Strabo

Geography, 8

8.1

8.1.1ἐπεὶ δ’ἐπιόντες ἀπὸ τῶν ἑσπερίων τῆς Εὐρώπης μερῶν, ὅσα τῇ θαλάττῃ περιέχεται τῇ ἐντὸς καὶ τῇ ἐκτός, τάτε βάρβαρα ἔθνη περιωδεύσαμεν πάντα ἐν αὐτῇ μέχρι τοῦ Τανάιδος καὶ τῆς Ἑλλάδος οὐ πολὺ μέρος, ἀποδώσομεν νυνὶ τὰ λοιπὰ τῆς Ἑλλαδικῆς γεωγραφίας, ἅπερ Ὅμηρος μὲν πρῶτος, ἔπειτα καὶ ἄλλοι πλείους ἐπραγματεύσαντο, οἱ μὲν ἰδίᾳ λιμένας περίπλους περιόδους γῆς τι τοιοῦτον ἄλλο ἐπιγράψαντες, ἐν οἷς καὶ τὰ Ἑλλαδικὰ περιέχεται, οἱ δ’ἐν τῇ κοινῇ τῆς ἱστορίας γραφῇ χωρὶς ἀποδείξαντες τὴν τῶν ἠπείρων τοπογραφίαν, καθάπερ Ἔφορόςτε ἐποίησε καὶ Πολύβιος · ἄλλοι δ’εἰς τὸν φυσικὸν τόπον καὶ τὸν μαθηματικὸν προσέλαβόν τινα καὶ τῶν τοιούτων, καθάπερ Ποσειδώνιόςτε καὶ Ἵππαρχος. τὰ μὲν οὖν τῶν ἄλλων εὐδιαίτητά ἐστι, τὰ δ’Ὁμήρου σκέψεως δεῖται κριτικῆς, ποιητικῶςτε λέγοντος καὶ οὐ τὰ νῦν ἀλλὰ τὰ ἀρχαῖα, ὧν χρόνος ἠμαύρωκε τὰ πολλά. ὡς δ’οὖν δυνατὸν ἐγχειρητέον ἀρξαμένοις ἀφ’ὧνπερ ἀπελίπομεν · ἐτελεύτα δ’ἡμῖν λόγος ἀπὸ μὲν τῆς ἑσπέρας καὶ τῶν ἄρκτων εἰς τὰ Ἠπειρωτικὰ ἔθνη καὶ τὰ τῶν Ἰλλυριῶν, ἀπὸ δὲ τῆς ἕω εἰς τὰ τῶν Μακεδόνων μέχρι Βυζαντίου. μετὰ μὲν οὖν τοὺς Ἠπειρώτας καὶ τοὺς Ἰλλυριοὺς τῶν Ἑλλήνων Ἀκαρνᾶνές εἰσι καὶ Αἰτωλοὶ καὶ Λοκροὶ οἱ Ὀζόλαι · πρὸς δὲ τούτοις Φωκεῖςτε καὶ Βοιωτοί · τούτοις δ’ἀντίπορθμός ἐστιν Πελοπόννησος, ἀπολαμβάνουσα μεταξὺ τὸν Κορινθιακὸν κόλπον καὶ σχηματίζουσάτε τοῦτον καὶ σχηματιζομένη ὑπ’αὐτοῦ · μετὰ δὲ Μακεδονίαν Θετταλοὶ μέχρι Μαλιέων καὶ τῶν ἄλλων τῶν ἐκτὸς Ἰσθμοῦ καὶ αὐτῶν τῶν ἐντός.

8.1.2Ἑλλάδος μὲν οὖν πολλὰ ἔθνη γεγένηται, τὰ δ’ἀνωτάτω τοσαῦτα ὅσας καὶ διαλέκτους παρειλήφαμεν τὰς Ἑλληνίδας · τούτων δ’αὐτῶν τεττάρων οὐσῶν τὴν μὲν Ἰάδα τῇ παλαιᾷ Ἀτθίδι τὴν αὐτὴν φαμέν (καὶ γὰρ Ἴωνες ἐκαλοῦντο οἱ τότε Ἀττικοί, καὶ ἐκεῖθέν εἰσιν οἱ τὴν Ἀσίαν ἐποικήσαντες Ἴωνες καὶ χρησάμενοι τῇ νῦν λεγομένῃ γλώττῃ Ἰάδι), τὴν δὲ Δωρίδα τῇ Αἰολίδι · πάντες γὰρ οἱ ἐκτὸς Ἰσθμοῦ πλὴν Ἀθηναίων καὶ Μεγαρέων καὶ τῶν περὶ τὸν Παρνασσὸν Δωριέων καὶ νῦν ἔτι Αἰολεῖς καλοῦνται · καὶ τοὺς Δωριέας δὲ ὀλίγους ὄντας καὶ τραχυτάτην οἰκοῦντας χώραν εἰκός ἐστι τῷ ἀνεπιμίκτῳ παρατρέψαι τὴν γλῶτταν καὶ τὰ ἄλλα ἔθη πρὸς τὸ μὴ ὁμογενές, ὁμογενεῖς πρότερον ὄντας. τοῦτο δ’αὐτὸ καὶ τοῖς Ἀθηναίοις συνέβη, λεπτόγεώντε καὶ τραχεῖαν οἰκοῦντας χώραν ἀπορθήτους μεῖναι διὰ τοῦτο καὶ αὐτόχθονας νομισθῆναι φησὶν Θουκυδίδης, κατέχοντας τὴν αὐτὴν ἀεί, μηδενὸς ἐξελαύνοντος αὐτοὺς μη δ’ἐπιθυμοῦντος ἔχειν τὴν ἐκείνων · τοῦτο τοίνυν αὐτὸ καὶ τοῦ ἑτερογλώττου καὶ τοῦ ἑτεροεθοῦς αἴτιον, ὡς εἰκός, ὑπῆρξε καίπερ ὀλίγοις οὖσιν. οὕτω δὲ τοῦ Αἰολικοῦ πλήθους ἐπικρατοῦντος ἐν τοῖς ἐκτὸς Ἰσθμοῦ, καὶ οἱ ἐντὸς Αἰολεῖς πρότερον ἦσαν, εἶτ’ἐμίχθησαν, Ἰώνων μὲν ἐκ τῆς Ἀττικῆς τὸν Αἰγιαλὸν κατασχόντων, τῶν δ’Ἡρακλειδῶν τοὺς Δωριέας καταγαγόντων, ὑφ’ὧν τάτε Μέγαρα ᾠκίσθη καὶ πολλαὶ τῶν ἐν τῇ Πελοποννήσῳ πόλεων. οἱ μὲν οὖν Ἴωνες ἐξέπεσον πάλιν ταχέως ὑπὸ Ἀχαιῶν, Αἰολικοῦ ἔθνους · ἐλείφθη δ’ἐν τῇ Πελοποννήσῳ τὰ δύο ἔθνη, τότε Αἰολικὸν καὶ τὸ Δωρικόν. ὅσοι μὲν οὖν ἧττον τοῖς Δωριεῦσιν ἐπεπλέκοντο (καθάπερ συνέβη τοῖςτε Ἀρκάσι καὶ τοῖς Ἠλείοις, τοῖς μὲν ὀρεινοῖς τελέως οὖσι καὶ οὐκ ἐμπεπτωκόσιν εἰς τὸν κλῆρον, τοῖς δ’ἱεροῖς νομισθεῖσι τοῦ Ὀλυμπίου Διὸς καὶ καθ’αὑτοὺς εἰρήνην ἄγουσι πολὺν χρόνον, ἄλλωςτε καὶ τοῦ Αἰολικοῦ γένους οὖσι καὶ δεδεγμένοις τὴν Ὀξύλῳ συγκατελθοῦσαν στρατιὰν περὶ τὴν τῶν Ἡρακλειδῶν κάθοδον), οὗτοι αἰολιστὶ διελέχθησαν, οἱ δ’ἄλλοι μικτῇ τινι ἐχρήσαντο ἐξ ἀμφοῖν, οἱ μὲν μᾶλλον οἱ δ’ἧττον αἰολίζοντες · σχεδὸν δέ τι καὶ νῦν κατὰ πόλεις ἄλλοι ἄλλως διαλέγονται, δοκοῦσι δὲ δωρίζειν ἅπαντες διὰ τὴν συμβᾶσαν ἐπικράτειαν. τοσαῦτα μὲν οὖν τὰ τῶν Ἑλλήνων ἔθνη καὶ οὕτως, ὡς τύπῳ εἰπεῖν, ἀφωρισμένα. λέγωμεν δὴ διαλαβόντες ὃν χρὴ τρόπον τῇ τάξει περὶ αὐτῶν.

8.1.3Ἔφορος μὲν οὖν ἀρχὴν εἶναι τῆς Ἑλλάδος τὴν Ἀκαρνανίαν φησὶν ἀπὸ τῶν ἑσπερίων μερῶν · ταύτην γὰρ συνάπτειν πρώτην τοῖς Ἠπειρωτικοῖς ἔθνεσιν. ἀλλ’ὥσπερ οὗτος τῇ παραλίᾳ μέτρῳ χρώμενος ἐντεῦθεν ποιεῖται τὴν ἀρχήν, ἡγεμονικόν τι τὴν θάλατταν κρίνων πρὸς τὰς τοπογραφίας, ἐπεὶ ἄλλως γ’ἐνεχώρει κατὰ τὴν Μακεδόνων καὶ Θετταλῶν τὴν ἀρχὴν ἀποφαίνεσθαι τῆς Ἑλλάδος · οὕτω καὶ ἡμῖν προσήκει ἀκολουθοῦσι τῇ φύσει τῶν τόπων σύμβουλον ποιεῖσθαι τὴν θάλατταν. αὕτη δ’ἐκ τοῦ Σικελικοῦ πελάγους προσπεσοῦσα τῇ μὲν ἀναχεῖται πρὸς τὸν Κορινθιακὸν κόλπον, τῇ δ’ἀποτελεῖ χερρόνησον μεγάλην τὴν Πελοπόννησον, ἰσθμῷ στενῷ κλειομένην. ἔστι δὲ τὰ δύο μέγιστα συστήματα τῆς Ἑλλάδος τότε ἐντὸς Ἰσθμοῦ καὶ τὸ ἐκτὸς μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ · ἔστι δὲ καὶ μεῖζον καὶ ἐπιφανέστερον τὸ ἐντὸς Ἰσθμοῦ · σχεδὸν δέ τι καὶ ἀκρόπολίς ἐστιν Πελοπόννησος τῆς συμπάσης Ἑλλάδος […] χωρὶς γὰρ τῆς λαμπρότητος καὶ δυνάμεως τῶν ἐνοικησάντων ἐθνῶν αὐτὴ τῶν τόπων θέσις ὑπογράφει τὴν ἡγεμονίαν ταύτην, κόλποιςτε καὶ ἄκραις πολλαῖς καὶ τοῖς σημειωδεστάτοις, χερρονήσοις μεγάλαις, διαπεποικιλμένη, ὧν ἐκ διαδοχῆς ἑτέρα τὴν ἑτέραν ἔχει. ἔστι δὲ πρώτη μὲν τῶν χερρονήσων Πελοπόννησος, ἰσθμῷ κλειομένη τετταράκοντα σταδίων. δευτέρα δὲ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμός ἐστιν ἐκ Παγῶν τῶν Μεγαρικῶν εἰς Νίσαιαν, τὸ Μεγαρέων ἐπίνειον, ὑπερβολῇ σταδίων ἑκατὸν εἴκοσιν ἀπὸ θαλάττης ἐπὶ θάλατταν. τρίτη δ’ καὶ ταύτην περιέχουσα, ἧς ἰσθμὸς ἀπὸ τοῦ μυχοῦ τοῦ Κρισαίου κόλπου μέχρι Θερμοπυλῶν · δ’ἐπινοουμένη εὐθεῖα γραμμὴ ὅσον πεντακοσίων ὀκτὼ σταδίων τὴν μὲν Βοιωτίαν ἅπασαν ἐντὸς ἀπολαμβάνουσα, τὴν δὲ Φωκίδα τέμνουσα λοξὴν καὶ τοὺς Ἐπικνημιδίους. τετάρτη δὲ ἀπὸ τοῦ Ἀμβρακικοῦ κόλπου διὰ τῆς Οἴτης καὶ τῆς Τραχινίας εἰς τὸν Μαλιακὸν κόλπον καθήκοντα ἔχουσα τὸν ἰσθμὸν καὶ τὰς Θερμοπύλας, ὅσον ὀκτακοσίων ὄντα σταδίων · πλειόνων δ’ χιλίων ἄλλος ἐστὶν ἀπὸ τοῦ αὐτοῦ κόλπου τοῦ Ἀμβρακικοῦ διὰ Θετταλῶν καὶ Μακεδόνων εἰς τὸν Θερμαῖον διήκων μυχόν. ὑπαγορεύει δή τινα τάξιν οὐ φαύλην τῶν χερρονήσων διαδοχή · δεῖ δ’ἀπὸ τῆς ἐλαχίστης ἄρξασθαι, ἐπιφανεστάτης δέ.

8.2

8.2.1ἔστι τοίνυν Πελοπόννησος ἐοικυῖα φύλλῳ πλατάνου τὸ σχῆμα, ἴση σχεδόν τι κατὰ μῆκος καὶ κατὰ πλάτος ὅσον χιλίων καὶ τετρακοσίων σταδίων, τὸ μὲν ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὴν ἕω, τοῦτο δ’ἐστὶ τὸ ἀπὸ τοῦ Χελωνάτα δι’Ὀλυμπίας καὶ τῆς Μεγαλοπολίτιδος ἐπὶ Ἰσθμόν · τὸ δ’ἀπὸ τοῦ νότου πρὸς τὴν ἄρκτον, ἐστι τὸ ἀπὸ Μαλεῶν δι’Ἀρκαδίας εἰς Αἴγιον · δὲ περίμετρος μὴ κατακολπίζοντι τετρακισχιλίων σταδίων, ὡς Πολύβιος · Ἀρτεμίδωρος δὲ καὶ τετρακοσίους προστίθησι · κατακολπίζοντι δὲ πλείους τῶν ἑξακοσίων ἐπὶ τοῖς πεντακισχιλίοις. δ’Ἰσθμὸς κατὰ τὸν δίολκον, δι’οὗ τὰ πορθμεῖα ὑπερνεωλκοῦσιν ἀπὸ τῆς ἑτέρας εἰς τὴν ἑτέραν θάλατταν, εἴρηται ὅτι τετταράκοντα σταδίων ἐστίν.

8.2.2ἔχουσι δὲ τῆς χερρονήσου ταύτης τὸ μὲν ἑσπέριον μέρος Ἠλεῖοι καὶ Μεσσήνιοι, κλυζόμενοι τῷ Σικελικῷ πελάγει · προσλαμβάνουσι δὲ καὶ τῆς ἑκατέρωθεν παραλίας, μὲν Ἠλεία πρὸς ἄρκτον ἐπιστρέφουσα καὶ τὴν ἀρχὴν τοῦ Κορινθιακοῦ κόλπου μέχρι ἄκρας Ἀράξου, καθ’ἣν ἀντίπορθμός ἐστιν τε Ἀκαρνανία καὶ αἱ προκείμεναι νῆσοι, Ζάκυνθος καὶ Κεφαλληνία καὶ Ἰθάκη καὶ Ἐχινάδες, ὧν ἐστι καὶ τὸ Δουλίχιον · τῆς δὲ Μεσσηνίας τὸ πλέον ἀνεῳγμένον πρὸς νότον καὶ τὸ Λιβυκὸν πέλαγος μέχρι τῶν καλουμένων Θυρίδων πλησίον Ταινάρου. ἑξῆς δὲ μετὰ μὲν τὴν Ἠλείαν ἐστὶ τὸ τῶν Ἀχαιῶν ἔθνος πρὸς ἄρκτους βλέπον καὶ τῷ Κορινθιακῷ κόλπῳ παρατεῖνον, τελευτᾷ δ’εἰς τὴν Σικυωνίαν · ἐντεῦθεν δὲ Σικυὼν καὶ Κόρινθος ἐκδέχεται μέχρι τοῦ Ἰσθμοῦ · μετὰ δὲ τὴν Μεσσηνίαν Λακωνικὴ καὶ Ἀργεία, μέχρι τοῦ Ἰσθμοῦ καὶ αὕτη. κόλποι δ’εἰσὶν ἐνταῦθα τε Μεσσηνιακὸς καὶ Λακωνικὸς καὶ τρίτος Ἀργολικός, τέταρτος δ’ Ἑρμιονικὸς καὶ Σαρωνικός (οἱ δὲ Σαλαμινιακὸν καλοῦσιν), ὧν τοὺς μὲν Λιβυκὴ τοὺς δ’ Κρητικὴ θάλαττα πληροῖ καὶ τὸ Μυρτῷον πέλαγος · τινὲς δὲ καὶ τὸν Σαρωνικὸν πόρον πέλαγος ὀνομάζουσι. μέση δ’ἐστὶν Ἀρκαδία πᾶσιν ἐπικειμένη καὶ γειτνιῶσα τοῖς ἄλλοις ἔθνεσιν.

8.2.3 δὲ Κορινθιακὸς κόλπος ἄρχεται μὲν ἀπὸ τῶν ἐκβολῶν τοῦ Εὐήνου (τινὲς δέ φασιν τοῦ Ἀχελώου τοῦ ὁρίζοντος Ἀκαρνᾶνας καὶ τοὺς Αἰτωλοὺς) καὶ τοῦ Ἀράξου. ἐνταῦθα γὰρ πρῶτον ἀξιόλογον συναγωγὴν λαμβάνουσι πρὸς ἀλλήλας αἱ ἑκατέρωθεν ἀκταί · προϊοῦσαι δὲ πλέον τελέως συμπίπτουσι κατὰ τὸ Ῥίον καὶ τὸ Ἀντίρριον, ὅσον δὴ πέντε σταδίων ἀπολείπουσαι πορθμόν. ἔστι δὲ τὸ μὲν Ῥίον τῶν Ἀχαιῶν ἁλιτενὴς ἄκρα, δρεπανοειδῆ τινα ἐπιστροφὴν εἰς τὸ ἐντὸς ἔχουσα · καὶ δὴ καὶ καλεῖται Δρέπανον · κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Αἰγίου Ποσειδῶνος ἱερὸν ἔχουσα · τὸ δ’Ἀντίρριον ἐν μεθορίοις τῆς Αἰτωλίας καὶ τῆς Λοκρίδος ἵδρυται, καλοῦσι δὲ Μολύκριον Ῥίον. εἶτ’ἐντεῦθεν διίσταται πάλιν παραλία μετρίως ἑκατέρωθεν, προελθοῦσα δ’εἰς τὸν Κρισαῖον κόλπον ἐνταῦθα τελευτᾷ, κλειομένη τοῖς προσεσπερίοις τῆς Βοιωτίας καὶ τῆς Μεγαρικῆς τέρμοσιν. ἔχει δὲ τὴν περίμετρον Κορινθιακὸς κόλπος ἀπὸ μὲν τοῦ Εὐήνου μέχρι Ἀράξου σταδίων δισχιλίων διακοσίων τριάκοντα · εἰ δ’ἀπὸ τοῦ Ἀχελώου, πλεονάζοι ἂν ἑκατόν που σταδίοις. ἀπὸ μέντοι Ἀχελώου ἐπὶ τὸν Εὔηνον Ἀκαρνᾶνές εἰσιν, εἶθ’ἑξῆς ἐπὶ τὸ Ἀντίρριον Αἰτωλοί, τὸ δὲ λοιπὸν μέχρι Ἰσθμοῦ Φωκέων ἐστὶ καὶ Βοιωτῶν καὶ τῆς Μεγαρίδος, στάδιοι χίλιοι ἑκατὸν εἴκοσι δυεῖν δέοντες · δὲ ἀπὸ τοῦ Ἀντιρρίου μέχρι Ἰσθμοῦ θάλαττα […] Ἀλκυονὶς καλεῖται, μέρος οὖσα τοῦ Κρισαίου κόλπου · Ἰσθμοῦ ἐπὶ τὸν Ἄραξον τριάκοντα ἐπὶ τοῖς. ὡς μὲν δὴ τύπῳ εἰπεῖν τοιαύτη τις καὶ τοσαύτη τῆς Πελοποννήσου θέσις καὶ τῆς ἀντιπόρθμου γῆς μέχρι τοῦ μυχοῦ, τοιοῦτος δὲ καὶ μεταξὺ ἀμφοῖν κόλπος. εἶτα καθ’ἕκαστα ἐροῦμεν, τὴν ἀρχὴν ἀπὸ τῆς Ἠλείας ποιησάμενοι.

8.3

8.3.1νῦν μὲν δὴ πᾶσαν Ἠλείαν ὀνομάζουσι τὴν μεταξὺ Ἀχαιῶντε καὶ Μεσσηνίων παραλίαν, ἀνέχουσαν εἰς τὴν μεσόγαιαν τὴν πρὸς Ἀρκαδίᾳ τῇ κατὰ Φολόην καὶ Ἀζᾶνας καὶ Παρρασίους. τοῦτο δὲ τὸ παλαιὸν εἰς πλείους δυναστείας διῄρητο, εἶτ’εἰς δύο, τήντε τῶν Ἐπειῶν καὶ τὴν ὑπὸ Νέστορι τῷ Νηλέως · καθάπερ καὶ Ὅμηρος εἴρηκε, τὴν μὲν τῶν Ἐπειῶν ὀνομάζων Ἦλιν ἠδὲ παρ’Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί, τὴν δ’ὑπὸ τῷ Νέστορι Πύλον, δι’ἧς τὸν Ἀλφειὸν ῥεῖν φησιν, Ἀλφειοῦ, ὅςτ’εὐρὺ ῥέει Πυλίων διὰ γαίης. Πύλον μὲν οὖν καὶ πόλιν οἶδεν ποιητής οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον. οὐ διὰ τῆς πόλεως δὲ οὐ δὲ παρ’αὐτὴν ῥεῖ Ἀλφειός, ἀλλὰ παρ’αὐτὴν μὲν ἕτερος, ὃν οἱ μὲν Παμισὸν οἱ δὲ Ἄμαθον καλοῦσιν, ἀφ’οὗ καὶ Πύλος Ἠμαθόεις εἰρῆσθαι οὗτος δοκεῖ, διὰ δὲ τῆς χώρας τῆς Πυλίας Ἀλφειός.

8.3.2Ἦλις δὲ νῦν πόλις οὔπω ἔκτιστο καθ’Ὅμηρον, ἀλλ’ χώρα κωμηδὸν ᾠκεῖτο · ἐκαλεῖτο δὲ κοίλη Ἦλις ἀπὸ τοῦ συμβεβηκότος · τοιαύτη γὰρ ἦν πλείστη καὶ ἀρίστη · ὀψὲ δέ ποτε συνῆλθον εἰς τὴν νῦν πόλιν Ἦλιν, μετὰ τὰ Περσικά, ἐκ πολλῶν δήμων. σχεδὸν δὲ καὶ τοὺς ἄλλους τόπους τοὺς κατὰ Πελοπόννησον πλὴν ὀλίγων, οὓς κατέλεξεν ποιητής, οὐ πόλεις ἀλλὰ χώρας νομίζειν, συστήματα δήμων ἔχουσαν ἑκάστην πλείω, ἐξ ὧν ὕστερον αἱ γνωριζόμεναι πόλεις συνῳκίσθησαν, οἷον τῆς Ἀρκαδίας Μαντίνεια μὲν ἐκ πέντε δήμων ὑπ’Ἀργείων συνῳκίσθη, Τεγέα δ’ἐξ ἐννέα, ἐκ τοσούτων δὲ καὶ Ἡραία ὑπὸ Κλεομβρότου ὑπὸ Κλεωνύμου · ὡς δ’αὕτως Αἴγιον ἐξ ἑπτὰ ὀκτὼ δήμων συνεπολίσθη, Πάτραι δὲ ἐξ ἑπτά, Δύμη δὲ ἐξ ὀκτώ · οὕτω δὲ καὶ Ἦλις ἐκ τῶν περιοικίδων συνεπολίσθη · μία τούτων προσκτις […] Ἀγριάδες. ῥεῖ δὲ διὰ τῆς πόλεως Πηνειὸς ποταμὸς παρὰ τὸ γυμνάσιον αὐτῆς · ἔπραξάντε τοῦτο Ἠλεῖοι χρόνοις ὕστερον πολλοῖς τῆς εἰς αὐτοὺς μεταστάσεως τῶν χωρίων τῶν ὑπὸ τῷ Νέστορι.

8.3.3ἦν δὲ ταῦτα τε Πισᾶτις, ἧς Ὀλυμπία μέρος, καὶ Τριφυλία καὶ τῶν Καυκώνων. Τριφύλιοι δ’ἐκλήθησαν ἀπὸ τοῦ συμβεβηκότος, ἀπὸ τοῦ τρία φῦλα συνεληλυθέναι, τότε τῶν ἀπ’ἀρχῆς Ἐπειῶν καὶ τὸ τῶν ἐποικησάντων ὕστερον Μινυῶν καὶ τὸ τῶν ὕστατα ἐπικρατησάντων Ἠλείων · οἱ δ’ἀντὶ τῶν Μινυῶν Ἀρκάδας φασίν, ἀμφισβητήσαντας τῆς χώρας πολλάκις, ἀφ’οὗ καὶ Ἀρκαδικὸς Πύλος ἐκλήθη αὐτὸς καὶ Τριφυλιακός. Ὅμηρος δὲ ταύτην ἅπασαν τὴν χώραν μέχρι Μεσσήνης καλεῖ Πύλον ὁμωνύμως τῇ πόλει. ὅτι δὲ διώριστο κοίλη Ἦλις ἀπὸ τῶν ὑπὸ τῷ Νέστορι τόπων, τῶν νεῶν κατάλογος δηλοῖ τοῖς τῶν ἡγεμόνων καὶ τῶν κατοικιῶν ὀνόμασι. λέγω δὲ ταῦτα συμβάλλων τάτε νῦν καὶ τὰ ὑφ’Ὁμήρου λεγόμενα · ἀνάγκη γὰρ ἀντεξετάζεσθαι ταῦτα ἐκείνοις διὰ τὴν τοῦ ποιητοῦ δόξαν καὶ συντροφίαν πρὸς ἡμᾶς, τότε νομίζοντος ἑκάστου κατορθοῦσθαι τὴν παροῦσαν πρόθεσιν, ὅταν μηδὲν ἀντιπῖπτον τοῖς οὕτω σφόδρα πιστευθεῖσι περὶ τῶν αὐτῶν λόγοις · δεῖ δὴ τάτε ὄντα λέγειν καὶ τὰ τοῦ ποιητοῦ παρατιθέντας ἐφ’ὅσον προσήκει προσσκοπεῖν.

8.3.4ἔστι δέ τις ἄκρα τῆς Ἠλείας πρόσβορρος ἀπὸ ἑξήκοντα Δύμης Ἀχαϊκῆς πόλεως Ἄραξος. ταύτην μὲν οὖν ἀρχὴν τίθεμεν τῆς τῶν Ἠλείων παραλίας · μετὰ δὲ ταύτην ἐστὶν ἐπὶ τὴν ἑσπέραν προϊοῦσι τὸ τῶν Ἠλείων ἐπίνειον Κυλλήνη, ἀνάβασιν ἔχουσα ἐπὶ τὴν νῦν πόλιν ἑκατὸν καὶ εἴκοσι σταδίων. μέμνηται δὲ τῆς Κυλλήνης ταύτης καὶ Ὅμηρος λέγων Ὦτον Κυλλήνιον ἀρχὸν Ἐπειῶν. οὐ γὰρ ἀπὸ τοῦ Ἀρκαδικοῦ ὄρους ὄντα ἔμελλεν ἡγεμόνα τῶν Ἐπειῶν ἀποφῆναι · ἔστι δὲ κώμη μετρία, τὸν Ἀσκληπιὸν ἔχουσα τὸν Κολώτου, θαυμαστὸν ἰδεῖν ξόανον ἐλεφάντινον. μετὰ δὲ Κυλλήνην ἀκρωτήριόν ἐστιν Χελωνάτας, δυσμικώτατον τῆς Πελοποννήσου σημεῖον. πρόκειται δ’αὐτοῦ νησίον καὶ βραχέα ἐν μεθορίοις τῆςτε κοίλης Ἤλιδος Πισατῶν, ὅθεν εἰς Κεφαλληνίαν πλέοντι ε ους στάδιοι ὀγδοήκοντα. αὐτοῦ δέ που καὶ Ἐλίσων Ἔλισα ῥεῖ ποταμὸς ἐν τῇ λεχθείσῃ μεθορίᾳ.

8.3.5μεταξὺ δὲ τοῦ Χελωνάτα καὶ τῆς Κυλλήνης τε Πηνειὸς ἐκδίδωσι ποταμὸς καὶ Σελλήεις ὑπὸ τοῦ ποιητοῦ λεγόμενος, ῥέων ἐκ Φολόης · ἐφ’ Ἐφύρα πόλις, ἑτέρα τῆς Θεσπρωτικῆς καὶ Θετταλικῆς καὶ τῆς Κορίνθου, τετάρτη τις ἐπὶ τῇ ὁδῷ κειμένη τῇ ἐπὶ Λασίωνα, ἤτοι αὐτὴ οὖσα τῇ Βοινώᾳ (τὴν γὰρ Οἰνόην οὕτω καλεῖν εἰώθασιν) πλησίον ἐκείνης, διέχουσα τῆς Ἠλείων πόλεως σταδίους ἑκατὸν εἴκοσιν · ἐξ ἧς τε Τληπολέμου τοῦ Ἡρακλέους δοκεῖ λέγεσθαι μήτηρ τὴν ἄγετ’ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος (ἐκεῖ γὰρ μᾶλλον αἱ τοῦ Ἡρακλέους στρατεῖαι, πρὸς ἐκείναιςτε οὐδεὶς ποταμὸς Σελλήεις), καὶ τοῦ Μέγητος τόν ποτε Φυλεὺς ἤγαγεν ἐξ Ἐφύρης ποταμοῦ ἄπο Σελλήεντος ἐξ ἧς καὶ τὰ φάρμακα τὰ ἀνδροφόνα. εἰς Ἐφύραν γὰρ ἀφῖχθαι φησὶ τὸν Ὀδυσσέα φάρμακον ἀνδροφόνον διζήμενον, ὄφρα οἱ εἴη ἰοὺς χρίεσθαι καὶ τὸν Τηλέμαχον οἱ μνηστῆρες ἠὲ καὶ εἰς Ἐφύρην ἐθέλει πίειραν ἄρουραν ἐλθεῖν, ὄφρ’ἔνθεν θυμοφθόρα φάρμακ’ἐνείκῃ. καὶ γὰρ τὴν Αὐγέου θυγατέρα τοῦ τῶν Ἐπειῶν βασιλέως Νέστωρ ἐν τῇ διηγήσει τοῦ πρὸς αὐτοὺς πολέμου φαρμακίδα εἰσάγει πρῶτος ἐγὼν ἕλον ἄνδρα φήσας Μούλιον αἰχμητήν, γαμβρὸς δ’ἦν Αὐγείαο, πρεσβυτάτην δὲ θύγατρ’εἶχεν, τόσα φάρμακα ᾔδη, ὅσα τρέφει εὐρεῖα χθών. ἔστι δὲ καὶ περὶ Σικυῶνα Σελλήεις ποταμὸς καὶ Ἐφύρα πλησίον κώμη, καὶ ἐν τῇ Ἀγραίᾳ τῆς Αἰτωλίας Ἐφύρα κώμη, οἱ δ’ἀπ’αὐτῆς Ἔφυροι · καὶ ἄλλοι οἱ Περραιβῶν πρὸς Μακεδονία, οἱ Κραννώνιοι, καὶ οἱ Θεσπρωτικοὶ οἱ ἐκ Κιχύρου τῆς πρότερον Ἐφύρας.

