1491ὧδε μὲν δὴ καὶ ὁ Λευκόλλου πρὸς Μιθριδάτην πόλεμος ἐς οὐδὲν βέβαιον οὐ δὲ κεκριμένον τέλος ἔληξεν · ἀφισταμένης γὰρ τῆς Ἰταλίας ἐνοχλούμενοι, καὶ λῃστευομένης τῆς θαλάσσης λιμῷ πιεζόμενοι, οὐκ ἐν καιρῷ σφίσιν ἡγοῦντο πολεμεῖν ἄλλον τοσόνδε πόλεμον, πρὶν τὰ ἐνοχλοῦντα διαθέσθαι. ὧν καὶ ὁ Μιθριδάτης αἰσθανόμενος ἐς Καππαδοκίαν ἐσέβαλε καὶ τὴν ἰδίαν ἀρχὴν ὠχύρου. καὶ τάδε αὐτὸν πράσσοντα οἱ Ῥωμαῖοι περιεώρων ἐφ’ὅσον αὐτοῖς ἡ θάλασσα ἐκαθαίρετο. ὡς δ’ἐκεκάθαρτο καὶ ὁ καθήρας Πομπήιος ἔτι ἦν ἐν Ἀσίᾳ, τὸν Μιθριδάτειον πόλεμον ἀνελάμβανον αὐτίκα, καὶ ἐπέστελλον καὶ τοῦδε τῷ Πομπηίῳ στρατηγῆσαι. διό μοι δοκεῖ μέρος ὄντα τῆς Πομπηίου στρατείας τὰ περὶ τὴν θάλασσαν αὐτῷ πρὸ Μιθριδάτου κατειργασμένα, καὶ ἐς οὐδεμίαν συγγραφὴν οἰκείαν ἄλλην ἀπαντῶντα, ἐς τόδε τὸ μέρος συναγαγεῖντε καὶ ἐπιδραμεῖν, ὡς ἐγένετο.
92Μιθριδάτης ὅτε πρῶτον Ῥωμαίοις ἐπολέμει καὶ τῆς Ἀσίας ἐκράτει, Σύλλα περὶ τὴν Ἑλλάδα πονουμένου, ἡγούμενος οὐκ ἐς πολὺ καθέξειν τῆς Ἀσίας, τάτε ἄλλα, ὥς μοι προείρηται, πάντα ἐλυμαίνετο, καὶ ἐς τὴν θάλασσαν πειρατὰς καθῆκεν, οἳ τὸ μὲν πρῶτον ὀλίγοις σκάφεσι καὶ μικροῖς οἷα λῃσταὶ περιπλέοντες ἐλύπουν, ὡς δὲ ὁ πόλεμος ἐμηκύνετο, πλέονες ἐγίγνοντο καὶ ναυσὶ μεγάλαις ἐπέπλεον. γευσάμενοι δὲ κερδῶν μεγάλων, οὐ δ’ἡττωμένου καὶ σπενδομένου τοῦ Μιθριδάτου καὶ ἀναχωροῦντος ἔτι ἐπαύοντο · οἱ γὰρ βίου καὶ πατρίδων διὰ τὸν πόλεμον ἀφῃρημένοι, καὶ ἐς ἀπορίαν ἐμπεσόντες ἀθρόαν, ἀντὶ τῆς γῆς ἐκαρποῦντο τὴν θάλασσαν, μυοπάρωσι πρῶτον καὶ ἡμιολίαις, εἶτα δικρότοις καὶ τριήρεσι κατὰ μέρη περιπλέοντες, ἡγουμένων λῃστάρχων οἷα πολέμου στρατηγῶν. ἔςτε ἀτειχίστους πόλεις ἐμπίπτοντες, καὶ ἑτέρων τὰ τείχη διορύττοντες ἢ κόπτοντες ἢ πολιορκίᾳ λαμβάνοντες, ἐσύλων · καὶ τοὺς ἄνδρας, οἷς τι πλέον εἴη, ἐς ναυλοχίαν ἐπὶ λύτροις ἀπῆγον. καὶ τάδε τὰ λήμματα, ἀδοξοῦντες ἤδη τὸ τῶν λῃστῶν ὄνομα, μισθοὺς ἐκάλουν