- κἀκεῖ · ἀρίστητε γὰρ ποιήσεων ἡ Ὁμήρου, καὶ Ὅμηρος ποιητῶν ἄριστος, φαίην δ’ἂν ὅτι καὶ ῥητόρων καὶ λογογράφων, λέγω δ’ἴσως τα- ταὐτόν · ἐπεὶ γάρ ἐστιν ἡ ποίησις μίμησις ἁπάντων, ὁ δὲ μετὰ τῆς περὶ τὴν λέξιν κατασκευῆς ἄριστα μιμούμενος καὶ ῥήτορας δημηγοροῦντας καὶ κιθαρῳδοὺς πανηγυρίζοντας ὥσπερ τὸν Φήμιον καὶ τὸν Δημόδοκον καὶ τὰ ἄλλα πρόσωπάτε καὶ πράγματα ἅπαντα, οὗτος ἄριστός ἐστι ποιητής, ἐπειδὴ οὖν ταῦθ’οὕτως ἔχει, τάχ’ἂν τα- ταὐτὸν εἰρηκὼς εἴην, εἰπὼν εἶναι ποιητῶν ἄριστον, ὡς εἰ καὶ ῥητόρων ἄριστον καὶ λογογράφων ἔλεγον. στρατηγῶν μὲν γὰρ ἢ τεκτόνων ἢ τῶν τοιούτων ἴσως οὐκ ἄριστος, καίτοι καὶ τὰ τοιαῦτα ἄριστα μιμούμενος, ἀλλ’οὐ λόγος ἐκείνοις ἡ τέχνη οὐ δὲ ἐν λόγοις · οἷς δ’ἔστιν ἐν λόγῳ τὸ ἔργον, οἷον ῥήτορσι λέγω καὶ λογογράφοις, ὁ τούτους ἄριστα μιμούμενος καὶ λέγων, ὥσπερ ἂν ὁ ἐκείνων ἄριστος εἴποι, πάντως ἂν εἴη καὶ αὐτὸς ἐκείνων ἄριστος. ἄριστος οὖν κατὰ πάντα λόγων εἴδη καὶ ποιητῶν ἁπάντων καὶ ῥητόρων καὶ λογογράφων Ὅμηρος · καὶ γὰρ μεγέθη καὶ ἡδονὰς καὶ ἐπιμελείας καὶ δεινότητας καὶ τὸ μέγιστον ποιήσεως μίμησιν ἐναργῆ καὶ πρέπουσαν τοῖς ὑποκειμένοις κα- κἀν τοῖς κατὰ λέξιν κα- κἀν ταῖς εἰσαγωγαῖς τῶν προσώπων καὶ μύθων διατυπώσεις καὶ μέτρων διαφόρους τομάς, ἐξ ὧν καὶ διάφορά πως συμβαίνει γίνεσθαι τὰ μέτρα καὶ ταῦτα ἐν δέοντι καὶ κατὰ λόγον μεταβαλλόμενα, πρὸς τῷ καὶ τὸ φύσει πάντων ἄριστον μέτρον προῃρῆσθαι καὶ ὅλως τὸ ποικίλον καὶ ἐξ ἁπάντων ἓν ὅτι κάλλιστον ὁ μάλιστα ἐργασάμενος παρὰ πάντας ποιητὰς οὗτός ἐστιν. ἱκανὰ μὲν οὖν καὶ ταῦτα τήντε ἀρίστην ποίησιν καὶ αὐτὸν Ὅμηρον χαρακτηρίσαι · ἵνα δὲ ἐντελέστερον ᾖ τὸ λεγόμενον, ἐπὶ τὸ ἐξ ἀρχῆς ἐπανέλθωμεν. ὁ τοίνυν ὡς ἐν ποιήσει λόγων ἄριστος πανηγυρικῶν γίνεται διάτε τῶν προειρημένων περὶ πανηγυρικοῦ λόγου πάντωντε καὶ ὡσαύτως καὶ ἔτι διὰ τῶν ἰδίων ποιήσεως παρὰ τὰ προειρημένα, οἷς ὁ μὲν δικανικόςτε καὶ συμβουλευτικὸς ἥκιστα χρῆται ἢ ὅτι σπανιώτατα, καὶ οὕτω δὲ οὐχ ἅπασιν ἀλλὰ τισίν, ὁ δ’ἐν τῷ καταλογάδην πανηγυρικὸς χρῆται μὲν σχεδὸν ἅπασιν ἀλλὰ μετά τινος παραμυθίας καὶ οὐχ ἁπλῶς. ἔστι δὲ ἴδια ποιήσεως παρὰ τὸν ἄλλον λόγον πάντως μέν που καὶ τὰ μέτρα τάτε ὁμολογούμενα καὶ ὑπ’αὐτῆς ψιλῆς τῆς ἀκοῆς κρινόμενα. μάλιστα δὲ ποιήσεως ἴδια αἵτε μυθικαὶ ἔννοιαι πᾶσαι, οἷον τὰ περὶ Κρόνου καὶ Τιτάνων καὶ ἔτι Γιγάντων καὶ Διὸς αὐτοῦ καὶ τῶν ἄλλων θεῶν ἀνθρωποπαθῶς λεγόμενα, ὡς ἐγένοντο καὶ ὅσα ἔπραξαν ἢ πράττουσιν αὐτοίτε πρὸς ἑαυτοὺς καὶ πρὸς ἀνθρώπους, καὶ ἔρωτες αὐτῶν καὶ πόλεμοι καὶ φιλίαι καὶ γοναὶ καὶ τροφαὶ καὶ ὅσα τοιαῦτα. πρὸς δὲ ταύταις, ὅσα περὶ ἀνθρώπων ἤ τινων ἄλλων ζῴων παραδοξολογοῦσιν, οἷον ὡς Κάδμος δράκων ἐγένετο ἐξ ἀνθρώπου καὶ ὡς Ἀλκυὼν ὄρνις καὶ ὅσα περὶ ἀηδόνων ἢ χελιδόνων λέγουσι. ταύτης δὲ τῆς ἰδέας καὶ τὸ γυναῖκας ἐξ ἀνδρῶν ποιεῖν ὡς τὸν Τειρεσίαν καὶ ἄνδρας ἐκ γυναικῶν ὥσπερ τὸν Καινέα. τοιοῦτον δὲ καὶ τὸ πτερωτοὺς ἀνθρώπους λέγειν, ὡς ἔφυσαν, καὶ ὅλως σύνθετά τινα ζῷα ἢ ἐκτράπελα, οἷον Πήγασοι καὶ Γοργόνες καὶ Κένταυροι καὶ Σειρῆνες καὶ Τρίτωνες καὶ Λαιστρυγόνες καὶ Κύκλωπες καὶ Περσεύς καὶ ὅσα τοιαῦτα. μυθικὰ δὲ κα- κἀκεῖνα καὶ ποιητικὰ τὰ ὑπερβάλλοντα μὲν ἀνθρώπου φύσιν, ὑπ’ἐκείνων δὲ τερατολογούμενα ὡς γεγονότα καὶ πιστεύεσθαι ἄξια, οἷον ὅτι Ἀχιλλεὺς τοσόνδε ἐπήδα καὶ ὅτι ὁ Αἴας ἢ ὁ Ἕκτωρ τηλικοῦτον ῥᾳδίως ἐρρίπτει λίθον καὶ ὅτι τηλικοίδε ἦσαν, καὶ ὅλως τὰ τοιουτότροπα ποιητικά. καὶ τὸ τὰ ἄψυχα τοῖς θεοῖς μετ’αἰσθήσεως τινος ὑπουργεῖν φάσκειν, οἷον” αὐτόμαται δὲ πύλαι μύκον οὐρανοῦ καὶ τὸ “τοῖσι δ’ὑπὸ χθὼν δῖα φύε, καὶ ὅλως τὸ τὰ ἀδύνατα καὶ ἄπιστα τερατεύεσθαι. τὸ μέντοι” ἄταλλε δὲ κήτε’ὑπ’αὐτοῦ καὶ ὅσα τοιαῦτα ποιητικὰ μὲν καὶ ἡδέα, ὡς ἐν τῷ περὶ γλυκύτητος ἡμῖν εἴρηται, ἧττον δὲ ἔχει τερατολογίας. πλὴν εἰ τοὺς ἵππους αὐτοῖς ἤ τινα ἄλλα ζῷα φωνὰς ἀνθρωπίνας προΐεσθαι ὡς λίαν μυθικά