9καὶ μυρίας ἂν ἔχοιμί σοι γραφὰς παραφέρειν, ὧν οὐ δὲ “κεραία παρελεύσεται μία,” μὴ οὐχὶ ἐπιτελὴς γενομένη · τὸ γὰρ στόμα κυρίου, τὸ ἅγιον πνεῦμα, ἐλάλησεν ταῦτα. “μὴ τοίνυν μηκέτι,” φησίν, “υἱέ μου, ὀλιγώρει παιδείας κυρίου, μη δ’ἐκλύου ὑπ’αὐτοῦ ἐλεγχόμενος”. ὢ τῆς ὑπερβαλλούσης φιλανθρωπίας · οὐ δ’ὡς μαθηταῖς ὁ διδάσκαλος οὐ δ’ὡς οἰκέταις ὁ κύριος οὐ δ’ὡς θεὸς ἀνθρώποις, “πατὴρ δὲ ὣς ἤπιος” νουθετεῖ υἱούς. εἶτα Μωυσῆς μὲν ὁμολογεῖ “ἔμφοβος εἶναι καὶ ἔντρομος,” ἀκούων περὶ τοῦ λόγου, σὺ δὲ τοῦ λόγου ἀκροώμενος τοῦ θείου οὐ δέδιας; οὐκ ἀγωνιᾷς; οὐχὶ ἅματε εὐλαβῇ καὶ σπεύδεις ἐκμαθεῖν, τουτέστι σπεύδεις εἰς σωτηρίαν, φοβούμενος τὴν ὀργήν, ἀγαπήσας τὴν χάριν, ζηλώσας τὴν ἐλπίδα, ἵνα ἐκκλίνῃς τὴν κρίσιν; ἥκετε ἥκετε, ὦ νεολαία ἡ ἐμή · “ἢν γὰρ μὴ αὖθις ὡς τὰ παιδία γένησθε καὶ ἀναγεννηθῆτε,” ὥς φησιν ἡ γραφή, τὸν ὄντως ὄντα πατέρα οὐ μὴ ἀπολάβητε, “οὐ δ’οὐ μὴ εἰσελεύσεσθέ ποτε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν”. πῶς γὰρ εἰσελθεῖν ἐπιτέτραπται τῷ ξένῳ; ἀλλ’ὅταν, οἶμαι, ἐγγραφῇ καὶ πολιτευθῇ καὶ τὸν πατέρα ἀπολάβῃ, τότε “ἐν τοῖς τοῦ πατρὸς” γενήσεται, τότε κληρονομῆσαι καταξιωθήσεται, τότε τῆς βασιλείας τῆς πατρῴας κοινωνήσει τῷ γνησίῳ, τῷ “ἠγαπημένῳ” · αὕτη γὰρ ἡ πρωτότοκος ἐκκλησία ἡ ἐκ πολλῶν ἀγαθῶν συγκειμένη παιδίων · ταῦτ’ἔστι τὰ “πρωτότοκα τὰ ἐναπογεγραμμένα ἐν οὐρανοῖς” καὶ τοσαύταις “μυριάσιν ἀγγέλων” συμπανηγυρίζοντα · πρωτότοκοι δὲ παῖδες ἡμεῖς οἱ τρόφιμοι τοῦ θεοῦ, οἱ τοῦ “πρωτοτόκου” γνήσιοι φίλοι, οἱ πρῶτοι τῶν ἄλλων ἀνθρώπων τὸν θεὸν νενοηκότες, οἱ πρῶτοι τῶν ἁμαρτιῶν ἀπεσπασμένοι, οἱ πρῶτοι τοῦ διαβόλου κεχωρισμένοι. νυνὶ δὲ τοσούτῳ τινές εἰσιν ἀθεώτεροι, ὅσῳ φιλανθρωπότερος ὁ θεός · ὁ μὲν γὰρ ἐκ δούλων υἱοὺς ἡμᾶς γενέσθαι βούλεται, οἱ δὲ καὶ υἱοὶ γενέσθαι ὑπερηφανήκασιν. ὢ τῆς ἀπονοίας τῆς πολλῆς · τὸν κύριον ἐπαισχύνεσθε. ἐλευθερίαν ἐπαγγέλλεται, ὑμεῖς δὲ εἰς δουλείαν ἀποδιδράσκετε. σωτηρίαν χαρίζεται, ὑμεῖς δὲ εἰς θάνατον ὑποφέρεσθε. ζωὴν δωρεῖται αἰώνιον, ὑμεῖς δὲ τὴν κόλασιν ἀναμένετε · καὶ “τὸ πῦρ” δὲ προσκοπεῖτε, “ὃ ἡτοίμασεν ὁ κύριος τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ”. διὰ τοῦτο ὁ μακάριος ἀπόστολος “μαρτύρομαι ἐν κυρίῳ,” φησίν, “μηκέτι ὑμᾶς περιπατεῖν, καθὼς καὶ τὰ ἔθνη περιπατεῖ ἐν ματαιότητι τοῦ νοὸς αὐτῶν, ἐσκοτισμένοι τῇ διανοίᾳ ὄντες καὶ ἀπηλλοτριωμένοι τῆς ζωῆς τοῦ θεοῦ, διὰ τὴν ἄγνοιαν τὴν οὖσαν ἐν αὐτοῖς, διὰ τὴν πώρωσιν τῆς καρδίας αὐτῶν · οἵτινες ἑαυτοὺς παρέδωκαν ἀπηλγηκότες τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης καὶ πλεονεξίας”. τοιούτου μάρτυρος ἐλέγχοντος τὴν τῶν ἀνθρώπων ἄνοιαν καὶ θεὸν ἐπιβοωμένου, τί δὴ ἕτερον ὑπολείπεται τοῖς ἀπίστοις ἢ κρίσις καὶ καταδίκη; οὐ κάμνει δὲ ὁ κύριος παραινῶν, ἐκφοβῶν, προτρέπων, διεγείρων, νουθετῶν · ἀφυπνίζει γέ τοι καὶ τοῦ σκότους αὐτοῦ τοὺς πεπλανημένους διανίστησιν · “ἔγειρε,” φησίν, “ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστὸς κύριος,” ὁ τῆς ἀναστάσεως ἥλιος, ὁ “πρὸ ἑωσφόρου” γεννώμενος, ὁ ζωὴν χαρισάμενος ἀκτῖσιν ἰδίαις. μὴ οὖν περιφρονείτω τις τοῦ λόγου, μὴ λάθῃ καταφρονῶν ἑαυτοῦ. λέγει γάρ που ἡ γραφή · “σήμερον ἐὰν τῆς φωνῆς αὐτοῦ ἀκούσητε, μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ, οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν ἐν δοκιμασίᾳ”. ἡ δὲ δοκιμασία τίς ἐστιν εἰ θέλεις μαθεῖν, τὸ ἅγιόν σοι πνεῦμα ἐξηγήσεται · “καὶ εἶδον τὰ ἔργα μου,” φησί, “τεσσαράκοντα ἔτη · δι’ὃ προσώχθισα τῇ γενεᾷ ταύτῃ καὶ εἶπον · ἀεὶ πλανῶνται τῇ καρδίᾳ · αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὰς ὁδούς μου · ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου, εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου”. ὁρᾶτε τὴν ἀπειλήν · ὁρᾶτε τὴν προτροπήν · ὁρᾶτε τὴν τιμήν · τί δὴ οὖν ἔτι τὴν χάριν εἰς ὀργὴν μεταλλάσσομεν καὶ οὐχὶ ἀναπεπταμέναις ταῖς ἀκοαῖς καταδεχόμενοι τὸν λόγον ἐν ἁγναῖς ξενοδοχοῦμεν ταῖς ψυχαῖς τὸν θεόν; μεγάλη γὰρ τῆς ἐπαγγελίας αὐτοῦ ἡ χάρις, “ἐὰν σήμερον τῆς φωνῆς αὐτοῦ ἀκούσωμεν” · τὸ δὲ σήμερον καθ’ἑκάστην αὔξεται τὴν ἡμέραν, ἔστ’ἂν ἡ σήμερον ὀνομάζηται. μέχρι δὲ συντελείας καὶ ἡ σήμερον καὶ ἡ μάθησις διαμένει · καὶ τότε ἡ ὄντως σήμερον ἡ ἀνελλιπὴς τοῦ θεοῦ ἡμέρα τοῖς αἰῶσι συνεκτείνεται. ἀεὶ οὖν τῆς φωνῆς ὑπακούωμεν τοῦ θείου λόγου · ἡ σήμερον γὰρ ἀιδίου αἰῶνός ἐστιν εἰκών, σύμβολον δὲ τοῦ φωτὸς ἡ ἡμέρα, φῶς δὲ ὁ λόγος ἀνθρώποις, δι’οὗ καταυγαζόμεθα τὸν θεόν. εἰκότως ἄρα πιστεύσασι μὲν καὶ ὑπακούουσιν ἡ χάρις ὑπερπλεονάσει, ἀπειθήσασι δὲ καὶ πλανωμένοις κατὰ καρδίαν ὁδούςτε τὰς κυριακὰς μὴ ἐγνωκόσιν, ἃς εὐθείας ποιεῖν καὶ εὐτρεπίζειν παρήγγειλεν Ἰωάννης, τούτοις δὲ προσώχθισεν ὁ θεὸς καὶ ἀπειλεῖ · καὶ δὴ καὶ τὸ τέλος τῆς ἀπειλῆς αἰνιγματωδῶς ἀπειλή φασιν οἱ παλαιοὶ τῶν Ἑβραίων πλανῆται · οὐ γὰρ “εἰσελθεῖν εἰς τὴν κατάπαυσιν” λέγονται διὰ τὴν ἀπιστίαν, πρὶν ἢ σφᾶς αὐτοὺς κατακολουθήσαντας τῷ Μωυσέως διαδόχῳ ὀψέ ποτε ἔργῳ μαθεῖν οὐκ ἂν ἄλλως σωθῆναι μὴ οὐχὶ ὡς Ἰησοῦς πεπιστευκότας. φιλάνθρωπος δὲ ὢν ὁ κύριος πάντας ἀνθρώπους “εἰς ἐπίγνωσιν τῆς ἀληθείας” παρακαλεῖ, ὁ τὸν παράκλητον ἀποστέλλων. τίς οὖν ἡ ἐπίγνωσις; θεοσέβεια · “θεοσέβεια δὲ πρὸς πάντα ὠφέλιμος” κατὰ τὸν Παῦλον, “ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης”. πόσου ὡμολογήσατε, ὦ ἄνθρωποι, εἰ ἐπιπράσκετο σωτηρία ἀίδιος, ὠνήσασθαι ἄν; οὐ δὲ εἰ τὸν Πακτωλόν τις ὅλον, τοῦ χρυσίου τὸ ῥεῦμα τὸ μυθικόν, ἀπομετρήσαι, ἀντάξιον σωτηρίας μισθὸν ἀριθμήσει. μὴ οὖν ἀποκάμητε · ἔξεστιν ὑμῖν, ἢν ἐθέλητε, ἐξωνήσασθαι τὴν πολυτίμητον σωτηρίαν οἰκείῳ θησαυρῷ, ἀγάπῃ καὶ πίστει, ζωῆς ὅς ἐστιν ἀξιόλογος μισθός. ταύτην ἡδέως τὴν τιμὴν ὁ θεὸς λαμβάνει. “ἠλπίκαμεν γὰρ ἐπὶ θεῷ ζῶντι, ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν”. οἱ δὲ ἄλλοι περιπεφυκότες τῷ κόσμῳ, οἷα φυκία τινὰ ἐνάλοις πέτραις, ἀθανασίας ὀλιγωροῦσιν, καθάπερ ὁ Ἰθακήσιος γέρων οὐ τῆς ἀληθείας καὶ τῆς ἐν οὐρανῷ πατρίδος, πρὸς δὲ καὶ τοῦ ὄντως ὄντος ἱμειρόμενοι φωτός, ἀλλὰ τοῦ καπνοῦ. θεοσέβεια δέ, ἐξομοιοῦσα τῷ θεῷ κατὰ τὸ δυνατὸν τὸν ἄνθρωπον, κατάλληλον ἐπιγράφεται διδάσκαλον θεὸν τὸν καὶ μόνον ἀπεικάσαι κατ’ἀξίαν δυνάμενον ἄνθρωπον θεῷ. ταύτην ὁ ἀπόστολος τὴν διδασκαλίαν θείαν ὄντως ἐπιστάμενος “σὺ δέ, ὦ Τιμόθεε,” φησίν, “ἀπὸ βρέφους ἱερὰ γράμματα οἶδας, τὰ δυνάμενά σε σοφίσαι εἰς σωτηρίαν διὰ πίστεως ἐν