Zenobius the Sophist

Epitome of the Collections of Lucillus Tarrhaeus and Didymus, 6

6.1Συρβηνὸς χορός · αὕτη τέτακται κατὰ τῶν ἀτάκτων χορῶν, ἀπὸ τοῦ τινὰς τοῖς ὑσὶν ἐπιφωνεῖν σύρβας. σύρβην δὲ τὸν τάραχον ἔλεγον.
6.2σκύτη βλέπει · μέμνηται αὐτῆς Εὔπολις ἐν Χρυσῷ γένει. φησὶ γὰρ · ἀτεχνῶς μὲν οὖν, τὸ λεγόμενον, σκύτη βλέπει. εἴρηται δὲ ἐπὶ τοῖς ὑποψιαστικῶς διακειμένοις πρὸς τὰ μέλλοντα κακά.
6.3τὰ ἀπὸ τρίποδος · παροιμία ἐπὶ τῶν ἀληθῶς λεγομένων, ἤτοι ἀπὸ τοῦ Δελφικοῦ τρίποδος ἀπὸ τοῦ Πυθαγορικοῦ. τινὶ γὰρ πονηρῷ χρωμένῳ πολλὰ ἄτοπα θεὸς ἀνεῖλε καὶ τέλος ἐπεῖπε · ταῦτά τοι ἐκ τρίποδος τοῦ Δελφικοῦ ἔφρασε Φοῖβος.
6.4τάλαντα Ταντάλου · διεβεβόητο Τάνταλος ἐπὶ πλούτῳ, ὡς καὶ εἰς παροιμίαν διαδοθῆναι. διπλῆν δὲ συμβέβηκεν εἶναι τὴν παροιμίαν, καὶ τὴν μέν, Ταντάλου τάλαντα τανταλίζεται · τὴν δέ, Ταντάλου τάλαντα.
6.5τὸ Δωδωναῖον χαλκεῖον · κεῖται παρὰ Μενάνδρῳ ἐν τῇ Ἀρρηφόρῳ. εἴρηται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων καὶ μὴ διαλειπόντων. φασὶ γὰρ ἐν Δωδώνῃ χαλκεῖον ἐπὶ κίονος ἐν μετεώρῳ κεῖσθαι · ἐπὶ δὲ ἑτέρου πλησίον κίονος ἑστάναι τὸν παῖδα ἐξηρτημένον μάστιγα χαλκῆν · πνεύματος δὲ κινηθέντος μεγάλου τὴν μάστιγα πολλάκις εἰς τὸν λέβητα ἐκπίπτειν, καὶ ἠχεῖν οὕτω τὸν λέβητα ἐπὶ χρόνον πολύν.
6.6Τερμέρια κακά · τὰ μεγάλα. καὶ παροιμία ἐντεῦθεν.
6.7τετράδι γέγονας · παροιμία · τὸν Ἡρακλέα γὰρ φασὶ τετράδι γεννηθῆναι, καὶ ἔνδοξον ὄντα καὶ ἐπιφανέστατον ἄλλῳ ταλαιπωρεῖν. ἔστιν οὖν παροιμία ἐπὶ τῶν ἄλλοις πονούντων. μέμνηται ταύτης Πλάτων κωμικός. φασὶ δὲ αὐτὸν καὶ τετράδι θεὸν νομισθῆναι.
6.8τρυγόνος λαλίστερος · μέμνηται ταύτης Μένανδρος ἐν Πλοκίῳ. ἐπειδὴ αἱ τρυγόνες οὐ μόνον τῷ στόματι, ἀλλὰ καὶ τοῖς ὀπισθίοις μέρεσιν ἠχοῦσι. τάττεται δὲ ἐπὶ τῶν πολλὰ λαλούντων.
