Galen

Commentary on Hippocrates' Regimen in Acute Diseases, 4

4.prooemium

προοίμιον. ἐν τῷ περὶ διαίτης τὰ μετὰ τὸν περὶ λουτρῶν λόγον εἰρημένα προσηκόντως ὑπώπτευσαν οὐκ ὀλίγοι τῶν ἰατρῶν ὡς οὐχ Ἱπποκράτους ὄντα · καὶ γὰρ τῇ τῆς ἑρμηνείας δυνάμει καὶ τῇ τῶν θεωρημάτων ἀκριβείᾳ λείπεται πολὺ τῶν ἔμπροσθεν. οὐ μὴν οὐ δ’ἀλόγως ἐκινήθησαν οἱ νομίσαντες Ἱπποκράτους εἶναι καὶ ταῦτα · κατὰ γὰρ τὴν ἐκείνου προαίρεσιν διάνοια τῶν γεγραμμένων ἐστὶν, ὡς ὑπονοῆσαι μαθητὴν αὐτοῦ τινα γεγραφέναι. πολλὰ δὲ ἐν αὐτοῖς καὶ τὴν λέξιν ἄμεμπτον ἔχει μετὰ τῆς διανοίας, ὡς ὑπονοῆσαι πάλιν ὑπ’αὐτοῦ τοῦ Ἱπποκράτους αὐτὰ γεγράφθαι, παρασκευαζομένου συνθεῖναι βιβλίον, ὡς ὑπέσχετο κατὰ αὐτὸ τὸ περὶ διαίτης ὀξέων, ἐν κατὰ μέρος ἑκάστου τῶν ὀξέων νοσημάτων τὴν θεραπείαν διδάξει. καὶ μὲν δὴ καὶ ἄλλας ἔστι ῥήσεις εὑρεῖν ἐν τῷ προκειμένῳ βιβλίῳ, φανερῶς οὐκ οὔσας ἀξίας Ἱπποκράτους, ὡς ὑπονοῆσαι παρεγγεγράφθαι τοῖς γνησίοις, ὥσπερ καὶ κατὰ τοὺς ἀφορισμοὺς ἐφάνησαν ἔνιοι τοιοῦτοι πρὸς τοῖς τελευταίοις μέρεσι τοῦ βιβλίου. τῷ γὰρ ἐν μνήμῃ πολλοῖς εἶναι τὰ πρῶτα τῶν συγγραμμάτων, οἱ παρεγγράφοντες εἰς τὰ τελευταῖα παρεγγράφουσι · τοῦτο γοῦν αὐτὸ καὶ κατὰ τὸ περὶ τῶν ἐν τῇ κεφαλῇ τρωμάτων ἐφάνη γεγονὸς, ἔτι δὲ κατὰ τὸ δεύτερον τῶν ἐπιδημιῶν. ὁμοίως δὲ καὶ κατὰ τὸ νῦν ἡμῖν προκείμενον βιβλίον ἔστιν εὑρεῖν παρεγκείμενα καὶ μᾶλλον ἔτι πρὸς τοῖς τελευταίοις. τεσσάρων οὖν ὡς εἴποι τις εἰδῶν ὄντων ἐν αὐτῷ, τοῦ μὲν ἀξίου καὶ κατὰ τὴν λέξιν καὶ κατὰ τὴν διάνοιαν Ἱπποκράτους, τοῦ δὲ καθ’ἕτερον μόνον, ἤτοι τὴν λέξιν τὴν διάνοιαν, ἐνίων δὲ κατ’οὐδέτερον, σημανοῦμεν τοῦτ’αὐτὸ καθ’ἑκάστην τῶν προχειριζομένων εἰς τὴν ἐξήγησιν λέξεων.

4.1

καῦσος δὲ γίνεται, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία ἐν θερινῇ ὥρῃ ἐπισπάσηται δριμέας καὶ χολώδεας ἰχῶρας ἐς ἑαυτά. θερινὴν ὥραν εἴρηκε τὴν θερμὴν καὶ ξηρὰν, ἄντ’ἐπὶ τῇ τελευτῇ τοῦ ἔαρος ἄντε ἐν ἀρχῇ τοῦ θέρους ἤντ’ἐν τοῖς μέσοις τοῖς τελευταίοις ἄντε κατὰ τὴν ἀρχὴν τοῦ φθινοπώρου . δέδεικται δ’ἐν τοῖς ὑπομνήμασι τῶν ἐπιδημιῶν τοῦ περιέχοντος ἀέρος κρᾶσις ἑαυτῇ συμμεταβάλλουσα τὴν τοῦ σώματος διάθεσιν, μὲν ξηρὰ πρὸς τὸ ξηρότερον, δ’ὑγρὰ πρὸς τὸ ὑγρότερον · ἐπιδέδεικται δὲ καὶ ὅτι τὴν κατὰ φύσιν κρᾶσιν σύμμετρος ὥρα φυλάττει, τῶν ἄλλων δηλονότι πάντων ὡσαύτως ἐχόντων, ὅσα κατὰ τὴν ὅλην δίαιταν οἱ ἄνθρωποι πράττουσιν. ἐπιδέδεικται δὲ καὶ ὅτι τῆς κατὰ φύσιντε καὶ συμμέτρου καταστάσεως ἐξιστάμενον τὸ σῶμα, καθότι ἂν ἐξίστηταίτε καὶ μεταβέβληται, κατὰ τοῦτο καὶ τῆς οἰκείας ἐπικουρίας δεῖται, ξηραινόμενον μὲν ὑγραίνεσθαι, ὑγραινόμενον δὲ ξηραίνεσθαι, θερμαινόμενον δὲ ψύχεσθαι, ψυχόμενον δὲ θερμαίνεσθαι. ὅτε οὖν κατά τινα περίστασιν πραγμάτων, ὧν αὐτὸς ἐρεῖ παραδείγματα, συμβῇ τινα ξηρανθῆναι φλεβία καθ’ὁτιοῦν μέρος τοῦ σώματος, ἐπισπᾶται ταῦτα τὰς ἐκ τῶν πλησιαζόντων μορίων ὑγρότητας. ἐὰν μὲν οὖν ὡς τῇ συστάσει φύσιν ὑγρὰν ἔχωσιν οὕτω καὶ τὴν δύναμιν ὑγραντικὴν αἱ εἰς τὰς ξηρανθείσας φλέβας ὑγρότητες ἐνεχθεῖσαι, τὴν κατὰ φύσιν εὐκρασίαν ἀναλαμβάνει τὸ μόριον · ἐὰν δὲ δριμεῖα μὲν κατὰ τὴν ποιότητα, ξηραντικὴ δὲ κατὰ τὴν δύναμιν ὑγρότης, ἐκπυροῦται τὸ σῶμα, καθάπερ εἰ καὶ ἡμῶν τις αὐτῶν διψήσας ἐκπίῃ χανδὸν οἶνον τεθαλασσωμένον ἄκρατον ὕδωρ ἁλμυρόν. ἐγὼ γοῦν οἶδα καὶ αὐτός ποτε ἐξ ὁδοιπορίας θερινῆς διψώδης γενόμενος, εἶτα πιὼν οἴνου παλαιοῦ κύλικα μίαν ἀκρατεστέρου βραχὺ, παραυξήσας μᾶλλον, οὐ παύσας ἐπ’αὐτῇ τὸ δίψος. ὥσπερ οὖν ἡμεῖς καίτοι τὸν λογισμὸν ἔχοντες ἐπιστατοῦντα ταῖς ὀρέξεσιν ἐνίοτε μὲν ἀμελέστερον, ἐνίοτε δὲ προπετέστερον, ἔστι δ’ὅτε τῷ μὴ παρεῖναι βέλτιον, ἠναγκάσθημεν ἐπί τι τῶν ἁλμυρῶν καὶ δριμέων ἀφικέσθαι ποτῶν, οὕτως καὶ ἐν ταῖς φλεψὶ δύναμις ἑλκτικὴ διὰ παντὸς ἐπισπᾶται τὴν ἐκ τῶν πλησιαζόντων ὑγρότητα, μὴ διακρίνουσα τὴν οὐσίαν αὐτῆς ὁποία τίς ἐστιν · οὐ γὰρ ἔχει λογισμὸν ὡς σκέψασθαί τι περὶ τοῦ βελτίονος, ἀλλ’ὥσπερ τὰ παιδία καὶ τὰ βοσκήματα τὸ προστυχὸν ὑγρὸν αἱρεῖται διψῶντα, κατὰ τὸν αὐτὸν τρόπον κᾀκείνη. ἐὰν μὲν οὖν καθ’ἕν τι μέρος τοῦ σώματος διάθεσις αὕτη γένηται, κατὰ τοῦτο μόνον ἐρυσιπελατῶδές τι πάθος ἔσται. αἱ δὲ καὶ καθ’ὅλον τὸ σῶμα φλέβες ὑπερξηρανθεῖσαι τὰς ἐκ τῶν σαρκῶν ὑγρότητας εἰ ἐπισπάσωνται θερμὰς οὔσας, ἐν ὅλῳ τῷ σώματι γίγνεται καυσώδης διάθεσις. ἀλλ’ γε καῦσος ἰδίως καλούμενος οὐ μόνον τῇ σφοδρότητι τῆς καθ’ὅλον τὸ σῶμα γιγνομένης θερμασίας διαφέρει, ἀλλὰ καὶ τῷ δίψει · βίαιόντε γάρ ἐστιν ἐν τούτῳ καὶ ἄπαυστον. ἐλλείπει τοίνυν τῇ προκειμένῃ ῥήσει περὶ τῆς τοῦ καύσου γενέσεως περὶ τῶν μορίων λόγος, ὃν ἡμεῖς ἀρτίως προσεθήκαμεν. ἐνίοτε μὲν γὰρ καθ’ἓν ὁτιοῦν, ἐνίοτε δὲ καὶ καθ’ὅλον τὸ σῶμα καῦσος γίγνεται · ἐπὶ μὲν τοῦ καθ’ὅλον τὸ σῶμα γενομένου, ἐξ ἅπαντος δίψαν ἐργάζεται · ἐπὶ δὲ τῶν καθ’ἕν τι μέρος, οὐκ ἐξ ἀνάγκης εἰ μὴ αὐτὸ τὸ μέρος τὴν δίψαν ἐργάζεται, πάντων μὲν πρῶτον καὶ μάλιστα τὸ στόμα τῆς γαστρὸς, ἐφεξῆς δὲ γαστὴρ καὶ μετὰ ταύτην στόμαχος, εἶτα πνεύμων, εἶτα νῆστις. ἆρ’οὖν οὕτως μόνον γίγνεται καῦσος, ὡς εἶπεν, ὅταν ἐπισπάσηται τὰ φλεβία δριμεῖς καὶ χολώδεις ἰχῶρας ἐς ἑαυτά; καὶ τῆς σαρκὸς ταὐτὸ τοῦτο παθούσης ἔσται καῦσος, εἶτ’οὖν καθ’ἓν μόριον, εἴτε καθ’ὅλον τὸ σῶμα συμβῇ παθεῖν αὐτήν; ἐδείχθη γὰρ καὶ αὕτη δύναμιν ἑλκτικὴν ἔχουσα τῶν ἐνδεόντων αὐτῇ. καὶ μέντοι καὶ καθ’ἕτερον τρόπον ἐγχωρεῖ γενέσθαι τὴν ὁμοίαν διάθεσιν · ἕτερον δὲ τρόπον λέγω, ὅταν πέμπηται πρός τι μόριον ἀσθενέστερον ἐκ τῶν ἰσχυροτέρων τὰ περιττώματα. δέδεικται γὰρ, ὥσπερ ἑλκτικὴ δύναμις ἐν ἑκάστῳ τῶν μορίων ἐστὶν, οὕτω καὶ ἀποκριτική · οὐκ ἀδύνατον οὖν ἐστιν ἐνίοτε μὲν ἐξ ἑνὸς μέρους, ἐνίοτε δὲ ἐκ πλειόνων δριμεῖς καὶ χολώδεις ἰχῶρας ἀποκριθέντας ἐπιχυθῆναι τῶν εἰρημένων μορίων, τί περ ἂν αὐτῶν ἀσθενέστερον · ὅτι δὲ ἰχῶρας ὀνομάζει τὰς λεπτὰς ὑγρότητας, εὔδηλον.

4.2

καὶ πυρετὸς πολὺς ἴσχει, τότε σῶμα ὥσπερ ὑπ’ὀστεοκόπου ἐχόμενον κοπιᾷ καὶ ἀλγέει. πυρετὸς μὲν οὖν πολὺς ἴσχει διὰ τὴν τῶν ἰχώρων φύσιν, οὓς δριμεῖς ἔφη καὶ χολώδεις · τοῖς τοιούτοις γὰρ οἱ σφοδρότατοι τῶν πυρετῶν ἐπιγίνονται, τουτέστιν οἱ πολλήντε καὶ δριμυτάτην ἔχοντες τὴν θερμασίαν, ὥσπερ γε καὶ οἱ τὴν ἐλάττονάτε καὶ ἧττον δριμεῖαν, τοῖς φλεγματώδεσιν ἑπόμενοι χυμοῖς. κοπιᾷ δὲ τὸ σῶμα σύμπαν διὰ τὴν δριμύτητα τῶν ἰχώρων τὸν ἑλκώδη κόπον · εἴρηται δὲ τελέως περὶ τῆς πάντων τῶν κόπων διαφορᾶς ἐν τοῖς ὑγιεινοῖς.

4.3

γίγνεται δὲ ὡς ἐπὶ τὸ πολὺ καὶ ἐκ πορίης μακρῆς καὶ δίψεος μακροῦ, ὁκόταν ἀναξηρανθέντα τὰ φλεβία, δριμέα καὶ θερμὰ ῥεύματα ἐπισπάσηται πρὸς ἑαυτά. καὶ κατὰ τὴν ἀρχὴν εἴρητο καὶ νυνὶ δ’αὖ τὸ ἀναξηρανθῆναι προσέθηκε, τὰς προκαταρκτικὰς καλουμένας αἰτίας δηλῶν, ὡς ἐν παραδείγματι · πᾶσαι μὲν γὰρ αἱ θερμαὶ καὶ ξηραὶ τοὺς καύσους ἐργάζεσθαι δύνανται. τινὰς γοῦν οἶδα διὰ πόσιν οἴνου τεθαλασσωμένου πλείονος ἁλόντας καύσῳ, καθάπερ ἄλλους διὰ ταρίχων καὶ ταριχηρῶν κρεῶν καὶ τινων ἄλλων ἁλικῶν ἐδωδὴν ἄμετρον. ἕτερος δέ τις ἐξ ὁδοιπορίαςτε καὶ καύματος ἥκων ἐλούσατο μὲν πρῶτον, ἀφικόμενος δ’οἴκαδε καὶ πιὼν οἴνου κατὰ τὴν κρᾶσιν ἔχοντος τὸ πλεῖον, ἤρξατο πυρέττειν αὐτίκα καυσώδη πυρετόν · καὶ ἄλλος δέ τις σφοδρῶς ὀργισθεὶς καὶ ἄλλος ἀγρυπνήσας.

4.4

γίγνεται δὲ γλῶσσα τραχείη καὶ ξηρὴ καὶ μέλαινα κάρτα, καὶ τὰ περὶ τὴν νηδὺν δακνόμενος ἀλγέει, τάθ’ὑποχωρήματα ἔξυγρα καὶ ὠχρὰ γίγνεται καὶ δίψαι σφοδραὶ ἔνεισι καὶ ἀγρυπνίαι, ἐνίοτε δὲ καὶ παραλλάξεις φρενῶν. τὰ παρακολουθοῦντα τοῖς καύσοις ἐν τῷδε τῷ λόγῳ διῆλθεν, δὴ καὶ συνεδρεύοντα καλοῦσιν · ἔστι δὲ ταῦτα γλῶσσα ξηρὰ καὶ τραχεῖα καὶ μέλαινα, δῆξίςτε ἐπὶ τῆς γαστρὸς, ὑποχωρήματα ὠχρὰ καὶ δίψαι σφοδραὶ καὶ ἀγρυπνία, ποτὲ δὲ καὶ παραφροσύνη. μὲν οὖν γλῶσσα ξηρὰ γίγνεται, διότι καὶ διάθεσις ὅλη τοῦ σώματος ξηρά ἐστι καὶ θερμὴ καὶ πυρετὸς αὐτὸς τοιοῦτος. δὲ δῆξις τῶν κατὰ τὴν γαστέρα διὰ τὴν τῶν εἰς αὐτὴν συρρεόντων ἰχώρων δριμύτητα. τὰ δὲ διαχωρούμενα κατὰ τὸν πλεονάζοντα χυμόν · ἔξυγρα δὲ εἶπεν αὐτὰ, τὸ μη δὲ ὅλως πεπέφθαι δηλῶν, γάρτοι πέψις ἅπαντα συνάγειτε καὶ παχύνει. τὸ δὲ ἀγρυπνεῖν τοῖς οὕτω πάσχουσι συμβαίνει διὰ τὴν ξηρότητα · δέδεικται γὰρ μὲν ἄμετρος ὑγρότης τὰς καταφορὰς, τὰς δὲ ἀγρυπνίας πολλὴ ξηρότης ἐργαζομένη · προσέρχεται δὲ καὶ ἀπὸ τῶν ἄλλων συμπτωμάτων ταλαιπωρία, τῆς ἀγρυπνίας αἰτία γιγνομένη. παραφροσύνην δὲ ἐμάθομεν γίγνεσθαι διάτε χολὴν ἀναδραμοῦσαν ἐπὶ κεφαλὴν καὶ διὰ ξηρότητα καὶ θερμότητα κράσεως. ὅτι δὲ, ὅταν εἴπῃ τις ἁπλῶς χολὴν, πικρὰ δηλοῦται προείρηται, καὶ ὅτι γε τὴν αὐτὴν χολὴν ὠχράντε καὶ ξανθὴν ὀνομάζουσιν. ὥσπερ οὖν οὐδὲν παραλέλειπται τῶν κατὰ τὸν χολώδη καῦσον, ὅτι γε μὴ καὶ κατὰ τὴν ἐπιρροὴν τῶν ἰχώρων αὐτῶν, οὐ μόνον διὰ τὴν ὁλκὴν γίγνεσθαι · οὕτως ἀτάκτως γέγραπταί τινα. τῶν γάρτοι λελεγμένων ἔνια μέν ἐστι παθογνωμονικὰ συμπτώματα τῶν καύσων, ἔνια δὲ συνεδρεύοντα · τῶν γεννώντων δὲ αὐτοὺς τὰ μέν ἐστι προηγούμενα, τὰ δὲ προκατάρχοντά γε καλούμενα ὑπὸ τῶν ἰατρῶν. πάντων γοῦν ὧν εἶπον προηγουμένων συμπτωμάτων ἔξεστί σοι τὸν κατάλογον ὡς ἂν ἐθέλοις ποιεῖσθαι · ἀλλ’ γε γράψας τὸ βιβλίον ἤρξατο μὲν ἀπὸ τῶν προηγουμένων (τὸ γὰρ ἀναξηρανθῆναι τὰ φλεβία προηγούμενον αἴτιόν ἐστιν), ἐφεξῆς δὲ δέον εἰπεῖν τὰ προκαταρκτικὰ, οἷον ὁδοιπορίαν μακρὰν καὶ δίψος, οὐ ταῦτ’εἶπεν, ἀλλὰ τῶν παθογνωμονικῶν τι, τὸν πολὺν πυρετόν · ἐχρῆν δὲ ἐνταῦθα προσθεῖναι καὶ τὸ σφοδρὸν δίψος, μετὰ ταῦτα ἅμα τοῖς ἄλλοις εἶπε συμπτώμασι τοῖς συνεδρεύουσιν ὀνομαζομένοις, ὧν τὰ μὲν ἐνίοτε, τὰ δὲ ἀεὶ ὑπάρχει τοῖς καύσοις. τοῦτο δὲ καὶ αὐτὸς ἐδήλωσεν εἰπών · ἐνίοτε δὲ καὶ παραλλάξιες φρενῶν · τὸ γὰρ ἐνίοτε τῷ διὰ παντὸς ἀντίκειται. ἐγὼ δέ φημι καὶ τὸ τὰ περὶ τὴν νηδὺν δάκνεσθαι καὶ διαχωρεῖν χολώδη οὐ τῶν διὰ παντὸς συνόντων τοῖς καύσοις εἶναι, διὰ γὰρ τὸ μέγεθος τοῦ νοσήματος καὶ τὴν ἔσω ῥοπὴν τῶν δριμέων ἰχώρων ταῦτα συμβαίνει τοῖς κατὰ γαστέρα καὶ ἧπαρ ἔχουσι τὴν οἷον ἑστίαν τοῦ καύσου · τοῖς δὲ κατὰ πνεύμονα ταῦτα μὲν οὐ πάνυ συμπίπτει, τὰ δὲ κατὰ τὰς γλώσσας εἰρημένα καὶ τὰς παραφροσύνας μᾶλλον. ἀλλὰ καὶ δυσπνοοῦσιν οὗτοι τὴν κατὰ τὸ πυκνὸν καὶ μέγα πνεῦμα δύσπνοιαν, ἐκφυσῶσίτε συνεχῶς ἀνοιγνύντες τὸ στόμα καὶ τῇ τοῦ πυρώδους πνεύματος ἀποχύσει κουφιζόμενοι. τὸ μὲν οὖν τῆς δυσπνοίας ὅλον παραλέλειπται, καίτοι γε ἐν προγνωστικῷ λελεγμένον ἡμεῖς ἐδείκνυμεν. ἀτάκτως δ’εἴρηται τὰ κατὰ τὴν γλῶσσαν συμπτώματα · προτέραν μὲν γὰρ ἐχρῆν γεγράφθαι τὴν ξηρὰν, δευτέραν δὲ τὴν τραχεῖαν · διὰ γὰρ τὴν ἄμετρον ξηρότητα τραχεῖαν συμβαίνει γίγνεσθαι τὴν γλῶσσαν, ὥστε τὴν τραχεῖαν οὖσαν πάντως καὶ ξηράν. ὅτι δὲ καὶ μελαίνεται διὰ τὴν ἄμετρον θερμασίαν, ὥσπερ τοῖς ἡλιθεροῦσι τὸ δέρμα, προμεμαθήκαμεν ἤδη.

4.5

τῷ τοιῷδε πίνειν ὕδωρτε καὶ μελίκρητον ἑφθὸν δίδου ὑδαρὲς, ὁκόσον ἐθέλει. τοῦτο τὸ βιβλίον εἰ καὶ μὴ Ἱπποκράτους ἐστὶ σύγγραμμα, παλαιὸν γοῦν ἐστιν, ὡς κατὰ τοὺς Ἐρασιστράτου χρόνους ἤδη προσκεῖσθαι τῷ γνησίῳ. θαυμαστὸν οὖν ὅπως ἐτόλμησεν εἰς Ἀπολλώνιον καὶ Δέξιππον ἀποσκῶψαι τὰ περὶ τῶν κηρίνων κυλίκων Ἐρασίστρατος. γὰρ ταῦτα γράψας, τὴν Ἱπποκράτους γνώμην ἄμεινον Ἐρασιστράτου γινώσκων, ὁπόσον ἐθέλουσι πίνειν ἐπιτρέπει καὶ τοῖς καυσουμένοις · ἔδειξα δὲ καὶ κατὰ τὸ γνήσιον μέρος τοῦ συγγράμματος οὕτω γινώσκοντα τὸν Ἱπποκράτην. περὶ μὲν οὖν τῆς τοῦ Ἐρασιστράτου κακοηθείας ἱκανὰ καὶ ταῦτα · σκοπῶμεν δὲ ἤδη τὰ κατὰ τὴν ῥῆσιν εἰρημένα. κελεύει γὰρ μήτε ἐφ’ὕδατος μόνου διαιτᾷν τοὺς καυσουμένους μήτ’ἐπὶ μελικράτου μόνου. τὸ μὲν γὰρ ὕδωρ ἔμαθες, ὡς τῇ φύσει ψυχρὸν ὂν, βραδύπορον εἶναι καὶ μένον ἐν ὑποχονδρίῳ πλεῖστον χρόνον, διαφθείρεσθαι κατὰ τοὺς ὀξεῖς πυρετούς · τὸ δὲ μέλι ῥᾳδίως ἐκχολοῦσθαι. διὰ τοῦτο ἀξιοῖ ὑδαρὲς διδόναι τὸ μελίκρατον, ἵνα τὸ ὕδωρ μὴ μηκύνῃ κατὰ τὴν ἄνω γαστέρα, ποδηγούμενον ὑπὸ τοῦ μιγνυμένου μέλιτος εἰς τὴν ἀνάδοσιν · διὰ δὲ ταῦτα αὐτὰ καὶ ἑφθὸν αὐτὸ δίδωσιν, ἀδιψότερον γὰρ καὶ ἀφυσότερον τοῦτο τοῦ ὠμοῦ καὶ τὴν οὔρησιν μᾶλλον κινοῦν, ὥσπερ γε τὴν διαχώρησιν τὸ ὠμόν ἧττον γὰρ γίνεται δριμὺ τὸ ἑψημένον, οὐ μόνον τῷ πέττεσθαι κατὰ τὴν ἕψησιν, ἀλλὰ καὶ τῷ τὸ ἀφρῶδες αὐτοῦ πᾶν ἀφαιρεῖσθαι, καθότι τὸ δριμὺ καὶ φυσῶδές ἐστιν ἐν τῇ τοῦ μέλιτος οὐσίᾳ. τὸ δ’ἑψημένον ἄδηκτόντε καὶ ἄφυσον γιγνόμενον ἀναδίδοται μᾶλλον ὑπέρχεται κατ’ἔντερα, ὥστε καὶ διὰ τοῦτο τρέφει μᾶλλον τοῦ ὠμοῦ · χρῄζουσι δ’οὕτω νοσοῦντες, ὡς ἂν μὴ λαμβάνοντες τὸν χυλὸν τῆς πτισάνης ἐκ τοῦ μελικράτου τρέφεσθαι. προείρηται δὲ ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου περὶ τοῦ χρῆναι διαιτᾷν ἐν τοῖς ὀξυτάτοις νοσήμασιν ἐπὶ μόνων τῶν πομάτων, καὶ ταῦτά μοι πάντα τὰ κατὰ τὴν ἐξήγησιν τοῦδε τοῦ νῦν προκειμένου γράμματος τοῖς προανεγνωκόσιτε καὶ μεμνημένοις τὰς ἐν ἐκείνοις γεγονυίας ἐξηγήσεις, οὕτω λέλεκταίτε καὶ λεχθήσεται.

4.6

καὶ ἢν πικρὸν τὸ στόμα γίγνηται, ἐμέειν ξυμφέρει καὶ τὴν κοιλίην ὑποκλύσαι. πικρία τῆς χολῆς πικρὸν ἐργάζεται τὸ στόμα · κοινὸς γὰρ καὶ εἷς χιτών ἐστιν, τ’ἔνδον τῆς γαστρὸς καὶ ἅπας ὑπαλείφων τὸ στόμα. κατὰ λόγον οὖν συγγραφεὺς ἐκκενοῖ τὴν χολὴν δι’ἐμέτωντε καὶ κλύσματος.

4.7

ἤν δὲ πρὸς ταῦτα μὴ λύηται, γάλα ὄνου ἑψήσας κάθαρε. ἐπειδὴ πάντως μὲν ἐκκενῶσαι βούλεται τὴν εἰς τὴν γαστέρα χολὴν, εὐλαβεῖται δὲ τὰ καθαίροντα φάρμακα, διότι δριμέα καὶ θερμὰ παντελῶς ἐστι, διὰ τοῦτ’ἐπὶ τὸ τῆς ὄνου γάλα παραγίνεται, δριμύτητα μὲν οὐδεμίαν ἔχον ὥσπερ οὐ δ’ἄλλο οὐδὲν, ἀλλὰ πλεονεκτοῦν τῇ ὑγρότητι μόνον τῶν ἄλλων ἁπάντων καὶ διὰ τοῦτο μόνον ὑπέρχεται · προεφθὼς δὲ αὐτὸ διὰ τὸ φυσῶδες. ἀλλὰ σύ γε καὶ μόνῳ τῷ ὀρρῷ δυνήσῃ χρῆσθαι, χωρίζων αὐτὸν, ὅταν τὸ γάλα προαφεψήσῃς διὰ ὀξυμέλιτος, ἐγκαθεὶς ἀγγεῖον χαλκοῦν ὕδατος πλῆρες ψυχροῦ συνεχῶς εἰς τὸ γάλα · καὶ γὰρ αὕτη καλῶς κάθεσις γιγνομένη χωρίζει τὸν ὀρρὸν τοῦ τυρώδους.

4.8

ἁλμυρὸν δὲ μηδὲν μήτε δριμὺ προσφέρειν · οὐ γὰρ ὑποίσει. μὲν ἁλμυρὸς χυμὸς ὁποῖός τίς ἐστιν ἐν τοῖς ἁλσὶ φαίνεται · περὶ δὲ τῆς τοῦ δριμέος οὐσίαςτε καὶ δυνάμεως εἴρηται κατὰ τὸ τέταρτον βιβλίον τῶν ἁπλῶν φαρμάκων, ὅτι πέπερι καὶ νᾶπυ καὶ πύρεθρον, ὅσατ’ἄλλα θερμὰ ταῖς δυνάμεσίν ἐστι καὶ δριμέα γευομένοις φαίνεται. ὡς οὖν συναυξάνοντα τὴν διάθεσιν τῶν καυσωδῶν, φεύγειν κελεύει τὰ δριμέα καὶ τὰ ἁλμυρά · ταῦτα δὲ καὶ ξηραίνει μᾶλλον τῶν δριμέων, εἰ καὶ μὴ παραπλησίως ἐκείνοις θερμαίνει, ἀλλ’ἧττον.

4.9

ῥόφημα δὲ ἔστ’ἂν ἔξω τῶν κρίσεων γένηται, μὴ δίδου. ὡς προσυπακουσθησομένου τοῦ τὴν δύναμιν ἐρρῶσθαι, τὸν λόγον ἄκουε · ποιεῖται γὰρ οὕτω τὴν διδασκαλίαν καὶ αὐτὸς Ἱπποκράτης, ὡς τὰ πολλὰ τὰ καθ’ἕκαστον σκοπὸν ὑπαγορευόμενα γράφων, εἶθ’οὕτως ἅπαξ εἰπὼν ἀλλήλοις χρῆναι παραβάλλειν τὰ δεδειγμένα, τὰς δυνάμεις αὐτῶν ἐπισκοπούμενον. ὅτι δὲ οὐ προσήκει διδόναι ῥόφημα πρὸ τῆς κρίσεως, ἐὰν δύναμις ἐξαρκῇ, κατὰ τὸ πρῶτον μέρος τοῦ βιβλίου δεδήλωται τὸ γνήσιον.

4.10

καὶ ἢν αἷμα ἐκ τῶν ῥινῶν ῥέῃ, λύεται τὸ πάθος, καὶ ἢν ἱδρῶτες ἐπιγίγνωνται κριτικοὶ γνήσιοι μετ’οὔρων λευκῶν καὶ παχέων καὶ λείων ὑφισταμένων. ἐν τοῖς ὀξέσι πυρετοῖς ἐπὶ τὴν κεφαλὴν φέρεται τὸ ζέον τοῦ αἵματος · ὅταν οὖν ἀναρρήξασα τὰς φλέβας φύσις ἀποχέῃ τοῦτο μετὰ τῶν συναχθέντων ἀτμῶν, ἑτοιμότερον κρατεῖν τῶν λοιπῶν · κατὰ δὲ τὸν αὐτὸν λόγον ὅταν καὶ διὰ τῶν ἱδρώτων ἀποχέῃ τοὺς ζέοντας ἰχῶρας, ἰᾶται τὴν νόσον, ὅταν γε πεπεμμένου τοῦ νοσήματος ἐπιγίγνωνται. λέλεκται γὰρ ἤδη περὶ τούτου πολλάκις ἐν ἄλλοιςτέ τισιν ὑπομνήμασιν ἐξηγητικοῖς καὶ ἐν τοῖς περὶ κρίσεων. ὥσπερ οὖν ἐν τῷ πρώτῳ μέρει τοῦδε τοῦ βιβλίου, τῷ κατὰ πάντας ὡμολογημένῳ γνησίῳ, τὸν ἀπὸ τῆς πέψεως τοῦ νοσήματος σκοπὸν ὡς χρήσιμον εἰς δίαιταν παρέλαβεν, οὕτω καὶ νῦν εἰς πρόρρησιν · αὐτὸ μὲν οὐκ ἔγραψε τὸ τῆς πέψεως ὄνομα, τὸ δὲ βεβαιότατον αὐτοῦ σημεῖον ἐν τοῖς οὔροις ἔγραψεν. ἄριστον μὲν οὖν ἐστι τὸ λευκήντε καὶ λείαν ἔχον τὴν ὑπόστασιν οὖρον, ὡς ἐν τῷ προγνωστικῷ δεδήλωται · οὐ μὴν ἀξιώσεις γε ἀεὶ φαίνεσθαι, ἀλλ’ἀρκέσει σοι πολλάκις ἐπὶ τῇ κατὰ φύσιν χροιᾷτε καὶ συστάσει χρηστὸν ἐναιώρημα φανὲν εἰς τὴν τῆς σωτηρίας ἐλπίδα. καὶ δὴ τούτων οὕτως ἐχόντων πεπλεόνασται κατὰ τὴν ἑρμηνείαν λέξις · ὑπὸ γὰρ τῶν εἰρημένων οὔρων δηλοῦται καὶ τὸ κριτικοὺς εἶναι τοὺς ἱδρῶτας, ὥστε ἐκ περιττοῦ πρόσκειται · τὸ δὲ γνήσιοι οὐ κυρίως ἐπ’αὐτῶν λέγοιτο · κατὰ γὰρ τὰς τῶν νοσημάτων ἰδέας ἐπιφέρειν εἰώθασι τὴν τοιαύτην προσηγορίαν οἵτ’ἄλλοι τῶν ἀρίστων ἰατρῶν καὶ αὐτὸς Ἱπποκράτης.

4.11

ἢν ἀπόστημά τι γένηται. σπανιώτατόν ἐστι τὸ δι’ἀποστήματος κριθῆναι καῦσον, ἔτι δὲ μᾶλλον εἰ χωρὶς τοῦ μόριόν τι τοῦ σώματος προσθεῖναι, τὴν ἀπόφασίν τις ποιοῖτο. παρωτίσι μὲν γὰρ οἶδά τινας καύσους κριθέντας, ἀλλ’οὐ τοὺς γνησίους · τοῦτο δ’ὀλίγον ὕστερον μαθήσῃ μετὰ τὴν ἐξήγησιν.