στρατιωτικούς. χειροτέχναςτε εἶχον ἐπ’ἔργοις δεδεμένους, καὶ ὕλην ξύλου καὶ χαλκοῦ καὶ σιδήρου συμφέροντες οὔποτε ἐπαύοντο · ἐπαιρόμενοι γὰρ ὑπὸ τοῦ κέρδους, καὶ τὸ λῃστεύειν οὐκ ἐγνωκότες ἔτι μεθεῖναι, βασιλεῦσι δ’ἤδη καὶ τυράννοις ἢ στρατοπέδοις μεγάλοις ἑαυτοὺς ὁμοιοῦντες, καὶ νομίζοντες, ὅτε συνέλθοιεν ἐς τὸ αὐτὸ πάντες, ἄμαχοι γενήσεσθαι, ναῦςτε καὶ ὅπλα πάντα ἐτεκταίνοντο, μάλιστα περὶ τὴν τραχεῖαν λεγομένην Κιλικίαν, ἣν κοινὸν σφῶν ὕφορμον ἢ στρατόπεδον ἐτίθεντο εἶναι, φρούρια μὲν καὶ ἄκρας καὶ νήσους ἐρήμους καὶ ναυλοχίας ἔχοντες πολλαχοῦ, κυριωτάτας δὲ ἀφέσεις ἡγούμενοι τὰς περὶ τήνδε τὴν Κιλικίαν, τραχεῖάντε καὶ ἀλίμενον οὖσαν καὶ κορυφαῖς μεγάλαις ἐξέχουσαν. ὅθεν δὴ καὶ πάντες ὀνόματι κοινῷ Κίλικες ἐκαλοῦντο, ἀρξαμένου μὲν ἴσως τοῦ κακοῦ παρὰ τῶν Τραχεωτῶν Κιλίκων, συνεπιλαβόντων δὲ Σύρωντε καὶ Κυπρίων καὶ Παμφύλων καὶ τῶν Ποντικῶν καὶ σχεδὸν ἁπάντων τῶν ἑῴων ἐθνῶν οἳ πολλοῦ καὶ χρονίου σφίσιν ὄντος τοῦ Μιθριδατείου πολέμου δρᾶν τι μᾶλλον ἢ πάσχειν αἱρούμενοι τὴν θάλασσαν ἀντὶ τῆς γῆς ἐπελέγοντο, ὥστε πολλαὶ τάχιστα αὐτῶν μυριάδες ἦσαν, καὶ οὐ μόνης ἔτι τῆς ἑῴας θαλάσσης ἐκράτουν, ἀλλὰ καὶ τῆς ἐντὸς Ἡρακλείων στηλῶν ἁπάσης ·
93καὶ γάρ τινας ἤδη Ῥωμαίων στρατηγοὺς ναυμαχίᾳ ἐνενικήκεσαν, ἄλλουςτε καὶ τὸν τῆς Σικελίας περὶ αὐτῇ Σικελίᾳ. ἄπλωτάτε ἤδη πάντα ἦν, καὶ ἡ γῆ τῶν ἔργων ἐνδεὴς διὰ τὴν ἀνεπιμιξίαν. ἥτε πόλις ἡ Ῥωμαίων ᾔσθετο μάλιστα τοῦ κακοῦ, τῶντε ὑπηκόων σφίσι καμνόντων, καὶ αὐτοὶ διὰ πλῆθος ἴδιον ἐπιπόνως λιμώττοντες. τὸ δ’ἔργον αὐτοῖς ἐφαίνετο μέγα καὶ δυσχερές, ἐξελεῖν τοσάδε στρατόπεδα ἀνδρῶν ναυτικῶν, μεμερισμένα μὲν ἐς πᾶσαν ἐν κύκλῳ γῆν καὶ θάλασσαν, κοῦφα δὲ ταῖς κατασκευαῖς ἐς τὸ ὑποφεύγειν, οὐκ ἐκ πατρίδων ἢ φανερᾶς χώρας ὁρμώμενα, οὐ δ’οἰκεῖον οὐδὲν ἢ ἴδιον ἀλλ’ἀεὶ τὸ προστυχὸν ἔχοντα. ὥστε πολὺς ὢν ὁ τοῦδε τοῦ πολέμου παράλογος, ἔννομον οὐδὲν ἔχοντος οὐ δὲ βέβαιον οὐ δὲ φανερόν, ἀμηχανίαν ὁμοῦ καὶ φόβον εἰργάζετο. Μουρήναςτε ἐγχειρήσας αὐτοῖς οὐδὲν ἐξείργαστο μέγα. ἀλλ’οὐ δὲ Σερουίλιος Ἰσαυρικὸς ἐπὶ τῷ Μουρήνᾳ, ἀλλ’ἤδη καὶ τῆς γῆς τῆς Ἰταλικῆς τοῖς παραλίοις, ἀμφίτε τὸ Βρεντέσιον καὶ τὴν Τυρρηνίαν, ἐπέβαινον οἱ λῃσταὶ σὺν καταφρονήσει, καὶ γύναια παροδεύοντα τῶν εὐπατριδῶν καὶ δύο στρατηγοὺς αὐτοῖς σημείοις συνηρπάκεσαν.
94ὧν οὔτε τὴν βλάβην οὔτε τὴν αἰσχύνην ἔτι φέροντες οἱ Ῥωμαῖοι τὸν τότε σφῶν ἐπὶ δόξης ὄντα μεγίστης Γναῖον Πομπήιον αἱροῦνται νόμῳ στρατηγὸν ἐπὶ τριετὲς αὐτοκράτορα εἶναι θαλάσσηςτε ἁπάσης ἣ στηλῶν Ἡρακλείων ἐντός ἐστι, καὶ γῆς ἀπὸ θαλάσσης ἐπὶ σταδίους τετρακοσίους ἄνω. βασιλεῦσίτε καὶ δυνάσταις καὶ ἔθνεσι καὶ πόλεσι πάσαις ἐπέστελλον ἐς πάντα συλλαμβάνειν τῷ Πομπηίῳ, καὶ αὐτῷ στρατιὰν καταλέγειν ἔδοσαν καὶ χρήματα ἀγείρειν. συνέπεμψαν δὲ καὶ παρὰ σφῶν στρατὸν πολὺν ἐκ καταλόγου, καὶ ναῦς ὅσας εἶχον, καὶ χρημάτων ἐς ἑξακισχίλια τάλαντα Ἀττικά. οὕτω μέγα καὶ δυσεργὲς ἡγοῦντο εἶναι τοσῶνδε κρατῆσαι στρατοπέδων, ἐν τοσῇδε θαλάσσῃ καὶ μυχοῖς τοσοῖσδε διαλανθανόντωντε εὐμαρῶς καὶ ὑποχωρούντων ῥᾳδίως καὶ ἐμπιπτόντων αὖθις ἀφανῶς. ἀνήρτε οὐδείς πω πρὸ τοῦ Πομπηίου ἐπὶ τοσήνδε ἀρχὴν αἱρεθεὶς ὑπὸ Ῥωμαίων ἐξέπλευσεν, ᾧ στρατιὰ μὲν αὐτίκα ἦν ἐν δώδεκα μυριάσι πεζῶν καὶ ἱππεῖς τετρακισχίλιοι, νῆες δὲ σὺν ἡμιολίαις ἑβδομήκοντα καὶ διακόσιαι, ὑπηρέται δ’ἀπὸ τῆς βουλῆς, οὓς καλοῦσι πρεσβευτάς, πέντε καὶ εἴκοσιν · οἷς ὁ Πομπήιος ἐπιδιῄρει τὴν θάλασσαν, καὶ ναῦς ἐδίδου καὶ ἱππέας ἑκάστῳ καὶ στρατὸν πεζόν, καὶ στρατηγίας σημεῖα περικεῖσθαι, ἵν’αὐτοκράτωρ ἐντελὴς οὗ πιστεύοιτο μέρους ἕκαστος ὑπάρχοι, αὐτὸς δ’, οἷα δὴ βασιλεὺς βασιλέων, αὐτοὺς περιθέοι καὶ ἐφορῴη μένοντας ἐφ’ὧν ἐτάχθησαν, μη δὲ μεταδιώκων τοὺς λῃστὰς περιφέροιτο ἐξ ἔργων ἀτελῶν ἔτι ὄντων ἐς ἕτερα, ἀλλ’εἶεν οἱ πανταχόθεν αὐτοῖς ἀπαντῶντέςτε καὶ τὰς ἐς ἀλλήλους διαδρομὰς ἀποκλείοντες.
