Meditations, 12
12.1.1πάντα ἐκεῖνα, ἐφ’ἃ διὰ περιόδου εὔχῃ ἐλθεῖν, ἤδη ἔχειν δύνασαι, ἐὰν μὴ σαυτῷ φθονῇς. τοῦτο δέ ἐστιν, ἐὰν πᾶν τὸ παρελθὸν καταλίπῃς καὶ τὸ μέλλον ἐπιτρέψῃς τῇ προνοίᾳ καὶ τὸ παρὸν μόνον ἀπευθύνῃς πρὸς ὁσιότητα καὶ δικαιοσύνην. ὁσιότητα μέν, ἵνα φιλῇς τὸ ἀπονεμόμενον · σοὶ γὰρ αὐτὸ ἡ φύσις ἔφερε καὶ σὲ τούτῳ · δικαιοσύνην δέ, ἵνα ἐλευθέρως καὶ χωρὶς περιπλοκῆς λέγῃςτε τα- τἀληθῆ καὶ πράσσῃς τὰ κατὰ νόμον καὶ κατ’ἀξίαν · μὴ ἐμποδίζῃ δέ σε μήτε κακία ἀλλοτρία μήτε ὑπόληψις μήτε φωνὴ μη δὲ μὴν αἴσθησις τοῦ περιτεθραμμένου σοι σαρκιδίου · ὄψεται γὰρ τὸ πάσχον.
12.1.2ἐὰν οὖν, ὅτε δήποτε πρὸς ἐξόδῳ γένῃ, πάντα τὰ ἄλλα καταλιπὼν μόνον τὸ ἡγεμονικόν σου καὶ τὸ ἐν σοὶ θεῖον τιμήσῃς καὶ μὴ τὸ παύσεσθαί ποτε τοῦ ζῆν φοβηθῇς, ἀλλὰ τό γε μηδέποτε ἄρξασθαι κατὰ φύσιν ζῆν, ἔσῃ ἄνθρωπος ἄξιος τοῦ γεννήσαντος κόσμου καὶ παύσῃ ξένος ὢν τῆς πατρίδος καὶ θαυμάζων ὡς ἀπροσδόκητα τὰ καθ’ἡμέραν γινόμενα καὶ κρεμάμενος ἐκ τοῦδε καὶ τοῦδε.
12.2.1ὁ θεὸς πάντα τὰ ἡγεμονικὰ γυμνὰ τῶν ὑλικῶν ἀγγείων καὶ φλοιῶν καὶ καθαρμάτων ὁρᾷ · μόνῳ γὰρ τῷ ἑαυτοῦ νοερῷ μόνων ἅπτεται τῶν ἐξ ἑαυτοῦ εἰς ταῦτα ἐρρυηκότων καὶ ἀπωχετευμένων. ἐὰν δὲ καὶ σὺ τοῦτο ἐθίσῃς ποιεῖν, τὸν πολὺν περισπασμὸν σεαυτοῦ περιαιρήσεις · ὁ γὰρ μὴ τὰ περικείμενα κρεᾴδια ὁρῶν, ἦ πού γε ἐσθῆτα καὶ οἰκίαν καὶ δόξαν καὶ τὴν τοιαύτην περιβολὴν καὶ σκηνὴν θεώμενος, ἀσχολήσεται.