4.12

ἢν δ’ἄνευ τούτων λυθῇ, ὑποστροφὴ πάλιν ἔσται τῆς ἀρρωστίης ἰσχίων σκελέων ἄλγημα ξυμβήσεται, καὶ πτύσεται παχέα, ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι. αἱμορραγίας καὶ ἱδρῶτος μνημονεύσας, ἂν χωρὶς τούτων καῦσος παύσηται, φησὶν ἄπιστον εἶναι τὴν λύσιν · ὑποστρέψει γὰρ ὀλίγον ὕστερον · ἔσται γὰρ, φησὶ, κατὰ τὴν ὑποστροφὴν ἄλγημα σκελέων ἰσχίου καὶ πτύσει παχέα. τὸ μὲν γὰρ αἱμορραγίας ἱδρῶτος ἀποστήματος δεῖσθαι τὸν μέλλοντα κριθῆναι, δύναιτ’ἄν τις εἰρῆσθαι δοκεῖν ὑγιῶς, ἐάντε προστεθῇ τοῖς εἰρημένοις θεραπεύων αὐτὸς ἔγραψε, ἐμεῖντε κελεύων καὶ τὴν κοιλίαν ὑπάγειν, διδούςτε ποτὸν ὕδωρ καὶ μελίκρατον ὑδαρὲς ἑφθόν · ὥστε ἐὰν μετὰ τούτων τις λέγῃ, τὴν αἱμορραγίαν καὶ τὸν ἱδρῶτα καὶ τὸ ἀπόστημα λύειν τὸν καῦσον, ἄλλως δὲ μὴ δύνασθαι λυθῆναι, τάχα δόξει λόγον τινὰ ἐπιεικῆ λέγειν · ἐπιεικῆ δὲ εἶπον, ὡς μετρίως ἀληθεύοντα καὶ μᾶλλον τοῦ πρόσθεν, οὐ μὴν ἄμεμπτόν γε παντάπασιν · οὐ γὰρ ἀληθής ἐστιν λόγος. τὸ γὰρ κατὰ τοὺς ἀφορισμοὺς εἰρημένον, ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου λύσις, ἀληθέστατόν ἐστιν · ἕπεται δ’ἐξ ἀνάγκης τῷ ῥίγει τούτῳ ποτὲ μὲν ἱδρὼς μόνος, ἐνίοτε δὲ ἔμετος χολωδῶν μόνος κάτω διαχώρησις μόνη · πολλάκις δὲ τῶν εἰρημένων τριῶν γίγνεται τὰ δύο καί ποτε πάλιν τὰ τρία. τῶν γὰρ δύο τούτων ἀναγκαῖόν ἐστιν ἐπὶ τοῦ καύσου γίνεσθαι θάτερον, εἰ μέλλοι λυθήσεσθαι τελέως ἐκκριθῆναι τοὺς τελέως χολώδεις χυμοὺς σβεσθῆναι · διὸ καὶ παραλελεῖφθαι δόξει τὸ κυριώτατον ἴαμα τῶν καύσων τοῦ ψυχροῦ πόσις, διὰ παντὸς ἡμεῖς ἐθεραπεύσαμεν τοὺς καύσους, οὐδενὸς ἀποθανόντος, ψυχρὸν ὕδωρ ἐδώκαμεν ἐν τῷ προσήκοντι καιρῷ, περὶ οὗ κατὰ τὴν ἐξήγησιν τοῦ προτέρου μέρους τοῦδε τοῦ βιβλίου διῆλθον ἐπ’ὀλίγον, ἐν ἄλλοις δὲ ὑπομνήμασίτε καὶ συγγράμμασιν ἐπὶ πλέον. ἴσως οὖν οἰήσεταί μέ τις λέγειν μηδένα τῶν καυσουμένων τεθνήξεσθαι, πιόντα ψυχρὸν ὕδωρ ἐν τῷ προσήκοντι καιρῷ · καίτοι οὐ τοῦτο αὐτὸς εἶπον, ἀλλ’ὅτι πᾶσιν οἷς ἔδωκα παμπόλλοις οὖσιν ὡς μη δὲ μεμνῆσθαι τὸν ἀριθμὸν αὐτῶν, ἠκολούθησεν ὠφέλειάτε καὶ σωτηρία. τοῦτο δ’οὐ ταὐτόν ἐστι τῷ πάντως τοὺς καυσουμένους, ἂν πίωσι ψυχρὸν ὕδωρ, σωθήσεσθαι · οὕς γὰρ ὀλεθρίωςτε καὶ ἀσώστως ἔχοντας οὕτε δι’ἄλλου τινὸς οὔτε δι’ὕδατος σῶσαι δυνατόν ἐστιν, τούτοις οὐ δ’ἐπεχείρησα δοῦναι. τὸ δ’ἐπὶ τῷ τέλει τῆς ῥήσεως εἰρημένον, καὶ πτύσεται παχέα ἢν μέλλῃ ὑγιὴς ἔσεσθαι, παραφυλακτέον ἐστί σοι κατ’ἐκείνους μόνους τοὺς καύσους, ὁπόσοι πεπονθότος τοῦ πνεύμονος γίγνονται.

4.13

καύσου γένος ἄλλο. κοιλίη ὑπάγουσα δίψης ἐστὶ μεστή. γλῶσσα τρηχεῖα, ξηρὴ, ἁλικώδης. τὸ τοῦ γένους ὅνομα τοὺς παλαιοὺς Ἕλληνας εὑρίσκω καὶ κατὰ τῶν ὁμωνύμως λεγομένων ἐνίοτε φέροντας, τῶν μὲν ἕν ἐχόντων τὸ σημαινόμενον, ἐκ δὲ τῆς κατ’αὐτὸ τομῆς εἰς διαφορὰς πλείους ἀφικνουμένων · ἐφ’ πολλάκις εἰώθαμεν λέγειν γενικὰς εἶναι διαφορὰς τοῦδε τοῦ πράγματος δύο τρεῖς τέσσαρας ὅσας δυνατόν. ὄντων δὲ καὶ τῶν ὁμωνύμων διττῶν, τινῶν μὲν μη δ’ὅλως ἀλλήλοις κοινωνούντων, ὡς ὅταν κύνα τὸν ἐπίπεδόντε καὶ τὸν ἐνάλιον λέγωμεν · ἐνίων δὲ κοινωνούντων κατά τι τοῖς συνωνύμοις, ὅταν ἀφ’ἑνὸς ἔχωσι τὴν προσηγορίαν γεγενημένην · ποῦ ποτ’ἀναφέρωνται, προσεπισκεπτέον, ὡς εἴρηται, τὰ δύο γένη τῶν καύσων · γνωσθήσεται δ’ἀκριβῶς τοῦτο τοῦ κατὰ τοὔνομα λόγου, τῆς οὐσίας ἑκατέρου δηλωθείσης. ἐπεὶ δ’ λόγος ὑπὸ τῆς ἐννοίας κρίνεται, σκεπτέον εἰ τὴν ἔννοιαν ἔχομεν τοῦ καύσου πυρετοῦ σύμφωνον οὕτως, ὥσπερ ἀνθρώπου καὶ βοὸς καὶ ἵππου · ἐκπίπτειν δὲ τοῦ λόγου μέλλοντος εἰς μῆκος μεῖζον καθ’ὑπόμνημα, συνελεῖν αὐτὸν ὥσπερ καὶ τοὺς ἄλλους, εἰς βραχὺ κεφάλαιον σπεύσομεν ἀρχὴν τῷ λόγῳ τήνδε ποιησάμενοι. τὸν καῦσον πυρετὸν εὑρίσκω τοὺς ἰατροὺς λέγοντας, ὅταν θερμασία διακαίῃ τὸν ἄνθρωπον, ἄπαυστόντε τὸ δίψος ἔχῃ · καὶ εἴπερ οὕτως ἔχει τοῦτο, τὸν μὲν ἄνευ τοῦ διακαίειν τὸ σῶμα δίψαν παρηγορουμένην ἔχοντα καῦσον μὲν ἁπλῶς, ἀκριβῆ δὲ καὶ γνήσιον οὐκ ἐροῦμεν · ἐξ ἡμίσεος δ’ὄντα τοιοῦτον οὐ χεῖρον ὀνομάσαι συντόμου διδασκαλίας ἕνεκα νόθον καῦσον, ὥσπερ ἐπὶ τῶν τριταίων πυρετῶν εἰώθαμεν χρῆσθαι ταῖς προσηγορίαις. οὕτως ἀκουσόμεθα τοῦ δύο εἶναι γένη καύσων πυρετῶν, ὡς εἴ γε καὶ γένη τριταίων τις εἴποι δύο, τὸν μὲν ἀκριβῆτε καὶ γνήσιον, ἕτερον δὲ νόθον, τινὰ μὲν πάρεστι τῶν τούτου συμπτωμάτων, ἔνια δ’οὔ. ὅτι δ’ δεύτερος καῦσος, ὑπὲρ οὗ νῦν πρόκειται λέγειν, οἷον ἐλλιπής τίς ἐστι καὶ οὐ τελέως διηκριβωμένος εἴσῃ σαφῶς προσέχων τὸν νοῦν τοῖς ὑπ’αὐτοῦ συγγραφέως εἰρημένοις συμπτώμασιν ὑπ’αὐτοῦ γίνεσθαι. κατὰ μὲν γὰρ τὴν ἀρχὴν ἔφη, κοιλίη ὑπάγουσα, δίψης μεστὴ, γλῶσσα τρηχείη, ξηρὴ, ἁλικώδης, μὴ προσθεὶς προσέθηκεν ἐπὶ τοῦ προτέρου · γὰρ νόθος τῶν τοῦ γνησίου καύσου συμπτωμάτων τὸ μὲν ἕτερον ἔχει, τὸ δ’ἕτερον οὐκ ἔχει. πάλιν ἐφεξῆς εἰπὼν τὴν γλῶτταν εἶναι τραχεῖαν καὶ ξηρὰν οὐ προσέθηκε τὸ μέλαιναν, ὥσπερ ἐπὶ τοῦ προτέρου, ἀλλὰ ἀντὶ τούτου τοῦ συμπτώματος εἶπεν ἁλικώδη. ὥσπερ γὰρ ὅταν γλῶττα γένηται πικρὰ, τὴν ξανθὴν ἐνδείκνυται πλεονάζειν χολὴν, οὕτως ὅταν ἁλικὴ, τὸν ἁλικόντε καὶ ἁλμυρὸν ὀνομαζόμενον χυμὸν, ὅστις ἕν τι τῶν τοῦ φλέγματός ἐστιν εἰδῶν, τριῶν ὄντων, ὡς ἔμαθες, ὀξέος, ἁλμυροῦ, γλυκέος · ὥσπερ οὖν πρότερος καῦσος ἐπὶ τῇ πικρᾷ χολῇ συνιστάμενος ἐκκρίσεις ὠχρὰς εἰργάζετο κατὰ διττὴν αἰτίαν, ὅτιτε λεπτὸς ἦν ὅτιτε κατ’αὐτὸν διακαὴς πυρετὸς ηὐξάνετο, προσεγγενομένης ἐν αὐτῷ τῆς ξανθῆς χολῆς, οὕτω γοῦν φλεγματώδης χυμὸς οὔτ’εὔκριτος ὣν οὔτε αὐξάνει τοὺς πυρετοὺς οὔτε φλογώδη τὴν δίψαν ἔχει οὔτε ἐμπνευματοῦται. καὶ διὰ τοῦτο εἴρηκεν ἐπ’αὐτοῦ, κοιλίη ὑπάγουσα, διαχωρεῖν αὐτὴν μόνην δηλώσας, ἐναντίον ὂν τῷ μὴ διαχωρεῖν · ὑπέρχεται μὲν γὰρ τούτοις γαστὴρ, οὐ μὴν κατὰ χυμοῦ τινος ἰδέαν, ἀλλ’αὐτῶν τῶν προσφερομένων ἐν τροφῆς μοίρᾳ διαφθειρομένων. οὐ γὰρ ἐπὶ πομάτων οὗτοι διαιτῶνται, καθάπερ οἱ πλεῖστοι τῶν τὸν πρότερον καῦσον νοσούντων · ἐπειδὴ σύντομον ἐκεῖνοι τὴν ἔκκρισιν ἔχουσιν, ἐπὶ λεπτῷ καὶ ζέοντι χυμῷ συνιστάμενοι, βραδεῖαν δ’οὗτος διὰ τὸ ψυχρὸν καὶ γλίσχρον καὶ παχὺ τῆς τοῦ φλέγματος οὐσίας. οὔκουν ἐνδέχεται ποτῷ μόνῳ χρῆσθαι τοὺς οὕτως νοσοῦντας · τοῦτο γὰρ ἐμάθομεν ἐπὶ τῶν μελλόντων πέττεσθαι περὶ τὴν εʹ τὴν ζʹ ἡμέραν, ἰσχυρᾶς οὔσης δηλονότι τῆς δυνάμεως · εἰ δ’εἰς τὴν θʹ ιδʹ κʹ ἐμπίπτειν μέλλει τὸ νόσημα, χυλῷ πτισάνης ἐξ ἀρχῆς ἐπ’αὐτοῦ χρώμεθα.

4.14

οὔρων ἀπόληψις, ἀγρυπνίη, ἀκρωτήρια ἐψυγμένα. οὔρων ἀπόληψις. εἴωθε λέγεσθαι παρ’αὐτοῦ ὅταν οὐκ ἀξιολόγως, μη δ’ὅλως φέρηται · γίγνεται δὲ τοῦτο κατὰ τὸν προκείμενον ἐν τῷ λόγῳ καῦσον, ἐπὶ τῷ πάχει τοῦ χυμοῦ. ἀγρυπνίη. τοῦτο κοινὸν ἀμφοτέρων τῶν καύσων καὶ διὰ τοῦτο κατὰ τὸν πρότερον ἐμνημόνευσεν αὐτοῦ, καὶ γὰρ γίγνεται μᾶλλον ἐπ’ἐκείνου, διότι κεφαλὴ μᾶλλον ἐκπυροῦται. ἀκρωτήρια ἐψυγμένα. τοῦτο τὸ σύμπτωμα τοῦ δευτέρου ἐστὶ καύσου · οὐ δεῖ δὲ ἁπλῶς εἰρῆσθαι τὸν λόγον, ἀλλὰ μετὰ διορισμοῦ τινος · οὐ γὰρ ἀεὶ τοιοῦτός ἐστιν, ἀλλ’ὅταν κακοήθης . κατὰ μὲν γὰρ τοὺς χολώδεις καὶ διακαεῖς πυρετοὺς, ἄχρι τῶν περάτων τοῦ σώματος ἐκτείνει τὴν θερμασίαν, κᾂν μὴ κακοήθης καῦσος , κατὰ δὲ τοὺς φλεγματικοὺς καπνώδης τῆς θερμασίας οὐσία, ὅταν ἐν τοῖς κατὰ γαστέρα χωρίοις τὸ ἧπαρ τὸν πνεύμονα γένηται σῆψις ἁλικοῦ χυμοῦ, δι’ἐκείνην μὲν πυρώδης θερμασία γίγνεται · κακοηθευσαμένου δὲ τοῦ νοσήματος, ἀκρωτήρια ψύχεται διὰ τὴν ἀρρωστίαν τῆς δυνάμεως, καὶ τὸ μέγεθος τῆς φλεγμονῆς ἐφ’ἑαυτὴν ἑλκούσης πᾶν τὸ αἷμα · χωρὶς γὰρ τούτων οὐκ ἂν ὀλέθριον γένηταί ποτε τὸ νόσημα

4.15

τῷ τοιούτῳ ἢν μὴ αἷμα ἐκ ῥινὸς ῥυῇ, ἀπόστημα περὶ τὸν τράχηλον γένηται, σκελέων ἄλγημα, καὶ πτύσματα παχέα πτύσῃ (ταῦτα δὲ ξυστάσης τῆς κοιλίης γίνεται) ἰσχίων ὀδύνη, αἰδοίου πελίωμα, οὐ κρίνεται, καὶ ὄρχις ἐνταθεὶς, κριτικόν. ὅτι δι’ἀποστημάτων μᾶλλον ἐκκρίσεων οἱ ἐπὶ φλέγματι σηπομένῳ γινόμενοι πυρετοὶ τὴν λύσιν ἔχουσι πολλάκις δέδεικται · κατὰ δὲ τὸν προκείμενον καῦσον, οὐκ ἀποστημάτων μόνον ἐμνημόνευσεν, ἀλλὰ καὶ προσέθηκε καὶ αἱμορραγίαν, γινομένην ἐπ’ἐκείνων μᾶλλον τῶν καύσων, ἐφ’ὧν τοῦ πάθους σύστασις ἐν τῷ πνεύμονι γίγνεται · θερμαινομένη γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσιν κεφαλὴ πληροῦται τοῦ αἵματος, ἀποχεῖτε τὸ πλεονάζον αὐτοῦ, ῥηγνυμένων ἀναστομουμένων τῶν φλεβῶν, διὰ δὲ τὴν αὐτὴν αἰτίαν καὶ περὶ τὸν τράχηλον ἀποστήματα καὶ παρωτίδες γίνονται τοῖς οὕτω πάσχουσιν. ὅσοις δὲ τοῦ πάθους σύστασις ἐν τοῖς κατὰ τὴν νῆστιν τὸ ἧπαρ ἐγένετο μέρεσι, κάτω μᾶλλον αἱ ἀποστάσεις τούτοις συμπίπτουσιν, ὥστε καὶ τῶν ἰσχίων ὀδύνη καὶ τὸ τοῦ αἰδοίου πελίωμα καὶ τοῦ ὄρχεως ἔντασις τοῖς οὕτω κάμνουσι μᾶλλον συμβαίνει. γίνεται δ’ἔντασις ὄρχεως ἐνίοτε μὲν ὑπὸ τῆς καθ’ἑαυτὸν φλεγμονῆς, ἐνίοτε δὲ ὑπό τινος τῶν ἄνω φλεγμαινόντων ἑλκομένου. τὸ δὲ καὶ πτύσματα παχέα πτύειν ἐνίους αὐτῶν ἐπὶ τῶν κατὰ τὸν πνεύμονα πάθος ἐχόντων εἴρηται, πέψεως ἤδη γεγονυίας. εὔδηλον οὖν ἐκ τούτου τὸ συγκεχυμένον καὶ ἄτακτον καὶ ἀδιόριστον τῆς διδασκαλίας, ὅπερ ὑποτυπώσει μὲν ἕνεκα συγγραμμάτων γιγνομένῃ πρέπει, συγγράμματι δ’οὐδαμῶς ἐστιν οἰκεῖον · ἐπὶ γὰρ πολλοῖς μέρεσι πεπονθόσι γιγνομένων τοιούτων πυρετῶν ἐχρῆν ἐφεξῆς συμπτωμάτων γεγράφθαι τὸν κατάλογον καὶ μὴ ἀδιορίστωςτε καὶ ἀτάκτως, ἀλλ’ κατὰ τὸ οἰκεῖον προκείμενον νόσημα ποιεῖν. καὶ τὸ, κοιλίη ὑπάγουσα, κατὰ τὸν αὐτὸν εἴρηται τρόπον, οὐχ ὡς ἀεὶ τοῖς καύσοις ὑπάρχοντος τοῦ συμπτώματος, ἀλλ’ὡς ἐνίοτε, τοῖς γὰρ ἐν τῇ γαστρὶ τὴν εἰρημένην διάθεσιν ἔχουσι διαφθειρομένων τῶν σιτίων αἱ διαχωρήσεις ὑγραὶ, τοῖς δ’ἐν τῷ πνεύμονι ἔχουσι τῆς γαστρὸς ἀπαθοῦς ὑπαρχούσης οὐκ ἀνάγκη τὰ διαχωρούμενα τοιαῦτα εἶναι, τοὐναντίον γὰρ ἐνίοτε τοῖς οὕτω διακειμένοις συμβαίνει σκληρὰν καὶ δυσδιαχώρητον εἶναι τὴν γαστέρα. καὶ μὴν δὴ καὶ οἷς κατὰ τὸ ἧπάρ ἐστιν οἷον ῥίζα τοῦ καύσου καὶ τοῖς διὰ τὸ ἧπαρ καυσουμένοις, ποτὲ μὲν ἔκκρισις ὑγρὰ, ποτὲ δὲ ξηρὰ τὰ διαχωρήματα αὐτῶν ἐκκρίνεται, οἷον τὰ καλούμενα σπυραθώδη, κατωπτημένων δηλονότι τῶν σκυβάλων ὑπὸ τῆς ἐν τῷ σπλάγχνῳ φλεγμονῆς. ὅταν μὲν οὖν φλεγμαίνῃ μόνον, τοῦτο ἐργάζεται · ὅταν δὲ σὺν τῇ φλεγμονῇ καὶ ἀτονία, ὑγρὰ διαχωροῦσι μὴ δυναμένου τοῦ σπλάγχνου πρὸς ἑαυτὸ τὴν τροφὴν ἕλκειν. διορίζεται δὲ τὰ τοιαῦτα διαχωρήματα τῶν ἀπὸ τῆς γαστρὸς πεπονθυίας γενομένων τῷ κεχυλῶσθαι.

4.16

ῥοφήματα ἐπισπαστικὰ δίδου. πολλάκις εἴωθα λέγειν, ὡς ἀσαφὴς λέξις οὐδὲν διδάσκει, τοῦτο καὶ νῦν ἐρῶ. τοῖς γὰρ διὰ φαυλότητα φλέγματος νοσοῦσι ποτὸν μὲν ὀξύμελι χρησιμώτατόν ἐστι, τροφὴ δὲ χυλὸς πτισάνης · ἀλλ’ὅμως ἐγὼ, καίτοι γινώσκων ταῦτα καὶ παρ’ἑτέρου μαθὼν οὐδενὸς, οὐκ ἔχω μαντεύεσθαι τίνα ποτὲ λέγει τὰ ἐπισπαστικὰ ῥοφήματα. τὸ γὰρ ὀξύμελι τμητικόντε καὶ διαιρετικὸν καὶ ῥυπτικὸν ἐγχωρεῖ λέγειν, ἐπισπαστικὸν δ’οὐδαμῶς, ὅτι γε οὐ δυνάμεθα δεῖξαι τὸ ἐπισπώμενον ὑπ’αὐτοῦ · οὕτως οὐ δὲ τὸν τῆς πτισάνης χυλὸν ἐπισπαστικὸν εἶναι φαίημεν. ἴσως οὖν ἐρεῖ τις κελεύειν αὐτὸν τὴν γαστέρα ὑπάγειν τοῖς ἐπισπαστικοῖς, τουτέστι τοῖς ἐπισπωμένοις τὸν παχὺν χυμὸν, ὁποῖός ἐστι καὶ τοῦ φλέγματος · ἀλλ’οὐκ ἂν εἶπε ῥοφήματα · φαρμάκων γὰρ τὸ τοιοῦτον ἔργον, οὐ ῥοφημάτων ἐστὶν, ὥσπερ οὐ δὲ πομάτων. πρόδηλον οὖν γέγονεν, ὡς ἐν ταῖς ἀσαφέσι λέξεσιν οὐδὲν γινώσκομεν βέβαιον, καὶ διὰ τοῦτο οὐ δὲ ταύτῃ τῇ λέξει ἐπιχειροῦμεν, οὐδὲν γὰρ ὡρισμένον οὐ δὲ βέβαιον παρ’αὐτῆς ἐστιν εὑρεῖν · ἀλλ’οὐκ οἶδ’ὅπως ἄνθρωποι, καθάπερ καὶ ἄλλα πολλὰ φανερῶς ἁμαρτάνουσιν, οὕτω καὶ τὸ χαίρειν τοῖς ἀσαφῶς εἰρημένοις · καίτοι πάντες ὥσπερ ἐξ ἑνὸς στόματος τὴν μὲν σαφήνειαν ἀρετὴν εἶναι ἑρμηνείας λέγουσι, τὴν δὲ ἀσάφειαν κακίαν.

4.17

τὰ δὲ ὀξέα πάθεα φλεβοτομήσεις, ἢν ἰσχυρὸν φαίνηται τὸ νόσημα καὶ οἱ ἔχοντες ἀκμάζωσι τῇ ἡλικίῃ καὶ ῥώμη παρῇ αὐτέοισιν. οὗτος λόγος ἄξιός ἐστιν Ἱπποκράτους · θαυμάζω δὲ πῶς οὐκ ἔγραψεν αὐτὸν ἐν ἀφορισμοῖς · ἐν ὀλίγῃ γὰρ τῇ λέξει δύναμίς ἐστι μεγάλη, καθάπερ ἐν τοῖς ἀφορισμοῖς. περὶ γοῦν τῶν φλεβοτομίας χρῃζόντων εἴρηται πολλάκις τοῖς ἰατροῖς, ὧν τὰ δοκοῦντα πιθανώτατα περὶ φλεβοτομίας ἀσφαλῶς εἴρηται διὰ δυοῖν βιβλίων ὑπ’ἐμοῦ γεγραμμένων · τὸ μὲν οὖν ἕτερον αὐτῶν ἐπιγέγραπται περὶ φλεβοτομίας, ἐν τὰ πάντα χρήσιμα διδάσκεται · τὸ δ’ἕτερον γέγραπται, ὡς ἔφην, τοῖς ἰατροῖς τοῖςτε ἐμπειρικοῖς καὶ δογματικοῖς. οἱ δ’ἀμέθοδοι Θεσσάλειοι καθάπερ καὶ τἄλλα χωρὶς ἀποδείξεως ἁπλῶς λέγουσιν, οὕτω καὶ τὴν φλεβοτομίαν ἀπεφήναντο χαλαστικὸν εἶναι βοήθημα · τὸ χαλαστικὸν δ’αὐτὸ διαφόρως ἐξηγοῦνται, καθὼς δέδεικταί μοι διὰ τῶν ἐμῶν ὑπομνημάτων περὶ τῆς μεθοδικῆς αἱρέσεως ἐπισκεπτομένῳ. τῷ μὲν οὖν ἅπασαν ἀναλέξασθαι τὴν περὶ τῆς φλεβοτομίας ἱστορίαν βουλομένῳ πάρεστιν ἀναγινώσκειν τάθ’ἡμέτερα καὶ τὰ τῶν ἄλλων ἰατρῶν βιβλία · νυνὶ δὲ αὐτὸ τὸ κεφάλαιον αὐτῆς ἄκουσον, εἰς ὀλίγους τέως ἀνηνεγμένον σκοπούς. φλεβοτομήσεις γὰρ πρῶτον, εἴ σοι φαίνοιτο μέγα τὸ νόσημα · φανερῶς ἀπὸ τοῦ νοουμένου πηλίκου τῷ βοηθήματι χρῆται διὰ τὰ ἰσχυρὰ πάθη · οὐ διαφέρει γε μὴν ἰσχυρὸν μέγα νόσημα φάναι. δεύτερος σκοπὸς τῆς φλεβοτομίας ἐστὶν, εἰ ἀκμάζει κατὰ τὴν ἡλικίαν κάμνων · οὔτε γὰρ παῖς οὔτε γέρων φέρουσι τὴν φλεβοτομίαν, οὐ δ’ἂν μέγα νόσημα νοσῶσιν. δὲ δὴ τρίτος σκοπὸς εἴρηται τῷ συγγραφεῖ τῆς ζωτικῆς δυνάμεως ῥώμη · καὶ γὰρ καὶ τῶν ἀκμαζόντων ἐν ταῖς νόσοις οὐ διὰ πάντος ῥώμη ἐμφανεῖται. ἴσως οὖν τινι δόξει τὰ δύο ἀρκεῖν μόνα σκοποὺς ὑποθέσθαι φλεβοτομίας, μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως · γάρτοι γέρων οὐ διὰ τὴν πολυετίαν αὐτὴν καθ’ἑαυτὴν, ἀλλὰ διὰ τὴν ἀσθένειαν τῆς δυνάμεως οὐ φέρει τὴν φλεβοτομίαν. ἀλλ’οἵ γε παῖδες ἰσχυροὶ τὴν ζωτικὴν δύναμιν ὄντες, ὅμως οὐ δ’αὐτοὶ τὴν φλεβοτομίαν ἀνέχονται · διαφορεῖται γὰρ αὐτῶν ἑτοίμως οὐσία, διάτε τὴν ὑγρότητα καὶ διὰ τὴν θερμότητα τῆς κράσεως · οὔκουν δέονται φλεβοτομίας, σύμφυτον ἔχοντες τὴν ἐκ τῆς κράσεως κένωσιν. διὰ ταῦτα γὰρ οὖν οὐκ ἀρκεῖ μέγεθος νοσήματος καὶ ῥώμην δυνάμεως σκοποὺς εἶναι φλεβοτομίας, ἀλλ’ἄμεινον εἶναι προστιθέναι καὶ τὴν τῶν ἀκμαζόντων ἡλικίαν. τό γε μὴν ἐν ἀρχῇ τῆς ῥήσεως ἄξιον ἐπισκέψασθαι, ὅπως εἴρηται, τὰ ὀξέα πάθεα φλεβοτομήσεις · τῶν δὲ χρονίων πῶς οὐκ ἐμνημόνευσεν. ἐπειδὴ περὶ τῶν ὀξέων αὐτῷ νῦν ἐστιν διδασκαλία καὶ διὰ τοῦτο περὶ τούτων μόνον ἐμνημόνευσε · δέονται γὰρ καὶ τῶν χρονίων πολλὰ φλεβοτομίας, ὅταν καὶ αὐτὰ τοῖς εἰρημένοις τρισὶν ὑπάγηται σκοποῖς. ὀρθῶς δὲ πάντων τούτων εἰρημένων, οὐκ ὀρθῶς ὑποληπτέον κεκρίσθαι πρός τινων, ὧν ἐστι καὶ Μηνόδοτος ἐμπειρικὸς, ἐπὶ μόνῃ τῇ πληθωρικῇ καλουμένῃ συνδρομῇ φάσκων τετηρῆσθαι φλεβοτομίαν · ἡμεῖς δὲ καὶ μὴ παρούσης αὐτῆς φλεβοτομοῦμεν, ὅταν ὀδύνη σφοδρὰ καταλαμβάνῃ τὸν ἄνθρωπον ἐξαίφνης θλασθῇ τι μόριον ὀστοῦν ἐξωσθῇ κατὰ ἄρθρον ἄλλο τι ἄρθρον συναρθῇ · οὐ φλεβοτομοῦμεν δὲ ἀεὶ, καίτοι τῆς πληθωρικῆς συνδρομῆς γενομένης, διὰ δὲ τρίψεως καὶ λουτρῶν πλειόνων καὶ διαίτης ἐνδεοῦς, ἡμέραις δύο καὶ τρισὶν εἰς τὸ κατὰ φύσιν ἄγομεν. εἴρηται δὲ περὶ τούτων ἐπὶ πλέον ἐν τῷ περὶ πλήθους καὶ ἐν τῷ περὶ φλεβοτομίας, ἔτι δὲ ἐν τῷ τῆς θεραπευτικῆς μεθόδου βιβλίῳ. ἱκανὰ μὲν οὖν καὶ ταῦτα εἰς τὸ παρὸν, ὡς ἐν ὑπομνήματι, περὶ φλεβοτομίας εἰρῆσθαι · προσθήσω δὲ, ἕνεκα τοῦ μηδὲν λείπειν, τὸν ἀπὸ τοῦ περιέχοντος ἡμᾶς ἀέρος σκοπὸν, ὅταν θερμὸς ἱκανῶς καὶ ξηρὸς, ὡς διαφορεῖσθαι ταχέως ὑπὸ τούτου τὸ σῶμα · τηνικαῦτα γὰρ ἀφιστάμεθα τῆς φλεβοτομίας, εἰ καὶ μέγα τὸ νόσημα καὶ ἀκμάζων ἄνθρωπος εἴη. τοῦτ’οὖν συγγραφεὺς τοῦ βιβλίου παρέλειψε μόνον, γράψας τὰ λοιπὰ καὶ τὴν ἕξιν αὐτοῦ πάσχοντος σώματος · ἀλλ’ἐπὶ προήκοντί γε τῷ γράμματι καὶ τῆς ἕξεως ἐμνημόνευσε, δυναμένης καὶ τὰς τῆς ἡλικίας διαφορὰς ἐν ἑαυτῇ περιλαβεῖν, ὡς δείξω.

4.18

ἢν μὲν οὖν σύναγχος , ἐκλεικτοῖσιν ἀνακάθαιρε, ἤντ’ἄλλο τι τῶν πλευριτικῶν · ἢν δὲ ἀσθενέστεροι φαίνωνται, ἢν καὶ πλέον τοῦ αἵματος ἀφέλῃς, κλυσμῷ κατὰ κοιλίην χρέεσθαι διὰ τρίτης ἡμέρας, ἕως ἂν ἐν ἀσφαλείῃ γένηται νοσέων καὶ λιμοῦ χρῄζοι. συνάγχη τῶν κατὰ τὸν φάρυγγα μερῶν ἐστι φλεγμονὴ, δυναμένη μετὰ τὴν φλεβοτομίαν ἐκλεικτοῖς ἀνακαθαίρεσθαι, τουτέστιν αὐτὰ τὰ περιεχόμενα κατὰ τὰ φλεγμαίνοντα μόρια, κενοῦσθαι διὰ τῶν πτυσμάτων · τὸ γὰρ ἀκάθαρτον σῶμα καὶ περιττωματικὸν, ἐκκενούμενον, εἰκότως ἄν τις καθαίρεσθαι λέγοι. τὰ δ’ἄλλα νοσήματα τὰ ὀξέα παραλείψας περὶ τοῦ πλευρίτου εἴρηκεν, ὡς κᾀν τῷ πρώτῳ μέρει τοῦ βιβλίου πεποίηκεν · ἢν δὲ ἀσθενέστεροι, φησὶν, εἶναί σοι δοκῶσιν διὰ τὸ πλῆθος τοῦ κατὰ τὴν φλεβοτομίαν ἀφαιρεθέντος αἵματος καὶ ἄλλως, ἀντὶ τοῦ καθαίρεσθαι κλυστῆρι χρῶ διὰ τρίτης ἡμέρας. χαλασθέντος γὰρ τοῦ σώματος ὑπὸ τῆς φλεβοτομίας, ὅσον ὑπολείπεται κατὰ ποιότητα μοχθηρὸν τῶν νοσαζόντων χυμῶν, τοῦτο διὰ τῶν κλυστήρων ἐκκενῶσαι βούλεται. πρόδηλον δέ ἐστιν ὅτι σκοπὸν ἔχει οὐ μόνον ὑπάγειν τὰ περιττώματα τῆς τροφῆς, ἀλλὰ καὶ τὸν πεπονθότα τόπον ἐκκαθαίρειν. τὸ δὲ προσκείμενον ἐπὶ τῇ τελευτῇ τοῦ λόγου, τὸ καὶ λιμοῦ χρῄζοι, δῆλον τοῖς μεμνημένοις τῶν ἐν τῷ πρώτῳ μοι βιβλίῳ διδαχθέντων.

4.19

φλεγμαίνοντα ὑποχόνδρια μὴ πνευμάτων ἀπολήψει, φρενῶν ἐντάσιες πνευμάτων προτάσιες, ὀρθοπνοίης ξηρῆς, οἷσι μὴ πῦον ὕπεισιν, ἀλλὰ ὑπὸ πνευμάτων ἀπολήψιος τὰ παθήματα ταῦτα ἐπιγίνεται · μάλιστα δὲ καὶ ἥπατος περιωδυνίαι καὶ σπληνὸς βάρεα καὶ ἄλλαι φλεγμασίαιτε καὶ ὑπὲρ φρενῶν περιωδυνίαιτε καὶ ξυστροφαὶ νοσημάτων, οὐ δύνανται λύεσθαι, ἤν τις πρότερον ἐπιχειρέῃ φαρμακεύειν, ἀλλὰ φλεβοτομίη τῶν τοιῶνδε ἡγεμονικόν ἐστιν · ἔπειτα δὲ ἐπὶ κλυσμῶν, ἢν μὴ μέγα καὶ ἰσχυρὸν τὸ νόσημα · εἰ δὲ μὴ καὶ ὕστερον φαρμακείης δεῖ. δέεται δὲ καὶ ἀσφαλείης καὶ μετριότητος μετὰ φλεβοτομίην φαρμακείη. κατάλογός ἐστι νοσημάτων φλεβοτομίας μὲν πρότερον, ἐπ’αὐτῆς δὲ καθάρσεως δεομένων, ὧν πρῶτον ἁπάντων γέγραπται φλεγμαίνοντα ὑποχόνδρια · οὐ κατὰ τὸ τοῦ Ἱπποκράτους ἔθος ἄκουε τῆς φλεγμαίνοντα φωνῆς. καὶ γὰρ πάντα τὰ φλογώδη καὶ θερμὰ δηλοῦνται τῶν νοσημάτων, ἐρυσιπέλατα, ἕρπητες, ἄνθρακες, αὐταὶ αἱ ἰδίως ὀνομαζόμεναι φλεγμοναί · ἅπαντες δὲ οἱ νεώτεροι τῶν ἰατρῶν καθ’ἑνὸς εἴδους τῶν φλεγμαινόντων σωμάτων ἐπιφέρουσι τὸ πάλαι ἁπάντων κοινὸν ὄνομα καὶ καλοῦσιν οὕτως μόνον ἐκεῖνον τὸν ὄγκον, ὃς ἀντίτυπόςτε καὶ ὀδυνηρὸς μετὰ θερμασίας πολλῆς. ὄντων δὲ καὶ ἄλλων ὄγκων παρὰ φύσιν, οἷον τοῦτε σκίρρου καὶ τοῦ καλουμένου παρὰ τοῖς νεωτέροις ἰατροῖς οἰδήματος (ἦν γὰρ καὶ τοῦτο πάλαι κοινὸν ὄνομα πάντων τῶν παρὰ φύσιν ὄγκων, ἔτι δὲ καὶ τῆς ἐμπνευματώσεως) εἴρηται μὲν ἡμῖν ἑτέρωθι δι’ἑνὸς βιβλίου περὶ τῶν παρὰ φύσιν ὄγκων · ἐν δὲ τῷ νῦν ἐνεστῶτι λόγῳ καθάπερ τὰ ἄλλα, διὰ κεφαλαίων καὶ τοῦτο εἴρηται. σκίρρος μὲν ἀντίτυπος ὄγκος καὶ ἀνώδυνος, δὲ πνευμάτωσις γίνεται διττῶς, ἤτοι κατά τινας αἰσθητὰς κοιλότητας ἀθροιζομένου πνεύματος φυσώδους λόγῳ θεωρητάς · ἐνίοτε γοῦν τινες ὄγκους παρὰ φύσιν ἐν μυσὶν ἔτεμον, ὡς ἐν βάθει πῦον εὑρήσοντες, εἶθ’εὗρον οὐδὲν ἄλλο πλὴν πνεύματος ἐν ἁπάσῃ τῇ σαρκὶ κατὰ μικρὰ παρεσπαρμένου. καὶ μέντοι καὶ θρόμβους ἐνίοτε μόνους οἱ οὕτω τέμνοντες, γλίσχρον ὑγρὸν εὗρον μυξῶδες. ἀλλ’ἐπὶ τῶν τοιούτων ὄγκος κατὰ τὸν θρόμβον τὴν μύξαν ἦν, ὡσαύτως φαινομένης διακεῖσθαι τῆς σαρκός · τὸ δὲ πνεῦμα κατὰ βραχύ ἐστι διεσπαρμένον ἐν ταύτῃ. κατὰ τοίνυν τὴν προκειμένην ἐν τῷ λόγῳ ῥῆσιν τὰ φλεγμαίνοντα ὑποχόνδρια φαίνεταί μοι μὴ κατὰ τὸ σύνηθες Ἱπποκράτει σημαινόμενον εἰρῆσθαι · τίνα γὰρ ἕξει νοῦν τὸ προσκείμενον αὐτῇ, μὴ πνευμάτων ἀπολήψει, τῆς φλογώδους θερμασίας ἐν ὑποχονδρίοις, ἄντε μετὰ πνεύματος , ἄντε μὴ, τὴν αὐτὴν ἔνδειξιν ἐχούσης; οὐ μὴν οὐ δ’οὕτως ἔοικεν εἰπεῖν, ὡς ἐπὶ συνόδου λέγεσθαι φλογώσεωςτε καὶ πνευμάτων ἀπολήψεως γιγνομένων, ὅπερ ἐστὶ ψεῦδος · οὐδέποτε γὰρ τοῦ πνεύματος ἀπόληψις ἐπιφέρει φλογώδη διάθεσιν ἐν ὑποχονδρίῳ. ἔοικεν οὖν γράψας ταῦτα φλεγμαίνοντα λέγειν ὑποχόνδρια τὰ εἰς ὄγκον ᾐρμένα. τούτοις ἐφεξῆς ἐμνημόνευσε φρενῶν ἐντάσεως, εἶτα πνευμάτων προτάσεως. μὲν οὖν τῶν φρενῶν ἔντασις εὔδηλός ἐστι, τὰ δὲ προστεταμένα πνεύματα ἔοικε λέγειν, τὰ οἷον ἐγκοπτόμενα περὶ ὧν ἐν τῷ προτέρῳ μέρει τοῦ βιβλίου τοῦδε γέγραπται, πνεῦμα προσπταῖον ἐν τῇ ἄνω φορῇ, καὶ λέλεκται περὶ αὐτοῦ κατὰ τὴν ἐξήγησιν ἐκείνης τῆς λέξεως. ξηρὰν δὲ ὀρθόπνοια εἴρηκε τὴν χωρὶς πτυσμάτων ἄνευ βήξεως ἰσχυρὰν οὕτω δύσπνοιαν, ὡς μὴ φέρειν τὴν κατάκλισιν, ἀλλὰ πνίγεσθαι, περὶ ἧς ἔμαθες ὡς ὑπὸ στενοχωρίας γίγνοιτο τῶν κατὰ τὸν πνεύμονα κοιλιῶν τοῦ πνεύματος, αἵτινες τοῦτο πάσχουσι κατακειμένων μὲν μᾶλλον, ἑστώτων δ’ἧττον, ἀνακαθημένων γε δηλονότι πάντων ὀρθῶς τῶν κατὰ τὸν θώρακα, διὸ καὶ καλεῖται ὀρθόπνοια · γιγνομένης δ’αὐτῆς ἐνίοτε μὲν διὰ φλεγμονὴν τοῦ σπλάγχνου, καθάπερ ἐν περιπνευμονίαις, ἐνίοτε δὲ τῶν βρόγχων πεπληρωμένων, φλεβοτομίας δεῖσθαί φησι τοὺς ὀρθόπνοιαν πάσχοντας, οἷς μὴ πῦον ἤθροισται (πρόδηλον γὰρ ὡς ἐκεῖνοι κενωθῆναι χρῄζουσι τὸ πῦον), τοὺς δ’ὑπὸ πνεύματος ἀπολήψεως, ὅπερ ἐστὶ στενοχωρουμένου τοῦ πνεύμονος, ταῦτα πάσχοντας, φλεβοτομητέον ἐστί σοι. ὡσαύτως δὲ καὶ ἥπατος περιωδυνίας καὶ σπληνὸς καὶ τὰς ἄλλας ἁπάσας φλεγμασίας ὀνίνησιν φλεβοτομία καὶ συμπάσας τὰς συστροφὰς τῶν νοσημάτων. εἰκὸς δ’ἐστὶ συστροφὰς εἰρῆσθαι νοσημάτων ὑπ’αὐτοῦ, τὰς ὑπὸ τοῖς ὀγκουμένοις μορίοις γιγνομένας · ἀκούω γὰρ καὶ νῦν πολλῶν ὀνομαζόντων οὕτως ἐπὶ τῆς ἡμετέρας Ἀσίας πάντας τοὺς παρὰ φύσιν ὄγκους. ἐπὶ τούτων γὰρ ἀπαγορεύεσθαι δεῖ καθαίρειν, πρὸ τοῦ φλεβοτομῆσαι, καίτοι τοῦτον τὸν λογισμὸν ἐφεξῆς αὐτὸς ἐρεῖ κατὰ τήνδε τὴν ῥῆσιν.

4.20

ὁκόσοι δὲ τὰ φλεγμαίνοντα ἐν ἀρχῇ τῶν νούσων εὐθέως ἐπιχειροῦσι λύειν φαρμακείῃ, τοῦ μὲν ξυντεταμένου καὶ φλεγμαίνοντος οὐδὲν ἀφαιρέουσιν, οὐ γὰρ διαδιδοῖ ὠμὸν ἐὸν τὸ πάθος · τὰ δ’ἀντέχοντα τῷ νοσήματι καὶ ὑγιεινὰ συντήκουσιν. ἀσθενέος δὲ τοῦ σώματος γιγνομένου τὸ νόσημα ἐπικρατέει · ὁκόταν δὲ τὸ νόσημα ἐπικρατήσῃ τοῦ σώματος, τὸ τοιόνδε ἀνιήτως ἔχει. ἐν τῷ πέπονα φαρμακεύειν καὶ κινέειν προεξήγημαι τὸν ἀφορισμὸν τοῦτον ἐν τοῖς αὐτοῖς συμπτώμασιν οἷσπερ καὶ νῦν · ὀρθῶς ἐπὶ φλεβοτομίαν ἥκειν ἀξιοῖ πρότερον, ὅταν τινὲς χυμοὶ μοχθηροὶ συρρέωσίτε καὶ ἀθροίζωνται κατά τι μόριον, ὅπερ, ὡς ἔφην, συστρέφεσθαι λέγεται ἐν τῷδε τῷ μορίῳ. τὸ δ’ἐπὶ τῷ τέλει τῆς προγεγραμμένης ῥήσεως ἔνιοι ποιοῦσιν ἀδιάγνωστον, οὐκ ὀρθῶς γράφοντες τὸ τῆς φαρμακείας ὄνομα μετὰ τὴν τελευτὴν, εἰρηκότος τοῦ συγγραφέως ἀσφαλείας μὲν καὶ μετριότητος δεῖσθαι φλεβοτομίαν μετὰ φαρμακείαν, τὴν καλουμένην αἰτιατικὴν πτῶσιν ἀντὶ γενικῆς ποιοῦντες. ἐν ὅλῃ γὰρ τῇ ῥήσει τουτέστιν αὐτὸ τὸ συμβουλευόμενον, ἐπὶ φλεβοτομίαν ἥκειν πρότερον, εἶθ’ἑξῆς ἐπὶ φαρμακείαν, οὐχὶ τοὐναντίον ὡς ἐκεῖνοι γράφουσιν, ἐπὶ φαρμακείαν πρότερον παραληφθεῖσαν, εἶθ’οὕτως ἐπὶ φλεβοτομίαν ἀφικέσθαι. τὰ δ’ἄλλα τῆς ῥήσεως δῆλα τοῖς γε προσεσχηκόσι ἀκριβῶς τὸν νοῦν οἷς εἴρηκα.

4.21

τὸ δὲ ἄφωνόν τινα ἐξαίφνης γενέσθαι φλεβῶν ἀπολήψιες ποιέουσιν, ἢν ὑγιαίνοντι τόδε ξυμβῇ ἄνευ προφάσιος ἄλλης αἰτίης ἰσχυρῆς. ἀπολήψεις φλεβῶν ὠνόμασε τὰς πληρώσεις τῶν φλεβῶν ὑπὸ πλήθους γινομένας. ὅταν οὖν αὗται ὑπερπληρωθῶσι, βαρυνθῆναίτε τὴν δύναμιν ἀνάγκη καὶ εἰς κίνδυνον ἀφικέσθαι τὴν ἔμφυτον θερμασίαν τοῦ ἀποσβεσθῆναι, πνιγμῷ τι παραπλήσιον παθοῦσαν ὑπὸ τοῦ πλήθους · ἐπιληψίαιτε γὰρ καὶ ἀποπληξίαι καὶ καρδιακαὶ συγκοπαὶ γίγνονται · δι’ἑνὸς γὰρ συμπτώματος κοινοῦ τῆς ἀφωνίας τὰ τοιαῦτα συμπτώματα ἐδήλωσε. προσέθηκε δὲ τῷ λόγῳ τὸ ἢν ὑγιαίνοντι τοῦτο συμβῇ ἄνευ προφάσιος ἄλλης αἰτίας ἰσχυρᾶς · πρόφασιν μὲν λέγων τὴν φανερὰν αἰτίαν, ὡς εἰ καὶ παλαίων τις παγκρατιάζων ἐκ περιθέσεως τῶν πήχεων εἰς κίνδυνον περιαχθείη τοῦ πνιγῆναι · αἰτίαν δ’ἄλλην ἰσχυρὰν οἷα τοῖς ἐκπληττομένοις διὰ φόβον λύπην μεγίστην γίνεται. ἐπὶ δὲ τῶν νοσούντων ἀφωνία γενέσθαι δύναται καὶ αὐτῶν μόνον ἐνίοτε τῶν φωνητικῶν ὀργάνων βεβλαμμένων, καὶ τῶν ἀναπνευστικῶν · δύναται δ’ἂν καὶ δι’ἔκλυσίν τινα πρόσφατον καὶ κάκωσιν τῆς δυνάμεως. ἀπὸ τῶν τοιούτων ἀφωνιῶν διοριζόμενος τὴν ἐν τῷ λόγῳ προκειμένην, διὰ τοῦτο προσέθηκεν, ἢν ὑγιαίνοντι συμβαίνῃ.

4.22

φλεβοτομέειν οὖν χρὴ τὸν βραχίονα τὸν δεξιὸν τὴν ἔσω φλέβα καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλεῖον καὶ τὸ ἔλασσον. τάχιστα καὶ πλεῖστον ἐκ τῶν κυριωτάτων μερῶν φλὲψ αὕτη κενοῖ τὸ σῶμα καὶ διὰ τοῦτ’ἐπ’αὐτὴν ἀφικνεῖται ἐν τοῖς ὀξυτάτοις νοσήμασιν. καὶ ἀφαιρέειν τοῦ αἵματος, κατὰ τὴν ἕξιν καὶ τὴν ἡλικίην διαλογιζόμενον τὸ πλέον καὶ τὸ ἔλασσον. ἔμπροσθεν μὲν ὁπότε τοὺς σκοποὺς τῆς φλεβοτομίας ἔλεγε, τὴν ἕξιν τοῦ σώματος παρέλιπε, νυνὶ δὲ τὴν δύναμιν οὐκ εἶπεν. οἴονται δέ τινες ἀντὶ τοῦ τῆς δυνάμεως ὀνόματος τὸ τῆς ἕξεως εἰρῆσθαι καθ’ἑνὸς ἀμφότερα λεγόμενα πράγματος, οὐκ ὀρθῶς ὑπολαμβάνοντες · τὴν μὲν γὰρ ἕξιν ἐπὶ τὴν τοῦ σώματος σύστασιν φέροντες λέγομεν, ὅταν μέν τις μαλακὸς, δὲ σκληρός · τὴν δ’ἰσχὺν τῆς δυνάμεως, τῇ τῶν ἐνεργειῶν σφοδρότητι γνωρίζομεν · ὥστε δύοτ’εἰσὶν οὗτοι σκοποὶ, τὴν μὲν κοινὴν ἔνδειξιν τοῦ κενοῦν ἐκ τοῦ κοινῇ ὄντος ἔχοντες, ἀλλήλων δὲ διαφέροντες ὥσπερ γε καὶ ἀπὸ τῆς ἡλικίας. ἐγχωρεῖ δὲ μᾶλλον εἰς τὴν τοῦ σώματος ἕξιν ἀναφέρειν τὴν ἡλικίαν, οὐ τὴν δύναμιν · καὶ γὰρ τὰ παιδία διὰ μαλακότητα τῆς ἕξεως εὐδιαφόρητά γέ εἰσι · καὶ οἱ πρεσβύτεροι διὰ ξηρότητα καὶ ψυχρότητα δυσδιαφόρητοι. καὶ δύναταί τις λέγειν ἀρκεῖσθαι τρισὶ τούτοις σκοποῖς τῆς φλεβοτομίας, ἔκτε τοῦ κατὰ τὸ θεραπευόμενον πάθος μεγέθους ἔνδειξιν λαμβανόντων ἡμῶν ἔκτε τῆς ἕξεως καὶ τῆς δυνάμεως · εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὸ περιέχον ὅπως ἔχει κράσεως ἐπισκοπεῖσθαι χρή.

4.23

ξυμπίπτει δὲ τοῖσι πλείστοισιν αὐτέων τοιάδε, ἐρυθήματα προσώπου καὶ ὀμμάτων στάσιες καὶ διαστάσιες χειρῶν, τρισμοὶ ὀδόντων, σφυγμοὶ, σιηγόνων συναγωγὴ καὶ κατάψυξις ἀκρωτηρίων, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας. τῶν ἐφεξῆς συμπιπτόντων τὰ προγεγραμμένα προσώπου μόνου ἐρυθήματα πλῆθος αἱματικὸν ἐνδείκνυται. στάσις ὀμμάτων, τουτέστιν ἀκινησία καὶ διαστάσιες χειρῶν · βεβλάφθαι μὲν καὶ αὐτὰς συμβαίνει διὰ τὴν ἀρχὴν τῶν νεύρων, ἀλλ’ἕτερον τρόπον τῆς στάσεως τῶν ὀφθαλμῶν · αὕτη μὲν γὰρ οἷον νάρκην τινὰ περὶ τὰς ἐνεργείας δηλοῖ κατὰ τὴν ἀρχὴν τῶν νεύρων · αἱ δὲ διαστάσεις τῶν χειρῶν καὶ οἱ τρισμοὶ τῶν ὀδόντων οὐ δι’ἡσυχίαν οὐ δὲ δι’ἀκινησίαν τῆς ἀρχῆς, ἀλλὰ διὰ πλημμελῆ γίνονται κίνησιν. οἱ δὲ σφυγμοὶ τὶ ποτε δηλοῦσιν οὐ πάντῃ δῆλόν ἐστιν, ἐπειδὴ κατὰ τῶν ἐν τοῖς φλεγμαίνουσι μορίοις ὀδυνηρῶν κινήσεων ἐπέφερον οἱ παλαιοὶ τοὔνομα καὶ κατὰ τῶν παλμῶν καὶ προσέτι καὶ ταύτης τῆς ἐν ταῖς ἀρτηρίαις σφοδρᾶς κινήσεως. δὲ τῶν σιαγόνων συναγωγὴ σπασμῶδές ἐστι σύμπτωμα καὶ τῶν χειρῶν διάστασις καὶ οἱ τρισμοὶ τῶν ὀδόντων. γε μὴν τῶν ἀκρωτηρίων ψύξις ἐν τοῖς τοιούτοις πάθεσιν ὑπὸ τοῦ πλήθους τῶν χυμῶν βαρύνεσθαι δηλοῖ τὴν ἔμφυτον θερμότητα. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως εἰρημένον, πνευμάτων ἀπολήψιες ἀνὰ τὰς φλέβας εἰκός ἐστιν ἐπὶ τῆς ἀσφυξίας λέγεσθαι · φλέβας γὰρ ἐκάλουν οἱ παλαιοὶ τὰς ἀρτηρίας · ἀπολήψεις οὖν πνευμάτων τὰς οἷον κατακλίσειςτε καὶ ἡσυχίας δυνατὸν λέγειν. ἔνιοι δὲ δευτέρας ῥήσεως ἑτέραν ἐχούσης διάνοιαν ἀρχὴν τίθενται ταύτην τὴν λέξιν, συνάπτουσι τὴν ἐφεξῆς γεγραμμένην.

4.24

ὁκόταν ἀλγήματα προγένηται, μελαίνης χολῆς καὶ δριμέων ῥευμάτων ἐπιρρύσιες γίνονται. ἀλγέει δὲ τὰ ἐντὸς δακνόμενα · δηχθεῖσαι δὲ καὶ λίην ξηραὶ γενόμεναι αἱ φλέβες ἐντείνονταίτε καὶ φλεγμαίνουσαι ἐπισπῶνται τὰ ἐπιρρυέντα, ὅθεν διαφθαρέντος τοῦ αἵματος καὶ τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν καταψύξιες γίνονται ὑπὸ τῆς στάσιος καὶ σκοτώσιες καὶ ἀφωνίη καὶ καρηβαρίη καὶ σπασμοὶ, ἢν ἤδη ἐπὶ τὴν καρδίην τὸ ἧπαρ ἐπὶ τὴν φλέβα διέλθῃ · ἔνθεν ἐπίληπτοι γίνονται παραπλῆγες ἢν ἐς τοὺς περιέχοντας τόπους ἐμπέσῃ τὰ ῥεύματα καὶ ὑπὸ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι καταξηρανθῇ. ἐκ ταὐτοῦ τοῦ γένους τῶν προειρημένων λόγων καὶ νῦν ἐστι καὶ ἔνιοι τοῦτον ἐκείνοις συνάπτουσι · καὶ διὰ τοῦτο καὶ γραφὴ διττὴ τοῦ προγένηται ῥήματος εὑρίσκεται, τῶν μὲν συναπτόντων τὸν ἐνεστῶτα λόγον τῷ προειρημένῳ καὶ τὴν προς συλλαβὴν γραφόντων μετὰ τοῦ ς στοιχείου, τῶν δὲ μὴ συναπτόντων διὰ τῆς προ χωρὶς τοῦ σίγμα. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. τῶν ἀλγημάτων κίνησις εἴωθε κινεῖν ἐπιρροὴν ὑγρῶν ἐπὶ τὸ τὴν ὀδύνην ἔχον μόριον · ὅταν οὖν κακοχυμότερον τὸ σῶμα, μελαίνηςτε χολῆς καὶ δριμέων ἄλλων χυμῶν ἐπιρρύσεις γίνονται, δι’ἃς ἔτι καὶ μᾶλλον ἀλγεῖτε κάμνων καὶ δάκνεται τὰ ἔνδον · ὑπὸ δὲ τῶν εἰρημένων χυμῶν αἱ ἐν τῷ πεπονθότι μορίῳ φλέβες ἀνιῶνται δακνόμεναι καὶ τοῦτο αὐτὸ ἑτέρου γίγνεται αἴτιον ἐναντίον. πληρωθέντος γὰρ τοῦ πάσχοντος μέρους ὑπὸ τῶν τοιούτων ῥευμάτων διαφθείρεται μὲν αὐτὸ τὸ αἷμα πρῶτον, ἐπιπληροῦνται δὲ τὰ ἀγγεῖα καὶ τοῦτο πάσας ἐν αὐτῷ τὰς τῶν πνευμάτων διεξόδους κωλύει · σαφῶς γὰρ τοῦτό γε αὐτὸς ἐδήλωσεν εἰπὼν, τῶν πνευμάτων οὐ δυναμένων ἐν αὐτῷ τὰς κατὰ φύσιν ὁδοὺς βαδίζειν, ὅπερ ὀλίγον ἔμπροσθεν ἐκάλεσε πνευμάτων ἀπόληψιν. ὅταν δὲ στῇ τὸ αἷμα καὶ σὺν αὐτῷ δηλονότι τὸ πνεῦμα, καταψύξεις γίνονται, σκοτώσεις, ἀφωνίαι, καρηβαρίαι καὶ σπασμοί · τούτοις δ’ἕπονται καὶ παραπληξίαιτε καὶ ἐπιληψίαι, ὅταν εἰς τοὺς περιέχοντας τόπους τὰς πληρωθείσας φλέβας ἐμπέσῃ τὰ ῥεύματα · τόπους δὲ εἴρηκε δηλονότι τὰ μέρη τοῦ σώματος, προσέγραψεν αὐτὸς, καρδίαν καὶ ἧπαρ καὶ φλέβα, τὴν συνάπτουσαν δηλονότι τὰ εἰρημένα σπλάγχνα, τὴν κοίλην ὕστερον ὑπὸ τῶν ἰατρῶν ὀνομασθεῖσαν, ἐπειδὴ τῶν κατὰ τὸ σῶμα τοῦ ζώου φλεβῶν ἐστιν εὐρυτάτη. εἰκότως οὖν τὸ ἐν τούτοις τοῖς τόποις αἷμα διὰ τὸ πεπληρῶσθαι τὰς φλέβας οὐκ ἐπιτρέπει τὸ διεξέρχεσθαι τὸ πνεῦμα, ἀλλὰ καθάπερ ἐν νεκρῷ τῷ σώματι πήγνυται. τοῦτο δὲ καὶ αὐτὸς συγγραφεὺς ἐδήλωσε · καὶ τῶν πνευμάτων οὐ δυναμένων διεξιέναι, καταξηρανθῇ · κυριώτερον δ’ἦν εἰπεῖν ὑποπηχθῇ. πήγνυται μὲν γὰρ δὴ καὶ τὰ ξηραινόμενα καὶ τὰ ψυχόμενα · νυνὶ δὲ οὐ διὰ τὸ ξηραίνεσθαι πήγνυται τὸ αἷμα καὶ οἵ ἐπιρρυέντες εἰς αὐτὸ μοχθηροὶ χυμοί · ἐξερχομένων γὰρ αὐτῶν ἄσηπτόντε ἅμα καὶ κεχυμένον ἐν τῷ κατὰ φύσιν ἔχειν ἐργάζονται τὸ σύμπαν αἷμα · στάντων οὖν αὐτῶν καὶ τὸ σύμφυτον θερμὸν ἀποβαλλόντων καὶ σβεννυμένων πῆξις τοῦ αἵματος ὡς ἐν νεκρῷ τῷ σώματι γίγνεται. φλεβοτομηθέντων οὖν αὐτῶν τῶν οὕτως καμνόντων, ψυχρὸν καὶ παχὺ καὶ μόγις ἐκρέον τῶν φλεβῶν ὁρᾶται τὸ αἷμα διά γε τὴν ψύξιν ταύτην. ἐνίοτε δὲ δι’ὅλου γίγνονται τοῦ σώματος οἱ σπασμοὶ καὶ πρὸς ἀγαθοῦ γε καὶ συμφέρουσιν ἔστιν ὅτε · κλονοῦντες γὰρ ὅλον τὸ σῶμα πάντα τὰ μόρια θερμαίνουσιν, ὥστε τὸ μὲν διαφορεῖσθαι τοῦ πλήθους, τὸ δὲ ὠθεῖσθαι πρός τινα τῶν ἀκυρωτέρων μορίων, ἐν οἷς ὅταν δυσλύτως σφηνωθῇ, τὴν παραπληξίαν ἐργάζεται δέδεικται γὰρ ὡς οὕτως Ἱπποκράτης ὀνομάζει τὰς ἐξ ἀποπληξίας ἐπιληψίας εἴς τινα τῶν ἀκυρωτέρων μορίων ἀποσκηπτούσας παραλύσεις. ἐνίοτε καὶ χωρὶς σπασμοῦ τῆς ἀποπληξίας γενομένης εἰς μορίου παράλυσιν ἐνίοις ἐτελεύτησε τὸ πάθος, παραπληξία καλεῖται. τὰ δ’ἄλλα τῆς ῥήσεως δῆλα.

4.25

ἀλλὰ χρὴ τοὺς τοιούτους προπυριῶντας φλεβοτομέειν ἐν ἀρχῇσιν εὐθέως, μετεώρων ὄντων πάντων τῶν λυπεόντων πνευμάτων καὶ ῥευμάτων · εὐβοηθητότερα γάρ ἐστι. προπυριᾷν δεῖ τοὺς οὕτως ἔχοντας, ἐπειδὴ πέπηγεν ἐν αὐτοῖς τὸ αἷμα καὶ δύσρουν ἐστίν · ἀλλ’ἐπειδὴ καὶ τριβὴ τις ἐν τῷ προπυριᾷν γίγνεται, κάλλιον πράττειν ὅπερ ἡμᾶς ἐγράψαμεν ἀεὶ, τέμνειν αὐτίκα τὴν ἐν ἀγκῶνι φλέβα τὴν ἔνδον · οὐ γὰρ ἀεὶ πεπηγὸς οὕτως ὡς μὴ δύνασθαι ῥεῖν εὑρίσκεται τὸ αἷμα. τρίβειν δ’ἐν αὐτῷ τῷ χρόνῳ διὰ πολλῶν ἀνθρώπων ἅπαντα τοῦ σώματος τὰ μόρια · κᾂν μὲν ῥυῇ σύμμετρον, αὖθις τρίψαντα πάλιν ἐπαφαιρεῖν · εἰ δὲ μὴ, τρίβειντε καὶ πυριᾷν, ἄχρις ἂν ῥεῖ. ἔνθα δ’εἰς παραπληξίαν κατέσκηψε τὸ πάθος, ἐγχωρεῖ τρίβειν ἐν χρόνῳ βραχεῖ καὶ πυριᾷν καὶ τρίβειν αὖθις καὶ πυριᾷν, μέχρις ἂν τάχιστα παυθῇ ταῦτα, ἔτι μετεώρων ὄντων τῶν πνευμάτων καὶ κενωθῆναι μὴ δυσλύτων.

4.26

καὶ ἀναλαμβάνοντα καὶ τὰς κρίσιας ἐπιθεωρέοντα, φαρμακεύειν ἢν μὴ κουφίζηται ἄνω · τὴν δὲ κάτω κοιλίην ἢν μὴ ὑποχωρέῃ κλυσμῷ, ὄνου γάλα ἑφθὸν δίδου καὶ πινέτω μὴ ἔλασσον δώδεκα κοτυλῶν · ἢν δὲ ῥώμη περιέχῃ, πλεῖον ἑξκαίδεκα. μετὰ τὴν ἐκ φλεβοτομίας κένωσιν ἀνακτᾶσθαι κελεύει καὶ ῥωννύναι τὸν ἄνθρωπον, ὅπως εἰ μηδὲν φαίνοιτο κεκουφισμένος, ἐπὶ κάθαρσιν ἀχθῇ τὴν διὰ τῶν ἄνω μορίων, ὅπερ ἐστὶ τὴν δι’ἐμέτων. παραλέλοιπε δ’εἰπεῖν ὀνομαστὶ τὸ καθαρτικὸν φάρμακον, οὐ δ’ἐνέφηνε μὴν, ποιησάμενος αὐτοῦ τὴν ἔκλεξιν · εὔδηλον γὰρ ὅτι πρὸς τὸ τοῦ νοσήματος μέγεθος καὶ τῆς δυνάμεως τὴν ῥώμην ἀποβλέποντες τὸν λευκὸν ἐλλέβορον τι τῶν ἄλλων τῶν τὸν ἔμετον κινούντων δώσομεν. τὰ δὲ περὶ τῆς κάτω κοιλίας εἰρημένα πρόδηλα · μὴ θαυμάσῃς δὲ τὸ πλῆθος τοῦ γάλακτος · οὕτω γὰρ πᾶσι τοῖς παλαιοῖς ἦν σύνηθες. εἴρηται δὲ ἐν τοῖς ἔμπροσθεν ὅτι δι’ὑγρότητα δίδωσιν ὄνου γάλα καὶ πρὸς τοῖς ἄλλοις οὐ δέ ἐστι πηγνύμενον ὅταν ποθῆ, καθάπερ τὰ παχέα · προσμιγνύναι δ’αὐτῷ μέλιτόςτε καὶ ἁλῶν προσήκει.

4.27

σύναγχος δὲ γίνεται, ὁκόταν ἐκ τῆς κεφαλῆς ῥεῦμα πουλὺ καὶ κολλῶδες ὥρην χειμερινὴν ἐαρινὴν ἐς τὰς σφαγίτιδας φλέβας ἐπιρρυῇ καὶ τὸ ῥεῦμα πλεῖον διὰ τὴν εὐρύτητα ἐπισπάσωνται. ὅταν δὲ ψυχρόντε ἐὸν καὶ κολλῶδες ἐμφράξῃ, τοῦτε πνεύματος τὰς διεξόδους καὶ τοῦ αἵματος ἀποφράσσον, πήγνυσι τὰ ξύνεγγυς τοῦ αἵματος καὶ ἀκίνητον καὶ στάσιμον ποιεῖ, φύσει ψυχρὸν ἐὸν καὶ ἐμφρακτικόν · διὰ τοῦτο πνίγονται, τῆς γλώττης ἀποπελιουμένης καὶ στρογγυλουμένης καὶ ἀνακαμπτομένης διὰ τὰς φλέβας τὰς ὑπὸ τὴν γλῶσσαν. τῆς γὰρ ὑποτεμνομένης σταφυλῆς, οἱ δὲ κιονίδα καλέουσιν, ἑκατέρωθεν φλὲψ παχεῖα. ὁκόταν οὖν πλήρεις αὗται ἐοῦσαι ἐς τὴν γλῶσσαν ἐναποστηρίζονται ἀραιὴν ἐοῦσαν καὶ σπογγώδεα διά γε τὴν ξηρασίην · δ’ὑπὸ βίης τὸ ἐκ τῶν φλεβῶν δεχομένη ὑγρὸν ἐκ πλατείης μὲν στρογγύλη γίνεται, ἐξ εὐχρόου δὲ πελιδνὴ, ἐκ μαλθακῆς δὲ σκληρὴ, ἐξ εὐκάμπτου δὲ ἄκαμπτος, ὥστε ταχέως ἀποπνίγεσθαι, ἢν μή τις ταχέως βοηθῇ, φλεβοτομίηντε ποιεύμενος ἀπὸ βραχιόνων καὶ τὰς ὑπὸ τὴν γλῶσσαν φλέβας ὑποτεμὼν καὶ φαρμακεύων τοῖσιν ἐκλεικτοῖσι καὶ ἀναγαργαρίζων θερμοῖσι καὶ τὴν κεφαλὴν ὑποξυρῶν καὶ κήρωμα τραχήλῳ καὶ κεφαλῇ περιτιθέναι καὶ ἐρίοισι περιελίσσειν καὶ σπόγγοισι μαλθακοῖσι ἐν ὕδατι θερμῷ ἐκπιεζεῦντα πυριῇν πίνειντε ὕδωρ καὶ μελίκρητον μὴ ψυχρά · χυλὸν δὲ προσφέρειν, ὁκόταν ἐκ κρίσιος ἐν ἀσφαλείῃ ἤδη . εἴτε σύναγχον ἐθέλοις λέγειν εἴτε κύναγχον, τὸ μὲν ἕτερον αὐτῶν συνάγχην, τὸ δ’ἕτερον κυνάγχην, εἴτε συνάγχην ἄμφω καλέσεις, εἰδέναι δεῖ δύο λόγους εἶναι κυνάγχης · πρὸς γὰρ τὴν θεραπείαν οὐδὲν τῶν ὀνομάτων δεόμεθα · εἴωθε γὰρ διδάσκειν αὐτὴν ἄμεινον μακρῷ τῶν ἐν τοῖς ὀνόμασι τερατευομένων · ὑπογράψω δέ σοι διὰ βραχέος λόγου τὴν τῆς τοιαύτης διδασκαλίας ἰδίαν, ἀρχὴν τήνδε ποιησάμενος. τῶν ἐκ τῆς κεφαλῆς καταφερομένων ῥευμάτων ἔνια μέν ἐστι λεπτὰ κατὰ τὴν σύστασιν, ἔνια δ’ἐκ παχέων καὶ γλίσχρων χυμῶν. ὅσα μὲν οὖν τῶν λεπτῶν ἐστι, διεξερχόμενα τὰς εὐρείας φλέβας ἐπὶ ταῖς στενωτέραις ἴσχεται · τοιαῦται δ’εἰσὶν αἱ κατὰ τὸν λάρυγγα · τὸ δ’ἐναντίον ἐπὶ τῶν παχέων συμβαίνει, τῷ μὴ ἐνδύεσθαι πάσαις ταῖς λίαν στεναῖς φλεψὶ, φθανόντων δὲ κατὰ τὰς εὐρυχώρους αὐτῶν ἴσχεσθαι. ἐσφηνωμένων οὖν τῶν τοιούτων χυμῶν ἐν ταῖς κατὰ τὴν φάρυγγα φλεψὶν, ἐπ’ὄγκον αἴρεται τὸ μόριον, ὥσπερ λάρυξ ἐπὶ τοῖς ἑτέροις, ἅτε δὴ παμπόλλῳ στενῶν ὄντων τῶν τοῦ λάρυγγος τῆς φάρυγγος. εἶναι δὲ χρὴ ἀπέριττον τὸ πᾶν σῶμα καὶ μὴ πληθωρικὸν, δυοῖν ἕνεκα, τῆςτε πρὸς τοῦ κενοῦν ἀντισπάσεως καὶ διότι κενωθέντος, ἐπὰν ἀποκρουώμεθα τῶν πεπονθότων τόπων τὸ ἐπιρρέον, ἐπιδέξεται ῥᾳδίως, εἴτε διαφορεῖν ἐθέλοιμεν θερμαίνοντες, οὐδὲν τῷ θερμαινομένῳ τόπῳ χορηγήσει. τὸ μὲν οὖν ὅλον σῶμα χρὴ κενοῦσθαι διὰ φλεβοτομίας καὶ καθάρσεως καὶ κλυστήρων, αὐτὰ δὲ τὰ πάσχοντα μόρια διὰ μὲν τῶν στυφόντων φαρμάκων, ἀποκρουομένων τούςτε παραρρέοντας χυμοὺς καὶ τῶν ἐστηριγμένων ὅσοι γε μὴ σφοδρῶς εἰσιν ἐμπεφραγμένοι καὶ πάνυ γλίσχροι καὶ παχεῖς · διάτε τῶν θερμῶν καὶ δριμέων, διαφορούντων τοὺς κατὰ τὰ πεπονθότα μόρια περιεχομένους χυμούς · ἄνευ δὲ φαρμάκων αἱ ὑπὸ τὴν γλῶτταν φλέβες ἐντεμνόμεναι τὴν ἐν τῇ φάρυγγι φλεγμονὴν ἐκκενοῦσιν. ἐπεὶ δὲ τῶν χυμῶν ἔνιοι παχεῖς εἰσι καὶ γλίσχροι, πολὺ δριμυτέρων τούτοις ἐστὶ φαρμάκων χρεία, τέμνειν δηλονότι καὶ διαιρεῖν εἰς λεπτὰ καὶ καταθραύειν τὰ γλίσχρα καὶ τὰ παχέα δυναμένων. καὶ πρὸς τὴν ἐκτὸς ἐπιφάνειαν ἀντισπᾷν χρὴ τοὺς χυμοὺς, περιτιθέντας τῷ τραχήλῳ φάρμακα δύναμιν ἔχοντα ἑλκτικήν · βέλτιον γὰρ τὰ κατὰ τὸ δέρμα μᾶλλον τὸ βάθος πάσχειν τοῦ τραχήλου, διότι τὸ μὲν πνεῦμα κατὰ μὲν τὰς εἰσπνοὰς ἐμπίπτει τῇ φάρυγγίτε καὶ λάρυγγι, κατὰ δὲ τὰς ἐκπνοὰς ἔξω δι’αὐτῶν φέρεται. πολλάκις μέντοι τὰ παραγινόμενα ἐς τὰ προειρημένα μόρια ῥεύματα μεθίστανται πρὸς ἄλλα τινὰ μόρια, τῆς φύσεως ἀποτριβομένης αὐτά · καί ποτε κατ’ἀρχὰς εὐθέως οὕτως ἠνέχθη ὥστε πάλιν ἄλλας διαφορὰς γίνεσθαι τοῦτε κατὰ τὴν φάρυγγα καὶ κατὰ τὸν λάρυγγα ῥεύματος. εὔδηλον δ’ὅτι τὰ πρὸς τὸ δέρμα χωρήσαντα πολὺ τῶν εἰς τὸ βάθος κατασκηψάντων ἐστὶν εὐιατότερα · κοινὸν δ’ἐπ’ἀμφοτέρων βοήθημα, τῶντε κατὰ τοῦ τραχήλου καὶ τῆς κεφαλῆς ἀφ’ἧς ὁρμᾶται τὰ ῥεύματα γιγνέσθω σοι. οὗτος λόγος ἐδίδαξε τάτε τῶν συνάγχων εἴδη καὶ τὰς αἰτίας αὐτῶν καὶ τοὺς πεπονθότας τόπους καὶ τὰς θεραπείας, οὐδὲν δεηθεὶς ὀνομάσαι συνάγχηντε καὶ κυνάγχην, ὥσπερ οὐ δὲ σύναγχόντε καὶ κύναγχον. τοίνυν γράψας τὸ βιβλίον τοῦτο, μηδὲν φροντίζων τῶν ὀνομάτων, ἅπαντα τὰ κατὰ τὴν φάρυγγα καὶ τὸν λάρυγγα συνιστάμενα πάθη καὶ στενοχωροῦντα τὴν ἀναπνοὴν, ὀνομάσας συνάγχους, δύο φησὶν αὐτῶν ὑπάρχειν εἴδη, τὸ μὲν ἕτερον ὑπὸ κολλώδουςτε καὶ ψυχροῦ ῥεύματος γινόμενον, ὅπερ ἐστὶ καλεῖν φλεγματικόν · τὸ δ’ἕτερον ὑπὸ θερμοῦ καὶ δριμέος, ὅπερ οὖν πάλιν πικρόχολον ὀνομάζων χολῶδες ἁπλῶς οὐκ ἂν ἁμάρτοις. κατασκήπτειν δέ φησι τὸ πρότερον τῶν εἰρημένων ῥευμάτων εἰς τὰς εὐρυτέρας φλέβας, ἐνδεικνύμενος ὅτι καθ’ἕτερον τὸ χολῶδες εἰς τὰς λεπτοτέρας ἀφικνεῖται. τὰ δ’ἄλλα τῆς ῥήσεως δῆλα · δεῖ δὲ προσέχειν οἷς εἶπον τὸν νοῦν · εἰ δὲ μὴ νοήσεις τὴν πρώτην, δὶς καὶ τρὶς ἀναγνοὺς νοήσεις. ἐγὼ δὲ μεταβήσομαι πρὸς τὸ δεύτερον εἶδος τοῦ συνάγχου.

4.28

ὁκόταν ἐν θερινῇ μετοπωρινῇ ὥρῃ ἐκ κεφαλῆς θερμὸν τὸ ῥεῦμα καταρρυῇ καὶ νιτρῶδες, ἅτε ὑπὸ τῆς ὥρης δριμὺ καὶ θερμὸν γεγενημένον, δάκνει δὲ τὸ τοίονδε ἐὸν καὶ ἑλκοῖ καὶ πνεύματος ἐμπίπλησι, καὶ ὀρθόπνοια παραγίνεται καὶ ξηρασίη πολλὴ, καὶ τὰ θεωρεύμενα ἰσχνὰ φαίνεται, καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται, καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι. καὶ φωνὴ ἀπέρρωγε καὶ τὸ πνεῦμα σμικρὸν καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι · τοῖσι τοιουτέοισι δὲ, ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐστὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. πῶς καὶ διὰ τί; ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. τὸ μὲν γὰρ πρότερον ῥεῦμα τὸ φλεγματικὸν ἐν χειμῶνι καὶ ἦρι κατασκήπτειν ἔφη. τουτὶ δὲ τὸ δεύτερον ἐν μετοπωρινῇ ἐν θερινῇ ὥρῃ, ἐπὶ δὲ τῶν ἄλλων ὡρῶν ἀνάλογον, ὡς ἔμπροσθεν εἴρηται. ὀρθόπνοιαν δὲ τούτῳ τῷ εἴδει τῆς συνάγχης προσεῖναί φησιν, ἥτις ὀρθόπνοια μεγάλης ἐστὶ στενοχωρίας γνώρισμα, κατά τι τῶν ἀναπνευστικῶν μορίων ἐνοχλούσης, ὡς ἔμπροσθεν ἐδείκνυμεν. ἐὰν δὲ κελεύσῃς τούτους διοῖξαι μέγιστον τὸ στόμα καὶ καταστείλῃς τὴν γλῶτταν, ὑπὲρ τοῦ κατασκέψασθαι τὰ κατὰ τὴν φάρυγγα, τοιοῦτον οὐδένα παρὰ φύσιν ὄγκον, οἷον ἐπὶ τοῖς ἔμπροσθεν εἰρημένοις, εὑρήσεις. ἔδειξε δὲ συγγραφεὺς τοῦτο διὰ τὸ φάναι, καὶ τὰ ὁρώμενα ἰσχνὰ φαίνεται. τὸ γὰρ φλεγμαῖνον ἐν τῷ πόρῳ τῆς φάρυγγος ἀόρατόν ἐστιν · ὅσον δ’ὁρατὸν ἀνοιξάντων, τοῦτο πᾶν ἀφλέγμαντόντε καὶ ἰσχνὰ τὰ μόρια, τὸ γὰρ ἰσχνὸν ἐνίοτε λέγεται πρὸς ἀντίθεσιν τῶν παρὰ φύσιν ὀγκουμένων · ἔνιοι δὲ μὴ νοήσαντες τὸ σημαινόμενον ἐκ τῆς ἰσχνὰ φωνῆς, ὅπως εἴρηται νῦν, ἐξηγοῦνται τὴν λέξιν γελοίως, τινὲς δὲ καὶ κατασκευάζουσιν, ὥσπερ καὶ οἱ οὕτω γράφοντες καὶ τὰ ὁρώμενα ἄχροα φαίνεται. τοῖς γε μὴν οὕτω διακειμένοις ἐνίοτε τοῦ ῥεύματός τι καὶ εἰς τοὺς πλησιάζοντας τῷ λάρυγγι μερίζεται μῦς ὄπισθεν αὐτοῦ τεταγμένους, ἔνθα καὶ στόμαχος, ὃς καὶ αὐτὸς συνδιατίθεται πολλάκις · μετὰ τοῦτο γοῦν ἐν τῇ προκειμένῃ ῥήσει καὶ τοῦτο γέγραπται · καὶ τοὺς ὄπισθεν τένοντας ἐν τῷ τραχήλῳ ξυντείνεται καὶ δοκέει οἷον τέτανος ἐντετάσθαι. τὸ δ’ἐφεξῆς εἰρημένον ἔτι καὶ μᾶλλον ἐνδείκνυται τὸ πεπονθέναι τὸν λάρυγγα, δέδεικται γὰρ ἐν τούτῳ τοῦ ζώου τῷ μορίῳ τῆς φωνῆς γένεσις ἀποτελεῖσθαι. διὰ τοῦτο γοῦν ἔφη καὶ φωνὴ ἀπέρρωγε καὶ πνεῦμα σμικρόν. μὲν γὰρ φωνὴ παντάπασιν ἀπέρρωγε, τουτέστιν ἀπόλλυται, παθόντος, ὡς εἴρηται, τοῦ λάρυγγος. δ’ἀναπνοὴ μικρὰ γίγνεται διὰ τὴν στενοχωρίαν τοῦ πόρου, λέγεται δὲ ἐν τοῖς περὶ δυσπνοίας ὅτι μακροτέρα τῷ χρόνῳ καὶ τοῖς διαλείμμασι πυκνοτέρα. τοῦτο δ’αὐτὸ συγγραφεὺς οὕτως ἡρμήνευσεν · καὶ ἀντίσπασις τοῦ πνεύματος πυκνὴ καὶ βιαίη παραγίνεται. πνεῦμα καὶ τὴν μετὰ τὴν εἰσπνοὴν δευτέραν ἐκπνοὴν καὶ τὴν μετὰ τὴν ἐκπνοὴν δευτέραν εἰσπνοὴν εἶπεν, ἑκατέρως γὰρ πυκνὸν γίγνεται τὸ πνεῦμα. καὶ γὰρ μετὰ τὴν εἰσπνοὴν ἠρεμία βραχυχρόνιός ἐστι τοῖς οὕτω διακειμένοις καὶ μετὰ τὴν ἐκπνοὴν πρὸ τῆς εἰσπνοῆς · τὰς δ’ἀποδείξεις τούτων ἐν τοῖς περὶ δυσπνοίας ἔχεις εἰρημένας. οἱ τοιοίδε τὴν ἀρτηρίαν ἑλκοῦνται καὶ τὸν πνεύμονα πίμπρανται, οὐ δυνάμενοι τὸ ἔξωθεν πνεῦμα ἐπάγεσθαι · τοῖσι τοιουτέοισι δὲ ἢν μὴ εἰς τὰ ἔξω μέρεα τοῦ τραχήλου ἑκουσίη ἀποφέρηται, δεινοτέρη καὶ ἀφυκτοτέρη ἐστὶ καὶ διὰ τὴν ὥρην καὶ ὅτι ἀπὸ θερμῶν καὶ δριμέων. ἀλλὰ καὶ τὴν ἀρτηρίαν ἑλκοῦσθαι τοῖς οὕτω διακειμένοις εἴρηται, διὰ τὴν τοῦ χυμοῦ δριμύτητα δηλονότι. τὸν δὲ πνεύμονα πίμπρασθαι στερούμενον ἔφη, συνάπτων τὸν λόγον ἀληθεῖ δόγματι · δέδεικται γὰρ ἐν τῷ περὶ χρείας ἀναπνοῆς οὐκ ἐνδείᾳ τῆς οὐσίας ἀπολλύμενον τὸ ζῶον ἐπὶ τῇ στερήσει τῆς ἀναπνοῆς, ἀλλ’ὅτι τὴν ἔμψυξίντε καὶ ῥίπισιν ἀπόλλυσι τὸ ἔμφυτον θερμόν. εἰκότως οὖν ἀμετρίας ἐχόμενον πίμπρησι τὸν πνεύμονα. τοῦτο τοιγαροῦν τὸ τῆς κυνάγχης εἶδος δεινότερόντε καὶ ἀφυκτότερον εἶναί φησι τοῦ προτέρου διάτε τὰ προειρημένα καὶ διὰ τὸ θερινήντε καὶ φθινοπωρινὴν ὥραν εἶναι, ὅτιτε δριμυτέροις ἐπιγίνεται χυμοῖς. ἀμείνων οὖν ἐστιν μετὰ τοῦ καὶ συνδέσμου γραφὴ τῆς ἄνευ τοῦ καὶ συνδέσμου · συνεμφαίνει δ’ἐπὶ τοῖς προειρημένοις τὸ καὶ διὰ τὴν ὥραν ἐν γίνεται καὶ διὰ τὸν χυμὸν ὑφ’οὗ χαλεπώτερον εἶναι τὸ εἶδος τὸ δεύτερον τῆς συνάγχης · οὐχ ἁπλῶς οὖν εἶναι γραπτέον, ὅτι δεινότερον καὶ ἀφυκτότερόν ἐστι διὰ τὴν ὥραν. εἰ δὲ καὶ τὴν ἄνευ τοῦ συνδέσμου γραφὴν ἐθέλοι τις φυλάττειν, ἀναγκαῖον ἔσται καὶ οὕτως προσυπακούειν αὐτὸν, ὡς εἰ καὶ κατὰ τὴν λέξιν εἴρητο · πολλὰ γὰρ καὶ ἄλλα κατὰ τὸν ἐλλειπτικὸν τρόπον εὑρίσκεται παρὰ τοῖς παλαιοῖς γεγραμμένα.

4.29

ἢν πυρετὸς λάβῃ, παλαιῆς κόπρου ὑπεούσης νεοβρῶτι ἐόντι, ἤντε σὺν ὀδύνῃ πλευροῦ, ἤντε μή · ἡσυχίην ἄγειν, μέχρις οὗ καταβῇ τὰ σιτία πρῶτον ἐς τὴν κάτω κοιλίην. καὶ διὰ τῶν τοιούτων ῥήσεων ἔνδειξις γίνεται τοῦ τὰ προσκείμενα τῷ περὶ διαίτης ὀξέων οὐκ εἶναι τοῦ Ἱπποκράτους αὐτοῦ συγγράμματα · οὐκ ἔδει γὰρ τὰ τελεώτατα διεληλυθὼς ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου γεγραμμένα περὶ τῶν πλευριτικῶν ἐνταῦθα πάλιν ὀλίγα παραθεῖναι.

4.30

πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ὁκόταν δὲ ἐς τὴν ὀσφὺν βάρος ἥκῃ, κάτω κλύσαι κλυσμῷ καθᾶραι φαρμάκῳ · ὁκόταν δὲ καθαρθῇ, διαιτᾷν ῥοφήματι πρῶτον καὶ πόματι μελικρήτῳ, ἔπειτα σιτίοισι καὶ ἰχθύσιν ἑφθοῖσι καὶ οἴνῳ ὑδαρεῖ εἰς νύκτα ὀλίγῳ, ἡμέρῃ δὲ ὑδαρὲς μελίκρητον. ὁκόταν δὲ αἱ φῦσαι δυσώδεες ἔωσιν οὕτως βαλάνῳ κλυσμῷ · εἰ δὲ μὴ, ἐπισχεῖν ὀξύμελι πίνοντα, ἕως ἂν καταβῇ ἐς τὴν κάτω κοιλίαν, εἶθ’οὕτως κλύσματι ὑπαγαγεῖν. πόματι δὲ χρῆσθαι ὀξυμέλιτι. ἀδιορίστως εἴρηται, καίτοι διώρισται ἐν τῷ γνησίῳ μέρει τοῦ βιβλίου τὸ γεγραμμένον ἐν τῷδε καὶ τὰ μετὰ τοῦτο, μέχρις οὗ καὶ τῶν ἰχθύων ἐμνημόνευσεν Ἱπποκράτης, ἐπειδὴ ἔτι περὶ τῶν νοσούντων λόγος αὐτῷ κατὰ τὸ βιβλίον ἦν, οὐ περὶ τῶν ἀναλαμβανομένων ἐκ νόσου. τὰ δ’ἄλλα τῆς ῥησέως δῆλα.

4.31

ἢν δὲ λαπαρῷ ἐόντι καῦσος ἐπιγένηται, ἤν σοι δοκέῃ φαρμακεύειν ἐπιτηδείως ἔχειν, εἴσω τριῶν ἡμερῶν μὴ φαρμακεύειν, ἀλλ’ τεταρταῖον ὅτι μὲν ἀκαίρως ἐνταῦθα πάλιν μέμνηται τοῦ καύσου, προειρημένων ἐν ἀρχῇ τῶντε διαφορῶν αὐτοῦ καὶ τῶν θεραπειῶν εὔδηλον · καὶ γὰρ αἱ ῥήσεις αὗται κατὰ τὴν γνώμην ἐκείνου τοῦ ἀφορισμοῦ εἰσι, τοῦ, πέπονα φαρμακεύειν καὶ κινέειν, μὴ ὠμὰ μη δ’ἐν ἀρχῇσιν, ἢν μὴ ὀργᾷ, τὰ δὲ πλεῖστα οὐκ ὀργᾷ. τινὲς ἑτέρως γράφουσιν ἐν ἀρχῇ τοὺς καύσους ἀξιοῦντες φαρμακεύειν, ὡς εἶναι τὴν ῥῆσιν τοιαύτην · εἴσω τριῶν ἡμερῶν φαρμακεύειν. προσῆκεν οὖν οὐχ ὡς πάντα μετὰ τὰς τρεῖς, ἀλλ’ὥσπερ ἀφορισμός ἐστι τοῖος · ἐν τοῖς ὀξέσι πάθεσιν ὀλιγάκις καὶ ἐν ἀρχῇσι τῇσι φαρμακείῃσι χρέεσθαι · καὶ χρὴ κατὰ τοὺς ἀφορισμοὺς διορίζεσθαίτε καὶ σκέπτεσθαι, πότε κατ’ἀρχάς ἐστι χρηστέον τῇ φαρμακείῃ καὶ πότε τὴν πέψιν ἀναμείναντι τοῦ νοσήματος. ἐὰν δέ τις ἤτοι κατ’ἀρχὰς εἴποι ἁπλῶς μὴ διορισάμενος ἑκάτερον, σφάλλεται.

4.32

ὁκόταν δὲ φαρμακεύσῃς, τοῖσι ῥοφήμασι χρῶ, διαφυλάσσων τοὺς παροξυσμοὺς τῶν πυρετῶν, ὅκως μηδέποτε προσοίσῃς ἐόντων μη δὲ μελλόντων ἔσεσθαι, ἀλλὰ ληγόντων παυσαμένων καὶ ὡς πορρωτάτω ἀπὸ τῆς ἀρχῆς. ποδῶν δὲ ψυχρῶν ἐόντων μήτε ποτὸν μήτε ῥόφημα μήτε ἄλλο μηδὲν δίδου τοιόνδε, ἀλλὰ μέγιστον ἡγοῖο τοῦτ’εἶναι διαφυλάσσεσθαι, ἕως ἂν διαθερμανθῇ σφόδρα, εἶθ’οὕτως τὸ ξυμφέρον πρόσφερε. ὡς γὰρ ἐπιτοπολὺ σημεῖόν ἐστι μέλλοντος παροξύνεσθαι τοῦ πυρετοῦ ψύξις ποδῶν · εἰ δὲ ἐν τοιούτῳ καιρῷ προσοίσεις, ἅπαντα τὰ μέγιστα ἐξαμαρτήσεις · τὸ γὰρ νόσημα αὐξήσεις οὐ μικρῶς. ὁκόταν δὲ πυρετὸς λήγῃ, τοὐναντίον οἱ πόδες θερμότεροι γίνονται τοῦ ἄλλου σώματος. αὔξεται μὲν γὰρ ψύχων τοὺς πόδας ἐξαπτόμενος ἐκ τοῦ θώρακος, εἰς τὴν κεφαλὴν ἀναπέμπων τὴν φλόγα · συνδεδραμηκότος δὲ ἅλεος τοῦ θερμοῦ ἅπαντος ἄνω καὶ ἀναθυμιωμένου ἐς τὴν κεφαλὴν, εἰκότως οἱ πόδες ψυχροὶ γίνονται, ἄσαρκοι καὶ νευρώδεες φύσει ἐόντες · ἔτι δὲ καὶ πολὺ ἀπέχοντες τῶν θερμοτάτων τόπων ψύχονται, συναθροιζομένου τοῦ θερμοῦ εἰς τὸν θώρακα. καὶ πάλιν ἀνάλογον λυομένου τοῦ πυρετοῦ καὶ κατακερματιζομένου, ἐς τοὺς πόδας καταβαίνει · κατὰ τόνδε οὖν τὸν χρόνον κεφαλὴ καὶ θώρηξ κατέψυκται. τουτέων εἵνεκεν τουτέου προσαρτέον · ὅτι ὁκόταν οἱ πόδες ψυχροὶ ἔωσι, θερμὴν ἀνάγκη τὴν κοιλίην εἶναι καὶ πολλῆς ἄσης μεστὴν καὶ ὑποχόνδριον ἐντεταμένον καὶ ῥιπτασμὸν τοῦ σώματος διὰ τὴν ἔνδον ταραχὴν καὶ μετεωρισμὸν γνώμης καὶ ἀλγήματα καὶ ἕλκεται καὶ ἐμέειν ἐθέλει καὶ ἢν πονηρὰ ἐμέῃ, ὀδυνῆται. θέρμης δὲ καταβάσης εἰς τοὺς πόδας καὶ οὔρου διελθόντος, καὶ ἢν μὴ ἱδρώσῃ, πάντα λωφᾷ. κατὰ τόνδε οὖν τὸν καιρὸν δεῖ τὸ ῥόφημα διδόναι, τότε δὲ ὄλεθρος. περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς εἴρηται μὲν κᾀν τῷ γνησίῳ μέρει τοῦ βιβλίου διὰ βραχέων, οὐδὲν δ’ἧττον καὶ νῦν λέγεται διὰ μακροτέρων καὶ σαφεστέρων, ὥστ’εἶναι τὸν λόγον τοῦτον ἐξήγησιν ἐκείνου, φυλαττομένης τῆς Ἱπποκράτους γνώμης, ἣν ἔντε τοῖς ἄλλοις εἴρηκε καὶ ἐν τοῖς περὶ τοῦ τὸν πυρετὸν ἐκ μὲν τοῦ θώρακος ἐξάπτεσθαι, τουτέστιν ἐκ τῆς καρδίας, εἰς τὴν κεφαλὴν δὲ ἀναπέμπειν τὴν φλόγα.

4.33

ὁκόσοισι δὲ διὰ τέλεος κοιλίη ἐν τοῖσι πυρετοῖσιν ὑγρὴ, τουτέοισι διαφερόντως τοὺς πόδας θερμαίνων καὶ περιστέλλων κηρώμασι καὶ ταινιδίοισι περιελίσσων πρόσεχε ὅκως μὴ ἔσονται ψυχρότεροι τοῦ ἄλλου σώματος. θερμοῖσι δ’οὖσι θέρμασμα μηδὲν πρόσφερε, ἀλλὰ παρατήρει ὅκως μὴ ψυχθήσονται · πόματι δὲ χρέεσθαι ὡς ἐλαχίστῳ, ὕδατι ψυχρῷ μελικράτῳ. τὸ διὰ τέλεος τῷ διὰ παντὸς τοῦ χρόνου ταυτὸν σημαίνει · πολλῶν δ’οὐσῶν διαθέσεων, ἐφ’αἷς συμβαίνει δι’ὅλης τῆς νόσου τὰς κοιλίας ὑγρὰς εἶναι, καίπερ αὐτῶν μὴ δυναμένων μίαν ἔχειν θεραπείαν, ὡς δέδεικται πολλάκις, οὐ μόνον οὐδέν ἐστιν ἐκ τῆς ῥήσεως διδαχθῆναι χρηστὸν, ἀλλὰ καὶ βλαβῆναι, πιστεύσαντα τὸν γεγραμμένον τρόπον τῆς θεραπείας ἐπὶ πολλῶν διαθέσεων ἁρμόττειν. ἵνα γὰρ τἄλλα παραλείπω, τῆς κοιλίας ὑγρᾶς εἶναι δυναμένης καὶ διὰ φλεγμονὴν τὴν κατὰ τὴν γαστέρα καὶ διὰ συντηκτικὸν πυρετὸν, τοῦ ψυχροῦ πόσις ἐναντιωτάτη ἐστὶ τῇ φλεγμονῇ, συμφορωτάτη δὲ τοῖς συντηκτικοῖς πυρετοῖς, καθ’ὃν ἔμαθες καιρὸν γιγνομένη.

4.34

ὁκόσοισι δὲ ἐν πυρετοῖσι κοιλίη ὑγρὴ καὶ γνώμη τεταραγμένη καὶ οἱ πολλοὶ τῶν τοιουτέων τὰς κροκίδας ἀφαιρέουσι καὶ τὰς ῥῖνας σκάλλουσι καὶ κατὰ βραχὺ μὲν ἀποκρίνονται τὸ ἐρωτώμενον, αὐτοὶ δὲ ἀφ’ἑωυτῶν οὐδὲν λέγουσι κατηρτημένον. δοκέει οὖν μοι τὰ τοιάδε μελαγχολικὰ εἶναι. ἢν δὲ τῶν τοιῶνδε ἐόντων κοιλίη ὑγρὴ καὶ συντήκῃ, δοκέει μοὶ τὰ ῥοφήματα ψυχρότερα καὶ παχύτερα προσφέρειν καὶ τὰ πόματα σταλτικὰ καὶ οἰνωδέστερα, καὶ στυπτικώτερα. ἄλλα μέν εἰσι τὰ τῶν φρενιτικῶν συμπτώματα, τὸ δὲ τῆς ὑγρᾶς κοιλίας γίνεται μέν ποτε καὶ μετὰ φρενίτιδος, οὐ μὴν ἴδιον ταύτης ἐστὶν, ὥστε τὴν μὲν ὑγρὰν κοιλίαν ἐκ τῶν διορισμῶν θεραπεύειν προσήκει, τὴν δὲ φρενῖτιν ἰδίᾳ θεραπείας ἑτέρας ἀξιοῦν. ἣν δ’οὗτος ἔγραψε θεραπείαν, οὐ δ’ὅλως στοχάζεται τῆς φρενίτιδος, ἀλλὰ μᾶλλόν μοι δοκεῖ βούλεσθαι θεραπεύειν τινὰ διάθεσιν, ἐκ μὲν τοῦ κατὰ κοιλίην ὁρμωμένην, εἰς συμπάθειαν δὲ τὴν κεφαλὴν ἐπισπωμένην, ὡς παραληρεῖν ἐπὶ τῷ πάθει τῆς κοιλίας. οὐκ ὀρθῶς δὲ εἴρηται μελαγχολικὰ τὰ τοιαῦτα εἶναι, μᾶλλον γὰρ ὑπὸ τῆς ξανθῆς χολῆς τὰ τοιαῦτα γίγνονται, τῆς γαστρὸς ἐπεχομένης.

4.35

ὁκόσοισι δὲ τῶν πυρετῶν δῖνοίτε ἀπ’ἀρχῆς καὶ σφυγμοὶ κεφαλῆς εἰσι, καὶ οὖρον λεπτὸν, τουτέοισι δεῖ προσδέχεσθαι πρὸς τὰς κρίσιας παροξυνόμενον τὸν πυρετὸν, οὐ θαυμάσαιμι δ’ἂν οὐ δ’εἰ παραφρονήσειαν. ὅταν κεφαλὴ περιφέρεσθαι φαντάζηται, δῖνος ὀνομάζεται τὸ πάθος, ὅταν δὲ καὶ σκοτώδης ὄψις ἅμα τῷδε φαίνηται, σκοτόδινος καλεῖται καὶ γίνεται διὰ κίνησιν ἄτακτον φυσώδους πνεύματος, μετὰ τὴν κεφαλὴν ἔχοντος τοπικὴν γένεσιν, κάτωθεν ἀναφερομένου. πᾶσαι δὲ τῶν τοιούτων πνευμάτων γενέσεις ταραχῆς εἰσι δηλωτικαὶ, δι’ἃς καὶ κρίσεις γίνονται μετὰ τῶν συμπτωμάτων θορυβωδῶν. εἰδέναι γὰρ χρὴ τὰς τοιαύτας διαθέσεις μεταξύ πως οὔσας τῶντε ἀκινδύνων καὶ τῶν ὀλεθρίων · ἐπιχειρεῖ μὲν γὰρ ἔμφυτος θερμασία διαλύειντε καὶ χεῖν τοὺς κατὰ τὸ σῶμα χυμοὺς, λεπτύνειν δὲ ἀκριβῶς αὐτοὺς καὶ κατὰ τὸ ἄδηλον αἰσθήσει ἐκκρῖναι οὐ δύναται. τελέως δὲ ἀρρωστήσασα τὴν ἀρχὴν οὐ δ’ἐπιχειρεῖ τῇ λύσει καὶ κατὰ τοῦτο πνεῦμα φυσῶδες οὐκ ἀρρωστούσης ἐσχάτως τῆς ἐμφύτου θερμασίας γεννᾶται. τὸ μὲν οὖν ἀρρωστεῖν ἀκινδυνότατόν ἐστιν, ὑπερέχει γὰρ φύσις τοῦ νοσήματος · τὸ δ’ἐσχάτως ἀρρωστεῖν ὀλέθριον, ὑπερέχεται γὰρ οὐ σμικρῶς. ὅταν δὲ μὴ ὑπερέχηται, τὰ εἰρημένα γίνεται συμπτώματα, καὶ μετὰ τὸ νοσῆσαι κρίσεις ἀποτελοῦνται, τινὲς μὲν εἰς ὑγείαν, τινὲς δὲ εἰς θάνατον. οἵ γε μὴν σφυγμοὶ κατὰ τὴν κεφαλὴν γινόμενοι, τουτέστιν αἱ τῶν ἀρτηριῶν αἰσθηταὶ κινήσεις, θερμασίας εἰσὶ πολλῆς συμπτώματα, δι’ἃς καὶ παραφροσύναι γίνονται πολλάκις. οὕτως οὖν ἐχόντων ἐν τῷ καθόλου τῶν εἰρημένων, ὅταν ἀρξαμένου τινὸς ἀσθενεῖν, ὑπὸ μὲν τῆς τῶν οὔρων λεπτότητος ἄπεπτον εἶναι δηλοῦται τὸ νόσημα, τὴν δὲ κεφαλὴν ἐμπεπλῆσθαι πνεύματος φυσώδους σημαίνουσιν οἱ δῖνοι μετὰ τῶν σφυγμῶν · εἰδέναι χρὴ τὴν φύσιν οὐχ ἡσυχάζουσαν, ἀλλ’ἐπιθησομένην ποτὲ τοῖς περιεχομένοις ἐν τῷ σώματι μοχθηροῖς χυμοῖς, ὡς διακρῖναίτε τῶν χρηστῶν αὐτοὺς, ἐκκρῖναίτε καθ’ὁντιναοῦν τρόπον εἰς ἄκυρον ἀποθέσθαι μόριον. τοίνυν εἰρημένος λόγος χρησιμώτατός ἐστιν εἰς πρόγνωσιν τῶν εἰρημένων. ἐνίοτε γὰρ ἀπὸ τῆς ἀρχῆς τοῦ νοσήματος οἱ μὲν πυρετοὶ μέτριοι γίγνονται, συμπτώματα δὲ τοιαῦτα κατὰ τὴν κεφαλήν ἐστι δι’ἔγκαυσιν ἀναθυμίασιν ἐκ τῶν κατὰ τὸ σῶμα τῆς κοιλίας περιεχομένων χυμῶν. τὴν οὖν ἄλλως ὁπωσοῦν ἐχομένης αὐτῆς τῆς κεφαλῆς μόνης θερμότητα, τῇ τοιαύτῃ διαθέσει τῆς κεφαλῆς λουτρὸν ὀνίνησι καὶ τὸ ῥόφημα δ’ἀρκέσει χυλὸν εἶναι τῆς πτισάνης. ὅταν δ’ἐκ τῆς τῶν χυμῶν μοχθηρίας ἐπὶ τὴν κεφαλὴν ἀναφέρηται θερμὸν πνεῦμα φυσῶδες, οὐ λούειν συμφέρει τούτοις. ἀσφαλῶς δὲ προσήκει ταῦτα πράττειν ἕκαστα. διορισμὸς δὲ τῶν διαθέσεων εἷς μόνος ἐστὶν, ἐκ τῆς τῶν οὔρων ἀπεψίαςτε καὶ πέψεως, ὧν ὀρθῶς συγγραφεὺς ἐμνημόνευσεν, εἰπὼν οὖρον λεπτὸν, ὅπερ εἴρηται πολλάκις ἀπεψίας εἶναι σημεῖον · ὥστ’οὐδεὶς ἰατρὸς ἐν τοῖς τοιούτοις νοσήμασιν ἀμελεῖ τῆς τῶν οὔρων ἐπισκέψεως.