τις καὶ ποιητικὰ εἶναι λέγοι. ἀφελὲς δὲ καὶ ποιητικὸν ὁμοῦ καὶ τὸ λεπτῶς εἰς τὰ κατὰ μέρος ἰέναι, οἷον “κνίση δ’οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ καὶ ὅτι ὁ δεῖνα τὸν δεῖνα οὑτωσὶ ἀπέκτεινε καὶ ὅτι κύμβαχος ἐν κονίῃσι πέσε” καὶ ὅτι “ἀσθμαίνων” καὶ ὅσα τοιαῦτα · ἐν μὲν γὰρ ποιήσει χρήσιμα, ἐν ἱστορίᾳ δὲ εὐτέλειαν ποιεῖ, πλὴν ἔνθα ἀφελῶς τις πάνυ βούλοιτο ἱστορίαν γράφειν · ἀφελῆ γὰρ καὶ ἡδέα ὁμοῦ τὰ κατὰ μέρος. ἴδιαι μὲν οὖν ἔννοιαι ποιήσεως αὗται παρὰ τὰς ἄλλας ἐννοίας τοῦ λόγου τοῦ πανηγυρικοῦ, αἵπερ εἰσὶ καὶ αὐταὶ ποιήσεως οἰκεῖαι. μέθοδος δ’αὖ ποιήσεως ἰδία πάλιν παρὰ τὰς τοῦ πανηγυρικοῦ λόγου μεθόδους μία τὸ μὴ παρ’ἑαυτῶν δοκεῖν λέγειν, ἅττ’ἂν λέγωσι, τὰς Μούσας δὲ παρακαλεῖν ἢ τὸν Ἀπόλλωνα ἤ τινα ἄλλον θεὸν κα- κἀκείνου ποιεῖν δοκεῖν εἶναι τὸν λόγον ἴδιον. πάλιν δ’αὖ ταύτῃ ὁ μὲν συμβουλευτικὸς καὶ δικανικὸς ἥκιστα χρήσεται, ὁ δὲ πανηγυρικὸς μετά τινος παραμυθίας. λέξις γε μὴν φανερὰ πᾶσιν ἥτις ἐστὶν ἡ ποιητική, καὶ ὡς τῶν κατὰ ποίησιν καλλίστη λέξεων ἡ Ὁμήρου · καθαρὸς γὰρ ὡς ἐν ποιήσει κινδυνεύει μόνος ἢ σύν γε Ἡσιόδῳ κατ’αὐτὴν εἶναι. σχήματα δὲ ἴδια ποιήσεως οὐκ ἔστιν, ὥσπερ ἦν νοήματα καὶ μέθοδός τις καὶ λέξις, ἀλλὰ τὰ αὐτὰ ἔχει ταῦτα τῷ πανηγυρικῷ, κατὰ δὲ τὸ μιμητικόν, ὡς ἄν τὰ εἴδη τῶν λόγων ἀπαιτῇ. κῶλά γε μὴν ἴδια ποιήσεως καὶ συνθῆκαι ῥυθμοίτε καὶ ἀναπαύσεις ῥᾴδιον μὲν εἰπεῖν ὅτι τὰ μέτρα, καὶ ἀληθές γε τοῦτο κατιδεῖν, ἕως ἐφ’ἑαυτῆς ἡ ποίησις μένει ψιλή · ὅταν δὲ περὶ Ὁμήρου λέγωμεν, ἀνάγκη προστιθέναι, ὅτι τόδε τὸ μέτρον, καὶ τοῦτο δὲ οὐχ ἁπλῶς ὅτι “ἑξάμετρον δακτυλικὸν καταληκτικόν”, οὐ δὲ ὅτι ἥδε ἡ Ὁμηρικὴ ἀνάπαυσις ἢ ὅδε ὁ ῥυθμὸς ἢ ἥδε ἡ συνθήκη, ἀλλ’ὥσπερ καὶ περὶ τῶν σχημάτων ἐν τοῖς κατὰ μίμησιν ἐλέγομεν, οὕτω συμβαίνει τοῦτο κα- κἀνταῦθα γίνεσθαι · ὅταν γὰρ ἢ διάθεσιν ἐμπαθῆ τοῦ λέγοντος προσλάβῃ ὁ ποιητὴς ἤ τι ἄλλου προσώπου ἦθος μιμῆται ἢ καὶ αὐτὸς ἀφ’ἑαυτοῦ τοιόνδε τι ἢ τοιόνδε πρᾶγμα ἐξαγγέλλῃ, ἀνάγκη τὰς προσηκούσας ἐνταῦθα καθ’ἕκαστον γίνεσθαι κατὰ τὰ εἴδη τῶν λόγων ἀναπαύσεις καὶ βάσεις καὶ συνθήκας καὶ ῥυθμούς, οἷον σεμνούς ἢ τραχεῖς ἢ ἀφελεῖς ἢ περικαλλεῖς καὶ ἐπιμελεῖς ἢ ὅσα εἴδη ῥυθμῶντε καὶ λόγων ἐλέγομεν. τοῦτο δὲ συμβαίνει μάλιστα μὲν καὶ διὰ τὸ πλῆθος τῶν τοῦ ἑξαμέτρου σχημάτων — ἔστι γὰρ αὐτοῦ σχήματα δύο καὶ τριάκοντα, ὡς διδάσκουσιν ἡμᾶς οἱ γραμματικοί —, ἔπειτα καὶ διὰ τὴν ποιὰν ἀνάπαυσιν, ὅ καὶ μέγιστον ἐν τοῖς τοιούτοις · ἐξίσταται γὰρ καὶ τοῦ οἰκείου πολλάκις τὸ μέτρον ῥυθμοῦ κατὰ τὰς ποιὰς τῶν στίχων τομὰς καὶ ἀναπαύσεις ἐννοιῶν κατὰ τὰ κῶλα · τὸ γοῦν “αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν” ἀναπαιστικόν πώς ἐστι γενομένης ἀναπαύσεως ἐν τῷ “ἡρώων” · διότι δὲ ἢ τούτου ἐδέησεν αὐτῷ ἐνταῦθα ἢ ἑτέρωθί που ἄλλων τινῶν ῥυθμῶν, οὐ χαλεπῶς ἐπιγνοίη ἂν ὁ τὰ προειρημένα πάντα περὶ τῶν ἰδεῶν ἁπασῶν τοῦ λόγου ὀρθῶς ἐπεσκεμμένος καὶ ἔτι τὸν περὶ δεινότητος μεθόδου, ὅς μετὰ τήνδε ἡμῖν τὴν πραγματείαν τέτακται. νυνὶ δὲ ἤδη περὶ τῶν μετὰ τούτους τούς προειρημένους ἄνδρας τρεῖς ὑφ’ἑκάστῳ τούτων τεταγμένων καὶ οἷον τὰ δεύτερα καὶ τρίτα φερομένων καθ’ἕκαστον ἐκείνων ἐν τοῖς κατ’αὐτοὺς εἴδεσι λεκτέον, καὶ πρῶτόν γε περὶ τῶν πολιτικῶν. δεῖ δὲ ἀναγκαίως πρότερον εἰπόντα διὰ βραχέων, τίς ὁ ἁπλῶς πολιτικὸς λόγος, οὐχ ὁ Δημοσθενικὸς ἤ του ἄλλου, ἀλλ’ἁπλῶς ὁ πολιτικός, καὶ τίς ὁ ἁπλῶς πανηγυρικός, ἀλλ’οὐχ ὁ κάλλιστος πανηγυρικὸς ἢ Πλατωνικὸς ἢ Ὁμηρικός, οὕτω καὶ περὶ τῶν καθ’ἕνα λόγου ἀξίων ἀνδρῶν διὰ βραχέων χαρακτηρίσαι · περὶ γὰρ τοῦ δικανικοῦ ἱκανῶς εἴρηται. ἀλλὰ πρότερόν γε περὶ τοῦ ἁπλῶς πολιτικοῦ ὅπερ ἐλέγομεν ῥητέον. 