Daphnis and Chloe, 3
3.1.1Μυτιληναῖοι δὲ ὡς ᾔσθοντο τὸν ἐπίπλουν τῶν δέκα νεῶν καί τινες ἐμήνυσαν αὐτοῖς τὴν ἁρπαγὴν ἐλθόντες ἐκ τῶν ἀγρῶν, οὐκ ἀνασχετὸν νομίσαντες ταῦτα ἐκ Μηθυμναίων παθεῖν, ἔγνωσαν καὶ αὐτοὶ τὴν ταχίστην ἐπ’αὐτοὺς ὅπλα κινεῖν ·
3.1.2καὶ καταλέξαντες ἀσπίδα τρισχιλίαν καὶ ἵππον πεντακοσίαν ἐξέπέμψαν κατὰ γῆν τὸν στρατηγὸν Ἵππασον, ὀκνοῦντες ἐν ὥρᾳ χειμῶνος τὴν θάλατταν.
3.2.1ὁ δὲ ἐξορμηθεὶς ἀγροὺς μὲν οὐκ ἐλεηλάτει τῶν Μηθυμναίων οὐ δὲ ἀγέλας καὶ κτήματα ἥρπαζε γεωργῶν καὶ ποιμένων, λῃστοῦ νομίζων ταῦτα ἔργα μᾶλλον ἢ στρατηγοῦ · ταχὺ δὲ ἐπὶ τὴν πόλιν αὐτὴν ὡς ἐπιπεσούμενος ἀφρουρήτοις ταῖς πύλαις.
3.2.2καὶ αὐτῷ σταδίους ὅσον ἑκατὸν ἀπέχοντι κῆρυξ ἀπαντᾷ σπονδὰς κομίζων.
3.2.3οἱ γὰρ Μηθυμναῖοι μαθόντες παρὰ τῶν ἑαλωκότων ὡς οὐδὲν ἴσασι Μυτιληναῖοι τῶν γεγενημένων, ἀλλὰ γεωργοὶ καὶ ποιμένες ὑβρίζοντας τοὺς νεανίσκους ταῦτα ἔδρασαν, μετεγίνωσκον μὲν ὀξύτερα τολμήσαντες εἰς γείτονα πόλιν ἢ σωφρονέστερα, σπουδὴν δὲ εἶχον ἀποδόντες πᾶσαν τὴν ἁρπαγὴν ἀδεῶς ἐπιμίγνυσθαι καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν.
3.2.4τὸν μὲν οὖν κήρυκα τοῖς Μυτιληναίοις ὁ Ἵππασος ἀποστέλλει, καίτοιγε αὐτοκράτωρ στρατηγὸς κεχειροτονημένος · αὐτὸς δὲ τῆς Μηθύμνης ὅσον ἀπὸ δέκα σταδίων στρατόπεδον βαλόμενος τὰς ἐκ τῆς πόλεως ἐντολὰς ἀνέμενε.
3.2.5καὶ δύο διαγενομένων ἡμερῶν ἐλθὼν ὁ ἄγγελος τήντε ἁρπαγὴν ἐκέλευσε κομίσασθαι καὶ ἀδικήσαντα μηδὲν ἀναχωρεῖν οἴκαδε · πολέμου γὰρ καὶ εἰρήνης ἐν αἱρέσει γενόμενοι, τὴν εἰρήνην εὕρισκον κερδαλεωτέραν.
3.3.1ὁ μὲν δὴ Μηθυμναίων καὶ Μυτιληναίων πόλεμος ἀδόκητον λαβὼν ἀρχὴν καὶ τέλος οὕτω διελύθη. γίνεται δὲ χειμὼν Δάφνιδι καὶ Χλόῃ τοῦ πολέμου πικρότερος · ἐξαίφνης γὰρ περιπεσοῦσα χιὼν πολλὴ πάσας μὲν ἀπέκλεισε τὰς ὁδούς, πάντας δὲ κατέκλεισε τοὺς γεωργούς.
3.3.2λάβροι μὲν οἱ χείμαρροι κατέρρεον, ἐπεπήγει δὲ κρύσταλλος · τὰ δένδρα ἐῴκει κατεσκελετευμένοις · ἡ γῆ πᾶσα ἀφανὴς ἦν ὅτι μὴ περὶ πηγάς που καὶ ῥεύματα.
3.3.3οὔτ’οὖν ἀγέλην τις ἐς νομὴν ἦγεν οὔτε αὐτὸς προῄει τῶν θυρῶν, ἀλλὰ πῦρ καύσαντες μέγα περὶ ᾠδὰς ἀλεκτρυόνων οἱ μὲν λίνον ἔστρεφον, οἱ δὲ αἰγῶν τρίχας ἔπλεκον, οἱ δὲ πάγας ὀρνίθων ἐσοφίζοντο.
3.3.4τότε βοῶν ἐπὶ φάτναις φροντὶς ἦν ἄχυρον ἐσθιόντων, αἰγῶν καὶ προβάτων ἐν τοῖς σηκοῖς φυλλάδας, ὑῶν ἐν τοῖς συφεοῖς ἄκυλον καὶ βαλάνους.
3.4.1ἀναγκαίας οὖν οἰκουρίας ἐπεχούσης ἅπαντας οἱ μὲν ἄλλοι γεωργοὶ καὶ νομεῖς ἔχαιρον πόνωντε ἀπηλλαγμένοι πρὸς ὀλίγον καὶ τροφὰς ἑωθινὰς ἐσθίοντες καὶ καθεύδοντες μακρὸν ὕπνον, ὥστε αὐτοῖς τὸν χειμῶνα δοκεῖν καὶ θέρους καὶ μετοπώρου καὶ ἦρος αὐτοῦ γλυκύτερον.
3.4.2Χλόη δὲ καὶ Δάφνις ἐν μνήμῃ γενόμενοι τῶν καταλειφθέντων τερπνῶν, ὡς ἐφίλουν, ὡς περιέβαλλον, ὡς ἅμα τὴν τροφὴν προσεφέροντο, νύκταςτε ἀγρύπνους διῆγον καὶ λυπηρὰς καὶ τὴν ἠρινὴν ὥραν ἀνέμενον ἐκ θανάτου παλιγγενεσίαν.
3.4.3ἐλύπει δὲ αὐτοὺς ἢ πήρα τις ἐλθοῦσα εἰς χεῖρας, ἐξ ἧς συνήσθιον, ἢ γαυλὸς ὀφθείς, ἐξ οὗ συνέπιον, ἢ σύριγξ ἀμελῶς ἐρριμμένη, δῶρον ἐρωτικὸν γεγενημένη.
3.4.4εὔχοντο δὴ ταῖς Νύμφαις καὶ τῷ Πανὶ καὶ τούτων αὐτοὺς ἐκλύσασθαι τῶν κακῶν καὶ δεῖξαί ποτε αὐτοῖς καὶ ταῖς ἀγέλαις ἥλιον · ἅματε εὐχόμενοι τέχνην ἐζήτουν, δι’ἧς ἀλλήλους θεάσονται.
3.4.5ἡ μὲν δὴ Χλόη δεινῶς ἄπορος ἦν καὶ ἀμήχανος · ἀεὶ γὰρ αὐτῇ συνῆν ἡ δοκοῦσα μήτηρ ἔριάτε ξαίνειν διδάσκουσα καὶ ἀτράκτους στρέφειν καὶ γάμου μνημονεύουσα · ὁ δὲ Δάφνις, οἷα σχολὴν ἄγων καὶ συνετώτερος κόρης, τοιόνδε σόφισμα εὗρεν ἐς θέαν τῆς Χλόης.
3.5.1πρὸ τῆς αὐλῆς τοῦ Δρύαντος, ὑπ’αὐτῇ τῇ αὐλῇ, μυρρίναι μεγάλαι δύο καὶ κιττὸς ἐπεφύκει · αἱ μυρρίναι πλησίον ἀλλήλων, ὁ κιττὸς ἀμφοτέρων μέσος, ὥστε ἐφ’ἑκατέραν διαθεὶς τοὺς ἀκρεμόνας ὡς ἄμπελος ἄντρου σχῆμα διὰ τῶν φύλλων ἐπαλλαττόντων ἐποίει · καὶ ὁ κόρυμβος πολὺς καὶ μέγας ὅσος βότρυς κλημάτων ἐξεκρέματο.
3.5.2ἦν οὖν πολὺ πλῆθος περὶ αὐτὸν τῶν χειμερινῶν ὀρνίθων ἀπορίᾳ τῆς ἔξω τροφῆς · πολὺς μὲν κόψιχος, πολλὴ δὲ κίχλη, καὶ φάτται καὶ ψᾶρες καὶ ὅσον ἄλλο κιττοφάγον πτερόν.
3.5.3τούτων τῶν ὀρνίθων ἐπὶ προφάσει θήρας ἐξώρμησεν ὁ Δάφνις, ἐμπλήσας μὲν τὴν πήραν ὀψημάτων μεμελιτωμένων, κομίζων δὲ ἐς πίστιν ἰξὸν καὶ βρόχους.