4.36

οἷσι δ’ἐν ἀρχῇ τὰ οὖρα νεφελοειδέα καὶ παχέα, τοὺς τοιούσδε ὑποκαθαίρειν, ἢν καὶ τἄλλα ξυμφέρῃ · ὁκόσοισι δὲ ἐν ἀρχῇ τὰ οὖρα λεπτὰ, μὴ φαρμάκευε τοὺς τοιούσδε, ἀλλ’ἢν δοκέῃ, κλύσαι. τούτους ξυμφέρει οὕτως θεραπεύεσθαι. εἴτε συνάπτει ταῦτα τοῖς κατὰ τὴν προειρημένην ῥῆσιν εἰρημένοις εἴτε καὶ μὴ, τὸ ὅπερ ἐξ αὐτῶν χρήσιμον ἔχειν δύναταί τις κοινὸν, ὡς φυλάττεσθαι καθαίρειν τὰ σώματα, παντελῶς ἀπεψίας οὔσης ἐν τοῖς χυμοῖς, ἐδήλωσεν εἰπὼν οὖρα λεπτὰ, ὡς τά γε παχέα πέψεως ἔχοιεν. ἤδη τοῦτ’αὐτὸ τὴν σύστασιν, καὶ τὸ νεφελοειδέα δὲ τὰ τὰς νεφέλας ἔχοντα δηλονότι δηλοῖ · προσετίθη γὰρ μέλανας, εἴπερ ἐκείνας ἀκούειν ἡμᾶς ἐβούλετο. πολλὰ γὰρ τῶν κοινῶν ὀνομάτων ἄνευ διορισμῶν λέγειν εἰώθασιν, ὅταν τὸ βέλτιον ἐν τοῖς σημαινομένοις ἐπ’αὐτῶν τῶν πραγμάτων δηλῶσαι βουληθῶσιν. οὕτως οὖν ὅταν εἰς σωτηρίαν τελευτῶσιν αἱ κρίσεις, λέγουσιν ἁπλῶς ἐκρίθη · ἀποθανόντος δὲ τοῦ κριθέντος οὐχ ἁπλῶς ἀλλ’ὅλον τοῦτο λέγουσι, κριθεὶς ἀπέθανε · καὶ χολὴν δὲ ὅταν τις ἐκκριθῆναι ἁπλῶς εἴπῃ, τὴν ὠχρὰν, οὐ τὴν μέλαιναν νοοῦμεν. οὕτως οὖν καὶ νῦν ἀκουστέον οὖρα νεφελοειδέα τὰ λευκὰς ἔχοντα τὰς νεφέλας, αἵπερ εἰσὶ πέψεως σημεῖα. ἐπεὶ τοίνυν τὰ πέπονα φαρμακεύει, διὰ τοῦτο καὶ νῦν οὕτως ἔγραψεν τούτου τοῦ βιβλίου συγγραφεὺς, συμφέρει τουτέοισι οὕτως θεραπεύεσθαι. μηδὲν δ’εἰπὼν οὗτος περὶ φλεβοτομίας τὰ κατὰ μέρος διεξέρχεται πάντα ἐφεξῆς, οὐχ ὡς ἄν ποτε οὕτως ἐχόντων μὴ δεῖσθαι φλεβοτομίας, ἀλλ’ὡς καὶ νῦν τὰ ἄλλα διδάξαι βουλόμενος μόνα. περὶ γὰρ τῆς φλεβοτομίας αὐτάρκως ἐν τοῖς ἔμπροσθεν εἴρηται. οὕτως θεραπεύεσθαι.

4.37

τῷ σώματι ἡσυχίην ἄγοντα, ἀλείφοντάτε καὶ περιστέλλοντα ὁμαλῶς · ποτῷ δὲ χρέεσθαι μελικρήτῳ ὑδαρεῖ καὶ ῥοφήματι χυλῷ πτισάνης ἐς ἑσπέραν · κοιλίην δ’ὕπαγε κατ’ἀρχὰς κλυσμῷ, φάρμακα δὲ μὴ πρόσαγε τούτοισιν. ἢν γάρ τι κινήσῃς κατὰ κοιλίην, τὸ οὖρον οὐ πεπαίνεται, ἀλλ’ἄνιδρόςτε καὶ ἄκριτος πυρετὸς ἐπὶ πολὺν χρόνον ἔσται. καὶ τόνδε τὸν λόγον διεξέρχεται, σκοπὸν ἔχων ἐν αὐτῷ τὴν μετὰ συμμέτρου θάλψεως ἡσυχίαν · χυλοῦ δὲ πτισάνης δίδωσιν ἀπ’ἀρχῆς, ὡς ἂν μὴ δυναμένων ἐξαρκέσαι μέχρι τῆς ἀκμῆςτε καὶ κρίσεως ἐπὶ τῷ μελικράτῳ, ἐπειδὰν ἄπεπτος μὲν νόσος, οὐκ ἐγγὺς δὲ οἱ πεπασμοί · δίδωσι δὲ καὶ μελίκρατον ὑδαρὲς, ἐπειδὴ τὸ ὕδωρ ἐδείχθη μηδὲν ἀγαθὸν ἔχειν αὐτὸ καθ’αὑτὸ μόνον. εἰς ἑσπέραν δὲ ἀξιοῖ δίδοσθαι τὴν πτισάνην, ἤπερ τὸ μελίκρατον · προμεμαθηκότων δ’ἡμῶν ἔμπροσθεν ἐν τῷ γνησίῳ μέρει τοῦ συγγράμματος, ὡς ὑστέραν χρὴ τὴν πτισάνην προσφέρεσθαι τοῦ μελικράτου, ἄμεινον ἦν καὶ νῦν οὕτως εἰρῆσθαι, μελίκρατον μὲν πρῶτον, ὕστερον δὲ χυλὸν πτισάνης προσφέρεσθαι · ὅταν δὲ ἀντὶ τοῦ ὕστερον φάναι τὸ εἰς ἑσπέραν εἴπῃ, μερικωτέραν τὴν διδασκαλίαν ποιεῖται, οὐ καθολικωτέραν. διὰ τί δὲ κελεύει μὴ καθαίρειν, ἐφ’ὧν ἀπεψία παντελής ἐστι, τὴν αἰτίαν αὐτὸς εἶπεν, ἐπιλογιστικὴν μᾶλλον ἤπερ ἀναλογιστικήν · ἔστι γοῦν αὐτὴν εἰπεῖν καὶ τῷ χωρὶς ἐνδείξεως λογικῆς, ἐξ ἐμπειρίας μόνης τὸ γιγνόμενον ἐγνωκότι · δογματικοῦ δ’ἀνδρὸς ἦν διδάξαι, διὰ τί καθαιρόντων ἡμῶν τοὺς οὕτως ἔχοντας, οὔτε πεπαίνεται τὸ οὖρον, ἄνιδρόςτε καὶ ἄκριτος πυρετὸς διαμένει. τελεώτερον μὲν οὖν ἐν ἑτέροις περὶ τῶν τοιούτων ἁπάντων ἐπεσκέμμεθα, νυνὶ δὲ ἐπὶ κεφαλαίων εἰρήσεται τὸ χρήσιμον εἰς τὰ παρόντα · σὺ δέ μοι πρόσεχε τὸν νοῦν. τεττάρων οὐσῶν δυνάμεων, ὡς ἔμαθες, οὐκ ἐλαχίστην δ’ἐν αὐταῖς ἰσχὺν ἐχούσης καὶ τῆς ἀλλοιωτικῆς, καθ’ἣν ἐξομοιοῖ τοῖς ὑφ’αὑτῆς διοικουμένοις σώμασι τὴν τροφὴν φύσις, αὕτη πέψις ὀνομάζεται, κατὰ ποιότητα μεταβολὴ τῆς μελλούσης θρέψειν οὐσίας οὖσα. δεῖται τοίνυν φύσις, ὥσπερ εἰς γαστέρα καταποθείσης τῆς τροφῆς, ἡσυχίας μὲν ἀπὸ τῶν ἄλλων κινήσεων, ἵνα τῇ περὶ τὴν πέψιν ἐνεργείᾳ μόνῃ σχολάσῃ, βοηθείας δέ τινος ἔξωθεν, ὅταν ἀσθενεστέρα γένηταί ποτε · κατὰ τὸν τοιόνδε τρόπον ἐπὶ τῆς ἐν ταῖς φλεψὶ πέψεως τῶν χυμῶν, ἡσυχίας μὲν δεῖται πρὸ τῆς δευτέρας θερμασίας, ἐκ τοῦ θερμανθῆναι καὶ ψυχθῆναι ξηρανθῆναι καὶ ὑγρανθῆναι, κατ’ἄλλον καὶ ἄλλον δηλονότι χρόνον ἑκάστου τῶνδε γιγνομένου. κατὰ τοῦτ’οὖν γράψας ταῦτα συνεβούλευσεν ἡσυχίαν ἄγοντα τῷ σώματι θεραπεύεσθαι τὸν ἄνθρωπον ἀλειφόμενόντε καὶ περιστελλόμενον ὁμαλῶς τοῖς ἱματίοις · πρὸς γὰρ τὴν τοῦ πυρετοῦ δύναμιν ἀντίρροπον ἡγήσατο ἂν εἶναι τὴν ἐκ τῶν ἀλειμμάτων ὑγρότητα, πρὸς τῷ μήτε θερμαίνειν ἰσχυρῶς μη δὲ ψύχειν, ἀλλὰ λεαίνειν, ὧν μάλιστα δεῖται τὰ πεττόμενα. καὶ εἴπερ ταῦτα συντελεῖ τῇ πέψει τῶν χυμῶν, αἱ καθάρσεις ἐναντίαι εἰσί · κινοῦσαι μὲν γὰρ σφοδρῶς τὸ σῶμα ῥήσσουσι · τοιαύτης γὰρ δυνάμεως ἅπαντ’ἐστὶ τὰ καθαίροντα φάρμακα. αὕτη μὲν οὖν ἐστιν αἰτία τοῦ τὰς καθάρσεις ἐναντιοῦσθαι ταῖς πέψεσι · πρὸς δὲ τὸ συνεχὲς ἴωμεν ἤδη τοῦ λόγου τοῦδε.

4.38

τὰ δὲ ῥοφήματα, ὁκόταν τῶν κρίσεων ἐγγὺς , μὴ δίδου, ἢν θορυβῆται · ὁκόταν δ’ἀνῇ καὶ ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον. φυλάσσεσθαι δὲ χρὴ καὶ πάντων τῶν πυρετῶν τὰς κρίσιας καὶ ἀφαιρέειν τὰ ῥοφήματα κατὰ τοῦτον τὸν καιρόν. φυλάττει κᾀνταῦθα τὴν Ἱπποκράτους γνώμην τοῦ βιβλίου συγγραφεὺς, ἐν ἀρχῇ μὲν ἐπὶ μελικράτου καὶ χυλοῦ πτισάνης διαιτῶν, ἐγγὺς δὲ τῶν κρίσεων ἀφελὼν τὸν χυλόν.

4.39

μεμαθήκασι δὲ μακροὶ οἱ πυρετοὶ οἵδε γίγνεσθαι καὶ ἀποστήματα ἴσχειν, ἢν μὲν τὰ κάτω ψυχρὰ , περὶ ὦτα καὶ τράχηλον · ἢν δὲ μὴ ψυχρὰ , ἄλλας ἴσχειν μεταβολάς. ῥέει δὲ αἷμα ἐκ ῥινῶν καὶ κοιλίαι τοῖσι τουτέοισι ἐκταράσσονται. οἷς ἐστι λεπτὸν τὸ οὖρον διὰ τὴν ἀπεψίαν τῶν χυμῶν, εἰκότως μηκύνουσιν οἱ πυρετοὶ, μὴ δυνάμενοι λυθῆναι πρὸ τῆς πέψεως. ὅτι δ’ἀποσκήμμασιν οἱ τοιοῦτοι κρίνονται πολλάκις ἤδη λέλεκται · σπανιώτερον δέ που καὶ δι’ἐκκρίσεως αἱ λύσεις αὐτῶν γίγνονται · πότερον δ’ἄνω τοῦ σώματος κάτω τὸ ἀπόστημα γενήσεται, τοῖς ἐν τῷ προγνωστικῷ γεγραμμένοις ὡμολόγηται τὰ νῦν εἰρημένα.

4.40

ὁκόσοισι δὲ πυρετοὶ ἀσώδεές εἰσι καὶ ὑποχόνδρια συντείνουσι καὶ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτέῳ καὶ τὰ ἄκρεα ψύχονται πάντα, πλείστης ἐπιμελείης καὶ φυλακῆς δέονται. διάγειν δὲ τούτοισι προσφέροντας μηδὲν ἄλλο ὀξύμελι ὑδαρές · ῥόφημα δὲ μὴ πρόσφερε, ἕως ἂν λήξῃ καὶ οὖρον πεπανθῇ. ἀσώδεις ὀνομάζει πυρετοὺς, ἐν οἷς οἱ κάμνοντες ἀσῶνται καὶ ἀηδῶς ἔχουσι · τὸ δὲ δυσφορεῖν ἑπόμενόν ἐστιν ἐνίοτε μὲν τῷ μόνιμον εἶναι τὸν πυρετὸν καὶ καυσώδη, πολλάκις δὲ καὶ τῇ τοῦ στομάχου κακώσει · στόμα δὲ τῆς γαστρὸς οὕτως ἄκουέ μου λέγοντος νῦν. ἤρξατο μὲν οὖν ἀπ’αὐτῶν πυρετῶν, ἀσώδεις εἰπὼν αὐτοὺς, ὑποχόνδριάτε συντείνοντας · ἐφεξῆς δὲ ἐπὶ τοὺς πυρέσσοντας μετέβη · τὸ γὰρ κεκλιμένοι οὐκ ἀνέχονται ἐν τῷ αὐτῷ, κατὰ τῶν πυρεττόντων εἴρηται, καθάπερ καὶ τὸ τὰ ἄκρα ψύχονται. τὸ μὲν οὖν μὴ ἀνέχεσθαι κεκλιμένους ἐν τῷ αὐτῷ τῶν ἀσώντωντε καὶ δυσφορούντων ἐστὶ γνώρισμα · τὸ δὲ ψύχεσθαι τὰ ἄκρα, φλεγμονῆς μεγάλης ἐν τοῖς σπλάγχνοις ἐπὶ παχέσι χυμοῖς, ὡς ἔμπροσθεν ἐδείκνυον, ἡνίκα περὶ τοῦ δευτέρου τῶν καύσων εἴδους λόγος ἦν · καὶ εἴπερ σφοδρὰ κατάψυξις εἴη, τεκμήριον ἤδη σοι τοῦ καὶ τὴν δύναμιν εἶναι ἄρρωστον ἰσχυρῶς · εἰκότως οὖν ἔφη φυλακῆς πλείστης καὶ ἐπιμελείας δεῖσθαι τοὺς κάμνοντας οὕτως. εἰκότως δὲ καὶ ὀξύμελι δίδωσιν αὐτοῖς ὑπὸ παχέωντε καὶ γλίσχρων χυμῶν ἐνοχλουμένοις · προσέθηκε δὲ τῷ λόγῳ ὑδαρὲς, ὡς πρὸς τὸ διδόμενον οἷς ἐν πνεύμονι τοιοῦτοι περιέχονται χυμοί · πολὺ γὰρ ὀξύτερον ἐπ’ἐκείνων εἶναι προσῆκεν, ἐπεὶ διὰ τὸ μῆκος τῆς κατὰ τὴν ἀνάδοσιν φορᾶς ἐπὶ τὸ πεπονθὸς μέρος ἀναγκαῖόν ἐστιν ἐκλυθῆναι τὴν δύναμιν · τοῖς δὲ καθ’ὑποχόνδριον εὐθέως προσπίπτει τοιοῦτον οἷον ἐπόθη. τὸ δὲ μη δ’ὅλως διδόναι ῥόφημα τοῖς οὕτως ἔχουσι, πρὶν πεπανθῆναι τὴν νόσον, ἀδιορίστως εἴρηται φυλαττόντων γε ἡμῶν ἐδίδαξεν Ἱπποκράτης · προσκεῖσθαι δεῖ τῷ λόγῳ, ἢν ἀρκέῃ νοσέων, ὅπερ ὡς φανερὸν ἴσως παραλέλοιπεν.

4.41

κατακλίνειν δὲ εἰς ζοφερὰ οἰκήματα καὶ κατακεκλίσθαι ὡς ἐπὶ μαλθακωτάτοισι στρώμασι, πολὺν χρόνον ἐπὶ τὰ αὐτὰ καρτερέοντα καὶ ὡς ἥκιστα ῥιπτάζειν · μάλιστα γὰρ τοῦτο τοὺς τοιούσδε ὠφελέει. τὴν ἐν ζοφεροῖς οἰκήμασι κατάκλισιν οὐχ ὡς πεπαντικὸν βοήθημα συνεβούλευσε νῦν, ἀλλ’ὡς τῆς διὰ τὴν ἄσην γινομένης δυσφορίας ἐπανορθωτικὸν, ἧς ἕνεκα καὶ τῆς μαλθακῆς στρωμνῆς ἐμνημόνευσε. τὸ δὲ πειρᾶσθαι μὴ ῥιπτάζειν ἑαυτὸν, ἀλλ’ἡσυχάζειν ἑκατέρως χρήσιμον τῷ κάμνοντι καὶ ὡς τῇ πέψει τῆς ὅλης νόσου συντελοῦν καὶ ὡς διαφυλάττον τὴν δύναμιν.

4.42

ἐπὶ δὲ τὸ ὑποχόνδριον λίνου σπέρμα ἐγχρίων ἐπιτίθει φυλασσόμενος ὅκως μὴ φρίξῃ προστιθέμενον · ἔστω δὲ ἀκροχλίαρον, ἑφθὸν ὕδατι καὶ ἐλαίῳ. μαλακτικόν ἐστι τὸ λινόσπερμον καὶ μὴ θερμαῖνον ἐπιφανῶς, ὧν μάλιστα δεῖται φλεγμονὴ πᾶσα · καὶ μέντοι κατὰ τὴν θίξιν αὐτὸ παρασκευάζει τοιοῦτον, ὁποῖον καὶ κατὰ τὴν δύναμίν ἐστιν, ἀκροχλίαρον ἀξιῶν προσφέρειν. καὶ μίξις δὲ τοῦ ἐλαίου καὶ τοῦ ὕδατος χλιαρᾶς θερμασίας ἐστὶ γεννητικὴ, μετὰ τοῦ μαλάττειντε καὶ παρηγορεῖν μετρίως, ὑπάρχον δυνάμεως ὁποίας μάλιστα ἐδείχθη δεῖν εἶναι τὰ πέττοντάτε καὶ τὰ διαφοροῦντα.

4.43

τεκμαίρεσθαι δ’ἐκ τῶν οὔρων τὸ μέλλον ἔσεσθαι · ἢν μὲν γὰρ παχύτερα καὶ ὠχρότερα , βελτίω · ἢν δὲ λεπτότερα καὶ μελάντερα, πονηρότερα. οὐ πᾶν τὸ μέλλον ἔσεσθαι διδάσκει ἐκ τῶν οὔρων, ἀλλὰ σωτηρίαν θάνατον · σωτηρίαν μὲν γὰρ δηλοῖ τὰ παχύτερα καὶ ὠχρότερα. σαφῶς δὲ τὰ παχύτερα τοῖς λεπτοῖς παραβάλλων εἶπεν, οὐ τοῖς κατὰ φύσιν, ὡς καὶ μικρὸν ἔμπροσθεν ἠξίουν ἀκούειν · οὔτε γὰρ ἂν παχέα λέγοις, ἑρμηνεύειν ὀρθῶς ἐθέλων, οὔτε λεπτὰ τὰ κατὰ φύσιν οὖρα. τά γε μὴν λεπτὰ καὶ μέλανα χείριστα · πρὸς γὰρ τῶν λεπτῶν μόνον γινομένων ἄπεπτον δηλοῦται τὸ νόσημα · τὸ γὰρ ἀκριβῶς λεπτὸν ὑδατῶδές ἐστιν, ὥστε καὶ λευκόν. αἱ δὲ τῶν οὔρων προγνώσεις ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν εἴρηνται.

4.44

ἢν δὲ μεταβολὰς ἔχῃ, χρόνοντε σημαίνει καὶ ἀνάγκη τῷ νοσήματι μεταβάλλειν καὶ ἐπὶ τὰ χείρω καὶ ἐπὶ τὰ βελτίω τὴν ἀνωμαλίην. καὶ τοῦτο γὰρ φυλάττων ἐπὶ τῶν νοσούντων εὑρήσεις ἀληθὲς, εἰς χρόνον πλείονα καὶ μεταβολὰς μεταξὺ γιγνομένας ἐμπίπτοντα τὸν ἄνθρωπον ἐπὶ τοῖς ποικίλοις οὔροις · πλείους γὰρ αἱ διαθέσεις δηλοῦνται αἱ μὴ τῆς αὐτῆς θεραπείας δεόμεναι, οὐ δὲ τὴν ἴσην ἔχουσι προθεσμίαν τῆς λύσεως.

4.45

τοὺς δὲ ἀκαταστάτους τῶν πυρετῶν ἐᾷν μέχρις ἂν καταστῶσιν · ὁκόταν δὲ στῶσιν, ἀπαντῆσαι διαίτῃ καὶ θεραπείῃ τῇ προσηκούσῃ, κατὰ φύσιν θεωρέων. ἀκαταστάτους πυρετοὺς εἴρηκεν ἐφ’ὧν μηδέν ἐστι καθεστηκὸς, ὅπερ σημαίνει τὸ βέβαιον · ἔστι δὲ βέβαια τὰ ἐν ταῖς περιόδοις φαινόμενα καὶ τοῖς οὔροις, ἔτι δὲ καὶ ταῖς ἠκριβωμέναις ἰδέαις τῶν πυρετῶν. αἱ μὲν οὖν περίοδοι τὴν ἀρχὴν οὐ δὲ φαίνονται ταῖς πρώταις ἡμέραις · τὰ δὲ ἐπιγίνεται ἄλλοτε ἄλλα καὶ πολλάκις τρὶς καὶ τετράκις οὐρεῖν, διά γε τῆς ἡμέρας καὶ τῆς νυκτὸς συμβαίνει · καὶ ἀνόμοια φαίνεται τὰ οὖρα πρὸς ἄλληλα. τὴν τοίνυν ἰδέαν τοῦ τοιούτου πυρετοῦ ἀκατάστατον εἶναί φησιν, ὅπερ ταὐτόν ἐστι σημαίνειν τῷ μὴ διασώζοντι τὴν ἰδέαν μίαν ἀκριβῶς. ἐδήλωσα δέ σοι τὰς ἀκριβεῖς ἰδέας τῶν πυρετῶν ἔντε τοῖς περὶ διαφορᾶς αὐτῶν ὑπομνήμασι κᾀν τῷ δευτέρῳ περὶ κρίσεων · ἐπὶ τῶν τοιούτων οὖν πυρετῶν ἀξιοῖ μὴ κατ’ἀρχὰς τῇ διαίτῃ χρῆσθαι, ἀλλ’ἐᾷν ἕως ἂν ἴδωμεν ποῖοί τινές εἰσι καὶ τηνικαῦτα τὸ τῆς διαίτης εἶδος ὁρίζειν.

4.46

εἰσὶ δὲ ὄψιες πολλαὶ τῶν καμνόντων. ὄψιας εἴρηκεν ὡσανεὶ διαφορὰς τρόπους ἰδέας · τῶν καμνόντων δὲ, ἀντὶ τοῦ τῶν τοῖς κάμνουσιν γινομένων νοσημάτων. ἐδείχθη γὰρ ἤδη πολλάκις ὡς ἅπασι τοῖς παλαιοῖς ἔθος ἐστὶν ἀπὸτε τῶν παθημάτων ἐπὶ τοὺς πάσχοντας αὐτοὺς μεταφέρειν τὰς προσηγορίας, ἀπότε τῶν πασχόντων ἐπὶ τὰ πάθη · ὡς μηδὲν διαφέρειν τῶν πυρετῶν εἰπεῖν διαφορὰς τῶν πυρεττόντων, οὕτως δὲ καὶ πλευριτικῶν συναγχικῶν πλευρίτιδος συνάγχης. ὄψιας οὖν εἶπε καμνόντων, ἐπειδὴ τοῖς ὀφθαλμοῖς αὐτοὺς θεωροῦντες εὑρίσκομεν τὰς διαφοράς.

4.47

διὸ προσεκτέον τῷ ἰωμένῳ, ὅκως μὴ διαλήσεταί τις τῶν προφασίων. ἐμάθομεν ὅτι τὰς φανερὰς αἰτίας ὀνομάζει προφάσεις · ἀλλὰ καὶ νῦν εὔδηλός ἐστιν ἐπὶ τούτου φέρων τὴν προσηγορίαν. ἐπιφέρει γοῦν ·

4.48

μήτε τῶν κατὰ λογισμὸν μήτε ὁκόσας εἰς ἀριθμὸν ἄρτιον περισσὸν δεῖ φανῆναι. ὡς τῶν αἰτιῶν τὰς μὲν φανερὰς ἁπάντων γινωσκόντων ἄνευ τεχνικοῦ λογισμοῦ, τὰς δὲ μόνων τῶν χρωμένων τῷ τεχνικῷ λογισμῷ · προσέχειν δὲ δεῖ, φησι, κᾀκείναις, ἃς ἐς ἄρτιον περιττὸν φανῆναι δεῖ.

4.49

μάλιστα μὲν οὖν δεῖ τὸν περισσὸν ἀριθμὸν εὐλαβέεσθαι, ὡς αὗται αἱ ἡμέραι ἑτερορρεπέας ποιοῦσι τοὺς κάμνοντας. οὐχ ἁπλῶς ἀκουστέον ἐστὶν, ἀλλ’ἐπὶ τῶν ὀξέων νοσημάτων, μέγα δύνασθαι τὰς περισσὰς ἡμέρας, ὡς μεταβολὰς ἑκατέρως ἀξιολόγους ἐμποιούσας εἰς ὑγείαντε καὶ θάνατον · τοῦτο γὰρ σημαίνει τὸ ἑτερορρεπέας. ἐπὶ μὲν τῶν ὀξέων γʹ καὶ εʹ καὶ ζʹ καὶ θʹ καὶ ιαʹ καὶ ιδʹ καὶ ιζʹ, ἐπὶ δὲ τῶν χρονίων ξʹ καὶ πʹ. μέσαι δ’αὐτῶν εἰσι κʹ καὶ λδʹ καὶ μʹ, περιτταὶ δὲ καὶ αὗται.

4.50

φυλάττεσθαι οὖν δεῖ τὴν πρώτην ἡμέραν, ἐν ἦρκται ἀσθενέειν κάμνων, ἰδόντα τὴν ἀρχὴν ἐξ ὅτου καὶ ὅτε · ἡγέεται γὰρ τοῦτο τὸ πρῶτον εἰδῆσαι. ὁκόταν δὲ ἔρῃ αὐτὸν καὶ διασκέψῃ πάντα, πρῶτον μὲν κεφαλὴν ὅπως ἔχῃ, εἰ ἀνάλγητος καὶ μὴ βάρος ἔχῃ ἐν ἑωυτῇ · ἔπειτα ὑποχόνδρια καὶ τὰ πλευρὰ, εἰ ἀνάλγητα. ὑποχόνδριον μὲν γὰρ εἰ ἐπίπονόν ἐστιν ἐπῃρμένον ἔχει τινὰ σκολιότητα κόρον πλευροῦ ἀλγηδὼν ἐνείη καὶ ἅμα τῷ ἀλγήματι βηχίον στρόφος πόνος κοιλίης. ὁκόταν δέ τι τούτων παρῇ ἐν ὑποχονδρίῳ, μάλιστα λύειν τὴν κοιλίην κλυσμοῖσι · πινέτω δὲ μελίκρητον θερμὸν ἀφηψημένον. καταμανθάνειν δὲ καὶ ἐν τῇσιν ἐξαναστάσεσιν, εἰ λειποθυμέῃ καὶ εἰ τοῦ πνεύματος εὐφορίη αὐτὸν ἔχει. ἰδεῖν δὲ καὶ διαχώρησιν, μή τι μέλαν ἰσχυρῶς διεχώρησεν χρῶμα καθαρὸν, ὁκοῖα ὑγιαίνοντος ἂν εἴη διαχωρήματα · καὶ πυρετὸς εἰς τὴν τρίτην ἐπιπαροξυνόμενος. κατιδὼν δὲ εὖ μάλα τοὺς τοιούσδε ἐν ταύτῃσι τῇσι νούσοισι τριταίους, πρὸς ταῦτα ἤδη καὶ τὰ ἄλλα συνορῇν · καὶ ἢν τετάρτη τῇ τρίτῃ ἡμέρᾳ ὅμοιον ἔχῃ τι τῶν αὐτῶν τούτων, κινδυνώδης κάμνων γίγνεται. τὰ δὲ σημεῖα μὲν μελαίνη διαχώρησις θάνατον σημαίνει, δὲ ὁμοίη τῷ ὑγιαίνοντι, ὁκόταν ἀνὰ πάσας τὰς ἡμέρας φαίνηται, σωτήριον. φυλάττεσθαί φησι χρῆναι πρῶτον μὲν τὴν πρώτην ἡμέραν, ἐν γνῶναι κελεύει τὴν αἰτίαν τοῦ νοσήματος · τὸ γὰρ ἐξ ὅτου καὶ ὅτε τὸ τί ποτ’ἐστὶ τὸ νόσημα δηλοῖ. πυνθάνεσθαι δὲ κελεύει πρῶτον μὲν τὴν κεφαλὴν ὅπως ἔχει, ἔπειτα ὑποχόνδρια καὶ πλευράς. ὑποχόνδριον μὲν εἴ τις ἐστὶν ὀδύνη ἐξήρτηται τινα ἔχει σκολιότητα, τουτέστιν ἀνωμαλίαν · ὅπερ ἐν τῷ προγνωστικῷ κατὰ τήνδε τὴν λέξιν ἔγραψεν, εἰ ἀνωμάλως διακείμενον τὰ δεξιὰ καὶ τὰ ἀριστερά. εἰ κόρον ἔχει, φησὶ, τοῦτο δέ μοι δοκεῖ τὴν πλήρωσιν τῶν σιτίων εἶναι. ἐρωτᾷν δὲ ἀξιοῖ καὶ τὰ ἄλλα περὶ τὴν ἑξῆς λέξιν · κᾄπειτα κελεύει, τῶν μὲν ὑποχονδρίων πεπονθότων λύειν τὴν κοιλίαν κλυσμοῖς, πίνειν δὲ μελίκρατον θερμὸν ἀφηψημένον. ἀδιορίστως δὲ ταῦτ’εἰπὼν ἐφεξῆς γράφει · καταμανθάνειν δὲ χρὴ καὶ τὰ ἐν ταῖς ἐξαναστάσεσιν, εἰ λειποθυμεῖ καὶ ἢν τοῦ πνεύματος, φησὶν, εὐφορίη αὐτὸν ἔχει · τοῦτο δ’ἀντίκειται τῷ λειποθυμοῦντι. ὁρᾷν δ’ἀξιοῖ καὶ τὸ διαχώρημα, πότερον μέλαν ἐστὶν καθαρὸν καὶ ἄμεμπτον, ὁποῖον τῶν ὑγιαινόντων, ὥσπερ καὶ εἰ πυρετὸς εἰς τὴν τρίτην ἡμέραν ἐπιπαροξύνεται. τούτων οὕτως ἐχόντων ἐὰν δʹ τῇ γʹ παραπλήσιον ἔχῃ τι κατὰ τὸν παροξυσμὸν, κινδυνώδη δηλονότι ταύτην φησί. τὸ γὰρ καὶ τὴν δʹ ἡμέραν ἐπίδηλον οὖσαν τῆς ζʹ νεωτερίσαι τι τῶν χαλεπῶν ἐστι σημείων · δὲ νεωτερισμὸς δῆλος. εἰ γὰρ τῇ αʹ τῶν ἡμερῶν καὶ τῇ γʹ παροξυσμὸς ἐγένετο, τῇ βʹ δὲ οὐκ ἐγένετο, προσῆκον ἦν τὴν εʹ. ἔχειν παροξυσμὸν, τὴν δὲ δʹ μὴ ἔχειν · ἔχουσα τοίνυν καὶ αὕτη κακοῦ τινος ἑτέρου γένεσιν ἐνδείκνυται. εἰ δὲ καὶ μέλανα διαχωρήσειε, θάνατον ἔσεσθαι δηλοῖ. μέμνησο δὴ τούτου παραλιπὼν τὰ πολλὰ τῶν εἰρημένων. εἰ γὰρ τῇ αʹ τῶν ἡμερῶν γʹ τὸν ἀνάλογον ἤνεγκε παροξυσμὸν, νεώτερον μὲν, εἰ καὶ δʹ παρώξυνεν · εἰ δὲ καὶ μέλανα διεχώρησεν, ὀλέθριόν ἐστι τὸ σημεῖον · ἐὰν δὲ πάλιν ὅμοια τοῖς ὑγιαίνουσιν ἀνὰ πάσας τὰς ἡμέρας διαχωρῇ, σωτηρίαν ἔλπιζε τοῦ κάμνοντος ἔσεσθαι.

4.51

ὁκόταν δὲ μὴ ὑπακούῃ τῇ βαλάνῳ, ἐνῇ δὲ τοῦ πνεύματος εὐφορίη, διαναστὰς ἐπὶ τὸν θρόνον αὐτοῦ ἐν τῇ κλίνῃ ἢν ἀψυχίη ἐνῇ · ταῦτα δὲ ὁκόταν προσῇ τῷ κάμνοντι τῇ καμνούσῃ κατ’ἀρχὰς, παραφροσύνην προσδέχου ἐσομένην. συγκέχυται τῆς ῥήσεως ταύτης διάνοια. τὸ γὰρ ὅταν βάλανος μηδὲν ἀνύῃ, δοκῇ δ’εὐφόρως ἔχειν κάμνων, εἴ γε κᾀν ταῖς διαναστάσεσι λειποψυχεῖ, παραφροσύνην προσδέχεσθαι, κακῶς εἰρῆσθαί μοι δοκεῖ, μήτε τῆς ἐμπειρίας μαρτυρούσης αὐτῷ μήτε τοῦ λογισμοῦ. γένοιτο γὰρ ἄν ποτε καὶ τοιοῦτόν τι · αἱ δὲ προγνώσεις εἰσὶν οὐ τῶν σπανίως γιγνομένων, ἀλλὰ τῶν διὰ παντὸς ὡς τὸ πολύ.

4.52

προσέχειν δὲ χρὴ καὶ τῇσι χερσίν · ἢν γὰρ τρομεραὶ ἔωσι, προσδέχου τῷ τοιῷδε ἀπόσταξιν αἵματος διὰ ῥινῶν ἐσομένην. καὶ οὗτος λόγος οὐ τὸ διηνεκὲς, οὐ δ’ὡς τὸ πολύ τι γιγνόμενον, ἀλλὰ τὸ σπάνιον διδάσκει.