12.3.1τρία ἐστὶν ἐξ ὧν συνέστηκας · σωμάτιον, πνευμάτιον, νοῦς. τούτων τα- τἄλλα μέχρι τοῦ ἐπιμελεῖσθαι δεῖν σά ἐστι, τὸ δὲ τρίτον μόνον κυρίως σόν. ὃ ἐὰν χωρίσῃς ἀπὸ σεαυτοῦ, τουτέστιν ἀπὸ τῆς σῆς διανοίας, ὅσα ἄλλοι ποιοῦσιν ἢ λέγουσιν ἢ ὅσα αὐτὸς ἐποίησας ἢ εἶπας καὶ ὅσα ὡς μέλλοντα ταράσσει σε καὶ ὅσα τοῦ περικειμένου σοι σωματίου ἢ τοῦ συμφύτου πνευματίου ἀπροαίρετα πρόσεστιν καὶ ὅσα ἡ ἔξωθεν περιρρέουσα δίνη ἑλίσσει, ὥστε τῶν συνειμαρμένων ἐξῃρημένην καὶ καθαρὰν τὴν νοερὰν δύναμιν ἀπόλυτον ἐφ’ἑαυτῆς ζῆν, ποιοῦσαν τὰ δίκαια καὶ θέλουσαν τὰ συμβαίνοντα καὶ λέγουσαν τα- τἀληθῆ ·
12.3.2ἐὰν χωρίσῃς, φημί, τοῦ ἡγεμονικοῦ τούτου τὰ προσηρτημένα ἐκ προσπαθείας καὶ τοῦ χρόνου τὰ ἐπέκεινα ἢ τὰ παρῳχηκότα, ποιήσῃςτε σεαυτόν, οἷος ὁ Ἐμπεδόκλειος σφαῖρος κυκλοτερὴς μονίῃ περιηγέι γαίων, μόνοντε ζῆν ἐκμελετήσῃς ὃ ζῇς, τουτέστι τὸ παρόν · δυνήσῃ τό γε μέχρι τοῦ ἀποθανεῖν ὑπολειπόμενον ἀταράκτως καὶ εὐμενῶς καὶ ἵλεως τῷ σαυτοῦ δαίμονι διαβιῶναι.
12.4.1πολλάκις ἐθαύμασα πῶς ἑαυτὸν μὲν ἕκαστος μᾶλλον πάντων φιλεῖ, τὴν δὲ ἑαυτοῦ περὶ αὑτοῦ ὑπόληψιν ἐν ἐλάττονι λόγῳ τίθεται ἢ τὴν τῶν ἄλλων. ἐὰν γοῦν τινα θεὸς ἐπιστὰς ἢ διδάσκαλος ἔμφρων κελεύσῃ μηδὲν καθ’ἑαυτὸν ἐνθυμεῖσθαι καὶ διανοεῖσθαι ὃ μὴ ἄμα καὶ γεγωνίσκων ἐξοίσει, οὐ δὲ πρὸς μίαν ἡμέραν τοῦτο ὑπομενεῖ. οὕτως τοὺς πέλας μᾶλλον αἰδούμεθα, τί ποτε περὶ ἡμῶν φρονήσουσιν, ἢ ἑαυτούς.
12.5.1πῶς ποτε πάντα καλῶς καὶ φιλανθρώπως διατάξαντες οἱ θεοὶ τοῦτο μόνον παρεῖδον, τὸ ἐνίους τῶν ἀνθρώπων καὶ πάνυ χρηστοὺς καὶ πλεῖστα πρὸς τὸ θεῖον ὥσπερ συμβόλαια θεμένους καὶ ἐπὶ πλεῖστον δι’ἔργων ὁσίων καὶ ἱερουργιῶν συνήθεις τῷ θείῳ γενομένους, ἐπειδὰν ἅπαξ ἀποθάνωσι, μηκέτι αὖθις γίνεσθαι, ἀλλ’εἰς τὸ παντελὲς ἀπεσβηκέναι; τοῦτο δὲ εἴπερ ἄρα καὶ οὕτως ἔχει, εὖ ἴσθι ὅτι, εἰ ὡς ἑτέρως ἔχειν ἔδει, ἐποίησαν ἄν · εἰ γὰρ δίκαιον ἦν, ἦν ἃν καὶ δυνατόν, καὶ εἰ κατὰ φύσιν, ἤνεγκεν ἂν αὐτὸ ἡ φύσις. ἐκ δὴ τοῦ μὴ οὕτως ἔχειν, εἴπερ οὐχ οὕτως ἔχει, πιστούσθω σοι τὸ μὴ δεῆσαι οὕτως γίνεσθαι · ὁρᾷς γὰρ καὶ αὐτὸς ὅτι τοῦτο παραζητῶν δικαιολογῇ πρὸς τὸν θεόν · οὐκ ἂν δ’οὕτως διελεγόμεθα τοῖς θεοῖς, εἰ μὴ ἄριστοι καὶ δικαιότατοί εἰσιν. εἰ δὲ τοῦτο, οὐκ ἄν τι περιεῖδον ἀδίκως καὶ ἀλόγως ἠμελημένον τῶν ἐν τῇ διακοσμήσει.