6.9Τενέδιος ἄνθρωπος · Τένης Κύκνου διαβληθεὶς ὑπὸ τῆς μητρυιᾶς ὡς πειράσας αὐτὴν καὶ ἐμβληθεὶς ὑπὸ τοῦ πατρὸς εἰς λάρνακα, ἐσώθη διὰ τῆς θαλάσσης εἰς Τένεδον τὴν νῆσον. ἐνομοθέτησεν οὖν, ἐπὶ τῶν δικῶν ἵστασθαι ἄνθρωπον πέλεκυν ἔχοντα κατὰ νῶτα τοῦ κρίνοντος καὶ τοῦ κρινομένου, ἵνα ἁλοὺς εὐθὺς τῷ πελέκει πληγεὶς ἀποθάνῃ. εἴρηται οὖν παροιμία καὶ ἐπὶ τῶν φοβερῶν τὰς ὄψεις · γὰρ τὸν πέλεκυν ἔχων φοβερὸς ἐφειστήκει. μέμνηται ταύτης ἐν Ἐφεσίῳ Μένανδρος.
6.10τὰ Ναννάκου εἴρηται παροιμία ἐπὶ τῶν θαυμαζομένων ἐπὶ παλαιότητι, ἐπὶ τῶν πολλὰ θρηνούντων. Νάννακος γὰρ ἐγένετο Φρυγῶν βασιλεύς, ὡς φησὶν Ἑρμογένης ἐν τοῖς Φρυγίοις, πρὸ τῶν Δευκαλίωνος χρόνων · ὅς προειδὼς τὸν μέλλοντα κατακλυσμόν, συναγαγὼν πάντας εἰς τὰ ἱερὰ μετὰ δακρύων ἱκέτευεν. Ἡρώδης δὲ ἰαμβοποιὸς φησίν · ἵνα τὰ Ναννάκου κλαύσῃ.
6.11τὰ τρία τῶν εἰς τὸν θάνατον · μέμνηται ταύτης Ἀλέξανδρος ἐν Αἰπόλοις. Ἀριστείδης μὲν οὖν φησίν, ὅτι μαντευόμενος ἐν Δελφοῖς σεσημασμένον ἐλάμβανε τὸν χρησμόν · καὶ προείρηται αὐτῷ, εἰ λύσει πρὸ τῆς νενομισμένης ἡμέρας, ἕξει μίαν τῶν τριῶν · γὰρ τῶν ὀφθαλμῶν αὐτὸν ἔδει στερηθῆναι, τῆς χειρός, τῆς γλώττης. ἄλλοι δέ φασιν ὅτι τῷ καταγινωσκομένῳ θάνατον τρία προσεφέρετο, ξίφος, βρόχος, κώνειον.
6.12τὸ περὶ Δρῦν σκότος · Ἀριστοτέλης φησὶν ἐν τῇ Σαμίων πολιτείᾳ, Πριηνέας πολλοὺς ὑπὸ Μιλησίων ἀναιρεθῆναι περὶ τὴν καλουμένην Δρῦν · ὅθεν καὶ τὰς Πριηνείας γυναῖκας ὀμνύναι τὸ περὶ Δρῦν σκότος.
6.13τὰς ἐν τῇ φαρέτρᾳ ψηφῖδας · Φύλαρχος φησὶ τοὺς Σκύθας μέλλοντας καθεύδειν ἄγειν τὴν φαρέτραν, καὶ εἰ μὲν ἀλύπως τύχοιεν τὴν ἡμέραν ἐκείνην διαγαγόντες, καθιέναι εἰς τὴν φαρέτραν ψηφῖδα λευκήν · εἰ δὲ ὀχληρῶς, μέλαιναν. ἐπὶ τοίνυν τῶν ἀποθνησκόντων ἐκφέρειν τὰς φαρέτρας καὶ ἀριθμεῖν τὰς ψήφους · καὶ εἰ εὑρεθείησαν πλείους αἱ λευκαί, εὐδαιμονίζειν τὸν ἀπογενόμενον. ὅθεν παροιμιασθῆναι, τὴν ἀγαθὴν ἥμῶν ἡμέραν λεγόντων τῶν ἐκ τῆς φαρέτρας εἶναι. καὶ Μένανδρος δὲ φησὶν ἐν Λευκαδίᾳ, τὴν ἀγαθὴν ἡμέραν λευκὴν καλεῖσθαι.