2.11ὁ τοίνυν ὡς ἁπλῶς εἰπεῖν λόγος πολιτικὸς γίνεται μὲν διάτε τῶν τὴν σαφήνειαν ποιουσῶν κατὰ τὸν λόγον ἰδεῶν καὶ τοῦ κατ’ἐπιείκειαν καὶ ἀφέλειαν ἤθους καὶ ἔτι τῆς τὸν ἀληθινὸν ποιούσης λόγον ἰδέας, ὅ δή ἐστι τοῦ πιθανοῦ. δεῖ δὲ ταῦτα ὡς ἕν ἀκούειν πάντα · ἐκ γὰρ τῆς μίξεως τούτων καὶ οἷον ἑνώσεως ὁ ἁπλῶς πολιτικὸς γίνεται λόγος, οὗ δὴ καὶ πάντες μετέχουσιν, οὕς ὀνομάζομεν πολιτικούς, πλὴν ἴσως τοῦ Ἰσοκράτους κατά τι · πλεῖστόν γε μὴν αὐτοῦ μέτεστι Λυσίᾳτε καὶ Ἰσαίῳ καὶ Ὑπερίδῃ, διὸ δὴ καὶ μάλιστά εἰσι πιθανοί. διαφέρουσι δὲ οὗτοι ἀλλήλων, ὅτι τῷ μὲν Λυσίᾳ μετὰ τούτων καὶ τὰ τῆς ἐπιμελείας μετρίως ὕπεστι καὶ τὸ τοῦ κόσμου σφόδρα ἀνεμφάτως, γοργότητος δὲ ὡς ἐλάχιστον, περιβολῆς δὲ τῆς μὲν κατ’ἔννοιαν μετρίως πως, τῆς δὲ κατὰ μέθοδον ἢ λέξιν ἢ τὰ ἑπόμενα ταύτῃ σχεδὸν οὐ δ’ὅλως. καὶ τῶν ἄλλων δέ, ἅ τὸν ἀξιωματικὸν ποιεῖ λόγον, ὡς ἐλάχιστον αὐτῷ μέτεστι, πλεῖστόν γε μὴν δεινότητος ἔχει τῆς κατὰ μέθοδον. τῷ δὲ Ἰσαίῳ πρὸς ἐκείνοις, ἅ τὸν ἁπλῶς ποιεῖ πολιτικὸν λόγον, πολὺ τὸ τῆς γοργότητος ὡς ἐγγύς εἶναι τοῦ καλλίστου λόγου τῶν πολιτικῶν καὶ τὸ ἐπιμελὲς περιττότερον ἢ κατὰ Λυσίαν περιβολήτε ὡσαύτως καὶ τὰ λοιπὰ τοῦ μεγέθους εἴδη καί που καὶ ἀκμῆς ἔμφασις, ὡς ἀπολείπεσθαι μὲν τοῦ Δημοσθενικοῦ κατὰ ταῦτα οὐκ ὀλίγῳ, ὑπερβάλλειν δὲ καὶ πολλῷ τὸν Λυσίαν. δεινότης δὲ ἡ κατὰ μέθοδον πολλὴ μὲν καὶ παρὰ τούτῳ, δεινότερος δὲ ὁ Λυσίας. ὁ δ’Ὑπερίδης τὸ μὲν ἐπιμελὲς ἥκιστα ἔχει, διὸ καὶ ἧττον δυνατὸς εἶναι πως δοκεῖ · μέγεθος δὲ αὐτῷ ἐστιν ὑπέρογκον, σκληρὸν δὲ τοῦτο καὶ οὐ κεκραμένον, ὥστε μὴ σφόδρα εὖ τῷ ἠθικῷτε καὶ καθαρῷ κεκράσθαι. κίνησις δὲ καὶ γοργότης σχημάτων πάνυ ὀλίγη παρὰ τούτῳ. δεινότης δὲ ἡ κατὰ μέθοδον ἔστι μὲν καὶ παρὰ πᾶσι τοῖς ἄλλοις ῥήτορσι καὶ παρὰ τούτῳ, ἔλαττον δὲ ἢ κατὰ τὴν παρὰ τῷ Λυσίᾳτε καὶ Ἰσαίῳ καὶ ἔτι τῷ κορυφαίῳ αὐτῶν, λέγω τῷ Δημοσθένει. παρὰ δὲ Ὑπερίδῃ κα- κἀκείνην εὕροι τις ἂν τὴν δεινότητα, ἥ καὶ φαίνεται καὶ ἔστιν, οὐχὶ τὴν κατὰ μέθοδον μόνην, σπανίως μέντοι, ὅπου γε καὶ παρὰ τῷ Δημοσθένει σπάνιον τοῦτο. ἴδιον δὲ Ὑπερίδου τὸ καὶ ταῖς λέξεσιν ἀφειδέστερόν πως καὶ ἀμελέστερον χρῆσθαι, ὥσπερ ὅταν “μονώτατος” λέγῃ καὶ “γαλεάγρα” καὶ “ἐκκοκκύζειν” καὶ “ἐστηλοκόπηται” καὶ “ἐπήβολος” καὶ ὅσα τοιαῦτα. ἀλλ’οὗτοι μὲν ταύτῃ διαφέρουσιν ἀλλήλων. λέγοιμεν δ’ἄν ἤδη καὶ περὶ τῶν λοιπῶν, ᾗπερ ἕκαστος αὐτῶν, ὁ αὐτὸς ὢν τοῖς ἄλλοις κατὰ τὸν πολιτικόν, ἕτερος αὐτῶν ἰδίοις τισὶν ἑτέροις γίνεται, δηλαδὴ τῷ πλεονάζειν περί τι λόγων εἶδος ἢ το- τοὐναντίον ἐλάττονι χρῆσθαι τούτῳ ἢ καὶ μέσως πως. καὶ πρῶτόν γε περὶ τοῦ Ἰσοκράτους λεκτέον. ὁ τοίνυν Ἰσοκράτης ἕνεκα μὲν καθαρότητος καὶ εὐκρινείας, αἵ δὴ τὸν σαφῆ ποιοῦσι λόγον ἰδέαι, πολιτικώτατός ἐστι πάντων, ἤθους δὲ καὶ ἀληθείας ἀμοιρῶν ἧττόν ἐστι πιθανός. ἐπιμελείᾳ μέντοι καὶ κόσμῳ περιττεύει, μεγέθειτε ὡσαύτως, πλὴν ὅτι τὴν σφοδρότητα ἢ τραχύτητα, εἴ που καὶ χρῷτο ταύταις, τῇ ἐπιμελείᾳ ἐκλύει · καὶ τὴν περιβολὴν δὲ ἧττον ἐν τοῖς περὶ τὴν λέξιν ποιεῖ καὶ τὴν μέθοδον, τοῖς κατ’ἔννοιαν δὲ μάλιστα περιβάλλει · γοργότητος δὲ οὐδὲν ὅλως παρὰ τούτῳ. πλέον δέ, εἰ καὶ δυσχερὲς εἰπεῖν, τὸ ὕπτιόντε καὶ ἀναβεβλημένον παρ’αὐτῷ καὶ ὅλως τὸ πρεσβυτικὸν καὶ διδασκαλικόν. τῷ δὲ φύσει ἀληθείας ἀμοιρεῖν καὶ ταῖς ἐργασίαις περιττός ἐστιν, ὥσπερ ἐπίδειξιν εὑρέσεως ἐννοιῶν ποιούμενος καὶ πολλὰ οὐ χρησίμως λέγων · δῆλον δ’, ἐξ ὧν εἰς τὰς αὐτὰς ὁ ῥήτωρ ἐμπεσὼν ἐννοίας αὐτῷ οὐχ ὁμοίως ἐχρήσατο ταῖς ἐργασίαις καὶ πίστεσι · πολλὰ δὲ τούτου τὰ παραδείγματα. καταφανέστερον μέντοι, ὅ λέγω, γίνεται ἔκτε τοῦ προοιμίου τοῦ τετάρτου τῶν Φιλιππικῶν, οἷον εἰ μὲν περὶ καινοῦ τινος πράγματος προὐτίθετο “καὶ τὰ ἑξῆς, καὶ τοῦ Ἀρχιδάμου · τῆς αὐτῆς γὰρ οὔσης προτάσεως, ὅτι δεῖ καὶ νεωτέρων πρὸ τῶν πρεσβυτέρων ἀνισταμένων ἀνέχεσθαι, ὅ μὲν ὥσπερ θέσιν τινὰ ὁ Ἰσοκράτης διὰ πλειόνων κατεσκεύασεν, ὅ δὲ μιᾷ ἠρκέσθη κατασκευῇ. εἰ δέ τι καὶ ἄλλο ἔχει τὸ προοίμιον τοῦ λόγου τούτου ὑπαίτιον, ἑτέρου καιροῦ ἐξετάζειν. ἡ μέντοι κατὰ μέθοδον δεινότης ἐστὶν οὐκ ὀλίγη καὶ παρὰ τούτῳ. ταῦτα περὶ Ἰσοκράτους. ὁ δὲ Δείναρχος πολιτικὸς ὤν ὡς οἷα σαφὴς καὶ ἀληθὴς καὶ πιθανὸς πολὺ τὸ σφοδρὸν ἔχει καὶ τὸ τραχὺ κατάτε τὴν ἔννοιαν καὶ τὴν μέθοδον · κατὰ δὲ αὐτὴν τὴν λέξιν ἧττόν ἐστι σφοδρός, κατὰ μέντοι τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθήκας, ἀναπαύσεις, ῥυθμούς, καὶ πάνυ σφοδρόςτε καὶ τραχύς ἐστι · διὸ καὶ ἧττον ἐπιμελὴς ὁ λόγος αὐτῷ, γοργὸς μέντοι καὶ δεινὸς οὐ μετρίως · μᾶλλον δὲ εἶναι δοκεῖ ἢ ἔστι δεινὸς διὰ τὸ τῆς τοιαύτης μᾶλλον μετέχειν δεινότητος. καθόλουτε ὁ ἀνὴρ ἐμφαινόμενον ἔχει πολύ τὸ Δημοσθενικὸν διὰ τὸ τραχὺ καὶ γοργὸν καὶ σφοδρόν, ὥστ’ἤδη τινὲς καὶ προσπαίζοντες αὐτὸν οὐκ ἀχαρίτως κρίθινον Δημοσθένην εἰρήκασι. ταῦτα καὶ περὶ Δεινάρχου. ὁ δ’Αἰσχίνης πολιτικὸς μέν ἐστιν εἴπερ ἕτερός τις, σοφιστικὸς δὲ καὶ γαῦρος καὶ τῷ μεγέθει μετὰ τοῦ κατὰ σχῆμα κάλλους πλεονάζων · οὐ γὰρ μετὰ τοῦ διὰ παντὸς ἐπιμελοῦς, ἐπεὶ τούτου γε αὐτῷ τοῦ κόσμου βραχύ τι μέτεστι. καὶ δι’ὀλίγου μέν ἐστιν ἐπιμελής, ἀμελέστερος δὲ καὶ ἀτονώτερός πως. τῷ δὲ ἠθικῷ τῷ κατ’ἐπιείκειαν χρώμενος οὐκ ὀλίγῳ, τοῦ τύπου τοῦ ἀληθοῦς ἧττον μετέχει · διό, καίτοι πολλῇ τῇ σφοδρότητίτε καὶ τραχύτητι χρώμενος, ἔστιν οὗ τόνον οὐδένα ἔχει διὰ τὸ μὴ πεποιθότως μη δὲ ἀληθινῶς προφέρεσθαι τὸν λόγον. τα- ταὐτὸ δὲ αἴτιον καὶ τοῦ μὴ πάνυ γοργὸν μη δὲ εὐκίνητον εἶναι. δεινότης δὲ ἡ κατὰ μέθοδον μέν ἐστιν οὐκ ὀλίγη παρ’αὐτῷ, ἡ δὲ φαινομένητε ὁμοῦ καὶ οὖσα ἀναγκαίως ἐκ τῶν προειρημένων. περὶ δὲ Ἀντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι, καθάπερ ἄλλοιτέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν Ἀντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγον ἀνάγκη ποιήσασθαι · ὧν εἷς μέν ἐστιν ὁ ῥήτωρ, οὗπερ οἱ φονικοὶ φέρονται λόγοι καὶ οἱ δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὗπερ οἵτε Περὶ τῆς ἀληθείας εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας καὶ ὁ Πολιτικός. ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς Ἀντιφῶντας γενέσθαι — πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς Ἀληθείας λόγων πρὸς τοὺς λοιπούς —, ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι καὶ παρ’ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι · Θουκυδίδην γὰρ Ἀντιφῶντος εἶναι τοῦ Ῥαμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν Ῥαμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Θουκυδίδην δὲ πολλῷ κεχωρισμένον καὶ κεκοινωνηκότα τῷ εἴδει τῶν τῆς Ἀληθείας λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλ’εἴτε εἷς ὁ Ἀντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκόσι χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὅ μὲν τοῦτο ὃ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν · πλεῖστον γάρ, ὡς ἔφαμεν, τὸ μεταξύ. ὁ τοίνυν Ῥαμνούσιος Ἀντιφῶν, οὗπερ οἱ φονικοὶ φέρονται. πολιτικὸς μὲν καὶ κατὰ τὸ σαφὲς καὶ κατὰ τὸ ἀληθινὸν καὶ τὸ ἄλλως ἠθικόν, ὥστε καὶ πιθανός, ἧττον δὲ ἅπαντα ταῦτα ἢ κατὰ τούς ἄλλους · ἐπεὶ καὶ πρῶτος λέγεται τοῦτο μετελθεῖν τὸ εἶδος καὶ ὅλως εὑρετὴς καὶ ἀρχηγὸς γενέσθαι τοῦ τύπου τοῦ πολιτικοῦ · καὶ γάρ ἐστι τοῖς χρόνοις τῶν δέκα ῥητόρων τούτων πρεσβύτατος ἁπάντων. μεγέθει δὲ χρῆται μὲν οὐκ ὀλίγῳ, καλῶς δέ πως συνυφασμένῳ καὶ οὐ κατὰ τὸν Ὑπερίδην διεστηκότι τῶν ἄλλων οὐ δ’αὖ κατὰ τὸν Αἰσχίνην σοφιστικῷ, καίτοι τῆς λέξεως αὐτῷ πολλαχοῦ διηρμένης. ἐπιμελής γε μὴν οὕτως ὡς μὴ εἶναι προσκορής, γοργὸς δὲ μετρίως ἐστὶ καὶ δεινὸς ὡσαύτως. ὁ δ’ἕτερος Ἀντιφῶν, οὗπερ οἱ τῆς Ἀληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖςτε ἄλλοις καὶ τῷ δι’ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὅ δὴ τοῦ ἀξιωματικοῦτε λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῇ λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας · διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐ δ’ἀληθινοῦ τύπου μέτεστι τῷ ἀνδρί φαίην δ’ἂν ὡς οὐ δὲ δεινότητος πλὴν τῆς φαινομένης μέν. οὐ μὴν οὔσης γε ὡς ἀληθῶς. ἐγγὺς δὲ τῆς ἰδέας ἐστὶ ταύτης καὶ ὁ Κριτίας · διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν. ἔστι γὰρ καὶ οὗτος σεμνὸς μὲν παραπλησίως τῷ Ἀντιφῶντι καὶ διηρμένος πρὸς ὄγκον καὶ τὰ πολλὰ λέγων ἀποφαντικῶς, καθαρώτερος δὲ τὴν λέξιν καί, ὅτε περιβάλλοι, διευκρινῶν, ὥστ’εἶναι καὶ σαφὴς ἅμα τῷ μεγέθει καὶ εὐκρινής. ἔχει δὲ πολλαχοῦ καὶ μάλιστα ἐν τοῖς Δημηγορικοῖς προοιμίοις καὶ τὸ ἀληθινόντε καὶ πιθανόν. ἐπιμελὴς δὲ ὢν οὐ μετρίως ὅμως οὐχ ἁπλῶς χρῆται τῷ τοιούτῳ κόσμῳ οὐ δὲ κατὰ τὸν Ἀντιφῶντα προσκορῶς καὶ σαφῆ τὴν ἐπιτήδευσιν ἔχοντι, ἀλλ’ὥστε μετέχειν καὶ κατὰ τοῦτο τοῦ ἀληθοῦς. τοῖς δ’ἄλλοις τοῦ ἤθους εἴδεσιν οὐ σφόδρα τι χρῆται, οἷον ἐπιεικείᾳ ἢ ἀφελείᾳ ἢ ὅσα τοιαῦτα. ταῦτα καὶ περὶ Κριτίου. ἕπεται δὲ τῷ περὶ Ἀντιφῶντος τοῦ Ῥαμνουσίου λόγῳ ὁ περὶ Λυκούργου τοῦ καὶ ὀνομασθέντος οὕτω ῥήτορος. ὁ τοίνυν Λυκοῦργος πολιτικὸς μέν ἐστιν εἴπερ τις ἕτερος, πλὴν ἴσως τοῦ κατὰ τὴν ἀφέλειαν ἤθους ἕνεκα. πολὺ δὲ τὸ τραχὺ καὶ σφοδρὸν ἔχει χωρὶς ἐπιμελείας ἦ γὰρ ἂν ὁ αὐτὸς ἦν πως τῷ Δεινάρχῳ. τῇ δὲ λέξει καὶ πολὺ τραχύτερός ἐστιν · ὅθεν φημὶ καὶ τοῦτον τὴν φαινομένην, οὐ μὴν οὖσαν ὡς ὄντως δεινότητα ἔχειν · τοπικώτεροι γάρ εἰσιν οἱ λόγοι μᾶλλον αὐτοῦ καὶ καταδρομὴν ἔχοντες ἔστιν οὗ κατὰ τῶν ἀποδεδειγμένων πραγμάτων. χρῆται δὲ πολλαῖς πολλάκις καὶ ταῖς παρεκβάσεσιν, ἐπὶ μύθους καὶ ἱστορίας καὶ ποιήματα φερόμενος, ἅ δὴ τῆς φαινομένης ἐστὶ καὶ αὐτὰ δεινότητος. ὁ δὲ Ἀνδοκίδης πολιτικὸς μὲν εἶναι προαιρεῖται, οὐ μὴν πάντῃ ἐπιτυγχάνει τούτου · ἀδιάρθρωτος γάρ ἐστιν ἐν τοῖς σχήμασι καὶ ἀδιευκρίνητος καὶ τὰ πολλὰ ἐπισυνάπτειτε καὶ περιβάλλει ἀτάκτως διὰ τὸ ταῖς ἐπεμβολαῖς χωρὶς εὐκρινείας χρῆσθαι · ὅθεν ἔδοξέ τισι φλύαρος καὶ ἄλλως ἀσαφὴς εἶναι. ἐπιμελείας δὲ αὐτῷ καὶ κόσμου πάνυ βραχὺ μέτεστι γοργότητόςτε ὡσαύτως. καὶ μέντοι καὶ τῆς κατὰ μέθοδον δεινότητος ὀλίγον, ἀλλὰ καὶ σφόδρα ὀλίγον ἔχει, τῆς δ’ἄλλης σχεδὸν οὐ δ’ὅλως. τῷ μὲν οὖν Δημοσθένει οἱ λοιποὶ τῶν δέκα, μεθ’ὧν καὶ ὁ Κριτίας, ὑποτεταγμένοι οὑτωσί πως τὰ δεύτερα καὶ τρίτα τοῦ δικανικοῦτε καὶ συμβουλευτικοῦ τῶν λόγων εἴδους ἀποφέρονται. τούτῳ δ’ἕπεται μὲν περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ λόγου εἰπόντας περὶ τῶν κατὰ τοῦτο μετὰ Πλάτωνα εὐδοκιμούντων λέγειν, ὥσπερ ἐκεῖ περὶ τῶν μετὰ τὸν Δημοσθένην εἰρήκαμεν. 2.12ἔστι δὲ σχεδὸν οὐ ῥᾴδιον περὶ τοῦ ἁπλῶς πανηγυρικοῦ ἀποφήνασθαί τι, πλὴν τοσοῦτον, ὅτι πάντ’ἐκεῖνα τὰ εἴδη, ἐξ ὧν ἔφαμεν τὸν κάλλιστον πανηγυρικὸν καὶ Πλατωνικὸν γίνεσθαι λόγον, δύναται καὶ καθ’αὑτὰ ἕκαστα πλεονάσαντα ποιῆσαί τινα τύπον πανηγυρικόν, οἷον σεμνότης μόνη, ἀφέλεια, πάλιν γλυκύτης, καθαρότης, ἐπιμέλεια, ἅπανθ’ἁπλῶς τὰ προειρημένα · καὶ φαίνονταί γε οὕτως καὶ οἱ εὐδοκιμοῦντες τῶν ἀρχαίων κατὰ τὸ πανηγυρικὸν χρησάμενοι τῷ λόγῳ, περὶ ὧν ῥητέον. — ἀνάγκη δὲ πρῶτον τοσοῦτον προειπεῖν, ὅτι τοῦ καλλίστου τῶν πανηγυρικῶν ὀφείλοντος ἔχειν μέγεθος μεθ’ἡδονῆς καὶ ἔτι κόσμον καὶ σαφήνειαν, ἤδη δὲ καὶ προσώπων μιμήσεις καὶ ὅσα ἄλλα τοιαῦτα ἐν τῷ περὶ πανηγυρικοῦ ἡμῖν εἴδους λέλεκται, ἅ δὴ καὶ οὐχ ἡ ποίησις μόνη οὐ δὲ μὴν ἡ λογογραφία, ἀλλὰ καὶ ἡ ἱστορία ἔχει πλεονάζοντα πάντα, πάντως δεῖ καὶ τοὺς ἱστοριογράφους ἐν τοῖς πανηγυρικοῖς τετάχθαι, ὥσπερ οἶμαι καὶ εἰσίν, ἐπεὶ καὶ μεγέθους καὶ ἡδονῶν στοχάζονται καὶ τῶν ἄλλων οἶμαι σχεδὸν ἁπάντων, εἰ καὶ μὴ παραπλησίως ἐκείνῳ τυγχάνουσι, λέγω τῷ Πλάτωνι · ὥστε ἀνάγκη καὶ περὶ τούτων ἐνταῦθα εἰπεῖν. ἀλλ’ἐπ’ἐκείνους γε ἰτέον πρῶτον τοὺς μετὰ τὸν Πλάτωνα κατὰ τὸ πανηγυρικὸν εὐδοκιμοῦντας, ἄλλωςτε ἐπειδὴ τινὲς αὐτῶν καὶ ἀμφοῖν μετέχουσιν, ἱστορίαςτε καὶ τῆς ἄλλης λογογραφίας, ὥσπερ οὖν ὁ Ξενοφῶν, περὶ οὗ δὴ καὶ πρῶτον λεκτέον. ἔστι τοίνυν