12.6.1ἔθιζε καὶ ὅσα ἀπογινώσκεις. καὶ γὰρ ἡ χεὶρ ἡ ἀριστερὰ πρὸς τὰ ἄλλα διὰ τὸ ἀνέθιστον ἀργὸς οὖσα τοῦ χαλινοῦ ἐρρωμενέστερον ἢ ἡ δεξιὰ κρατεῖ · τοῦτο γὰρ εἴθισται.
12.7.1ὁποῖον δεῖ καταληφθῆναι ὑπὸ τοῦ θανάτου καὶ σώματι καὶ ψυχῇ · τὴν βραχύτητα τοῦ βίου · τὴν ἀχάνειαν τοῦ ὀπίσω καὶ πρόσω αἰῶνος · τὴν ἀσθένειαν πάσης ὕλης.
12.8.1γυμνὰ τῶν φλοιῶν θεάσασθαι τὰ αἰτιώδη · τὰς ἀναφορὰς τῶν πράξεων · τί πόνος · τί ἡδονή · τί θάνατος · τί δόξα · τίς ὁ ἑαυτῷ ἀσχολίας αἴτιος · πῶς οὐδεὶς ὑπ’ἄλλου ἐμποδίζεται · ὅτι πάντα ὑπόληψις.
12.9.1ὅμοιον δ’εἶναι δεῖ ἐν τῇ τῶν δογμάτων χρήσει παγκρατιαστῇ, οὐχὶ μονομάχῳ · ὁ μὲν γὰρ τὸ ξίφος ᾧ χρῆται ἀποτίθεται καὶ ἀναιρεῖται · ὁ δὲ τὴν χεῖρα ἀεὶ ἔχει καὶ οὐδὲν ἄλλο ἢ συστρέψαι αὐτὴν δεῖ.
12.10.1τοιαῦτα τὰ πράγματα ὁρᾶν, διαιροῦντα εἰς ὕλην, αἴτιον, ἀναφοράν.
12.11.1ἡλίκην ἐξουσίαν ἔχει ἄνθρωπος μὴ ποιεῖν ἄλλο ἢ ὅπερ μέλλει ὁ θεὸς ἐπαινεῖν, καὶ δέχεσθαι πᾶν ὃν νέμῃ αὐτῷ ὁ θεός.
12.12.1μήτε θεοῖς μεμπτέον · οὐδὲν γὰρ ἑκόντες ἢ ἄκοντες ἁμαρτάνουσι · μήτε ἀνθρώποις · οὐδὲν γὰρ οὐχὶ ἄκοντες. ὥστε οὐδενὶ μεμπτέον.
12.13.1πῶς γελοῖος καὶ ξένος ὁ θαυμάζων ὁτιοῦν τῶν ἐν τῷ βίῳ γινομένων.
12.14.1ἤτοι ἀνάγκη εἱμαρμένης καὶ ἀπαράβατος τάξις ἢ πρόνοια ἱλάσιμος ἢ φυρμὸς εἰκαιότητος ἀπροστάτητος. εἰ μὲν οὖν ἀπαράβατος ἀνάγκη, τί ἀντιτείνεις; εἰ δὲ πρόνοια ἐπιδεχομένη τὸ ἱλάσκεσθαι, ἄξιον σαυτὸν ποίησον τῆς ἐκ τοῦ θείου βοηθείας. εἰ δὲ φυρμὸς ἀνηγεμόνευτος, ἀσμένιζε ὅτι ἐν τοιούτῳ κλύδωνι αὐτὸς ἔχεις ἐν σαυτῷ τινα νοῦν ἡγεμονικόν, κα- κἂν παραφέρῃ σε ὁ κλύδων, παραφερέτω τὸ σαρκίδιον, τὸ πνευμάτιον, τα- τἄλλα · τὸν γὰρ νοῦν οὐ παροίσει.