8.3.6Ἀπολλόδωρος δὲ διδάσκων ὃν τρόπον ποιητὴς εἴωθε διαστέλλεσθαι τὰς ὁμωνυμίας, οἷον ἐπὶ τοῦ Ὀρχομενοῦ τὸν μὲν Ἀρκαδικὸν πολύμηλον καλῶν τὸν δὲ Βοιωτιακὸν Μινύειον, καὶ Σάμον Θρηικίην συντιθείς μεσσηγύςτε Σάμοιο καὶ Ἴμβρου, ἵνα χωρίσῃ ἀπὸ τῆς Ἰωνικῆς, οὕτω φησὶ καὶ τὴν Θεσπρωτικὴν Ἐφύραν διαστέλλεσθαι τῷτε τηλόθεν καὶ τῷ ποταμοῦ ἄπο Σελλήεντος. ταῦτα δ’οὐχ ὁμολογεῖ τοῖς ὑπὸ τοῦ Σκηψίου Δημητρίου λεγομένοις, παρ’οὗ μεταφέρει τὰ πλεῖστα. ἐκεῖνος γὰρ οὔ φησιν εἶναι Σελλήεντα ἐν Θεσπρωτοῖς ποταμόν, ἀλλ’ἐν τῇ Ἠλείᾳ παρὰ τὴν ἐκεῖ Ἐφύραν, ὡς προείπομεν. τοῦτότε οὖν εἴρηκε σκέψεως δεόμενον καὶ περὶ τῆς Οἰχαλίας ὅτι φησὶν οὐ μιᾶς οὔσης, μίαν εἶναι πόλιν Εὐρύτου Οἰχαλιῆος · δῆλον οὖν ὅτι τὴν Θετταλικήν, ἐφ’ἧς φησιν οἵτ’ἔχον Οἰχαλίην, πόλιν Εὐρύτου Οἰχαλιῆος τίς οὖν ἔστιν ἐξ ἧς ὁρμηθέντα αἱ Μοῦσαι κατὰ Δώριον ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς; εἰ μὲν γὰρ Θετταλική, οὐκ εὖ πάλιν Σκήψιος Ἀρκαδικήν τινα λέγων, ἣν νῦν Ἀνδανίαν καλοῦσιν · εἰ δ’οὗτος εὖ, καὶ Ἀρκαδικὴ πόλις Εὐρύτου εἴρηται, ὥστ’οὐ μία μόνον · ἐκεῖνος δὲ μίαν φησί.

8.3.7μεταξὺ δὲ τοῦ Πηνειοῦ καὶ τῆς Σελλήεντος ἐμβολῆς Πύλος ᾠκεῖτο κατὰ τὸ Σκόλλιον, οὐχ τοῦ Νέστορος πόλις, ἀλλ’ἑτέρα τις, πρὸς τὸν Ἀλφειὸν οὐδέν ἐστι κοινώνημα, οὐ δὲ πρὸς τὸν Παμισόν, εἴτε Ἄμαθον χρὴ καλεῖν. βιάζονται δ’ἔνιοι μνηστευόμενοι τὴν Νέστορος δόξαν καὶ τὴν εὐγένειαν · τριῶν γὰρ Πύλων ἱστορουμένων ἐν Πελοποννήσῳ (καθότι καὶ τὸ ἔπος εἴρηται τουτί ἔστι Πύλος πρὸ Πύλοιο · Πύλος γε μέν ἐστι καὶ ἄλλος )τούτουτε καὶ τοῦ Λεπρεατικοῦ τοῦ ἐν τῇ Τριφυλίᾳ καὶ τῇ Πισάτιδι, τρίτου δὲ τοῦ Μεσσηνιακοῦ τοῦ κατὰ Κορυφάσιον, ἕκαστοι τὸν παρά σφισιν ἠμαθόεντα πειρῶνται δεικνύναι, καὶ τὴν τοῦ Νέστορος πατρίδα τοῦτον ἀποφαίνουσιν. οἱ μὲν οὖν πολλοὶ τῶν νεωτέρων καὶ συγγραφέων καὶ ποιητῶν Μεσσήνιόν φασι τὸν Νέστορα, τῷ σωζομένῳ μέχρι εἰς αὐτοὺς προστιθέμενοι · οἱ δ’Ὁμηρικώτεροι τοῖς ἔπεσιν ἀκολουθοῦντες τοῦτον εἶναί φασι τὸν τοῦ Νέστορος Πύλον, οὗ τὴν χώραν διέξεισιν Ἀλφειός · διέξεισι δὲ τὴν Πισᾶτιν καὶ τὴν Τριφυλίαν. οἱ δ’οὖν ἐκ τῆς κοίλης Ἤλιδος καὶ τοιαύτην φιλοτιμίαν προσετίθεσαν τῷ παρ’αὐτοῖς Πύλῳ, καὶ γνωρίσματα δεικνύντες Γέρηνον τόπον καὶ Γέροντα ποταμὸν καὶ ἄλλον Γεράνιον, εἶτ’ἀπὸ τούτων ἐπιθέτως Γερήνιον εἰρῆσθαι πιστούμενοι τὸν Νέστορα. τοῦτο δὲ ταὐτὸ καὶ οἱ Μεσσήνιοι πεποιήκασι, καὶ πιθανώτεροί γε φαίνονται · μᾶλλον γὰρ γνώριμά φασιν εἶναι τὰ παρ’ἐκείνοις Γέρηνα, συνοικουμένην ποτὲ εὖ. τοιαῦτα μὲν τὰ περὶ τὴν κοίλην Ἦλιν ὑπάρχοντα νυνί.

8.3.8 δὲ ποιητὴς εἰς τέτταρα μέρη διελὼν τήνδε τὴν χώραν, τέτταρας δὲ καὶ τοὺς ἡγεμόνας εἰπών, οὐ σαφῶς εἴρηκεν οἳ δ’ἄρα Βουπράσιόντε καὶ Ἤλιδα δῖαν ἔναιον, ὅσσον ἐφ’Ὑρμίνη καὶ Μύρσινος ἐσχατόωσα πέτρητ’Ὠλενίη καὶ Ἀλείσιον ἐντὸς ἐέργει, τῶν αὖ τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί · πολέες δ’ἔμβαινον Ἐπειοί. τῷ μὲν γὰρ Ἐπειοὺς ἀμφοτέρους προσαγορεύειν τούςτε Βουπρασιεῖς καὶ τοὺς Ἠλείους, Ἠλείους δὲ μηκέτι καλεῖν τοὺς Βουπρασιεῖς, οὐ τὴν Ἠλείαν δόξειεν ἂν εἰς τέτταρα μέρη διαιρεῖν, ἀλλὰ τὴν τῶν Ἐπειῶν, ἣν εἰς δύο μέρη διεῖλε πρότερον · οὐ δ’ἂν μέρος εἴη τῆς Ἤλιδος τὸ Βουπράσιον, ἀλλὰ τῶν Ἐπειῶν μᾶλλον. ὅτι γὰρ Ἐπειοὺς καλεῖ τοὺς Βουπρασίους, δῆλον ὡς ὁπότε κρείοντ’Ἀμαρυγκέα θάπτον Ἐπειοὶ Βουπρασίῳ. πάλιν δὲ τῷ συγκαταριθμεῖσθαι Βουπράσιόντε καὶ Ἤλιδα δῖαν λέγοντα, εἶτ’εἰς τέτταρας διαιρεῖν μερίδας, ὡς ἂν κοινῷ δοκεῖ τῷτε Βουπρασίῳ καὶ τῇ Ἤλιδι αὐτὰς ὑποτάττειν. ἦν δ’, ὡς ἔοικε, κατοικία τῆς Ἠλείας τὸ Βουπράσιον ἀξιόλογος, νῦν οὐκέτ’ἐστίν · δὲ χώρα καλεῖται μόνον οὕτως ἐπὶ τῆς ὁδοῦ τῆς ἐπὶ Δύμην ἐξ Ἤλιδος τῆς νῦν πόλεως. ὑπολάβοι δ’ἄν τις καὶ ὑπεροχήν τινα ἔχειν τότε τὸ Βουπράσιον παρὰ τὴν Ἦλιν, ὥσπερ καὶ οἱ Ἐπειοὶ παρὰ τούτους · ὕστερον δ’ἀντ’Ἐπειῶν Ἠλεῖοι ἐκλήθησαν. καὶ τὸ Βουπράσιον μὲν δὴ μέρος ἦν τῆς Ἤλιδος. ποιητικῷ δέ τινι σχήματι συγκαταλέγειν τὸ μέρος τῷ ὅλῳ φασὶ τὸν Ὅμηρον, ὡς τό ἀν’Ἑλλάδα καὶ μέσον Ἄργος καί ἀν’Ἑλλάδατε Φθίηντε; καὶ Κουρῆτέςτ’ἐμάχοντο καὶ Αἰτωλοί, καὶ οἱ δ’ἐκ Δουλιχίοιο Ἐχινάωνθ’ἱεράων. καὶ γὰρ τὸ Δουλίχιον τῶν Ἐχινάδων. χρῶνται δὲ καὶ οἱ νεώτεροι · Ἱππῶναξ μέν Κυπρίων βέκος φαγοῦσι καὶ Ἀμαθουσίων πυρόν · Κύπριοι γὰρ καὶ οἱ Ἀμαθούσιοι · καὶ Ἀλκμὰν δέ Κύπρον ἱμερτὰν λιποῖσα καὶ Πάφον περιρρύταν καὶ Αἰσχύλος Κύπρου Πάφουτ’ἔχουσα πάντα κλῆρον. εἰ δ’οὐκ εἴρηκεν Ἠλείους τοὺς Βουπρασίους, οὐ δ’ἄλλα πολλὰ τῶν ὄντων, φήσομεν · ἀλλὰ τοῦτ’οὐκ ἔστιν ἀπόδειξις τοῦ μὴ εἶναι, ἀλλὰ τοῦ μὴ εἰπεῖν μόνον.

8.3.9Ἑκαταῖος δ’ Μιλήσιος ἑτέρους λέγει τῶν Ἠλείων τοὺς Ἐπειούς · τῷ γοῦν Ἡρακλεῖ συστρατεῦσαι τοὺς Ἐπειοὺς ἐπὶ Αὐγέαν καὶ συνανελεῖν αὐτῷ τόντε Αὐγέαν καὶ τὴν Ἦλιν · φησὶ δὲ καὶ τὴν Δύμην Ἐπειίδα καὶ Ἀχαιίδα. πολλὰ μὲν οὖν καὶ μὴ ὄντα λέγουσιν οἱ ἀρχαῖοι συγγραφεῖς, συντεθραμμένοι τῷ ψεύδει διὰ τὰς μυθογραφίας · διὰ δὲ τοῦτο καὶ οὐχ ὁμολογοῦσι πρὸς ἀλλήλους περὶ τῶν αὐτῶν. οὐ μέντοι ἄπιστον οὐ δ’εἴ ποτε διάφοροι τοῖς Ἠλείοις ὄντες οἱ Ἐπειοὶ καὶ ἑτεροεθνεῖς εἰς ταὐτὸ συνήρχοντο κατ’ἐπικράτειαν, καὶ κοινὴν ἔνεμον τὴν πολιτείαν · ἐπεκράτουν δὲ καὶ μέχρι Δύμης. μὲν γὰρ ποιητὴς οὐκ ὠνόμακε τὴν Δύμην, οὐκ ἀπεικὸς δ’ἐστὶ τότε μὲν αὐτὴν ὑπὸ τοῖς Ἐπειοῖς ὑπάρξαι, ὕστερον δὲ τοῖς Ἴωσιν, μη δ’ἐκείνοις ἀλλὰ τοῖς τὴν ἐκείνων χώραν κατασχοῦσιν Ἀχαιοῖς · τῶν δὲ τεττάρων μερίδων, ὧν ἐντός ἐστι καὶ τὸ Βουπράσιον, μὲν Ὑρμίνη καὶ Μύρσινος τῆς Ἠλείας ἐστίν, αἱ λοιπαὶ δὲ ἐπὶ τῶν ὅρων ἤδη τῆς Πισάτιδος, ὡς οἴονταί τινες.

8.3.10Ὑρμίνη μὲν οὖν πολίχνιον ἦν, νῦν δ’οὐκ ἔστιν · ἀλλ’ἀκρωτήριον πλησίον Κυλλήνης ὀρεινόν ἐστι, καλούμενον Ὅρμινα Ὕρμινα · Μύρσινος δὲ τὸ νῦν Μυρτούντιον, ἐπὶ θάλατταν καθήκουσα κατὰ τὴν ἐκ Δύμης εἰς Ἦλιν ὁδὸν κατοικία, στάδια τῆς Ἠλείων πόλεως διέχουσα ἑβδομήκοντα. πέτρην δ’Ὠλενίην εἰκάζουσι τὴν νῦν Σκόλλιν · ἀνάγκη γὰρ εἰκότα λέγειν, καὶ τῶν τόπων καὶ τῶν ὀνομάτων μεταβεβλημένων, ἐκείνουτε μὴ σφόδρα ἐπὶ πολλῶν σαφηνίζοντος · ἔστι δ’ὄρος πετρῶδες κοινὸν Δυμαίωντε καὶ Τριταιέων καὶ Ἠλείων, ἐχόμενον ἑτέρου τινὸς Ἀρκαδικοῦ ὄρους Λαμπείας, τῆς Ἤλιδος μὲν διέστηκεν ἑκ τριάκοντα σταδίους, Τριταίας δὲ ἑκατόν, τοὺς ἴσους, Ἀχαϊκῶν πόλεων. τὸ δ’Ἀλείσιον ἔστι τὸ νῦν Ἀλεσιαῖον, χώρα περὶ τὴν Ἀμφιδολίδα, ἐν καὶ κατὰ μῆνα ἀγορὰν συνάγουσιν οἱ περίοικοι · κεῖται δὲ ἐπὶ τῆς ὀρεινῆς ὁδοῦ τῆς ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν · πρότερον δ’ἦν πόλις τῆς Πισάτιδος, ἄλλοτ’ἄλλως τῶν ὅρων ἐπαλλαττόντων διὰ τὰς τῶν ἡγεμόνων μεταβολάς · τὸ δ’Ἀλείσιον καὶ Ἀλεισίου κολώνην ποιητὴς καλεῖ ὅταν φῇ μέσφ’ἐπὶ Βουπρασίου πολυπύρου βήσαμεν ἵππους πέτρηςτ’Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται. ὑπερβατῶς γὰρ δεῖ δέξασθαι ἴσον τῷ καὶ ἔνθ’Ἀλεισίου κολώνη κέκληται. ἔνιοι δὲ καὶ ποταμὸν δεικνύουσιν Ἀλείσιον.

8.3.11λεγομένων δέ τινων ἐν τῇ Τριφυλίᾳ Καυκώνων πρὸς τῇ Μεσσηνίᾳ, λεγομένης δὲ καὶ τῆς Δύμης Καυκωνίδος ὑπό τινων, ὄντος δὲ καὶ ποταμοῦ ἐν τῇ Δυμαίᾳ μεταξὺ Δύμης καὶ Τριταίας ὃς καλεῖται Καύκων, ζητοῦσι περὶ τῶν Καυκώνων μὴ διττοὶ λέγονται, οἱ μὲν περὶ τὴν Τριφυλίαν οἱ δὲ περὶ Δύμην καὶ Ἦλιν καὶ τὸν Καύκωνα · ἐμβάλλει δ’οὗτος εἰς ἕτερον, ὃς Τευθέας ἀρσενικῶς καλεῖται, ὁμώνυμος πολίχνῃ τινὶ τῶν εἰς τὴν Δύμην συνῳκισμένων, πλὴν ὅτι χωρὶς τοῦ σίγμα Τευθέα λέγεται θηλυκῶς αὕτη, ἐκτεινόντων τὴν ἐσχάτην συλλαβήν, ὅπου τὸ τῆς Νεμυδίας Ἀρτέμιδος ἱερόν. δὲ Τευθέας εἰς τὸν Ἀχελῶον ἐμβάλλει τὸν κατὰ Λύμην ῥέοντα, ὁμώνυμον τῷ κατὰ Ἀκαρνανίαν, καλούμενον καὶ Πεῖρον. τοῦ δ’Ἡσιόδου εἰπόντος ᾤκεε δ’Ὠλενίην πέτρην ποταμοῖο παρ’ὄχθας εὐρεῖος Πείροιο, μεταγράφουσί τινες Πώροιο οὐκ εὖ. οὔτε γὰρ τὴν Δύμην ὁπόθεν Καυκωνίδα εἰρῆσθαι συμβέβηκε παραλιπεῖν ἄξιον, οὔτε τὸν ποταμὸν ὁπόθεν Καύκων εἴρηται, διὰ τὸ τοὺς Καύκωνας παρέχειν ζήτησιν, οἵ τινές ποτέ εἰσιν, ὅπου φησὶν Ἀθηνᾶ βαδίζειν κατὰ τὴν τοῦ χρέους κομιδήν. εἰ γὰρ δὴ δεχοίμεθα τοὺς ἐν τῇ Τριφυλίᾳ λέγεσθαι τοὺς περὶ Λέπρειον, οὐκ οἶδ’ὅπως πιθανὸς ἔσται λόγος · διὸ καὶ γράφουσί τινες ἔνθα χρεῖός μοι ὀφείλεται Ἤλιδι δίῃ, οὐκ ὀλίγον. σαφεστέραν δ’ἕξει τὴν ἐπίσκεψιν τοῦτο, ἐπειδὰν τὴν ἑξῆς χώραν περιοδεύσωμεν τήντε Πισᾶτιν καὶ τὴν Τριφυλίαν μέχρι τῆς τῶν Μεσσηνίων μεθορίας.

8.3.12μετὰ δὲ τὸν Χελωνάταν τῶν Πισατῶν ἐστιν αἰγιαλὸς πολύς, εἶτ’ἄκρα Φειά · ἦν δὲ καὶ πολίχνη Φειᾶς πὰρ τείχεσσιν, Ἰαρδάνου ἀμφὶ ῥέεθρα · ἔστι γὰρ καὶ ποτάμιον πλησίον. ἔνιοι δ’ἀρχὴν τῆς Πισάτιδος τὴν Φειάν φασι · πρόκειται δὲ καὶ ταύτης νησίον καὶ λιμήν, ἔνθεν εἰς Ὀλυμπίαν τὸ ἐγγυτάτω ἐκ θαλάττης εἰσὶ στάδιοι ἑκατὸν εἴκοσιν. εἶτ’ἄλλη ἄκρα εὐθὺς ἐπὶ πολὺ προὔχουσα ἐπὶ τὴν δύσιν, καθάπερ Χελωνάτας, ἀφ’ἧς πάλιν ἐπὶ τὴν Κεφαλληνίαν στάδιοι ἑκατὸν εἴκοσιν. εἶθ’ Ἀλφειὸς ἐκδίδωσι, διέχων τοῦ Χελωνάτα σταδίους διακοσίους ὀγδοήκοντα, Ἀράξου δὲ πεντακοσίους τετταράκοντα πέντε. ῥεῖ δ’ἐκ τῶν αὐτῶν τόπων ἐξ ὧν καὶ Εὐρώτας · καλεῖται δὲ Ἀσέα, κώμη τῆς Μεγαλοπολίτιδος, πλησίον ἀλλήλων ἔχουσα δύο πηγάς, ἐξ ὧν ῥέουσιν οἱ λεχθέντες ποταμοί · δύντες δ’ὑπὸ γῆς ἐπὶ συχνοὺς σταδίους ἀνατέλλουσι πάλιν, εἶθ’ μὲν εἰς τὴν Λακωνικὴν δ’εἰς τὴν Πισᾶτιν κατάγεται. μὲν οὖν Εὐρώτας κατὰ τὴν ἀρχὴν τῆς Βλεμινάτιδος ἀναδείξας τὸ ῥεῖθρον, παρ’αὐτὴν τὴν Σπάρτην ῥυεὶς καὶ διεξιὼν αὐλῶνά τινα μακρὸν κατὰ τὸ Ἕλος, οὗ μέμνηται καὶ ποιητής, ἐκδίδωσι μεταξὺ Γυθείου τοῦ τῆς Σπάρτης ἐπινείου καὶ Ἀκραίων. δ’Ἀλφειὸς παραλαβὼν τόντε Λάδωνα καὶ τὸν Ἐρύμανθον καὶ ἄλλους ἀσημοτέρους διὰ τῆς Φρίξης καὶ τῆς Πισάτιδος καὶ Τριφυλίας ἐνεχθεὶς παρ’αὐτὴν τὴν Ὀλυμπίαν ἐπὶ θάλατταν τὴν Σικελικὴν ἐκπίπτει μεταξὺ Φειᾶςτε καὶ Ἐπιταλίου. πρὸς δὲ τῇ ἐκβολῇ τὸ τῆς Ἀλφειωνίας Ἀρτέμιδος Ἀλφειούσης ἄλσος ἐστὶ (λέγεται γὰρ ἀμφοτέρως), ἀπέχον τῆς Ὀλυμπίας εἰς ὀγδοήκοντα σταδίους. ταύτῃ δὲ τῇ θεῷ καὶ ἐν Ὀλυμπίᾳ κατ’ἔτος συντελεῖται πανήγυρις, καθάπερ καὶ τῇ Ἐλαφίᾳ καὶ τῇ Δαφνίᾳ. μεστὴ δ’ἐστὶν γῆ πᾶσα ἀρτεμισίωντε καὶ ἀφροδισίων καὶ νυμφαίων ἐν ἄλσεσιν ἀνθέων ῳς τὸ πολὺ διὰ τὴν εὐυδρίαν, συχνὰ δὲ καὶ ἑρμεῖα ἐν ταῖς ὁδοῖς, ποσείδια δ’ἐπὶ ταῖς ἀκταῖς. ἐν δὲ τῷ τῆς Ἀλφειωνίας ἱερῷ γραφαὶ Κλεάνθουςτε καὶ Ἀρήγοντος, ἀνδρῶν Κορινθίων, τοῦ μὲν Τροίας ἅλωσις καὶ Ἀθηνᾶς γοναί, τοῦ δ’Ἄρτεμις ἀναφερομένη ἐπὶ γρυπός, σφόδρα εὐδόκιμοι.

8.3.13εἶτα τὸ διεῖργον ὄρος τῆς Τριφυλίας τὴν Μακιστίαν ἀπὸ τῆς Πισάτιδος · εἶτ’ἄλλος ποταμὸς Χαλκὶς καὶ κρήνη Κρουνοὶ καὶ κατοικία Χαλκίς, καὶ τὸ Σαμικὸν μετὰ ταῦτα, ὅπου τὸ μάλιστα τιμώμενον τοῦ Σαμίου Ποσειδῶνος ἱερόν · ἔστι δ’ἄλσος ἀγριελαιῶν πλέων · ἐπεμελοῦντο δ’αὐτοῦ Μακίστιοι · οὗτοι δὲ καὶ τὴν ἐκεχειρίαν ἐπήγγελλον, ἣν καλοῦσι Σάμιον · συντελοῦσι δ’εἰς τὸ ἱερὸν πάντες Τριφύλιοι.

8.3.14κατὰ ταῦτα δέ πως τὰ ἱερὰ ὑπέρκειται τῆς θαλάττης ἐν τριάκοντα μικρῷ πλείοσι σταδίοις Τριφυλιακὸς Πύλος καὶ Λεπρεατικός, ὃν καλεῖ ποιητὴς ἠμαθόεντα καὶ παραδίδωσι τοῦ Νέστορος πατρίδα, ὡς ἄν τις ἐκ τῶν ἐπῶν τεκμαίροιτο · εἴτε τοῦ παραρρέοντος ποταμοῦ πρὸς ἄρκτον Ἀμάθου καλουμένου πρότερον, ὃς νῦν Μάμαος καὶ Ἀρκαδικὸς καλεῖται, ὥστ’ἐντεῦθεν ἠμαθόεντα κεκλῆσθαι · εἴτε τούτου μὲν Παμισοῦ καλουμένου ὁμωνύμως τοῖς ἐν τῇ Μεσσηνίᾳ δυσί, τῆς δὲ πόλεως ἄδηλον ἐχούσης τὴν ἐτυμολογίαν τοῦ ἐπιθέτου · καὶ γὰρ τὸ ἀμαθώδη τὸν ποταμὸν τὴν χώραν εἶναι ψεῦδός φασι. πρὸς ἕω δ’ἐστὶν ὄρος τοῦ Πύλου πλησίον ἐπώνυμον Μίνθης, ἣν μυθεύουσι παλλακὴν τοῦ Ἅιδου γενομένην πατηθεῖσαν ὑπὸ τῆς κόρης εἰς τὴν κηπαίαν μίνθην μεταβαλεῖν, ἥν τινες ἡδύοσμον καλοῦσι. καὶ δὴ καὶ τέμενός ἐστιν Ἅιδου πρὸς τῷ ὄρει τιμώμενον καὶ ὑπὸ Μακιστίων, καὶ Δήμητρος ἄλσος ὑπερκείμενον τοῦ Πυλιακοῦ πεδίου. τὸ δὲ πεδίον εὔγεών ἐστι τοῦτο, τῇ θαλάττῃ δὲ συνάψαν παρατείνει παρ’ἅπαν τὸ μεταξὺ τοῦτε Σαμικοῦ καὶ ποταμοῦ Νέδας διάστημα. θινώδης δὲ καὶ στενός ἐστιν τῆς θαλάττης αἰγιαλός, ὥστ’οὐκ ἂν ἀπογνοίη τις ἐντεῦθεν ἠμαθόεντα ὠνομάσθαι τὸν Πύλον.

8.3.15πρὸς ἄρκτον δ’ὅμορα ἦν τῷ Πύλῳ δύο πολείδια Τριφυλιακὰ Ὕπανα καὶ Τυμπανέαι, ὧν τὸ μὲν εἰς Ἦλιν συνῳκίσθη τὸ δ’ἔμεινε. καὶ ποταμοὶ δὲ δύο ἐγγὺς ῥέουσιν τε Δαλίων καὶ Ἀχέρων, ἐμβάλλοντες εἰς τὸν Ἀλφειόν. δὲ Ἀχέρων κατὰ τὴν πρὸς τὸν Ἅιδην οἰκειότητα ὠνόμασται · ἐκτετίμηται γὰρ δὴ σφόδρα τάτε τῆς Δήμητρος καὶ τῆς κόρης ἱερὰ ἐνταῦθα καὶ τὰ τοῦ Ἅιδου, τάχα διὰ τὰς ὑπεναντιότητας, ὥς φησιν Σκήψιος Δημήτριος. καὶ γὰρ εὔκαρπός ἐστι καὶ ἐρυσίβην γεννᾷ καὶ θρύον Τριφυλία · διόπερ ἀντὶ μεγάλης φορᾶς πυκνὰς ἀφορίας γίνεσθαι συμβαίνει κατὰ τοὺς τόπους.

8.3.16τοῦ δὲ Πύλου πρὸς νότον ἐστὶ τὸ Λέπρειον. ἦν δὲ καὶ αὕτη πόλις ὑπὲρ τῆς θαλάττης ἐν τετταράκοντα σταδίοις · μεταξὺ δὲ τοῦ Λεπρείου καὶ τοῦ Ἀννίου τὸ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος ἔστιν, ἑκατὸν σταδίους ἑκατέρου διέχον. τοῦτο δ’ἐστὶ τὸ ἱερὸν ἐν καταληφθῆναί φησιν ποιητὴς ὑπὸ Τηλεμάχου τὴν θυσίαν συντελοῦντας τοὺς Πυλίους οἱ δὲ Πύλον, Νηλῆος ἐυκτίμενον πτολίεθρον, ἷξον · τοὶ δ’ἐπὶ θινὶ θαλάσσης ἱερὰ ῥέζον, ταύρους παμμέλανας, Ἐνοσίχθονι κυανοχαίτῃ. πάρεστι μὲν γὰρ τῷ ποιητῇ καὶ πλάττειν τὰ μὴ ὄντα, ὅταν δ’ δυνατόν, ἐφαρμόττειν τοῖς οὖσι τὰ ἔπη καὶ σώζειν τὴν διήγησιν. τὸ δ’ἀπέχεσθαι προσῆκε μᾶλλον. χώραν δ’εἶχον εὐδαίμονα οἱ Λεπρεᾶται · τούτοις δ’ὅμοροι Κυπαρισσιεῖς. ἄμφω δὲ τὰ χωρία ταῦτα Καύκωνες κατεῖχον, καὶ τὸν Μάκιστον δέ, ὅν τινες Πλατανιστοῦντα καλοῦσιν. ὁμώνυμον τῇ χώρᾳ ἐστὶ τὸ πόλισμα. φασὶ δ’ἐν τῇ Λεπρεάτιδι καὶ Καύκωνος εἶναι μνῆμα, εἴτ’ἀρχηγέτου τινὸς εἴτ’ἄλλως ὁμωνύμου τῷ ἔθνει.

8.3.17πλείους δ’εἰσὶ λόγοι περὶ τῶν Καυκώνων · καὶ γὰρ Ἀρκαδικὸν ἔθνος φασί, καθάπερ τὸ Πελασγικόν, καὶ πλανητικὸν ἄλλως, ὥσπερ ἐκεῖνο. ἱστορεῖ γοῦν ποιητὴς καὶ τοῖς Τρωσὶν ἀφιγμένους συμμάχους, πόθεν δ’οὐ λέγει · δοκοῦσι δ’ἐκ Παφλαγονίας · ἐκεῖ γὰρ ὀνομάζουσι Καυκωνιάτας τινὰς Μαριανδυνοῖς ὁμόρους, οἳ καὶ αὐτοὶ Παφλαγόνες εἰσί. μνησθησόμεθα δ’αὐτῶν ἐπὶ πλέον, ὅταν εἰς ἐκεῖνον περιστῇ τὸν τόπον γραφή. νυνὶ δὲ περὶ τῶν ἐν τῇ Τριφυλίᾳ Καυκώνων ἔτι καὶ ταῦτα προσιστορητέον. οἱ μὲν γὰρ καὶ ὅλην τὴν νῦν Ἠλείαν ἀπὸ τῆς Μεσσηνίας μέχρι Δύμης Καυκωνίαν λεχθῆναί φασιν · Ἀντίμαχος γοῦν καὶ Ἐπειοὺς καὶ Καύκωνας ἅπαντας προσαγορεύει. τινὲς δὲ ὅλην μὲν μὴ κατασχεῖν αὐτούς, δίχα δὲ μεμερισμένους οἰκεῖν, τοὺς μὲν πρὸς τῇ Μεσσηνίᾳ κατὰ τὴν Τριφυλίαν τοὺς δὲ πρὸς τῇ Δύμῃ κατὰ τὴν Βουπρασίδα καὶ τὴν κοίλην Ἦλιν · Ἀριστοτέλης δ’ἐνταῦθα μάλιστα οἶδεν ἱδρυμένους αὐτούς. καὶ δὴ τοῖς ὑφ’Ὁμήρου λεγομένοις ὁμολογεῖ μᾶλλον ὑστάτη ἀπόφασις, τότε ζητούμενον πρότερον λαμβάνει λύσιν. μὲν γὰρ Νέστωρ ὑπόκειται τὸν Τριφυλιακὸν οἰκῶν Πύλον, τάτε πρὸς νότον καὶ τὰ ἑωθινά (ταῦτα δ’ἐστὶ τὰ συγκυροῦντα πρὸς τὴν Μεσσηνίαν καὶ τὴν Λακωνικήν) ὑπ’ἐκείνῳ ἐστίν, ἔχουσι δ’οἱ Καύκωνες, ὥστε τοῖς ἀπὸ τοῦ Πύλου βαδίζουσιν εἰς Λακεδαίμονα ἀνάγκη διὰ Καυκώνων εἶναι τὴν ὁδόν. τὸ δὲ ἱερὸν τοῦ Σαμίου Ποσειδῶνος καὶ κατ’αὐτὸ ὅρμος, εἰς ὃν κατήχθη Τηλέμαχος, πρὸς δύσιν καὶ πρὸς ἄρκτον ἀπονεύει. εἰ μὲν τοίνυν οἱ Καύκωνες ἐνταῦθα μόνον οἰκοῦσιν, οὐ σώζεται τῷ ποιητῇ λόγος. κελεύει γὰρ μὲν Ἀθηνᾶ κατὰ τὸν Σωτάδην τῷ Νέστορι, τὸν μὲν Τηλέμαχον εἰς τὴν Λακεδαίμονα πέμψαι σὺν δίφρῳτε καὶ υἱέι εἰς τὰ πρὸς ἕω μέρη · αὐτὴ δ’ἐπὶ ναῦν βαδιεῖσθαι νυκτερεύσουσα φησιν ἐπὶ τὴν δύσιν καὶ εἰς τοὐπίσω, ἀτὰρ ἠῶθεν μετὰ Καύκωνας μεγαθύμους πορεύσεσθαι ἐπὶ τὸ χρέος πάλιν εἰς τοὔμπροσθεν. τίς οὖν τρόπος; παρῆν γὰρ τῷ Νέστορι λέγειν ἀλλ’οἵ γε Καύκωνες ὑπ’ἐμοί εἰσι καὶ πρὸ ὁδοῦ τοῖς εἰς Λακεδαίμονα βαδίζουσιν · ὥστε τί οὐ συνοδεύεις τοῖς περὶ Τηλέμαχον, ἀλλ’ἀναχωρεῖς εἰς τοὐπίσω; ἅμα δ’οἰκεῖον ἦν τῷ βαδίζοντι ἐπὶ χρέους κομιδὴν οὐκ ὀλίγου, ὥς φησι, πρὸς ἀνθρώπους ὑπὸ τῷ Νέστορι ὄντας, αἰτήσασθαί τινα παρ’αὐτοῦ βοήθειαν, εἴ τι ἀγνωμονοῖτο (ὥσπερ εἴωθε) περὶ τὸ συμβόλαιον · οὐ γέγονε δὲ τοῦτο. εἰ μὲν τοίνυν ἐνταῦθα μόνον οἰκοῖεν οἱ Καύκωνες, ταῦτ’ἂν συμβαίνοι τὰ ἄτοπα · μεμερισμένων δὲ τινῶν καὶ εἰς τοὺς πρὸς Δύμῃ τόπους τῆς Ἠλείας, ἐκεῖσε ἂν εἴη λέγουσα τὴν ἔφοδον Ἀθηνᾶ, καὶ οὐκ ἂν ἔτι οὔθ’ εἰς τὴν ναῦν κατάβασις ἔχοι τι ἀπεμφαῖνον οὔθ’ τῆς συνοδίας ἀποσπασμός, εἰς τἀναντία τῆς ὁδοῦ οὔσης. παραπλησίως δ’ἂν καὶ τὰ περὶ τοῦ Πύλου διαπορούμενα τύχοι τῆς προσηκούσης διαίτης ἐπελθοῦσι μικρὸν ἔτι τῆς χωρογραφίας μέχρι τοῦ Πύλου τοῦ Μεσσηνιακοῦ.