6.14τί σοι Ἀπόλλων κεκιθάρικεν; τὸ κεκιθάρικεν, οἷον, ἐμαντεύσατο · ὡς φησὶν Αἰσχύλος ἐν Αἴαντι Λοκρῷ.
6.15ταῦτά σοι καὶ Πύθια καὶ Δήλια · παροιμία εἴρηται ἐπὶ τῶν ὕστατα καὶ τελευταῖα ποιούντων. μέμνηται δὲ αὐτῆς Μένανδρος. φασὶ δέ, ὅτι Πολυκράτης Σαμίων τύραννος ἑλὼν Ῥήνειαν καὶ ἀναθεὶς αὐτὴν Ἀπόλλωνι τῷ Δηλίῳ, ἀγῶνα θεὶς κάλλιστον ἠρώτα πέμψας εἰς Δελφούς, πῶς δεῖ καλεῖν τὸν ἀγῶνα, Δήλια καὶ Πύθια; ἀνεῖλε δὲ αὐτὸς θεός · ταῦτά σοι καὶ Δήλια καὶ Πύθια. ἐσήμαινε δὲ αὐτῷ ὅτι εὐθὺς ἀποθανεῖται · Ὀροίτης γὰρ αὐτὸν Πέρσης ἐσταύρωσεν.
6.16τάδε Μῆδος οὐ φυλάξει · Δικαίαρχος φησίν, ὅτι μελλούσης τῆς Ξέρξου στρατείας γίνεσθαι, οἱ Ἕλληνες ἀπογνόντες τῆς σωτηρίας, τὰς οὐσίας αὑτῶν ἀνήλισκον, ἐπιλέγοντες, τάδε Μῆδος οὐ φυλάξει.
6.17τί οὐκ ἀπήγξω, ἵνα Θήβησιν ἥρως γένῃ · ταύτης Πλάτων ἐν Μενέλεῳ μέμνηται. φασὶ δέ, ὅτι ἐν Θήβαις οἱ ἑαυτοὺς ἀναιροῦντες οὐδεμιᾶς τιμῆς μετεῖχον. καὶ Ἀριστοτέλης δέ φησι περὶ Θηβαίων τὸ αὐτὸ τοῦτο, ὅτι τοὺς αὐτόχειρας ἑαυτῶν γινομένους οὐκ ἐτίμων. τὸ οὖν, ἵνα ἥρως γένῃ, κατ’εὐφημισμὸν εἴρηται.
6.18Τιθωνοῦ γῆρας · ἐπὶ τῶν πολυχρονίων καὶ ὑπεργήρων τάττεται. ἱστορεῖται δέ, ὅτι Τιθωνὸς κατ’εὐχὴν τὸ γῆρας ἀποθέμενος τέττιξ ἐγένετο, ὡς φησὶ Κλέαρχος ἐν τῷ περὶ βίων.
6.19τὸ θερμὸν τοῦ ὀβελοῦ · ἐπὶ τῶν ἀναιρουμένων τὰ χείρονα ἀντὶ τῶν κρειττόνων εἴρηται παροιμία. μετενήνεκται δὲ ἀπὸ τῶν ἀπείρως δρασσομένων κατὰ τὸ πεπυρωμένον τῶν ὀβελίσκων. μέμνηται ταύτης Σοφοκλῆς.
6.20ὑπὸ παντὶ λίθῳ σκορπίος · παροιμία, ὑπό παντὶ λίθῳ σκορπίος καθεύδει.