12.15.1ἢ τὸ μὲν τοῦ λύχνου φῶς, μέχρι σβεσθῇ, φαίνει καὶ τὴν αὐγὴν οὐκ ἀποβάλλει · ἡ δὲ ἐν σοὶ ἀλήθεια καὶ δικαιοσύνη καὶ σωφροσύνη προαποσβήσεται;
12.16.1ἐπὶ τοῦ φαντασίαν παρασχόντος ὅτι ἥμαρτε · τί δαὶ οἶδα εἰ τοῦτο ἁμάρτημα; εἰ δὲ καὶ ἥμαρτεν, ὅτι κατέκρινεν αὐτὸς ἑαυτόν, καὶ οὕτως ὅμοιον τοῦτο τῷ καταδρύπτειν τὴν ἑαυτοῦ ὄψιν. ὅτι ὁ μὴ θέλων τὸν φαῦλον ἁμαρτάνειν ὅμοιος τῷ μὴ θέλοντι τὴν συκῆν ὀπὸν ἐν τοῖς σύκοις φέρειν καὶ τὰ βρέφη κλαυθμυρίζεσθαι καὶ τὸν ἵππον χρεμετίζειν καὶ ὅσα ἄλλα ἀναγκαῖα. τί γὰρ πάθῃ τὴν ἕξιν ἔχων τοιαύτην; εἰ οὖν γοργὸς εἶ, ταύτην θεράπευσον.
12.17.1εἰ μὴ καθήκει, μὴ πράξῃς · εἰ μὴ ἀληθές ἐστι, μὴ εἴπῃς.
12.18.1ἡ γὰρ ὁρμή σου ἔστω εἰς τὸ πᾶν ἀεὶ ὁρᾶν, τί ἐστιν αὐτὸ ἐκεῖνο τὸ τὴν φαντασίαν σοι ποιοῦν, καὶ ἀναπτύσσειν διαιροῦντα εἰς τὸ αἴτιον, εἰς τὸ ὑλικόν, εἰς τὴν ἀναφοράν, εἰς τὸν χρόνον, ἐντὸς οὗ πεπαῦσθαι αὐτὸ δεήσει.
12.19.1αἴσθου ποτὲ ὅτι κρεῖττόν τι καὶ δαιμονιώτερον ἔχεις ἐν σαυτῷ τῶν τὰ πάθη ποιούντων καὶ καθάπαξ τῶν νευροσπαστούντων σε. τί μου νῦν ἐστιν ἡ διάνοια; μὴ φόβος; μὴ ὑποψία; μὴ ἐπιθυμία; μὴ ἄλλο τι τοιοῦτον;
12.20.1πρῶτον τὸ μὴ εἰκῇ μη δὲ ἄνευ ἀναφορᾶς. δεύτερον τὸ μὴ ἐπ’ἄλλο τι ἢ ἐπὶ τὸ κοινωνικὸν τέλος τὴν ἀναγωγὴν ποιεῖσθαι.
12.21.1ὅτι μετ’οὐ πολὺ οὐδεὶς οὐδαμοῦ ἔσῃ οὐ δὲ τούτων τι ἃ νῦν βλέπεις οὐ δὲ τούτων τις τῶν νῦν βιούντων · ἅπαντα γὰρ μεταβάλλειν καὶ τρέπεσθαι καὶ φθείρεσθαι πέφυκεν, ἵνα ἕτερα ἐφεξῆς γίνηται.
12.22.1ὅτι πάντα ὑπόληψις καὶ αὕτη ἐπὶ σοί. ἆρον οὖν ὅτε θέλεις τὴν ὑπόληψιν καὶ ὥσπερ κάμψαντι τὴν ἄκραν γαλήνη, σταθερὰ πάντα καὶ κόλπος ἀκύμων.