8.3.18ἐλέγοντο δὲ Παρωρεᾶται τινὲς τῶν ἐν τῇ Τριφυλίᾳ κατέχοντες ὄρη περὶ τὸ Λέπρειον καὶ τὸ Μάκιστον καθήκοντα ἐπὶ θάλατταν πλησίον τοῦ Σαμιακοῦ ποσειδίου.

8.3.19ὑπὸ τούτοις ἐστὶν ἐν τῇ παραλίᾳ δύο ἄντρα, τὸ μὲν νυμφῶν Ἀνιγριάδων τὸ δὲ ἐν τὰ περὶ τὰς Ἀτλαντίδας καὶ τὴν Δαρδάνου γένεσιν. ἐνταῦθα δὲ καὶ τὰ ἄλση τότε Ἰωναῖον καὶ τὸ Εὐρυκύδειον. τὸ μὲν οὖν Σαμικὸν ἔστιν ἔρυμα, πρότερον δὲ καὶ πόλις Σάμος προσαγορευομένη διὰ τὸ ὕψος ἴσως, ἐπειδὴ Σάμους ἐκάλουν τὰ ὕψη · τάχα δὲ τῆς Ἀρήνης ἀκρόπολις ἦν τοῦτο, ἧς ἐν τῷ καταλόγῳ μέμνηται ποιητής οἳ δὲ Πύλοντ’ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν. οὐδαμοῦ γὰρ σαφῶς εὑρίσκοντες ἐνταῦθα μάλιστα εἰκάζουσι τὴν Ἀρήνην, ὅπου καὶ παρακείμενος Ἄνιγρος ποταμός, καλούμενος πρότερον Μινύειος, δίδωσιν οὐ μικρὸν σημεῖον · λέγει γὰρ ποιητής ἔστι δέ τις ποταμὸς Μινυήιος εἰς ἅλα βάλλων ἐγγύθεν Ἀρήνης. πρὸς γὰρ δὴ τῷ ἄντρῳ τῶν Ἀνιγριάδων νυμφῶν ἐστι πηγή, ὑφ’ἧς ἕλειον καὶ τιφῶδες τὸ ὑποπῖπτον γίνεται χωρίον · ὑποδέχεται δὲ τὸ πλεῖστον τοῦ ὕδατος Ἄνιγρος βαθὺς καὶ ὕπτιος ὢν ὥστε λιμνάζειν · θινώδης δ’ὢν τόπος ἐξ εἴκοσι σταδίων βαρεῖαν ὀσμὴν παρέχει καὶ τοὺς ἰχθῦς ἀβρώτους ποιεῖ. μυθεύουσι δ’οἱ μὲν ἀπὸ τοῦ τῶν τετρωμένων Κενταύρων τινὰς ἐνταῦθ’ἀπονίψασθαι τὸν ἐκ τῆς Ὕδρας ἰόν, οἱ δ’ἀπὸ τοῦ Μελάμποδα τοῖς ὕδασι τούτοις καθαρσίοις χρήσασθαι πρὸς τὸν τῶν Προιτίδων καθαρμόν · ἀλφοὺς δὲ καὶ λεύκας καὶ λειχῆνας ἰᾶται τὸ ἐντεῦθεν λουτρόν. φασὶ δὲ καὶ τὸν Ἀλφειὸν ἀπὸ τῆς τῶν ἀλφῶν θεραπείας οὕτως ὠνομάσθαι. ἐπεὶ οὖν τε ὑπτιότης τοῦ Ἀνίγρου καὶ αἱ ἀνακοπαὶ τῆς θαλάττης μονὴν μᾶλλον ῥύσιν παρέχουσι τοῖς ὕδασι, Μινυήιόν φασιν εἰρῆσθαι πρότερον, παρατρέψαι δέ τινας τοὔνομα καὶ ἀντ’αὐτοῦ ποιῆσαι Μινυήιον. ἔχει δ’ ἐτυμότης καὶ ἄλλας ἀφορμάς, εἴτ’ἀπὸ τῶν μετὰ Χλωρίδος τῆς Νέστορος μητρὸς ἐλθόντων ἐξ Ὀρχομενοῦ τοῦ Μινυείου, Μινυῶν, οἳ τῶν Ἀργοναυτῶν ἀπόγονοι ὄντες ἐκ Λήμνου μὲν εἰς Λακεδαίμονα ἐξέπεσον ἐντεῦθεν δ’εἰς τὴν Τριφυλίαν, καὶ ᾤκησαν περὶ τὴν Ἀρήνην ἐν τῇ χώρᾳ τῇ νῦν Αἰπασίᾳ καλουμένῃ, οὐκ ἐχούσῃ οὐκέτι τὰ τῶν Μινυῶν κτίσματα · ὧν τινὲς μετὰ Θήρα τοῦ Αὐτεσίωνος (ἦν δ’οὗτος Πολυνείκους ἀπόγονος) πλεύσαντες εἰς τὴν μεταξὺ Κυρηναίας καὶ τῆς Κρήτης νῆσον καλλίστην τὸ πάροιθε, τὸ δ’ὕστερον οὔνομα Θήρην, ὥς φησι Καλλίμαχος, ἔκτισαν τὴν μητρόπολιν τῆς Κυρήνης Θήραν, ὁμώνυμον δ’ἀπέδειξαν τῇ πόλει καὶ τὴν νῆσον.

8.3.20μεταξὺ δὲ τοῦ Ἀνίγρου καὶ τοῦ ὄρους, ἐξ οὗ ῥεῖ, τοῦ Ἰαρδάνου λειμὼν δείκνυται καὶ τάφος · καὶ Ἀχαιαὶ εἰσὶ δὲ πέτραι ἀπότομοι τοῦ αὐτοῦ ὄρους, ὑπὲρ ὧν Σάμος, ὡς ἔφαμεν, γέγονε πόλις · οὐ πάνυ δὲ ὑπὸ τῶν τοὺς περίπλους γραψάντων Σάμος μνημονεύεται, τάχα μέν γε διὰ τὸ πάλαι κατεσπάσθαι, τάχα δὲ καὶ διὰ τὴν θέσιν. τὸ μὲν γὰρ ποσείδιον ἔστιν ἄλσος, ὡς εἴρηται, πρὸς τῇ θαλάττῃ · ὑπέρκειται δ’αὐτοῦ λόφος ὑψηλὸς ἐπίπροσθεν ὢν τοῦ νῦν Σαμικοῦ ἐφ’οὗ ἦν Σάμος, ὥστ’ἐκ θαλάττης μὴ ὁρᾶσθαι. καὶ πεδίον δ’αὐτόθι καλεῖται Σαμικόν · ἐξ οὗ πλέον ἄν τις τεκμαίροιτο ὑπάρξαι ποτὲ πόλιν τὴν Σάμον. καὶ Ῥαδίνη δὲ ἣν Στησίχορος ποιῆσαι δοκεῖ (ἧς ἀρχή ἄγε Μοῦσα λίγει’, ἄρξον ἀοιδᾶς, Ἐρατώ, νόμους Σαμίων περὶ παίδων ἐρατᾷ φθεγγομένα λύρᾳ ἐντεῦθεν λέγει τοὺς παῖδας. ἐκδοθεῖσαν γὰρ τὴν Ῥαδίνην εἰς Κόρινθον τυράννῳ φησὶν ἐκ τῆς Σάμου πλεῦσαι πνέοντος ζεφύρου, οὐ δήπουθεν τῆς Ἰωνικῆς Σάμου · δ’αὐτῷ ἀνέμῳ καὶ ἀρχιθέωρον εἰς Δελφοὺς ελφὸν αὐτῆς ἐλθεῖν καὶ τὸν ἀνεψιὸν ἐρῶντα αὐτῆς ἅρματι εἰς Κόρινθον ἐξορμῆσαι παρ’αὐτήν · τε τύραννος κτείνας ἀμφοτέρους ἅρματι ἀποπέμπει τὰ σώματα, μεταγνοὺς δ’ἀνακαλεῖ καὶ θάπτει.

8.3.21ἀπὸ δὲ τοῦ Πύλου τούτου καὶ τοῦ Λεπρείου τετρακοσίων που σταδίων ἐστὶ διάστημα ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον καὶ τὸ Κορυφάσιον ἐπὶ θαλάττῃ κείμενα φρούρια, καὶ τὴν παρακειμένην Σφαγίαν νῆσον, ἀπὸ δὲ Ἀλφειοῦ ἑπτακοσίων πεντήκοντα, ἀπὸ δὲ τοῦ Χελωνάτα χιλίων τριάκοντα. ἐν δὲ τῷ μεταξὺ τότε τοῦ Μακιστίου Ἡρακλέους ἱερόν ἐστι καὶ Ἀκίδων ποταμός. ῥεῖ δὲ παρὰ τάφον Ἰαρδάνου καὶ Χάαν πόλιν ποτὲ ὑπάρξασαν πλησίον Λεπρείου, ὅπου καὶ τὸ πεδίον τὸ Αἰπάσιον. περὶ ταύτης δὲ τῆς Χάας γενέσθαι φασὶν ἔνιοι τὸν πόλεμον τοῖς Ἀρκάσι πρὸς τοὺς Πυλίους, ὃν ἔφρασεν Ὅμηρος, καὶ δεῖν οἴονται γράφειν ἡβῷμ’, ὡς ὅτ’ἐπ’ὠκυρόῳ Ἀκίδοντι μάχοντο ἀγρόμενοι Πύλιοίτε καὶ Ἀρκάδες Χάας πὰρ τείχεσσιν, οὐ Κελάδοντι, οὐ δὲ Φειᾶς · τῷ γὰρ τάφῳ τοῦ Ἰαρδάνου τοῦτον πλησιάζειν καὶ τοῖς Ἀρκάσι τὸν τόπον μᾶλλον ἐκεῖνον.

8.3.22Κυπαρισσίατέ ἐστιν ἐπὶ τῇ θαλάττῃ τῇ Τριφυλιακῇ καὶ Πύργοι καὶ Ἀκίδων ποταμὸς καὶ Νέδα. νυνὶ μὲν οὖν τῇ Τριφυλίᾳ πρὸς τὴν Μεσσηνίαν ὅριόν ἐστι τὸ τῆς Νέδας ῥεῦμα λάβρον ἐκ τοῦ Λυκαίου κατιὸν Ἀρκαδικοῦ ὄρους, ἐκ πηγῆς ἣν ἀναρρῆξαι τεκοῦσαν τὸν Δία μυθεύεται Ῥέαν νίπτρων χάριν. ῥεῖ δὲ παρὰ Φιγαλίαν, καθ’ γειτνιῶσι Πυργῖται Τριφυλίων ἔσχατοι Κυπαρισσιεῦσι πρώτοις Μεσσηνίων. τὸ δὲ παλαιὸν ἄλλως διώριστο, ὡς καὶ τινὰς τῶν πέραν τῆς Νέδας ὑπὸ τῷ Νέστορι εἶναι, τόντε Κυπαρισσήεντα καὶ ἄλλα τινὰ ἐπέκεινα, καθάπερ καὶ τὴν θάλατταν τὴν Πυλίαν ποιητὴς ἐπεκτείνει μέχρι τῶν ἑπτὰ πόλεων ὧν ὑπέσχετο Ἀγαμέμνων τῷ Ἀχιλλεῖ πᾶσαι δ’ἐγγὺς ἁλὸς νέαται Πύλου ἠμαθόεντος. τοῦτο γὰρ ἴσον τῷ ἐγγὺς ἁλὸς τῆς Πυλίας.

8.3.23ἐφεξῆς δ’οὖν τῷ Κυπαρισσήεντι ἐπὶ τὴν Μεσσηνιακὴν Πύλον παραπλέοντι τὸ Κορυφάσιον τε Ἔρανα ἔστιν, ἥν τινες οὐκ εὖ Ἀρήνην νομίζουσιν κεκλῆσθαι πρότερον ὁμωνύμως τῇ Πυλιακῇ, Πλαταμώδης, ἀφ’ἧς ἐπὶ τὸ Κορυφάσιον καὶ τὴν νῦν καλουμένην Πύλον ἑκατόν εἰσι στάδιοι. ἔστι δὲ καὶ νησίον καὶ πολίχνιον ἐν αὐτῷ ὁμώνυμον Πρωτή. οὐκ ἂν δ’ἐξητάζομεν ἴσως ἐπὶ τοσοῦτον τὰ παλαιά, ἀλλ’ἤρκει λέγειν ὡς ἔχει νῦν ἕκαστα, εἰ μή τις ἦν ἐκ παίδων ἡμῖν παραδεδομένη φήμη περὶ τούτων · ἄλλων δ’ἄλλα εἰπόντων ἀνάγκη διαιτᾶν. πιστεύονται δ’ὡς ἐπὶ τὸ πολὺ οἱ ἐνδοξότατοίτε καὶ πρεσβύτατοι καὶ κατ’ἐμπειρίαν πρῶτοι · Ὁμήρου δ’εἰς ταῦτα ὑπερβεβλημένου πάντας, ἀνάγκη συνεπισκοπεῖν καὶ τὰ ὑπ’ἐκείνου λεχθέντα καὶ συγκρούειν πρὸς τὰ νῦν, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἔφαμεν.

8.3.24περὶ μὲν οὖν τῆς κοίλης Ἤλιδος καὶ τοῦ Βουπρασίου τὰ λεχθέντα ὑφ’Ὁμήρου προεπέσκεπται ἡμῖν. περὶ δὲ τῆς ὑπὸ τῷ Νέστορι οὕτω φησίν οἳ δὲ Πύλοντ’ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινὴν καὶ Θρύον, Ἀλφειοῖο πόρον, καὶ ἐύκτιτον Αἶπυ καὶ Κυπαρισσήεντα καὶ Ἀμφιγένειαν ἔναιον καὶ Πτελεὸν καὶ Ἕλος καὶ Δώριον, ἔνθατε Μοῦσαι ἀντόμεναι Θάμυριν τὸν Θρήικα παῦσαν ἀοιδῆς, Οἰχαλίηθεν ἰόντα παρ’Εὐρύτου Οἰχαλιῆος. Πύλος μὲν οὖν ἔστι περὶ ἧς ζήτησις · αὐτίκα δ’ἐπισκεψόμεθα περὶ αὐτῆς. περὶ δὲ τῆς Ἀρήνης εἴρηται · ἣν δὲ λέγει νῦν Θρύον, ἐν ἄλλοις καλεῖ Θρυόεσσαν ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη, τηλοῦ ἐπ’Ἀλφειῷ. Ἀλφειοῦ δὲ πόρον φησίν, ὅτι πεζῇ περατὸς εἶναι δοκεῖ κατὰ τοῦτον τὸν τόπον · καλεῖται δὲ νῦν Ἐπιτάλιον τῆς Μακιστίας χωρίον. τὸ εὔκτιτον δ’Αἶπυ ἔνιοι μὲν ζητοῦσι πότερον ποτέρου ἐπίθετον, καὶ τίς πόλις, καὶ εἰ αἱ νῦν Μαργάλαι τῆς Ἀμφιδολίας · αὗται μὲν οὖν οὐ φυσικὸν ἔρυμα, ἕτερον δὲ δείκνυται φυσικὸν ἐν τῇ Μακιστίᾳ. μὲν οὖν τοῦθ’ὑπονοῶν φράζεσθαι ὄνομά φησι τῆς πόλεως τὸ Αἶπυ ἀπὸ τοῦ συμβεβηκότος φυσικῶς, ὡς Ἕλος καὶ Αἰγιαλὸν καὶ ἄλλα πλείω · δὲ τὴν Μαργάλαν τοὔμπαλιν ἴσως. Θρύον δὲ καὶ Θρυόεσσαν τὸ Ἐπιτάλιόν φασιν, ὅτι πᾶσα μὲν αὕτη χώρα θρυώδης, μάλιστα δ’οἱ ποταμοί · ἐπὶ πλέον δὲ διαφαίνεται τοῦτο κατὰ τοὺς περατοὺς τοῦ ῥείθρου τόπους. τάχα δέ φασι Θρύον μὲν εἰρῆσθαι τὸν πόρον, εὔκτιτον δ’Αἶπυ τὸ Ἐπιτάλιον · ἔστι γὰρ ἐρυμνὸν φύσει · καὶ γὰρ ἐν ἄλλοις αἰπεῖαν κολώνην λέγει ἔστι δέ τις Θρυόεσσα πόλις, αἰπεῖα κολώνη, τηλοῦ ἐπ’Ἀλφειῷ, πυμάτη Πύλου ἠμαθόεντος.

8.3.25 δὲ Κυπαρισσήεις ἔστι μὲν περὶ τὴν πρότερον Μακιστίαν, ἡνίκα καὶ πέραν τῆς Νέδας ἔτι ἦν Μακιστία, ἀλλ’οὐκ οἰκεῖται, ὡς οὐ δὲ τὸ Μάκιστον · ἄλλη δ’ἐστὶν Μεσσηνιακὴ Κυπαρισσία, ὁμώνυμος μὲν οὔ, ὁμοίως δὲ νῦν κἀκείνη λέγεται Κυπαρισσία ἑνικῶςτε καὶ θηλυκῶς, δὲ ποταμὸς Κυπαρισσήεις. καὶ Ἀμφιγένεια δὲ τῆς Μακιστίας ἐστὶ περὶ τὸν Ὑψόεντα, ὅπου τὸ τῆς Λητοῦς ἱερόν. τὸ δὲ Πτελεὸν κτίσμα μὲν γέγονε τῶν ἐκ Πτελεοῦ τοῦ Θετταλικοῦ ἐποικησάντων · λέγεται γὰρ κἀκεῖ ἀγχίαλόντ’Ἀντρῶνα ἰδὲ Πτελεὸν λεχεποίην. ἔστι δὲ δρυμῶδες χωρίον ἀοίκητον, Πτελεάσιον καλούμενον. ἕλος δ’οἱ μὲν περὶ τὸν Ἀλφειὸν χώραν τινά φασιν, οἱ δὲ καὶ πόλιν, ὡς τὴν Λακωνικήν ἕλοςτ’ἔφαλον πτολίεθρον. οἱ δὲ περὶ τὸ Ἀλώριον ἕλος, οὗ τὸ τῆς Ἑλείας Ἀρτέμιδος ἱερὸν τῆς ὑπὸ τοῖς Ἀρκάσιν · ἐκεῖνοι γὰρ ἔσχον τὴν ἱερωσύνην. Δώριον δ’οἱ μὲν ὄρος, οἱ δὲ πεδίον, φασίν · οὐδὲν δὲ νῦν δείκνυται · ὅμως δ’ἔνιοι τὴν νῦν Ὄλουριν Ὄλουραν ἐν τῷ καλουμένῳ αὐλῶνι τῆς Μεσσηνίας κειμένην Δώριον λέγουσιν. αὐτοῦ δέ που καὶ Οἰχαλία ἐστὶν τοῦ Εὐρύτου νῦν Ἀνδανία, πολίχνιον Ἀρκαδικὸν ὁμώνυμον τῷ Θετταλικῷ καὶ τῷ Εὐβοϊκῷ · ὅθεν φησὶν ποιητὴς ἐς τὸ Δώριον ἀφικόμενον Θάμυριν τὸν Θρᾷκα ὑπὸ Μουσῶν ἀφαιρεθῆναι τὴν μουσικήν.

8.3.26ἐκ δὴ τούτων δῆλον ὡς ἐφ’ἑκάτερα τοῦ Ἀλφειοῦ ὑπὸ Νέστορι χώρα ἐστίν, ἣν πᾶσαν ὀνομάζει Πυλίων γῆν · οὐδαμοῦ δὲ Ἀλφειὸς οὔτε τῆς Μεσσηνίας ἐφάπτεται οὔτε τῆς κοίλης Ἤλιδος. ἐν ταύτῃ γὰρ τῇ χώρᾳ ἐστὶν πατρὶς τοῦ Νέστορος, ἥν φαμεν Τριφυλιακὸν Πύλον καὶ Ἀρκαδικὸν καὶ Λεπρεατικόν. καὶ γὰρ δὴ οἱ μὲν ἄλλοι Πύλοι ἐπὶ θαλάττῃ δείκνυνται, οὗτος δὲ πλείους τριάκοντα σταδίους ὑπὲρ αὐτῆς, ὅπερ καὶ ἐκ τῶν ἐπῶν δῆλον. ἐπίτε γὰρ τοὺς Τηλεμάχου ἑταίρους ἄγγελος πέμπεται πρὸς τὸ πλοῖον καλῶν ἐπὶ ξενίαν, τε Τηλέμαχος κατὰ τὴν ἐκ Σπάρτης ἐπάνοδον τὸν Πεισίστρατον οὐκ ἐᾷ πρὸς τὴν πόλιν ἐλαύνειν, ἀλλὰ παρατρέψαντα ἐπὶ ναῦν σπεύδειν, ὡς οὐ τὴν αὐτὴν οὖσαν ἐπὶ τὴν πόλιν καὶ τὸν ὅρμον. τε ἀπόπλους τοῦ Τηλεμάχου οὕτως ἂν οἰκείως λέγοιτο βὰν δὲ παρὰ Κρουνοὺς καὶ Χαλκίδα καλλιρέεθρον. δύετότ’ἠέλιος, σκιόωντότε πᾶσαι ἀγυιαί · δὲ Φεὰς ἐπέβαλλεν, ἀγαλλομένη Διὸς οὔρῳ, ἠδὲ παρ’Ἤλιδα δῖαν, ὅθι κρατέουσιν Ἐπειοί. μέχρι μὲν δὴ δεῦρο πρὸς τὴν ἄρκτον πλοῦς, ἐντεῦθεν δ’ἐπὶ τὸ πρὸς ἕω μέρος ἐπιστρέφει. παρίησι δὲ τὸν εὐθὺν πλοῦν ναῦς καὶ τὸν ἐξ ἀρχῆς καὶ τὸν εἰς Ἰθάκην διὰ τὸ τοὺς μνηστῆρας ἐκεῖ τὴν ἐνέδραν θέσθαι ἐν πορθμῷ Ἰθάκηςτε Σάμοιότε · ἔνθεν δ’αὖ νήσοισιν ἐπιπροέηκε θοῇσι. θοὰς δὲ εἴρηκε τὰς ὀξείας · τῶν Ἐχινάδων δ’εἰσὶν αὗται, πλησιάζουσαι τῇ ἀρχῇ τοῦ Κορινθιακοῦ κόλπου καὶ ταῖς ἐκβολαῖς τοῦ Ἀχελώου. παραλλάξας δὲ τὴν Ἰθάκην, ὥστε κατὰ νώτου γενέσθαι, κάμπτει πάλιν πρὸς τὸν οἰκεῖον δρόμον τὸν μεταξὺ τῆς Ἀκαρνανίας καὶ τῆς Ἰθάκης, καὶ κατὰ θάτερα μέρη τῆς νήσου ποιεῖται τὴν καταγωγήν, οὐ κατὰ τὸν πορθμὸν τὸν Κεφαλληνιακόν, ὃν ἐφρούρουν οἱ μνηστῆρες.

8.3.27εἰ γοῦν τὸν Ἠλιακὸν Πύλον εἶναί τις τὸν Νέστορος ἐπινοήσειεν, οὐκ ἂν οἰκείως λέγοιτο ἐντεῦθεν ἀναχθεῖσα ναῦς παρὰ Κρουνοὺς ἐνεχθῆναι καὶ Χαλκίδα μέχρι δύσεως, εἶτα Φεαῖς ἐπιβάλλειν νύκτωρ, καὶ τότε τὴν Ἠλείαν παραπλεῖν · οὗτοι γὰρ οἱ τόποι πρὸς νότον τῆς Ἠλείας εἰσί, πρῶται μὲν αἱ Φεαί, εἶθ’ Χαλκίς, εἶθ’οἱ Κρουνοί, εἶθ’ Πύλος Τριφυλιακὸς καὶ τὸ Σαμικόν. τῷ μὲν οὖν πρὸς νότον πλέοντι ἐκ τοῦ Ἠλιακοῦ Πύλου οὗτος ἂν πλοῦς εἴη · τῷ δὲ πρὸς ἄρκτον, ὅπου ἐστὶν Ἰθάκη, ταῦτα μὲν πάντα ὀπίσω λείπεται, αὐτὴ δ’ Ἠλεία παραπλευστέα ἦν, καὶ πρὸ δύσεώς γε · δέ φησι μετὰ δύσιν. καὶ μὴν εἰ καὶ πάλιν ὑπόθοιτό τις τὸν Μεσσηνιακὸν Πύλον καὶ τὸ Κορυφάσιον ἀρχὴν τοῦ παρὰ Νέστορος πλοῦ, πολὺ ἂν εἴη τὸ διάστημα καὶ πλέονος χρόνου. αὐτὸ γοῦν τὸ ἐπὶ τὸν Τριφυλιακὸν Πύλον καὶ τὸ Σαμιακὸν ποσείδιον τετρακοσίων ἐστὶ σταδίων · καὶ παράπλους παρὰ Κρουνοὺς καὶ Χαλκίδα καὶ Φεάν, ἀδόξων ποταμῶν ὀνόματα μᾶλλον δὲ ὀχετῶν, ἀλλὰ παρὰ τὴν Νέδαν πρῶτον, εἶτ’Ἀκίδωνα, εἶτα τὸν Ἀλφειὸν καὶ τόπους τούτων τοὺς μεταξύ · ὕστερον δ’, εἰ ἄρα, κἀκείνων ἐχρῆν μνησθῆναι · καὶ γὰρ παρ’ἐκείνους ὑπῆρχεν πλοῦς.

8.3.28καὶ μὴν γε τοῦ Νέστορος διήγησις, ἣν διατίθεται πρὸς Πάτροκλον περὶ τοῦ γενομένου τοῖς Πυλίοις πρὸς Ἠλείους πολέμου, συνηγορεῖ τοῖς ὑφ’ἡμῶν ἐπιχειρουμένοις, ἐὰν σκοπῇ τις τὰ ἔπη. φησὶ γὰρ ἐν αὐτοῖς, ὅτι πορθήσαντος Ἡρακλέους τὴν Πυλίαν ὥστε τὴν νεότητα ἐκλειφθῆναι πᾶσαν, δώδεκα δὴ παίδων ὄντων τῷ Νηλεῖ, μόνον αὐτῷ περιγενέσθαι τὸν Νέστορα νέον τελέως · καταφρονήσαντες δ’οἱ Ἐπειοὶ τοῦ Νηλέως διὰ γῆρας καὶ ἐρημίαν ὑπερηφάνως καὶ ὑβριστικῶς ἐχρῶντο τοῖς Πυλίοις. ἀντὶ τούτων οὖν Νέστωρ συναγαγὼν τοὺς οἰκείους ὅσους οἷόςτε ἦν ἐπελθεῖν φησιν ἐπὶ τὴν Ἠλείαν, καὶ περιελάσαι παμπόλλην λείαν πεντήκοντα βοῶν ἀγέλας, τόσα πώεα οἰῶν, τόσσα συῶν συβόσια, τοσαῦτα δὲ καὶ αἰπόλια, ἵππους δὲ ξανθὰς ἑκατὸν καὶ πεντήκοντα, ὑποπώλους τὰς πλείστας. καὶ τὰ μὲν ἠλασάμεσθα Πύλον (φησί )Νηλήιον εἴσω, ἐννύχιοι προτὶ ἄστυ, ὡς μεθ’ἡμέραν μὲν τῆς λεηλασίας γενομένης καὶ τῆς τροπῆς τῶν ἐκβοηθησάντων, ὅτε κτανεῖν λέγει τὸν Ἰτυμονέα, νύκτωρ δὲ τῆς ἀφόδου γενομένης ὥστ’ἐννυχίους πρὸς τῷ ἄστει γενέσθαι · περὶ δὲ τὴν διανομὴν καὶ θυσίαν ὄντων οἱ Ἐπειοὶ τῇ τρίτῃ τῶν ἡμερῶν κατὰ πλῆθος ἀθροισθέντες πεζοίτε καὶ ἱππεῖς ἀντεπεξῆλθον καὶ τὸ Θρύον ἐπὶ τῷ Ἀλφειῷ κείμενον περιεστρατοπέδευσαν. αἰσθόμενοι δ’εὐθὺς οἱ Πύλιοι βοηθεῖν ὥρμησαν · νυκτερεύσαντες δὲ περὶ τὸν Μινυήιον ποταμὸν ἐγγύθεν Ἀρήνης, ἐντεῦθεν ἔνδιοι πρὸς τὸν Ἀλφειὸν ἀφικνοῦνται · τοῦτο δ’ἐστὶ κατὰ μεσημβρίαν · θύσαντες δὲ τοῖς θεοῖς καὶ νυκτερεύσαντες ἐπὶ τῷ ποταμῷ συμβάλλουσιν εἰς μάχην εὐθὺς ἕωθεν · λαμπρᾶς δὲ τῆς τροπῆς γενομένης οὐκ ἐπαύσαντο διώκοντέςτε καὶ κτείνοντες πρὶν Βουπρασίου ἐπέβησαν πέτρηςτ’Ὠλενίης καὶ Ἀλεισίου ἔνθα κολώνη κέκληται, ὅθεν αὖτις ἀπέτραπε λαὸν Ἀθήνη. καὶ ὑποβάς αὐτὰρ Ἀχαιοὶ ἂψ ἀπὸ Βουπρασίοιο Πύλονδ’ἔχον ὠκέας ἵππους.

