διὰ τί μᾶλλον φρίττομεν ἑτέρου θιγόντος πως ἢ αὐτοὶ ἡμῶν; ἢ ὅτι αἰσθητικωτέρα ἡ ἁφὴ τοῦ ἀλλοτρίου ἢ ἡ τοῦ οἰκείου; τὸ γὰρ συμφυὲς ἀναίσθητον. καὶ φοβερώτερον τὸ λάθρᾳ καὶ ἐξαπιναίως γινόμενον, ὁ δὲ φόβος κατάψυξις · ἡ δὲ ἀλλοτρία ἁφὴ πρὸς τὴν οἰκείαν ἄμφω ταῦτα ἔχει καὶ ὅλως δὲ παθητικὸν ἕκαστον πέφυκεν ἢ μᾶλλον ἢ μόνον ὑπ’ἄλλου ἢ ὑφ’αὑτοῦ, οἷον καὶ ἐπὶ τοῦ γαργαλίζεσθαι συμβαίνει. διὰ τί γαργαλίζονται τὰς μασχάλας καὶ τὰ ἐντὸς τῶν ποδῶν; ἢ διὰ τὴν λεπτότητα τοῦ δέρματος; καὶ ὧν ἀσυνήθης ἡ ἁφή, οἷον τούτων καὶ τοῦ ὠτός; διὰ τί φρίττουσιν οὐκ ἐπὶ τοῖς αὐτοῖς πάντες; ἢ ὅτι οὐ δ’ἐπὶ τοῖς αὐτοῖς πάντες ἡδόμεθα, ὥσπερ οὐ δὲ λυπούμεθα ἐπὶ τοῖς αὐτοῖς πάντες; ὁμοίως δὴ οὐ φρίττομεν ἐπὶ τοῖς αὐτοῖς · ἔστι γὰρ ἡ αὐτὴ κατάψυξίς τις. διὸ οἱ μὲν τοῦ ἱματίου δακνομένου φρίττουσιν, οἱ δὲ πρίονος ἀκονουμένου ἢ ἑλκομένου, οἱ δὲ κισήρεως τεμνομένης, οἱ δὲ ὄνου λίθον ἀλοῦντος. διὰ τί τοῦ μὲν θέρους ὄντος θερμοῦ, τοῦ δὲ χειμῶνος ψυχροῦ, τὰ σώματα θιγγανόντων ψυχεινότερά ἐστι τοῦ θέρους ἢ τοῦ χειμῶνος; πότερον ὅτι ὁ ἱδρὼς καὶ ἡ ἴδισις καταψύχει τὰ σώματα, τοῦτο δ’ἐν μὲν τῷ θέρει γίνεται, ἐν δὲ τῷ χειμῶνι οὔ. ἢ ὅτι ἀντιπεριίσταται ἐναντίως τὸ ψυχρὸν καὶ τὸ θερμὸν τῇ ὥρᾳ, καὶ ἔσω φεύγει ἐν τῷ θέρει, διὸ καὶ ἱδρῶτα ἀνίησιν · ἐν δὲ τῷ χειμῶνι ἀποστέγει τὸ ψῦχος καὶ ἀτμίζει τὸ σῶμα ὥσπερ ἡ γῆ; διὰ τί φρίττουσιν αἱ τρίχες ἐν τῷ δέρματι; ἢ ὅταν σπάσωσι τὸ δέρμα, εἰκότως ἐξανέστησαν; συσπῶσι δὲ καὶ ὑπὸ ῥίγους καὶ ὑπ’ἄλλων παθῶν. διὰ τί αὐτὸς αὑτὸν οὐθεὶς γαργαλίζει; ἢ ὅτι καὶ ὑπ’ἄλλου ἧττον, ἐὰν προαίσθηται, μᾶλλον δ’, ἂν μὴ ὁρᾷ; ὥσθ’ἥκιστα γαργαλισθήσεται, ὅταν μὴ λανθάνῃ τοῦτο πάσχων. ἔστι δὲ ὁ γέλως παρακοπή τις καὶ ἀπάτη. διὸ καὶ τυπτόμενοι εἰς τὰς φρένας γελῶσιν · οὐ γὰρ ὁ τυχὼν τόπος ἐστὶν ᾧ γελῶσιν. τὸ δὲ λαθραῖον ἀπατητικόν. διὰ τοῦτο καὶ γίνεται ὁ γέλως καὶ οὐ γίνεται ὑπ’αὐτοῦ. διὰ τί ποτε τὰ χείλη μάλιστα γαργαλιζόμεθα; ἢ διότι δεῖ τὸ γαργαλιζόμενον μὴ πρόσω τοῦ αἰσθητικοῦ εἶναι; ἔστι δὲ τὰ χείλη περὶ τὸν τόπον τοῦτον μάλιστα. διὰ τοῦτο δὲ γαργαλίζεται τὰ χείλη τῶν περὶ τὴν κεφαλὴν τόπων, ἅ ἐστιν εὔσαρκα. εὐκινητότατα οὖν μάλιστά ἐστιν. διὰ τί, ἐάν τις τὸν περὶ τὰς μασχάλας τόπον κνήσῃ, ἐκγελῶσιν, ἐὰν δέ τινα ἄλλον, οὔ; ἢ διὰ τί πτερῷ τὰς ῥῖνας κνήσαντες πτάρνυνται; ἢ τόποι εἰσὶ τῶν φλεβίων, ὧν καταψυχομένων ἢ το- τοὐναντίον πασχόντων ὑγραίνονται; ἢ εἰς πνεῦμα ἐκ τοῦ ὑγροῦ διαλύεται; ὥσπερ ἐὰν τὰς ἐπὶ τοῦ τραχήλου πιέσῃ τις φλέβας, καθεύδουσιν. ἡ μὲν ἡδονὴ θερμασία τίς ἐστιν · τοῦτο δέ, ὅταν πλέον τὸ πνεῦμα ἐγγένηται, ἀθρόον ἔξω ἀφίεμεν. ὡσαύτως καὶ ἐπὶ πταρμῷ τῷ πτερῷ διαθερμάναντες καὶ κινήσαντες διελύσαμεν εἰς πνεῦμα · πλέονος δὲ γενομένου ἐξεώσαμεν. διὰ τί μετὰ τὰ σιτία φρίττομεν πολλάκις; ἢ ὅτι ψυχρὰ εἰσπορευόμενα ἀπὸ πρώτης κρατεῖ μᾶλλον τοῦ φυσικοῦ θερμοῦ ἢ κρατεῖται; διὰ τί τὸ περιαγόμενον ἐναλλὰξ τοῖς δακτύλοις δύο φαίνεται; ἢ διότι δυσὶν αἰσθητηρίοις ἁπτόμεθα; τοῖς γὰρ ἐντὸς τῶν δακτύλων, κατὰ φύσιν ἔχοντες τὴν χεῖρα, ἀμφοτέροις οὐ δυνατὸν εἰπεῖν.