οὗτος ἀφελὴς μὲν ὡς ὅτι μάλιστα καὶ τούτῳ πλεονάζων τῷ εἴδει παρὰ τὰ ἄλλα εἴδη πάντα τοῦ πανηγυρικοῦ, ταῖς μὲν ἀπὸ τῆς ἀφελείας αὐτῆς ἡδοναῖς πολλαῖς χρώμενος, γλυκύτησι δὲ ταῖς ἀπὸ τούτων οἷον ταῖς ἀπὸ τῶν μύθων καὶ τῶν τοιούτων μανότερον · ἐπεὶ καί, ὅτε περὶ τῶν κυνῶν διέξεισιν ἡδονὰς ποιῶν, κατὰ τὴν τῆς ἀφελείας αὐτῆς ἐπίτασιν τοῦτο ποιεῖ καὶ οὐ κατ’ἄλλο τι τῶν φύσει γλυκύτητος ἰδίων. τὸ μέντοι περὶ τὸν Ἀβραδάτην καὶ τὴν Πάνθειαν πᾶν ἦθόςτε καὶ πάθος πολλὰς ἔσχε τὰς ἡδονὰς μυθικῶς πλασθέν, καὶ τὰ περὶ τὸν Τιγράνην δὲ ὡσαύτως καὶ τὴν γυναῖκα αὐτοῦ τὴν Ἀρμενίαν. ἔφαμεν δὲ, ὅτι μανῶς μὲν χρῆται ταῖς τοιαύταις γλυκύτησι, χρῆται μέντοι καὶ ταύταις. μεγέθους δὲ κατὰ μὲν ἔννοιαν ἅπτεται πολλαχοῦ, καθαιρεῖ δὲ καὶ τοῦτο καὶ βιάζεται πρὸς τὸ ἀφελὲς ταῖς μεθόδοις καὶ τῇ λέξει καὶ τοῖς περὶ τὴν λέξιν ἅπασι. καθαρὸς δὲ καὶ εὐκρινὴς εἴπερ τις ἕτερος ὁ Ξενοφῶν, δριμύτησι δὲ καὶ ὀξύτησι χαίρων, ὧν τὴν φύσιν ἐν τῷ περὶ γλυκύτητόςτε καὶ ἀφελείας εἰρήκαμεν. ἐπιμελείᾳ δὲ ὡς ἐν ἀφελεῖτε καὶ ἀπλάστῳ λόγῳ χρῆται πολλῇ, τῆς δὲ παρὰ τῷ Πλάτωνι ἀφελείας πολλῷ ἡ παρὰ τούτῳ ἀφελεστέρα ἐστί, κατ’αὐτὰς τὰς ὑποθέσεις τῶν πραγμάτων τοιαύτη γινομένη, οὐ μόνον κατὰ τὴν λέξιν καὶ τὰ ἑπόμενα τῇ λέξει. συμπόσια γοῦν ἀμφοτέροις ἐστὶ γεγραμμένα, ἀλλ’ὅ μὲν καὶ ὀρχηστρίδων εἰσόδους καὶ ὀρχημάτων εἴδη τινὰ καὶ φιλήματα καὶ πολλὰ τοιαῦτα λέγειν μεθ’ἡδονῆς οὐ παραιτεῖται, ὅ δὲ ταῦτα ἀφεὶς ταῖς γυναιξίν, ὡς αὐτός φησιν, ἐπὶ τὸ σεμνότερον ἄγει τὴν ἀφέλειαν τῶν πραγμάτων. τοιοῦτος δὲ ὁ Ξενοφῶν κα- κἀν τοῖς ἱστορικοῖς, οἷος κα- κἀν τοῖς ἄλλοις, οἷον ὅτι χιλὸν ἐστέψαντο, ὅταν λέγῃ, καὶ ὅτι τοῖς παισὶν ὡς ἐνεοῖς διελέγοντο καὶ ὅτι πίνειν ἀπὸ τοῦ κρατῆρος ἐπικύψαντας ἔδει καθάπερ βοῦν · ταῦτα γὰρ καὶ τὰ τοιαῦτα καθ’ὑπερβάλλουσαν ἀφέλειαν ἔχει τὴν ἡδονήν, ᾗπερ οὐχ ὁμοίως ὁ Πλάτων χρῆται. κα- κἀν ταῖς μιμήσεσι δὲ τῶν προσώπων μᾶλλον εὐδοκιμεῖ, ὅτε ἀφελῆ καὶ ὡς ὄντως ἄπλαστα καὶ ἁπαλὰ καὶ ἡδέα ἤθη ψυχῶν μιμοῖτο, ὥσπερ καὶ τὸ τοῦ Κύρου παιδὸς ἔτι ὄντος καὶ ὅσα τοιαῦτα · παρὰ δὲ τῷ Πλάτωνι τοιοῦτον οὐδὲν ἔστι, πλὴν ὅσον ἐν ταῖς κατὰ μειρακίων ἡλικίαν, οἷον ὅτε τὸν Θεαίτητον ἤ τι τοιοῦτο πρόσωπον εἰσάγοι, πάντως οὐ κατὰ τὸ Κύρου δήπουθεν ὄν, λέγω παιδὸς ἔτι ὄντος, ἢ κατὰ τὸ τῆς Ἀρμενίας γυναικὸς ἢ ὅσα τοιαῦτα. ἴδιον δὲ Ξενοφῶντος καὶ τὸ κατὰ ποσὰ διαστήματα χρῆσθαι ποιητικαῖς πως λέξεσι πολὺ τῶν ἄλλων τῇ φύσει διεστηκυίαις λέξεων, ὥσπερ ὅταν λέγῃ” πορσύνειν “καὶ ὅσα τοιαῦτα. μετὰ δὲ Ξενοφῶντα τάττοιτ’ἄν ὁ Αἰσχίνης ἡμῖν, λέγω δὲ τὸν Σωκρατικόν. οὗτος τοίνυν ἔστι μὲν ἀφελὴς καὶ αὐτὸς εἴπερ τις ἕτερος, πλείονι δὲ τῷ καθαρῷ καὶ εὐκρινεῖ ἢ τῷ ἀφελεῖ χρῆται · ταῦτά τοι καὶ λεπτότερός ἐστι κατὰ τὴν λέξιν τοῦ Ξενοφῶντος · ἐννοίαις γὰρ οὐκ ὀλίγαις καὶ αὐτὸς σεμνοτέραις χρῆται, ἡδοναῖς δὲ ταῖς ἀπὸ τῶν μύθωντε καὶ μυθικῶν μετριώτερον. ὅσον δὲ ὁ Ξενοφῶν ἀφελείᾳ τῇ κατ’αὐτὸν ὑπερβέβληκε τὴν Πλάτωνος ἀφέλειαν, φαίης ἂν ὅτι τοσοῦτον πάλιν αὖ τὸν Ξενοφῶντα ὑπερβέβληκεν ὁ Αἰσχίνης τῇ λεπτότητι · διὸ καὶ πολλῷ καθαρώτερός ἐστιν ἐπιμελήςτε ὡς ἐν ἀφελείᾳ σφόδρα καὶ μᾶλλόν γε ἢ Ξενοφῶν. ὁ δὲ Νικόστρατος — ἄξιον γὰρ οἶμαι, τάχ’ἴσως δὲ καὶ ἀναγκαῖον μετ’ἐκείνους καὶ τούτου ποιήσασθαι μνήμην — ἀφελὴς μὲν οὐδενὸς ἧττόν ἐστι τῶν προειρημένων, λεπτότερος δὲ καὶ πολλῷ καθαρώτερος σχεδὸν ἁπάντων · ὑπέρισχνον γὰρ αὐτῷ τὸ εἶδος καὶ οὐδαμοῦ μέγεθος ἔχον, πλὴν εἴ που κατ’ἔννοιαν μόνην. μύθοις μέντοι χαίρων καὶ ταῖς ἀπὸ τούτων ἡδοναῖς · ὅς γε καὶ μύθους αὐτὸς πολλοὺς ἔπλασεν, οὐκ Αἰσωπείους μόνον, ἀλλ’οἵους εἶναί πως καὶ δραματικούς. ἐπιμελὴς δὲ κατὰ τὴν σύνταξιν ἀλλ’ὅτι μάλιστα, μετὰ μέντοι τοῦ μὴ λυμαίνεσθαι τῇ ἀφελείᾳ. ἀλλὰ περὶ μὲν τῶν κατὰ τὸ τοιοῦτον τῶν πανηγυρικῶν εἶδος λόγων εὐδοκιμούντων ἀνδρῶν, μεθ’ὧν καὶ τὸν Νικόστρατον ἐτάξαμεν, τοσαῦτα εἰρήσθω. ἑξῆς