3.5.4τὸ μὲν οὖν μεταξὺ σταδίων ἦν οὐ πλέον δέκα · οὔπω δὲ ἡ χιὼν λελυμένη πολὺν αὐτῷ κάματον παρέσχεν · ἔρωτι δὲ ἄρα πάντα βάσιμα καὶ πῦρ καὶ ὕδωρ καὶ Σκυθικὴ χιών.
3.6.1δρόμῳ οὖν πρὸς τὴν αὐλὴν ἔρχεται καὶ ἀποσεισάμενος τῶν σκελῶν τὴν χιόνα τούςτε βρόχους ἔστησε καὶ τὸν ἰξὸν ῥάβδοις μακραῖς ἐπήλειψε · καὶ ἐκαθέζετο τὸ ἐντεῦθεν ὄρνιθας καὶ τὴν Χλόην μεριμνῶν.
3.6.2ἀλλ’ὄρνιθες μὲν καὶ ἧκον πολλοὶ καὶ ἐλήφθησαν ἱκανοί, ὥστε πράγματα μυρία ἔσχε συλλέγων αὐτοὺς καὶ ἀποκτιννὺς καὶ ἀποδύων τὰ πτερά · τῆς δὲ αὐλῆς προῆλθεν οὐδείς, οὐκ ἀνήρ, οὐ γύναιον, οὐ κατοικίδιος ὄρνις, ἀλλὰ πάντες τῷ πυρὶ παραμένοντες ἔνδον κατεκέκλειντο, ὥστε πάνυ ἠπορεῖτο ὁ Δάφνις ὡς οὐκ αἰσίοις ὄρνισιν ἐλθών · καὶ ἐτόλμα πρόφασιν σκηψάμενος ὤσασθαι διὰ θυρῶν καὶ ἐζήτει πρὸς αὑτὸν ὅ τι λεχθῆναι πιθανώτατον.
3.6.3“πῦρ ἐναυσόμενος ἦλθον”. “μὴ γὰρ οὐκ ἦσαν ἀπὸ σταδίου γείτονες ;’” ἄρτους αἰτησόμενος ἧκον “. ” ἀλλ’ἡ πήρα μεστὴ τροφῆς “. ” οἴνου δέομαι “. ” καὶ μὴν χθὲς καὶ πρώην ἐτρύγησας “. ” λύκος με ἐδίωκε “. ” καὶ ποῦ τὰ ἴχνη τοῦ λύκου ;’“θηράσων ἀφικόμην τοὺς ὄρνιθας”. “τί οὖν θηράσας οὐκ ἄπει ;’” Χλόην θεάσασθαι βούλομαι “.
3.6.4πατρὶ δὲ τίς καὶ μητρὶ παρθένου τοῦτο ὁμολογεῖ; πταίων δὴ πανταχοῦ” ἀλλ’οὐδὲν “” τούτων ἁπάντων ἀνύποπτον. ἄμεινον ἄρα σιγᾶν · Χλόην δὲ ἦρος ὄψομαι, ἐπεὶ μὴ εἵμαρτο, ὡς ἔοικε, χειμῶνός με ταύτην ἰδεῖν “.
3.6.5τοιαῦτα δή τινα διανοηθεὶς καὶ σιωπῇ τὰ θηραθέντα συλλαβὼν ὥρμητο ἀπιέναι · καὶ ὥσπερ αὐτὸν οἰκτείραντος τοῦ Ἔρωτος τάδε γίνεται.
3.7.1περὶ τράπεζαν εἶχον οἱ ἀμφὶ τὸν Δρύαντα · κρέα διῃρεῖτο, ἄρτοι παρετίθεντο, κρατὴρ ἐκίρνατο. εἷς δὴ κύων τῶν προβατευτικῶν ἀμέλειαν φυλάξας, κρέας ἁρπάσας ἔφυγε διὰ θυρῶν.
3.7.2ἀλγήσας ὁ Δρύας (καὶ γὰρ ἦν ἐκείνου μοῖρα) ξύλον ἀράμενος ἐδίωκε κατ’ἴχνος ὥσπερ κύων · διώκων δὲ κατὰ τὸν κιττὸν γενόμενος ὁρᾷ τὸν Δάφνιν ἀνατεθειμένον ἐπὶ τοὺς ὤμους τὴν ἄγραν καὶ ἀποσοβεῖν ἐγνωκότα.
3.7.3κρέως μὲν οὖν καὶ κυνὸς αὐτίκα ἐπελάθετο, μέγα δὲ βοήσας” χαῖρε, ὦ παῖ “περιεπλέκετο καὶ κατεφίλει καὶ ἦγεν ἔσω λαβόμενος. μικροῦ μὲν οὖν ἰδόντες ἀλλήλους εἰς τὴν γῆν κατερρύησαν · μεῖναι δὲ καρτερήσαντες ὀρθοὶ προσηγόρευσάντε καὶ κατεφίλησαν · καὶ τοῦτο οἱονεὶ ἔρεισμα αὐτοῖς τοῦ μὴ πεσεῖν ἐγένετο.
3.8.1τυχὼν οὖν ὁ Δάφνις παρ’ἐλπίδας καὶ φιλήματος καὶ Χλόης τοῦτε πυρὸς ἐκαθέσθη πλησίον καὶ ἐπὶ τὴν τράπεζαν ἀπὸ τῶν ὤμων τὰς φάττας ἀπεφορτίσατο καὶ τοὺς κοψίχους, καὶ διηγεῖτο πῶς ἀσχάλλων πρὸς τὴν οἰκουρίαν ὥρμησε πρὸς ἄγραν, καὶ ὅπως τὰ μὲν αὐτῶν βρόχοις τὰ δὲ ἰξῷ λάβοι τῶν μύρτων καὶ τοῦ κιττοῦ γλιχόμενα.
3.8.2οἱ δὲ ἐπῄνουν τὸ ἐνεργὸν καὶ ἐκέλευον ἐσθίειν ὧν ὁ κύων κατέλιπεν, ἐκέλευον δὲ καὶ τῇ Χλόῃ πιεῖν ἐγχέαι. καὶ ἣ χαίρουσα τοῖςτε ἄλλοις ὤρεξε καὶ Δάφνιδι μετὰ τοὺς ἄλλους · ἐσκήπτετο γὰρ ὀργίζεσθαι, διότι ἐλθὼν ἔμελλεν ἀποτρέχειν οὐκ ἰδών · ὅμως μέντοι πρὶν προσενεγκεῖν ἀπέπιεν, εἶθ’οὕτως ἔδωκεν. ὁ δέ, καίτοι διψῶν, βραδέως ἔπινε, παρέχων ἑαυτῷ διὰ τῆς βραδυτῆτος μακροτέραν ἡδονήν.
3.9.1ἡ μὲν δὴ τράπεζα ταχέως ἐγένετο κενὴ ἄρτων καὶ κρεῶν · καθήμενοι δὲ περὶ τῆς Μυρτάλης καὶ τοῦ Λάμωνος ἐπυνθάνοντο καὶ εὐδαιμόνιζον αὐτοὺς τοιούτου γηροτρόφου εὐτυχήσαντας.
3.9.2καὶ τοῖς ἐπαίνοις μὲν ἥδετο Χλόης ἀκροωμένης · ὅτε δὲ κατεῖχον αὐτόν, ὡς θύσοντες Διονύσῳ τῆς ἐπιούσης ἡμέρας, μικροῦ δεῖν ὑφ’ἡδονῆς ἐκείνους ἀντὶ τοῦ Διονύσου προσεκύνησεν.
3.9.3αὐτίκα οὖν ἐκ τῆς πήρας προυκόμιζε μελιτώματα πολλὰ καὶ τοὺς θηραθέντας δὲ τῶν ὀρνίθων · καὶ τούτους ἐς τράπεζαν νυκτερινὴν ηὐτρέπιζον. δεύτερος κρατὴρ ἵστατο καὶ δεύτερον πῦρ ἀνεκάετο.
3.9.4καὶ ταχὺ μάλα νυκτὸς γενομένης, δευτέρας τραπέζης ἐνεφοροῦντο, μεθ’ἣν τὰ μὲν μυθολογήσαντες τὰ δὲ ᾅσαντες εἰς ὕπνον ἐχώρουν, Χλόη μετὰ τῆς μητρός, Δρύας ἅμα Δάφνιδι.
3.9.5Χλόῃ μὲν οὖν οὐδὲν χρηστὸν ἦν ὅτι μὴ τῆς ἐπιούσης ἡμέρας ὀφθησόμενος ὁ Δάφνις · Δάφνις δὲ κενὴν τέρψιν ἐτέρπετο · τερπνὸν γὰρ ἐνόμιζε καὶ πατρὶ συγκοιμηθῆναι Χλόης · ὥστε καὶ περιέβαλλεν αὐτὸν καὶ κατεφίλει πολλάκις, ταῦτα πάντα ποιεῖν Χλόην ὀνειροπολούμενος.
3.10.1ὡς δὲ ἐγένετο ἡμέρα, κρύος μὲν ἦν ἐξαίσιον καὶ αὖρα βόρειος ἀπέκαε πάντα. οἱ δὲ ἀναστάντες θύουσι τῷ Διονύσῳ κριὸν ἐνιαύσιον καὶ πῦρ ἀνακαύσαντες μέγα παρεσκευάζοντο τροφήν.