6.21Ὕλαν κραυγάζειν · ἐπὶ τῶν μάτην βοώντων παροιμία εἴρηται. ἐπειδὴ τὸν Ὕλαν ἀφανῆ γενόμενον Ἡρακλῆς ἀποβὰς τῆς Ἀργοῦς καὶ μετὰ κραυγῆς πολλὰ ζητήσας οὐχ εὗρεν. ἱστορεῖται δὲ περὶ τοῦ Ὕλα, ὅτι ἡρπάγη παρὰ τῶν Νηρηΐδων διὰ κάλλος. φασὶ γάρ τινες, καὶ τὸν Ἡρακλέα σύμπλουν γενέσθαι τῷ Ἰάσονι μετὰ καὶ τοῦ Ὕλα, διὰ δὲ τὴν τούτου ἀπώλειαν λυπηθέντα τὸν Ἡρακλέα εἰς Μυσίαν ἀπολειφθῆναι. ἐκεῖσε γὰρ οἱ Ἀργοναῦται προσχόντες, τὸν Ὕλαν Ἡρακλέους ἐρώμενον πρὸς θήραν πέμπουσιν · δὲ διὰ κάλλος ὑπὸ Νηρηΐδων ἁρπαγεὶς ἀνεβόησε. καὶ Πολύφημος ἀκούσας αὐτοῦ βοήσαντος, σπασάμενος τὸ ξίφος ἐδίωκεν, ὑπὸ λῃστῶν ἄγεσθαι νομίζων, καὶ δηλοῖ περὶ τούτου Ἡρακλεῖ · ζητήσαντος δὲ πολλὰ τὸν Ὕλαν Ἡρακλέους, καὶ μὴ ὑποστρέψαντος διὰ λύπην, ἐπεὶ τὸν ζητούμενον οὐχ εὗρεν, ναῦς ἀνήχθη. καὶ Ἡρακλῆς πρὸς Ἄργος ὑπέστρεψεν.
6.22ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἄν τέκοις · τοῦτο Δημητρίου τοῦ Ἁλικαρνασέως φασὶν εἶναι λέγοντος, οἶνός τοι χαρίεντι πέλει ταχὺς ἵππος ἀοιδῷ · ὕδωρ δὲ πίνων χρηστὸν οὐδὲν ἄν τέκοις.
6.23ὑπὲρ τὰ ἐσκαμμένα · Φάϋλλος ἐγένετο πένταθλος Πόντιος, ὅς ἐδόκει μέγιστα δισκεύειν καὶ ἅλλεσθαι · ἐπειδὴ οὖν ὑπὲρ τοὺς ἐσκαμμένους πεντήκοντα πόδας εἰς τὸ στερεὸν ἥλατο, τὸ συμβὰν εἰς παροιμίαν περιέστη.
6.24ὕδωρ παραρρέει · αὕτη τάττεται ἐπὶ τῶν ἐκ παντὸς ἔργου ἐπαγγελλομένων καταπράξασθαι τὸ προκείμενον. μετενήνεκται δὲ ἀπὸ τῶν ὑπὸ σπουδῆς εἰς ῥέοντα πλοῖα εἰσβαινόντων καὶ παραβαλλομένων τῷ κινδύνῳ. μέμνηται αὐτῆς Κρατῖνος ἐν Δραπέτισιν.
6.25ὑπέρου περιτροπή · αὕτη τέτακται ἐπὶ τῶν πάντα ποιούντων καὶ μηδὲν περαινόντων. μέμνηται αὐτῆς Φιλήμων ἐν Ἥρωσιν.