δ’ἂν λέγοιμεν περὶ τῶν κατὰ τὸ ἱστορικὸν εἶδος ἐλλογίμων. οἱ γὰρ Ἰσοκράτουςτε καὶ Λυσίου Ὀλυμπικοίτε καὶ Παναθηναϊκοὶ καὶ αὐτὸ τοῦτο Πανηγυρικοί, κα- κἂν ἐπιγράφωνται οὕτω Πανηγυρικοί, δῆλόν ἐστιν ὡς ἄλλο τι βούλονται · μετρίως γάρ πως ἔχουσι τὸ πανηγυρικὸν καὶ ὅσον τάχα ἄν καὶ συμβουλή τις ἢ δικανικὸς λόγος δέξαιτο · εἰ δὲ ἄρα καὶ ταύτης εἶεν τῆς ἰδέας τάτε ἄλλα καὶ διὰ τὸν κόσμον τὸν περὶ τὴν συνθήκην τοῦ Ἰσοκράτους, ἀρκεῖ τὰ λεχθέντα περὶ αὐτῶν ἐν τοῖς περὶ τῶν δικανικῶντε καὶ συμβουλευτικῶν ἀνδρῶν εἰρημένοις. ἀλλὰ λεκτέον γε ἤδη καὶ περὶ τῶν ἱστορικῶν πλὴν Ξενοφῶντος · ὁποῖος γὰρ εἰς τούς λόγους ὁ ἀνήρ, ὀλίγῳ πρότερον εἰρήκαμεν. ἐν τοίνυν τοῖς καθ’ἱστορίαν πανηγυρικοῖς πανηγυρικώτατός ἐστιν ὁ Ἡρόδοτος · τὸ δὲ αἴτιον, ὅτι μετὰ τοῦ καθαροῦ καὶ εὐκρινοῦς πολύς ἐστι ταῖς ἡδοναῖς · καὶ γὰρ ταῖς ἐννοίαις μυθικαῖς σχεδὸν ἁπάσαις καὶ τῇ λέξει ποιητικῇ κέχρηται διόλου. μέγεθος δὲ πολλαχοῦ μὲν ἔχει καὶ τὸ κατ’ἔννοιαν, κατὰ μέντοι τὴν ἐπιμέλειαν καὶ τὸ πολὺ τοῦ κόσμου τὸ συναμφότερον καὶ τὴν ἡδονὴν ἔχει καὶ τὸ μέγεθος · οἱ γὰρ πλεῖστοι τῶν ῥυθμῶν αὐτῷ κατάτε τὰς συνθήκας καὶ κατὰ τὰς βάσεις δακτυλικοίτέ εἰσι καὶ ἀναπαιστικοὶ σπονδειακοίτε καὶ ὅλως σεμνοί. ἤθη δὲ καὶ πάθη προσώπων εἴπερ τις ἄλλος κάλλιστα καὶ ποιητικώτατα μεμίμηται, διὰ δὲ τούτων καὶ πλείονι τῷ μεγέθει πολλαχοῦ κέχρηται, ὡς ἔντε ἄλλοις καὶ ἐν τῇ ἑβδόμῃ τῶν Ἱστοριῶν κατὰ τοὺς Ξέρξου πρὸς Ἀρτάβαζον κα- κἀκείνου πρὸς Ξέρξην περὶ τῶν ἀνθρωπείων πραγμάτων λόγους. τοσαῦτα καὶ περὶ Ἡροδότου. περὶ δὲ Θουκυδίδου μέλλων λέγειν προδιορίσομαι τοσοῦτον, ὡς οὐκ, ἐπειδὴ μεθ’Ἡρόδοτον ἐμνήσθημεν αὐτοῦ καὶ μετ’ἄλλους, διὰ τοῦτο χρὴ νομίζειν, ὡς τῇ κατὰ λόγους ἕξειτε καὶ δυνάμει μετ’ἐκείνους ἡμῖν τέτακται · ἐπεὶ οὐ δὲ Ἡρόδοτον μετὰ Νικόστρατον δήπουθεν ἢ μετ’Αἰσχίνην, ἀλλ’οὐ δὲ μετὰ Ξενοφῶντα ἡμεῖς τάττοιμεν ἂν λόγωντε δυνάμεως ἕνεκα καὶ τῆς κατ’αὐτοὺς ἕξεως, ἄλλωςτε καὶ ἐν εἴδει πανηγυρικῷ · τῇ δὲ ἀκολουθίᾳ τοῦ περὶ τῆς ἰδέας ἐκείνης λόγου ἑπόμενοι ταύτῃ τῇ τάξει κεχρήμεθα, ἰδίᾳ μὲν τούς ἄλλους πανηγυρικούς, ἰδία δὲ τοὺς ἱστορικούς τιθέντες. καὶ τῶν ἱστορικῶν δὲ ἐν πρώτοις Ἡροδότου διὰ τοῦτο ἐμνήσθημεν, ὅτι πανηγυρικώτερος καὶ ἡδίων οὐ Θουκυδίδου μόνον ἀλλ’ἴσως ἁπάντων ἐστὶ τῶν οὕτω γράφειν λόγους προελομένων · ἐπεὶ Θουκυδίδης γε κα- κἂν ἀμφισβήτησίν τῳ παράσχοι, μεθ’ὧν ἐξετάζοιτ’ἄν δικαίως · οὐχ ἧττον γὰρ δικανικός ἐστι καὶ συμβουλευτικὸς ἢ πανηγυρικός, λέγω καὶ κατὰ τὰς ἐννοίας καὶ τὸ μηδὲν ἀκατασκεύως εἰσάγειν. ἀλλὰ τετάχθω μέν, ἔνθα αὐτῷ καὶ προσήκει τετάχθαι καθ’ἑκάτερον, κατάτε τὸ τῶν λόγων εἶδος καὶ κατὰ τὸ προκεκρίσθαι τινῶν, ἑτέρων δέ, εἰ καὶ τοῦτο συμβαίνοι, τὰ δεύτερα φέρεσθαι τῆς περὶ τοὺς λόγους ἕξεως ἕνεκα · ἡμεῖς δὲ ὁποῖός τίς ἐστι χαρακτηρίσομεν. ὁ τοίνυν Θουκυδίδης μάλιστα μεγέθους ἐφιέμενος τυγχάνει μέν του μεγέθους, οὐ μὴν οὗπερ ἐφίεσθαί μοι δοκεῖ μεγέθους τυγχάνει · βούλεται μὲν γάρ, ὡς ἔγωγε οἶμαι, σεμνὸν εἶναι τὸν λόγον αὐτῷ, ὅπερ ἴδιον μεγέθους πανηγυρικοῦ, φαίνεται δὲ ὑπερβαίνων τοῦτο καὶ μάλιστα κατὰ τὴν λέξιν ἐπὶ τὸ τραχύτερον μᾶλλον καὶ τὸ σκληρότερον καὶ διὰ τοῦτο ἐπὶ τὸ ἀσαφέστερον, καὶ ἔτι κατὰ τὴν συνθήκην τῶν λέξεων · ἐπιμελεῖται μὲν γὰρ κόσμου ἀλλ’ὅτι μάλιστα, βουλόμενος δὲ εἶναι καὶ τοῦτο ὑψηλὸν αὐτῷ καὶ ὑπέρογκον πάλιν ὑπερεκπίπτει κατάτε τὰς ὑπερβολὰς καὶ τὰς καινότητας τῶν συνθηκῶν, ὥστε ἐπὶ τὸ σκληρότερον καὶ δι’αὐτὸ ἐπὶ τὸ ἀσαφέστερον φέρεσθαι. ἀξιωματικὸς δὲ ὁ ἀνὴρ ἀλλ’ὅτι μάλιστα, ταῖς δὲ ἐννοίαις εἴπερ τις ἄλλος πολιτικὸς ὁμοῦ καὶ σεμνός · οὐδὲν γὰρ ἀκατάσκευον οὐ δ’ἐν ταῖς ἱστορίαις ἀπολείπει. ταῖς μέντοι μεθόδοις οὐ τοιοῦτος · μετὰ γὰρ μεγέθους τινὸς γνωρίμου ἤ τινος ἑτέρου τοιούτου καὶ τὰς κατασκευὰς εἰσάγει · διὸ καὶ ἀγλευκής ἐστι σχεδὸν διόλου · εἰ δέ που καὶ γλυκύτητα ἔχοι, μάλιστα