3.10.2τῆς οὖν Νάπης ἀρτοποιούσης καὶ τοῦ Δρύαντος τὸν κριὸν ἕψοντος, σχολῆς ὁ Δάφνις καὶ ἡ Χλόη λαβόμενοι προῆλθον τῆς αὐλῆς ἵνα ὁ κιττός · καὶ πάλιν βρόχους στήσαντες καὶ ἰξὸν ἐπαλείψαντες ἐθήρων πλῆθος οὐκ ὀλίγον ὀρνίθων.
3.10.3ἦν δ’αὐτοῖς καὶ φιλημάτων ἀπόλαυσις συνεχὴς καὶ λόγων ὁμιλία τερπνή. ” διὰ σὲ ἦλθον, Χλόη “. ” οἶδα, Δάφνι “. ” διὰ σὲ ἀπολλύω τοὺς ἀθλίους κοψίχους “. ” τί οὖν σοι γένωμαι “; ” μέμνησό μου “. ” μνημονεύω, νὴ τὰς Νύμφας, ἃς ὤμοσά ποτε εἰς ἐκεῖνο τὸ ἄντρον, εἰς ὃ ἥξομεν εὐθύς, ἂν ἡ χιὼν τακῇ “.
3.10.4” ἀλλὰ πολλή ἐστι, Χλόη, καὶ δέδοικα μὴ ἐγὼ πρὸ ταύτης τακῶ “. ” θάρρει, Δάφνι, θερμός ἐστιν ὁ ἥλιος “. ” εἰ γὰρ οὕτως γένοιτο. Χλόη, θερμός, ὡς τὸ κᾶον πῦρ τὴν καρδίαν τὴν ἐμήν “. ” παίζεις ἀπατῶν με “. ” οὐ μὰ τὰς αἶγας, ἃς σύ με ἐκέλευες ὀμνύειν “.
3.11.1τοιαῦτα ἀντιφωνήσασα πρὸς τὸν Δάφνιν ἡ Χλόη καθάπερ ἠχώ, καλούντων αὐτοὺς τῶν περὶ τὴν Νάπην εἰσέδραμον, πολὺ περιττοτέραν τῆς χθιζῆς θήραν κομίζοντες · καὶ ἀπαρξάμενοι τῷ Διονύσῳ κρατῆρος ἤσθιον κιττῷ τὰς κεφαλὰς ἐστεφανωμένοι.
3.11.2καὶ ἐπεὶ καιρὸς ἦν, ἰακχάσαντες καὶ εὐάσαντες προύπεμπον τὸν Δάφνιν, πλήσαντες αὐτοῦ τὴν πήραν κρεῶν καὶ ἄρτων. ἔδωκαν δὲ καὶ τὰς φάττας καὶ τὰς κίχλας Λάμωνι καὶ Μυρτάλῃ κομίζειν, ὡς αὐτοὶ θηράσοντες ἄλλας, ἔστ’ἂν ὁ χειμὼν μένῃ καὶ ὁ κιττὸς μὴ λείπῃ.
3.11.3ὁ δὲ ἀπῄει, φιλήσας αὐτοὺς προτέρους Χλόης, ἵνα τὸ ἐκείνης φίλημα καθαρὸν μείνῃ. καὶ ἄλλας δὲ πολλὰς ἦλθεν ὁδοὺς ἐπ’ἄλλαις τέχναις, ὥστε μὴ παντάπασιν αὐτοῖς γενέσθαι τὸν χειμῶνα ἀνέραστον.
3.12.1ἤδη δὲ ἦρος ἀρχομένου καὶ τῆς μὲν χιόνος λυομένης, τῆς δὲ γῆς γυμνουμένης καὶ τῆς πόας ὑπανθούσης οἵτε ἄλλοι νομεῖς ἦγον τὰς ἀγέλας εἰς νομὴν καὶ πρὸ τῶν ἄλλων Χλόη καὶ Δάφνις, οἷα μείζονι δουλεύοντες ποιμένι.
3.12.2εὐθὺς οὖν δρόμος ἦν ἐπὶ τὰς Νύμφας καὶ τὸ ἄντρον, ἐντεῦθεν ἐπὶ τὸν Πᾶνα καὶ τὴν πίτυν, εἶτα ἐπὶ τὴν δρῦν, ὑφ’ἣν καθίζοντες καὶ τὰς ἀγέλας ἔνεμον καὶ ἀλλήλους κατεφίλουν. ἀνεζήτησαν δὲ καὶ ἄνθη στεφανῶσαι θέλοντες τοὺς θεούς · τὰ δὲ ἄρτι ὁ ζέφυρος τρέφων καὶ ὁ ἥλιος θερμαίνων ἐξῆγεν · ὅμως δὲ εὑρέθη καὶ ἴα καὶ νάρκισσος καὶ ἀναγαλλὶς καὶ ὅσα ἦρος πρωτοφορήματα.
3.12.3ἡ μὲν Χλόη καὶ ὁ Δάφνις ἀπὸ αἰγῶν καὶ ἀπὸ οἰῶν τινων γάλα νέον καὶ τοῦτο στεφανοῦντες τὰ ἀγάλματα κατέσπεισαν.
3.12.4ἀπήρξαντο καὶ σύριγγος, καθάπερ τὰς ἀηδόνας ἐς τὴν μουσικὴν ἐρεθίζοντες · αἱ δ’ὑπεφθέγγοντο ἐν ταῖς λόχμαις καὶ τὸν Ἴτυν κατ’ὀλίγον ἠκρίβουν, ὥσπερ ἀναμιμνησκόμεναι τῆς ᾠδῆς ἐκ μακρᾶς σιωπῆς.
3.13.1ἐβληχήσατό που καὶ ποίμνιον · ἐσκίρτησάν που καὶ ἄρνες καὶ ταῖς μητράσιν ὑποκλάσαντες τὴν θηλὴν ἔσπασαν · τὰς δὲ μήπω τετοκυίας οἱ κριοὶ καταδιώκοντες καὶ κάτω στήσαντες ἔβαινον ἄλλος ἄλλην.
3.13.2ἐγίνοντο καὶ τράγων διώγματα καὶ ἐς τὰς αἶγας ἐρωτικώτερα πηδήματα, καὶ ἐμάχοντο περὶ τῶν αἰγῶν · καὶ ἕκαστος εἶχεν ἰδίας καὶ ἐφύλαττε μή τις αὐτὰς μοιχεύσῃ λαθών.
3.13.3καὶ γέροντας ὁρῶντας ἐξώρμησεν εἰς ἀφροδίτην τὰ τοιαῦτα θεάματα · οἱ δὲ καὶ νέοι καὶ σφριγῶντες καὶ πολὺν ἤδη χρόνον ἔρωτα ζητοῦντες ἐξεκάοντο πρὸς τὰ ἀκούσματα καὶ ἐτήκοντο πρὸς τὰ θεάματα καὶ ἐζήτουν καὶ αὐτοὶ περιττότερόν τι φιλήματος καὶ περιβολῆς, μάλιστα δὲ ὁ Δάφνις.
3.13.4οἷα γοῦν ἐνηβήσας τῇ κατὰ τὸν χειμῶνα οἰκουρίᾳ καὶ εὐσχολίᾳ πρόςτε τὰ φιλήματα ὤργα καὶ πρὸς τὰς περιβολὰς ἐσκιτάλιζε καὶ ἦν ἐς πᾶν ἔργον περιεργότερος καὶ θρασύτερος.
3.14.1ᾔτει δὴ τὴν Χλόην χαρίσασθαί οἱ πᾶν ὅσον βούλεται καὶ γυμνὴν γυμνῷ συγκατακλινῆναι μακρότερον ἢ πρόσθεν εἰώθεσαν · τοῦτο γὰρ λείπειν τοῖς Φιλητᾶ παιδεύμασιν, ἵνα δὴ γένηται τὸ μόνον ἔρωτα παῦον φάρμακον.
3.14.2τῆς δὲ πυνθανομένης τί πλέον ἐστὶ φιλήματος καὶ περιβολῆς καὶ αὐτῆς κατακλίσεως καὶ τί ἔγνωκε δρᾶσαι γυμνὸς γυμνῇ συγκατακλινείς,” τοῦτο “εἶπεν” ὃ οἱ κριοὶ ποιοῦσι τὰς οἶς καὶ οἱ τράγοι τὰς αἶγας.
3.14.3ὁρᾷς ὡς μετὰ τοῦτο τὸ ἔργον οὔτε ἐκεῖναι φεύγουσιν ἔτι αὐτοὺς οὔτε ἐκεῖνοι κάμνουσι διώκοντες, ἀλλ’ὥσπερ κοινῆς λοιπὸν ἀπολαύσαντες ἡδονῆς συννέμονται; γλυκύ τι, ὡς ἔοικεν, ἐστὶ τὸ ἔργον καὶ νικᾷ τὸ ἔρωτος πικρόν “. ” εἶτα οὐχ ὁρᾷς, ὦ Δάφνι, τὰς αἶγας καὶ τοὺς τράγους καὶ τοὺς κριοὺς καὶ τὰς οἶς ὡς ὀρθοὶ μὲν ἐκεῖνοι δρῶσιν, ὀρθαὶ δὲ ἐκεῖναι πάσχουσιν, οἱ μὲν ἐπιπηδήσαντες, αἱ δὲ κατανωτισάμεναι;
3.14.4σὺ δέ με ἀξιοῖς συγκατακλινῆναι καὶ ταῦτα γυμνήν; καίτοιγε ἐκεῖναι πόσον ἐκδεδυμένης ἐμοῦ λασιώτεραι “;
3.14.5πείθεται Δάφνις καὶ συγκατακλινεὶς αὐτῇ πολὺν χρόνον ἔκειτο καὶ οὐδὲν ὧν ἕνεκα ὤργα ποιεῖν ἐπιστάμενος ἀνίστησιν αὐτὴν καὶ κατόπιν περιεφύετο μιμούμενος τοὺς τράγους. πολὺ δὲ μᾶλλον ἀπορηθείς, καθίσας ἔκλαεν εἰ καὶ κριῶν ἀμαθέστερος εἰς τὰ ἔρωτος ἔργα.
3.15.1ἦν δέ τις αὐτῷ γείτων, γεωργὸς γῆς ἰδίας, Χρῶμις το- τοὔνομα, παρηβῶν ἤδη τὸ σῶμα. τούτῳ γύναιον ἦν ἐπακτὸν ἐξ ἄστεος, νέον καὶ ὡραῖον καὶ ἀγροικίας ἁβρότερον ·
3.15.2τούτῳ Λυκαίνιον ὄνομα ἦν. αὕτη ἡ Λυκαίνιον ὁρῶσα τὸν Δάφνιν καθ’ἑκάστην ἡμέραν παρελαύνοντα τὰς αἶγας ἕωθεν εἰς νομήν, νύκτωρ ἐκ νομῆς, ἐπεθύμησεν ἐραστὴν κτήσασθαι δώροις δελεάσασα.
3.15.3καὶ δή ποτε λοχήσασα μόνον καὶ σύριγγα δῶρον ἔδωκε καὶ μέλι ἐν κηρίῳ καὶ πήραν ἐλάφου · εἰπεῖν δέ τι ὤκνει, τὸν Χλόης ἔρωτα καταμαντευομένη ·
3.15.4πάνυ γὰρ ἑώρα προσκείμενον αὐτὸν τῇ κόρῃ. πρότερον μὲν οὖν ἐκ νευμάτων καὶ γέλωτος συνεβάλετο τοῦτο, τότε δὲ ἐξ ἑωθινοῦ σκηψαμένη πρὸς Χρῶμιν ὡς παρὰ τίκτουσαν ἄπεισι γείτονα κατόπιντε αὐτοῖς παρηκολούθησε καὶ εἴς τινα λόχμην ἐγκρύψασα ἑαυτήν, ὡς μὴ βλέποιτο, πάντα ἤκουσεν ὅσα εἶπον, πάντα εἶδεν ὅσα ἔπραξαν · οὐκ ἔλαθεν αὐτὴν οὐ δὲ κλαύσας ὁ Δάφνις.
3.15.5συναλγήσασα δὴ τοῖς ἀθλίοις καὶ καιρὸν ἥκειν νομίσασα διττόν, τὸν μὲν εἰς τὴν ἐκείνων σωτηρίαν, τὸν δὲ εἰς τὴν ἑαυτῆς ἐπιθυμίαν, ἐπιτεχνᾶταί τι τοιόνδε.
3.16.1τῆς ἐπιούσης ὡς πάλιν παρὰ τὴν γυναῖκα τὴν τίκτουσαν ἀπιοῦσα φανερῶς ἐπὶ τὴν δρῦν, ἔνθα ἐκαθέζοντο Δάφνις καὶ Χλόη, παραγίνεται καὶ ἀκριβῶς μιμησαμένη τὴν τεταραγμένην” σῶσόν με “εἶπε” Δάφνι, τὴν ἀθλίαν ·
3.16.2ἐκ γάρ μοι τῶν χηνῶν τῶν εἴκοσιν ἕνα τὸν κάλλιστον ἀετὸς ἥρπασε καὶ οἷα μέγα φορτίον ἀράμενος οὐκ ἐδυνήθη μετέωρος ἐπὶ τὴν συνήθη τὴν ὑψηλὴν κομίσαι ἐκείνην πέτραν, ἀλλ’εἰς τήνδε τὴν ὕλην τὴν ταπεινὴν ἔχων κατέπεσε.
3.16.3σὺ τοίνυν, πρὸς τῶν Νυμφῶν καὶ τοῦ Πανὸς ἐκείνου, συνεισελθὼν εἰς τὴν ὕλην (μόνη γὰρ δέδοικα) σῶσόν μοι τὸν χῆνα, μη δὲ περιίδῃς ἀτελῆ μοι τὸν ἀριθμὸν γενόμενον.
3.16.4τάχα δὲ καὶ αὐτὸν τὸν ἀετὸν ἀποκτενεῖς καὶ οὐκέτι πολλοὺς ὑμῶν ἄρνας καὶ ἐρίφους ἁρπάσει. τὴν δὲ ἀγέλην τέως φρουρήσει Χλόη · πάντως αὐτὴν ἴσασιν αἱ αἶγες ἀεί σοι συννέμουσαν “.
3.17.1οὐδὲν τῶν μελλόντων ὑποπτεύσας ὁ Δάφνις εὐθὺς ἀνίσταται καὶ ἀράμενος τὴν καλαύροπα κατόπιν ἠκολούθει τῇ Λυκαινίῳ · ἡ δὲ ἡγεῖτο ὡς μακροτάτω τῆς Χλόης. καὶ ἐπειδὴ κατὰ τὸ πυκνότατον ἐγένοντο, πηγῆς πλησίον καθίσαι κελεύσασα αὐτὸν” ἐρᾷς “εἶπε” Δάφνι, Χλόης · τοῦτο ἔμαθον ἐγὼ νύκτωρ παρὰ τῶν Νυμφῶν.
3.17.2δι’ὀνείρατος ἐμοὶ τὰ χθιζά σου διηγήσαντο δάκρυα καὶ ἐκέλευσάν σε σῶσαι διδαξαμένην τὰ ἔρωτος ἔργα. τὰ δ’ἐστὶν οὐ φιλήματα καὶ περιβολαὶ καὶ οἷα δρῶσι κριοὶ καὶ τράγοι · ἄλλα ταῦτα πηδήματα καὶ τῶν ἐκεῖ γλυκύτερα · πρόσεστι γὰρ αὐτοῖς χρόνος μακροτέρας ἡδονῆς.
3.17.3εἰ δή σοι φίλον ἀπηλλάχθαι κακῶν καὶ ἐν πείρᾳ γενέσθαι ζητουμένων τερπνῶν, ἴθι, παραδίδου μοι τερπνὸν σαυτὸν μαθητήν · ἐγὼ δὲ χαριζομένη ταῖς Νύμφαις ἐκεῖνα διδάξω “.
3.18.1οὐκ ἐκαρτέρησεν ὁ Δάφνις ὑφ’ἡδονῆς, ἀλλ’ἅτε ἄγροικος καὶ αἰπόλος καὶ ἐρῶν καὶ νέος, πρὸ τῶν ποδῶν καταπεσὼν τὴν Λυκαίνιον ἱκέτευεν ὅτι τάχιστα διδάξαι τὴν τέχνην, δι’ἧς ὃ βούλεται δράσει Χλόην ·
3.18.2καὶ ὥσπερ τι μέγα καὶ θεόπεμπτον ἀληθῶς μέλλων διδάσκεσθαι καὶ ἔριφον αὐτῇ σηκίτην δώσειν ἐπηγγείλατο καὶ τυροὺς ἁπαλοὺς πρωτορρύτου γάλακτος καὶ τὴν αἶγα αὐτήν.
3.18.3εὑροῦσα δὴ ἡ Λυκαίνιον αἰπολικὴν ἀφθονίαν, οἵαν οὐ προσεδόκησεν, ἤρχετο παιδεύειν τὸν Δάφνιν τοῦτον τὸν τρόπον. ἐκέλευσεν αὐτὸν καθίσαι πλησίον αὐτῆς, ὡς εἶχε, καὶ φιλήματα φιλεῖν οἷα εἰώθει καὶ ὅσα, καὶ φιλοῦντα ἅμα περιβάλλειν καὶ κατακλίνεσθαι χαμαί.
3.18.4ὡς δὲ ἐκαθέσθη καὶ ἐφίλησε καὶ κατεκλίνη, μαθοῦσα ἐνεργεῖν δυνάμενον καὶ σφριγῶντα, ἀπὸ μὲν τῆς ἐπὶ πλευρὰν κατακλίσεως ἀνίστησιν, αὑτὴν δὲ ὑποστορέσασα ἐντέχνως ἐς τὴν τέως ζητουμένην ὁδὸν ἦγε. τὸ δὲ ἐντεῦθεν οὐδὲν περιειργάζετο ξένον · αὐτὴ γὰρ ἡ φύσις λοιπὸν ἐπαίδευσε τὸ πρακτέον.