6.26Ὕδραν τέμνεις · ἐπὶ τῶν ἀμηχάνων εἴρηται παροιμία · διὰ τὰς τῆς Ὕδρας κεφαλάς, ἅς τέμνων Ἡρακλῆς οὐδὲν μᾶλλον ἐκράτει τῆς Ὕδρας, ἀναδιδούσης ἄλλας ἀντὶ τῶν κοπτομένων κεφαλάς. δὲ Ὕδρα θηρίον ἦν μέγιστον, ἐν τῇ Λέρνῃ τρεφόμενον, κεφαλὰς ἔχουσα ὀκτώ, μίαν μέσην ἀθάνατον. ταύτην κατ’ἐπιταγὴν Εὐρυσθέως Ἡρακλῆς ἔκτεινεν. ἅρματα γὰρ ἐπιβάς, ἡνιοχοῦντος Ἰολάου, παρεγένετο εἰς Λέρνην, ὅπου φωλεὸς αὐτῆς ὑπῆρχε, καὶ βάλλων βέλεσιν ἠνάγκασεν αὐτὴν ἐξελθεῖν, καὶ κρατήσας τὰς κεφαλὰς ἐπέτεμνεν. ἀλλ’οὐδὲν ἀνύειν ἠδύνατο · μιᾶς γὰρ κοπτομένης, δύο ἀνεφύοντο. προσκαλεσάμενος οὖν βοηθὸν τὸν Ἰόλαον, ἐπέταξεν αὐτῷ μέρος τι καταπρῆσαι τῆς ἐγγὺς ὕλης, καὶ τοῖς δαλοῖς ἐπικαίειν τοὺς τόπους τῶν τετμημένων κεφαλῶν, καὶ τοῦτον τὸν τρόπον Ἰολάου κωλύοντος τὰς ἀναφυομένας κεφαλάς, Ἡρακλῆς περιγίνεται τὴν ἀθάνατον ἀποκόψας, τὸ σῶμα δὲ τῆς Ὕδρας ἀνασχίσας, καὶ τῇ χολῇ ταύτης τοὺς ὀϊστοὺς βάψας, θανατηφόρος εἰργάσατο.
6.27ὑγιέστερος κρότωνος · ἐπὶ τῶν πάνυ ὑγιαινόντων παροιμία, ἀπὸ τοῦ ζώου τοῦ κρότωνος. λεῖον γάρ ἐστιν ὅλον, καὶ χωρὶς ἀμυχῆς, καὶ μηδὲν ἔχων σίνος. μέμνηται τούτου Μένανδρος ἐν Λοκροῖς.
6.28ὑπὲρ ὄνου σκιᾶς · μέμνηται ταύτης ἐν τῷ Ἐγχειριδίῳ Μένανδρος. λέγουσι δὲ ὅτι Δημοσθένης ῥήτωρ ἀπολογούμενος ὑπέρ τινος κινδυνεύοντος, οὐκ ἀνεχομένων τῶν δικαστῶν, εἶπεν · ἀκούσατε, ἄνδρες, διηγήματος τερπνοῦ · νεανίσκος ποτὲ ὄνον ἐμισθώσατο Ἀθήνηθεν Μέγαράδε · μεσημβρίας δὲ καταλαβούσης, καταλύσας τὸν γόμον, ὑπῆλθε τὴν σκιὰν τοῦ ὄνου. ἐκβαλλόμενος δὲ ὑπὸ τοῦ ὀνηλάτου, πρὸς βίαν διεφέρετο, μεμισθῶσθαι καὶ τὴν σκιὰν λέγων · ἀντιλέγοντος δὲ τοῦ ὀνηλάτου καὶ φάσκοντος τὸν ὄνον μεμισθωκέναι, εἰς δικαστήριον εἰσῆλθον ἀμφότεροι. εἰπὼν δὲ ταῦτα Δημοσθένης κατέβαινεν ἐκ τοῦ βήματος. ἀξιούντων δὲ τῶν δικαστῶν τῆς δίκης τὸ τέλος μαθεῖν, εἶπεν ἀναβὰς πάλιν ἐπὶ τοῦ βήματος · ὑπὲρ μὲν ὄνου σκιᾶς ἀκούειν, ἄνδρες, ἐπιθυμεῖτε · ἀνθρώπου δὲ κινδυνεύοντος ὑπὲρ ψυχῆς οὐ δὲ τῆς φωνῆς ἀνέχεσθε; ἄλλοι δὲ λέγουσιν, ὅτι Ἀθήνηθεν εἰς Δελφοὺς τὸν ὄνον ἐμισθώσατο. ὅθεν, φασί, καὶ αὐτὸς Δημοσθένης περὶ τῆς ἐν Δελφοῖς σκιᾶς φησί, καὶ Πλάτων δέ, καὶ ἄλλοι πολλοί. καὶ Ἀρχίππῳ δὲ κωμῳδία γέγονεν, ὄνου σκιά. τάττεται δὲ ἐπὶ τῶν περὶ μηδενὸς χρησίμου φιλοτιμουμένων.