8.3.29ἐκ τούτων δὴ πῶς ἂν τὸν Ἠλιακὸν Πύλον ὑπολάβοι τις τὸν Μεσσηνιακὸν λέγεσθαι; τὸν μὲν Ἠλιακόν, ὅτι τούτου πορθουμένου συνεπορθεῖτο καὶ τῶν Ἐπειῶν ὑπὸ τοῦ Ἡρακλέους · αὕτη δ’ἐστὶν Ἠλεία. πῶς οὖν ἤμελλον οἱ συμπεπορθημένοι καὶ ὁμόφυλοι τοιαύτην ὑπερηφανίαν καὶ ὕβριν κτήσασθαι κατὰ τῶν συναδικηθέντων; πῶς δ’ἂν τὴν οἰκείαν κατέτρεχον καὶ ἐλεηλάτουν; πῶς δ’ἂν ἅμα καὶ Αὐγέας ἦρχε τῶν αὐτῶν καὶ Νηλεὺς ἐχθροὶ ὄντες ἀλλήλων; εἴγε τῷ Νηλεῖ χρεῖος μέγ’ὀφείλετ’ἐν Ἤλιδι δίῃ, τέσσαρες ἀθλοφόροι ἵπποι αὐτοῖσιν ὄχεσφιν, ἐλθόντες μετ’ἄεθλα · περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι · τοὺς δ’αὖθι ἄναξ ἀνδρῶν Αὐγείας κάσχεθε, τὸν δ’ἐλατῆρ’ἀφίει. εἰ δ’ἐνταῦθα ᾤκει Νηλεύς, ἐνταῦθα καὶ Νέστωρ ἐπῆρχε. πῶς οὖν τῶν μὲν Ἠλείων καὶ Βουπρασίων τέσσαρες ἀρχοὶ ἔσαν, δέκα δ’ἀνδρὶ ἑκάστῳ νῆες ἕποντο θοαί, πολέες δ’ἔμβαινον Ἐπειοί; εἰς τέτταρα δὲ καὶ χώρα διῄρητο, ὧν οὐδενὸς ἐπῆρχεν Νέστωρ, οἳ δὲ Πύλοντ’ἐνέμοντο καὶ Ἀρήνην ἐρατεινήν καὶ τὰ ἑξῆς τὰ μέχρι Μεσσήνης; οἱ δὲ δὴ ἀντεπεξιόντες Ἐπειοὶ τοῖς Πυλίοις πῶς ἐπὶ τὸν Ἀλφειὸν ἐξορμῶσι καὶ τὸ Θρύον; πῶς δ’ἐκεῖ τῆς μάχης γενομένης τρεφθέντες ἐπὶ Βουπρασίου φεύγουσι; πάλιν δ’, εἰ τὸν Μεσσηνιακὸν Πύλον ἐπόρθησεν Ἡρακλῆς, πῶς οἱ τοσοῦτον ἀφεστῶτες ὕβριζον εἰς αὐτούς, καὶ ἐν συμβολαίοις ἦσαν πολλοῖς, καὶ ταῦτ’ἀπεστέρουν χρεοκοποῦντες, ὥστε διὰ ταῦτα συμβῆναι τὸν πόλεμον; πῶς δὲ ἐπὶ τὴν λεηλασίαν ἐξιὼν Νέστωρ τοσαύτην περιελάσας λείαν συῶντε καὶ προβάτων, ὧν οὐδὲν ὠκυπορεῖν οὐ δὲ μακροπορεῖν δύναται, πλειόνων χιλίων σταδίων ὁδὸν διήνυσεν εἰς τὴν πρὸς τῷ Κορυφασίῳ Πύλον, οἱ δὲ τρίτῳ ἤματι πάντες ἐπὶ τὴν Θρυόεσσαν καὶ τὸν ποταμὸν τὸν Ἀλφειὸν ἥκουσι πολιορκήσοντες τὸ φρούριον; πῶς δὲ ταῦτα τὰ χωρία προσήκοντα ἦν τοῖς ἐν τῇ Μεσσηνίᾳ δυναστεύουσιν ἐχόντων Καυκώνων καὶ Τριφυλίων καὶ Πισατῶν; τὰ δὲ Γέρηνα τὴν Γερηνίαν (ἀμφοτέρως γὰρ λέγεται) τάχα μὲν ἐπίτηδες ὠνόμασάν τινες · δύναται δὲ καὶ κατὰ τύχην οὕτως ὠνομάσθαι τὸ χωρίον. τὸ δ’ὅλον, τῆς Μεσσηνίας ὑπὸ Μενελάῳ τεταγμένης, ὑφ’ καὶ Λακωνικὴ ἐτέτακτο (ὡς δῆλον ἔσται καὶ ἐκ τῶν ὕστερον), καὶ τοῦ μὲν Παμισοῦ ῥέοντος διὰ ταύτης καὶ τοῦ Νέδωνος, Ἀλφειοῦ δ’οὐδαμῶς ὅςτ’εὐρὺ ῥέει Πυλίων διὰ γαίης, ἧς ἐπῆρχεν Νέστωρ, τίς ἂν γένοιτο πιθανὸς λόγος εἰς τὴν ἀλλοτρίαν ἀρχὴν ἐκβιβάζων τὸν ἄνδρα, ἀφαιρούμενος δὲ τὰς συγκαταλεγείσας αὐτῷ πόλεις πάνθ’ὑπ’ἐκείνῳ ποιῶν;

8.3.30λοιπὸν δ’ἐστὶν εἰπεῖν περὶ τῆς Ὀλυμπίας καὶ τῆς εἰς τοὺς Ἠλείους ἁπάντων μεταπτώσεως. ἔστι δ’ἐν τῇ Πισάτιδι τὸ ἱερὸν σταδίους τῆς Ἤλιδος ἐλάττους τριακοσίους διέχον · πρόκειται δ’ἄλσος ἀγριελαίων ἐν τὸ στάδιον · παραρρεῖ δ’ Ἀλφειὸς ἐκ τῆς Ἀρκαδίας ῥέων εἰς τὴν Τριφυλιακὴν θάλατταν μεταξὺ δύσεως καὶ μεσημβρίας. τὴν δ’ἐπιφάνειαν ἔσχεν ἐξ ἀρχῆς μὲν διὰ τὸ μαντεῖον τοῦ Ὀλυμπίου Διός · ἐκείνου δ’ἐκλειφθέντος οὐδὲν ἧττον συνέμεινεν δόξα τοῦ ἱεροῦ, καὶ τὴν αὔξησιν ὅσην ἴσμεν ἔλαβε διάτε τὴν πανήγυριν καὶ τὸν ἀγῶνα τὸν Ὀλυμπιακόν, στεφανίτηντε καὶ ἱερὸν νομισθέντα, μέγιστον τῶν πάντων. ἐκοσμήθη δ’ἐκ τοῦ πλήθους τῶν ἀναθημάτων, ἅπερ ἐκ πάσης ἀνετίθετο τῆς Ἑλλάδος · ὧν ἦν καὶ χρυσοῦς σφυρήλατος Ζεύς, ἀνάθημα Κυψέλου τοῦ Κορινθίων τυράννου. μέγιστον δὲ τούτων ὑπῆρξε τὸ τοῦ Διὸς ξόανον, ἐποίει Φειδίας Χαρμίδου Ἀθηναῖος ἐλεφάντινον, τηλικοῦτον τὸ μέγεθος ὡς καίπερ μεγίστου ὄντος τοῦ νεὼ δοκεῖν ἀστοχῆσαι τῆς συμμετρίας τὸν τεχνίτην, καθήμενον ποιήσαντα, ἁπτόμενον δὲ σχεδόν τι τῇ κορυφῇ τῆς ὀροφῆς ὥστ’ἔμφασιν ποιεῖν, ἐὰν ὀρθὸς γένηται διαναστάς, ἀποστεγάσειν τὸν νεών. ἀνέγραψαν δέ τινες τὰ μέτρα τοῦ ξοάνου, καὶ Καλλίμαχος ἐν ἰάμβῳ τινὶ ἐξεῖπε. πολλὰ δὲ συνέπραξε τῷ Φειδίᾳ Πάναινος ζωγράφος, ἀδελφιδοῦς ὢν αὐτοῦ καὶ συνεργολάβος, πρὸς τὴν τοῦ ξοάνου διὰ τῶν χρωμάτων κόσμησιν καὶ μάλιστα τῆς ἐσθῆτος. δείκνυνται δὲ καὶ γραφαὶ πολλαίτε καὶ θαυμασταὶ περὶ τὸ ἱερὸν ἐκείνου ἔργα. ἀπομνημονεύουσι δὲ τοῦ Φειδίου, διότι πρὸς τὸν Πάναινον εἶπε πυνθανόμενον πρὸς τί παράδειγμα μέλλοι ποιήσειν τὴν εἰκόνα τοῦ Διός, ὅτι πρὸς τὴν Ὁμήρου δι’ἐπῶν ἐκτεθεῖσαν τούτων καὶ κυανέῃσιν ἐπ’ὀφρύσι νεῦσε Κρονίων · ἀμβρόσιαι δ’ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος κρατὸς ἀπ’ἀθανάτοιο, μέγαν δ’ἐλέλιξεν Ὄλυμπον. ἄξιοι δὲ μάλιστα τὴν αἰτίαν ἔχειν τῆς περὶ τὸ Ὀλυμπίασιν ἱερὸν μεγαλοπρεπείαςτε καὶ τιμῆς Ἠλεῖοι. κατὰ μὲν γὰρ τὰ Τρωικὰ καὶ ἔτι πρὸ τούτων οὐκ ηὐτύχουν, ὑπότε τῶν Πυλίων ταπεινωθέντες καὶ ὑφ’Ἡρακλέους ὕστερον, ἡνίκα Αὐγέας βασιλεύων αὐτῶν κατελύθη. σημεῖον δέ · εἰς γὰρ τὴν Τροίαν ἐκεῖνοι μὲν τετταράκοντα ναῦς ἔστειλαν, Πύλιοι δὲ καὶ Νέστωρ ἐνενήκοντα. ὕστερον δὲ μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον συνέβη τἀναντία. Αἰτωλοὶ γὰρ συγκατελθόντες τοῖς Ἡρακλείδαις μετὰ Ὀξύλου καὶ συνοικήσαντες Ἐπειοῖς κατὰ συγγένειαν παλαιὰν ηὔξησαν τὴν κοίλην Ἦλιν καὶ τῆςτε Πισάτιδος ἀφείλοντο πολλήν, καὶ Ὀλυμπία ὑπ’ἐκείνοις ἐγένετο · καὶ δὴ καὶ ἀγὼν εὕρημά ἐστιν ἐκείνων Ὀλυμπιακός, καὶ τὰς Ὀλυμπιάδας τὰς πρώτας ἐκεῖνοι συνετέλουν. ἐᾶσαι γὰρ δεῖ τὰ παλαιὰ καὶ περὶ τῆς κτίσεως τοῦ ἱεροῦ καὶ περὶ τῆς θέσεως τοῦ ἀγῶνος, τῶν μὲν ἕνα τῶν Ἰδαίων δακτύλων Ἡρακλέα λεγόντων ἀρχηγέτην τούτων, τῶν δὲ τὸν Ἀλκμήνης καὶ Διός, ὃν καὶ ἀγωνίσασθαι πρῶτον καὶ νικῆσαι · τὰ γὰρ τοιαῦτα πολλαχῶς λέγεται καὶ οὐ πάνυ πιστεύεται. ἐγγυτέρω δὲ πίστεως, ὅτι μέχρι τῆς ἕκτης καὶ εἰκοστῆς Ὀλυμπιάδος ἀπὸ τῆς πρώτης, ἐν Κόροιβος ἐνίκα στάδιον Ἠλεῖος, τὴν προστασίαν εἶχον τοῦτε ἱεροῦ καὶ τοῦ ἀγῶνος Ἠλεῖοι. κατὰ δὲ τὰ Τρωικὰ οὐκ ἦν ἀγὼν στεφανίτης οὐκ ἔνδοξος, οὔθ’οὗτος οὔτ’ἄλλος οὐδεὶς τῶν νῦν ἐνδόξων · οὐ δὲ μέμνηται τούτων Ὅμηρος οὐδενός, ἀλλ’ἑτέρων τινῶν ἐπιταφίων. καίτοι δοκεῖ τισὶ τοῦ Ὀλυμπιακοῦ μεμνῆσθαι, ὅταν φῇ τὸν Αὐγέαν ἀποστερῆσαι τέσσαρας ἀθλοφόρους ἵππους, ἐλθόντας μετ’ἄεθλα · φασὶ δὲ τοὺς Πισάτας μὴ μετασχεῖν τοῦ Τρωικοῦ πολέμου ἱεροὺς νομισθέντας τοῦ Διός. ἀλλ’οὔθ’ Πισᾶτις ὑπὸ Αὐγέᾳ τόθ’ὑπῆρχεν, ἐν ἐστι καὶ Ὀλυμπία, ἀλλ’ Ἠλεία μόνον, οὔτ’ἐν Ἠλείᾳ συνετελέσθη Ὀλυμπιακὸς ἀγὼν οὐ δ’ἅπαξ, ἀλλ’ἀεὶ ἐν Ὀλυμπίᾳ. δὲ νῦν παρατεθεὶς ἐν Ἤλιδι φαίνεται γενόμενος, ἐν καὶ τὸ χρέος ὠφείλετο καὶ γὰρ τῷ χρεῖος ὀφείλετ’ἐν Ἤλιδι δίῃ, τέσσαρες ἀθλοφόροι ἵπποι. καὶ οὗτος μὲν οὐ στεφανίτης (περὶ τρίποδος γὰρ ἔμελλον θεύσεσθαι), ἐκεῖνος δέ. μετὰ τὴν ἕκτην καὶ εἰκοστὴν Ὀλυμπιάδα οἱ Πισᾶται τὴν οἰκείαν ἀπολαβόντες αὐτοὶ συνετέλουν, τὸν ἀγῶνα ὁρῶντες εὐδοκιμοῦντα · χρόνοις δ’ὕστερον μεταπεσούσης πάλιν τῆς Πισάτιδος εἰς τοὺς Ἠλείους μετέπεσεν εἰς αὐτοὺς πάλιν καὶ ἀγωνοθεσία. συνέπραξαν δὲ καὶ οἱ Λακεδαιμόνιοι μετὰ τὴν ἐσχάτην κατάλυσιν τῶν Μεσσηνίων συμμαχήσασιν αὐτοῖς τἀναντία τῶν Νέστορος ἀπογόνων καὶ τῶν Ἀρκάδων συμπολεμησάντων τοῖς Μεσσηνίοις · καὶ ἐπὶ τοσοῦτόν γε συνέπραξαν ὥστε τὴν χώραν ἅπασαν τὴν μέχρι Μεσσήνης Ἠλείαν ῥηθῆναι καὶ διαμεῖναι μέχρι νῦν, Πισατῶν δὲ καὶ Τριφυλίων καὶ Καυκώνων μη δ’ὄνομα λειφθῆναι. καὶ αὐτὸν δὲ τὸν Πύλον τὸν ἠμαθόεντα εἰς τὸ Λέπρειον συνῴκισαν, χαριζόμενοι τοῖς Λεπρεάταις κρατήσασι πολέμῳ, καὶ ἄλλας πολλὰς τῶν κατοικιῶν κατέσπασαν, ὅσας γ’ἑώρων αὐτοπραγεῖν ἐθελούσας, καὶ φόρους ἐπράξαντο.

8.3.31Διωνομάσθη δὲ Πισᾶτις τὸ μὲν πρῶτον διὰ τοὺς ἡγεμόνας δυνηθέντας πλεῖστον, Οἰνόμαόντε καὶ Πέλοπα τὸν ἐκεῖνον διαδεξάμενον καὶ τοὺς παῖδας αὐτοῦ πολλοὺς γενομένους · καὶ Σαλμωνεὺς δ’ἐνταῦθα βασιλεῦσαι λέγεται · εἰς γοῦν ὀκτὼ πόλεις μεριζομένης τῆς Πισάτιδος, μία τούτων λέγεται καὶ Σαλμώνη. διὰ ταῦτάτε δὴ καὶ τὸ ἱερὸν τὸ Ὀλυμπίασι διατεθρύληται σφόδρα χώρα. δεῖ δὲ τῶν παλαιῶν ἱστοριῶν ἀκούειν οὕτως ὡς μὴ ὁμολογουμένων σφόδρα · οἱ γὰρ νεώτεροι πολλὰ καινίζουσιν, ὥστε καὶ τἀναντία λέγειν, οἷον τὸν μὲν Αὐγέαν τῆς Πισάτιδος ἄρξαι τὸν δ’Οἰνόμαον καὶ τὸν Σαλμωνέα τῆς Ἠλείας · ἔνιοι δ’εἰς ταὐτὸ συνάγουσι τὰ ἔθνη. δεῖ δὲ τοῖς ὁμολογουμένοις ὡς ἐπὶ πολὺ ἀκολουθεῖν, ἐπεὶ οὐ δὲ τοὔνομα τὴν Πισᾶτιν ἐτυμολογοῦσιν ὁμοίως · οἱ μὲν γὰρ ἀπὸ Πίσης ὁμωνύμου τῇ κρήνῃ πόλεως, τὴν δὲ κρήνην Πῖσαν εἰρῆσθαι, οἷον πίστραν, ὅπερ ἐστὶ ποτίστρα · τὴν δὲ πόλιν ἱδρυμένην ἐφ’ὕψους δεικνύουσι μεταξὺ δυεῖν ὀροῖν, Ὄσσης καὶ Ὀλύμπου, ὁμωνύμων τοῖς ἐν Θετταλίᾳ. τινὲς δὲ πόλιν μὲν οὐδεμίαν γεγονέναι Πῖσαν φασίν (εἶναι γὰρ ἂν μίαν τῶν ὀκτώ), κρήνην δὲ μόνην, ἣν νῦν καλεῖσθαι Βῖσαν, Κικυσίου πλησίον πόλεως μεγίστης τῶν ὀκτώ · Στησίχορον δὲ καλεῖν πόλιν τὴν χώραν Πῖσαν λεγομένην, ὡς ποιητὴς τὴν Λέσβον Μάκαρος πόλιν. Εὐριπίδης δ’ἐν Ἴωνι Εὔβοι’Ἀθήναις ἐστί τις γείτων πόλις καὶ ἐν Ῥαδαμάνθυι οἳ γῆν ἔχουσ’Εὐβοΐδα πρόσχωρον πόλιν · Σοφοκλῆς δ’ἐν Μυσοῖς Ἀσία μὲν σύμπασα κλῄζεται, ξένε, πόλις δὲ Μυσῶν Μυσία προσήγορος.

8.3.32 δὲ Σαλμώνη πλησίον ἐστὶ τῆς ὁμωνύμου κρήνης ἐξ ἧς ῥεῖ Ἐνιπεύς · ἐμβάλλει δ’εἰς τὸν Ἀλφειόν. τούτου δ’ἐρασθῆναι τὴν Τυρώ φασιν ποταμοῦ ἠράσσατ’Ἐνιπῆος θείοιο. ἐνταῦθα γὰρ βασιλεῦσαι τὸν πατέρα αὐτῆς τὸν Σαλμωνέα, καθάπερ καὶ Εὐριπίδης ἐν Αἰόλῳ φησί. ἐγγὺς δὲ τῆς Σαλμώνης Ἡράκλεια, καὶ αὕτη μία τῶν ὀκτώ, διέχουσα περὶ τετταράκοντα σταδίους τῆς Ὀλυμπίας, κειμένη δὲ παρὰ τὸν Κυθήριον ποταμόν, οὗ τὸ τῶν Ἰωνιάδων νυμφῶν ἱερὸν τῶν πεπιστευμένων θεραπεύειν νόσους τοῖς ὕδασι. παρὰ δὲ τὴν Ὀλυμπίαν ἐστὶ καὶ Ἄρπινα, καὶ αὕτη τῶν ὀκτώ, δι’ἧς ῥεῖ ποταμὸς Παρθενίας ὡς εἰς Ἡραίαν ἰόντων · αὐτοῦ δ’ἔστι καὶ τὸ Κικύσιον τῶν ὀκτὼ καὶ τὸ Δυσπόντιον κατὰ τὴν ὁδὸν τὴν ἐξ Ἤλιδος εἰς Ὀλυμπίαν ἐν πεδίῳ κείμενον · ἐξελείφθη δέ, καὶ ἀπῆραν οἱ πλείους εἰς Ἐπίδαμνον καὶ Ἀπολλωνίαν · καὶ Φολόη δ’ὑπέρκειται τῆς Ὀλυμπίας ἐγγυτάτω, ὄρος Ἀρκαδικόν, ὥστε τὰς ὑπωρείας τῆς Πισάτιδος εἶναι. καὶ πᾶσα δ’ Πισᾶτις καὶ τῆς Τριφυλίας τὰ πλεῖστα ὁμορεῖ τῇ Ἀρκαδίᾳ · διὰ δὲ τοῦτο καὶ Ἀρκαδικὰ εἶναι δοκεῖ τὰ πλεῖστα τῶν Πυλιακῶν ἐν καταλόγῳ φραζομένων χωρίων · οὐ μέντοι φασὶν οἱ ἔμπειροι · τὸν γὰρ Ἐρύμανθον εἶναι τὸν ὁρίζοντα τὴν Ἀρκαδίαν τῶν εἰς Ἀλφειὸν ἐμπιπτόντων ποταμῶν, ἔξω δ’ἐκείνου τὰ χωρία ἱδρῦσθαι ταῦτα.

8.3.33Ἔφορος δέ φησιν Αἰτωλὸν ἐκπεσόντα ὑπὸ Σαλμωνέως τοῦ βασιλέως Ἐπειῶντε καὶ Πισατῶν ἐκ τῆς Ἠλείας εἰς τὴν Αἰτωλίαν, ὀνομάσαιτε ἀφ’αὑτοῦ τὴν χώραν καὶ συνοικίσαι τὰς αὐτόθι πόλεις · τούτου δ’ἀπόγονον ὑπάρξαντα Ὄξυλον φίλον τοῖς περὶ Τήμενον Ἡρακλείδαις ἡγήσασθαίτε τὴν ὁδὸν κατιοῦσιν εἰς τὴν Πελοπόννησον καὶ μερίσαι τὴν πολεμίαν αὐτοῖς χώραν καὶ τἆλλα ὑποθέσθαι τὰ περὶ τὴν κατάκτησιν τῆς χώρας, ἀντὶ δὲ τούτων λαβεῖν χάριν τὴν εἰς τὴν Ἠλείαν κάθοδον, προγονικὴν οὖσαν, κατελθεῖν δὲ ἀθροίσαντα στρατιὰν ἐκ τῆς Αἰτωλίας ἐπὶ τοὺς κατέχοντας Ἐπειοὺς τὴν Ἦλιν · ἀπαντησάντων δὲ τῶν Ἐπειῶν μεθ’ὅπλων, ἐπειδὴ ἀντίπαλοι ἦσαν αἱ δυνάμεις, εἰς μονομαχίαν προελθεῖν κατὰ ἔθος τι παλαιὸν τῶν Ἑλλήνων Πυραίχμην Αἰτωλὸν Δέγμενόντ’Ἐπειόν, τὸν μὲν Δέγμενον μετὰ τόξου ψιλόν, ὡς περιεσόμενον ῥᾳδίως ὁπλίτου διὰ τῆς ἑκηβολίας, τὸν δὲ μετὰ σφενδόνης καὶ πήρας λίθων, ἐπειδὴ κατέμαθε τὸν δόλον · τυχεῖν δὲ νεωστὶ ὑπὸ τῶν Αἰτωλῶν εὑρημένον τὸ τῆς σφενδόνης εἶδος · μακροβολωτέρας δ’οὔσης τῆς σφενδόνης πεσεῖν τὸν Δέγμενον, καὶ κατασχεῖν τοὺς Αἰτωλοὺς τὴν γῆν ἐκβαλόντας τοὺς Ἐπειούς · παραλαβεῖν δὲ καὶ τὴν ἐπιμέλειαν τοῦ ἱεροῦ τοῦ Ὀλυμπίασιν, ἣν εἶχον οἱ Ἀχαιοί · διὰ δὲ τὴν τοῦ Ὀξύλου φιλίαν πρὸς τοὺς Ἡρακλείδας συνομολογηθῆναι ῥᾳδίως ἐκ πάντων μεθ’ὅρκου τὴν Ἠλείαν ἱερὰν εἶναι τοῦ Διός, τὸν δ’ἐπιόντα ἐπὶ τὴν χώραν ταύτην μεθ’ὅπλων ἐναγῆ εἶναι, ὡς δ’αὕτως ἐναγῆ καὶ τὸν μὴ ἐπαμύνοντα εἰς δύναμιν · ἐκ δὲ τούτου καὶ τοὺς κτίσαντας τὴν Ἠλείων πόλιν ὕστερον ἀτείχιστον ἐᾶσαι, καὶ τοὺς δι’αὐτῆς τῆς χώρας ἰόντας στρατοπέδῳ τὰ ὅπλα παραδόντας ἀπολαμβάνειν μετὰ τὴν ἐκ τῶν ὅρων ἔκβασιν · Ἴφιτόντε θεῖναι τὸν Ὀλυμπικὸν ἀγῶνα, ἱερῶν ὄντων τῶν Ἠλείων. ἐκ δὴ τῶν τοιούτων αὔξησιν λαβεῖν τοὺς ἀνθρώπους · τῶν γὰρ ἄλλων πολεμούντων ἀεὶ πρὸς ἀλλήλους, μόνοις ὑπάρξαι πολλὴν εἰρήνην, οὐκ αὐτοῖς μόνον ἀλλὰ καὶ τοῖς ξένοις, ὥστε καὶ εὐανδρῆσαι μάλιστα πάντων παρὰ τοῦτο. Φείδωνα δὲ τὸν Ἀργεῖον, δέκατον μὲν ὄντα ἀπὸ Τημένου, δυνάμει δ’ὑπερβεβλημένον τοὺς κατ’αὐτόν, ἀφ’ἧς τήντε λῆξιν ὅλην ἀνέλαβε τὴν Τημένου διεσπασμένην εἰς πλείω μέρη, καὶ μέτρα ἐξεῦρε τὰ Φειδώνια καλούμενα καὶ σταθμοὺς καὶ νόμισμα κεχαραγμένον τότε ἄλλο καὶ τὸ ἀργυροῦν, πρὸς τούτοις ἐπιθέσθαι καὶ ταῖς ὑφ’Ἡρακλέους αἱρεθείσαις πόλεσι, καὶ τοὺς ἀγῶνας ἀξιοῦν τιθέναι αὐτόν, οὓς ἐκεῖνος ἔθηκε · τούτων δὲ εἶναι καὶ τὸν Ὀλυμπικόν · καὶ δὴ βιασάμενον ἐπελθόντα θεῖναι αὐτόν, οὔτε τῶν Ἠλείων ἐχόντων ὅπλα ὥστε κωλύειν διὰ τὴν εἰρήνην τῶντε ἄλλων κρατουμένων τῇ δυναστείᾳ · οὐ μὴν τούς γε Ἠλείους ἀναγράψαι τὴν θέσιν ταύτην, ἀλλὰ καὶ ὅπλα κτήσασθαι διὰ τοῦτο καὶ ἀρξαμένους ἐπικουρεῖν σφίσιν αὐτοῖς · συμπράττειν δὲ καὶ Λακεδαιμονίους, εἴτε φθονήσαντας τῇ διὰ τὴν εἰρήνην εὐτυχίᾳ εἴτε καὶ συνεργοὺς ἕξειν νομίσαντας πρὸς τὸ καταλῦσαι τὸν Φείδωνα, ἀφῃρημένον αὐτοὺς τὴν ἡγεμονίαν τῶν Πελοποννησίων, νοι προεκέκτηντο · καὶ δὴ καὶ συγκαταλῦσαι τὸν Φείδωνα · τοὺς δὲ συγκατασκευάσαι τοῖς Ἠλείοις τήντε Πισᾶτιν καὶ τὴν Τριφυλίαν. δὲ παράπλους ἅπας τῆς νῦν Ἠλείας μὴ κατακολπίζοντι χιλίων ὁμοῦ καὶ διακοσίων ἐστὶ σταδίων. ταῦτα μὲν περὶ τῆς Ἠλείας.

8.4

8.4.1 δὲ Μεσσηνία συνεχής ἐστι τῇ Ἠλείᾳ, περινεύουσα τὸ πλέον ἐπὶ τὸν νότον καὶ τὸ Λιβυκὸν πέλαγος. αὕτη δ’ἐπὶ μὲν τῶν Τρωικῶν ὑπὸ Μενελάῳ ἐτέτακτο, μέρος οὖσα τῆς Λακωνικῆς, ἐκαλεῖτο δ’ χώρα Μεσσήνη · τὴν δὲ νῦν ὀνομαζομένην πόλιν Μεσσήνην, ἧς ἀκρόπολις Ἰθώμη ὑπῆρξεν, οὔπω συνέβαινεν ἐκτίσθαι · μετὰ δὲ τὴν Μενελάου τελευτήν, ἐξασθενησάντων τῶν διαδεξαμένων τὴν Λακωνικήν, οἱ Νηλεῖδαι τῆς Μεσσηνίας ἐπῆρχον. καὶ δὴ κατὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τότε γενηθέντα μερισμὸν τῆς χώρας ἦν Μέλανθος βασιλεὺς τῶν Μεσσηνίων καθ’αὑτοὺς ταττομένων, πρότερον δ’ὑπήκοοι ἦσαν τοῦ Μενελάου. σημεῖον δέ · ἐκ γὰρ τοῦ Μεσσηνιακοῦ κόλπου καὶ τοῦ συνεχοῦς Ἀσιναίου λεγομένου ἀπὸ τῆς Μεσσηνιακῆς Ἀσίνης αἱ ἑπτὰ ἦσαν πόλεις, ἃς ὑπέσχετο δώσειν Ἀγαμέμνων τῷ Ἀχιλλεῖ Καρδαμύλην Ἐνόπηντε καὶ Ἱρὴν ποιήεσσαν Φηράςτε ζαθέας ἠδ’Ἄνθειαν βαθύλειμον καλήντ’Αἴπειαν καὶ Πήδασον ἀμπελόεσσαν, οὐκ ἂν τάς γε μὴ προσηκούσας μήτ’αὐτῷ μήτε τῷ ἀδελφῷ ὑποσχόμενος. ἐκ δὲ τῶν Φηρῶν καὶ συστρατεύσαντας τῷ Μενελάῳ δηλοῖ ποιητής, τὸν δὲ καὶ συγκαταλέγει τῷ Λακωνικῷ καταλόγῳ, ἱδ ἐν τῷ Μεσσηνιακῷ κόλπῳ. ἔστι δ’ Μεσσήνη μετὰ Τριφυλίαν · κοινὴ δ’ἐστὶν ἀμφοῖν ἄκρα, μεθ’ἣν τὸ Κορυφάσιον · ὑπέρκειται δ’ὄρος ἐν ἑπτὰ σταδίοις τὸ Αἰγαλέον τούτουτε καὶ τῆς θαλάττης.

8.4.2 μὲν οὖν παλαιὰ Πύλος Μεσσηνιακὴ ὑπὸ τῷ Αἰγαλέῳ πόλις ἦν, κατεσπασμένης δὲ ταύτης ἐπὶ τῷ Κορυφασίῳ τινὲς αὐτῶν ᾤκησαν · προσέκτισαν δ’αὐτὴν Ἀθηναῖοι τὸ δεύτερον ἐπὶ Σικελίαν πλέοντες μετ’Εὐρυμέδοντος ἐπὶ Στρατοκλέους, ἐπιτείχισμα τοῖς Λακεδαιμονίοις. αὐτοῦ δ’ἐστὶ καὶ Κυπαρισσία Μεσσηνιακὴ καὶ […] καὶ προκειμένη πλησίον τοῦ Πύλου Σφαγία νῆσος, δ’αὐτὴ καὶ Σφακτηρία λεγομένη, περὶ ἣν ἀπέβαλον ζωγρίᾳ Λακεδαιμόνιοι τριακοσίους ἐξ ἑαυτῶν ἄνδρας ὑπ’Ἀθηναίων ἐκπολιορκηθέντας. κατὰ δὲ τὴν παραλίαν ταύτην τῶν Κυπαρισσιέων πελάγιαι πρόκεινται δύο νῆσοι προσαγορευόμεναι Στροφάδες, τετρακοσίους ἀπέχουσαι μάλιστά πως τῆς ἠπείρου σταδίους ἐν τῷ Λιβυκῷ καὶ μεσημβρινῷ πελάγει. φησὶ δὲ Θουκυδίδης ναύσταθμον ὑπάρξαι τῶν Μεσσηνίων ταύτην τὴν Πύλον · διέχει δὲ Σπάρτης τετρακοσίους.

8.4.3ἑξῆς δ’ἐστὶ Μεθώνη · ταύτην δ’εἶναί φασι τὴν ὑπὸ τοῦ ποιητοῦ Πήδασον προσαγορευομένην, μίαν τῶν ἑπτὰ ὧν ὑπέσχετο τῷ Ἀχιλλεῖ Ἀγαμέμνων · ἐνταῦθα Ἀγρίππας τὸν τῶν Μαυρουσίων βασιλέα τῆς Ἀντωνίου στάσεως ὄντα Βόγον κατὰ τὸν πόλεμον τὸν Ἀκτιακὸν διέφθειρε, λαβὼν ἐξ ἐπίπλου τὸ χωρίον.

8.4.4τῇ δὲ Μεθώνῃ συνεχής ἐστιν Ἀκρίτας, ἀρχὴ τοῦ Μεσσηνιακοῦ κόλπου · καλοῦσι δ’αὐτὸν καὶ Ἀσιναῖον ἀπὸ Ἀσίνης, πολίχνης πρώτης ἐν τῷ κόλπῳ, ὁμωνύμου τῇ Ἑρμιονικῇ. αὕτη μὲν οὖν ἀρχὴ πρὸς δύσιν τοῦ κόλπου ἐστί, πρὸς ἕω δὲ αἱ καλούμεναι Θυρίδες, ὅμοροι τῇ νῦν Λακωνικῇ τῇ κατὰ Κιναίθιον καὶ Ταίναρον. μεταξὺ δὲ ἀπὸ τῶν Θυρίδων ἀρξαμένοις Οἴτυλός ἐστι · καλεῖται δ’ὑπό τινων Βοίτυλος · εἶτα Λεῦκτρον τῶν ἐν τῇ Βοιωτίᾳ Λεύκτρων ἄποικος, εἶτ’ἐπὶ πέτρας ἐρυμνῆς ἵδρυται Καρδαμύλη, εἶτα Φηραὶ ὅμορος Θουρίᾳ καὶ Γερήνοις, ἀφ’οὗ τόπου Γερήνιον τὸν Νέστορα κληθῆναί φασι διὰ τὸ ἐνταῦθα σωθῆναι αὐτόν, ὡς προειρήκαμεν. δείκνυται δ’ἐν τῇ Γερηνίᾳ Τρικκαίου ἱερὸν Ἀσκληπιοῦ, ἀφίδρυμα τοῦ ἐν τῇ Θετταλικῇ Τρίκκῃ. οἰκίσαι δὲ λέγεται Πέλοψ τότε Λεῦκτρον καὶ Χαράδραν καὶ Θαλάμας, τοὺς νῦν Βοιωτοὺς καλουμένους, τὴν ἀδελφὴν Νιόβην ἐκδοὺς Ἀμφίονι καὶ ἐκ τῆς Βοιωτίας ἀγαγόμενός τινας. παρὰ δὲ Φηρὰς Νέδων ἐκβάλλει ῥέων διὰ τῆς Λακωνικῆς, ἕτερος ὢν τῆς Νέδας · ἔχει δ’ἱερὸν ἐπίσημον Ἀθηνᾶς Νεδουσίας. καὶ ἐν Ποιαέσσῃ δ’ἐστὶν Ἀθηνᾶς Νεδουσίας ἱερόν, ἐπώνυμον τόπου τινὸς Νέδοντος, ἐξ οὗ φασιν οἰκίσαι Τήλεκλον Ποιάεσσαν καὶ Ἐχειὰς καὶ Τράγιον.