3.19.1τελεσθείσης δὲ τῆς ἐρωτικῆς παιδαγωγίας ὁ μὲν Δάφνις ἔτι ποιμενικὴν γνώμην ἔχων ὥρμητο τρέχειν ἐπὶ τὴν Χλόην καὶ ὅσα ἐπεπαίδευτο δρᾶν αὐτίκα, καθάπερ δεδοικὼς μὴ βραδύνας ἐπιλάθοιτο · ἡ δὲ Λυκαίνιον κατασχοῦσα αὐτὸν ἔλεξεν ὧδε” ἔτι καὶ ταῦτά σε δεῖ μαθεῖν, Δάφνι.
3.19.2ἐγὼ γυνὴ τυγχάνουσα πέπονθα νῦν οὐδέν · πάλαι γάρ με ταῦτα ἀνὴρ ἄλλος ἐπαίδευσε, μισθὸν τὴν παρθενίαν λαβών · Χλόη δὲ συμπαλαίουσά σοι ταύτην τὴν πάλην καὶ οἰμώξεται καὶ κλαύσεται καὶ αἵματι ῥεύσεται πολλῷ καθάπερ πεφονευμένη.
3.19.3ἀλλὰ σὺ τὸ αἷμα μὴ φοβηθῇς, ἀλλ’ἡνίκα ἂν πείσῃς αὐτήν σοι παρασχεῖν, ἄγαγε αὐτὴν εἰς τοῦτο τὸ χωρίον, ἵνα, κα- κἂν βοήσῃ, μηδεὶς ἀκούσῃ, κα- κἂν δακρύσῃ, μηδεὶς ἴδῃ, κα- κἂν αἱμαχθῇ, λούσηται τῇ πηγῇ · καὶ μέμνησο ὅτι σε ἄνδρα ἐγὼ πρὸ Χλόης πεποίηκα “.
3.20.1ἡ μὲν οὖν Λυκαίνιον τοσαῦτα ὑποθεμένη κατ’ἄλλο μέρος τῆς ὕλης ἀπῆλθεν, ὡς ἔτι ζητοῦσα τὸν χῆνα · ὁ δὲ Δάφνις εἰς λογισμὸν ἄγων τὰ εἰρημένα, τῆς μὲν πρότερον ὁρμῆς ἀπήλλακτο, διοχλεῖν δὲ τῇ Χλόῃ περιττότερον ὤκνει φιλήματος καὶ περιβολῆς, μήτε βοῆσαι θέλων αὐτὴν ὡς πρὸς πολέμιον, μήτε δακρῦσαι ὡς ἀλγοῦσαν, μήτε αἱμαχθῆναι καθάπερ πεφονευμένην ·
3.20.2ἀρτιμαθὴς γὰρ ὢν ἐδεδοίκει τὸ αἷμα καὶ ἐνόμιζεν ὅτι ἄρα ἐκ μόνου τραύματος αἷμα γίνεται. γνοὺς δὲ τὰ συνήθη τέρπεσθαι μετ’αὐτῆς ἐξέβη τῆς ὕλης · καὶ ἐλθὼν ἵνα ἐκάθητο στεφανίσκον ἴων πλέκουσα, τόντε χῆνα τῶν τοῦ ἀετοῦ ὀνύχων ἐψεύσατο ἐξαρπάσαι καὶ περιφὺς ἐφίλησεν, οἷον ἐν τῇ τέρψει Λυκαίνιον ·
3.20.3τοῦτο γὰρ ἐξῆν ὡς ἀκίνδυνον · ἡ δὲ τὸν στέφανον ἐφήρμοσεν αὐτοῦ τῇ κεφαλῇ καὶ τὴν κόμην ἐφίλησεν ὡς τῶν ἴων κρείττονα. κα- κἀκ τῆς πήρας προκομίσασα παλάθης μοῖραν καὶ ἄρτους τινὰς ἔδωκε φαγεῖν · καὶ ἐσθίοντος ἀπὸ τοῦ στόματος ἥρπαζε καὶ οὕτως ἤσθιεν ὥσπερ νεοττὸς ὄρνιθος.
3.21.1ἐσθιόντων δὲ αὐτῶν καὶ περιττότερα φιλούντων ὧν ἤσθιον, ναῦς ἁλιέων ὤφθη παραπλέουσα. ἄνεμος μὲν οὐκ ἦν, γαλήνη δὲ ἦν καὶ ἐρέττειν ἐδόκει. καὶ ἤρεττον ἐρρωμένως · ἠπείγοντο γὰρ νεαλεῖς ἰχθῦς εἰς τὴν πόλιν διασώσασθαι τῶν τινι πλουσίων.
3.21.2οἷον οὖν εἰώθασι ναῦται δρᾶν ἐς καμάτων ἀμέλειαν, τοῦτο κα- κἀκεῖνοι δρῶντες τὰς κώπας ἀνέφερον. εἷς μὲν αὐτοῖς κελευστὴς ναυτικὰς ᾖδεν ᾠδάς, οἱ δὲ λοιποὶ καθάπερ χορὸς ὁμοφώνως κατὰ καιρὸν τῇ ἐκείνου φωνῇ ἐβόων.
3.21.3ἡνίκ’οὖν ἐν ἀναπεπταμένῃ τῇ θαλάττῃ ταῦτα ἔπραττον, ἠφανίζετο ἡ βοὴ χεομένης τῆς φωνῆς εἰς πολὺν ἀέρα · ἐπεὶ δὲ ἄκρᾳ τινὶ ὑποδραμόντες εἰς κόλπον μηνοειδῆ καὶ κοῖλον εἰσήλασαν, μείζων μὲν ἠκούετο βοή, σαφῆ δὲ ἐξέπιπτεν εἰς τὴν γῆν τὰ τῶν κελευστῶν ᾅσματα.
3.21.4κοῖλος γὰρ τῷ πεδίῳ αὐλὼν ὑποκείμενος καὶ τὸν ἦχον εἰς αὑτὸν ὡς ὄργανον δεχόμενος πάντων τῶν φθεγγομένων μιμητὴν φωνὴν ἀπεδίδου, ἰδίᾳ μὲν τῶν κωπῶν τὸν ἦχον, ἰδίᾳ δὲ τὴν φωνὴν τῶν ναυτῶν · καὶ ἐγίνετο ἄκουσμα τερπνόν.
3.21.5φθανούσης γὰρ τῆς ἀπὸ τῆς θαλάττης φωνῆς, ἡ ἐκ τῆς γῆς φωνὴ τοσοῦτον ἐπαύετο βράδιον, ὅσον ἤρξατο.
3.22.1ὁ μὲν οὖν Δάφνις εἰδὼς τὸ πραττόμενον μόνῃ τῇ θαλάττῃ προσεῖχε καὶ ἐτέρπετο τῇ νηὶ παρατρεχούσῃ τὸ πεδίον θᾶττον πτεροῦ καὶ ἐπειρᾶτό τινα διασώσασθαι τῶν ᾀσμάτων, ὡς γένοιτο τῆς σύριγγος μέλη ·
3.22.2ἡ δὲ Χλόη τότε πρῶτον πειρωμένη τῆς καλουμένης ἠχοῦς ποτὲ μὲν εἰς τὴν θάλατταν ἀπέβλεπε, τῶν ναυτῶν κελευόντων, ποτὲ δὲ εἰς τὴν ὕλην ἐπεστρέφετο, ζητοῦσα τοὺς ἀντιφωνοῦντας.
3.22.3καὶ ἐπεὶ παραπλευσάντων ἦν κα- κἀν τῷ αὐλῶνι σιγή, ἐπυνθάνετο τοῦ Δάφνιδος, εἰ καὶ ὀπίσω τῆς ἄκρας ἐστὶ θάλαττα καὶ ναῦς ἄλλη παρέπλει καὶ ἄλλοι ναῦται τὰ αὐτὰ ᾖδον καὶ ἅμα πάντες σιωπῶσι.
3.22.4γελάσας οὖν ὁ Δάφνις ἡδὺ καὶ φιλήσας ἥδιον φίλημα καὶ τὸν τῶν ἴων στέφανον ἐκείνῃ περιθεὶς ἤρξατο αὐτῇ μυθολογεῖν τὸν μῦθον τῆς Ἠχοῦς, αἰτήσας, εἰ διδάξειε, μισθὸν παρ’αὐτῆς ἄλλα φιλήματα δέκα.
3.23.1” Νυμφῶν, ὦ κόρη, πολὺ γένος, Μελίαι καὶ Δρυάδες καὶ Ἕλειοι · πᾶσαι καλαί, πᾶσαι μουσικαί. καὶ μιᾶς τούτων θυγάτηρ Ἠχὼ γίνεται, θνητὴ μὲν ὡς ἐκ πατρὸς θνητοῦ, καλὴ δὲ ὡς ἐκ μητρὸς καλῆς.
3.23.2τρέφεται μὲν ὑπὸ Νυμφῶν, παιδεύεται δὲ ὑπὸ Μουσῶν συρίττειν, αὐλεῖν, τὰ πρὸς λύραν, τὰ πρὸς κιθάραν, πᾶσαν ᾠδήν, ὥστε καὶ παρθενίας εἰς ἄνθος ἀκμάσασα ταῖς Νύμφαις συνεχόρευε, ταῖς Μούσαις συνῇδεν · ἄρρενας δὲ ἔφευγε πάντας, καὶ ἀνθρώπους καὶ θεούς, φιλοῦσα τὴν παρθενίαν.