6.29ὑπὲρ τὰ Καλλικράτους · Κλέαρχός φησιν, ὅτι Καλλικράτης τις ἐγένετο ἐν Καρύστῳ πλουσιώτατος. εἴ ποτε ἐθαύμαζόν τινα οἱ Καρύστιοι ἐπὶ πλούτῳ ὑπερβολικῷ, ἔλεγον, ὑπὲρ τὰ Καλλικράτους. Ἀριστοτέλης δέ φησιν ἐν τῇ Ἀθηναίων πολιτείᾳ, Καλλικράτην τινὰ πρῶτον τῶν δικαστῶν τοὺς μισθοὺς εἰς ὑπερβολὴν αὐξῆσαι · ὅθεν καὶ τὴν παροιμίαν εἰρῆσθαι.
6.30Ὑπερβερεταῖα · ἐπὶ τῶν ὑπερχρονίων εἴρηται. παρὰ γὰρ Μακεδόσιν τελευταῖος μὴν τοῦ ἐνιαυτοῦ Ὑπερβερεταῖος ἀνεγράφη.
6.31φόνου πτερόν · τὸν διὰ τῶν ὀϊστῶν, πτερόεντα ταχύν. βέλτιον δὲ ἀκούειν περιφραστικῶς τὸν φόνον.
6.32φρουρεῖν πλουτεῖν · ἐπὶ τῶν ἀναλισκόντων ἐκ τῶν ἀλλοτρίων παροιμία εἴρηται. Ἀθηναῖοι γὰρ φρουραῖς διαλαβόντες τοὺς νησιώτας, μισθοὺς ἔταξαν μεγάλους τοῖς φυλάττουσιν ὑπ’αὐτῶν χορηγεῖσθαι τῶν νησιωτῶν.
6.33φρουρῆσαι ἐν Ναυπάκτῳ · Φιλίππου Ναύπακτον ἑλόντος Ἀχαιοὶ τοὺς φρουροὺς ἀπέσφαξαν καὶ Παυσανίαν τὸν ἄρχοντα τῆς φρουρᾶς ἀπέκτειναν, ὥς φησι Θεόπομπος.
6.34Φιλίππου Ἀλεκτρυών · αὕτη τάττεται ἐπὶ τῶν ἐν μικροῖς κατορθώμασιν ἀλαζονευομένων. Ἀλεκτρυὼν γάρ τις ἐγένετο Φιλίππου στρατηγός, ὅν ἀπέκτεινεν, ὥς φασι, Χάρης Ἀθηναῖος. μέμνηται δὲ αὐτοῦ Ἡρακλείδης κωμικός, καὶ Ἀντιφάνης.
6.35Φωκαέων ἀρά · οἱ Φωκαεῖς ποτὲ τῆς αὑτῶν ἐκπεσόντες ἐπηράσαντο μηδέποτε κατελθεῖν εἰς αὐτήν. μέμνηται ταύτης Ἡρόδοτος ἐν τῇ πρώτῃ.
6.36Φασηλιτῶν θῦμα · ἐπὶ τῶν εὐτελῶν καὶ ἀναίμων λέγεται. φασὶ γὰρ τοὺς Φασηλίτας ταρίχους τοῖς θεοῖς θύειν.
6.37Φώκου ἔρανος · αὕτη λέγεται κατὰ τῶν εὐωχίας συναγόντων ἐπὶ τῷ ἑαυτῶν κακῷ. Φῶκος γάρ τις θυγατέρα ἔχων ἐπίγαμον, πολλῶν αὐτὴν μνηστευομένων, ἐράνους συνῆγε, καὶ ἑστιῶν τοὺς μνηστῆρας ἀνεβάλλετο τὸν γάμον. ὀργισθέντες οὖν ἐκεῖνοι ἐν τῷ συμποσίῳ ἀπέκτειναν τὸν Φῶκον.