8.4.5τῶν δὲ προταθεισῶν ἑπτὰ πόλεων τῷ Ἀχιλλεῖ περὶ μὲν Καρδαμύλης καὶ Φηρῶν εἰρήκαμεν καὶ Πηδάσου. Ἐνόπην δὲ οἱ μὲν τὰ Πέλλανά φασιν, οἱ δὲ τόπον τινὰ περὶ Καρδαμύλην, οἱ δὲ τὴν Γερηνίαν · τὴν δὲ Ἱρὴν κατὰ τὸ ὄρος δεικνύουσι τὸ κατὰ τὴν Μεγαλόπολιν τῆς Ἀρκαδίας ὡς ἐπὶ τὴν Ἀνδανίαν ἰόντων, ἣν ἔφαμεν Οἰχαλίαν ὑπὸ τοῦ ποιητοῦ κεκλῆσθαι · οἱ δὲ τὴν νῦν Μεσόλαν οὕτω καλεῖσθαί φασι καθήκουσαν εἰς τὸν μεταξὺ κόλπον τοῦ Ταϋγέτου καὶ τῆς Μεσσηνίας. δ’Αἴπεια νῦν Θουρία καλεῖται, ἣν ἔφαμεν ὅμορον Φαραῖς · ἵδρυται δ’ἐπὶ λόφου ὑψηλοῦ, ἀφ’οὗ καὶ τοὔνομα. ἀπὸ δὲ τῆς Θουρίας καὶ Θουριάτης κόλπος, ἐν πόλισμα ἦν Ῥίον τοὔνομα ἀπεναντίον Ταινάρου. Ἄνθειαν δὲ οἱ μὲν αὐτὴν τὴν Θουρίαν φασίν, Αἴπειαν δὲ τὴν Μεθώνην, οἱ δὲ τὴν μεταξὺ Ἀσίνην τῶν Μεσσηνίων πόλεων οἰκειότατα βαθύλειμον λεχθεῖσαν, ἧς πρὸς θαλάττῃ πόλις Κορώνη καὶ ταύτην δέ τινες Πήδασον λεχθῆναί φασιν ὑπὸ τοῦ ποιητοῦ. πᾶσαι δ’ἐγγὺς ἁλός, Καρδαμύλη μὲν ἐπ’αὐτῇ, Φαραὶ δ’ἀπὸ πέντε σταδίων, ὕφορμον ἔχουσα θερινόν, αἱ δ’ἄλλαι ἀνωμάλοις κέχρηνται τοῖς ἀπὸ θαλάττης διαστήμασι.

8.4.6πλησίον δὲ τῆς Κορώνης κατὰ μέσον πως τὸν κόλπον Παμισὸς ποταμὸς ἐκβάλλει, ταύτην μὲν ἐν δεξιᾷ ἔχων καὶ τὰς ἑξῆς · ὧν εἰσιν ἔσχαται πρὸς δύσιν Πύλος καὶ Κυπαρισσία, μέση δὲ τούτων Ἔρανα, ἣν οὐκ εὖ τινες Ἀρήνην […] νενομίκασι πρότερον · Θουρίαν δὲ καὶ Φαρὰς ἐν . μέγιστος δ’ἐστὶ ποταμῶν τῶν ἐντὸς Ἰσθμοῦ καίπερ οὐ πλείους ἑκατὸν σταδίους ἐκ τῶν πηγῶν ῥυεὶς δαψιλὴς τῷ ὕδατι διὰ τοῦ Μεσσηνιακοῦ πεδίου καὶ τῆς Μακαρίας καλουμένης · ἀφέστηκέτε τῆς νῦν Μεσσηνίων πόλεως ποταμὸς σταδίους πεντήκοντα. ἔστι δὲ καὶ ἄλλος Παμισὸς χαραδρώδης μικρὸς περὶ Λεῦκτρον ῥέων τὸ Λακωνικόν, περὶ οὗ κρίσιν ἔσχον Μεσσήνιοι πρὸς Λακεδαιμονίους ἐπὶ Φιλίππου · τὸν δὲ Παμισόν, ὃν Ἄμαθόν τινες ὠνόμασαν, προειρήκαμεν.

8.4.7Ἔφορος δὲ τὸν Κρεσφόντην, ἐπειδὴ εἷλε Μεσσήνην, διελεῖν φησιν εἰς πέντε πόλεις αὐτήν, ὥστε Στενύκλαρον μὲν ἐν τῷ μέσῳ τῆς χ κειμένην ἀποδεῖξαι βασίλειον αὑτῷ, βασιλέας πέμψαι, Πύλον καὶ Ῥίον κ Ὑαμεῖτιν, ποιήσαντα ἰσονόμους πάντας τοῖς Δωριεῦσι τοὺς Μεσσηνίους · ἀγανακτούντων δὲ τῶν Δωριέων μεταγνόντα μόνον τὸν Στενύκλαρον νομίσαι πόλιν, εἰς τοῦτον δὲ καὶ τοὺς Δωριέας συναγαγεῖν πάντας.

8.4.8 δὲ Μεσσηνίων πόλις ἔοικε Κορίνθῳ · ὑπέρκειται γὰρ τῆς πόλεως ἑκατέρας ὄρος ὑψηλὸν καὶ ἀπότομον τείχει κοινῷ περιειλημμένον ὥστ’ἀκροπόλει χρῆσθαι, τὸ μὲν καλούμενον Ἰθώμη τὸ δὲ Ἀκροκόρινθος · ὥστ’οἰκείως δοκεῖ Δημήτριος Φάριος πρὸς Φίλιππον εἰπεῖν τὸν Δημητρίου, παρακελευόμενος τούτων ἔχεσθαι τῶν πόλεων ἀμφοῖν ἐπιθυμοῦντα τῆς Πελοποννήσου · τῶν κεράτων γὰρ ἀμφοῖν ἔφη καθέξεις τὴν βοῦν. κέρατα μὲν λέγων τὴν Ἰθώμην καὶ τὸν Ἀκροκόρινθον, βοῦν δὲ τὴν Πελοπόννησον. καὶ δὴ διὰ τὴν εὐκαιρίαν ταύτην ἀμφήριστοι γεγόνασιν αἱ πόλεις αὗται. Κόρινθον μὲν οὖν κατέσκαψαν καὶ ἀνέστησαν πάλιν · Μεσσήνην δὲ ἀνεῖλον μὲν Λακεδαιμόνιοι, πάλιν δ’ἀνέλαβον Θηβαῖοι καὶ μετὰ ταῦτα Φίλιππος Ἀμύντου · αἱ δ’ἀκροπόλεις ἀοίκητοι διέμειναν.

8.4.9τὸ δ’ἐν Λίμναις τῆς Ἀρτέμιδος ἱερόν, ἐφ’ Μεσσήνιοι περὶ τὰς παρθένους ὑβρίσαι δοκοῦσι τὰς ἀφιγμένας ἐπὶ τὴν θυσίαν, ἐν μεθορίοις ἐστὶ τῆςτε Λακωνικῆς καὶ τῆς Μεσσηνίας, ὅπου κοινὴν συνετέλουν πανήγυριν καὶ θυσίαν ἀμφότεροι · μετὰ δὲ τὴν ὕβριν οὐ διδόντων δίκας τῶν Μεσσηνίων συστῆναί φασι τὸν πόλεμον. ἀπὸ δὲ τῶν Λιμνῶν τούτων καὶ τὸ ἐν τῇ Σπάρτῃ Λιμναῖον εἴρηται τῆς Ἀρτέμιδος ἱερόν.

8.4.10πλεονάκις δ’ἐπολέμησαν διὰ τὰς ἀποστάσεις τῶν Μεσσηνίων. τὴν μὲν οὖν πρώτην κατάκτησιν αὐτῶν φησι Τυρταῖος ἐν τοῖς ποιήμασι κατὰ τοὺς τῶν πατέρων πατέρας γενέσθαι · τὴν δὲ δευτέραν, καθ’ἣν ἑλόμενοι συμμάχους Ἀργείουςτε καὶ Ἀρκάδας καὶ Πισάτας ἀπέστησαν, Ἀρκάδων μὲν Ἀριστοκράτην τὸν Ὀρχομενοῦ βασιλέα παρεχομένων στρατηγόν, Πισατῶν δὲ Πανταλέοντα τὸν Ὀμφαλίωνος · ἡνίκα φησὶν αὐτὸς στρατηγῆσαι τὸν πόλεμον τοῖς Λακεδαιμονίοις · καὶ γὰρ εἶναί φησιν ἐκεῖθεν ἐν τῇ ἐλεγείᾳ ἣν ἐπιγράφουσιν αὐτὸς γὰρ Κρονίων, καλλιστεφάνου πόσις Ἥρης, Ζεὺς Ἡρακλείδαις τήνδε δέδωκε πόλιν · οἷσιν ἅμα προλιπόντες Ἐρινεὸν ἠνεμόεντα, εὐρεῖαν Πέλοπος νῆσον ἀφικόμεθα. ὥστ’ ταῦτα ἠκύρωται τὰ ἐλεγεῖα, Φιλοχόρῳ ἀπιστητέον τῷ φήσαντι Ἀθηναῖόντε καὶ Ἀφιδναῖον, καὶ Καλλισθένει καὶ ἄλλοις πλείοσι τοῖς εἰποῦσιν ἐξ Ἀθηνῶν ἀφικέσθαι δεηθέντων Λακεδαιμονίων κατὰ χρησμόν, ὃς ἐπέταττε παρ’Ἀθηναίων λαβεῖν ἡγεμόνα. ἐπὶ μὲν οὖν τοῦ Τυρταίου δεύτερος ὑπῆρξε πόλεμος · τρίτον δὲ καὶ τέταρτον συστῆναί φασιν, ἐν κατελύθησαν οἱ Μεσσήνιοι. δὲ πᾶς παράπλους Μεσσηνιακὸς στάδιοι ὀκτακόσιοί που κατακολπίζοντι.

8.4.11ἀλλὰ γὰρ εἰς πλείω λόγον τοῦ μετρίου πρόιμεν ἀκολουθοῦντες τῷ πλήθει τῶν ἱστορουμένων περὶ χώρας ἐκλελειμμένης τῆς πλείστης · ὅπου γε καὶ Λακωνικὴ λιπανδρεῖ κρινομένη πρὸς τὴν παλαιὰν εὐανδρίαν. ἔξω γὰρ τῆς Σπάρτης αἱ λοιπαὶ πολίχναι τινές εἰσι περὶ τριάκοντα τὸν ἀριθμόν · τὸ δὲ παλαιὸν ἑκατόμπολίν φασιν αὐτὴν καλεῖσθαι, καὶ τὰ ἑκατόμβαια διὰ τοῦτο θύεσθαι παρ’αὐτοῖς κατ’ἔτος.

8.5

8.5.1ἔστι δ’οὖν μετὰ τὸν Μεσσηνιακὸν κόλπον Λακωνικὸς μεταξὺ Ταινάρου καὶ Μαλεῶν, ἐκκλίνων μικρὸν ἀπὸ μεσημβρίας πρὸς ἕω · διέχουσι δὲ σταδίους ἑκατὸν τριάκοντα αἱ Θυρίδες τοῦ Ταινάρου ἐν τῷ Μεσσηνιακῷ οὖσαι κόλπῳ, ῥοώδης κρημνός. τούτων δ’ὑπέρκειται τὸ Ταΰγετον · ἔστι δ’ὄρος μικρὸν ὑπὲρ τῆς θαλάττης ὑψηλόντε καὶ ὄρθιον, συνάπτον κατὰ τὰ προσάρκτια μέρη ταῖς Ἀρκαδικαῖς ὑπωρείαις, ὥστε καταλείπεσθαι μεταξὺ αὐλῶνα, καθ’ὃν Μεσσηνία συνεχής ἐστι τῇ Λακωνικῇ. ὑποπέπτωκε δὲ τῷ Ταϋγέτῳ Σπάρτη ἐν μεσογαίᾳ καὶ Ἀμύκλαι, οὗ τὸ τοῦ Ἀπόλλωνος ἱερόν, καὶ Φᾶρις. ἔστι μὲν οὖν ἐν κοιλοτέρῳ χωρίῳ τὸ τῆς πόλεως ἔδαφος καίπερ ἀπολαμβάνον ὄρη μεταξύ · ἀλλ’οὐδέν γε μέρος αὐτοῦ λιμνάζει, τὸ δὲ παλαιὸν ἐλίμναζε τὸ προάστειον, καὶ ἐκάλουν αὐτὸ Λίμνας · καὶ τὸ τοῦ Διονύσου ἱερὸν ἐν Λίμναις ἐφ’ὑγροῦ βεβηκὸς ἐτύγχανε, νῦν δ’ἐπὶ ξηροῦ τὴν ἵδρυσιν ἔχει. ἐν δὲ τῷ κόλπῳ τῆς παραλίας τὸ μὲν Ταίναρον ἀκτή ἐστιν ἐκκειμένη τὸ ἱερὸν ἔχουσα τοῦ Ποσειδῶνος ἐν ἄλσει ἱδρυμένον · πλησίον δ’ἐστὶν ἄντρον, δι’οὗ τὸν Κέρβερον ἀναχθῆναι μυθεύουσιν ὑφ’Ἡρακλέους ἐξ ᾄδου. ἐντεῦθεν δ’εἰς μὲν Φυκοῦντα ἄκραν τῆς Κυρηναίας πρὸς νότον δίαρμά ἐστι σταδίων τρισχιλίων · εἰς δὲ Πάχυνον πρὸς δύσιν, τὸ τῆς Σικελίας ἀκρωτήριον, τετρακισχιλίων ἑξακοσίων, τινὲς δὲ τετρακισχιλίων φασίν · εἰς δὲ Μαλέας πρὸς ἕω ἑξακοσίων ἑβδομήκοντα κατακολπίζοντι · εἰς δὲ Ὄνου γνάθον, ταπεινὴν χερρόνησον ἐνδοτέρω τῶν Μαλεῶν, πεντακοσίων εἴκοσι (πρόκειται δὲ κατὰ τούτου Κύθηρα ἐν τετταράκοντα σταδίοις, νῆσος εὐλίμενος, πόλιν ἔχουσα ὁμώνυμον, ἣν ἔσχεν Εὐρυκλῆς ἐν μέρει κτήσεως ἰδίας καθ’ἡμᾶς τῶν Λακεδαιμονίων ἡγεμών · περίκειται δὲ νησίδια πλείω τὰ μὲν ἐγγὺς τὰ δὲ καὶ μικρὸν ἀπωτέρω) · εἰς δὲ Κώρυκον ἄκραν τῆς Κρήτης ἐγγυτάτω πλοῦς ἐστι σταδίων ἑπτακοσίων πεντήκοντα.

8.5.2μετὰ δὲ Ταίναρον πλέοντι ἐπὶ τὴν Ὄνου γνάθον καὶ Μαλέας Ψαμαθοῦς ἐστι πόλις · εἶτ’Ἀσίνη καὶ Γύθειον τὸ τῆς Σπάρτης ἐπίνειον ἐν διακοσίοις καὶ τετταράκοντα σταδίοις ἱδρυμένον · ἔχει δ’, ὥς φασι, τὸ ναύσταθμον ὀρυκτόν · εἶθ’ Εὐρώτας ἐκδίδωσι μεταξὺ Γυθείου καὶ Ἀκραίων. τέως μὲν οὖν πλοῦς ἐστι παρ’αἰγιαλὸν ὅσον διακοσίων καὶ τετταράκοντα σταδίων · εἶθ’ἑλῶδες ὑπέρκειται χωρίον καὶ κώμη Ἕλος · πρότερον δ’ἦν πόλις, καθάπερ καὶ Ὅμηρός φησιν οἵτ’ἄρ’Ἀμύκλας εἶχον Ἕλοςτ’ἔφαλον πτολίεθρον κτίσμα δ’Ἑλίου φασὶ τοῦ Περσέως. ἔστι δὲ καὶ πεδίον καλούμενον Λεύκη · εἶτα πόλις ἐπὶ χερρονήσου ἱδρυμένη Κυπαρισσία λιμένα ἔχουσα · εἶτα Ὄνου γνάθος λιμένα ἔχουσα · εἶτα Βοία πόλις, εἶτα Μαλέαι · στάδιοι δ’εἰς αὐτὰς ἀπὸ τῆς Ὄνου γνάθου πεντήκοντα καὶ ἑκατόν · ἔστι δὲ καὶ Ἀσωπὸς πόλις ἐν τῇ Λακωνικῇ.

8.5.3τῶν δ’ὑφ’Ὁμήρου καταλεγομένων τὴν μὲν Μέσσην οὐδαμοῦ δείκνυσθαί φασι · Μεσσόαν δ’οὐ τῆς χώρας εἶναι μέρος τῆς Σπάρτης, καθάπερ καὶ τὸ Λιμναῖον, κατὰ τὸν […] κα. ἔνιοι δὲ κατὰ ἀποκοπὴν δέχονται τὴν Μεσσήνην · εἴρηται γὰρ ὅτι καὶ αὕτη μέρος ἦν τῆς Λακωνικῆς. παραδείγμασι δὲ χρῶνται τοῦ μὲν ποιητοῦ τῷ κρῖ καὶ δῶ καὶ μάψ, καὶ ἔτι ἥρως δ’Αὐτομέδωντε καὶ Ἄλκιμος, ἀντὶ τοῦ Ἀλκιμέδων · Ἡσιόδου δέ, ὅτι τὸ βριθὺ καὶ βριαρὸν βρῖ λέγει · Σοφοκλῆς δὲ καὶ Ἴων τὸ ῥᾴδιον ῥᾴ · Ἐπίχαρμος δὲ τὸ λίαν λῖ, Συρακὼ δὲ τὰς Συρακούσσας · παρ’Ἐμπεδοκλεῖ δέ μία γίνεται ἀμφοτέρων ὄψ ὄψις · καὶ παρ’Ἀντιμάχῳ Δήμητρός τοι Ἐλευσινίης · ἱερὴ ὄψ. καὶ τὸ ἄλφιτον ἄλφι · Εὐφορίων δὲ καὶ τὸν ἧλον λέγει ἧλ · παρὰ δέ δμωίδες εἰς ταλάρους λευκὸν ἄγουσιν ἔρι εἰς ἄνεμον δὲ τὰ πηδά τὰ πηδάλια Ἄρατός φησι, Δωδὼ δὲ τὴν Δωδώνην Σιμμίας. τῶν δ’ἄλλων τῶν ὑπὸ τοῦ ποιητοῦ κατωνομασμένων τὰ μὲν ἀνῄρηται, τῶν δ’ἴχνη λείπεται, τὰ δὲ μετωνόμασται, καθάπερ αἱ Αὐγειαὶ Αἰγαιαί · γὰρ ἐν τῇ Λοκρίδι οὐ δ’ὅλως περίεισι. τὴν δὲ Λᾶν οἱ Διόσκουροί ποτε ἐκ πολιορκίας ἑλεῖν ἱστοροῦνται, ἀφ’οὗ δὴ Λαπέρσαι προσηγορεύθησαν.

8.5.4φησὶ δ’Ἔφορος τοὺς κατασχόντας τὴν Λακωνικὴν Ἡρακλείδας Εὐρυσθένητε καὶ Προκλῆ διελεῖν εἰς ἓξ μέρη καὶ πολίσαι τὴν χώραν · μίαν μὲν οὖν τῶν μερίδων, τὰς Ἀμύκλας, ἐξαίρετον δοῦναι τῷ προδόντι αὐτοῖς τὴν Λακωνικὴν καὶ πείσαντι τὸν κατέχοντα αὐτὴν ἀπελθεῖν ὑπόσπονδον μετὰ τῶν Ἀχαιῶν εἰς τὴν Ἰωνίαν · τὴν δὲ Σπάρτην βασίλειον ἀποφῆναι σφίσιν αὐτοῖς · εἰς δὲ τὰς ἄλλας πέμψαι βασιλέας, ἐπιτρέψαντας δέχεσθαι συνοίκους τοὺς βουλομένους τῶν ξένων διὰ τὴν λιπανδρίαν · χρῆσθαι δὲ Λαῒ μὲν να λίμενον, Αἴγυι δὲ πρὸς τοὺς πολέ γὰρ ὁμορεῖν τοῖς κύκλῳ, Φάριδι δ ἀπὸ τῶν ἐντὸς ἀσφάλειαν ἐχούσῃ, τ […] ὑπακούοντας δ’ἅπαντας τοὺς περιοίκους Σπαρτιατῶν ὅμως ἰσονόμους εἶναι, μετέχοντας καὶ πολιτείας καὶ ἀρχείων · Ἆγιν δὲ τὸν Εὐρυσθένους ἀφελέσθαι τὴν ἰσοτιμίαν καὶ συντελεῖν προστάξαι τῇ Σπάρτῃ. τοὺς μὲν οὖν ἄλλους ὑπακοῦσαι, τοὺς δ’Ἑλείους τοὺς ἔχοντας τὸ Ἕλος (καλεῖσθαι δὲ Εἵλωτας) ποιησαμένους ἀπόστασιν κατὰ κράτος ἁλῶναι πολέμῳ καὶ κριθῆναι δούλους ἐπὶ τακτοῖς τισιν, ὥστε τὸν ἔχοντα μήτ’ἐλευθεροῦν ἐξεῖναι μήτε πωλεῖν ἔξω τῶν ὅρων τούτους · τοῦτον δὲ λεχθῆναι τὸν πρὸς τοὺς Εἵλωτας πόλεμον. σχεδὸν δέ τι καὶ τὴν εἱλωτείαν τὴν ὕστερον συμμείνασαν μέχρι τῆς Ῥωμαίων ἐπικρατείας οἱ περὶ Ἆγιν εἰσὶν οἱ καταδείξαντες · τρόπον γάρ τινα δημοσίους δούλους εἶχον οἱ Λακεδαιμόνιοι τούτους, κατοικίας τινὰς αὐτοῖς ἀποδείξαντες καὶ λειτουργίας ἰδίας.

8.5.5περὶ δὲ τῆς Λακώνων πολιτείας καὶ τῶν γενομένων παρ’αὐτοῖς μεταβολῶν τὰ μὲν πολλὰ παρείη τις ἂν διὰ τὸ γνώριμον, τινῶν δ’ἄξιον ἴσως μνησθῆναι. Ἀχαιοὺς γὰρ τοὺς Φθιώτας φασὶ συγκατελθόντας Πέλοπι εἰς τὴν Πελοπόννησον οἰκῆσαι τὴν Λακωνικήν, τοσοῦτον δ’ἀρετῇ διενεγκεῖν ὥστε τὴν Πελοπόννησον, ἐκ πολλῶν ἤδη χρόνων Ἄργος λεγομένην, τότε Ἀχαϊκὸν Ἄργος λεχθῆναι, καὶ οὐ μόνον γε τὴν Πελοπόννησον ἀλλὰ καὶ ἰδίως τὴν Λακωνικὴν οὕτω προσαγορευθῆναι · τὸ γοῦν τοῦ ποιητοῦ ποῦ Μενέλαος ἔην; οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ; δέχονταί τινες οὕτως οὐκ ἦν ἐν τῇ Λακωνικῇ; κατὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον Φιλονόμου προδόντος τὴν χώραν τοῖς Δωριεῦσι μετανέστησαν ἐκ τῆς Λακωνικῆς εἰς τὴν τῶν Ἰώνων τὴν καὶ νῦν Ἀχαΐαν καλουμένην · ἐροῦμεν δὲ περὶ αὐτῶν ἐν τοῖς Ἀχαϊκοῖς. οἱ δὲ κατασχόντες τὴν Λακωνικὴν κατ’ἀρχὰς μὲν ἐσωφρόνουν, ἐπεὶ δ’οὖν Λυκούργῳ τὴν πολιτείαν ἐπέτρεψαν, τοσοῦτον ὑπερεβάλοντο τοὺς ἄλλους ὥστε μόνοι τῶν Ἑλλήνων καὶ γῆς καὶ θαλάττης ἐπῆρξαν, διετέλεσάντε ἄρχοντες τῶν Ἑλλήνων ἕως ἀφείλοντο αὐτοὺς τὴν ἡγεμονίαν Θηβαῖοι καὶ μετ’ἐκείνους εὐθὺς Μακεδόνες. οὐ μὴν τελέως γε οὐ δὲ τούτοις εἶξαν, ἀλλὰ φυλάττοντες τὴν αὐτονομίαν ἔριν εἶχον περὶ πρωτείων ἀεὶ πρόςτε τοὺς ἄλλους Ἕλληνας καὶ πρὸς τοὺς τῶν Μακεδόνων βασιλέας · καταλυθέντων δὲ τούτων ὑπὸ Ῥωμαίων, μικρὰ μέν τινα προσέκρουσαν τοῖς πεμπομένοις ὑπὸ Ῥωμαίων στρατηγοῖς τυραννούμενοι τότε καὶ πολιτευόμενοι μοχθηρῶς · ἀναλαβόντες δὲ σφᾶς ἐτιμήθησαν διαφερόντως καὶ ἔμειναν ἐλεύθεροι, πλὴν τῶν φιλικῶν λειτουργιῶν ἄλλο συντελοῦντες οὐδέν. νεωστὶ δ’Εὐρυκλῆς αὐτοὺς ἐτάραξε δόξας ἀποχρήσασθαι τῇ Καίσαρος φιλίᾳ πέρα τοῦ μετρίου πρὸς τὴν ἐπιστασίαν αὐτῶν, ἐπαύσατο δ’ ἀρχὴ ταχέως, ἐκείνου μὲν παραχωρήσαντος εἰς τὸ χρεών, τοῦ δ’υἱοῦ τὴν φιλίαν ἀπεστραμμένου τὴν τοιαύτην πᾶσαν · συνέβη δὲ καὶ τοὺς Ἐλευθερολάκωνας λαβεῖν τινα τάξιν πολιτείας, ἐπειδὴ Ῥωμαίοις προσέθεντο πρῶτοι οἱ περίοικοι τυραννουμένης τῆς Σπάρτης, οἵτε ἄλλοι καὶ οἱ Εἵλωτες. Ἑλλάνικος μὲν οὖν Εὐρυσθένη καὶ Προκλέα φησὶ διατάξαι τὴν πολιτείαν, Ἔφορος δ’ἐπιτιμᾷ φήσας Λυκούργου μὲν αὐτὸν μηδαμοῦ μεμνῆσθαι, τὰ δ’ἐκείνου ἔργα τοῖς μὴ προσήκουσιν ἀνατιθέναι · μόνῳ γοῦν Λυκούργῳ ἱερὸν ἱδρῦσθαι καὶ θύεσθαι κατ’ἔτος, ἐκείνοις δὲ καίπερ οἰκισταῖς γενομένοις μη δὲ τοῦτο δεδόσθαι ὥστε τοὺς ἀπ’αὐτῶν τοὺς μὲν Εὐρυσθενίδας τοὺς δὲ Προκλείδας καλεῖσθαι, Ἀγίδας ἀπὸ Ἄγιδος τοῦ Εὐρυσθένους τοὺς δ’ πὸ Εὐρυπῶντος τοῦ Προκλέους · τοὺς μὲν σαι δικαίως, τοὺς δὲ δεξαμένους ἐπ πους, δι’ἐκείνων δυναστεῦσαι · ὅθε νομισθῆναι ὅπερ πᾶσιν ἀποδέδοτα σανίαντε τῶν Εὐρυπωντιδῶν ἐκπεσόν οἰκείας ἐν τῇ φυγῇ συντάξαι λόγ γου, νόμων ὄντος τῆς ἐκβαλούση τοὺς χρησμοὺς λέγειν τοὺς δοθέντα πλείστων.

8.5.6περὶ δὲ τῆς φύσεως τῶν τόπων καὶ τούτων καὶ τῶν Μεσσηνιακῶν ταῦτα μὲν ἀποδεκτέον λέγοντος Εὐριπίδου · τὴν γὰρ Λακωνικήν φησιν ἔχειν πολὺν μὲν ἄροτον, ἐκπονεῖν δ’οὐ ῥᾴδιον · κοίλη γάρ, ὄρεσι περίδρομος, τραχεῖάτε δυσείσβολόςτε πολεμίοις, τὴν δὲ Μεσσηνιακὴν καλλίκαρπον κατάρρυτόντε μυρίοισι νάμασι, καὶ βουσὶ καὶ ποίμναισιν εὐβοτωτάτην οὔτ’ἐν πνοαῖσι χείματος δυσχείμερον, οὔτ’αὖ τεθρίπποις ἡλίου θερμὴν ἄγαν. καὶ ὑποβὰς τῶν πάλων φησὶν ὧν οἱ Ἡρακλεῖδαι περὶ τῆς χώρας ἐποιήσαντο, τὸν μὲν πρότερον γενέσθαι γαίας Λακαίνης κύριον, φαύλου χθονός · τὸν δὲ δεύτερον τῆς Μεσσήνης ἀρετὴν ἐχούσης μείζον’ λόγῳ φράσαι. οἵαν καὶ Τυρταῖος φράζει. τὴν δὲ Λακωνικὴν καὶ τὴν Μεσσηνίαν ὁρίζειν αὐτοῦ φήσαντος Παμισὸν εἰς θάλασσαν ἐξορμώμενον, οὐ συγχωρητέον, ὃς διὰ μέσης ῥεῖ τῆς Μεσσηνίας, οὐδαμοῦ τῆς νῦν Λακωνικῆς ἁπτόμενος. οὐκ εὖ δὲ οὐ δ’ὅτι τῆς Μεσσηνίας ὁμοίως ἐπιθαλαττιαίας οὔσης τῇ Λακωνικῇ φησὶν αὐτὴν πρόσω ναυτίλοισιν εἶναι. ἀλλ’οὐ δὲ τὴν Ἦλιν εὖ διορίζει πρόσω δὲ βάντι ποταμὸν Ἦλις Διὸς γείτων κάθηται. εἴτε γὰρ τὴν νῦν Ἠλείαν βούλεται λέγειν, ἥτις ρεῖ τῇ Μεσσηνίᾳ, ταύτης οὐ προσάπτεται Παμι, ὥσπερ γε τῆς Λακωνικῆς · εἴρηται γὰρ ὅτι διὰ μέ εῖ τῆς Μεσσηνίας · εἴτε τὴν παλαιὰν τὴν κοίλην νην, πολὺ μᾶλλον ἐκπίπτει τῆς ἀληθείας · διαβάν ὸν Παμισὸν ἔστι πολλὴ τῆς Μεσσηνίας, εἶθ’ τῶν Λεπρεατῶν ἅπασα καὶ Μακιστίων, ἣν Τριφυλίαν ἐκάλουν, σᾶτις καὶ Ὀλυμπία, εἶτα μετὰ τριακοσί Ἦλις.

8.5.7γραφόντων δὲ τῶν μὲν Λακεδαίμονα κητώεσσαν τῶν δὲ καιετάεσσαν, ζητοῦσι τὴν κητώεσσαν τίνα δέχεσθαι χρή, εἴτε ἀπὸ τῶν κητῶν εἴτε μεγάλην, ὅπερ δοκεῖ πιθανώτερον εἶναι · τὴν δὲ καιετάεσσαν οἱ μὲν καλαμινθώδη δέχονται, οἱ δὲ ὅτι οἱ ἀπὸ τῶν σεισμῶν ῥωχμοὶ καιετοὶ λέγονται · καὶ καιέτας τὸ δεσμωτήριον ἐντεῦθεν τὸ παρὰ Λακεδαιμονίοις, σπήλαιόν τι · ἔνιοι δὲ κώους μᾶλλον τὰ τοιαῦτα κοιλώματα λέγεσθαί φασιν, ἀφ’οὗ καὶ τὸ φηρσὶν ὀρεσκῴοισιν. εὔσειστος δ’ Λακωνική · καὶ δὴ τοῦ Ταϋγέτου κορυφάς τινας ἀπορραγῆναι τινὲς μνημονεύουσιν. εἰσὶ δὲ λατομίαι λίθου πολυτελοῦς τοῦ μὲν Ταιναρίου ἐν Ταινάρῳ παλαιαί, νεωστὶ δὲ καὶ ἐν τῷ Ταϋγέτῳ μέταλλον ἀνέῳξάν τινες εὐμέγεθες, χορηγὸν ἔχοντες τὴν τῶν Ῥωμαίων πολυτέλειαν.