3.23.3ὁ Πὰν ὀργίζεται τῇ κόρῃ, τῆς μουσικῆς φθονῶν, τοῦ κάλλους μὴ τυχών, καὶ μανίαν ἐμβάλλει τοῖς ποιμέσι καὶ τοῖς αἰπόλοις. οἱ δὲ ὥσπερ κύνες ἢ λύκοι διασπῶσιν αὐτὴν καὶ ῥίπτουσιν εἰς πᾶσαν γῆν ἔτι ᾅδοντα τὰ μέλη.
3.23.4καὶ τὰ μέλη Γῆ χαριζομένη Νύμφαις ἔκρυψε πάντα. καὶ ἐτήρησε τὴν μουσικὴν καὶ γνώμῃ Μουσῶν ἀφίησι φωνὴν καὶ μιμεῖται πάντα, καθάπερ τότε ἡ κόρη, θεούς, ἀνθρώπους, ὄργανα, θηρία · μιμεῖται καὶ αὐτὸν συρίττοντα τὸν Πᾶνα.
3.23.5ὁ δὲ ἀκούσας ἀναπηδᾷ καὶ διώκει κατὰ τῶν ὀρῶν, οὐκ ἐρῶν τυχεῖν ἀλλ’ἢ τοῦ μαθεῖν, τίς ἐστὶν ὁ λανθάνων μαθητής “. ταῦτα μυθολογήσαντα τὸν Δάφνιν οὐ δέκα μόνον φιλήματα ἀλλὰ πάνυ πολλὰ κατεφίλησεν ἡ Χλόη · μικροῦ δὲ καὶ τὰ αὐτὰ εἶπεν ἡ Ἠχώ, καθάπερ μαρτυροῦσα ὅτι μηδὲν ἐψεύσατο.
3.24.1θερμοτέρου δὲ καθ’ἑκάστην ἡμέραν γινομένου τοῦ ἡλίου, οἷα τοῦ μὲν ἦρος παυομένου τοῦ δὲ θέρους ἀρχομένου, πάλιν αὐτοῖς ἐγίνοντο καιναὶ τέρψεις καὶ θέρειοι.
3.24.2ὁ μὲν γὰρ ἐνήχετο ἐν τοῖς ποταμοῖς, ἡ δὲ ἐν ταῖς πηγαῖς ἐλούετο · ὁ μὲν ἐσύριττεν ἁμιλλώμενος πρὸς τὰς πίτυς, ἡ δὲ ᾖδε ταῖς ἀηδόσιν ἐρίζουσα · ἐθήρων ἀκρίδας λάλους, ἐλάμβανον τέττιγας ἠχοῦντας, ἄνθη συνέλεγον, δένδρα ἔσειον, ὀπώραν ἤσθιον · ἤδη ποτὲ καὶ γυμνοὶ συγκατεκλίνησαν καὶ ἓν δέρμα αἰγὸς ἐπεσύραντο.
3.24.3καὶ ἐγένετο ἂν γυνὴ Χλόη ῥᾳδίως, εἰ μὴ Δάφνιν ἐτάραξε τὸ αἷμα. ἀμέλει καὶ δεδοικὼς μὴ νικηθῇ τὸν λογισμόν ποτε, πολλὰ γυμνοῦσθαι τὴν Χλόην οὐκ ἐπέτρεπεν, ὥστε ἐθαύμαζε μὲν ἡ Χλόη, τὴν δὲ αἰτίαν ᾐδεῖτο πυθέσθαι.
3.25.1ἐν τῷ θέρει τῷδε καὶ μνηστήρων πλῆθος ἦν περὶ τὴν Χλόην καὶ πολλοὶ πολλαχόθεν ἐφοίτων παρὰ τὸν Δρύαντα πρὸς γάμον αἰτοῦντες αὐτήν. καὶ οἱ μέν τι δῶρον ἔφερον, οἱ δὲ ἐπηγγέλλοντο μεγάλα.
3.25.2ἡ μὲν οὖν Νάπη ταῖς ἐλπίσιν ἐπαιρομένη συνεβούλευεν ἐκδιδόναι τὴν Χλόην μη δὲ κατέχειν οἴκοι πρὸς πλέον τηλικαύτην κόρην, ἣ τάχα μικρὸν ὕστερον νέμουσα τὴν παρθενίαν ἀπολέσει καὶ ἄνδρα ποιήσεταί τινα τῶν ποιμένων ἐπὶ μήλοις ἢ ῥόδοις, ἀλλ’ἐκείνηντε ποιῆσαι δέσποιναν οἰκίας καὶ αὐτοὺς πολλὰ λαβόντας ἰδίῳ φυλάττειν αὐτὰ καὶ γνησίῳ παιδίῳ (ἐγεγόνει γὰρ αὐτοῖς ἄρρεν παιδίον οὐ πρὸ πολλοῦ τινος) ·
3.25.3ὁ δὲ Δρύας ποτὲ μὲν ἐθέλγετο τοῖς λεγομένοις (μείζονα γὰρ ἢ κατὰ ποιμαίνουσαν κόρην δῶρα ὠνομάζετο παρ’ἑκάστου), ποτὲ δὲ ὡς κρείττων ἐστὶν ἡ παρθένος μνηστήρων γεωργῶν καὶ ὡς, εἴ ποτε τοὺς ἀληθινοὺς γονέας εὕροι, μεγάλως αὐτοὺς εὐδαίμονας θήσει, ἀνεβάλλετο τὴν ἀπόκρισιν καὶ εἷλκε χρόνον ἐκ χρόνου καὶ ἐν τῷ τέως ἀπεκέρδαινεν οὐκ ὀλίγα δῶρα.
3.25.4ἡ μὲν δὴ μαθοῦσα λυπηρῶς πάνυ διῆγε καὶ τὸν Δάφνιν ἐλάνθανεν ἐπὶ πολύ, λυπεῖν οὐ θέλουσα · ὡς δὲ ἐλιπάρει καὶ ἐνέκειτο πυνθανόμενος καὶ ἐλυπεῖτο μᾶλλον μὴ μανθάνων ἢ ἔμελλε μαθών, πάντα αὐτῷ διηγεῖται, τοὺς μνηστευομένους ὡς πολλοὶ καὶ πλούσιοι, τοὺς λόγους οὓς ἡ Νάπη σπεύδουσα τὸν γάμον ἔλεγεν, ὡς οὐκ ἀπείπατο Δρύας, ἀλλ’ὡς εἰς τὸν τρυγητὸν ἀναβέβληται.
3.26.1ἔκφρων ἐπὶ τούτοις ὁ Δάφνις γίνεται καὶ ἐδάκρυσε καθήμενος, ἀποθανεῖσθαι μηκέτι συννεμούσης Χλόης λέγων · καὶ οὐκ αὐτὸς μόνος, ἀλλὰ καὶ τὰ πρόβατα μετὰ τοιοῦτον ποιμένα. εἶτα ἀνενεγκὼν ἐθάρρει καὶ πείσειν ἐνενόει τὸν πατέρα καὶ ἕνα τῶν μνωμένων αὑτὸν ἠρίθμει καὶ πολὺ κρατήσειν ἤλπιζε τῶν ἄλλων.
3.26.2ἓν αὐτὸν ἐτάραττεν · οὐκ ἦν Λάμων πλούσιος · τοῦτο μόνον αὐτοῦ τὴν ἐλπίδα λεπτὴν εἰργάζετο · ὅμως δὲ ἐδόκει μνᾶσθαι, καὶ τῇ Χλόῃ συνεδόκει. τῷ Λάμωνι μὲν οὖν οὐδὲν ἐτόλμησεν εἰπεῖν, τῇ Μυρτάλῃ δὲ θαρρήσας καὶ τὸν ἔρωτα ἐμήνυσε καὶ περὶ τοῦ γάμου λόγους προσήνεγκεν · ἡ δὲ τῷ Λάμωνι νύκτωρ ἐκοινώσατο.
3.26.3σκληρῶς δὲ ἐκείνου τὴν ἔντευξιν ἐνεγκόντος καὶ λοιδορήσαντος εἰ παιδὶ θυγάτριον ποιμένων προξενεῖ μεγάλην ἐν τοῖς γνωρίσμασιν ἐπαγγελλομένῳ τύχην, ὃς αὐτούς, εὑρὼν τοὺς οἰκείους, καὶ ἐλευθέρους θήσει καὶ δεσπότας ἀγρῶν μειζόνων, ἡ Μυρτάλη διὰ τὸν ἔρωτα φοβουμένη μὴ τελέως ἀπελπίσας ὁ Δάφνις τὸν γάμον τολμήσῃ τι θανατῶδες, ἄλλας αὐτῷ τῆς ἀντιρρήσεως αἰτίας ἀπήγγειλε.