4.53

ὁρῇν δὲ χρὴ αὐτοὺς τοὺς μυκτῆρας, ἢν ὁμοίως τὸ πνεῦμα δι’ἀμφοτέρων ἕλκηται · καὶ ἢν πολὺ φέρηται ἐκ τῶν μυκτήρων, φιλέει γίνεσθαι σπασμός · ἢν δὲ σπασμὸς γένηται, τῷ τοιῷδε θάνατος προσδόκιμος καὶ καλῶς ἔχει προλέγειν. οὐσῶν τῶν χειρῶν τρομωδῶν, οὕτω γὰρ προσῆκον εἰπεῖν, εἰ τὸ πνεῦμα πολὺ φέρεται δι’ἀμφοτέρων τῶν μυκτήρων, σπασμὸν ἐπιγίνεσθαί φησιν · εἴωθε δ’οὕτω καλεῖν τὴν σπασμώδη διάθεσιν, γινομένην κατὰ τῶν τὰ πτερύγια τῆς ῥινὸς κινούντων μυῶν.

4.54

ἢν δὲ ἐν πυρετῷ χειμερινῷ γλῶσσα τραχείη γένηται καὶ ἀψυχίαι ἐνέωσι, φιλέει τῷ τοιῷδε καὶ ἐπάνεσις εἶναι τοῦ πυρετοῦ · ἀλλ’ὅμως τὸν τοιόνδε παραφυλάσσειν τῇ λιμοκτονίῃ καὶ ὑδατοποσίῃ καὶ μελικρήτου πόσει καὶ χυλοῖσι παραφυλάσσειν · μη δὲ πιστεύων τῇ ἀνέσει τῶν πυρετῶν, ὡς οἱ τὰ τοιάδε ἔχοντες σημεῖα ἐπικίνδυνοί εἰσι θνήσκειν. ὁκόταν δὲ ταῦτα συνειδῇς, οὕτω προλέγειν, ἤν σοι ἀρέσκῃ, θεωρήσας εὖ μάλα. χειμερινὸν πυρετὸν ἔνιοι μὲν ἁπλῶς ἀκούουσι τὸν ἐν χειμῶνι γινόμενον, ἔνιοι δὲ τὸν οἰκεῖον φύσει χειμῶνι, εἴη δ’ἂν τοιοῦτος ἐπὶ φλέγματι, καθάπερ θερινὸς ἐπὶ χολῇ. ἐὰν οὖν, φησιν, ἐπὶ τῷ τοιῷδε πυρετῷ γλῶσσα γένηται τραχεῖα καὶ λειποθυμίαι, συγγινώσκειν αὐτὸν ὄντα κινδυνώδη καὶ διὰ τοῦτο μὴ πιστεύειν ταῖς ἐπανέσεσι τῶν πυρετῶν, ὅταν μετὰ συμπτωμάτων σημείων μοχθηρῶν γίγνωνται, καθάπερ νῦν ἄμα τῇ λειποθυμίᾳτε καὶ τῇ τῆς γλώττης τραχύτητι. μὴ τοίνυν, φησὶν, ἀμελῶς διαίτα τοὺς κάμνοντας, ἀλλ’ὕδωρτε καὶ μελίκρατον καὶ χυλὸν πτισάνης ῥοφεῖν δίδου. δόξει δὲ ταῦτα μάχεσθαι τῷ χρῆναι λιμοκτονεῖν · γὰρ λιμοκτονία μάλιστα μὲν ἀσιτίαν παντελῆ σημαίνει · εἰ δ’οὒ, ἀλλὰ τήν γε ἐπὶ τοῖς πόμασι μόνοις δίαιταν · οὕτως δὲ καὶ μελίκρατον καὶ χυλὸν πτισάνης συνεχώρησε δίδοσθαι. δοκεῖ δέ μοι διὰ τοῦτο λιμοκτονεῖν λέγειν αὐτοὺς, ὅτι χρονίζουσι τὰς ἐπανέσεις τῶν πυρετῶν ἴσχοντες εὐφορωτάτας, ὡς ἐξαπατηθέντας τινὰς τροφὴν ἰσχυροτέραν δοῦναι καὶ μάλιστα διὰ τὴν λειποθυμίαν · ὡς πρὸς τοιαύτην οὖν δίαιταν διὰ τοῦ μελικράτουτε καὶ τοῦ χυλοῦ γιγνομένη ἐν πολλαῖς ἡμέραις εἴρηται ὀρθῶς λιμοκτονία.

4.55

ὁκόταν δ’ἐν πυρετοῖσι φοβερόν τι γένηται πεμπταίοισιν ἐοῦσιν, κοιλίητε ἐξαίφνης ὑγρὰ διαχωρήσει καὶ ἀψυχίη γένηται ἀφωνίη ἐπιλάβῃ σπασμώδης γένηται λυγμώδης, ἐπὶ τούτοισιν καὶ ἀσώδης φιλέει γίνεσθαι καὶ περὶ ὑπορίνιον καὶ μέτωπον ἱδρῶτες καὶ αὐχένα ὄπισθεν τῆς κεφαλῆς · οἱ δὲ ταῦτα πάσχοντες θνήσκουσι πνευματωθέντες οὐκ ἐς μακράν. τῶν ἐκ τηρήσεως ἐμπειρικῶς γεγραμμένων τοῖς ἰατροῖς ἔνια τοιαῦτά ἐστι, τουτέστιν ἐκ τῶν ὀφθέντων ἅπαξ δὶς, ἀπόφασιν ἔχει καθόλου τρόπου, ὡς πλειστάκις ἐπὶ τῶν αὐτῶν καὶ ὡσαύτως δυνάμενα θεωρηθῆναι. τοιοῦτον δέ τι καὶ τοῦτό ἐστι τὸ νῦν λεγόμενον · ἑορακὼς γὰρ ἔγραψε ταῦτα πεμπταῖόν τινα, διαχωρήσαντα μέν τινα ὑγρὰ διαχωρήματα, λειποψυχήσαντα δὲ καὶ ἄφωνον γενόμενον, ἕτερον δὲ σπασμώδη καὶ μετὰ τοῦτο ἤτοι γε ἀμφοτέρους τὸν ἕτερον ἀσώδη καὶ τὰ περὶ τὸ πρόσωπόντε καὶ τὸν αὐχένα ἐφιδρώσαντας, εἶτα ἀποθανόντας ἔγραψεν, ὡς οἴεται, συνδρομὴν σημείων ἐμπειρικῶν. ἔστι δ’αὐτὰ δυνάμενα καὶ στομαχικῆς προηγεῖσθαι συγκοπῆς · δυνάμενα δὲ καὶ διὰ πλῆθος γίνεσθαι θλιβομένης τῆς δυνάμεως καὶ ἄλλως ἀρρωστούσης. ἕκαστον γάρ τοι τῶν εἰρημένων καθ’ἑαυτὸ μοχθηρόν ἐστι, μήτοι γε συνελθόντα πάντα. τὸ γὰρ ἐπὶ ταῖς ἐξαίφνης διαχωρήσεσι λειποθυμεῖν ἐπικίνδυνόν ἐστιν, ὥσπερ καὶ τὸ ἄφωνον γενέσθαι καὶ ἀσώδη · οὐκ ἀγαθὸν δὲ καὶ τὸ περὶ τὸ πρόσωπόντε καὶ τὴν κεφαλὴν ἰδροῦν μόνα. καθάπερ οὖν ταῦτα πολλὰ καὶ μοχθηρὰ συμπτώματά ἐστιν, οὕτω καὶ τἄλλα τὰ ἐν τῷ προγνωστικῷ γεγραμμένα καὶ δύναταί τις ἐπιπλέκων αὐτὰ ἀλλήλοις δοκεῖν τι διδάσκειν νεώτερον · ἐὰν δέ που καὶ λέξιν ἀσαφῆ μίξῃ τῷ λόγῳ, καθάπερ αἴνιγμα, τοῖς μὲν πολλοῖς κᾀκ τούτου σοφώτερος εἶναι δόξει, θαυμάζουσι γὰρ μὴ νοοῦσιν · ἀνθρώπῳ δὲ ἐγνωκότι διακρίνειν ἀπὸ τῆς παθογνωμονικῆς συνδρομῆς τὰ ἐπιγινόμενα, φωραθήσεται ποικίλος μὲν, ἄχρηστος δὲ λόγος. μὲν γὰρ παθογνωμονικὴ συνδρομὴ τὸ τοὺ νοσήματος εἶδος ἐνδείκνυται, τὰ δ’ἐπιγινόμενα συμπτώματα τὴν ἐπιείκειάντε καὶ κακοήθειαν αὐτοῦ. καὶ χρὴ μαθόντα περὶ τούτων τῶν συμπτωμάτων ἑκάστου τὴν δύναμιν ἐκλογίζεσθαίτε καὶ παραβάλλειν ἀλλήλοις τὰ φανέντα · κᾂν μὲν ἰσχυρότεράτε καὶ πλείω φαίνηται τῶν ἀγαθῶν τὰ μοχθηρὰ, γινώσκειν ἐν κινδύνῳ τὸν ἄνθρωπον ὑπάρχειν · εἰ δὲ τὰ ἀγαθὰ τῶν φαύλων ἰσχυρότεράτε εἴη καὶ πλείω, καλὴν προσδοκίαν ἔχειν ἐπὶ τῷ κάμνοντι. τοῦτο δέ σε καὶ αὐτὸς Ἱπποκράτης ἀξιοῖ πράττειν · ἐν γοῦν τῷ προγνωστικῷ πάντων τῶν συμπτωμάτων καὶ τῶν σημείων ἑκάστου καταμόνας ἐδίδαξε τὴν δύναμιν, ἐπὶ τῇ τελευτῇ δὲ τούτου τοῦ συγγράμματός φησι · χρὴ δὲ τὸν μέλλοντα ὀρθῶς προλέγειν τούςτε περιεσομένους καὶ τοὺς ἀποθανουμένους, οἷςτε ἂν μέλλοι πλέονας ἡμέρας παραμένειν τὸ νόσημα καὶ οἷς ἂν ἐλάσσους, τὰ σημεῖα ἐκμανθάνοντα πάντα, κρίνειν ἐκλογιζόμενον τὰς δυνάμεις αὐτῶν πρὸς ἀλλήλας, ὥσπερ διαγέγραπται. τὰς δυνάμεις ἀξιοῖ τῶν σημείων ἐκλογιζόμενον προγινώσκειν ἐξ αὐτῶν τὸ ἀποβησόμενον · ἔνθα μὲν οὖν ἀγαθὰ μοχθηροῖς μέμικται παρισούμενά πως ταῖς δυνάμεσι, γεγυμνασμένου μὲν ἀνδρὸς δεῖται, τεθεωρηκότος ἐπὶ τῶν ἔργων αὐτὰ πολλάκις · ἔνθα δ’ἐστὶν ἤτοι πάντα κακὰ, καθάπερ νῦν, πάντα καλὰ, κατάδηλον ἅπαντι τὸ γενησόμενον. ὄντος γὰρ καὶ καθ’αὑτὸ σημείου κακοῦ τοῦ διαχωρούσης τῆς κοιλίας λειποψυχῆσαι, κακοῦ δ’ὡσαύτως καὶ τῆς ἀφωνίας, ἐὰν πρὸς τούτοις καὶ σπασμώδης λυγμώδης ἀσώδης κάμνων γίνεται, σαφέστερον ἐνδείξεται τὸν κίνδυνον · ἐὰν δὲ καὶ ἄλλο τι μοχθηρὸν αὐτῷ σημεῖον ἐπιγένηται, καθάπερ οἱ περὶ τὸν αὐχένα καὶ τὸ πρόσωπον ἱδρῶτες, ἔτι καὶ μᾶλλον · ἅπερ εἴρηται νῦν ὑπ’αὐτοῦ τοῦ γράψαντος τὸ βιβλίον, οὐδενὸς ἀγαθοῦ σημείου μεμιγμένου τοῖς κακοῖς. ὅτι μὲν τοιοῦτος ἐξ ἀνάγκης τεθνήξεται πρόδηλον ἐκ τοῦ τῶν κακῶν ἀθροίσματος σημείων · τὸ δὲ καὶ πνευματωθήσεται τῇ τελευτῇ τῆς ῥήσεως ὥσπερ αἴνιγμα προσέρριπται ταύτης, ὥς τι τῶν ἐξ ἀνάγκης ὡμολογημένων ἔσεσθαι τί περ ἂν σημαίνῃ τὸ πνευματωθήσεται, εἴτε τὸ τῶν κατὰ τὴν γαστέρα πνευμάτων πλῆθος, ὡς ἐνὸν γαστέρα φυσηθῆναι πᾶσαν αὐτὴν, εἴτε τὴν μεγάλην καὶ πυκνὴν ἀναπνοήν · ἀλλὰ καὶ ταύτην ἐμάθομεν, αἷς ἔσεσθαι διαθέσεσιν οὐκ ἀγαθὸν, ὥσπερ γε καὶ τὴν τῆς γαστρός. ὥστ’οὐ χρὴ ζητεῖν ἄλλα σημεῖα, τούτων ἐξ ἀνάγκης προηγουμένων · ἐπὶ τούτοις γὰρ οὐκέτι, ὡς ἐπ’ἐνίοις τοῖς κατὰ τύχην γενομένοις, τῶν ἀποβησομένων ἀσφαλής τις γίγνεται πρόγνωσις.

4.56

ὁκόσοισι δὲ ἐν πυρετοῖσι τὰ σκέλεα γίγνεται φυματώδεα καὶ ἐγχρονιζόμενα μὴ ἐκπεπαίνεται ἔτι ἐόντων ἐν πυρετοῖσιν καὶ προσπέσῃ πνιγμὸς ἐν φάρυγγι, ἰσχνῶν ἐόντων τῶν περὶ φάρυγγα καὶ μη δὲ πεπαίνηται, ἀλλὰ σβεσθῇ, φιλέει τῷ τοιῷδε αἷμα ἐκ τῶν ῥινῶν ῥέειν · κᾒν μὲν πολὺ ῥυῇ, λύσιν σημαίνει τῆς νούσου · ἢν δὲ μὴ, μακρήν · ὁκόσῳ δ’ἂν ἔλασσον ῥυῇ, τοσῷδε χεῖρον καὶ μῆκος. ἢν δὲ τἄλλα ῥήϊστα γένηται, προσδέχεσθαι τῷ τοιῷδε ἐς πόδας ἀλγήματα · ἢν δ’ἅψηται τοῦ ποδὸς καὶ ἐπώδυνος γενόμενος παραμένει, πυριφλεγὴς γενόμενος καὶ μὴ λυθῇ, κατὰ σμικρὸν ἥξει καὶ ἐς αὐχένα ἀλγήματα καὶ ἐς κληῖδα καὶ ἐς ὦμον καὶ ἐς στῆθος καὶ ἐς ἄρθρον καὶ τοῦτο δεήσει φυματῶδες γενέσθαι. σβεννυμένων δὲ τούτων, ἢν αἱ χεῖρες ἐφέλκωνται τρομεραὶ γένωνται, σπασμὸς τὸν τοιόνδε ἐπιλαμβάνει καὶ παραφροσύνη · ἀτὰρ καὶ φλυζάκια ἐπὶ τὴν ὀφρὺν καὶ ἐρυθήματα ἴσχει καὶ βλέφαρον τὸ ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνει καὶ σκληρὴ φλεγμονὴ κατέχει καὶ οἰδέει ἰσχυρῶς ὀφθαλμὸς καὶ παραφροσύνη μέγα ἐπιδιδοῖ · αἱ δὲ νύκτες μᾶλλον ἐπισημαίνουσιν αἱ ἡμέραι τὰ περὶ τὴν παραφροσύνην. τὰ δὲ σημεῖα μάλιστα γίνεται πολλὰ ἐπὶ τὸν περισσὸν ἀριθμὸν ἐπὶ τὸν ἄρτιον · ὁκοτέρῳ δ’ἂν τούτων τῶν ἀριθμῶν γίνηται, ὀλέθριοι ἐπιγίνονται. καὶ πάντα ταῦτα τὰ νῦν εἰρημένα δοκεῖ μοι τεθεαμένος ἐφεξῆς ἀλλήλων συνθεὶς τὸ γράμμα τουτὶ, καθολικόν τινα ἐκ τῆς ἐν μέρει τηρήσεως λόγον πεποιηκέναι προπετῶς · ἄμεινον μὲν γὰρ, ὡς Ἱπποκράτης ἐν τοῖς τῶν ἐπιδημιῶν εἰώθει γράφειν, οὕτω καὶ αὐτὸν πεποιηκέναι, προειπόντα μὲν ἐν ἀρχῇ τὸ τοῦ παθόντος ὄνομα καὶ μετὰ ταῦτα καὶ τὰς ἡμέρας ἐν αἷς ἕκαστον ἐγένετο, καθάπερ ἐπ’αὐτῶν τῶν νῦν εἰρημένων συμπτωμάτων ἔνεστι ποιῆσαι. γεγενήσθω γάρ τινι φυματώδη τὰ σκέλη καὶ μὴ πεπαινέσθω, προσυποκείσθω δὲ καὶ πυρετώδης εἶναι καὶ πνιγώδης γενόμενος παυσάσθω · προσδοκήσειεν ἄν τις ἄνω γεγονέναι μετάστασιν τῶν ἐν σκέλεσι χυμῶν, ἥτις ἐν ταῖς παρόδοις πνιγώδη τὸν ἄνθρωπον ἐποίησεν, ἐὰν οὖν τοιοῦτος, ὡς Ἱπποκράτης εἶπεν, ἐστὶ περιεστηκὼς, αἱμορραγῆσαι δυνήσεται διὰ ῥινῶν · καὶ ἐὰν πολὺ τὸ αἷμα, λύσει τὴν νόσον · εἰ δ’οὐ, χρονίσει, καὶ εἰ τἄλλα καλῶς γένοιτο, πάλιν εἰς τοὺς πόδας ἀλγήματα τούτῳ κατασκῆψαι δυνατόν ἐστιν. ὑποκείσθω δὲ καὶ τοῦτο γεγονέναι, καθάπερ καὶ τὸ πυριφλεγῆ τὸν ἄνθρωπον ἐπὶ τούτοις γενέσθαι, ὅπερ ἤτοι θερμασίαν πολλὴν περὶ τὸν πόδα δηλοῦν εἴωθεν πυρετὸν πολὺν καὶ πυρώδη · καὶ εἰ ἐπὶ τούτοις μὴ λυθείη τὰ συμπτώματα, πάλιν ἀναχωρῆσαν ἄνω μᾶλλον τὸ πλῆθος, ἀλγήματα γεννήσει κατὰ τοὺς αὐχένας καὶ κλεῖς καὶ τὸν ὦμον καὶ τὸ στῆθος. ὡς δὲ πάντα συνέβη ταῦτα αὐτῷ ἀλόγως (τοῦτο γὰρ ἦν τὸ σβεσθῆναι) τὰς χεῖρας ὑποκείσθω γενέσθαι τρομώδεις, ἔπειτα σπασμὸν ἐπακολουθῆσαι, τοῦ πλήθους ἀποσκήψαντος εἰς τὰ νευρώδη μόρια καὶ αὐτὴν τὴν ἀρχὴν αὐτῶν καταλαβόντος, ἐντεῦθεν γὰρ αἱ παραφροσύναι. θεασάμενος οὖν γράψας τῶν οὕτως τινὰ νοσησάντων φλυκταίνας ἔχοντα κατὰ τὴν ὀφρὺν (τοῦτο γὰρ σημαίνει τὰ φλυζάκια) προπετῶς ἀπεφήνατο πᾶσι τοῖς οὕτως ἔχουσιν ἐσόμενον τοῦτο τὸ σύμπτωμα · καὶ περὶ τῶνδε τῶν ἐφεξῆς γεγραμμένων αὐτὸς λόγος · γὰρ ἐγένετό τινι τῶν οὕτω νοσούντων εἴτε δυοῖν, ἐπὶ πάντας ἐκτείνων, ἔφη καὶ ἐρυθήματα ἴσχειν αὐτοὺς καὶ τὸ βλέφαρον ἕτερον παρὰ τὸ ἕτερον παραβλαστάνειν καὶ ξηρὰν γίνεσθαι τὴν φλεγμονὴν καὶ οἰδεῖν ἰσχυρῶς τοὺς ὀφθαλμούς. τούτων δὲ τὰ μὲν ἄλλα σαφῆ, τὸ δὲ παραβλαστάνει τὸ βλέφαρον τὸ ἕτερον, ἀσαφὲς ἐστι πότερον ἐκ μέρους αὐτῶν τινα γινομένην σύμφυσιν σαρκῶδές τι βλάστημα, θατέρου μὲν ἐκφυόμενον, ἐπὶ δὲ θάτερον ἐκτεινόμενον ἠβουλήθη δηλῶσαι. εἰ δέ τι χρήσιμον ἦν τῆς εὑρέσεως αὐτοῦ σχεῖν, πλέον ἂν περὶ αὐτοῦ διασκεψαίμην.

4.57

τοὺς τοιούτους δὲ ἢν μὲν ἐξ ἀρχῆς φαρμακεύειν προαιρῇ, πρὸ τῆς πέμπτης ἢν βορβορύζῃ κοιλίη · ἢν δὲ μὴ, ἐᾷν ἀφαρμακεύτους εἶναι · ἢν δὲ διαβορβορύζῃ καὶ τὰ ὑποχωρήματα χολώδεα , σκαμμωνίῳ ὑποκάθαιρε μετρίως. τῇ δὲ ἄλλῃ θεραπείῃ, ὡς ἐλάχιστα προσφέρειν ποτὰ καὶ ῥοφήματα, ἵνα βελτιόνως ἔχῃ, ἢν μὴ ὑπερβῶσι τὴν τεσσαρεσκαιδεκάτην ἐπανέντες. θεραπείαν γράφει προειρημένης τῆς συνδρομῆς · ὀνομάζειν δ’αὐτὴν ἐμοὶ μὲν, ὡς εἴρηκα, οὐ δὲ τοῦτο δοκεῖ · καὶ θεραπεία δὲ οὐδὲν κοινὸν ἔχει παρὰ τὰ πρόσθεν ἤδη εἰρημένα πολλάκις · προσεπισκεψάμενον γὰρ εἰρήκει καὶ τὰ ἐν τῇ γαστρὶ καὶ γνωρίσαντα ταῦτα διὰ τῶν βορβορυγμῶν καθαίρειν. εἰ δὲ καὶ χολώδη τὰ κάτω ῥέποντα εἴη, σκαμμωνίαν δίδωσι φάρμακον χολώδη καθαῖρον. ἐν δὲ τῇ ἄλλῃ θεραπείᾳ κελεύει προσφέρειν ἐλάχιστα ῥοφήματα, μέχρις ἂν ἐπανιῶσιν ὑπερβαίνοντες τὴν τεσσαρεσκαιδεκάτην ἡμέραν · τούτῳ δὲ τῷ λόγῳ συνενδείκνυται πρὸ τῆς ιδʹ μὴ δύνασθαι πεφθῆναι τὴν νόσον.

4.58

ὁκόταν πυρέσσοντι τεσσαρεσκαιδεκαταίῳ ἐόντι ἀφωνίη προσγένηται, οὐ φιλέει λύσις ταχείη, οὐ δ’ἀπαλλαγὴ τοῦ νοσήματος γίγνεσθαι, ἀλλὰ χρόνον τῷ τοιῷδε σημαίνει · ὁκόταν δὲ φανῇ ἐπὶ τῇ ἡμέρῃ ταύτῃ, μακρότερον ξυμπίπτει. οὗτος λόγος περιττός ἐστι τοῖς μεμαθηκόσι τὰ μοχθηρὰ συμπτώματα μείζονα δύναμιν ἔχειν ἐν κρισίμοις ἡμέραις φαινόμενα · τούτῳ γὰρ τῷ καθόλου κέχρηται καὶ νῦν γράψας τὸ βιβλίον, ἐφ’ἑνὸς τῶν κατὰ μέρος πραγμάτων τῆς ιδʹ ἡμέρας. ὡς γὰρ ἐν ταῖς ἄλλαις κρισίμοις, οὕτω καὶ ἐν ταύτῃ εἰ φανῇ τι μοχθηρὸν σύμπτωμα, μείζονα τὴν δύναμιν ἔχει. χρὴ δὲ τὴν ἀπόφασιν τοῦ γενησομένου μη δ’ἁπλῶς, μη δ’ὡς ἔτυχεν, ἀλλὰ μετὰ διορισμοῦ ποιεῖσθαι · εἰ μὲν γάρ τινα τῶν ἀγαθῶν σημείων, μείζονα δύναμιν ἔχοντα παρείη τῷ κάμνοντι, νοσήσας πλειόνως δυνηθήσεται σωθῆναι · μηδενὸς δὲ ὄντος τοιούτου τεθνήξεται, μὴ δυναμένης τῆς δυνάμεως ἐξαρκέσαι τῇ πέψει τοῦ νοσήματος. κακῶς οὖν ταῦτα γράψας ἔφη, μακρότερον πάντως ἔσεσθαι τὸ νόσημα · δύναται γὰρ καὶ διὰ ταχέων ἀποθανεῖν τὴν ἀφωνίαν ἐν τῇ ιδʹ σχὼν ἡμέρᾳ, μετὰ τῶν χαλεπῶν ἄλλων σημείων γενομένου τοῦ συμπτώματος.

4.59

ὁκόταν δὲ πυρέσσοντι τεταρταίῳ γλῶσσα ἐκτεταραγμένα διαλέγεται καὶ κοιλίη χολώδεα ὑποχωρέει ὑγρὰ, φιλέει παραληρεῖν τοιόσδε · ἀλλὰ χρὴ παραφυλάσσειν παρεπόμενον τοῖσιν ἀποβαίνουσι. ἀλλὰ καὶ ἐν ἄλλῃ τινὶ τῶν ἡμερῶν · ἐὰν δὲ καὶ τεταρταία φανῇ πρῶτον, κινδυνωδεστέραν εἶναι τὴν ζʹ δηλοῖ, τουτέστι τὰ ἐκείνῃ γενησόμενα.

4.60

θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων, αἵματος ἀπόσταξις ἐξαπίνης, συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας · καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων εὐσαρκώσιος ἔχῃ μελαγχολικὸς ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν σπασμόν. καὶ αὕτη πάλιν ῥῆσις ἐπιπλοκὴν ἔχει συμπτωμάτων πολλῶν οὐ συγγινομένων ἐν ἅπαντι ἀνθρώπῳ νοσοῦντι, διὸ καὶ ἄχρηστα τὰ οὕτως γραφόμενα, τῆς χρησίμου διδασκαλίας διὰ τῶν καθόλου γινομένης, ὡς Ἱπποκράτης εἴωθε ποιεῖν. εἴρηται δ’ὅτι τῶν καθόλου τὰ μὲν διηνεκῆ τὴν πρώτην ἔχει δύναμίντε καὶ χρείαν, τὰ δ’ὡς τὸ πολὺ τὴν δευτέραν · εἴ τι δ’ἀμφίδοξον σπάνιόν ἐστιν, ἄχρηστον ἐς τὴν διδασκαλίαν. γοῦν εἶπεν, ἐπισκεψώμεθα κατὰ μέρος · καὶ πρῶτόν γε τὸ πρῶτον εἰρημένον. θερινῆς καὶ μετοπωρινῆς ὥρης ἐπὶ τῶν ὀξέων αἵματος ἀπόσταξις ἐξαπίνης συντονίην καὶ πολλὴν φλεγμασίην κατὰ τὰς φλέβας δηλοῖ καὶ ἐς τὴν ὑστεραίην λεπτῶν οὔρων ἐπιφάσιας · καὶ ἢν ἀκμάζῃ τῇ ἡλικίῃ καὶ τὸ σῶμα ἐκ γυμνασίων εὐσαρκώσιος ἔχῃ μελαγχολικὸς ἐκ πόσιος χεῖρες τρομεραὶ, καλῶς ἔχει παραφροσύνην προειπεῖν σπασμόν. βέλτιον οὖν ἦν εἰπεῖν τὴν συντονίαν ἐνδείκνυσθαι, θεραπείας χρῄζειν τὰς φλέβας · ἐπιστάμεθα δ’ὅτι τὰς στάξεις τοῦ αἵματος ἐκ τῶν μυκτήρων μοχθηρὸν ἀεί τί φησιν εἶναι, διὰ τὸ τὴν φύσιν μὲν ἐφίεσθαι ἐκκρίνειν τὸ περιττὸν, ἀδυνατεῖν δὲ δι’οἰκείαν ἀρρωστίαν πάχος τοῦ αἵματος πύκνωσιν τῶν μορίων, τινα τούτων πάντα συνελθόντα. μοχθηροῦ δ’ὄντος ἀεὶ τοῦ σημείου, μᾶλλον δὲ τι καὶ κατὰ θέρους καὶ φθινοπώρου τὰ πρῶτα, τὴν δύναμιν αὐτοῦ συμβέβηκεν ἐπιτείνεσθαι · ἐν ταύταις γὰρ ταῖς ἡμέραις τε ξανθὴ πλεονάζει χολὴ καὶ τὸ περιέχον θερμόν ἐστιν, ὥστε εὔρουν ἐχρῆν δι’ἄμφω εἶναι τὸ αἷμα · μέγεθος οὖν αἰτίας δηλοῦται, δι’ἣν κωλύεται ῥεῖν, ἣν τὴν συντονίαν εἶναί φησιν, ἴσως τὴν πύκνωσιν οὕτως ὀνομάζων. τό γε μὴν θεραπείας δεῖσθαι κατὰ φλέβας τοὺς οὕτως ἔχοντας οὐδὲν οὐδέπω διδάσκει, πρὶν εἰπεῖν ἥντινα λέγει θεραπείαν · οὐ μὴν εἶπε, πρόρρησιν δὲ μόνην πρώτην ἔγραψε, λεπτῶν οὔρων ἐπιφάσιας γίνεσθαι κατὰ τὴν ὑστεραίαν, οὐ κατὰ μόνην ταύτην ἐξ ἀνάγκης φαινομένων αὐτῶν ἀπέπτων, ἀλλὰ καὶ κατὰ τὰς ἔμπροσθεν αὐτῆς. καὶ σπασμόν φησι καὶ παραφροσύνην ἔσεσθαι τοῦ κάμνοντος ἀκμάζοντος κατὰ τὴν ἡλικίαν οὕτως · ἔτι πρὸς τούτοις καὶ γυμναστικοῦ καὶ τῆς εὐσαρκίας αὐτοῦ μέμνηται καὶ τῆς κράσεως (οἱ γὰρ μελαγχολικοὶ κράσεως ὄνομα) καὶ μέντοι καὶ ἐκ πόσεως φησὶν αὐτὸν χεῖρας ἴσχειν τρομεράς. τὰ μὲν οὖν συμπτώματα ταῦτα δυνατά ἐστιν ἀλλήλοις ἐπιπλακῆναι, οὐ μὴν ἐξ ἀνάγκης γε ὡς τὸ πολὺ τούτοις ἐπακολουθήσει παραφροσύνη καὶ σπασμός.

4.61

κᾒν μὲν ἐν ἀρτίῃσιν ἐπιγένηται, βέλτιον · ἐν κρισίμῃσι δὲ, ὀλέθριον, ἢν μὴ πολὺ ἅλις ἀποσσυθὲν αἷμα ἐξόδους ποιήσηται τῆς πλεονεξίης κατὰ ῥῖνας καθ’ἕδρην ἐμπυήσεις μεταστάσεις ἀποστάσεις πόνους τῶν ὑποχονδρίων ἐς ὄρχιας ἐς σκέλεα · πεφθέντων δὲ τουτέων ἔξοδοι γίγνονται πτυσμῶν, παχέων οὔρων λείων λευκῶν. δύο γραφαί εἰσι τῆς ἐπιγίνεσθαι λέξεως · μία μὲν διὰ τοῦ τ στοιχείου τῆς τρίτης συλλαβῆς γεγραμμένης, ἄλλη δὲ διὰ τοῦ γ. ἀλλ’ἐάντε κατὰ τὴν προτέραν ἐπιτείνεσθαι λέγῃ τοὺς κάμνοντας ἐν ἀρτίαις ἡμέραις, ἐάντε κατὰ τὴν δευτέραν ἐπιγίνεσθαι τὰ εἰρημένα συμπτώματα κατὰ τὰς ἀρτίας ἡμέρας, οὐκ εὐθέως ἐστὶ καὶ βέλτιον (τοῦτο δ’αὐτὸς εἶπεν) οὐ δὲ γὰρ εἰ ἄρτιοι προσήκει σκοπεῖν, ἀλλ’εἰ καὶ κρίσιμοι · τὴν γοῦν τετάρτην ἡμέραν ἀρτίαν οὖσαν καὶ αὐτὸς ἑξῆς ὀλίγον ἔμπροσθεν εἶπεν, ὅτι μεγίστην δύναμιν ἔχει. τό γε μὴν ἐφεξῆς εἰρημένον ἀληθές · ἐὰν γὰρ αἷμα πολὺ καθ’ὁντιναοῦν τρόπον ἐκκριθῇ, σωτηρίας ἔχειν ἐλπίδα. καὶ δι’ἀποστάσεως αὐτοὺς καὶ μεταστάσεως φησὶ σώζεσθαι, τὴν μὲν ἀπόστασιν ἄντικρυς διὰ τῆς ἰδίας προσηγορίας δηλώσας, τὴν δὲ μετάστασιν διὰ τοῦ φάναι πόνους ἐν ὑποχονδρίῳ ἐς ὄρχιν σκέλεα. διαφέρει δ’ἀλλήλων τῷ τὴν μὲν ἀπόστασιν αὐτὴν τὴν κρίσιν ἐπιφέρειν καὶ ἀπαλλάττειν ἁπάντων τῶν ὀχληρῶν τὸν κάμνοντα, τὴν δὲ μετάστασιν ἑτέρων ἴσχειν ἀρχὴν παροξυσμῶντε καὶ πόνων, ὡς δεῖσθαι πάλιν ἄλλου χρόνου πρὸς τὴν πέψιν τὸν τόπον τοῦ σώματος, εἰς ὃν μετάστασις ἐγένετο τῶν λυπούντων χυμῶν · διὸ καὶ προσέθηκε, πεφθέντων δὲ τούτων, αἱ διέξοδοι γίγνονται πτυσμῶν παχέων οὔρων, λείων, λευκῶν · σημεῖα διδάσκων τοῦ πεπέφθαι τὴν μετάστασιν ἐκ τῶν πεπεμμένων πτυσμάτωντε καὶ οὔρων.