8.5.8ὅτι δὲ Λακεδαίμων ὁμωνύμως λέγεται καὶ χώρα καὶ πόλις, δηλοῖ καὶ Ὅμηρος · λέγω δὲ χώραν σὺν τῇ Μεσσηνίᾳ. περὶ μ τόξων ὅταν λέγῃ καλά, τὰ οἱ ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας, Ἴφιτος Εὐρυτίδης, εἶτ’ἐπενέγκῃ τὼ δ’ἐν Μεσσήνῃ ξυμβλήτην ἀλλήλοιιν οἴκῳ ἐν Ὀρτιλόχοιο, τὴν χώραν λέγει, ἧς μέρος ἦν καὶ Μεσσηνία · οὐ διήνεγκεν οὖν αὐτῷ καὶ οὕτως εἰπεῖν ξεῖνος Λακεδαίμονι δῶκε τυχήσας, καὶ τὼ δ’ἐν Μεσσήνῃ ξυμβλήτην. ὅτι γὰρ αἱ Φηραὶ εἰσὶν τοῦ Ὀρτιλόχου οἶκος δῆλον · ἐς Φηρὰς δ’ἵκοντο Διοκλῆος ποτὶ δῶμα, υἱέος Ὀρτιλόχοιο, τε Τηλέμαχος καὶ Πεισίστρατος · αἱ δὲ Φηραὶ τῆς Μεσσηνίας εἰσίν. ὅταν δ’ἐκ τῶν Φηρῶν ὁρμηθέντας τοὺς περὶ Τηλέμαχον πανημερίους φῇ σείειν ζυγόν, εἶτ’εἴπῃ δύσετότ’ἠέλιος, […] οἱ δ’ἷξον κοίλην Λακεδαίμονα κητώεσσαν · πρὸς δ’ἄρα δώματ’ἔλων Μενελάου, τὴν πόλιν δεῖ δέχεσθαι · εἰ δὲ μή, ἐκ Λακεδαίμονος εἰς Λακεδαίμονα φανεῖται λέγων τὴν ἄφιξιν · ἄλλωςτε οὐ πιθανὸν μὴ ἐν Σπάρτῃ τὴν οἴκησιν εἶναι τοῦ Μενελάου, μὴ οὔσης ἐκεῖ τὸν Τηλέμαχον λέγειν εἶμι γὰρ ἐς Σπάρτηντε καὶ εἰς Πύλον. δοκεῖ πίπτειν τούτῳ τὸ τοῖς τῆς χώρας ἐπιθέτοις αὐ […] εἰ μὴ νὴ Δία ποιητικῇ τις τοῦτο συγχωρήσει ἐξο τιον γὰρ τὴν Μεσσήνην μετὰ τῆς Λακωνικῆ τῆς ὑπὸ τῷ Νέστορι, μη δὲ δὴ καθ’αὑτὴν τάτ καταλόγῳ μη δὲ κοινωνοῦσαν τῆς στρα.

8.6

8.6.1μετὰ δὲ Μαλέας Ἀργολικὸς ἐκδέχεται κόλπος καὶ Ἑρμιονικός, μὲν μέχρι τοῦ Σκυλλαίου πλέοντι ὡς πρὸς ἕω βλέπων καὶ πρὸς τὰς Κυκλάδας, δὲ ἑωθινώτερος τούτου μέχρι πρὸς Αἴγιναν καὶ τὴν Ἐπιδαυρίαν. τὰ μὲν δὴ πρῶτα τοῦ Ἀργολικοῦ Λάκωνες ἔχουσι, τὰ δὲ λοιπὰ Ἀργεῖοι · ἐν οἷς ἐστι τῶν μὲν Λακώνων τὸ Δήλιον ἱερὸν Ἀπόλλωνος ὁμώνυμον τῷ Βοιωτιακῷ, καὶ Μινώα φρούριον ὁμώνυμος καὶ αὕτη τῇ Μεγαρικῇ, καὶ λιμηρὰ Ἐπίδαυρος, ὡς Ἀρτεμίδωρός φησιν. Ἀπολλόδωρος δὲ Κυθήρων πλησίον ἱστορεῖ ταύτην, εὐλίμενον δὲ οὖσαν βραχέως καὶ ἐπιτετμημένως λιμηρὰν εἰρῆσθαι ὡς ἂν λιμενηράν, μεταβεβληκέναι δὲ τοὔνομα. ἔστι δὲ τραχὺς παράπλους εὐθὺς ἀπὸ Μαλεῶν ἀρξάμενος μέχρι πολλοῦ Λακωνικός, ἔχει δ’ὅμως ὑφόρμους καὶ λιμένας. λοιπὴ δ’ἐστὶ παραλία εὐλίμενος, νησίδιάτε πολλὰ πρόκειται αὐτῆς οὐκ ἄξια μνήμης.

8.6.2τῶν δ’Ἀργείων αἵτε Πρασιαὶ καὶ τὸ Τημένιον, ἐν τέθαπται Τήμενος, καὶ ἔτι πρότερον τὸ χωρίον, δι’οὗ ῥεῖ ποταμὸς Λέρνη καλουμένη ὁμώνυμος τῇ λίμνῃ, ἐν μεμύθευται τὰ περὶ τὴν Ὕδραν. τὸ δὲ Τημένιον ἀπέχει τοῦ Ἄργους ἓξ καὶ εἴκοσι σταδίους ὑπὲρ τῆς θαλάττης, ἀπὸ δὲ τοῦ Ἄργους εἰς τὸ Ἡραῖον τετταράκοντα, ἔνθεν δὲ εἰς Μυκήνας δέκα. μετὰ δὲ τὸ Τημένιον Ναυπλία, τὸ τῶν Ἀργείων ναύσταθμον · τὸ δ’ἔτυμον ἀπὸ τοῦ ταῖς ναυσὶ προσπλεῖσθαι. ἀπὸ τούτου δὲ πεπλάσθαι φασὶ τὸν Ναύπλιον καὶ τοὺς παῖδας αὐτοῦ παρὰ τοῖς νεωτέροις · οὐ γὰρ Ὅμηρον ἀμνημονῆσαι ἂν τούτων, τοῦ μὲν Παλαμήδους τοσαύτην σοφίαν καὶ σύνεσιν ἐπιδεδειγμένου, δολοφονηθέντος δὲ ἀδίκως, τοῦ δὲ Ναυπλίου τοσοῦτον ἀπεργασαμένου φθόρον ἀνθρώπων περὶ τὸν Καφηρέα. δὲ γενεαλογία πρὸς τῷ μυθώδει καὶ τοῖς χρόνοις διημάρτηται · δεδόσθω γὰρ Ποσειδῶνος εἶναι, Ἀμυμώνης δὲ πῶς τὸν κατὰ τὰ Τρωικὰ ἔτι ζῶντα; ἐφεξῆς δὲ τῇ Ναυπλίᾳ τὰ σπήλαια καὶ οἱ ἐν αὐτοῖς οἰκοδομητοὶ λαβύρινθοι, Κυκλώπεια δ’ὀνομάζουσιν.

8.6.3εἶτ’ἄλλα χωρία καὶ ἐφεξῆς Ἑρμιονικὸς κόλπος · καὶ ήρου τάξαντος ὑπὸ τῇ Ἀργείᾳ καὶ ἡμῖν οὐ φηνεν μερισμὸς τῆς περιοδείας οὗτος. ἄρχεται δ’ἀπὸ Ἀσίνης πολίχνης · εἶθ’Ἑρμιόνη καὶ Τροιζήν · ἐν παράπλῳ δὲ πρόκειται καὶ Καλαυρία νῆσος, κύκλον ἔχουσα τριάκοντα σταδίων, πορθμῷ δὲ τετρασταδίῳ διεστῶσα τῆς ἠπείρου.

8.6.4εἶθ’ Σαρωνικὸς κόλπος · οἱ δὲ πόντον λέγουσιν, οἱ δὲ πόρον, καθ’ καὶ πέλαγος λέγεται Σαρωνικὸν πᾶς συνάπτων πόρος ἀπὸ τῆς Ἑρμιονικῆς καὶ τῆς περὶ τὸν Ἰσθμὸν θαλάττης τῷτε Μυρτῴῳ πελάγει καὶ τῷ Κρητικῷ. τοῦ δὲ Σαρωνικοῦ Ἐπίδαυρόςτέ ἐστι καὶ προκειμένη νῆσος Αἴγινα · εἶτα Κεγχρεαὶ τὸ τῶν Κορινθίων ἐπὶ τὰ πρὸς ἕω μέρη ναύσταθμον · εἶτα λιμὴν Σχοινοῦς πλεύσαντι τετταράκοντα καὶ πέντε σταδίους · ἀπὸ δὲ Μαλεῶν τοὺς πάντας περὶ χιλίους καὶ ὀκτακοσίους. κατὰ δὲ τὸν Σχοινοῦντα δίολκος τὸ στενώτατον τοῦ Ἰσθμοῦ, περὶ ὃν τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερόν · ἀλλὰ τα μὲν ὑπερκείσθω · ἔξω γάρ ἐστι τῆς Ἀργείας. ἀναλαβόντες δ’ἐφοδεύσωμεν πάλιν τὰ κατὰ τὴν Ἀργείαν.

8.6.5καὶ πρῶτον ποσαχῶς λέγεται παρὰ τῷ ποιητῇ τὸ Ἄργος καὶ καθ’αὑτὸ καὶ μετὰ τοῦ ἐπιθέτου, Ἀχαιικὸν Ἄργος καλοῦντος Ἴασον ἵππιον Πελασγικὸν ἱππόβοτον. καὶ γὰρ πόλις Ἄργος λέγεται Ἄργοςτε Σπάρτητε. οἱ δ’Ἄργοςτ’εἶχον Τίρυνθάτε. καὶ Πελοπόννησος ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ. οὐ γὰρ πόλις γε ἦν οἶκος αὐτοῦ. καὶ ὅλη Ἑλλάς · Ἀργείους γοῦν καλεῖ πάντας καθάπερ καὶ Δαναοὺς καὶ Ἀχαιούς. τὴν δ’οὖν ὁμωνυμίαν τοῖς ἐπιθέτοις διαστέλλεται, τὴν μὲν Θετταλίαν Πελασγικὸν Ἄργος καλῶν νῦν αὖ τοὺς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον. τὴν δὲ Πελοπόννησον εἰ δέ κεν Ἄργος ἱκοίμεθ’Ἀχαιικὸν οὐκ Ἄργεος ἦεν Ἀχαιικοῦ. σημαίνων ἐνταῦθα, ὅτι καὶ Ἀχαιοὶ ἰδίως ὠνομάζοντο οἱ Πελοποννήσιοι κατ’ἄλλην σημασίαν. Ἴασόντε Ἄργος τὴν Πελοπόννησον λέγει εἰ πάντες γ’ἐσίδοιεν ἀν’Ἴασον Ἄργος Ἀχαιοί τὴν Πηνελόπην, ὅτι πλείους ἂν λάβοι μνηστῆρας · οὐ γὰρ τοὺς ἐξ ὅλης τῆς Ἑλλάδος εἰκός, ἀλλὰ τοὺς ἐγγύς. ἱππόβοτον δὲ καὶ ἵππιον κοινῶς εἴρηκε.

8.6.6περὶ δὲ τῆς Ἑλλάδος καὶ Ἑλλήνων καὶ Πανελλήνων ἀντιλέγεται. Θουκυδίδης μὲν γὰρ τὸν ποιητὴν μηδαμοῦ βαρβάρους εἰπεῖν φησι διὰ τὸ μη δὲ Ἕλληνάς πω τὸ ἀντίπαλον εἰς ἓν ὄνομα ἀποκεκρίσθαι. καὶ Ἀπολλόδωρος δὲ μόνους τοὺς ἐν Θετταλίᾳ καλεῖσθαί φησιν Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες. Ἡσίοδον μέντοι καὶ Ἀρχίλοχον ἤδη εἰδέναι καὶ Ἕλληνας λεγομένους τοὺς σύμπαντας καὶ Πανέλληνας, τὸν μὲν περὶ τῶν Προιτίδων λέγοντα ὡς Πανέλληνες ἐμνήστευον αὐτάς, τὸν δὲ ὡς Πανελλήνων ὀιζὺς ἐς Θάσον συνέδραμεν. ἄλλοι δ’ἀντιτιθέασιν ὅτι καὶ βαρβάρους εἴρηκεν, εἰπών γε βαρβαροφώνους τοὺς Κᾶρας, καὶ Ἕλληνας τοὺς πάντας ἀνδρός, τοῦ κλέος εὐρὺ καθ’Ἑλλάδα καὶ μέσον Ἄργος · καὶ πάλιν εἰ δ’ἐθέλῃς ἀν’Ἑλλάδα καὶ μέσον Ἄργος.

8.6.7 μὲν οὖν πόλις τῶν Ἀργείων ἐν χωρίοις ἐπιπέδοις ἵδρυται τὸ πλέον, ἄκραν δ’ἔχει τὴν καλουμένην Λάρισαν, λόφον εὐερκῆ μετρίως ἔχοντα ἱερὸν Διός · ῥεῖ δ’αὐτῆς πλησίον Ἴναχος χαραδρώδης ποταμὸς τὰς πηγὰς ἔχων ἐκ Λυρκείου. περὶ δὲ τῶν μυθευομένων πηγῶν εἴρηται διότι πλάσματα ποιητῶν ἐστί · πλάσμα δὲ καὶ τὸ Ἄργος ἄνυδρον θεοὶ δ’αὖ θέσαν Ἄργος ἔνυδρον τῆςτε χώρας κοίλης οὔσης καὶ ποταμοῖς διαρρεομένης καὶ ἕλη καὶ λίμνας παρεχομένης, καὶ τῆς πόλεως εὐπορουμένης ὕδασι φρεάτων πολλῶν καὶ ἐπιπολαίων. αἰτιῶνται δὲ τῆς ἀπάτης τὸ καί κεν ἐλέγχιστος πολυδίψιον Ἄργος ἱκοίμην. τοῦτο δ’ἤτοι ἀντὶ τοῦ πολυπόθητον κεῖται, χωρὶς τοῦ δ πολυίψιον, ὡς πολύφθορόντε δῶμα Πελοπιδῶν τόδε φησὶ Σοφοκλῆς · τὸ γὰρ ἴψασθαι φθοράν τινα καὶ βλάβην σημαίνει νῦν μὲν πειρᾶται, τάχα δ’ἴψεται υἷας Ἀχαιῶν κατὰ χρόα καλὸν ἰάψῃ. Ἄιδι προίαψεν ἄλλωςτε οὐ τὴν πόλιν λέγει τὸ Ἄργος (οὐ γὰρ ἐκεῖσε ἔμελλεν ἀφίξεσθαι) ἀλλὰ τὴν Πελοπόννησον, οὐ δήπου καὶ ταύτην διψηρὰν οὖσαν. καὶ σὺν τῷ δ δὲ ὑπερβατῶς δέχονταί συναλιφὴν μετὰ τοῦ συνδέσμου τοῦ δέ, ἵν’ οὕτως καί κεν ἐλέγχιστος πολὺ δ’ἴψιον Ἄργος ἱκοίμην, […] πολυίψιον Ἄργοσδε ἱκοίμην ἀντὶ τοῦ εἰς Ἄργος.

8.6.8εἷς μὲν δὴ Ἴναχός ἐστιν διαρρέων τὴν Ἀργείαν · ἄλλος δὲ ποταμὸς Ἐρασῖνος ἐν τῇ Ἀργείᾳ ἐστίν · οὗτος δὲ τὰς ἀρχὰς ἐκ Στυμφάλου τῆς Ἀρκαδίας λαμβάνει καὶ τῆς ἐκεῖ λίμνης τῆς καλουμένης Στυμφαλίδος, ἐν τὰς ὄρνεις μυθολογοῦσι τὰς ὑπὸ τοῦ Ἡρακλέους τοξεύμασι καὶ τυμπάνοις ἐξελαθείσας, καὶ αὐτὰς καλοῦσι Στυμφαλίδας · δύντα δ’ὑπὸ γῆς φασὶ τὸν ποταμὸν τοῦτον ἐκπίπτειν εἰς τὴν Ἀργείαν καὶ ποιεῖν ἐπίρρυτον τὸ πεδίον · ῥεῖ δὲ καὶ ἄλλος ὁμώνυμος ἐκ τῆς Ἀρκαδίας εἰς τὸν κατὰ Βοῦραν αἰγιαλόν · ἄλλος δ’ἐστὶν Ἐρετρικός, καὶ ἐν τῇ Ἀττικῇ κατὰ Βραυρῶνα. δείκνυται δὲ καὶ Ἀμυμώνη τις κρήνη κατὰ Λέρνην. δὲ Λέρνη λίμνη τῆς Ἀργείας ἐστὶ καὶ τῆς Μυκηναίας, ἐν τὴν Ὕδραν ἱστοροῦσι · διὰ δὲ τοὺς γινομένους καθαρμοὺς ἐν αὐτῇ παροιμία τις ἐξέπεσε Λέρνη κακῶν. τὴν μὲν οὖν χώραν συγχωροῦσιν εὐυδρεῖν, αὐτὴν δὲ τὴν πόλιν ἐν ἀνύδρῳ χωρίῳ κεῖσθαι, φρεάτων δ’εὐπορεῖν, ταῖς Δαναΐσιν ἀνάπτουσιν, ὡς ἐκείνων ἐξευρουσῶν, ἀφ’οὗ καὶ τὸ ἔπος εἰπεῖν τοῦτο Ἄργος ἄνυδρον ἐὸν Δανααὶ θέσαν Ἄργος ἔνυδρον, τῶν δὲ φρεάτων τέτταρα καὶ ἱερὰ ἀποδειχθῆναι καὶ τιμᾶσθαι διαφερόντως, ἐν εὐπορίᾳ ὑδάτων ἀπορίαν εἰσάγοντες.

8.6.9τὴν δὲ ἀκρόπολιν τῶν Ἀργείων οἰκίσαι λέγεται Δαναός, ὃς τοσοῦτον τοὺς πρὸ αὐτοῦ δυναστεύοντας ἐν τοῖς τόποις ὑπερβαλέσθαι δοκεῖ ὥστε κατ’Εὐριπίδην Πελασγιώτας ὠνομασμένους τὸ πρὶν Δαναοὺς καλεῖσθαι νόμον ἔθηκ’ἀν’Ἑλλάδα. ἔστι δὲ καὶ τάφος αὐτοῦ κατὰ μέσην τὴν τῶν Ἀργείων ἀγοράν · καλεῖται δὲ πλίνθος. οἶμαι δ’ὅτι καὶ Πελασγιώτας καὶ Δαναούς, ὥσπερ καὶ Ἀργείους, δόξα τῆς πόλεως ταύτης ἀπ’αὐτῆς καὶ τοὺς ἄλλους Ἕλληνας καλεῖσθαι παρεσκεύασεν · οὕτω δὲ καὶ Ἰασίδας καὶ Ἴασον Ἄργος. καὶ Ἀπίαν καὶ Ἀπιδόνας οἱ νεώτεροί φασιν · Ὅμηρος δ’Ἀπιδόνας μὲν οὐ λέγει, ἀπίαν δὲ τὴν πόρρω μᾶλλον. ὅτι δ’Ἄργος τὴν Πελοπόννησον λέγει, προσλαβεῖν ἔστι καὶ τάδε Ἀργείη δ’Ἑλένη καὶ ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος καὶ μέσον Ἄργος καὶ πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν. Ἄργος δὲ καὶ τὸ πεδίον λέγεται παρὰ τοῖς νεωτέροις, παρ’Ὁμήρῳ δ’οὐ δ’ἅπαξ · μάλιστα δ’οἴονται Μακεδονικὸν καὶ Θετταλικὸν εἶναι.

8.6.10τῶν δ’ἀπογόνων τοῦ Δαναοῦ διαδεξαμένων τὴν ἐν Ἄργει δυναστείαν, ἐπιμιχθέντων δὲ τούτοις τῶν Ἀμυθαονιδῶν ὡρμημένων ἐκ τῆς Πισάτιδος καὶ τῆς Τριφυλίας, οὐκ ἂν θαυμάσειέ τις εἰ συγγενεῖς ὄντες οὕτω διείλοντο τὴν χώραν εἰς δύο βασιλείας τὸ πρῶτον, ὥστε τὰς ἡγεμονευούσας ἐν αὐταῖς δύο πόλεις ἀποδειχθῆναι πλησίον ἀλλήλων ἱδρυμένας ἐν ἐλάττοσιν πεντήκοντα σταδίοις, τότε Ἄργος καὶ τὰς Μυκήνας, καὶ τὸ Ἡραῖον εἶναι κοινὸν ἱερὸν τὸ πρὸς ταῖς Μυκήναις ἀμφοῖν, ἐν τὰ Πολυκλείτου ξόανα τῇ μὲν τέχνῃ κάλλιστα τῶν πάντων πολυτελείᾳ δὲ καὶ μεγέθει τῶν Φειδίου λειπόμενα. κατ’ἀρχὰς μὲν οὖν τὸ Ἄργος ἐπεκράτει μᾶλλον, εἶθ’αἱ Μυκῆναι μείζονα ἐπίδοσιν λαβοῦσαι διὰ τὴν τῶν Πελοπιδῶν εἰς αὐτὰς μεθίδρυσιν · περιστάντων γὰρ εἰς τοὺς Ἀτρέως παῖδας ἁπάντων, Ἀγαμέμνων ὢν πρεσβύτερος παραλαβὼν τὴν ἐξουσίαν ἅμα τύχῃτε καὶ ἀρετῇ πρὸς τοῖς οὖσι πολλὴν προσεκτήσατο τῆς χώρας, καὶ δὴ καὶ τὴν Ἀργολικὴν τῇ Μυκηναίᾳ προσέθηκε. Μενέλαος μὲν δὴ τὴν Λακωνικὴν ἔσχε, Μυκήνας δὲ καὶ τὰ μέχρι Κορίνθου καὶ Σικυῶνος καὶ τῆς Ἰώνων μὲν τότε καὶ Αἰγιαλέων καλουμένης Ἀχαιῶν δὲ ὕστερον Ἀγαμέμνων παρέλαβε. μετὰ δὲ τὰ Τρωικὰ τῆς Ἀγαμέμνονος ἀρχῆς καταλυθείσης ταπεινωθῆναι Μυκήνας καὶ μάλιστα μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον. κατασχόντες γὰρ οὗτοι τὴν Πελοπόννησον ἐξέβαλον τοὺς πρότερον κρατοῦντας ὥσθ’οἱ τὸ Ἄργος ἔχοντες εἶχον καὶ τὰς Μυκήνας συντελούσας εἰς ἕν · χρόνοις δ’ὕστερον κατεσκάφησαν ὑπ’Ἀργείων ὥστε νῦν μη δ’ἴχνος εὑρίσκεσθαι τῆς Μυκηναίων πόλεως. ὅπου δὲ Μυκῆναι τοιαῦτα πεπόνθασιν, οὐ δεῖ θαυμάζειν οὐ δ’εἴ τινες τῶν ὑπὸ τῷ Ἄργει καταλεγομένων ἀφανεῖς νῦν εἰσιν. μὲν δὴ κατάλογος ἔχει οὕτως οἳ δ’Ἄργοςτ’εἶχον Τίρυνθάτε τειχιόεσσαν Ἑρμιόνηντ’Ἀσίνηντε, ν κατὰ κόλπον ἐχούσας, Τροιζῆν’Ἠιόναςτε καὶ ἀμπελόεντ’Ἐπίδαυρον, οἵτ’ἔχον Αἴγιναν Μάσητάτε, κοῦροι Ἀχαιῶν. τούτων δὲ περὶ μὲν τοῦ Ἄργους εἴρηται, περὶ δὲ τῶν ἄλλων λεκτέον.

8.6.11τῇ μὲν οὖν Τίρυνθι ὁρμητηρίῳ χρήσασθαι δοκεῖ Προῖτος καὶ τειχίσαι διὰ Κυκλώπων, οὓς ἑπτὰ μὲν εἶναι καλεῖσθαι δὲ γαστερόχειρας τρεφομένους ἐκ τῆς τέχνης, ἥκειν δὲ μεταπέμπτους ἐκ Λυκίας · καὶ ἴσως τὰ σπήλαια τὰ περὶ τὴν Ναυπλίαν καὶ τὰ ἐν αὐτοῖς ἔργα τούτων ἐπώνυμά ἐστιν. δὲ ἀκρόπολις Λίκυμνα ἐπώνυμος Λικυμνίου, διέχει δὲ τῆς Ναυπλίας περὶ δώδεκα σταδίους · ἔρημος δ’ἐστὶ κἀκείνη καὶ πλησίον Μιδέα, ἑτέρα οὖσα τῆς Βοιωτικῆς · ἐκείνη γὰρ ἔστι Μίδεια ὡς πρόνοια, αὕτη δὲ Μιδέα ὡς Τεγέα · ταύτῃ δ’ὅμορος Πρόσυμνα […] αὕτη ἱερὸν ἔχουσα Ἥρας · ἠρήμωσαν δὲ τὰς πλείστας οἱ Ἀργεῖοι ἀπειθούσας. οἱ δ’οἰκήτορες οἱ μὲν ἐκ Τίρυνθος ἀπῆλθον εἰς Ἐπίδαυρον, οἱ δὲ εἰς τοὺς Ἁλιεῖς καλουμένους, οἱ δ’ἐκ τῆς αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλίας) ὑπὸ Λακεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετῳκίσθ καὶ ὁμώνυμος τῇ Ἀργολικῇ Ἀσίνῃ πολίχ. οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν Θεόπομπος, πολλὴν κατακτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατῴκιζον οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπ’αὐτο ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν.

8.6.12Ἑρμιόνη δ’ἐστὶ τῶν οὐκ ἀσήμων πόλεων, ἧς τὴν παραλίαν ἔχουσιν Ἁλιεῖς λεγόμενοι θαλαττουργοί τινες ἄνδρες. παρ’Ἑρμιονεῦσι δὲ τεθρύληται τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι · διόπερ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς νεκροῖς ναῦλον.

8.6.13Δρυόπων δ’οἰκητήριόν φασι καὶ τὴν Ἀσίνην, εἴτ’ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα, ὡς Ἀριστοτέλης φησίν, εἴθ’Ἡρακλέους ἐκ τῆς περὶ τὸν Παρνασσὸν Δωρίδος ἐξελάσαντος αὐτούς. τὸ δὲ Σκύλλαιον τὸ ἐν Ἑρμιόνῃ ὠνομάσθαι φασὶν ἀπὸ Σκύλλης τῆς Νίσου θυγατρός, ἣν ἐξ ἔρωτος προδοῦσαν Μίνῳ τὴν Νίσαιαν καταποντωθῆναί φασιν ὑπ’αὐτοῦ, δεῦρο δ’ἐκκυμανθεῖσαν ταφῆς τυχεῖν. ἠιόνες δὲ κώμη τις ἦν, ἣν ἐρημώσαντες Μυκηναῖοι ναύσταθμον ἐποίησαν, ἀφαν οὐ δὲ ναύσταθμόν ἐστιν.

8.6.14Τροιζὴν δὲ ἱερά ἐστι Ποσειδῶνος, ἀφ’οὗ καὶ Ποσειδωνία ποτὲ ἐλέγετο · ὑπέρκειται δὲ τῆς θαλάττης εἰς πεντεκαίδεκα σταδίους, οὐ δ’αὕτη ἄσημος πόλις. πρόκειται δὲ τοῦ λιμένος αὐτῆς Πώγωνος τοὔνομα Καλαυρία νησίδιον ὅσον τριάκοντα σταδίων ἔχον τὸν κύκλον · ἐνταῦθα ἦν ἄσυλον Ποσειδῶνος ἱερόν, καί φασι τὸν θεὸν τοῦτον ἀλλάξασθαι πρὸς μὲν Λητὼ τὴν Καλαυρίαν ἀντιδόντα Δῆλον, πρὸς Ἀπόλλωνα δὲ Ταίναρον ἀντιδόντα Πυθώ. Ἔφορος δὲ καὶ τὸν χρησμὸν λέγει ἶσόν τοι Δῆλόντε Καλαύρειάντε νέμεσθαι, Πυθώτ’ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα. ἦν δὲ καὶ Ἀμφικτυονία τις περὶ τὸ ἱερὸν τοῦτο ἑπτὰ πόλεων αἳ μετεῖχον τῆς θυσίας · ἦσαν δὲ Ἑρμιὼν Ἐπίδαυρος Αἴγινα Ἀθῆναι Πρασιεῖς Ναυπλιεῖς Ὀρχομενὸς Μινύειος · ὑπὲρ μὲν οὖν Ναυπλιέων Ἀργεῖοι συνετέλουν, ὑπὲρ Πρασιέων δὲ Λακεδαιμόνιοι. οὕτω δ’ἐπεκράτησεν τιμὴ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησιν ὥστε καὶ Μακεδόνες δυναστεύοντες ἤδη μέχρι δεῦρο ἐφύλαττόν πως τὴν ἀσυλίαν, καὶ τοὺς ἱκέτας ἀποσπᾶν ᾐδοῦντο τοὺς εἰς Καλαυρίαν καταφυγόντας · ὅπου γε οὐ δὲ Δημοσθένη ἐθάρρησεν Ἀρχίας βιάσασθαι στρατιώτας ἔχων, προσετέτακτο ὑπὸ Ἀντιπάτρου ζῶντα ἀγαγεῖν κἀκεῖνον καὶ τῶν ἄλλων ῥητόρων ὃν ἂν εὕρῃ τῶν ἐν ταῖς αἰτίαις ὄντων ταῖς παραπλησίοις, ἀλλὰ πείθειν ἐπειρᾶτο · οὐ μὴν ἔπεισέ γε, ἀλλ’ἔφθη φαρμάκῳ παραλύσας ἑαυτὸν τοῦ ζῆν. Τροιζὴν δὲ καὶ Πιτθεὺς οἱ Πέλοπος ὁρμηθέντες ἐκ τῆς Πισάτιδος μὲν τὴν πόλιν ὁμώνυμον ἑαυτοῦ κατέλιπεν, δὲ Πιτθεὺς ἐβασίλευσεν ἐκεῖνον διαδεξάμενος. Ἄνθης δ’ προκατέχων πλεύσας Ἁλικαρνασὸν ἔκτισεν · ἐροῦμεν δ’ἐν τοῖς Καρικοῖς […] ον καὶ τοῖς Τρωικοῖς.

8.6.15 Ἐπίδαυρος δ’ἐκαλεῖτο Ἐπίταυρος · φησὶ δὲ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δὲ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς τετραπόλεως συνεπομένους εἰς Ἄργος. καὶ αὕτη δ’οὐκ ἄσημος πόλις καὶ μάλιστα διὰ τὴν ἐπιφάνειαν τοῦ Ἀσκληπιοῦ θεραπεύειν νόσους παντοδαπὰς πεπιστευμένου, καὶ τὸ ἱερὸν πλῆρες ἔχοντος ἀεὶ τῶντε καμνόντων καὶ τῶν ἀνακειμένων πινάκων, ἐν οἷς ἀναγεγραμμέναι τυγχάνουσιν αἱ θεραπεῖαι, καθάπερ ἐν Κῷτε καὶ Τρίκκῃ. κεῖται δ’ πόλις ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου, τὸν περίπλουν ἔχουσα σταδίων πεντεκαίδεκα, βλέπουσα πρὸς ἀνατολὰς θερινάς · περικλείεται δ’ὄρεσιν ὑψηλοῖς μέχρι πρὸς τὴν θάλατταν, ὥστ’ἐρυμνὴ κατεσκεύασται φυσικῶς πανταχόθεν. μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτῳ · παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν · διόπερ οἴεταί τινας ἐξαπατηθέντας Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν, καθ’ἧς ἀράσασθαι λέγεται τοὺς ὑπ’Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος · τούτους δ’οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.