12.23.1μία καὶ ἡτισοῦν ἐνέργεια κατὰ καιρὸν παυσαμένη οὐδὲν κακὸν πάσχει, καθὸ πέπαυται · οὐ δὲ ὁ πράξας τὴν πρᾶξιν ταύτην κατ’αὐτὸ τοῦτο, καθὸ πέπαυται, κακόν τι πέπονθεν. ὁμοίως οὖν τὸ ἐκ πασῶν τῶν πράξεων σύστημα, ὅπερ ἐστὶν ὁ βίος, ἐὰν ἐν καιρῷ παύσηται, οὐδὲν κακὸν πάσχει κατ’αὐτὸ τοῦτο, καθὸ πέπαυται · οὐ δὲ ὁ καταπαύσας ἐν καιρῷ τὸν εἱρμὸν τοῦτον κακῶς διετέθη. τὸν δὲ καιρὸν καὶ τὸν ὅρον δίδωσιν ἡ φύσις, ποτὲ μὲν καὶ ἡ ἰδία, ὅταν ἐν γήρᾳ, πάντως δὲ ἡ τῶν ὅλων, ἧς τῶν μερῶν μεταβαλλόντων νεαρὸς ἀεὶ καὶ ἀκμαῖος ὁ σύμπας κόσμος διαμένει. καλὸν δὲ ἀεὶ πᾶν καὶ ὡραῖον τὸ συμφέρον τῷ ὅλῳ. ἡ οὖν κατάπαυσις τοῦ βίου ἑκάστῳ οὐ κακὸν μὲν ὅτι οὐ δὲ αἰσχρόν, εἴπερ καὶ ἀπροαίρετον καὶ οὐκ ἀκοινώνητον · ἀγαθὸν δὲ εἴπερ τῷ ὅλῳ καίριον καὶ συμφέρον καὶ συμφερόμενον. οὕτως γὰρ καὶ θεοφόρητος ὁ φερόμενος κατὰ τα- ταὐτὰ θεῷ καὶ ἐπὶ τα- ταὐτὰ τῇ γνώμῃ φερόμενος.
12.24.1τρία ταῦτα δεῖ πρόχειρα ἔχειν · ἐπὶ μὲν ὧν ποιεῖς, εἰ μήτε εἰκῇ μήτε ἄλλως ἢ ὡς ἂν ἡ Δίκη αὐτὴ ἐνήργησεν · ἐπὶ δὲ τῶν ἔξωθεν συμβαινόντων, ὅτι ἤτοι κατ’ἐπιτυχίαν ἢ κατὰ πρόνοιαν · οὔτε δὲ τῇ ἐπιτυχίᾳ μεμπτέον οὔτε τῇ προνοίᾳ ἐγκλητέον. δεύτερον τό · ὁποῖον ἕκαστον ἀπὸ σπέρματος μέχρι ψυχώσεως καὶ ἀπὸ ψυχώσεως μέχρι τοῦ τὴν ψυχὴν ἀποδοῦναι καὶ ἐξ οἵων ἡ σύγκρισις καὶ εἰς οἷα ἡ λύσις. τρίτον, εἰ ἄφνω μετέωρος ἐξαρθεὶς κατασκέψαιο τὰ ἀνθρώπεια καὶ τὴν πολυτροπίαν, ὅτι καταφρονήσεις συνιδὼν ἅμα καὶ ὅσον τὸ περιοικοῦν ἐναερίων καὶ ἐναιθερίων · καὶ ὅτι, ὁσάκις ἂν ἐξαρθῇς, τα- ταὐτὰ ὄψῃ, τὸ ὁμοειδές, τὸ ὀλιγοχρόνιον. ἐπὶ τούτοις ὁ τῦφος.
12.25.1βάλε ἔξω τὴν ὑπόληψιν · σέσωσαι. τίς οὖν ὁ κωλύων ἐκβάλλειν;
12.26.1ὅταν δυσφορῇς ἐπί τινι, ἐπελάθου τοῦ, ὅτι πάντα κατὰ τὴν τῶν ὅλων φύσιν γίνεται, καὶ τοῦ, ὅτι τὸ ἁμαρτανόμενον ἀλλότριον, καὶ ἐπὶ τούτοις τοῦ, ὅτι πᾶν τὸ γινόμενον οὕτως ἀεὶ ἐγίνετο καὶ γενήσεται καὶ νῦν πανταχοῦ γίνεται · τοῦ, ὅση ἡ συγγένεια ἀνθρώπου πρὸς πᾶν τὸ ἀνθρώπειον γένος · οὐ γὰρ αἱματίου ἢ σπερματίου, ἀλλὰ νοῦ κοινωνία. ἐπελάθου δὲ καὶ τοῦ, ὅτι ὁ ἑκάστου νοῦς θεὸς καὶ ἐκεῖθεν ἐρρύηκεν · τοῦ, ὅτι οὐδὲν ἴδιον οὐδενός, ἀλλὰ καὶ τὸ τεκνίον καὶ τὸ σωμάτιον καὶ αὐτὸ τὸ ψυχάριον ἐκεῖθεν ἐλήλυθεν · τοῦ, ὅτι πάνθ’ὑπόληψις · τοῦ, ὅτι τὸ παρὸν μόνον ἕκαστος ζῇ καὶ τοῦτο ἀποβάλλει.