4.62

πυρετῷ λυγγώδει ὀπὸν σιλφίου, ὀξύμελι, δαῦκον τρίψας, πιεῖν δίδου καὶ χαλβάνην ἐν μέλιτι καὶ κύμινον ἐκλεικτικὸν καὶ χυλὸν πτισάνης ἐπὶ τουτέοισι ῥοφέειν. ἄφυκτος δ’ τοιοῦτος, ἢν μὴ ἱδρῶτες κριτικοὶ καὶ ὕπνοι ὁμαλοὶ ἐπιγένωνται καὶ οὖρα παχέα καὶ δριμέα καταδράμῃ εἰς ἀπόστασιν στηρίζῃ. τὰς λύγγας εἰώθασι καὶ λυγμοὺς ὀνομάζειν · εἰσὶ δὲ κινήσεις τινὲς τοῦ στομάχου σπασμώδεις · γίνεσθαι δέ φασι δι’ἄμετρον κένωσιν πλήρωσιν. οἱ μὲν οὖν διὰ κένωσιν γιγνόμενοι σχεδὸν ἀνίατοι τυγχάνουσιν ὄντες · οἱ δὲ διὰ πλήρωσιν ὑπὸ τῶν τεμνόντων καὶ ῥυπτόντων τὰ ἐμπεπλασμένα βοηθημάτων θεραπεύονται · τοιαῦτα δέ εἰσι καὶ τὰ νῦν γεγραμμένα. φαίνεται δὲ νῦν δῆξις αὕτη γιγνομένη καὶ διὰ δριμύτητα δάκνουσαν τὸν στόμαχον, ὡς ἐπειδάν τις πέπερι πλέον τι τοιοῦτον καταπίῃ · καὶ μέντοι καὶ τῶν πυρεσσόντων ἔνιοι λύγξαντες ἤμεσαν διαβρωτικὸν καὶ δριμύτατον χυμὸν, ἐφ’ τελέως ἐπαύσαντο τοῦ συμπτώματος · ἀλλ’ γε τοιοῦτος πυρετὸς οὐ καλεῖται λυγγώδης, ἐπὶ πλέον γὰρ δεῖ παραμένειν τὸν λυγμὸν καὶ δι’ὅλου τοῦ νοσήματος εἶναι συμπαροξυνόμενον τοῖς πυρετοῖς, ἵνα λυγγώδης ὀνομασθῇ. τὸν τοιοῦτον πυρετὸν ὑφ’ἱδρώτων κρισίμων καὶ ὕπνων ὁμαλῶν καὶ οὔρων δριμέων καὶ παχέων ἐκκενωθέντων θεραπεύεσθαί φησιν, ἤτοι γε ἐκκριθέντων τῶν τοιούτων εἰ εἰς ἀπόστημα στηριχθῇ.

4.63

κόκκαλος καὶ σμύρνα ἐκλικτόν · πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον · ἢν δὲ διψώδεες ἔωσι σφόδρα, τοῦ κριθίνου ὕδατος. ἀτάκτως τοῦτο γέγραπται · βέλτιον γὰρ ἦν αὐτὸ μικρῷ πρόσθεν γεγραφέναι κατ’ἐκεῖνο τοῦ λόγου τὸ μέρος, ἔνθα ἐθεράπευσε τοὺς δεομένους τὸν θώρακα καὶ πνεύμονα διὰ πτυσμάτων ἐκκαθαίρεσθαι, οὐ πρὸς τὸν λυγγώδη πυρετόν · ἀλλὰ καὶ αὐτὸ τὸ εἰρημένον ἀσαφές. μὲν γὰρ κόκκαλος ὑπ’αὐτοῦ λελεγμένος οὐχ οὕτως, ἀλλὰ κῶνος μᾶλλον ὑπὸ τῶν παλαιῶν Ἑλλήνων ὠνομάζετο, καθάπερ ὑπὸ τῶν νεωτέρων ἰατρῶν σχεδὸν ἁπάντων στρόβιλος · εἴωθε δὲ ἐξ αὐτοῦ σκευάζειν ἐκλικτὸν, ὅταν λιπαρὸς μάλιστα, τουτέστι πολλὴν ἐκ κύκλῳ περικεχυμένην ἔχῃ τὴν ἰδίαν ῥητίνην. ἑψόμενοι δ’αὐτὸν ἐν ὕδατι μετὰ πρασίου πρόσφατον, εἶτα τῷ ἀφεψήματι μιγνύντες μέλι σύμμετρον, ἕψοντέςτε πάλιν τοῦτο μέχρι μελιτώδους συστάσεως, οὕτω τῷ γενομένῳ φαρμάκῳ χρώμεθα πρὸς τὰς ἐκ θώρακος καὶ πνεύμονος πτύσεις. ὥσπερ δὲ καὶ ἄλλα τινὰ προσεπεμβάλλομεν τούτῳ τῷ φαρμάκῳ πολλάκις, οὕτως ἐστὶν εἰκὸς καὶ τὸν ταῦτα γράψαντα σμύρναν ἐπεμβάλλειν, εἶτα διὰ συντόμων ἐδήλωσε καὶ τοῦτο, κόκκαλον καὶ σμύρναν ἐκλικτὸν εἰπών. δύναται δὲ καὶ αὐτοὺς τοὺς ἐσθιομένους κώνους μετὰ σμύρνης διδόναι, τάχα κᾀνταῦθα πάλιν ὑπακουσάντων ἡμῶν οὐ κακῶς μίγνυσθαι μέλι τῷ φαρμάκῳ. τινὲς μὲν οὖν χωρίσαντες τῆς προγεγραμμένης ῥήσεως ταύτην, αὐτὴν καθ’ἑαυτὴν γράφουσι · τινὲς δὲ τὸ πέρας αὐτῆς ἀρχὴν ποιοῦσι κατὰ τόνδε τὸν τρόπον · ἢν δὲ ἀποστήματα στηρίζῃ, κόκκαλος καὶ σμύρνα ἐκλικτόν · ἵνα τῶν εἰς ἀπόστημα στηριζόντων νοσημάτων ἀκούωμεν αὐτὸ φάρμακον ὑπάρχειν. ἔστι δὲ ἄλογον τοῦτο καὶ μάλιστα διὰ τὸ ἐπιφερόμενον, ἐν φησι, πίνειν δὲ τοῖσι τοιουτέοισιν ὀξύμελι δίδου ὡς ἐλάχιστον · ἐπὶ μὲν γὰρ τοῦ λυγγώδους πυρετοῦ λόγον ἔχει δεδιέναι τὸ ὄξος, ἐπὶ δὲ τῶν εἰς ἀπόστημα στηριζόντων, οὐδένα. καὶ διὰ τοῦτό τινες ἄλλοι κατὰ τὶ μὲν συνάπτουσι τὴν ῥῆσιν ταύτην τῇ προγεγραμμένῃ, κατὰ τὶ δὲ διαζευγνούουσι, προστιθέντες τὸν δέ σύνδεσμον καὶ γράφοντες οὕτως · ἢν δὲ εἰς ἀπόστημα στηρίζῃ. περὶ τοῦ λυγγώδους πυρετοῦ τοῦ προειρημένου καὶ τοῦτ’ἔστι λεγόμενον, συμβουλεύσαντος τοῦ γράψαντος τὸ βιβλίον, ἐὰν εἰς ἀπόστημά ποτε συμβῇ στηρίξαι τὸν λυγγώδη πυρετὸν, κόκκαλον μετὰ σμύρνης διδόναι καὶ φυλάττεσθαι τὴν δαψιλῆ πόσιν τοῦ ὀξυμέλιτος. τὸ δ’εἴτε διὰ τοῦ ζ γράμματος τελευταία συλλαβὴ τοῦ στηρίζῃ γράφοιτο, εἴτε διὰ τοῦ ξ, μεγάλην οὐδεμίαν ἐξαλλαγὴν λόγος ἕξει. ἢν δὲ διψώδεες σφόδρα ἔωσι, τοῦ κριθίνου ὕδατος. ὅτι μὲν ὡς ἄδιψον πόμα εὔδηλόν ἐστιν · ἄμεινον δ’ἦν εἰρῆσθαι πρὸς αὐτοῦ πῶς χρὴ σκευάσαι τὰς κριθὰς, πότερον ἀποβρέξαντας ἁπλῶς ὡς οἱ νῦν ἐξ αὐτῶν τὸν ζυθὸν ποιοῦντες κατ’ἄλλον τινὰ τρόπον.

4.64

τὰ δὲ περιπνευμονικὰ καὶ πλευριτικὰ ὧδε χρὴ σκέπτεσθαι · ἢν ὀξύςτε πυρετὸς καὶ τὰ ὀδυνήματα τοῦ πλευροῦ τοῦ ἑτέρου καὶ ἀμφοῖν καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ καὶ βῆχες ἐνέωσι καὶ πτύσματα ἀνείη πυρρὰ πελιὰ καὶ λεπτὰ καὶ ἀφρώδεα καὶ ἀνθηρὰ καὶ εἴ τι ἄλλο διαφέρον ἔχῃ παρὰ τὰ μεμαθηκότα τούτοισιν · οὕτω χρὴ διάγειν. τὰ μεγάλα καὶ ἀξιόλογα πλευρίτιδος καὶ περιπνευμονίας διώρισται ἅπαντα κατὰ τὸ γνήσιον μέρος τοῦ βιβλίου, τὰ δὲ πᾶσιν ἰατροῖς γινωσκόμενα παραλέλειπται · τοιαῦτα δέ ἐστιν νῦν οὗτος γράφει · καὶ πρῶτον μὲν τὴν συνδρομὴν ὀνομαζομένην ὑπὸ τῶν παλαιῶν ἐμπειρικῶν, οἱ παλαιοὶ δὲ συνεδρεύοντα τοῖς πάθεσιν ἐκάλουν τὰ τοιαῦτα συμπτώματα. πυρετὸς οὖν ὀξὺς καὶ ὀδύνη πλευροῦ θατέρου ἀμφοτέρων, μάλιστα κατὰ τὴν ἐκπνοὴν γιγνομένη (τοῦτο γάρ ἐστι καὶ τοῦ πνεύματος ἄνω φερομένου, ἢν πονέῃ) καὶ βῆχες καὶ πτύελα πυρρὰ πελιδνὰ καὶ λεπτὰ καὶ ἀφρώδη καὶ ἀνθηρὰ καὶ ὁπωσοῦν ἄλλως ἐξηλλαγμένα παρὰ τὰ εὐήθη (τοῦτο γὰρ δηλοῖ λέγων καὶ εἴ τι ἄλλο διαφέρον ἔχει παρὰ τὰ μεμαθηκότα) ταῦτα πάντα τοῖς πλευριτικοῖςτε καὶ περιπνευμονικοῖς ἐμφαίνεσθαί φησι συμβαίνοντα. τουτέοισιν οὕτω χρὴ διάγειν.

4.65

ἢν μὲν ὀδύνη ἄνω περαίνῃ πρὸς κληῖδα περὶ μαζὸν καὶ βραχίονα, τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ’ὁκότερον ἂν τῶν μερῶν, κατὰ τόδε. κᾀνταῦθα πάλιν ἐξεργάζεται τὴν τοῦ γνησίου μέρους γνώμην · ἐπεὶ παρελέλειπτο τὸ συνεπινοούμενον τοῖς εἰρημένοις αὐτῷ, προστιθεῖ, οἷον καὶ τοῦτο, κατ’εὐθὺ τῆς πεπονθυίας πλευρᾶς ποιεῖσθαι τὴν φλεβοτομίαν, ὅπερ ἐδήλωσεν εἰπών · τέμνειν χρὴ τὴν ἐν τῷ βραχίονι φλέβα τὴν εἴσω, ἐφ’ὁκότερον ἂν τῶν μερῶν, κατὰ τόδε. προδήλως συντέμνων τῆς ἑρμηνείας ἀμελεῖ · δέον γὰρ εἰπεῖν τὴν κατ’ἀγκῶνα φλέβα, τὴν ἐν τῷ βραχίονι λέγει.

4.66

ἀφαιρέειν δὲ κατὰ τὴν τοῦ σώματος ἕξιν καὶ ὥρην καὶ ἡλικίην καὶ χροιὴν πλέον · καὶ θαρσέων, ἢν ὀξὺ τὸ ἄλγημα , ἀγαγεῖν πρὸς λειποψυχίην · ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. ἐνταῦθα πάλιν πλέον τοῦ μέτρου τοὺς σκοποὺς τῆς φλεβοτομίας ἅπαντας εἰπεῖν φιλοτιμηθεὶς, ὅμως παραλέλοιπέ τινας · οὔτε γὰρ τῆς δυνάμεως ἐμνημόνευσεν οὔτε τῆς μεταβολῆς τοῦ αἵματος, ἀλλ’οὐ δὲ χώρας καταστάσεως. πλέον δ’ἀφαιρεῖν κελεύων καὶ θαρρεῖν μέχρι λειποθυμίας ἄγειν, ἥμαρτεν ἐν τῇ λέξει προσθεὶς δι’ θαρρεῖν προσήκει · διὰ μὲν γὰρ τὴν ὀξύτητα τοῦ ἀλγήματος ἐπὶ τὸ πλέον ἐκκενοῦν τοῦ αἵματος ἀφικνούμεθα · τὸ δ’ἐᾷν ῥεῖν, οὐκ ἐκ τῆς ὀξύτητος, ἀλλ’ἐξ ἄλλων ἔχομεν, ἐὰν τε δύναμις ἐρρωμένη καὶ τῶν ἀκμαζόντων ἡλικία καὶ τὸ πλῆθος αἱματικὸν καὶ τοῦ κάμνοντος φύσις πυκνοτέρατε καὶ σκληροτέρα καὶ δυσδιαφορητοτέρα καὶ πολύαιμος, τε ὥρα τοῦ ἔτους καὶ κατάστασις εὔκρατος, οὕτω γὰρ καὶ χώρα · τὸ γὰρ ἄχρι λειποθυμίας ἄγοντα θαρρεῖν, ἐκ τούτων ἡμῖν προσγίνεται. ἔπειτα ὑποκλύζειν μετὰ τοῦτο. μετὰ τὴν φλεβοτομίαν κλύζειν κελεύει, βέλτιον δὲ ἦν προστεθεικέναι τὸν Ἱπποκράτειον διορισμὸν, ἢν μὴ αὐτόματα διεξίῃ καλῶς.

4.67

ἢν δὲ ὑποκάτω τοῦ θώρακος τὸ ἄλγημα καὶ συντείνῃ λίην, τῷ πλευριτικῷ τὴν κοιλίην ὑποκάθαιρε · μεσσηγὺ δὲ τῆς καθάρσεως μηδὲν δίδου, μετὰ κάθαρσιν δὲ ὀξύμελι. φαρμακεύειν δὲ τεταρταῖον · τὰς δὲ ἐξ ἀρχῆς τρεῖς ὑποκλύζειν · κᾂν μὴ κουφίζῃ οὕτως, ὑποκάθαιρε. φυλακὴ δὲ ἔστω ἕως ἀπυρέτου καὶ ἑβδόμης · ἔπειτα ἢν ἀσφαλὴς ἐὼν φαίνηται, οὕτω χυλῷ ὀλίγῳ καὶ λεπτῷ τὸ πρῶτον, σὺν μέλιτι μίσγων δίδου · ἢν δὲ ἀνάγηται ῥηϊδίως καὶ εὔπνοος καὶ ἀνώδυνος τὰ πλευρὰ, κατὰ σμικρὸν παχυτέρῳτε καὶ πλείονι καὶ δὶς τῆς ἡμέρης. πλευριτικὸν ὠνόμασε τὸ εἰρημένον ὑφ’Ἱπποκράτους ἐν τῷ γνησίῳ μέρει βιβλίου, ἐν καθαίρει τοὺς οὕτως ἔχοντας πλευριτικούς · σκευάζει δὲ αὐτὸ διττῶς. τὸ φαρμακεύειν δὲ τεταρταῖον, ἀδιορίστως εἴρηκε καὶ τοῦτ’αὐτό. τὴν γὰρ ἀρχὴν οὐδὲν τῶν τοιούτων βοηθημάτων προσακτέον τῷ κάμνοντι, σκοπὸν ποιησάμενον ἡμερῶν ἀριθμόν · ἀλλ’ὅπερ Ἱπποκράτης εἶπεν, ἤτοι κατὰ τὴν ἀρχὴν εὐθέως πρὶν στηριχθῆναι τοὺς χυμοὺς, κέλευε φαρμακεύειν ὕστερον, ὅταν πεφθῶσιν · ὥστε καὶ περὶ τὴν πρώτην ἡμέραν, ἐνίοτε δὲ καὶ βʹ καὶ δʹ, ἐνίοτε δὲ καὶ εʹ, ἐφαρμακεύσαμεν οὐκ ἐν τῇ τετάρτῃ μόνον, καθάπερ οὗτος ἔγραψεν.

4.68

ἢν δὲ μὴ ῥηϊδίως ἀπαλλαγῇ, ἔλασσόντε τὸ πόμα καὶ τὸ ῥόφημα ὀλίγον, χυλὸν λεπτὸν καὶ ἅπαξ, ἐν ὁκοτέρῃ ἂν ὥρῃ βέλτιον διάγῃ · γνώσῃ δὲ ἐκ τῶν οὔρων. δεῖ δὲ ῥόφημα προσφέρειν τοῖσιν ἐκ τῶν νοσημάτων μὴ πρότερον πέπονα τὰ οὖρα πτύσματα ἴδῃς γεγενημένα. ἢν δὲ φαρμακευθεὶς συχνὰ καθαρθῇ, ἀναγκαῖον διδόναι, ἔλασσον δὲ καὶ λεπτότερον · οὐ γὰρ δυνήσεται ὑπὸ κενεαγγείης ὑπνώσσειν, οὐ δὲ πέσσειν ὁμοίως, οὐ δὲ τὰς κρίσιας ὑπομένειν · ἀλλ’ἐπειδὰν ξυντήξιες ὠμῶν γένωνται καὶ τὰ ἀντέχοντα ἀποβάλλῃ, ἀνθέξει οὐδέν. περὶ τοῦ κατὰ μέρος καιροῦ τῆς τροφῆς ἐπισκοπούμενος Ἱπποκράτης καὶ αὐτὸς δὲ οὗτος ταῦτα γράψας ἐν τοῖς ἀνωτέρω γεγραμμένοις αὐτῷ θερμασίᾳ προσέχειν ἠξίου τῇ κατὰ τὸν θώρακα καὶ τοὺς πόδας. γὰρ τῶν οὔρων ἐπίσκεψις εἰς τὴν καθόλου δίαιταν, οὐκ εἰς τὴν τοῦ μερικοῦ μέρους τῆς τροφῆς ἐστι χρήσιμος · ὥστε οὐκ ὀρθῶς εἶπε νῦν, χυλὸν λεπτὸν ἅπαξ διδόναι καθ’ἣν ὥρην βέλτιον διάγει, γνώσεσθαι δ’ἐκείνην ἐκ τῶν οὔρων · εἰ γὰρ καὶ ὅτι μάλιστα βραχεῖαν ῥοπὴν ἐπὶ τὸ βέλτιον ἴσχει τὰ οὖρα κατὰ τοὺς μερικοὺς παροξυσμοὺς, ἀλλ’οὐχ οὕτως γε μακρὸς χρόνος ἐκεῖνός ἐστιν, ὡς ἀποθέσθαι ταῦτα ἡμᾶς καὶ περιμεῖναι, πότερον νεφέλας ἐπαιωρουμένας κάτω χωρούσας ἴσχει · ταῦτα γὰρ ἐν πολλῷ χρόνῳ γίγνεται, τρέφεσθαι δ’ἐν τοῖς ὀξέσι νοσήμασι τοὺς κάμνοντας ἐνίοτε ἀναγκαῖόν ἐστι καὶ ἐν ἀρχῇ τῆς παρακμῆς.

4.69

πέπονα δέ ἐστι τὰ μὲν πτύελα, ὁκόταν γένηται ὅμοια πύῳ · τὰ δὲ οὖρα τὰς ὑποστάσιας ἔχοντα ὑπερύθρους, ὁκοῖον ὀρόβων. οὐδὲν δὲ κωλύει καὶ πρὸς τὰ ἄλλα ἀλγήματα τῶν πλευρέων χλιάσματα προστιθέναι καὶ κηρώματα · ἀλείφειν δὲ τὰ σκέλη καὶ ὀσφὺν θερμῷ καὶ λίπος ἐγκαταλείφειν · ἐπὶ δὲ ὑποχόνδρια λίνου σπέρμα καταπλάσσειν ἕως μαζῶν. ἀκμαζούσης δὲ τῆς περιπλευμονίης, ἀβοήθητον μὴ ἀνακαθαιρομένου καὶ πονηρὸν ἢν δύσπνοος καὶ οὖρα λεπτὰ καὶ δριμέα καὶ ἱδρῶτες περὶ τράχηλον καὶ κεφαλὴν γίγνονται · οἱ τοιοῦτοι γὰρ ἱδρῶτες πονηροὶ, ὑπὸ πνιγμοῦ καὶ ῥωγμῆς καὶ βίης ἐπικρατεόντων τῶν νουσημάτων, ἢν μὴ οὖρα πολλὰ καὶ παχέα ὁρμήσῃ καὶ πτύσματα πέπονα ἔλθῃ · τι δ’ἂν τούτων αὐτοματήσῃ, λύει τὸ νόσημα. οὔτε αὑτοῦ μέμνηται διὰ τῶν ἔμπροσθεν οὕτω γράψαντος ὑπὲρ τῶν πεττομένων οὔρων οὔθ’Ἱπποκράτους ἄλλως εἰπόντος · οὖρον δὲ ἄριστον, ὁκόταν ὑπόστασις λευκήτε καὶ λείη καὶ ὁμαλή. τὰ δ’ἄλλα τῆς ῥήσεως τὰ περὶ τῶν πλευριτικῶντε καὶ περιπνευμονικῶν εὔδηλα καὶ χωρὶς τῆς ἐμῆς ἐξηγήσεως, ὅπῃτε τῶν ὑφ’Ἱπποκράτους εἰρημένων ταῦτα γράψας ἀποχωρεῖ καὶ ὅπῃ μάλιστα πάντῃ ἐκ μέρους γέ τινος ἕπεται.

4.70

περιπνευμονίης ἐκλικτόν. κόκκαλον, χαλβάνην ἐν μέλιτι Ἀττικῷ · ἀβρότονον ἐν ὀξυμέλιτι · πέπερι, ἐλλέβορον μέλανα ἀποζέσας καὶ πλευριτικῷ ἐν ἀρχῇσι περιωδύνῳ ἐόντι πίνειν δίδου. ἀγαθὸν δὲ καὶ τὸ πάνακες ἐν ὀξυμέλιτι ἀναζέσαντα καὶ διηθέοντα διδόναι πίνειν καὶ ἡπατικοῖσι καὶ τῇσι ἀπὸ τῶν φρενῶν περιωδυνίῃσιν. καὶ ὁκόσα δεῖ ἐς κοιλίην ἐς οὔρησιν, ἐν οἴνῳ καὶ μέλιτι · τὰ δὲ ἐς κοιλίην ξὺν ὑδαρεῖ μελικρήτῳ πίνειν πλεῖον δίδου. καὶ τὸ τῶν φαρμάκων πρῶτον καὶ δεύτερον ἀναγωγὰ πτυέλων ἐστὶ · τὸ δὲ διὰ τοῦ μέλανος ἐλλεβόρου, γαστρὸς ὑπακτικόν · τὸ δὲ διὰ τοῦ πάνακος, οὗτος εἶπεν εἰς ἂν χρήσιμον ὑπάρχῃ.

4.71

δυσεντερίη ἀπόστημα ἔπαρμά τι παυσαμένη ποιήσει, ἢν μὴ ἐς πυρετοὺς ἱδρῶτας καὶ οὖρα παχέα καὶ λευκὰ καὶ λίαν ἐπιφανῆ ἐς τριταίους ἐς κιρσὸν ἐς ὄρχιν ἐς σκέλεα ἐς ἰσχίον στηρίξῃ ὀδύνη. καὶ οὗτος λόγος ἀδιόριστός ἐστιν, οὔθ’ὁποίαν λέγει δυσεντερίαν ἐνδειξαμένου τοῦ συγγραφέως, οὔτε πᾶσα ἐπαύσατο ταῦτ’ἐπιφέρουσα.

4.72

ἐν πυρετῷ χολώδει πρὸ τῆς ἑβδόμης ἡμέρας μετὰ ῥίγους ἴκτερος ἐπιγινόμενος λύει τὸν πυρετόν · ἄνευ δὲ ῥίγεος ἢν ἐπιγένηται ἔξω τῶν καιρῶν, ὀλέθριον. οὐ δήπου πρὸ τῆς ζʹ μετὰ ῥίγους ἐπιγενόμενος ἴκτερος λύει τὸν πυρετὸν, οὐχὶ δὲ μετὰ τὴν ζʹ, ἀλλ’ διορισμός ἐστι τοιόσδε · τοῖς πυρέττουσιν ἴκτερος ἐπιγίγνεται, ἐνίοτε μὲν ὡς σύμπτωμα τῆς κατὰ τὸ ἧπαρ διαθέσεως, ἐνίοτε δὲ τὴν χολὴν τῆς φύσεως ἐκκρίνειν διὰ τοῦ δέρματος ἐπιχειρησάσης, εἶτα μὴ δυνηθείσης αὐτὸ, καθάπερ εἴωθεν ἐπὶ πάντων γίνεσθαι τῶν ἀποστημάτων · εἴρηται δὲ περὶ τῶν τοιούτων ἰκτέρων ἐν ἀφορισμοῖς.

4.73

τέτανος δὲ ὀσφύος καὶ ἐπὶ μελαγχολικῶν διὰ φλεβῶν πνευμάτων ἀπολήψιες ὁκόταν ἔωσι, φλεβοτομίη λύεται. ὅταν δὲ, φησὶ, διὰ μελαγχολικὸν αἷμα πλεονάζον ἐν ταῖς φλεψὶ πνευμάτων ἀπολήψιες γίνωνται, φλεβοτομία ταῦτα λύει. πνευμάτων δὲ ἀπόληψιν εἰ μὲν τῶν κατὰ τὰς ἀρτηρίας λέγει (καὶ γὰρ καὶ ταύτας φλέβας ὠνόμαζον οἱ παλαιοὶ) τί ἄλλο ἀσφυξία γένοιτ’ἂν τὸ πάθος; εἰ δὲ τῶν κατὰ τὸν πνεύμονα, πάλιν ἐνταῦθα τὴν καλουμένην ἄπνοιαν αἰνίττεται. δύναται δὲ καὶ πλῆθόςτε καὶ πάχος αἵματος οὐ μόνον τὰς ἀρτηρίας πνευματῶσαί ποτε καὶ διέξοδον οὐκ ἔχειν, ἀλλὰ καὶ ταύτας τὰς ἰδίως ὀνομαζομένας φλέβας.

4.74

ὁκόταν δὲ ἀπὸ τῶν τενόντων σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται καὶ περὶ τὸν τράχηλον καὶ πρόσωπον ἱδρῶτες, ὑπὸ τοῦ πόνου δακνομένων καὶ ξηραινομένων τῶν τενόντων καὶ τῶν οὐρωδέων, οἳ παχύτατοι μὲν τὴν ῥάχιν ξυνέχουσιν, οἱ μέγιστοι σύνδεσμοι καταπεφυκότες, ἕως εἰς πόδας ἀποτελευτῶσι · τῷ τοιῷδε ἢν μὴ πυρετὸς καὶ ὕπνος ἐπιγένηται καὶ ἑπόμενα οὖρα πέψιν ἔχοντα ἔλθῃ καὶ ἱδρῶτες κριτικοὶ, πίνειν οἶνον Κρητικὸν οἰνώδεα καὶ ἄλητον ἑφθὸν ἐσθίειν καὶ κηρωτῇ ἀλείφειν καὶ ἐγχρίειν, τάτε σκέλεα περιελίσσειν ἕως τῶν ποδῶν, θερμῷ προσβρέχων ἐν σκάφῃ καὶ βραχίονας ἕως δακτύλων κατελίσσειν καὶ ὀσφὺν ἀπὸ τοῦ τραχήλου ἕως τῶν ἰσχίων, σίαλον ἐγκηρώσας μαλακῷ δέρματι, ὅκως καὶ τὰ ἔμπροσθεν περιέξῃ καὶ διαλείπων πυρία τοῖσιν ἀσκίοισι θερμὸν ὕδωρ ἐγχέων καὶ περιτείνων σινδόνιον, ἐπανάκλινε αὐτόν. κοιλίην δὲ μὴ λίην λύσῃς ἢν μὴ βαλάνῳ, ἢν μὴ πολὺν χρόνον ἀδιαχώρητος ἐοῦσα. καὶ ἢν μέν τί σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον · εἰ δὲ μὴ, τοῦ μόδου τῆς ῥίζης τρίβων ἐν οἴνῳ εὐώδει καὶ δαῦκον πίνειν δίδου πρωῒ νήστει πρὸ τοῦ βρέχειν καὶ ταχὺ ἐπὶ τούτοισι τὸ ἄλευρον ἑφθὸν χλιαρὸν ἐσθιέτω ὡς πλεῖστον καὶ οἶνον ὁκόταν βούληται εὔκρητον ἐπιπινέτω. καὶ ἢν μέν σοι ἐπιδιδῷ ἐπὶ τὸ βέλτιον · ἢν δὲ μὴ, προλέγειν. καὶ λόγος ἀδιορίστως εἴρηται μετὰ τοῦ καὶ ἀκύρως ἔνια τῶν ὀνομάτων γεγράφθαι · τὸ γὰρ ὑπὸ τοῦ πόνου δάκνεσθαι τοὺς τένοντας ἀκύρως λέλεκται, δριμέσι χυμοῖς πρέποντος τοῦ δάκνειν ῥήματος, οὐ τοῖς πόνοις. καὶ μέντοι καὶ κατὰ τὴν ἀρχὴν τῆς ῥήσεως ἐπὶ τοῦ σφοδρῶς ἔμπροσθεν ἀντισπῶνται, μετὰ ταῦτά φησι, ξηραινομένων τῶν τενόντων οὐρωδέων, οἳ παχύτεροι τὴν ῥάχιν συνέχουσι · τοὺς ἄχρι τοῦ οὐραίου καλέσας οὕτως, ὀνομάζουσι δὲ οὐραῖον τὸ πέρας τοῦ ὀστέου. εἰ δ’ἀμφότερα τὰ μέρη δηλῶσαι βούλεται τεινόμενα καὶ περὶ τὰ πρόσω καὶ ὀπίσω, τέτανον ἐπιτείνασθαι δυνατὸν, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφη, τετάνοισι δὲ ὀσφύος. οὐκ ἀσφαλῶς δὲ οὐ δὲ τῇ πέψει τῶν οὔρων, τὴν ῥᾳστώνην τῶν παθῶν προγινώσκει · πυρετώδους γὰρ νοσήματος ἀπεψίαι διὰ τῶν οὔρων δηλοῦνται σαφῶς, τῶν δὲ κατὰ τοὺς μῦς οὐκ ἀσφαλὴς διὰ τῶν οὔρων σημείωσίς ἐστιν. ἀλλὰ τοῦτο μὲν μικρόν · τὸ δ’οἶνον αὐτοῖς διδόναι χωρὶς τοῦ διορίσασθαι πότερον ὑπὸ ψύξεως ἔπαθον δι’ἄλλην τινὰ αἰτίαν οὐ σμικρὸν ἁμάρτημά ἐστιν, ἀλλὰ καὶ πάνυ προπετές. ἀλόγως δ’εἴρηται καὶ τὸ, κοιλίην δὲ μὴ λύειν, εἰ μὴ βαλάνῳ · λυθείη γὰρ ἄν ποτε ἐπὶ τοῖς τοιούτοις ὠφελίμως. τὰ δ’ἄλλα τῆς ῥήσεως δῆλα.

4.75

τὰ δὲ νουσήματα πάντα λύεται κατὰ στόμα κατὰ κοιλίην κατὰ κύστιν τινος ἄλλου τοιοῦδε ἄρθρου · δὲ τοῦ ἱδρῶτος ἰδέη κοινὸν ἁπάντων. οὐκ ἔστιν λόγος καθόλου, οὐ δὲ κοινὸς ἁπάντων · οὐ γὰρ διὰ τούτων μόνον, ἀλλὰ καὶ διὰ μήτρας καὶ διὰ τῆς ἐκ τῶν ῥινῶν αἱμορραγίας γιγνομένης αἱ λύσεις γίνονται τῶν νοσημάτων.

4.76

ἐλλεβορίζειν δὲ χρὴ οἷσιν ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα. οὐκ ἀναγκαῖον, ὅσοις ἀπὸ κεφαλῆς φέρεται ῥεῦμα πάντας ἐλλεβορίζειν, ἀλλ’ἐνίοτε τῆς κεφαλῆς μόνης ποιεῖσθαι πρόνοιαν εἰθίσμεθα.

4.77

ὁκόσοι δ’ἐξ ἀποστημάτων φλεβορραγίης δι’ἀκρησίην δι’ἄλλην τινὰ ἰσχυρὰν αἰτίαν ἔμπυοι γίνονται, μὴ δίδου ἐλλέβορον τοῖσι τοιουτέοισιν · οὐδὲν γὰρ ὠφελήσει, καὶ ἤν τι πάθῃ, αἴτιον δόξειεν εἶναι ἐλλέβορος. ἢν δὲ διαλύηται τὸ σῶμα πόνος ἐν κεφαλῇ ἐμπεπλασμένα τὰ οὔατα ῥὶς πτυαλισμὸς τῶν γονάτων βάρος σώματος ὄγκος παρὰ τὸ ἔθος, τι ἂν συμβαίνῃ, μήθ’ὑπὸ πότων, μήθ’ὑπὸ ἀφροδισίων, μήθ’ὑπὸ λύπης, μήθ’ὑπὸ φροντίδων, μήθ’ὑπὸ ἀγρυπνιῶν · κᾒν μέν τι τουτέων ἔχῃ αἴτιον, πρὸς τοῦτο ποιέεσθαι τὴν θεραπείαν. φλεβορραγίην μὲν λέγει τὴν ῥῆξιν τῶν φλεβῶν. ὅτι δ’οὔτε τοὺς ἐκ τοιαύτης αἰτίας ἐμπύους γενομένους ἐλλεβορίζειν προσῆκεν οὔτε τοὺς ἐξ ἀποστημάτων οὔτε τοὺς ἐξ ἄλλης αἰτίας εὔδηλον · οἱ δὲ δι’ἀκρασίαν ἔμπυοι, κακῶς ἐν τῷ νῦν εἴρηται καταλόγῳ, τῆς ἀκρασίης αὐτῆς καθ’ἑαυτὴν βλαπτούσης τοὺς ἀκρατεῖς, οἷον πλησμονῆς, ἀπεψίας, οἰνοφλυγίας, ἀφροδισίων πολλῶν καὶ ἀγρυπνιῶν, ὅσατε ἄλλα τοιαῦτα. προειπὼν δὲ τίσιν ἐλλέβορον οὐ χρὴ διδόναι φησίν · ἢν διαλύηται τὸ σῶμα, τουτέστιν ἐὰν ἔκλυτον ἱκανῶς γένηται, χωρὶς προφάσεως δηλονότι πόνος ἐν κεφαλῇ χρόνιος καὶ δύσλυτος (ὑπακοῦσαι γάρ σε τοῦτο κᾀν τῷ τῆς κεφαλῆς χρὴ πόνῳ καὶ τοῖς ἐφεξῆς εἰρημένοις ἅπασι, τοῖς ἐμπεπλασμένοις ὠσὶ καὶ ῥινὶ καὶ τῷ πτυαλισμῷ) προστίθησι δὲ γονάτων βάρος καὶ πόνον καὶ σώματος ὄγκον παρὰ τὸ ἔθος · ἐπὶ πάντων γὰρ τούτων ἄνευ φανερᾶς αἰτίας γενομένων ἐλλεβορίζειν συμβουλεύει, διελώντε τὸν καθόλου τοῦτον λόγον εἰς τὰ κατὰ μέρος ἔφη, μήθ’ὑπ’ἀφροδισίων, μήθ’ὑπὸ λύπης, μήθ’ὑπὸ φροντίδος ἀγρυπνιῶν, τῶν εἰρημένων γεγονότων · εἰ γὰρ ἐκ τούτων τινὸς εἴη γεγονότα, πρὸς τὸ ποιῆσαν αἴτιον ἁρμόττεσθαι κελεύει. τίνα δ’ἐκ τούτων ἁπάντων ὧν εἶπεν ἀληθῶς ἀκριβῶς εἴρηται καὶ τίνα μὴ μεμαθήκατε κᾀκ τῶν Ἱπποκράτους βιβλίων καὶ τῶν ἡμετέρων πραγματειῶν.