8.6.16Αἴγινα δ’ἔστι μὲν καὶ τόπος τις τῆς Ἐπιδαυρίας, ἔστι δὲ καὶ νῆσος πρὸ τῆς ἠπείρου ταύτης, ἣν ἐν τοῖς ἀρτίως παρατεθεῖσιν ἔπεσι βούλεται φράζειν ποιητής · διὸ καὶ γράφουσί τινες νῆσόντ’Αἴγιναν ἀντὶ τοῦ οἵτ’ἔχον Αἴγιναν, διαστελλόμενοι τὴν ὁμωνυμίαν. ὅτι μὲν οὖν τῶν σφόδρα γνωρίμων ἐστὶν νῆσος, τί δεῖ λέγειν; ἐντεῦθεν γὰρ Αἰακόςτε λέγεται καὶ οἱ ἀπ’αὐτοῦ. αὕτη δ’ἐστὶν καὶ θαλαττοκρατήσασά ποτε καὶ περὶ πρωτείων ἀμφισβητήσασα πρὸς Ἀθηναίους ἐν τῇ περὶ Σαλαμῖνα ναυμαχίᾳ κατὰ τὰ Περσικά. λέγεται δὲ σταδίων ἑκατὸν ὀγδοήκοντα κύκλος τῆς νήσου, πόλιν δ’ὁμώνυμον ἔχει τετραμμένην πρὸς λίβα · περιέχουσι δ’αὐτὴν τε Ἀττικὴ καὶ Μεγαρὶς καὶ τῆς Πελοποννήσου τὰ μέχρι Ἐπιδαύρου, σχεδόν τι ἑκατὸν σταδίους ἑκάστη διέχουσα · τὸ δὲ ἑωθινὸν μέρος καὶ τὸ νότιον πελάγει κλύζεται τῷτε Μυρτῴῳ καὶ τῷ Κρητικῷ · νησίδια δὲ περίκειται πολλὰ μὲν πρὸς τῇ ἠπείρῳ, Βέλβινα δὲ πρὸς τὸ πέλαγος ἀνατείνουσα. δὲ χώρα αὐτῆς κατὰ βάθους μὲν γεώδης ἐστί, πετρώδης δ’ἐπιπολῆς καὶ μάλιστα πεδιάς · διόπερ ψιλὴ πᾶσά ἐστι, κριθοφόρος δὲ ἱκανῶς. Μυρμιδόνας δὲ κληθῆναί φασιν οὐχ ὡς μῦθος τοὺς Αἰγινήτας, ὅτι λοιμοῦ μεγάλου συμπεσόντος οἱ μύρμηκες ἄνθρωποι γένοιντο κατ’εὐχὴν Αἰακοῦ, ἀλλ’ὅτι μυρμήκων τρόπον ὀρύττοντες τὴν γῆν ἐπισπείροιεν ἐπὶ τὰς πέτρας, ὥστ’ἔχειν γεωργεῖν, ἐν δὲ τοῖς ὀρύγμασιν οἰκεῖν φειδόμενοι πλίνθων. ὠνομάζετο δ’Οἰνώνη πάλαι ἐπῴκησαν δ’αὐτὴν Ἀργεῖοι καὶ Κρῆτες καὶ Ἐπιδαύριοι καὶ Δωριεῖς, ὕστερον δὲ κατεκληρούχησαν τὴν νῆσον Ἀθηναῖοι · ἀφελόμενοι δὲ Λακεδαιμόνιοι τοὺς Ἀθηναίους τὴν νῆσον ἀπέδοσαν τοῖς ἀρχαίοις οἰκήτορσιν. ἀποίκους δ’ἔστειλαν Αἰγινῆται εἴςτε Κυδωνίαν τὴν ἐν Κρήτῃ καὶ εἰς Ὀμβρικούς. Ἔφορος δ’ἐν Αἰγίνῃ ἄργυρον πρῶτον κοπῆναί φησιν ὑπὸ Φείδωνος · ἐμπόριον γὰρ γενέσθαι, διὰ τὴν λυπρότητα τῆς χώρας τῶν ἀνθρώπων θαλαττουργούντων ἐμπορικῶς, ἀφ’οὗ τὸν ῥῶπον Αἰγιναίαν ἐμπολὴν λέγεσθαι.

8.6.17 δὲ ποιητὴς ἔνια μὲν χωρία λέγει συνεχῶς ὥσπερ καὶ κεῖται οἵθ’Ὑρίην ἐνέμοντο καὶ Αὐλίδα οἳ δ’Ἄργοςτ’εἶχον Τίρυνθάτε Ἑρμιόνηντ’Ἀσίνηντε Τροιζῆν’Ἠιόναςτε. ἄλλοτε δ’οὐχ ὡς ἔστι τῇ τάξει σχοῖνόντε Σκῶλόντε Θέσπειαν Γραῖάντε. τάτ’ἐν ἠπείρῳ ταῖς νήσοις συμφράζει οἵ ῥ’Ἰθάκην εἶχον, καὶ Κροκύλει’ἐνέμοντο. τὰ γὰρ Κροκύλεια ἐν τοῖς Ἀκαρνᾶσιν. οὕτω δὲ καὶ νῦν τῇ Αἰγίνῃ τὸν Μάσητα συνῆψεν ὄντα τῆς Ἀργολικῆς ἠπείρου. Θυρέας δὲ Ὅμηρος μὲν οὐκ ὠνόμασεν, οἱ δ’ἄλλοι θρυλοῦσι · περὶ ὧν Ἀργείοις καὶ Λακεδαιμονίοις συνέστη ἀγὼν τριακοσίοις πρὸς τριακοσίους · ἐνίκων δὲ Λακεδαιμόνιοι στρατηγοῦντος Ὀθρυάδα · εἶναι δέ φησι τὸ χωρίον τοῦτο Θουκυδίδης ἐν τῇ Κυνουρίᾳ κατὰ τὴν μεθορίαν τῆς Ἀργείας καὶ τῆς Λακωνικῆς. εἰσὶ δὲ καὶ Ὑσίαι τόπος γνώριμος τῆς Ἀργολικῆς καὶ Κεγχρεαί, αἳ κεῖνται ἐπὶ τῇ ὁδῷ τῇ ἐκ Τεγέας εἰς Ἄργος διὰ τοῦ Παρθενίου ὄρους. Ὅμηρος δ’αὐτὰς οὐκ οἶδεν.

8.6.18τῶν κατὰ Πελοπόννησον πόλεων ἐνδοξόταται γεγόνασι καὶ μέχρι νῦν εἰσιν Ἄργοςτε Σπάρτητε, διὰ δὲ τὸ πολυθρύλητον ἥκιστα δεῖ μακρολογεῖν περὶ αὐτῶν · τὰ γὰρ ὑπὸ πάντων εἰρημένα λέγειν δόξομεν. τὸ παλαιὸν μὲν οὖν ηὐδοκίμει τὸ Ἄργος μᾶλλον, ὕστερον δὲ καὶ μέχρι παντὸς ὑπερεβάλοντο Λακεδαιμόνιοι καὶ διετέλεσαν τὴν αὐτονομίαν φυλάττοντες, πλὴν εἴ τί που μικρὸν προσπταίειν αὐτοὺς συνέβαινεν. Ἀργεῖοι δὲ Πύρρον μὲν οὐκ ἐδέξαντο (ἀλλὰ καὶ πρὸ τοῦ τείχους ἔπεσε γρᾳδίου τινός, ὡς ἔοικε, κεραμίδα ἀφέντος ἄνωθεν ἐπὶ τὴν κεφαλήν) ὑπ’ἄλλοις δ’ἐγένοντο βασιλεῦσι, μετασχόντες δὲ τοῦ τῶν Ἀχαιῶν συστήματος σὺν ἐκείνοις εἰς τὴν τῶν Ῥωμαίων ἐξουσίαν ἦλθον, καὶ νῦν συνέστηκεν πόλις δευτερεύουσα τῇ τάξει μετὰ τὴν Σπάρτην.

8.6.19ἑξῆς δὲ λέγωμεν περὶ τῶν ὑπὸ Μυκήναις καὶ τῷ Ἀγαμέμνονι τεταγμένων τόπων ἐν τῷ καταλόγῳ τῶν νεῶν · ἔχει δ’οὕτω τὰ ἔπη οἳ δὲ Μυκήνας εἶχον, ἐυκτίμενον πτολίεθρον, ἀφνειόντε Κόρινθον ἐυκτιμέναςτε Κλεωνάς, Ὀρνειάςτ’ἐνέμοντο Ἀραιθυρέηντ’ἐρατεινὴν καὶ Σικυῶν’, ὅθ’ἄρ’Ἄδρηστος πρῶτ’ἐμβασίλευεν, οἵθ’Ὑπερησίηντε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνηντ’εἶχον, ἠδ’Αἴγιον ἀμφενέμοντο, αἰγιαλόντ’ἀνὰ πάντα καὶ ἀμφ’Ἑλίκην εὐρεῖαν. αἱ μὲν οὖν Μυκῆναι νῦν οὐκέτ’εἰσίν, ἔκτισε δ’αὐτὰς Περσεύς, διεδέξατο δὲ Σθένελος, εἶτ’Εὐρυσθεύς · οἱ δ’αὐτοὶ καὶ τοῦ Ἄργους ἦρξαν. Εὐρυσθεὺς μὲν οὖν στρατεύσας εἰς Μαραθῶνα ἐπὶ τοὺς Ἡρακλέους παῖδας καὶ Ἰόλαον βοηθησάντων Ἀθηναίων ἱστορεῖται πεσεῖν ἐν τῇ μάχῃ, καὶ τὸ μὲν ἄλλο σῶμα Γαργηττοῖ ταφῆναι, τὴν δὲ κεφαλὴν χωρὶς ἐν Τρικορύνθῳ, ἀποκόψαντος αὐτὴν Ἰολάου περὶ τὴν κρήνην τὴν Μακαρίαν ὑπὸ ἁμαξιτόν · καὶ τόπος καλεῖται Εὐρυσθέως κεφαλή. αἱ δὲ Μυκῆναι μετέπεσον εἰς τοὺς Πελοπίδας ὁρμηθέντας ἐκ τῆς Πισάτιδος, εἶτ’εἰς τοὺς Ἡρακλείδας καὶ τὸ Ἄργος ἔχοντας. μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀργεῖοι μετὰ Κλεωναίων καὶ Τεγεατῶν ἐπελθόντες ἄρδην τὰς Μυκήνας ἀνεῖλον καὶ τὴν χώραν διενείμαντο. διὰ δὲ τὴν ἐγγύτητα τὰς δύο πόλεις ὡς μίαν οἱ τραγικοὶ συνωνύμως προσαγορεύουσιν, Εὐριπίδης δὲ καὶ ἐν τῷ αὐτῷ δράματι τοτὲ μὲν Μυκήνας καλῶν τοτὲ δ’Ἄργος τὴν αὐτὴν πόλιν, καθάπερ ἐν Ἰφιγενείᾳ καὶ Ὀρέστῃ. Κλεωναὶ δ’εἰσὶ πόλισμα ἐπὶ τῇ ὁδῷ κείμενον τῇ ἐξ Ἄργους εἰς Κόρινθον ἐπὶ λόφου περιοικουμένου πανταχόθεν καὶ τετειχισμένου καλῶς, ὥστ’οἰκείως εἰρῆσθαί μοι δοκεῖ τὸ ἐυκτιμένας Κλεωνάς. ἐνταῦθα δὲ καὶ Νεμέα μεταξὺ Κλεωνῶν καὶ Φλιοῦντος καὶ τὸ ἄλσος, ἐν καὶ τὰ Νέμεα συντελεῖν ἔθος τοῖς Ἀργείοις, καὶ τὰ περὶ τὸν Νεμεαῖον λέοντα μυθευόμενα, καὶ Βέμβινα κώμη · διέχουσι δ’αἱ Κλεωναὶ τοῦ μὲν Ἄργους σταδίους ἑκατὸν εἴκοσι, Κορίνθου δὲ ὀγδοήκοντα. καὶ ἡμεῖς ἀπὸ τοῦ Ἀκροκορίνθου κατωπτεύσαμεν τὸ κτίσμα.

8.6.20 δὲ Κόρινθος ἀφνειὸς μὲν λέγεται διὰ τὸ ἐμπόριον, ἐπὶ τῷ Ἰσθμῷ κείμενος καὶ δυεῖν λιμένων κύριος, ὧν μὲν τῆς Ἀσίας δὲ τῆς Ἰταλίας ἐγγύς ἐστι […] καὶ ῥᾳδίας ποιεῖ τὰς ἑκατέρωθεν ἀμοιβὰς τῶν φορτίων πρὸς ἀλλήλους τοῖς τοσοῦτον ἀφεστῶσιν. ἦν δ’ὥσπερ πορθμὸς οὐκ εὔπλους κατὰ τὴν Σικελίαν τὸ παλαιόν, οὕτω καὶ τὰ πελάγη καὶ μάλιστα τὸ ὑπὲρ Μαλεῶν διὰ τὰς ἀντιπνοίας · ἀφ’οὗ καὶ παροιμιάζονται Μαλέας δὲ κάμψας ἐπιλάθου τῶν οἴκαδε. ἀγαπητὸν οὖν ἑκατέροις ἦν τοῖςτε ἐκ τῆς Ἰταλίας καὶ ἐκ τῆς Ἀσίας ἐμπόροις, ἀφεῖσι τὸν περὶ Μαλέας πλοῦν, κατάγεσθαι τὸν φόρτον αὐτόθι · καὶ πεζῇ δὲ τῶν ἐκκομιζομένων ἐκ τῆς Πελοποννήσου καὶ τῶν εἰσαγομένων ἔπιπτε τὰ τέλη τοῖς τὰ κλεῖθρα ἔχουσι. διέμεινε δὲ τοῦτο καὶ εἰς ὕστερον μέχρι παντός · τοῖς δ’ὕστερον καὶ πλείω προσεγίνετο πλεονεκτήματα · καὶ γὰρ Ἰσθμικὸς ἀγὼν ἐκεῖ συντελούμενος ὄχλους ἐπήγετο, καὶ οἱ Βακχιάδαι τυραννήσαντες, πλούσιοι καὶ πολλοὶ καὶ γένος λαμπροί, διακόσια ἔτη σχεδόν τι κατέσχον τὴν ἀρχὴν καὶ τὸ ἐμπόριον ἀδεῶς ἐκαρπώσαντο · τούτους δὲ Κύψελος καταλύσας αὐτὸς ἐτυράννησε, καὶ μέχρι τριγονίας οἶκος αὐτοῦ συνέμεινε · τοῦ δὲ περὶ τὸν οἶκον τοῦτον πλούτου μαρτύριον τὸ Ὀλυμπίασιν ἀνάθημα Κυψέλου, σφυρήλατος χρυσοῦς ἀνδριὰς εὐμεγέθης. Δημάρατόςτε, εἷς τῶν ἐν Κορίνθῳ δυναστευσάντων, φεύγων τὰς ἐκεῖ στάσεις τοσοῦτον ἠνέγκατο πλοῦτον οἴκοθεν εἰς τὴν Τυρρηνίαν ὥστε αὐτὸς μὲν ἦρξε τῆς δεξαμένης αὐτὸν πόλεως, δ’υἱὸς αὐτοῦ καὶ Ῥωμαίων κατέστη βασιλεύς. τότε τῆς Ἀφροδίτης ἱερὸν οὕτω πλούσιον ὑπῆρξεν ὥστε πλείους χιλίας ἱεροδούλους ἐκέκτητο ἑταίρας, ἃς ἀνετίθεσαν τῇ θεῷ καὶ ἄνδρες καὶ γυναῖκες. καὶ διὰ ταύτας οὖν πολυωχλεῖτο πόλις καὶ ἐπλουτίζετο · οἱ γὰρ ναύκληροι ῥᾳδίως ἐξανηλίσκοντο, καὶ διὰ τοῦτο παροιμία φησίν οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθ’ πλοῦς. καὶ δὴ καὶ μνημονεύεταί τις ἑταίρα πρὸς τὴν ὀνειδίζουσαν, ὅτι οὐ φιλεργὸς εἴη οὐ δ’ἐρίων ἅπτοιτο, εἰπεῖν ἐγὼ μέντοι τοιαύτη τρεῖς ἤδη καθεῖλον ἱστοὺς ἐν βραχεῖ χρόνῳ τούτῳ.

8.6.21τὴν δὲ τοποθεσίαν τῆς πόλεως, ἐξ ὧν Ἱερώνυμόςτε εἴρηκε καὶ Εὔδοξος καὶ ἄλλοι καὶ αὐτοὶ δὲ εἴδομεν νεωστὶ ἀναληφθείσης ὑπὸ τῶν Ῥωμαίων, τοιάνδε εἶναι συμβαίνει. ὄρος ὑψηλὸν ὅσον τριῶν ἥμισυ σταδίων ἔχον τὴν κάθετον, τὴν δ’ἀνάβασιν καὶ τριάκοντα σταδίων, εἰς ὀξεῖαν τελευτᾷ κορυφήν · καλεῖται δὲ Ἀκροκόρινθος, οὗ τὸ μὲν πρὸς ἄρκτον μέρος ἐστὶ τὸ μάλιστα ὄρθιον, ὑφ’ κεῖται πόλις ἐπὶ τραπεζώδους ἐπιπέδου χωρίου πρὸς αὐτῇ τῇ ῥίζῃ τοῦ Ἀκροκορίνθου. αὐτῆς μὲν οὖν τῆς πόλεως κύκλος καὶ τετταράκοντα σταδίων ὑπῆρχεν · ἐτετείχιστο δ’ὅσον τῆς πόλεως γυμνὸν ἦν τοῦ ὄρους · συμπεριείληπτο δὲ τῷ περιβόλῳ τούτῳ καὶ τὸ ὄρος αὐτὸ Ἀκροκόρινθος δυνατὸν ἦν τειχισμὸν δέξασθαι, καὶ ἡμῖν ἀναβαίνουσιν ἦν δῆλα τὰ ἐρείπια τῆς σχοινίας · ὥσθ’ πᾶσα περίμετρος ἐγίνετο περὶ πέντε καὶ ὀγδοήκοντα σταδίων. ἀπὸ δὲ τῶν ἄλλων μερῶν ἧττον ὄρθιόν ἐστι τὸ ὄρος, ἀνατέταται μέντοι ἐνθένδε ἱκανῶς καὶ περίοπτόν ἐστιν. μὲν οὖν κορυφὴ ναΐδιον ἔχει Ἀφροδίτης, ὑπὸ δὲ τῇ κορυφῇ τὴν Πειρήνην εἶναι συμβαίνει κρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν μεστὴν δ’ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος. φασὶ δὲ καὶ ἐνθένδε καὶ ἐξ ἄλλων ὑπονόμων τινῶν φλεβίων συνθλίβεσθαι τὴν πρὸς τῇ ῥίζῃ τοῦ ὄρους κρήνην ἐκρέουσαν εἰς τὴν πόλιν ὥσθ’ἱκανῶς ἀπ’αὐτῆς ὑδρεύεσθαι. ἔστι δὲ καὶ φρεάτων εὐπορία κατὰ τὴν πόλιν, λέγουσι δὲ καὶ κατὰ τὸν Ἀκροκόρινθον · οὐ μὴν ἡμεῖς γε εἴδομεν. τοῦ δ’οὖν Εὐριπίδου φήσαντος οὕτως ἥκω περίκλυστον προλιποῦσ’Ἀκροκόρινθον, ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας, τὸ περίκλυστον ἤτοι κατὰ βάθους δεκτέον, ἐπεὶ καὶ φρέατα καὶ ὑπόνομοι λιβάδες διήκουσι δι’αὐτοῦ, τὸ παλαιὸν ὑποληπτέον τὴν Πειρήνην ἐπιπολάζειν καὶ κατάρρυτον ποιεῖν τὸ ὄρος. ἐνταῦθα δέ φασι πίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ Βελλεροφόντου, πτηνὸν ἵππον ἐκ τοῦ τραχήλου τοῦ Μεδούσης ἀναπαλέντα κατὰ τὴν γοργοτομίαν · τὸν δ’αὐτόν φασι καὶ τὴν Ἵππου κρήνην ἀναβαλεῖν ἐν τῷ Ἑλικῶνι πλήξαντα τῷ ὄνυχι τὴν ὑποῦσαν πέτραν. ὑπὸ δὲ τῇ Πειρήνῃ τὸ Σισύφειόν ἐστιν, ἱεροῦ τινος βασιλείου λευκῶν λίθων πεποιημένου διασῶζον ἐρείπια οὐκ ὀλίγα. ἀπὸ δὲ τῆς κορυφῆς πρὸς ἄρκτον μὲν ἀφορᾶται τε Παρνασσὸς καὶ Ἑλικών, ὄρη ὑψηλὰ καὶ νιφόβολα, καὶ Κρισαῖος κόλπος ὑποπεπτωκὼς ἀμφοτέροις, περιεχόμενος ὑπὸ τῆς Φωκίδος καὶ τῆς Βοιωτίας καὶ τῆς Μεγαρίδος καὶ τῆς ἀντιπόρθμου τῇ Φωκίδι Κορινθίας καὶ Σικυωνίας · πρὸς ἑσπέραν δὲ […] ὑπέρκειται δὲ τούτων ἁπάντων τὰ καλούμενα Ὄνεια ὄρη διατείνοντα μέχρι Βοιωτίας καὶ Κιθαιρῶνος ἀπὸ τῶν Σκιρωνίδων πετρῶν, ἀπὸ τῆς παρὰ ταύτας ὁδοῦ πρὸς τὴν Ἀττικήν.

8.6.22ἀρχὴ δὲ τῆς παραλίας ἑκατέρας τῆς μὲν τὸ Λέχαιον τῆς δὲ Κεγχρεαὶ κώμη καὶ λιμὴν ἀπέχων τῆς πόλεως ὅσον ἑβδομήκοντα σταδίους · τούτῳ μὲν οὖν χρῶνται πρὸς τοὺς ἐκ τῆς Ἀσίας πρὸς δὲ τοὺς ἐκ τῆς Ἰταλίας τῷ Λεχαίῳ. τὸ δὲ Λέχαιον ὑποπέπτωκε τῇ πόλει κατοικίαν ἔχον οὐ πολλήν · σκέλη δὲ καθείλκυσται σταδίων περὶ δώδεκα ἑκατέρωθεν τῆς ὁδοῦ τῆς ἐπὶ τὸ Λέχαιον. ἐντεῦθεν δὲ παρεκτείνουσα ᾐὼν μέχρι Παγῶν τῆς Μεγαρίδος κλύζεται μὲν ὑπὸ τοῦ Κορινθιακοῦ κόλπου, κοίλη δ’ἐστὶ καὶ ποιεῖ τὸν δίολκον πρὸς τὴν ἑτέραν ᾐόνα τὴν κατὰ Σχοινοῦντα πλησίον ὄντα τῶν Κεγχρεῶν. ἐν δὲ τῷ μεταξὺ τοῦ Λεχαίου καὶ Παγῶν τὸ τῆς Ἀκραίας μαντεῖον Ἥρας ὑπῆρχε τὸ παλαιόν, καὶ αἱ Ὀλμιαὶ τὸ ποιοῦν ἀκρωτήριον τὸν κόλπον ἐν τε Οἰνόη καὶ Παγαί, τὸ μὲν τῶν Μεγαρέων φρούριον δὲ Οἰνόη τῶν Κορινθίων. ἀπὸ τῶν Κεγχρεῶν Σχοινοῦς, καθ’ὃν τὸ στενὸν τοῦ διόλκου · ἔπειθ’ Κρομμυωνία. πρόκειται δὲ τῆς ᾐόνος ταύτης τε Σαρωνικὸς κόλπος καὶ Ἐλευσινιακός, τρόπον τινὰ αὐτὸς ὤν, συνεχὴς τῷ Ἑρμιονικῷ. ἐπὶ δὲ τῷ Ἰσθμῷ καὶ τὸ τοῦ Ἰσθμίου Ποσειδῶνος ἱερὸν ἄλσει πιτυώδει συνηρεφές, ὅπου τὸν ἀγῶνα τῶν Ἰσθμίων Κορίνθιοι συνετέλουν. δὲ Κρομμυὼν ἔστι κώμη τῆς Κορινθίας, πρότερον δὲ τῆς Μεγαρίδος, ἐν μυθεύουσι τὰ περὶ τὴν Κρομμυωνίαν ὗν, ἣν μητέρα τοῦ Καλυδωνίου κάπρου φασί · καὶ τῶν Θησέως ἄθλων ἕνα τοῦτον παραδιδόασι τὴν τῆς ὑὸς ταύτης ἐξαίρεσιν. καὶ Τενέα δ’ἐστὶ κώμη τῆς Κορινθίας, ἐν τοῦ Τενεάτου Ἀπόλλωνος ἱερόν · λέγεται δὲ καὶ Ἀρχίᾳ τῷ στείλαντι τὴν εἰς Συρακούσας ἀποικίαν τοὺς πλείστους τῶν ἐποίκων ἐντεῦθεν συνεπακολουθῆσαι, καὶ μετὰ ταῦτα εὐθηνεῖν μάλιστα τῶν ἄλλων τὴν κατοικίαν ταύτην, τὰ δ’ὕστατα καὶ καθ’αὑτοὺς πολιτεύεσθαι, προσθέσθαιτε τοῖς Ῥωμαίοις ἀποστάντας Κορινθίων καὶ κατασκαφείσης τῆς πόλεως συμμεῖναι. φέρεται δὲ καὶ χρησμὸς δοθείς τινι τῶν ἐκ τῆς Ἀσίας ἐρωτῶντι εἰ λῷον εἴη μετοικεῖν εἰς Κόρινθον εὐδαίμων Κόρινθος, ἐγὼ δ’εἴην Τενεάτης. ὅπερ κατ’ἄγνοιάν τινες παρατρέπουσιν ἐγὼ δ’εἴην Τεγεάτης. λέγεται δ’ἐνταῦθα ἐκθρέψαι Πόλυβος τὸν Οἰδίπουν. δοκεῖ δὲ καὶ συγγένειά τις εἶναι Τενεδίοις πρὸς τούτους ἀπὸ Τέννου τοῦ Κύκνου, καθάπερ εἴρηκεν Ἀριστοτέλης · καὶ τοῦ Ἀπόλλωνος δὲ τιμὴ παρ’ἀμφοτέροις ὁμοία οὖσα δίδωσιν οὐ μικρὰ σημεῖα.

8.6.23Κορίνθιοι δ’ὑπὸ Φιλίππῳ ὄντες ἐκείνῳτε συνεφιλονείκησαν καὶ ἰδίᾳ πρὸς Ῥωμαίους ὑπεροπτικῶς εἶχον, ὥστε τινὲς καὶ τῶν πρέσβεων παριόντων τὴν οἰκίαν αὐτῶν ἐθάρρησαν καταντλῆσαι βόρβορον. ἀντὶ τούτων μὲν οὖν καὶ ἄλλων ὧν ἐξήμαρτον ἔτισαν δίκας αὐτίκα · πεμφθείσης γὰρ ἀξιολόγου στρατιᾶς, αὐτήτε κατέσκαπτο ὑπὸ Λευκίου Μομμίου καὶ τἆλλα μέχρι Μακεδονίας ὑπὸ Ῥωμαίοις ἐγένετο, ἐν ἄλλοις ἄλλων πεμπομένων στρατηγῶν · τὴν δὲ χώραν ἔσχον Σικυώνιοι τὴν πλείστην τῆς Κορινθίας. Πολύβιος δὲ τὰ συμβάντα περὶ τὴν ἅλωσιν ἐν οἴκτου μέρει λέγων προστίθησι καὶ τὴν στρατιωτικὴν ὀλιγωρίαν τὴν περὶ τὰ τῶν τεχνῶν ἔργα καὶ τὰ ἀναθήματα. φησὶ γὰρ ἰδεῖν παρὼν ἐρριμμένους πίνακας ἐπ’ἐδάφους, πεττεύοντας δὲ τοὺς στρατιώτας ἐπὶ τούτων. ὀνομάζει δ’αὐτῶν Ἀριστείδου γραφὴν τοῦ Διονύσου, ἐφ’οὗ τινες εἰρῆσθαί φασι τὸ οὐδὲν πρὸς τὸν Διόνυσον, καὶ τὸν Ἡρακλέα τὸν καταπονούμενον τῷ τῆς Δηιανείρας χιτῶνι. τοῦτον μὲν οὖν οὐχ ἑωράκαμεν ἡμεῖς, τὸν δὲ Διόνυσον ἀνακείμενον ἐν τῷ Δημητρείῳ τῷ ἐν Ῥώμῃ κάλλιστον ἔργον ἑωρῶμεν · ἐμπρησθέντος δὲ τοῦ νεὼ συνηφανίσθη καὶ γραφὴ νεωστί. σχεδὸν δέ τι καὶ τῶν ἄλλων ἀναθημάτων τῶν ἐν Ῥώμῃ τὰ πλεῖστα καὶ ἄριστα ἐντεῦθεν ἀφῖχθαι · τινὰ δὲ καὶ αἱ κύκλῳ τῆς Ῥώμης πόλεις ἔσχον. μεγαλόφρων γὰρ ὢν μᾶλλον φιλότεχνος Μόμμιος, ὥς φασι, μετεδίδου ῥᾳδίως τοῖς δεηθεῖσι. Λεύκολλος δὲ κατασκευάσας τὸ τῆς Εὐτυχίας ἱερὸν καὶ στοάν τινα χρῆσιν ᾐτήσατο ὧν εἶχεν ἀνδριάντων Μόμμιος, ὡς κοσμήσων τὸ ἱερὸν μέχρι ἀναδείξεως, εἶτ’ἀποδώσων · οὐκ ἀπέδωκε δέ, ἀλλ’ἀνέθηκε κελεύσας αἴρειν εἰ βούλεται · πράως δ’ἤνεγκεν ἐκεῖνος οὐ φροντίσας οὐδέν, ὥστ’ηὐδοκίμει τοῦ ἀναθέντος μᾶλλον. πολὺν δὲ χρόνον ἐρήμη μείνασα Κόρινθος ἀνελήφθη πάλιν ὑπὸ Καίσαρος τοῦ θεοῦ διὰ τὴν εὐφυΐαν, ἐποίκους πέμψαντος τοῦ ἀπελευθερικοῦ γένους πλείστους · οἳ τὰ ἐρείπια κινοῦντες καὶ τοὺς τάφους συνανασκάπτοντες εὕρισκον ὀστρακίνων τορευμάτων πλήθη, πολλὰ δὲ καὶ χαλκώματα · θαυμάζοντες δὲ τὴν κατασκευὴν οὐδένα τάφον ἀσκευώρητον εἴασαν, ὥστε εὐπορήσαντες τῶν τοιούτων καὶ διατιθέμενοι πολλοῦ νεκροκορινθίων ἐπλήρωσαν τὴν Ῥώμην · οὕτω γὰρ ἐκάλουν τὰ ἐκ τῶν τάφων ληφθέντα, καὶ μάλιστα τὰ ὀστράκινα. κατ’ἀρχὰς μὲν οὖν ἐτιμήθη σφόδρα ὁμοίως τοῖς χαλκώμασι τοῖς κορινθιουργέσιν, εἶτ’ἐπαύσαντο τῆς σπουδῆς, ἐκλιπόντων τῶν ὀστράκων καὶ οὐ δὲ κατωρθωμένων τῶν πλείστων. μὲν δὴ πόλις τῶν Κορινθίων μεγάλητε καὶ πλουσία διὰ παντὸς ὑπῆρξεν, ἀνδρῶντε ηὐπόρησεν ἀγαθῶν εἴςτε τὰ πολιτικὰ καὶ εἰς τὰς τέχνας τὰς δημιουργικάς · μάλιστα γὰρ καὶ ἐνταῦθα καὶ ἐν Σικυῶνι ηὐξήθη γραφικήτε καὶ πλαστικὴ καὶ πᾶσα τοιαύτη δημιουργία. χώραν δ’ἔσχεν οὐκ εὔγεων σφόδρα, ἀλλὰ σκολιάντε καὶ τραχεῖαν, ἀφ’οὗ πάντες ὀφρυόεντα Κόρινθον εἰρήκασι καὶ παροιμιάζονται Κόρινθος ὀφρυᾷτε καὶ κοιλαίνεται.

8.6.24Ὀρνεαὶ δ’εἰσὶν ἐπώνυμοι τῷ παραρρέοντι ποταμῷ, νῦν μὲν ἔρημοι πρότερον δ’οἰκούμεναι καλῶς, ἱερὸν ἔχουσαι Πριάπου τιμώμενον, ἀφ’ὧν καὶ τὰ Πριάπεια ποιήσας Εὐφορίων Ὀρνεάτην καλεῖ τὸν θεόν · κεῖνται δ’ὑπὲρ τοῦ πεδίου τοῦ Σικυωνίων, τὴν δὲ χώραν ἔσχον Ἀργεῖοι. Ἀραιθυρέα δ’ἐστὶν νῦν Φλιασία καλουμένη, πόλιν δ’εἶχεν ὁμώνυμον τῇ χώρᾳ πρὸς ὄρει Κηλώσσῃ · οἱ δ’ὕστερον ἀναστάντες ἐκεῖθεν πρὸ τριάκοντα σταδίων ἔκτισαν πόλιν, ἣν ἐκάλεσαν Φλιοῦντα · τῆς δὲ Κηλώσσης μέρος Καρνεάτης, ὅθεν λαμβάνει τὴν ἀρχὴν Ἀσωπὸς παραρρέων τὴν Σικυῶνα καὶ ποιῶν τὴν Ἀσωπίαν χώραν, μέρος οὖσαν τῆς Σικυωνίας. ἔστι δ’Ἀσωπὸς καὶ παρὰ Θήβας ῥέων καὶ Πλαταιὰς καὶ Τάναγραν, ἄλλος δ’ἔστιν ἐν Ἡρακλείᾳ τῇ Τραχινίᾳ παρὰ κώμην ῥέων ἣν Παρασωπίους ὀνομάζουσι, τέταρτος δ’ ἐν Πάρῳ. κεῖται δ’ Φλιοῦς ἐν μέσῳ Σικυωνίας Ἀργείας Κλεωνῶν καὶ Στυμφάλου κύκλῳ περιεχόμενος · τιμᾶται δ’ἐν Φλιοῦντι καὶ Σικυῶνι τὸ τῆς Δίας ἱερόν · καλοῦσι δ’οὕτω τὴν Ἥβην.