12.27.1συνεχῶς ἀναπολεῖν τοὺς ἐπί τινι λίαν ἀγανακτήσαντας, τοὺς ἐν μεγίσταις δόξαις ἢ συμφοραῖς ἢ ἔχθραις ἢ ὁποιαισοῦν τύχαις ἀκμάσαντας · εἶτα ἐφιστάνειν · ποῦ νῦν πάντα ἐκεῖνα; καπνὸς καὶ σποδὸς καὶ μῦθος ἢ οὐ δὲ μῦθος. συμπροσπιπτέτω δὲ καὶ τὸ τοιοῦτο πᾶν, οἷον · Φάβιος Κατουλλῖνος ἐπ’ἀγροῦ καὶ Λούσιος Δοῦπος ἐν τοῖς κήποις καὶ Στερτίνιος ἐν Βαίαις καὶ Τιβέριος ἐν Καπρίαις καὶ Οὐήλιος Ῥοῦφος καὶ ὅλως ἡ πρὸς ὁτιοῦν μετ’οἰήσεως διαφορά · καὶ ὡς εὐτελὲς πᾶν τὸ κατεντεινόμενον καὶ ὅσῳ φιλοσοφώτερον τὸ ἐπὶ τῆς δοθείσης ὕλης ἑαυτὸν δίκαιον, σώφρονα, θεοῖς ἑπόμενον ἀφελῶς παρέχειν · ὁ γὰρ ὑπὸ ἀτυφίᾳ τῦφος τυφόμενος πάντων χαλεπώτατος.
12.28.1πρὸς τοὺς ἐπιζητοῦντας · ποῦ γὰρ ἰδὼν τοὺς θεοὺς ἢ πόθεν κατειληφὼς ὅτι εἰσὶν οὕτως σέβεις; πρῶτον μὲν καὶ ὄψει ὁρατοί εἰσιν · ἔπειτα μέντοι οὐ δὲ τὴν ψυχὴν τὴν ἐμαυτοῦ ἑώρακα καὶ ὅμως τιμῶ · οὕτως οὖν καὶ τοὺς θεούς, ἐξ ὧν τῆς δυνάμεως αὐτῶν ἑκάστοτε πειρῶμαι, ἐκ τούτων ὅτιτε εἰσὶ καταλαμβάνω καὶ αἰδοῦμαι.
12.29.1σωτηρία βίου ἕκαστον δι’ὅλου αὐτὸ τί ἐστιν ὁρᾶν, τί μὲν αὐτοῦ τὸ ὑλικόν, τί δὲ τὸ αἰτιῶδες · ἐξ ὅλης τῆς ψυχῆς τὰ δίκαια ποιεῖν καὶ τα- τἀληθῆ λέγειν. τί λοιπὸν ἢ ἀπολαύειν τοῦ ζῆν συνάπτοντα ἄλλο ἐπ’ἄλλῳ ἀγαθόν, ὥστε μη δὲ τὸ βραχύτατον διάστημα ἀπολείπειν;
12.30.1ἓν φῶς ἡλίου, κα- κἂν διείργηται τοίχοις, ὄρεσιν, ἄλλοις μυρίοις. μία οὐσία κοινή, κα- κἂν διείργηται ἰδίως ποιοῖς σώμασι μυρίοις. μία ψυχή, κα- κἂν φύσεσι διείργηται μυρίαις καὶ ἰδίαις περιγραφαῖς. μία νοερὰ ψυχή, κα- κἂν διακεκρίσθαι δοκῇ. τὰ μὲν οὖν ἄλλα μέρη τῶν εἰρημένων, οἷον πνεύματα καὶ ὑποκείμενα, ἀναίσθητα καὶ ἀνοικείωτα ἀλλήλοις · καίτοι κα- κἀκεῖνα τὸ ἑνοῦν συνέχει καὶ τὸ ἐπὶ τὰ αὐτὰ βρῖθον. διάνοια δὲ ἰδίως ἐπὶ τὸ ὁμόφυλον τείνεται καὶ συνίσταται καὶ οὐ διείργεται τὸ κοινωνικὸν πάθος.