3.26.4” πένητες ἐσμέν, ὦ παῖ, καὶ δεόμεθα νύμφης φερούσης τι μᾶλλον · οἱ δὲ πλούσιοι καὶ πλουσίων νυμφίων δεόμενοι. ἴθι δή, πεῖσον Χλόην, ἡ δὲ τὸν πατέρα, μηδὲν αἰτεῖν μέγα · πάντως δή που κα- κἀκείνη φιλεῖ σε καὶ βούλεται συγκαθεύδειν πένητι καλῷ μᾶλλον ἢ πιθήκῳ πλουσίῳ “.
3.27.1Μυρτάλη μὲν οὔποτε ἐλπίσασα Δρύαντα τούτοις συνθήσεσθαι μνηστῆρας ἔχοντα πλουσιωτέρους εὐπρεπῶς ᾤετο παρῃτῆσθαι τὸν γάμον · Δάφνις δὲ οὐκ εἶχε μέμφεσθαι τὰ λελεγμένα. λειπόμενος δὲ πολὺ τῶν αἰτουμένων τὸ σύνηθες ἐρασταῖς πενομένοις ἔπραττεν · ἐδάκρυε καὶ τὰς Νύμφας αὖθις ἐκάλει βοηθούς.
3.27.2αἱ δὲ αὐτῷ καθεύδοντι νύκτωρ ἐν τοῖς αὐτοῖς ἐφίστανται σχήμασιν, ἐν οἷς καὶ πρότερον · ἔλεγε δὲ ἡ πρεσβυτάτη πάλιν” γάμου μὲν μέλει τῆς Χλόης ἄλλῳ θεῷ, δῶρα δέ σοι δώσομεν ἡμεῖς, ἃ θέλξει Δρύαντα.
3.27.3ἡ ναῦς ἡ τῶν Μηθυμναίων νεανίσκων, ἧς τὴν λύγον αἱ σαί ποτε αἶγες κατέφαγον, ἡμέρᾳ μὲν ἐκείνῃ μακρὰν τῆς γῆς ὑπηνέχθη πνεύματι · νυκτὸς δὲ πελαγίου ταράξαντος ἀνέμου τὴν θάλατταν εἰς τὴν γῆν εἰς τὰς τῆς ἄκρας πέτρας ἐξεβράσθη.
3.27.4αὐτὴ μὲν οὖν διεφθάρη καὶ πολλὰ τῶν ἐν αὐτῇ · βαλάντιον δὲ τρισχιλίων δραχμῶν ὑπὸ τοῦ κύματος ἀπεπτύσθη καὶ κεῖται φυκίοις κεκαλυμμένον πλησίον δελφῖνος νεκροῦ, δι’ὃν οὐδεὶς προσῆλθεν ὁδοιπόρος, τὸ δυσῶδες τῆς σηπεδόνος παρατρέχων.
3.27.5ἀλλὰ σὺ πρόσελθε καὶ προσελθὼν ἀνελοῦ καὶ ἀνελόμενος δός. ἱκανόν σοι νῦν μὲν δόξαι μὴ πένητι, χρόνῳ δὲ ὕστερον ἔσῃ καὶ πλούσιος “.
3.28.1αἱ μὲν ταῦτα εἰποῦσαι τῇ νυκτὶ συναπῆλθον · γενομένης δὲ ἡμέρας ἀναπηδήσας ὁ Δάφνις περιχαρὴς ἤλαυνε ῥοίζῳ πολλῷ τὰς αἶγας εἰς τὴν νομήν · καὶ τὴν Χλόην φιλήσας καὶ τὰς Νύμφας προσκυνήσας κατῆλθεν ἐπὶ θάλατταν, ὡς περιρράνασθαι θέλων · καὶ ἐπὶ τῆς ψάμμου πλησίον τῆς κυματωγῆς ἐβάδιζε ζητῶν τὰς τρισχιλίας.
3.28.2ἔμελλε δὲ ἄρ’οὐ πολὺν κάματον ἕξειν · ὁ γὰρ δελφὶς οὐκ ἀγαθὸν ὀδωδὼς αὐτῷ προσέπιπτεν ἐρριμμένος καὶ μυδῶν · οὗ τῇ σηπεδόνι καθάπερ ἡγεμόνι χρώμενος ὁδοῦ προσῆλθέτε εὐθὺς καὶ τὰ φυκία ἀφελὼν εὑρίσκει τὸ βαλάντιον ἀργυρίου μεστόν.
3.28.3τοῦτο ἀνελόμενος καὶ εἰς τὴν πήραν ἐνθέμενος οὐ πρόσθεν ἀπῆλθε, πρὶν τὰς Νύμφας εὐφημῆσαι καὶ αὐτὴν τὴν θάλατταν · καίπερ γὰρ αἰπόλος ὤν, ἤδη καὶ τὴν θάλατταν ἐνόμιζε τῆς γῆς γλυκυτέραν, ὡς εἰς τὸν γάμον αὐτῷ τὸν Χλόης συλλαμβάνουσαν.
3.29.1εἰλημμένος δὲ τῶν τρισχιλίων οὐκέτ’ἔμελλεν, ἀλλ’ὡς πάντων ἀνθρώπων πλουσιώτατος, οὐ μόνον τῶν ἐκεῖ γεωργῶν, αὐτίκα ἐλθὼν παρὰ τὴν Χλόην διηγεῖται τὸ ὄναρ, δείκνυσι τὸ βαλάντιον, κελεύει τὰς ἀγέλας φυλάττειν, ἔστ’ἂν ἐπανέλθῃ, καὶ συντείνας σοβεῖ παρὰ τὸν Δρύαντα. καὶ εὑρὼν πυρούς τινας ἁλωνοτριβοῦντα μετὰ τῆς Νάπης πάνυ θρασὺν ἐμβάλλει λόγον περὶ γάμου.
3.29.2” ἐμοὶ δὸς Χλόην γυναῖκα · ἐγὼ καὶ συρίττειν οἶδα καλῶς καὶ κλᾶν ἄμπελον καὶ φυτὰ κατορύττειν · οἶδα καὶ γῆν ἀροῦν καὶ λικμῆσαι πρὸς ἄνεμον. ἀγέλην δὲ ὅπως νέμω μάρτυς Χλόη · πεντήκοντα αἶγας παραλαβὼν διπλασίονας πεποίηκα · ἔθρεψα καὶ τράγους μεγάλους καὶ καλούς · πρότερον δὲ ἀλλοτρίοις τὰς αἶγας ὑπεβάλλομεν.
3.29.3ἀλλὰ καὶ νέος εἰμὶ καὶ γείτων ὑμῖν ἄμεμπτος · καί με ἔθρεψεν αἴξ, ὡς Χλόην οἶς. τοσοῦτον δὲ τῶν ἄλλων κρατῶν οὐ δὲ δώροις ἡττηθήσομαι.
3.29.4ἐκεῖνοι δώσουσιν αἶγας καὶ πρόβατα καὶ ζεῦγος ψωραλέων βοῶν καὶ σῖτον μη δὲ ἀλεκτορίδας θρέψαι δυνάμενον · παρ’ἐμοῦ δὲ αἵδε ὑμῖν τρισχίλιαι. μόνον ἴστω τοῦτο μηδείς, μὴ Λάμων αὐτὸς ὁ- οὑμὸς πατήρ “. ἅματ’ἐδίδου καὶ περιβαλὼν κατεφίλει.
3.30.1οἱ δὲ παρ’ἐλπίδα ἰδόντες τοσοῦτον ἀργύριον, αὐτίκατε δώσειν ἐπηγγέλλοντο τὴν Χλόην καὶ πείσειν ὑπισχνοῦντο τὸν Λάμωνα.
3.30.2ἡ μὲν δὴ Νάπη μετὰ τοῦ Δάφνιδος αὐτοῦ μένουσα περιήλαυνε τὰς βοῦς καὶ τοῖς τριβόλοις κατειργάζετο τὸν στάχυν · ὁ δὲ Δρύας θησαυρίσας τὸ βαλάντιον ἔνθα ἀπέκειτο τὰ γνωρίσματα, ταχὺ παρὰ τὸν Λάμωνα καὶ τὴν Μυρτάλην ἐφέρετο, μέλλων παρ’αὐτῶν, τὸ καινότατον, μνᾶσθαι νυμφίον.
3.30.3εὑρὼν δὲ κα- κἀκείνους κριθία μετροῦντας οὐ πρὸ πολλοῦ λελικμημένα ἀθύμωςτε ἔχοντας ὅτι μικροῦ δεῖν ὀλιγώτερα ἦν τῶν καταβληθέντων σπερμάτων, ἐπ’ἐκείνοις μὲν παρεμυθήσατο, κοινὴν ὁμολογήσας ἀφορίαν πανταχοῦ γεγονέναι, τὸν δὲ Δάφνιν ᾐτεῖτο Χλόῃ καὶ ἔλεγεν ὅτι πολλὰ ἄλλων διδόντων, οὐδὲν παρ’αὐτῶν λήψεται, μᾶλλον δέ τι οἴκοθεν αὐτοῖς ἐπιδώσει ·
3.30.4συντετράφθαι γὰρ ἀλλήλοις κα- κἀν τῷ νέμειν συνῆφθαι φιλίᾳ ῥᾳδίως λυθῆναι μὴ δυναμένῃ · ἤδη δὲ καὶ ἡλικίαν ἔχειν ὡς καθεύδειν μετ’ἀλλήλων.