6.38χαλεπὰ τὰ καλά · παροιμία, ἧς μέμνηται καὶ Πλάτων. ἐλέχθη δὲ ἐντεῦθεν · Περίανδρον τὸν Κορίνθιον κατ’ἀρχὰς μὲν εἶναι δημοτικόν, ὕστερον δὲ τὴν προαίρεσιν μεταβαλεῖν καὶ τυραννικὸν ἀπὸ δημοτικοῦ γενέσθαι · καὶ ταῦτα Πιττακὸν πυθόμενον τὸν Μιτυληναῖον καὶ δείσαντα περὶ τῆς ἑαυτοῦ γνώμης, φυγεῖν τότε τυραννοῦντα Μιτυληναίων. ἀλλὰ πυνθανομένων δι’ἥν αἰτίαν ἀφίστατο τῆς ἐξουσίας, εἰπεῖν τὸν Πιττακόν, ὡς ἄρα χαλεπὸν ἐσθλὸν ἔμμεναι · νομίσαντα διὰ τὰ συμβάντα τῷ Περιάνδρῳ δυσχερέστατον εἶναι τηρῆσαι τὴν ἑαυτοῦ γνώμην. Σόλωνα δὲ ταῦτα πυνθανόμενον εἰπεῖν, χαλεπὰ τὰ καλά · καὶ ἐντεῦθεν εἰς παροιμίαν ἐλθεῖν. ἄλλοι δὲ τὸ χαλεπὸν ἀκούουσιν ἐπὶ τοῦ ἀδυνάτου. ἀδύνατον οὖν εἶναι ἐφ’ἅπαντα ἀγαθόν.
6.39Χαραδραῖος λέων · παρὰ ταῖς Χαράδραις, εἰ μὴ ἄρα τὸν Θεσπιακὸν λέγει, ὅν πρῶτον ἀνεῖλεν Ἡρακλῆς ἐν Θεσπιαῖς. χαράδρα δὲ καλεῖται τόπος.
6.40χάραξ τὴν ἄμπελον · παροιμία, ὅταν ὑπὸ τοῦ σώζοντος τὸ σωζόμενον πάθῃ. ἀναγράφει δὲ αὐτὴν κακῶς Ἀριστοφάνης, ἐξηπάτησεν χάραξ τὴν ἄμπελον.
6.41Χαρώνιος θύρα · μία τοῦ νομοφυλακίου θύρα, δι’ἧς οἱ κατάδικοι τὴν ἐπὶ θανάτου ἐξάγονται.
6.42χαῖρε φίλον φῶς · γραῦς θέλουσα ἀκολασταίνειν γυμνή, ἵνα μὴ τὴν ῥάκωσιν τοῦ σώματος ἐλέγξῃ, τὸν λύχνον ἀποσβέσασα εἶπε, χαῖρε φίλον φῶς.
6.43χρήματα χρήματ’ἀνήρ · αὕτη ἀποφθεγματικὴ ἐστίν, ὡς τὰ παραγγέλματα τῶν ἑπτὰ σοφῶν. μέμνηται αὐτῆς Πίνδαρος. Ἀλκαῖος δὲ ποιητὴς ὑπὸ Ἀριστοδήμου τοῦ Λακεδαιμονίου εἰρῆσθαι ταύτην φησίν.
6.44χειροβρῶτι δεσμῷ · τοῖς πυκτικοῖς ἱμᾶσι. διὰ τὸ τὰς σάρκας διακόπτειν καὶ ἀναλίσκειν. βέλτιον δὲ τὸν δεσμὸν ἀκούειν, τὸν ἀποβιβρώσκοντα τὼ χεῖρε. ἐδεήθη γὰρ ἔν τινι πετραίῳ Στησίχορος εὐναρχεῖν τῶν ἐπὶ Πελίᾳ ἄθλων.