μὲν ὥσπερ ἀλλότριόν τι τῆς ἰδέας αὐτοῦ ἐκφαίνεται τὸ μέρος ἐκεῖνο, οἷόν ἐστι καὶ τὸ” τηρεῖ δὲ τῷ Πρόκνην τὴν Πανδίονος ἀπὸ Ἀθηνῶν σχόντι γυναῖκα καὶ τὰ ἑξῆς καὶ ὅσα τοιαῦτα. θαυμάζειν δέ, εἰ καὶ μὴ τοιοῦτον ἦν τοῦτο, οὐκ ἐχρῆν, ὅτι καὶ ἡδονήν που ἔσχεν ὁ λόγος αὐτῷ · σχεδὸν γὰρ οὐ δ’ἄλλος τις τῶν κατ’ἄνδρα λόγων ὁτιοῦν ἕν εἶδος προελόμενόςτε καὶ ἐργασάμενος δύναιτ’ἂν καθαρὸς ὀφθῆναι καὶ μὴ οὐχὶ καὶ τῶν ἄλλων ἁπάντων ἁμῃγέπῃ προσαψάμενος εἰδῶν τοῦ λόγου. ἔτι ὡς ἱστορικὸς ὁ Θουκυδίδης κέχρηται μὲν καὶ μιμήσει κατάτε τὰς δημηγορίας καὶ ἔν τισι διαλόγοις, ὁ αὐτὸς δέ ἐστι κα- κἀν τούτοις, μᾶλλον δὲ μειζόνως ἐν τούτοις ἐστὶ τοιοῦτος, οἷον αὐτὸν ἐχαρακτηρίζομεν, ἐπεὶ ἔν γε τῇ ἱστορίᾳ ἧττόν ἐστι σκληρὸς καὶ τραχύς · ἔχει γὰρ πολλὰ ἐνταῦθα καθαράτε καὶ εὐκρινῆ καὶ τόν γε διδάσκαλον αὐτοῦ τὸν Ἀντιφῶντα πολλοῖς μὲν καὶ ἄλλοις, τούτοις δὲ οἶμαι καὶ μᾶλλον παρελήλυθε. τοσαῦτα καὶ περὶ τοῦ Θουκυδίδου. Ἑκαταῖος δὲ ὁ Μιλήσιος, παρ’οὗ δὴ μάλιστα ὠφέληται ὁ Ἡρόδοτος, καθαρὸς μέν ἐστι καὶ σαφής, ἐν δέ τισι καὶ ἡδὺς οὐ μετρίως · τῇ διαλέκτῳ δὲ ἀκράτῳ Ἰάδι καὶ οὐ μεμιγμένῃ χρησάμενος οὐ δὲ κατὰ τὸν Ἡρόδοτον ποικίλῃ, ἧττόν ἐστιν ἕνεκά γε τῆς λέξεως ποιητικός. καὶ ἡ ἐπιμέλεια δὲ αὐτῷ οὐ τοιαύτη οὐ δ’ὅμοιος ὁ κόσμος ὁ περὶ αὐτήν · διὸ καὶ ταῖς ἡδοναῖς ἐλαττοῦται πολλῷ τοῦ Ἡροδότου, ἀλλὰ πάνυ πολλῷ, καίτοι γε μύθους τὰ πάντα σχεδὸν καὶ τοιαύτην τινὰ ἱστορίαν συγγραψάμενος. ἀλλ’οὐ μόνον ἡ ἔννοια ἱκανὴ λόγων εἶδος ὁτιοῦν ἐξεργάσασθαι, πολὺ δὲ ἔχει καὶ ἡ λέξις καὶ τὰ περὶ τὴν λέξιν, οἷον σχήματα, κῶλα, συνθῆκαι, ῥυθμοί, ἀναπαύσεις, πρὸς τὸ καὶ ἡδονὰς ποιῆσαι καὶ γλυκύτητας, οἷαί εἰσιν αἱ παρὰ Ἡροδότῳ, καὶ νὴ Δία γε ἄλλο τι λόγων εἶδος, ὡς ἕκασται πεφύκασιν ἐργάζεσθαι λόγων ἰδέαι. εἰκότως οὖν τοῦτο ὁ Ἑκαταῖος πέπονθε, τῆς ἐπιμελείας καὶ τοῦ περὶ τὴν λέξιν κόσμου μὴ ὁμοίως φροντίσας. τοσαῦτα καὶ περὶ Ἑκαταίου. περὶ δὲ θεοπόμπου καὶ Ἐφόρου καὶ Ἑλλανίκου καὶ Φιλίστου καὶ τῶν ὁμοίων τούτοις περιττὸν ἔδοξεν εἶναί μοι γράφειν, μάλιστα μὲν καὶ διὰ τὸ ἀπότε τοῦ περὶ τῶν ἰδεῶν λόγου καὶ τῶν κατ’ἄνδρα εἰρημένων μὴ χαλεπῶς ἡγεῖσθαι δύνασθαί τινα καὶ περὶ ἐκείνων χαρακτηρίσαι, πρὸς δὲ τούτῳ καὶ ὅτι ζήλου καὶ μιμήσεως τὰ εἴδη τῶν λόγων αὐτῶν οὐ πάνυ τι, μᾶλλον δὲ οὐ δ’ὅλως, ὅσα γε ἐμὲ γινώσκειν, ἠξίωται παρὰ τοῖς Ἕλλησι, καθάπερ τὰ τῶν ἄλλων οἷον Θουκυδίδου. Ἡροδότου, Ἑκαταίου, Ξενοφῶντος, τῶν λοιπῶν. τούτοις ἑπόμενόν ἐστι τοὺς μεθ’Ὅμηρον ποιητὰς χαρακτηρίσαι, ὥσπερ τοὺς μετὰ Δημοσθένην ῥήτορας ἐχαρακτηρίζομεν καὶ τοὺς μετὰ Πλάτωνα λογογράφους πρῶτον περὶ αὐτῶν ἐκείνων εἰπόντες, Πλάτωνος καὶ Δημοσθένους, ὥσπερ καὶ περὶ Ὁμήρου. ἴσως δὲ καὶ περὶ τούτων οὐκ ἀναγκαίως εἰρήκαμεν, δυναμένων ῥᾳδίως χαρακτηρίζειν καὶ πάνθ’ὁντιναοῦν καὶ νέον καὶ παλαιὸν καὶ ποιητὴν καὶ λογογράφον καὶ ῥήτορα τῶν τὰ γενικὰ δὴ ταῦτα εἴδη τοῦ λόγου καὶ οἷον στοιχεῖα πάσης ἰδέας ἐπεσκεμμένων, περὶ ὧν τὴν πᾶσαν πραγματείαν ταύτην συνεστησάμεθα · ὥστε περιττῶς ἂν πλεονάζοιμεν καὶ περὶ τῶν ποιητῶν καθ’ἕκαστον διεξιόντες, ἄλλωςτε καὶ πάνυ πολλοῦ γενησομένου τοῦ λόγου, μὴ μόνον περιττοῦ · δεῖ γὰρ δήπου πρότερον, εἰ μέλλοι τις ταῦτα ὀρθῶς διευκρινήσειν. ἰδίᾳ μὲν περὶ ἐποποιίας εἰπεῖν τι καὶ τῶν κατ’αὐτὴν δευτέρων γε καὶ τρίτων μεθ’Ὅμηρον, ἰδίᾳ δ’αὖ περὶ τραγῳδίας καὶ κωμῳδίας ὡσαύτως τῶντε λυρικῶν ποιημάτων καὶ τῶν ἄλλων εἰδῶν τῆς ποιήσεως ἁπάντων καθ’ἕκαστόν γε αὐτῶν εἰπεῖν, τίς ὁ πρῶτος καὶ διὰ τί καὶ τίς ὁ δεύτερος καὶ διὰ τί, ὥστε σχεδὸν εἰς ἀπέραντόν τι τὸν λόγον προελθεῖν. ἀπόχρη οὖν τὰ προειρημένα καὶ τέλος ἡμῖν ὁ Περὶ τῶν ἰδεῶν λόγος τοῦτο ἐχέτω. μεθ’ὃν ὁ Περὶ τῆς κατὰ μέθοδον δεινότητος γεγράψεται, ὅς ἐστιν ἔλλειμμά τι τῆς πραγματείας ταύτης, καίτοι πολλῷ καὶ ταύτην παρεληλυθώς, ὡς καὶ μικρῷ πρότερον διωρισάμην καὶ αὐτὸ δηλώσειν τὸ πρᾶγμα φημί.