Χριστῷ”. ἱερὰ γὰρ ὡς ἀληθῶς τὰ ἱεροποιοῦντα καὶ θεοποιοῦντα γράμματα, ἐξ ὧν γραμμάτων καὶ συλλαβῶν τῶν ἱερῶν τὰς συγκειμένας γραφάς, τὰ συντάγματα, ὁ αὐτὸς ἀκολούθως ἀπόστολος “θεοπνεύστους” καλεῖ, “ὠφελίμους οὔσας πρὸς διδασκαλίαν, πρὸς ἔλεγχον, πρὸς ἐπανόρθωσιν, πρὸς παιδείαν τὴν ἐν δικαιοσύνῃ, ἵνα ἄρτιος ᾖ ὁ τοῦ θεοῦ ἄνθρωπος πρὸς πᾶν ἔργον ἀγαθὸν ἐξηρτημένος”. οὐκ ἄν τις οὕτως ἐκπλαγείη τῶν ἄλλων ἁγίων τὰς προτροπὰς ὡς αὐτὸν τὸν κύριον τὸν φιλάνθρωπον · οὐδὲν γὰρ ἀλλ’ἢ τοῦτο ἔργον μόνον ἐστὶν αὐτῷ σῴζεσθαι τὸν ἄνθρωπον. βοᾷ γοῦν ἐπείγων εἰς σωτηρίαν αὐτὸς “ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν” · ἐπιστρέφει τοὺς ἀνθρώπους πλησιάζοντας τῷ φόβῳ. ταύτῃ καὶ ὁ ἀπόστολος τοῦ κυρίου παρακαλῶν τοὺς Μακεδόνας ἑρμηνεὺς γίνεται τῆς θείας φωνῆς, “ὁ κύριος ἤγγικεν” λέγων, “εὐλαβεῖσθε μὴ καταληφθῶμεν κενοί”. ὑμεῖς δὲ ἐς τοσοῦτον ἀδεεῖς, μᾶλλον δὲ ἄπιστοι, μήτε αὐτῷ πειθόμενοι τῷ κυρίῳ μήτε τῷ Παύλῳ, καὶ ταῦτα ὑπὲρ Χριστοῦ δεδεμένῳ. “γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ θεός”. ἡ πίστις εἰσάξει, ἡ πεῖρα διδάξει, ἡ γραφὴ παιδαγωγήσει “δεῦτε, ὦ τέκνα,” λέγουσα, “ἀκούσατέ μου, φόβον κυρίου διδάξω ὑμᾶς”. εἶτα ὡς ἤδη πεπιστευκόσι συντόμως ἐπιλέγει “τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν, ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς”; ἡμεῖς ἐσμεν, φήσομεν, οἱ τα- τἀγαθοῦ προσκυνηταί, οἱ τῶν ἀγαθῶν ζηλωταί. ἀκούσατε οὖν “οἱ μακράν,” ἀκούσατε “οἱ ἐγγύς” · οὐκ ἀπεκρύβη τινὰς ὁ λόγος · φῶς ἐστι κοινόν, ἐπιλάμπει πᾶσιν ἀνθρώποις · οὐδεὶς Κιμμέριος ἐν λόγῳ · σπεύσωμεν εἰς σωτηρίαν, ἐπὶ τὴν παλιγγενεσίαν · εἰς μίαν ἀγάπην συναχθῆναι οἱ πολλοὶ κατὰ τὴν τῆς μοναδικῆς οὐσίας ἕνωσιν σπεύσωμεν. ἀγαθοεργούμενοι ἀναλόγως ἑνότητα διώκωμεν, τὴν ἀγαθὴν ἐκζητοῦντες μονάδα. ἡ δὲ ἐκ πολλῶν ἕνωσις ἐκ πολυφωνίας καὶ διασπορᾶς ἁρμονίαν λαβοῦσα θεϊκὴν μία γίνεται συμφωνία, ἑνὶ χορευτῇ καὶ διδασκάλῳ τῷ λόγῳ ἑπομένη, ἐπ’αὐτὴν τὴν ἀλήθειαν ἀναπαυομένη, “Ἀββᾶ” λέγουσα “ὁ πατήρ” · ταύτην ὁ θεὸς τὴν φωνὴν τὴν ἀληθινὴν ἀσπάζεται παρὰ τῶν αὐτοῦ παίδων πρώτην καρπούμενος.