6.45χθόνια λουτρά · τὰ τοῖς νεκροῖς ἐπιφερόμενα. ἐκομίζετο γὰρ ἐπὶ τοὺς τάφους λουτρά.
6.46Χειρώνειον ἕλκος · τὸ ἀπὸ πολλῆς στάσεως ἐν τοῖς ποσὶ γινόμενον τραῦμα, καὶ διηνεκῶς ἰχῶρας ἐκκρίνον. τοξευθεὶς γὰρ ὑπὸ Ἡρακλέους Χείρων, μάχην πρὸς Κενταύρους ἐνστησαμένου, ἀνίατον ἔσχεν ἕλκος περὶ τὸν πόδα · δι’οὗ καὶ ἀπέθανεν. ὅθεν παροιμία ἐπὶ τῶν ἀνιάτων προήχθη τραυμάτων.
6.47χρυσὸς Κολοφώνιος · μέμνηται ταύτης Ἀριστοφάνης ἐκ Κωκάλῳ. εἴρηται δέ, παρόσον οἱ Κολοφώνιοι τὸν κάλλιστον χρυσὸν ἐργάζεσθαι νομίζονται. καὶ Ἡρόδοτος δὲ Κολοφώνιον καλεῖ τὸν ἄριστον χρυσόν.
6.48χαμαὶ ἀντλεῖς, πλίνθον πλύνεις, φακὸν κόπτεις · αὗται πᾶσαι ἐπὶ τῶν τοῖς ἀδυνάτοις ἐπιχειρούντων εἴρηνται.
6.49ψώρα Ἡράκλειος · τῶν Ἡρακλείων λουτρῶν δεομένη πρὸς θεραπείαν. γὰρ Ἀθηνᾶ τῷ Ἡρακλεῖ ἀνῆκε πολλαχοῦ θερμὰ λουτρὰ πρὸς ἀνάπαυλαν τῶν πόνων, ὡς φησὶ καὶ Πείσανδρος ποιητὴς ἐν τοῖς περὶ Ἡρακλέους.
6.50ὥσπερ Χαλκιδικὴ τέτοκεν ἡμῖν γυνή · ταύτης Πολύζηλος μέμνηται ἐν Μουσῶν γοναῖς, ἐπί τινος πολλὰς θυγατέρας ἀπογεννώσης · ἐπειδὴ Χαλκίδα τῆς Εὐβοίας πόλιν φασὶ ποτὲ ἀνθῆσαι δόρασίτε καὶ πλήθει τετρώρων ἁρμάτων. οἱ δὲ φασὶν οὐ τὴν πόλιν, ἀλλὰ τὴν ἡρωΐδα Χαλκίδα εἰρῆσθαι. Κόμβην γὰρ φασί, τὴν ἐπικληθεῖσαν Χαλκίδα, ἐπειδὴ ὅπλα χαλκᾶ ἐποιήσατο, πρώτην συνοικήσασαν ἀνδρὶ ἑκατὸν παίδων γενέσθαι μητέρα, ὡς ἱστοροῦσιν οἱ τὰ Εὐβοϊκά συγγράψαντες καὶ Ἄριστος Σαλαμίνιος.
6.51ὡς οὐχ ὑπάρχων, ἀλλὰ τιμωρούμενος · ταύτης μέμνηται Μένανδρος ἐν Ὀλυνθίᾳ.
6.52ὡς τὴν ἐν Ἄργει ἀσπίδα καθελὼν σεμνύνεται · οἱ μὲν ἱερὰν φασὶν εἶναι ἐν Ἄργει ἀσπίδα καθηλουμένην ὀχυρὰν καὶ δυσκαθαίρετον. οἱ δὲ λόχον φασὶν εἶναι ἐν Ἄργει τῶν πάνυ ἀκμαζόντων νεανίσκων, ὅν Ἀσπίδα καλεῖσθαι.