95οὕτω διαθεὶς ὁ Πομπήιος ἅπαντα, ἐπέστησεν Ἰβηρίᾳ μὲν καὶ ταῖς Ἡρακλείοις στήλαις Τιβέριον Νέρωνα καὶ Μάλλιον Τορκουᾶτον, ἀμφὶ δὲ τὴν Λιγυστικήντε καὶ Κελτικὴν θάλασσαν Μᾶρκον Πομπώνιον, Λιβύῃ δὲ καὶ Σαρδόνι καὶ Κύρνῳ, καὶ ὅσαι πλησίον νῆσοι, Λέντλοντε Μαρκελλῖνον καὶ Πόπλιον Ἀτίλιον, περὶ δὲ αὐτὴν Ἰταλίαν Λεύκιον Γέλλιον καὶ Γναῖον Λέντλον. Σικελίαν δὲ καὶ τὸν Ἰόνιον ἐφύλασσον αὐτῷ Πλώτιόςτε Οὐᾶρος καὶ Τερέντιος Οὐάρρων μέχρι Ἀκαρνανίας, Πελοπόννησον δὲ καὶ τὴν Ἀττικήν, ἔτι δ’Εὔβοιαν καὶ Θεσσαλίαν καὶ Μακεδονίαν καὶ Βοιωτίαν Λεύκιος Σισιννᾶς, τὰς δὲ νήσους καὶ τὸ Αἰγαῖον ἅπαν καὶ τὸν Ἑλλήσποντον ἐπ’ἐκείνῳ Λεύκιος Λόλλιος, Βιθυνίαν δὲ καὶ Θρᾴκην καὶ τὴν Προποντίδα καὶ τὸ τοῦ Πόντου στόμα Πούπλιος Πείσων, Λυκίαν δὲ καὶ Παμφυλίαν καὶ Κύπρον καὶ Φοινίκην Μέτελλος Νέπως. ὧδε μὲν αὐτῷ διετετάχατο οἱ στρατηγοὶ ἐπιχειρεῖντε καὶ ἀμύνεσθαι, καὶ φυλάσσειν τὰ τεταγμένα, καὶ τοὺς παρ’ἀλλήλων ἐκφεύγοντας ὑπολαμβάνειν, ἵνα μὴ διώκοντες ἀφίσταιντο μακράν, μη δὲ ὡς ἐν δρόμῳ περιφέροιντο, καὶ χρόνιον εἴη τὸ ἔργον, αὐτὸς δ’ἅπαντας ἐπέπλει. καὶ τὰ ἐς δύσιν πρῶτα ἡμέραις τεσσαράκοντα ἐπιδὼν ἐς Ῥώμην παρῆλθεν. ὅθεν ἐς Βρεντέσιον, καὶ ἐκ Βρεντεσίου τοσῷδε διαστήματι τὴν ἕω περιπλεύσας, ἐξέπληξεν ἅπαντας τάχειτε ἐπίπλου καὶ μεγέθει παρασκευῆς καὶ φόβῳ δόξης, ὥστε τοὺς λῃστὰς ἐλπίσαντας αὐτῷ προεπιχειρήσειν, ἢ οὐκ εὐμαρές γε τὸ κατὰ σφῶν ἔργον ἀποδείξειν, δείσαντας εὐθὺς τῶντε πόλεων ἃς ἐπολιόρκουν ἐξαναχθῆναι, καὶ ἐς τὰς συνήθεις ἄκρας καὶ ναυλοχίας ὑποφεύγειν, καὶ Πομπηίῳ τὴν μὲν θάλασσαν αὐτίκα ἀμαχὶ κεκαθάρθαι, τοὺς δὲ λῃστὰς ὑπὸ τῶν στρατηγῶν ἁλίσκεσθαι πανταχοῦ κατὰ μέρη.