3.30.5ὁ μὲν ταῦτα καὶ ἔτι πλείω ἔλεγεν, οἷα τοῦ πεῖσαι ἆθλον ἔχων τὰς τρισχιλίας · ὁ δὲ Λάμων μήτε πενίαν ἔτι προβάλλεσθαι δυνάμενος (αὐτοὶ γὰρ οὐχ ὑπερηφάνουν) μήτε ἡλικίαν Δάφνιδος (ἤδη γὰρ μειράκιον ἦν) τὸ μὲν ἀληθὲς οὐ δ’ὣς ἐξηγόρευσεν, ὅτι κρείττων ἐστὶ τοιούτου γάμου, χρόνον δὲ σιωπήσας ὀλίγον οὕτως ἀπεκρίνατο
3.31.1” δίκαια ποιεῖτε τοὺς γείτονας προτιμῶντες τῶν ξένων καὶ πενίας ἀγαθῆς πλοῦτον μὴ νομίζοντες κρείττονα. ὁ Πὰν ὑμᾶς καὶ αἱ Νύμφαι ἀντὶ τῶνδε φιλήσειαν.
3.31.2ἐγὼ δὲ σπεύδω μὲν καὶ αὐτὸς τὸν γάμον τοῦτον · καὶ γὰρ ἂν μαινοίμην, εἰ μὴ γέρωντε ὢν ἤδη καὶ χειρὸς εἰς τὰ ἔργα περιττοτέρας δεόμενος ᾤμην καὶ τὸν ὑμέτερον οἶκον φίλον προσλαβεῖν ·
3.31.3περισπούδαστος δὲ καὶ Χλόη, καλὴ καὶ ὡραία κόρη καὶ πάντα ἀγαθή · δοῦλος δὲ ὢν οὐδενός εἰμι τῶν ἐμῶν κύριος, ἀλλὰ δεῖ τὸν δεσπότην μανθάνοντα ταῦτα συγχωρεῖν. φέρε οὖν ἀναβαλώμεθα τὸν γάμον εἰς τὸ μετόπωρον.
3.31.4ἀφίξεσθαι τότε λέγουσιν αὐτὸν οἱ παραγενόμενοι πρὸς ἡμᾶς ἐξ ἄστεος. τότε ἔσονται ἀνὴρ καὶ γυνή · νῦν δὲ φιλείτωσαν ἀλλήλους ὡς ἀδελφοί. ἴσθι μόνον, ὦ Δρύα, τοσοῦτον · σπεύδεις περὶ μειράκιον κρεῖττον ἡμῶν “.
3.32.1 ὁ μὲν ταῦτα εἰπὼν ἐφίλησέτε αὐτὸν καὶ ὤρεξε πότον ἤδη μεσημβρίας ἀκμαζούσης καὶ προύπεμψε μέχρι τινός, φιλοφρονούμενος πάντα · ὁ δὲ Δρύας οὐ παρέργως ἀκούσας τὸν ὕστερον λόγον τοῦ Λάμωνος ἐφρόντιζε βαδίζων καθ’αὑτὸν ὅστις ὁ Δάφνις. ” ἐτράφη μὲν ὑπ’αἰγὸς ὡς κηδομένων θεῶν · ἔστι δὲ καλὸς καὶ οὐδὲν ἐοικὼς σιμῷ γέροντι καὶ μαδώσῃ γυναικί · εὐπόρησε δὲ καὶ τρισχιλίων, ὅσον οὐ δὲ ἀχράδων εἰκὸς ἔχειν αἰπόλον.
3.32.2ἆρα καὶ τοῦτον ἐξέθηκέ τις ὡς Χλόην; ἆρα καὶ τοῦτον εὗρε Λάμων ὡς ἐκείνην ἐγώ; ἆρα καὶ γνωρίσματα ὅμοια παρέκειτο τοῖς εὑρεθεῖσιν ὑπ’ἐμοῦ; ἐὰν ταῦτα οὕτως, ὦ δέσποτα Πὰν καὶ Νύμφαι φίλαι, τάχα οὗτος τοὺς ἰδίους εὑρὼν εὑρήσει τι καὶ τῶν Χλόης ἀπορρήτων “.
3.32.3τοιαῦτα μὲν πρὸς αὑτὸν ἐφρόντιζε καὶ ὠνειροπόλει μέχρι τῆς ἅλω · ἐλθὼν δὲ ἐκεῖ καὶ τὸν Δάφνιν μετέωρον πρὸς τὴν ἀκοὴν καταλαβὼν ἀνέρρωσέτε γαμβρὸν προσαγορεύσας καὶ τῷ μετοπώρῳ τοὺς γάμους θύσειν ἐπαγγέλλεται, δεξιάντε ἔδωκεν ὡς οὐδενὸς ἐσομένης ὅτι μὴ Δάφνιδος Χλόης.
3.33.1θᾶττον οὖν νοήματος, μηδὲν πιὼν μη δὲ φαγὼν παρὰ τὴν Χλόην κατέδραμε · καὶ εὑρὼν αὐτὴν ἀμέλγουσαν καὶ τυροποιοῦσαν, τόντε γάμον εὐηγγελίζετο καὶ ὡς γυναῖκα λοιπὸν μὴ λανθάνων κατεφίλει καὶ ἐκοινώνει τοῦ πόνου.
3.33.2ἤμελγε μὲν εἰς γαυλοὺς τὸ γάλα, ἐνεπήγνυ δὲ ταρσοῖς τοὺς τυρούς, προσέβαλλε ταῖς μητράσι τοὺς ἄρνας καὶ τοὺς ἐρίφους. καλῶς δὲ ἐχόντων τούτων ἀπελούσαντο, ἐνέφαγον, ἔπιον, περιῄεσαν ζητοῦντες ὀπώραν ἀκμάζουσαν.
3.33.3ἦν δὲ ἀφθονία πολλὴ διὰ τὸ τῆς ὥρας πάμφορον · πολλαὶ μὲν ἀχράδες, πολλαὶ δὲ ὄχναι, πολλὰ δὲ μῆλα · τὰ μὲν ἤδη πεπτωκότα κάτω, τὰ δὲ ἔτι ἐπὶ τῶν φυτῶν · τὰ ἐπὶ τῆς γῆς εὐωδέστερα, τὰ ἐπὶ τῶν κλάδων εὐανθέστερα · τὰ μὲν οἷον οἶνος ἀπῶζε, τὰ δὲ οἷον χρυσὸς ἀπέλαμπε.
3.33.4μία μηλέα ἐτετρύγητο καὶ οὔτε καρπὸν εἶχεν οὔτε φύλλον · γυμνοὶ πάντες ἦσαν οἱ κλάδοι · καὶ ἓν μῆλον ἐλέλειπτο ἐν αὐτοῖς ἄκροις ἀκρότατον, μέγα καὶ καλὸν καὶ τῶν πολλῶν τὴν εὐωδίαν ἐνίκα μόνον · ἔδεισεν ὁ τρυγῶν ἀνελθεῖν, ἠμέλησε καθελεῖν · τάχα δὲ καὶ ἐφύλαττε τὸ καλὸν μῆλον ἐρωτικῷ ποιμένι.
3.34.1τοῦτο τὸ μῆλον ὡς εἶδεν ὁ Δάφνις, ὥρμα τρυγᾶν ἀνελθὼν καὶ Χλόης κωλυούσης ἠμέλησεν · ἡ μὲν ἀμεληθεῖσα, ὀργισθεῖσα πρὸς τὰς ἀγέλας ἀπῆλθε · Δάφνις δὲ ἀναδραμὼν ἐφίκετο τρυγῆσαι καὶ ἐκόμισε δῶρον Χλόῃ καὶ λόγον τοιόνδ’εἶπεν ὠργισμένῃ” ὦ παρθένε, τοῦτο τὸ μῆλον ἔφυσαν Ὧραι καλαὶ καὶ φυτὸν καλὸν ἔθρεψε πεπαίνοντος ἡλίου, καὶ ἐτήρησε Τύχη.
3.34.2καὶ οὐκ ἔμελλον αὐτὸ καταλιπεῖν ὀφθαλμοὺς ἔχων, ἵνα πέσῃ χαμαὶ καὶ ἢ ποίμνιον αὐτὸ πατήσῃ νεμόμενον ἢ ἑρπετὸν φαρμάξῃ συρόμενον ἢ χρόνος δαπανήσῃ κείμενον. βλεπόμενον ἐπαινούμενον. τοῦτο Ἀφροδίτη κάλλους ἔλαβεν ἆθλον ·
3.34.3τοῦτο ἐγὼ σοὶ δίδωμι νικητήριον. ὁμοίως ἔχομεν τοὺς σοὺς μάρτυρας · ἐκεῖνος ἦν ποιμήν, αἰπόλος ἐγώ “. ταῦτα εἰπὼν ἐντίθησι τοῖς κόλποις · ἡ δὲ ἐγγὺς γενόμενον κατεφίλησεν, ὥστε ὁ Δάφνις οὐ μετέγνω τολμήσας ἀνελθεῖν εἰς τοσοῦτον ὕψος · ἔλαβε γὰρ κρεῖττον καὶ χρυσοῦ μήλου φίλημα.