8.6.25τὴν δὲ Σικυῶνα πρότερον Μηκώνην ἐκάλουν, ἔτι δὲ πρότερον Αἰγιαλεῖς · ἀνῴκισε δ’αὐτὴν ἀπὸ θαλάττης ὅσον εἴκοσι σταδίοις (οἱ δὲ δώδεκά φασιν) ἐπὶ λόφον ἐρυμνὸν Δημήτριος · τὸ δὲ παλαιὸν κτίσμα ἐπίνειόν ἐστιν ἔχον λιμένα. ὁρίζει δὲ τὴν Σικυωνίαν καὶ τὴν Κορινθίαν ποταμὸς Νεμέα · ἐτυραννήθη δὲ πλεῖστον χρόνον, ἀλλ’ἀεὶ τοὺς τυράννους ἐπιεικεῖς ἄνδρας ἔσχεν, Ἄρατον δ’ἐπιφανέστατον, ὃς καὶ τὴν πόλιν ἠλευθέρωσε, καὶ Ἀχαιῶν ἦρξε παρ’ἑκόντων λαβὼν τὴν ἐξουσίαν, καὶ τὸ σύστημα ηὔξησε προσθεὶς αὐτῷ τήντε πατρίδα καὶ τὰς ἄλλας πόλεις τὰς ἐγγύς. Ὑπερησίην δὲ καὶ τὰς ἑξῆς πόλεις ἃς ποιητὴς λέγει, καὶ τὸν Αἰγιαλὸν τῶν Ἀχαιῶν ἤδη συμβέβηκεν εἶναι μέχρι Δύμης καὶ τῶν ὅρων τῆς Ἠλείας.

8.7

8.7.1ταύτης δὲ τῆς χώρας τὸ μὲν παλαιὸν Ἴωνες ἐκράτουν, ἐξ Ἀθηναίων τὸ γένος ὄντες, ἐκαλεῖτο δὲ τὸ μὲν παλαιὸν Αἰγιάλεια καὶ οἱ ἐνοικοῦντες Αἰγιαλεῖς, ὕστερον δ’ἀπ’ἐκείνων Ἰωνία, καθάπερ καὶ Ἀττική, ἀπὸ Ἴωνος τοῦ Ξούθου. φασὶ δὲ Δευκαλίωνος μὲν Ἕλληνα εἶναι, τοῦτον δὲ περὶ τὴν Φθίαν τῶν μεταξὺ Πηνειοῦ καὶ Ἀσωποῦ δυναστεύοντα τῷ πρεσβυτάτῳ τῶν παίδων παραδοῦναι τὴν ἀρχήν, τοὺς δ’ἄλλους ἔξω διαπέμψαι ζητήσοντας ἵδρυσιν ἕκαστον αὑτῷ · ὧν Δῶρος μὲν τοὺς περὶ Παρνασσὸν Δωριέας συνοικίσας κατέλιπεν ἐπωνύμους αὑτοῦ, Ξοῦθος δὲ τὴν Ἐρεχθέως θυγατέρα γήμας ᾤκισε τὴν τετράπολιν τῆς Ἀττικῆς, Οἰνόην Μαραθῶνα Προβάλινθον καὶ Τρικόρυνθον. τῶν δὲ τούτου παίδων Ἀχαιὸς μὲν φόνον ἀκούσιον πράξας ἔφυγεν εἰς Λακεδαίμονα καὶ Ἀχαιοὺς τοὺς ἐκεῖ κληθῆναι παρεσκεύασεν, Ἴων δὲ τοὺς μετ’Εὐμόλπου νικήσας Θρᾷκας οὕτως ηὐδοκίμησεν ὥστ’ἐπέτρεψαν αὐτῷ τὴν πολιτείαν Ἀθηναῖοι. δὲ πρῶτον μὲν εἰς τέτταρας φυλὰς διεῖλε τὸ πλῆθος, εἶτα εἰς τέτταρας βίους · τοὺς μὲν γὰρ γεωργοὺς ἀπέδειξε τοὺς δὲ δημιουργοὺς τοὺς δὲ ἱεροποιούς, τετάρτους δὲ τοὺς φύλακας · τοιαῦτα δὲ πλείω διατάξας τὴν χώραν ἐπώνυμον ἑαυτοῦ κατέλιπεν. οὕτω δὲ πολυανδρῆσαι τὴν χώραν τότε συνέπεσεν ὥστε καὶ ἀποικίαν τῶν Ἰώνων ἔστειλαν εἰς Πελοπόννησον Ἀθηναῖοι, καὶ τὴν χώραν ἣν κατέσχον ἐπώνυμον ἑαυτῶν ἐποίησαν Ἰωνίαν ἀντ’Αἰγιάλου κληθεῖσαν, οἵτε ἄνδρες ἀντὶ Αἰγιαλέων Ἴωνες προσηγορεύθησαν εἰς δώδεκα πόλεις μερισθέντες. μετὰ δὲ τὴν Ἡρακλειδῶν κάθοδον ὑπ’Ἀχαιῶν ἐξελαθέντες ἐπανῆλθον πάλιν εἰς Ἀθήνας · ἐκεῖθεν δὲ μετὰ τῶν Κοδριδῶν ἔστειλαν τὴν Ἰωνικὴν ἀποικίαν εἰς τὴν Ἀσίαν · ἔκτισαν δὲ δώδεκα πόλεις ἐν τῇ παραλίᾳ τῆς Καρίας καὶ τῆς Λυδίας, εἰς τοσαῦτα μέρη διελόντες σφᾶς ὅσα καὶ ἐν τῇ Πελοποννήσῳ κατεῖχον. οἱ δ’Ἀχαιοὶ Φθιῶται μὲν ἦσαν τὸ γένος, ᾤκησαν δ’ἐν Λακεδαίμονι, τῶν δ’Ἡρακλειδῶν ἐπικρατησάντων ἀναληφθέντες ὑπὸ Τισαμενοῦ τοῦ Ὀρέστου παιδός, ὡς προειρήκαμεν, τοῖς Ἴωσιν ἐπέθεντο, καὶ γενόμενοι κρείττους τοὺς μὲν ἐξέβαλον, αὐτοὶ δὲ κατέσχον τὴν γῆν, καὶ διεφύλαξαν τὸν αὐτὸν τῆς χώρας μερισμὸν ὅνπερ καὶ παρέλαβον. οὕτω δ’ἴσχυσαν ὥστε τὴν ἄλλην Πελοπόννησον ἐχόντων τῶν Ἡρακλειδῶν ὧν ἀπέστησαν, ἀντεῖχον ὅμως πρὸς ἅπαντας Ἀχαΐαν ὀνομάσαντες τὴν χώραν. ἀπὸ μὲν οὖν Τισαμενοῦ μέχρι Ὠγύγου βασιλευόμενοι διετέλουν · εἶτα δημοκρατηθέντες τοσοῦτον ηὐδοκίμησαν περὶ τὰς πολιτείας ὥστε τοὺς Ἰταλιώτας μετὰ τὴν στάσιν τὴν πρὸς τοὺς Πυθαγορείους τὰ πλεῖστα τῶν νομίμων μετενέγκασθαι παρὰ τούτων συνέβη · μετὰ δὲ τὴν ἐν Λεύκτροις μάχην ἐπέτρεψαν Θηβαῖοι τούτοις τὴν δίαιταν περὶ τῶν ἀντιλεγομένων ταῖς πόλεσι πρὸς ἀλλήλας · ὕστερον δ’ὑπὸ Μακεδόνων λυθείσης τῆς κοινωνίας ἀνέλαβον σφᾶς πάλιν κατὰ μικρόν · ἦρξαν δὲ Πύρρου στρατεύσαντος εἰς Ἰταλίαν τέτταρες συνιοῦσαι πόλεις, ὧν ἦσαν Πάτραι καὶ Δύμη · εἶτα προσελάμβανόν τινας τῶν δώδεκα πλὴν Ὠλένου καὶ Ἑλίκης, τῆς μὲν οὐ συνελθούσης τῆς δ’ἀφανισθείσης ὑπὸ κύματος.

8.7.2ἐξαρθὲν γὰρ ὑπὸ σεισμοῦ τὸ πέλαγος κατέκλυσε καὶ αὐτὴν καὶ τὸ ἱερὸν τοῦ Ἑλικωνίου Ποσειδῶνος, ὃν καὶ νῦν ἔτι τιμῶσιν Ἴωνες, καὶ θύουσιν ἐκεῖ τὰ Πανιώνια. μέμνηται δ’, ὡς ὑπονοοῦσί τινες, ταύτης τῆς θυσίας Ὅμηρος ὅταν φῇ αὐτὰρ θυμὸν ἄισθε καὶ ἤρυγεν, ὡς ὅτε ταῦρος ἤρυγεν ἑλκόμενος Ἑλικώνιον ἀμφὶ ἄνακτα. τεκμαίρονταίτε νεώτερον εἶναι τῆς Ἰωνικῆς ἀποικίας τὸν ποιητήν, μεμνημένον γε τῆς Πανιωνικῆς θυσίας ἣν ἐν τῇ Πριηνέων χώρᾳ συντελοῦσιν Ἴωνες τῷ Ἑλικωνίῳ Ποσειδῶνι, ἐπεὶ καὶ αὐτοὶ οἱ Πριηνεῖς ἐξ Ἑλίκης εἶναι λέγονται · καὶ δὴ πρὸς τὴν θυσίαν ταύτην καθιστᾶσιν ἄνδρα νέον Πριηνέα τὸν τῶν ἱερῶν ἐπιμελησόμενον. τεκμηριοῦνται δ’ἔτι μᾶλλον τὸ προκείμενον ἐκ τῶν περὶ τοῦ ταύρου πεφρασμένων · τότε γὰρ νομίζουσι καλλιερεῖν περὶ τὴν θυσίαν ταύτην Ἴωνες, ὅταν θυόμενος ταῦρος μυκήσηται. οἱ δ’ἀντιλέγοντες μεταφέρουσιν εἰς τὴν Ἑλίκην τὰ λεχθέντα τεκμήρια περὶ τοῦ ταύρου καὶ τῆς θυσίας, ὡς ἐκεῖ νενομισμένων τούτων καὶ τοῦ ποιητοῦ παραβάλλοντος τὰ ἐκεῖ συντελούμενα. κατεκλύσθη δ’ Ἑλίκη δυσὶν ἔτεσι πρὸ τῶν Λευκτρικῶν. Ἐρατοσθένης δὲ καὶ αὐτὸς ἰδεῖν φησι τὸν τόπον, καὶ τοὺς πορθμέας λέγειν ὡς ἐν τῷ πόρῳ ὀρθὸς ἑστήκει Ποσειδῶν χάλκεος, ἔχων ἱππόκαμπον ἐν τῇ χειρὶ κίνδυνον φέροντα τοῖς δικτυεῦσιν. Ἡρακλείδης δέ φησι κατ’αὐτὸν γενέσθαι τὸ πάθος νύκτωρ, δώδεκα σταδίους διεχούσης τῆς πόλεως ἀπὸ θαλάττης καὶ τούτου τοῦ χωρίου παντὸς σὺν τῇ πόλει καλυφθέντος, δισχιλίους δὲ παρὰ τῶν Ἀχαιῶν πεμφθέντας ἀνελέσθαι μὲν τοὺς νεκροὺς μὴ δύνασθαι, τοῖς δ’ὁμόροις νεῖμαι τὴν χώραν. συμβῆναι δὲ τὸ πάθος κατὰ μῆνιν Ποσειδῶνος · τοὺς γὰρ ἐκ τῆς Ἑλίκης ἐκπεσόντας Ἴωνας αἰτεῖν πέμψαντας παρὰ τῶν Ἑλικέων μάλιστα μὲν τὸ βρέτας τοῦ Ποσειδῶνος, εἰ δὲ μή, τοῦ γε ἱεροῦ τὴν ἀφίδρυσιν · οὐ δόντων δὲ πέμψαι πρὸς τὸ κοινὸν τῶν Ἀχαιῶν · τῶν δὲ ψηφισαμένων οὐ δ’ὣς ὑπακοῦσαι · τῷ δ’ἑξῆς χειμῶνι συμβῆναι τὸ πάθος, τοὺς δ’Ἀχαιοὺς ὕστερον δοῦναι τὴν ἀφίδρυσιν τοῖς Ἴωσιν. Ἡσίοδος δὲ καὶ ἄλλης Ἑλίκης μέμνηται Θετταλικῆς.

8.7.3εἴκοσι μὲν δὴ ἔτη διετέλεσαν γραμματέα κοινὸν ἔχοντες καὶ στρατηγοὺς δύο κατ’ἐνιαυτὸν οἱ Ἀχαιοί, καὶ κοινοβούλιον εἰς ἕνα τόπον συνήγετο αὐτοῖς (ἐκαλεῖτο δὲ Ἁμάριον) ἐν τὰ κοινὰ ἐχρημάτιζον καὶ οὗτοι καὶ Ἴωνες πρότερον · εἶτα ἔδοξεν ἕνα χειροτονεῖσθαι στρατηγόν. Ἄρατος δὲ στρατηγήσας ἀφείλετο Ἀντίγονον τὸν Ἀκροκόρινθον, καὶ τὴν πόλιν τοῖς Ἀχαιοῖς προσέθηκε καθάπερ καὶ τὴν πατρίδα · προσελάβετο δὲ καὶ Μεγαρέας · καὶ τὰς παρ’ἑκάστοις τυραννίδας καταλύων Ἀχαιοὺς ἐποίει τοὺς ἐλευθερωθέντας […] τὴν δὲ Πελοπόννησον ἠλευθέρωσε τῶν τυραννίδων, ὥστε καὶ Ἄργος καὶ Ἑρμιὼν καὶ Φλιοῦς καὶ Μεγάλη πόλις, μεγίστη τῶν ἐν Ἀρκαδίᾳ, προσετέθη τοῖς Ἀχαιοῖς, ὅτε δὴ καὶ πλεῖστον ηὔξηντο. ἦν δ’ καιρὸς ἡνίκα Ῥωμαῖοι Καρχηδονίους ἐκ τῆς Σικελίας ἐκβαλόντες ἐστράτευσαν ἐπὶ τοὺς περὶ τὸν Πάδον Γαλάτας. μέχρι δὲ τῆς Φιλοποίμενος στρατηγίας συμμείναντες ἱκανῶς οἱ Ἀχαιοὶ διελύθησαν κατ’ὀλίγον, ἤδη Ῥωμαίων ἐχόντων τὴν Ἑλλάδα σύμπασαν καὶ οὐ τὸν αὐτὸν τρόπον ἑκάστοις χρωμένων, ἀλλὰ τοὺς μὲν συνέχειν τοὺς δὲ καταλύειν βουλομένων […] δὲ τάξις τῶν τόπων, οὓς κατῴκουν εἰς δώδεκα μέρη διῃρημένοι, τοιαύτη τίς ἐστι ·

8.7.4μετὰ Σικυῶνα Πελλήνη κεῖται · εἶτα Αἴγειρα δευτέρα · τρίτη Αἰγαί, Ποσειδῶνος ἱερὸν ἔχουσα · τετάρτη Βοῦρα · μετ’αὐτὴν Ἑλίκη, εἰς ἣν καταπεφεύγεισαν Ἴωνες, μάχῃ κρατηθέντες ὑπ’Ἀχαιῶν, καὶ τὸ τελευταῖον ἐξέπεσον ἐνθένδε · μετὰ δὲ Ἑλίκην Αἴγιον καὶ Ῥύπες καὶ Πατρεῖς καὶ Φαρεῖς · εἶτ’Ὤλενος, παρ’ὃν Πεῖρος ποταμὸς μέγας · εἶτα Δύμη καὶ Τριταιεῖς. οἱ μὲν οὖν Ἴωνες κωμηδὸν ᾤκουν, οἱ δ’Ἀχαιοὶ πόλεις ἔκτισαν, ὧν εἴς τινας ὕστερον συνῴκισαν καὶ ἐκ τῶν ἄλλων μερίδων ἐνίας, καθάπερ τὰς Αἰγὰς εἰς Αἴγειραν (Αἰγαῖοι δ’ἐλέγοντο οἱ ἐνοικοῦντες), Ὤλενον δὲ εἰς Δύμην. δείκνυται δ’ἴχνη μεταξὺ Πατρῶν καὶ Δύμης τοῦ παλαιοῦ τῶν Ὠλενίων κτίσματος · αὐτοῦ δὲ καὶ τὸ τοῦ Ἀσκληπιοῦ ἱερὸν ἐπίσημον, Δύμης μὲν ἀπέχει τετταράκοντα σταδίους, Πατρῶν δὲ ὀγδοήκοντα. ὁμώνυμοι δ’εἰσὶ ταῖς μὲν Αἰγαῖς ταύταις αἱ ἐν Εὐβοίᾳ, τῷ δὲ Ὠλένῳ τὸ ἐν Αἰτωλίᾳ κτίσμα καὶ αὐτὸ ἴχνη σῶζον μόνον. δὲ ποιητὴς τοῦ μὲν ἐν Ἀχαΐᾳ Ὠλένου οὐ μέμνηται, ὥσπερ οὐ δ’ἄλλων πλειόνων τῶν περὶ τὸν Αἰγιαλὸν οἰκούντων, ἀλλὰ κοινότερον λέγει αἰγιαλόντ’ἀνὰ πάντα καὶ ἀμφ’Ἑλίκην εὐρεῖαν. τοῦ δ’Αἰτωλικοῦ μέμνηται ὅταν φῇ οἳ Πλευρῶν’ἐνέμοντο καὶ Ὤλενον. τὰς δ’Αἰγὰς ἀμφοτέρας λέγει, τὴν μὲν Ἀχαϊκήν οἱ δέ τοι εἰς Ἑλίκηντε καὶ Αἰγὰς δῶρ’ἀνάγουσι. ὅταν δὲ φῇ Αἰγάς, ἔνθατέ οἱ κλυτὰ δώματα βένθεσι λίμνης · ἔνθ’ἵππους ἔστησε Ποσειδάων, βέλτιον δέχεσθαι τὰς ἐν Εὐβοίᾳ, ἀφ’ὧν εἰκὸς καὶ τὸ πέλαγος Αἰγαῖον λεχθῆναι · ἐκεῖ δὲ καὶ τῷ Ποσειδῶνι πραγματεία πεποίηται περὶ τὸν Τρωικὸν πόλεμον. πρὸς δὲ ταῖς Ἀχαϊκαῖς Αἰγαῖς Κρᾶθις ῥεῖ ποταμὸς ἐκ δυεῖν ποταμῶν αὐξόμενος, ἀπὸ τοῦ κίρνασθαι τὴν ὀνομασίαν ἔχων · ἀφ’οὗ καὶ ἐν Ἰταλίᾳ Κρᾶθις.

8.7.5ἑκάστη δὲ τῶν δώδεκα μερίδων ἐκ δήμων συνειστήκει ἑπτὰ καὶ ὀκτώ · τοσοῦτον εὐανδρεῖν τὴν χώραν συνέβαινεν. ἔστι δ’ Πελλήνη στάδια ἑξήκοντα τῆς θαλάττης ὑπερκειμένη, φρούριον ἐρυμνόν. ἔστι δὲ καὶ κώμη Πελλήνη, ὅθεν καὶ αἱ Πελληνικαὶ χλαῖναι, ἃς καὶ ἆθλα ἐτίθεσαν ἐν τοῖς ἀγῶσι · κεῖται δὲ μεταξὺ Αἰγίου καὶ Πελλήνης · τὰ δὲ Πέλλανα ἕτερα τούτων ἐστί, Λακωνικὸν χωρίον, ὡς πρὸς τὴν Μεγαλοπολῖτιν νεῦον. Αἴγειρα δὲ ἐπὶ βουνοῦ κεῖται. Βοῦρα δ’ὑπέρκειται τῆς θαλάττης ἐν τετταράκοντά πως σταδίοις, ἣν ὑπὸ σεισμοῦ καταποθῆναι συνέβη. ἀπὸ δὲ τῆς ἐνταῦθα κρήνης Συβάριδος τὸν κατὰ τὴν Ἰταλίαν ποταμὸν ὀνομασθῆναί φασιν. δ’Αἰγὰ (καὶ γὰρ οὕτω λέγουσι τὰς Αἰγὰς) νῦν μὲν οὐκ οἰκεῖται, τὴν δὲ χώραν ἔχουσιν Αἰγιεῖς. Αἴγιον δὲ ἱκανῶς οἰκεῖται · ἱστοροῦσι δ’ἐνταῦθα τὸν Δία ὑπ’αἰγὸς ἀνατραφῆναι, καθάπερ φησὶ καὶ Ἄρατος αἲξ ἱερή, τὴν μέντε λόγος Διὶ μαζὸν ἐπισχεῖν. ἐπιλέγει δὲ καὶ ὅτι Ὠλενίην δέ μιν αἶγα Διὸς καλέουσ’ὑποφῆται δηλῶν τὸν τόπον διότι πλησίον Ὠλένη. αὐτοῦ δὲ καὶ Κερύνεια ἐπὶ πέτρας ὑψηλῆς ἱδρυμένη. Αἰγιέων δ’ἐστὶ καὶ ταῦτα καὶ Ἑλίκη καὶ τὸ τοῦ Διὸς ἄλσος τὸ Ἁμάριον, ὅπου συνῄεσαν οἱ Ἀχαιοὶ βουλευσόμενοι περὶ τῶν κοινῶν. ῥεῖ δὲ διὰ τῆς Αἰγιέων Σελινοῦς ποταμός, ὁμώνυμος τῷτε ἐν Ἐφέσῳ παρὰ τὸ Ἀρτεμίσιον ῥέοντι, καὶ τῷ ἐν τῇ νῦν Ἠλείᾳ τῷ παραρρέοντι τὸ χωρίον φησιν ὠνήσασθαι τῇ Ἀρτέμιδι Ξενοφῶν κατὰ χρησμόν · ἄλλος δὲ Σελινοῦς παρὰ τοῖς Ὑβλαίοις Μεγαρεῦσιν, οὓς ἀνέστησαν Καρχηδόνιοι. τῶν δὲ λοιπῶν πόλεων τῶν Ἀχαϊκῶν εἴτε μερίδων Ῥύπες μὲν οὐκ οἰκοῦνται, τὴν δὲ χώραν Ῥυπίδα καλουμένην ἔσχον Αἰγιεῖς καὶ Φαριεῖς · ἐκ δὲ τῶν Ῥυπῶν ἦν Μύσκελλος Κρότωνος οἰκιστής · τῆς δὲ Ῥυπίδος καὶ τὸ Λεῦκτρον ἦν, δῆμος τῶν Ῥυπῶν. μετὰ δὲ τούτους Πάτραι πόλις ἀξιόλογος · μεταξὺ δὲ τὸ Ῥίον ἀπέχον Πατρῶν στάδια τετταράκοντα. Ῥωμαῖοι δὲ νεωστὶ μετὰ τὴν Ἀκτιακὴν νίκην ἵδρυσαν αὐτόθι τῆς στρατιᾶς μέρος ἀξιόλογον, καὶ διαφερόντως εὐανδρεῖ νῦν ἀποικία Ῥωμαίων οὖσα · ἔχει δὲ ὕφορμον μέτριον. ἐφεξῆς δ’ἐστὶν Δύμη, πόλις ἀλίμενος, πασῶν δυσμικωτάτη, ἀφ’οὗ καὶ τοὔνομα · πρότερον δ’ἐκαλεῖτο Στράτος · διαιρεῖ δ’αὐτὴν ἀπὸ τῆς Ἠλείας κατὰ Βουπράσιον Λάρισος ποταμός, ῥέων ἐξ ὄρους · τοῦτο δ’οἱ μὲν Σκόλλιν καλοῦσιν, Ὅμηρος δὲ πέτρην Ὠλενίην. τοῦ δ’Ἀντιμάχου Καυκωνίδα τὴν Δύμην εἰπόντος, οἱ μὲν ἐδέξαντο ἀπὸ τῶν Καυκώνων ἐπιθέτως εἰρῆσθαι αὐτὸ μέχρι δεῦρο καθηκόντων, καθάπερ ἐπάνω προείπομεν · οἱ δ’ἀπὸ Καύκωνος ποταμοῦ τινος, ὡς αἱ Θῆβαι Διρκαῖαι καὶ Ἀσωπίδες, Ἄργος δ’Ἰνάχειον, Τροία δὲ Σιμουντίς. δέδεκται δ’οἰκήτορας καὶ Δύμη μικρὸν πρὸ ἡμῶν ἀνθρώπους μιγάδας, οὓς ἀπὸ τοῦ πειρατικοῦ πλήθους περιλιπεῖς ἔσχε Πομπήιος, καταλύσας τὰ λῃστήρια καὶ ἱδρύσας τοὺς μὲν ἐν Σόλοις τοῖς Κιλικίοις τοὺς δ’ἄλλοθι καὶ δὴ καὶ ἐνταῦθα. δὲ Φάρα συνορεῖ μὲν τῇ Δυμαίᾳ. καλοῦνται δὲ οἱ μὲν ἐκ ταύτης τῆς Φάρας Φαρεῖς, οἱ δ’ἐκ τῆς Μεσσηνιακῆς Φαραιᾶται · ἔστι δ’ἐν τῇ Φαραϊκῇ Δίρκη κρήνη ὁμώνυμος τῇ ἐν Θήβαις. δ’Ὤλενος ἔστι μὲν ἔρημος, κεῖται δὲ μεταξὺ Πατρῶν καὶ Δύμης · ἔχουσι δὲ Δυμαῖοι τὴν χώραν. εἶτ’Ἄραξος, τὸ ἀκρωτήριον τῆς Ἠλείας, ἀπὸ Ἰσθμοῦ στάδιοι χίλιοι.

8.8

8.8.1Ἀρκαδία δ’ἐστὶν ἐν μέσῳ μὲν τῆς Πελοποννήσου, πλείστην δὲ χώραν ὀρεινὴν ἀποτέμνεται. μέγιστον δ’ὄρος ἐν αὐτῇ Κυλλήνη · τὴν γοῦν κάθετον οἱ μὲν εἴκοσι σταδίων φασὶν οἱ δ’ὅσον πεντεκαίδεκα. δοκεῖ δὲ παλαιότατα ἔθνη τῶν Ἑλλήνων εἶναι τὰ Ἀρκαδικά, Ἀζᾶνέςτε καὶ Παρράσιοι καὶ ἄλλοι τοιοῦτοι. διὰ δὲ τὴν τῆς χώρας παντελῆ κάκωσιν οὐκ ἂν προσήκοι μακρολογεῖν περὶ αὐτῶν · αἵτε γὰρ πόλεις ὑπὸ τῶν συνεχῶν πολέμων ἠφανίσθησαν ἔνδοξοι γενόμεναι πρότερον, τήντε χώραν οἱ γεωργήσαντες ἐκλελοίπασιν ἐξ ἐκείνων ἔτι τῶν χρόνων ἐξ ὧν εἰς τὴν προσαγορευθεῖσαν Μεγάλην πόλιν αἱ πλεῖσται συνῳκίσθησαν. νυνὶ δὲ καὶ αὐτὴ Μεγάλη πόλις τὸ τοῦ κωμικοῦ πέπονθε καὶ ἐρημία μεγάλη ’στὶν Μεγάλη πόλις. βοσκήμασι δ’εἰσὶ νομαὶ δαψιλεῖς, καὶ μάλιστα ἵπποις καὶ ὄνοις τοῖς ἱπποβάταις · ἔστι δὲ καὶ τὸ γένος τῶν ἵππων ἄριστον τὸ Ἀρκαδικόν, καθάπερ καὶ τὸ Ἀργολικὸν καὶ τὸ Ἐπιδαύριον. καὶ τῶν Αἰτωλῶν δὲ καὶ Ἀκαρνάνων ἐρημία πρὸς ἱπποτροφίαν εὐφυὴς γέγονεν οὐχ ἧττον τῆς Θετταλίας.

8.8.2Μαντίνειαν μὲν οὖν ἐποίησεν ἔνδοξον Ἐπαμεινώνδας, τῇ δευτέρᾳ νικήσας μάχῃ Λακεδαιμονίους ἐν καὶ αὐτὸς ἐτελεύτα. καὶ αὕτη δὲ καὶ Ὀρχομενὸς καὶ Ἡραία καὶ Κλείτωρ καὶ Φενεὸς καὶ Στύμφαλος καὶ Μαίναλος καὶ Μεθύδριον καὶ Καφυεῖς καὶ Κύναιθα οὐκέτ’εἰσὶν μόλις αὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα. Τεγέα δ’ἔτι μετρίως συμμένει καὶ τὸ ἱερὸν τῆς Ἀλέας Ἀθηνᾶς · τιμᾶται δ’ἐπὶ μικρὸν καὶ τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν κατὰ τὸ Λύκαιον ὄρος. τῶν δ’ὑπὸ τοῦ ποιητοῦ λεγομένων Ῥίπηντε Στρατίηντε καὶ ἠνεμόεσσαν Ἐνίσπην εὑρεῖντε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν.

8.8.3ὄρη δ’ἐπιφανῆ πρὸς τῇ Κυλλήνῃ Φολόητε καὶ Λύκαιον καὶ Μαίναλος καὶ τὸ Παρθένιον καλούμενον καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος.

8.8.4περὶ δὲ τοῦ Ἀλφειοῦ καὶ τοῦ Εὐρώτα τὸ συμβεβηκὸς παράδοξον εἴρηται καὶ τὸ περὶ Ἐρασῖνον τὸν ἐκδιδόντα ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν νυνί, πρότερον δ’οὐκ ἔχοντα ἔκρυσιν, τῶν βερέθρων, καλοῦσιν οἱ Ἀρκάδες ζέρεθρα, τυφλῶν ὄντων καὶ μὴ δεχομένων ἀπέρασιν ὥστε τὴν τῶν Στυμφαλίων πόλιν νῦν μὲν καὶ πεντήκοντα διέχειν σταδίους ἀπὸ τῆς λίμνης, τότε δ’ἐπ’αὐτῆς κεῖσθαι. τἀναντία δ’ Λάδων ἔπαθε τοῦ ῥεύματος ἐπισχεθέντος ποτὲ διὰ τὴν ἔμφραξιν τῶν πηγῶν · συμπεσόντα γὰρ τὰ περὶ Φενεὸν βέρεθρα ὑπὸ σεισμοῦ, δι’ὧν ἦν φορά, μονὴν ἐποίησε τοῦ ῥεύματος μέχρι τῶν κατὰ βάθους φλεβῶν τῆς πηγῆς. καὶ οἱ μὲν οὕτω λέγουσιν · Ἐρατοσθένης δέ φησι περὶ Φενεὸν μὲν τὸν Ἀνίαν καλούμενον ποταμὸν λιμνάζειν τὰ πρὸ τῆς πόλεως, καταδύεσθαι δ’εἴς τινας ἠθμοὺς οὓς καλεῖσθαι ζέρεθρα · τούτων δ’ἐμφραχθέντων ἔσθ’ὅτε ὑπερχεῖσθαι τὸ ὕδωρ εἰς τὰ πεδία, πάλιν δ’ἀναστομουμένων ἄθρουν ἐκ τῶν πεδίων ἐκπεσὸν εἰς τὸν Λάδωνα καὶ τὸν Ἀλφειὸν ἐμβάλλειν, ὥστε καὶ τῆς Ὀλυμπίας κλυσθῆναί ποτε τὴν περὶ τὸ ἱερὸν γῆν, τὴν δὲ λίμνην συσταλῆναι · τὸν Ἐρασῖνον δὲ παρὰ Στυμφάλου ῥέοντα ὑποδύντα ὑπὸ τὸ ὄρος ἐν τῇ Ἀργείᾳ πάλιν ἀναφανῆναι · διὸ δὴ καὶ Ἰφικράτη πολιορκοῦντα τὸν Στύμφαλον καὶ μηδὲν περαίνοντα ἐπιχειρῆσαι τὴν κατάδυσιν ἀποφράξαι σπόγγους πορισάμενον πολλούς, παύσασθαι δὲ διοσημίας γενομένης. περὶ Φενεὸν δ’ἔστι καὶ τὸ καλούμενον Στυγὸς ὕδωρ, λιβάδιον ὀλεθρίου ὕδατος νομιζόμενον ἱερόν. τοσαῦτα καὶ περὶ Ἀρκαδίας εἰρήσθω.

8.8.5Πολυβίου δ’εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο Ἀρτεμίδωρος οὐκ ἀτόπως, ἐπὶ μὲν Αἴγιον χιλίους καὶ ίους εἶναι λέγων ἐκ Μαλεῶν ὁδόν, ἐνθένδε εἰς διακοσίων, ἐνθένδε διὰ Ἡρακλείας πεντακοσίων ὁδόν, εἶτα εἰς Λάρισαν τριακοσίων τετταράκοντα, εἶτα διὰ νειοῦ ἐκβολὰς διακοσίων τετταράκον λονίκειαν ἑξακοσίων ἑξήκοντα, ἐντεῦ ένης καὶ Στόβων καὶ Δαρδανίων τρισχι υς. κατ’ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ έας ἑξακισχιλίων πεντακοσίων. αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν, ἀλλὰ τὴν τυχοῦσαν ἣν ἐπορεύθη τῶν στρατηγῶν τις. οὐκ ἄτοπον δ’ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον · Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαΐας δὲ Τισαμενόν, Ἤλιδος δ’Ὄξυλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δ’Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον κ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.