12.31.1τί ἐπιζητεῖς; τὸ διαπνεῖσθαι; ἀλλὰ τὸ αἰσθάνεσθαι; τὸ ὁρμᾶν; τὸ αὔξεσθαι; τὸ λήγειν αὖθις; τὸ φωνῇ χρῆσθαι; τὸ διανοεῖσθαι; τί τούτων πόθου σοι ἄξιον δοκεῖ; εἰ δὲ ἕκαστα εὐκαταφρόνητα, πρόιθι ἐπὶ τελευταῖον τὸ ἕπεσθαι τῷ λόγῳ καὶ τῷ θεῷ. ἀλλὰ μάχεται τὸ τιμᾶν ταῦτα, τὸ ἄχθεσθαι εἰ διὰ τοῦ τεθνηκέναι στερήσεταί τις αὐτῶν.
12.32.1πόστον μέρος τοῦ ἀπείρου καὶ ἀχανοῦς αἰῶνος ἀπομεμέρισται ἑκάστῳ · τάχιστα γὰρ ἐναφανίζεται τῷ ἀιδίῳ · πόστον δὲ τῆς ὅλης οὐσίας · πόστον δὲ τῆς ὅλης ψυχῆς · ἐν πόστῳ δὲ βωλαρίῳ τῆς ὅλης γῆς ἕρπεις. πάντα ταῦτα ἐνθυμούμενος μηδὲν μέγα φαντάζου ἢ τό, ὡς μὲν ἡ σὴ φύσις ἄγει ποιεῖν, πάσχειν δὲ ὡς ἡ κοινὴ φύσις φέρει.
12.33.1πῶς ἑαυτῷ χρῆται τὸ ἡγεμονικόν; ἐν γὰρ τούτῳ τὸ πᾶν ἐστι. τὰ δὲ λοιπὰ ἢ προαιρετικά ἐστιν ἢ ἀπροαίρετα, νεκρὰ καὶ καπνός.
12.34.1πρὸς θανάτου καταφρόνησιν ἐγερτικώτατον ὅτι καὶ οἱ τὴν ἡδονὴν ἀγαθὸν καὶ τὸν πόνον κακὸν κρίνοντες ὅμως τούτου κατεφρόνησαν.
12.35.1ὧι τὸ εὔκαιρον μόνον ἀγαθὸν καὶ ᾧ τὸ πλείους κατὰ λόγον ὀρθὸν πράξεις ἀποδοῦναι τῷ ὀλιγωτέρας ἐν ἴσῳ ἐστὶ καὶ ᾧ τὸν κόσμον θεωρῆσαι πλείονι ἢ ἐλάσσονι χρόνῳ οὐ διαφέρει, τούτῳ οὐ δὲ ὁ θάνατος φοβερόν.
12.36.1ἄνθρωπε, ἐπολιτεύσω ἐν τῇ μεγάλῃ ταύτῃ πόλει · τί σοι διαφέρει, εἰ πέντε ἔτεσιν ἢ τρισί; τὸ γὰρ κατὰ τοὺς νόμους ἴσον ἑκάστῳ. τί οὖν δεινόν, εἰ τῆς πόλεως ἀποπέμπει σε οὐ τύραννος οὐ δὲ δικαστὴς ἄδικος, ἀλλ’ἡ φύσις ἡ εἰσαγαγοῦσα, οἷον εἰ κωμῳδὸν ἀπολύοι τῆς σκηνῆς ὁ παραλαβὼν στρατηγός; — ἀλλ’οὐκ εἶπον τὰ πέντε μέρη, ἀλλὰ τὰ τρία. — καλῶς εἶπας · ἐν μέντοι τῷ βίῳ τὰ τρία ὅλον τὸ δρᾶμά ἐστι. τὸ γὰρ τέλειον ἐκεῖνος ὁρίζει ὁ τότε μὲν τῆς συγκρίσεως. νῦν δὲ τῆς διαλύσεως αἴτιος · σὺ δὲ ἀναίτιος ἀμφοτέρων. ἄπιθι οὖν ἵλεως · καὶ γὰρ ὁ ἀπολύων ἵλεως.