96αὐτὸς δὲ ἐς Κιλικίαν ἠπείγετο μετὰ ποικίλου στρατοῦ καὶ μηχανημάτων πολλῶν, ἐλπίσας παντοίας μάχης καὶ πολιορκίας αὐτῷ δεήσειν ἐπὶ ἄκρας ἀποκρήμνους. οὐδενὸς δὲ ἐδέησε · τὸ γὰρ κλέος αὐτοῦ καὶ τὴν παρασκευὴν οἱ λῃσταὶ καταπλαγέντες, καὶ ἐλπίσαντες, εἰ μὴ διὰ μάχης ἔλθοιεν, τεύξεσθαι φιλανθρώπου, πρῶτοι μὲν οἳ Κράγον καὶ Ἀντίκραγον εἶχον, φρούρια μέγιστα, μετὰ δ’ἐκείνους οἱ ὄρειοι Κίλικες καὶ ἐφεξῆς ἅπαντες ἑαυτοὺς ἐνεχείρισαν, ὅπλατε ὁμοῦ πολλά, τὰ μὲν ἕτοιμα τὰ δὲ χαλκευόμενα, παρέδωκαν, καὶ ναῦς τὰς μὲν ἔτι πηγνυμένας τὰς δ’ἤδη πλεούσας, χαλκόντε καὶ σίδηρον ἐς ταῦτα συνενηνεγμένον καὶ ὀθόνας καὶ κάλως καὶ ὕλην ποικίλην, αἰχμαλώτωντε πλῆθος, τῶν μὲν ἐπὶ λύτροις τῶν δὲ ἐπὶ ἔργοις δεδεμένων. ὧν ὁ Πομπήιος τὴν μὲν ὕλην ἐνέπρησε, τὰς δὲ ναῦς ἀπήγαγε, τοὺς δ’αἰχμαλώτους ἐς τὰς πατρίδας ἀφῆκε · καὶ πολλοὶ κενοτάφια σφῶν κατέλαβον ὡς ἐπὶ νεκροῖς γενόμενα. τοὺς δὲ πειρατὰς οἳ μάλιστα ἐδόκουν οὐχ ὑπὸ μοχθηρίας ἀλλ’ἀπορίᾳ βίου διὰ τὸν πόλεμον ἐπὶ ταῦτα ἐλθεῖν, ἐς Μαλλὸν καὶ Ἄδανα καὶ Ἐπιφάνειαν, ἢ εἴ τι ἄλλο πόλισμα ἔρημον ἢ ὀλιγάνθρωπον ἦν τῆσδε τῆς τραχείας Κιλικίας, συνῴκιζε · τοὺς δέ τινας αὐτῶν καὶ ἐς Δύμην τῆς Ἀχαΐας ἐξέπεμπεν. ὧδε μὲν ὁ λῃστρικὸς πόλεμος, χαλεπώτατος ἔσεσθαι νομισθείς, ὀλιγήμερος ἐγένετο τῷ Πομπηίῳ · καὶ ναῦς ἔλαβε τὰς μὲν ἁλούσας μίαν καὶ ἑβδομήκοντα, τὰς δὲ ὑπ’αὐτῶν παραδοθείσας ἓξ καὶ τριακοσίας, πόλεις δὲ καὶ φρούρια καὶ ὁρμητήρια ἄλλα αὐτῶν ἐς εἴκοσι καὶ ἑκατόν. λῃσταὶ δ’ἀνῃρέθησαν ἐν ταῖς μάχαις ἀμφὶ τοὺς μυρίους.