4.78

τὰ δὲ ἐκ πορείης ἀλγήματα πλευρέων, νώτου, ὀσφύος, ἰσχίων καὶ ὁκόσα ἀναπνέοντες ἀλγέουσι πρόφασιν ἔχοντες · πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων ἀλγήματα καὶ εἰς ὀσφὺν καὶ ἐς ἰσχίον. οἷσι δ’ἂν αὐτέων τοιάδε δυσουρέεται · τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων. οὐ τεταγμένως ἡρμήνευσε ταῦτα · προειπὼν γὰρ τὰ ἐκ πορείης ἀλγήματα, πλευρῶν, νώτου, ὀσφύος, ἰσχίων, ἔμφασιν ἐποίησεν ὡς μέλλων ἐρεῖν ὅπως τὰ τοιαῦτα θεραπεύηται · κᾄπειτα παρενθεὶς, πολλάκις γὰρ μεμάθηκε φοιτᾷν ἐκ κραιπαλέων καὶ βρωμάτων φυσωδέων, μετὰ ταῦτα ἐπήνεγκεν, ὅσα ἂν τοιάδε δυσουρέεται. καὶ μετὰ τοῦτο πάλιν ἐφεξῆς ἔφη, τούτων δὲ πορείη αἰτίη καὶ κορυζέων καὶ βράγχων · ἀκέφαλον, ὡς ἂν εἴποι τις, ἐργασάμενος τὸν λόγον.

4.79

ὁκόσα δὲ ἀπὸ διαιτημάτων, τὰ μὲν πολλὰ ἕκαστος, ὡς ἂν παρὰ τὸ ἔθος διαιτηθῇ, μάλιστα ἐπισημαίνει · καὶ γὰρ ὁκόσοι ἂν μὴ μεμαθηκότες ἀριστᾷν, ἢν ἀριστήσωσιν, ὄγκος πολὺς αὐτοῖσι τῆς γαστρὸς καὶ νυσταγμὸς καὶ πληθώρη · ἢν δὲ ἐπιδειπνήσωσι, κοιλίη ἐκταράσσεται. ξυμφέρει δὲ τουτέοισιν ἐκλουσαμένοισι καθεύδειν, κοιμηθέντας δὲ περιπατῆσαι βραδέως συχνὴν περίοδον · καὶ ἢν μὲν λαπαχθῇ, δειπνῆσαι καὶ πιεῖν οἶνον ἐλάσσονα ἀκρητέστερον · ἢν δὲ μὴ λαπαχθῇ, ὑποχρίσασθαι τὸ σῶμα θερμῷ · κᾒν διψῇ, ὑδαρέα οἶνον λευκὸν γλυκὺν ἐπιπιόντα, ἀναπαύεσθαι · ἢν δὲ μὴ ἐγκοιμηθῇ, πλείω ἀναπαύεσθαι, τὰ δὲ ἄλλα ὁμοίως τοῖσιν ἐκ κραιπάλης διαιτάσθω. τὰ δὲ ἀπὸ πομάτων, ὁκόσα μὲν ὑδαρέα βραδυπορώτερά ἐστι καὶ ἐγκυκλέεται καὶ ἐπιπολάζει περὶ ὑποχόνδρια καὶ εἰς οὔρησιν οὐ κατατρέχει · τοιούτου δὲ πόματος πληρωθεὶς μηδὲν ἔργον ὀξέως διαπράξῃ, ὁκόσα τῷ σώματι ξυνταθέντι βίῃ τάχει πονέειν ξυμβαίνει · ὡς μάλιστα δὲ ἡσυχαζέτω, μέχρι καταπεφθήτω μετὰ τῶν σιτίων. ὁκόσα δὲ τῶν πομάτων ἀκρητέστερά ἐστιν αὐστηρότερα, παλμὸν ἐν τῷ σώματι καὶ σφυγμὸν ἐν τῇ κεφαλῇ ἐμποιέει · τούτοισι καλῶς ἔχει ἐπικοιμᾶσθαι καὶ θερμόν τι ῥοφέειν πρὸς ἅπερ μάλιστα ἥδιστα ἔχουσι · νηστείη δὲ πονηρὸν πρὸς τὴν κεφαλαλγίην καὶ κραιπάλην. ὁκόσοι δὲ μονοσιτέουσι, κεῖνοι καὶ ἀδύνατοί εἰσιν καὶ οὐρέουσι θερμὸν παρὰ τὸ ἔθος κενεαγγέοντες · γίνεται δὲ καὶ στόμα ἁλικὸν καὶ πικρὸν καὶ τρέμουσιν ἐν παντὶ ἔργῳ καὶ κροτάφοις ἐπιξυντείνονται καὶ τὸ δεῖπνον οὐ δύνανται πέσσειν, ὅκωσπερ ἢν ἠριστηκότες ἔωσιν. τούτους δὲ χρὴ πίνειν ἔλασσον μεμαθήκασιν καὶ ὑγροτέρην μάζαν ἀντὶ ἄρτου · καὶ λαχάνων, λάπαθα μαλάχην πτισάνην καὶ σεῦτλα. πίνειν δὲ κατὰ τὸ σιτίον οἶνον ὁκόσον σύμμετρον καὶ ὑδαρέστερον · καὶ ἀπὸ δείπνου περιπατῆσαι ὀλίγον, ἕως οὖρα καταδράμῃ καὶ οὐρήσει. χρήσθω δὲ καὶ ἰχθύσιν ἑφθοῖσι · βρώματα δὲ μάλιστα ἐπισημαίνει. μεμνήμεθα δήπου τοῦτον ἅπαντα τὸν λόγον ἐπὶ τῷ γνησίῳ μέρει τοῦ συγγράμματος ἱκανῶς ἐξειργασμένον · ἐξ ἐκείνων οὖν δυνήσῃ ὡσαύτως εἰρημένα καὶ ταῦτα διαγνῶναίτε καὶ κρῖναι, ἐμοὶ δ’οὐκ ἀναγκαῖον ἐν τοῖς τοιοῖσδε μηκύνειν. βρώματα δὲ μάλιστα ἐπισημαίνει. οὐκ ἐκ λόγου τινὸς, ἀλλ’ἐμπειρίας προσήκει κρίνεσθαι τῶν ἐδεσμάτων τὴν δύναμιν · οὐ διοίσει δὲ νῦν βρώματα λέγειν ἐδέσματα. καὶ μέντοι καὶ γράψας ταυτὶ τοιοῦτόν τι δηλοῖ διὰ τοῦ ἐπισημαίνειν · ἐπίσημον γὰρ, φησὶ, τοῖς σώμασι γίνεται καθ’ἑκάστην ἀλλοίωσιν ἐξ ἰσχυρῶν ἐδεσμάτων. εἶθ’ἑξῆς αὐτὰ καταλέγει.

4.80

σκόροδον φῦσαν καὶ θέρμην περὶ τὸν θώρηκα καὶ κεφαλῆς βάρος καὶ ἄσην καὶ εἴ τι ἄλλο ἄλγημα εἴη μεμαθηκὸς πρόσθεν, παροξύνειεν ἄν · οὐρητικὸν δὲ καὶ τοῦτο ἔχει ἀγαθόν. ἄριστον δ’αὐτοῦ φαγέειν μέλλοντι ἐς πόσιν ἰέναι μεθύοντι. εἰ τῇ πείρᾳ χρὴ κρίνειν ἓν ἕκαστον τῶν ἐσθιομένων, οὐκ ἂν ὀρθῶς λέγοιτο φυσῶδες εἶναι τὸ σκόροδον, οὐ δὲ θέρμης πλείονος κατὰ κρόμμυον, αἴσθησιν φέρον τοῖς φαγοῦσιν, οὔτ’ἐν ἄλλῳ τινὶ μέρει τοῦ σώματος οὔτ’ἐν τῷ θώρακι · κατὰ δὲ τὸν αὐτὸν τρόπον οὐ δ’ἄσης, καὶ μάλιστα, ἄν τις αὐτὸ βραχὺ προαποζέσας προσάρηται. τὰ δὲ πολλὰ τῶν ἐδεσμάτων, ὅταν μὲν πληθωρικὸν τὸ σῶμα, θερμαίνει, ὅταν δὲ προκεκενωμένον , ξηραίνει γε ἱκανῶς. ἡμάρτηκεν οὖν συγγραφεὺς τοῦ βιβλίου, χωρὶς διορισμοῦ τὴν ἀπόφασιν ποιησάμενος · ἄμεινον γὰρ ἦν διορίσαι, καθὸ λέλεκται, νυνὶ δὲ ἁπλῶς εἰπὼν ἀπεφήνατο περὶ σκορόδου · βέλτιον δ’ἦν εἰπεῖν ξηραίνειν καὶ θερμαίνειν αὐτὸ καὶ ἄφυσον εἶναι · οὐ κατὰ γὰρ ἀδιορίστου ἀποφαίνεσθαι ἔθος ἐστίν. προσυπακούειν δ’ὅταν ἐν καιρῷ δοθῇ, τῷ προπαρεσκευασμένῳ τῷ σώματι δηλοῖ · προπαρασκευάζεται δὲ μήτε πληθωρικὸν μήτε κακόχυμον ὄν. οὐκ ὀρθῶς οὖν οὐ δὲ κεφαλῆς βάρος ὑπ’αὐτοῦ γίνεσθαί φησιν · ἐὰν γὰρ προκενώσας τὸ σῶμα προσενέγκῃ σκόροδον καὶ κεφαλῆς βάρος ἰάσῃ καὶ παντὸς ἄλλου μορίου. θαυμάζω δὲ πῶς μέχρι τοῦ νῦν διῆλθεν ἐπ’αὐτοῦ προειπὼν ἐφεξῆς φησιν · ἄριστον δ’αὐτὸ φαγεῖν μέλλοντι ἐπὶ πόσιν ἰέναι μεθύοντι. φαίνεται δὲ ἐκ τούτων οὔτε κραιπάλην οὔτε μέθην ἐργαζόμενον, ἀλλὰ καὶ προφυλακτικὸν αὐτῶν ὑπάρχον, ὡς καὶ βάρος ὦσαι δύνασθαι καὶ θεραπευτικὸν γενέσθαι φυσῶν. ἀληθῆ μὲν ταῦτα εἶπε καὶ προσέτι τῶν οὐρητικῶν εἶναι φαρμάκων αὐτό · ψευδῶς δὲ τἄλλα προσέθηκεν, ἅμα καὶ τῷ μαχόμενα λέγειν αὐτά.

4.81

τυρὸς δὲ φῦσαν καὶ στεγνότητα καὶ σιτίων ἔξαψιν ποιέει, ὠμὸν καὶ ἄπεπτον · κάκιστον δ’ἐν τῷ ποτῷ φαγεῖν πεπληρωμένοισιν. φυσώδης μᾶλλόν ἐστι τοῦ ξηροῦ μαλακὸς καὶ νέος τυρὸς καὶ ἧττον στεγνοῖ, τουτέστιν ἵστησι τὴν γαστέρα τοῦ ξηροῦ · τούτῳ γὰρ ὑπάρχει φυσώδει μὲν ἧττον εἶναι, μᾶλλον δ’ἱστάναι τὴν γαστέρα · καὶ μέντοι καὶ διψώδης μᾶλλόν ἐστιν, ὅπερ ἐδήλωσεν εἰπὼν, σιτίων ἔξαψιν ποιεῖ. τὸ δὲ ὠμὸν καὶ ἄπεπτον μεταξὺ παρέγκειται κατὰ τὴν ῥῆσιν οὐκ ἐπιμελῶς ἑρμηνευόμενον · ἐμφαίνει γοῦν ὅτι τὸ κατὰ τὸ σῶμα συνιστάμενον πᾶν ὠμὸν καὶ ἄπεπτον ἐν χυμοῖς, ἐκ τοιούτων ἐδεσμάτων πέφυκε γίνεσθαι, ὁποῖός ἐστι καὶ τυρὸς, ὠμὸν καὶ ἄπεπτον ἔδεσμα, ὡς εἰ καὶ οὕτως ἔλεγε · τυρὸς δὲ καὶ φῦσαν καὶ στεγνότητα τῆς γαστρὸς ἐργάζεται καὶ καυσώδης ἐστὶν, ἔτι δ’ὠμὸν καὶ ἄπεπτόν ἐστιν ἔδεσμα καὶ χυμῶν τοιούτων γεννητικόν. κάκιστον δὲ, φησὶ, καὶ πεπληρωμένον μετὰ πόματος φαγεῖν αὐτὸ, ὅπερ εὔδηλόν ἐστι καὶ τοῖς ἰδιώταις · ἔστι μὲν γὰρ καὶ ἄλλως οὐκ ἀγαθὸν ἔδεσμα τυρὸς, ὡς ἂν παχύχυμος καὶ δύσπεπτος ὑπάρχων · εἰ δ’ἐν τῷ πίνειν αὐτῷ τις χρήσαιτο πεπληρωμένος ὢν, χείριστος ἁπάντων τῶν ἐδεσμάτων γίνεται, βαρύνωντε τὸ στόμα τῆς γαστρὸς, αὐτόςτε πρῶτος διαφθειρόμενος, εἶθ’ἑαυτῷ συνδιαφθείρων καὶ τἄλλα.

4.82

ὄσπρια δὲ πάντα φυσώδεα καὶ ὠμὰ καὶ ἑφθὰ καὶ πεφρυγμένα, ἥκιστα δὲ βεβρεγμένα χλωρά · τουτέοισι δὲ μὴ χρέεσθαι, εἰ μὴ μετὰ σιτίων. ἔχει δὲ καὶ ἰδίας μοχθηρίας ἕκαστον αὐτέων. ἐμπίπλησι τὴν κοιλίαν πάντα τὰ ὄσπρια, πρὸς τούτοις δὲ καὶ δυσπεπτότατα αὐτῶν ἐστι τὰ ὠμά · τὰ δὲ πεφρυγμένα φυσώδη μὲν ἧττον, ἄπεπτα δ’οὐδὲν ἧττον · ὅσα δὲ πλεῖστον ἥψηται, μετριώτερα. τὸ δ’ἐφεξῆς ἔν τισι μὲν τῶν ἀντιγράφων γέγραπται καὶ βεβρεγμένα καὶ χλωρὰ, ὡς καὶ τῶν τοιούτων τὰς προειρημένας κακίας ἐχόντων · ἐν τοῖς πλείστοις δὲ οὐχ οὕτως, ἀλλ’ἐφ’ἑτέρας ἀρχῆς · ἥκιστα δὲ βεβρεγμένα χλωρά. χλωρὰ μὲν οὖν λέγεται τὰ μὴ ξηρὰ μη δὲ ἀκριβῶς ἤδη τέλεα · βεβρεγμένα δὲ τὰ ὕδατι βρεχθέντα. συμβουλεύει τοίνυν ἄνευ σιτίων ὀσπρίοις μὴ χρέεσθαι · σιτία δηλονότι μάλιστα μὲν τοὺς ἐκ πυρῶν ἄρτους λέγων ἁπλῶς ἅπαντα τὰ ὁπωσοῦν σκευαζόμενα, τάχα δὲ καὶ τἄλλα πάντα ἐξ ὅσων ἄρτοι γίνονται, ζειὰς καὶ τίφας καὶ κριθάς · οἱ δ’ἀγροῖκοι καὶ ἀπὸ τῶν κέγχρων ἄρτους ποιοῦνται.

4.83

ἐρέβινθος φῦσαν μὲν ὠμὸς καὶ πεφρυγμένος καὶ πόνον ἐμποιέει. τινὲς γράφουσι διὰ τοῦτ’αὐτὸν φυσώδη, ὡς ἐντείνοντα τὰ αἰδοῖα, τὸν ἐρέβινθον · διὰ μέντοι τὸν ὑπογεγραμμένον τῆς λέξεως τὸν πόνον φέρομεν ἐπὶ τὴν διὰ τὴν ἐμφύσησιν ὀδύνην.

4.84

φακὸς δὲ στύφει καὶ ἄραδον ἐμποιέει, ἢν μετὰ τοῦ φλοιοῦ . τὴν ἄραδον φωνὴν ἔφην σημαίνειν ταραχήν τινα καὶ οἷον μάχην ἐν τῇ γαστρὶ γινομένην ἐκ τῶν διαφόρων ταῖς δυνάμεσι σιτίων · ὥσπερ καὶ νῦν ὅταν μετὰ τοῦ φλοιοῦ προσενέγκηται, πολὺ τῆς σαρκὸς αὐτῆς ἐστι δυσπεπτοτέρα.

4.85

θέρμος δὲ ἥκιστα τουτέων κακὰ ἔχει. τὸ ἥκιστα τοὐναντίον ἐνταῦθα σημαίνει τῷ μάλιστα · δηλονότι τὸν θέρμον ἐλάχιστα τῶν προειρημένων ἔχειν φησὶ τὰ κακά.

4.86

σιλφίου δὲ καυλὸς καὶ ὀπὸς ἔστι μὲν οἷσι μάλιστα, τοῖσι δὲ ἀπείροισιν οὐ διέρχεται τῇ κοιλίῃ · ἀλλὰ καλέεται ξηρὴ χολέρη, μάλιστα δὲ γίνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθῇ κρεηφαγίης βοείων κρεῶν. τὴν ῥίζαν τοῦ σιλφίου καλεῖν ἔθος ἐστὶ τοῖς ἀνθρώποις ὁμωνύμως ὅλῃ τῇ βοτάνῃ. ταύτην δέ φησι καὶ προσέτι τὸν ὀπὸν τῆς πόας τοῖς ἀπείροις, τουτέστι τοῖς ἀήθεσι, ξηρὰν ἐργάζεσθαι χολέραν · ἥτις δ’ἐστὶν αὕτη μετ’ὀλίγον αὐτὸς διδάξει γράφων ὡδί · χολέρης δὲ ξηρῆς γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισιν. εὔδηλον οὖν ὅτι πνεῦμα φυσῶδες ἀθροίζεται κατὰ τὴν κοιλίην ἐκ τῆς τοῦ σιλφίου προσφορᾶς, ἔστι δὲ δριμὺ καὶ καυσῶδες τοῦτο. τί δὴ οὖν σημαίνει τὸ ἔστι μὲν οἷσιν, οὐδὲν ἐκ τῆς λέξεως σαφὲς καὶ διὰ τοῦτο ἐξηγούμενός τις ἕκαστον τούτων ἐρεῖ τὸ πιθανώτατον ἑαυτῷ φαινόμενον · ἄπορον γὰρ τὸ κατὰ λόγον ἐρεῖν ἐν τοῖς τοιούτοις. μάλιστα δὲ γίγνεται, ἢν μετὰ πολλοῦ τυροῦ μιχθείη κρεηφαγίης βοείων κρεῶν. τὴν ξηρὰν χολέρην αὐτῷ κεκλημένην μάλιστα γίγνεσθαί φησι τοῖς τὸ σίλφιον ἅμα τῷ τυρῷ πλέον προσενεγκαμένοις βοείοις κρέασιν γὰρ ἐκ τοῦ σιλφίου γεννωμένη φῦσα τοῖς ἐμπλαστικοῖς καὶ βραδυπόροις ἐδέσμασι μιχθεῖσα μένει κατὰ τὴν γαστέρα μὴ διεξερχομένη.

4.87

τὰ μὲν γὰρ μελαγχολικὰ καὶ παροξυνθείη ἂν παθήματα ὑπὸ βοείων κρεῶν ἐδωδῆς · ἀνυπέρβλητος γὰρ φύσις αὐτέων καὶ οὐ τῆς τυχούσης κοιλίης καταπέψαι · βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν, εἰ διέφθοισίτε χρέοιντο καὶ ὡς παλαιοτάτοισι. ἦν μὲν αὐτῷ περὶ σιλφίου δυνάμεως λόγος, ἐπέμιξε δὲ τούτῳ τὴν τῶν βοείων κρεῶν ἐδωδὴν καὶ μετὰ ταῦτα ἑξῆς ἐπ’αὐτὰ μεταβὰς τὰ μελαγχολικὰ πάθη παροξυνθήσεσθαί φησιν ὑπ’αὐτῶν · εἶθ’ἑξῆς ὡς ἂν ἐπαναδιπλοῦς αἰτίας ἀποδιδοὺς τοῦτό φησιν · ἀνυπέρβλητος γὰρ φύσις αὐτῶν. ἐχρήσατο μὲν οὖν τῷ γὰρ συνδέσμῳ, καθάπερ οἱ τὰς αἰτίας ὧνπερ εἰρήκασι λέγοντες · οὐ μὴν αὐτοῦ γε τοῦ παροξύνεσθαι τὰ μελαγχολικὰ πρὸς τῶν βοείων κρεῶν εἶπεν αἰτίαν, τινὰ δὲ ἄλλην κοινοτέραν τὴν κατὰ τὸ δυσκατέργαστον τῆς φύσεως καὶ ἰσχυρόν · γὰρ ἀνυπέρβλητος φύσις ἐστὶν, ἣν οὐκ ἄν τις ὑπερβάλλοιτο. βέλτιστα δὲ ἂν ἀπαλλάσσοιεν, εἰ διέφθοισίτε χρέοιντο καὶ ὡς παλαιοτάτοισι. καὶ τοῦτο καθολικωτέραν ἔχει τὴν συμβουλὴν, οὐ κατὰ τὰ μελαγχολικά · τοῖς γὰρ βοείοις κρέασιν ἄμεινον χρῆσθαι διέφθοιςτε καὶ παλαιοῖς, ὥσπερ τοῖς ἄλλοις ἅπασι δυσπέπτοις. οὐ κυρίως δὲ ἐχρήσατο τῇ βέλτιστα λέξει · οὔτε γὰρ οἱ μελαγχολικῶς νοσοῦντες οὔτ’ἄλλος τις ἄνθρωπος ὑγιαίνων νοσῶν βέλτιστα ἂν ἀπαλλάσσοι βόεια δίεφθα καὶ παλαιὰ προσφερόμενος, τῶν γὰρ ἐσθιόντων εἰσὶν αὐτὰ πάντων οὐκ ἀγαθὴ τροφή · ἀλλ’ἧττον τῶν ἄλλων οἱ τὰ τοιαῦτα προσφερόμενοι βλάπτονται. μεταθεὶς οὖν τὸ βέλτιστα καὶ ποιήσας ἥκιστα τὸν λόγον ἄμεμπτον ἐργάσῃ.

4.88

αἴγεια δὲ κρέα ὅσατε ἐν βοείοισιν ἔνι κακὰ, ἅπαντ’ἔχει τήντε ἀπεψίην · καὶ φυσωδέστερα καὶ ἐρευγματωδέστερα καὶ χολέρην ποιέει. ἔστι δὲ τὰ εὐωδέστατα στερεὰ καὶ ἥδιστα, ταῦτ’ἄριστα δίεφθα καὶ ψυχρά · τὰ δ’ἀηδέστατα καὶ δυσώδεα καὶ σκληρὰ, ταῦτα κάκιστα καὶ τὰ πρόσφατα. βέλτιστα δὲ ἐπὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. κἀνταῦθα πάλιν εἶπε τὴν αἰτίαν τοῦ τῶν βοείων κρεῶν εἶναι φαυλότερα τὰ αἴγεια · δύσπεπτα γὰρ ὁμοίως ὄντα τὰ αἴγεια, φυσωδέστερα τῶν βοείων εἰσὶν, ἐρυγάςτε πολλάκις ποιεῖ μοχθηρὰν ἐχούσας ποιότητα. δριμύτερα δ’ὄντα καὶ θερμότερα τῶν βοείων, εἰ ἀπεπτηθῇ καὶ χολέραν ἐργάζεται · διὸ καὶ ψυχρὰ μᾶλλον θερμὰ δεῖ ἐσθίειν αὐτά. βέλτιστα δ’ἐστὶ τῇ θερινῇ, μετοπωρινῇ δὲ κάκιστα. βέλτιστα δ’εἶναί φησι σφῶν αὐτῶν τὰ κρέα τῶν αἰγῶν, οὐ γὰρ δὴ τῶν ἄλλων γε κρεῶν. ἐχρῆν μὲν οὖν ὅσον ἐπὶ τῇ ὥρᾳ φαυλότατα διὰ τὴν κρᾶσιν εἶναι συμβαίνει δὲ βελτίονα τὴν τροφὴν αὐταῖς κατὰ τὸ θέρος εἶναι καθάπερ τὰ ποηφάγα τῶν ζώων μοχθηρὰ, διὰ τὸ μηκέτι ἔχειν τὴν πόαν χλωράν · ταῖς δ’αἰξὶν ἐπιτηδειοτάτη τροφή τῶν δένδρων οἱ βλαστοὶ καὶ καυλοί ἐστιν, οὓς ἐπὶ τῇ τελευτῇ τοῦ ἦρος ἔχει δαψιλεῖς κατὰ τὸ θέρος. ὅτι δὲ τροφὴ πλεῖστον δύναται πρὸς τὴν τῶν κρεῶν ἐπιτηδειότητα κᾀκ τῶν ἀλωπέκων ἔνεστί σοι μαθεῖν ἐν φθινοπώρῳ μάλιστα καλλίστην ἐχουσῶν διὰ τὰς σταφυλὰς σάρκα · οὕτως δὲ καὶ τὸ στρουθίον συκαλὶς καλλίστην ἔχει τὴν σάρκα. φθινοπώρου τοίνυν αἱ αἶγες ἀποροῦσαι τροφῆς ἐπιτηδείου χειρίστην καὶ ἰσχνοτάτην ἔχουσι τὴν σάρκα · κατὰ δὲ τὸν χειμῶνα πάλιν ἀμείνω τὴν τοῦ σώματος ἕξιν ἴσχουσι, τὴν φυσικὴν δυσκρασίαν ὑπὸ τῆς κατὰ τὴν ὥραν κράσεως ἐπανορθούμεναι.

4.89

χοίρου δὲ πονηρὰ, ὁκόταν ἐνωμότερα καὶ περικαῆ · χολερώτερα δ’ἂν εἴη καὶ ἐκταρακτικά. ὕεια βέλτιστα τῶν κρεῶν ἁπάντων · κράτιστα δὲ τὰ μήτ’ἰσχυρῶς πίονα μήτε πάλιν ἰσχυρῶς λεπτὰ, μήθ’ἡλικίην φέροντα ἱερείου παλαιοῦ. ἐσθίειν δὲ ἄνευ τῆς φορίνης καὶ ὑπόψυχρα. χοῖρον ἐξαιρέτως ὠνόμαζον οἱ παλαιοὶ τὸν μικρὸν λίαν, ὥσπερ παρὰ τῷ ποιητῇ ἔστιν εὑρεῖν · ἔσθιε νῦν ξεῖνε, τὰ δὴ δμώεσσι πάρεστι Χοίρε’, ἀτὰρ συάλους γε σύας μνηστῆρες ἔδουσιν. οἱ δὴ μνηστῆρες οὐκ οἶδ’ὅπως τοὺς συάλους ἤσθιον (τοὺς γὰρ ὑπὲρ τοὺς τελείους οὕτως ὠνόμαζον) ἀναισθητότατοι πάντων ἦσαν οἱ μνηστῆρες εἰς διάγνωσιν εὐπέπτωντε ἅμα καὶ ἡδέων ἐδεσμάτων, ὥσπερ κᾀν τῷ τὰς γαστέρας τῶν αἰγῶν ἐσθίειν, τὰς ἐμπλησθείσας αἵματος καὶ λίπους, οὗ δυσπεπτότερον τί ἂν εὕροις ἔδεσμα; κάλλιστον δὲ κρέας εἰς ἡδονὴν καὶ πέψιν ἐστὶ τὸ τῶν μέσων κατὰ τὴν ἡλικίαν, τὸ δὲ καὶ γεννητικόν ἐστιν αἵματος χρηστοῦ · χείριστον δέ ἐστι τὸ τοῦ παλαιοτάτου καὶ τὸ τοῦ μετὰ τὴν ἀποκύησιν εὐθέως ἐσθιομένου. τοῦτο γὰρ σχεδὸν ἁπάντων ὧν ἄνθρωπος ἐσθίει ζώων χερσαίων ὑγροτάτην ἔχει τὴν σάρκα καὶ διὰ τοῦτο ὑπερβαλλόντως ὑγρὰ σὰρξ τῶν ἀρτιγενῶν οὖσα φλέγμα γεννᾷ πλεῖστον · ἐὰν δὲ καὶ ἐνωμοτέρα τύχῃ, πολὺ μᾶλλον. τῷ δ’αὐτῷ τούτῳ λόγῳ καὶ τὴν τῶν ὑῶν λιπαρωτάτην οὖσαν σάρκα χείρονα νομίζει τῆς τῶν μέσων εὐσάρκων, ὑποπτεύων αὐτῆς τὴν ὑγρότητα, δι’ἣν καὶ πᾶσα πιμελὴ τῆς ὁμογενοῦς σαρκὸς χείρων ἐστὶν, εἰς πέψιντε καὶ θρέψιν. καὶ τὰ περικεκαυμένα δὲ κατὰ τὴν ὄπτησιν ἀνεπιτήδεια πρὸς εὐχυμίαντε καὶ πέψιν ἐστὶ καὶ χολέρας ποιητικὰ, διὰ τὴν προσελθοῦσαν αὐτοῖς δριμύτητα · κοινὴ γὰρ αὕτη κακία τῶν χολερωδῶν ἐδεσμάτων ἐστὶν, ὅταν ὑγράτε εἴη καὶ δριμέα. διαφθείρεται γὰρ ὁμοίως τὰ τοιαῦτα καὶ τῇ δριμύτητι τὰ στόματα τῶν καθηκόντων εἰς τὴν κοιλίαν ἀγγείων ἀναδάκνοντα, τῶν ἐξ ὅλου τοῦ σώματος εἰς αὐτὴν ῥευμάτων αἴτια γίνεται. τὸ δ’ἄνευ τῆς φορίνης δεῖν ἐσθίειν τὰ χοίρεια, τουτέστιν ἄνευ τοῦ δέρματος, πρόδηλον · οὐ γὰρ ὁμοίως τῇ σαρκὶ τοῦ ζώου τὸ δέρμα πέττεσθαι πέφυκεν, ὡς ἂν ψυχρότερον ὑπάρχον. ὑπόψυχρα δὲ καὶ ταῦτα ἀξιῶν ἐσθίειν δῆλός ἐστι τὰ θερμὰ πάντα εὐλαβούμενος κρέα. νομίζων ἴσως αὐτὰ καυσωδέστερα καὶ φυσωδέστερα τῶν ὑποψύχρων εἶναι. ἐγὼ δ’ἐπὶ μὲν τῶν αἰγείων κρεῶν, ὅσατε ἄλλα φύσει θερμὰ, προσίεμαι τὸν λόγον · ἐπὶ δὲ τῶν εὐκράτων κατὰ θερμότητα καὶ ψύξιν, οἷα τῶν ὑῶν ἐστιν, ἁπλῶς οὕτως λεγόμενον ἀδιορίστως, οὐ προσίεμαι · διορισαμένῳ γὰρ ἐπιτηδειότερα γένοιτο τὰ θερμὰ τῶν ψυχρῶν.

4.90

χολέρης δὲ ξηρῆς γαστὴρ πεφύσηται καὶ ψόφοι ἔνεισι καὶ ὀδύνη πλευρέων καὶ ὀσφύος · διαχωρέει δὲ οὐδὲν κάτω, ἀλλ’ἀπεστέγνωται. τὴν ἁπλῶς ὀνομαζομένην ὑπὸ τῶν ἀνθρώπων χολέραν ὑγρότητι διορίζει τῆς ξηρᾶς · ὀνόματι δὲ κοινῷ κατ’ἄμφω κέχρηται, πρὸς τὸν τῆς γενέσεως τρόπον ἀποβλέπων ὄντα κοινόν. ὡς γὰρ ὑγρὴ χολέρα γίνεται δριμέων χυμῶν ἐκ τῆς διαφθορᾶς τῶν ἐδηδεσμένων γεννηθέντων, οὕτως ξηρὰ πνεύματος φυσώδους δριμέος · διὸ καὶ τὰ πλησιάζοντα τῇ γαστρὶ νευρώδη σώματα δακνόμενάτε καὶ τεινόμενα πόνον ποιοῦσι. δυναμένων δὲ τῶν πνευμάτων τούτων ποτὲ μὲν ἴσχεσθαι, ποτὲ δὲ διεξιέναι, διὰ τὰ ἰσχόμενα πνεύματα τὴν ξηρὰν χολέραν ἐπιγεννᾶσθαι, οὐκ ἔχω φάναι · πιθανώτερον γὰρ ἦν οὕτως ὀνομάσαι τὰ διεξερχόμενα.

4.91

τὸν τοιόνδε διαφύλαξον, ὅκως μὴ ἐμέσηται, ἀλλὰ κοιλίη ὑπελεύσηται. κλύσον οὖν ὅτι τάχος θερμῷ καὶ ὡς λιπαρωτάτῳ καὶ ἐς ὕδωρ ἀλείφων ὡς πλεῖστον κάθιζε θερμὸν, ἐν σκάφῃ κατακλίνων καὶ τοῦ θερμοῦ κατὰ μικρὸν παράχεε · καὶ ἢν θερμαινομένῳ αὐτέῳ κοιλίη ὑπίῃ, λέλυται. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε · καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον · καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ κοιλίη ὑπίῃ καὶ λέλυται · σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. ἢν δὲ μὴ ἀνῇ πόνος, ὄνου γάλα δίδου πίνειν, ἕως καθαρθῇ. τὸ μὲν ὅτι τάχιστα κλύζειν καὶ κωλύειν ἐμεῖν, κοινὰ παραγγέλματα πάντων τῶν ἐν κοιλίᾳ περιεχομένων παρὰ φύσιν, σπουδάζομεν ἐκκριθῆναι κάτω · κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸ θερμῷ κλύζειν κλύσματι, προκλητικὸν γὰρ τὸ θερμὸν, ὥσπερ ἀποκρουστικὸν τὸ ψυχρόν · τὸ δὲ λιπαρὸν εἶναι τὸ κλύσμα τῆς ξηρᾶς ἴδιον ἴαμα, διότι καὶ τὴν δύναμιν ἐναντίον ἐστὶν, ὑγραῖνον τὴν ξηρότητα, παρηγοροῦντε τὴν δῆξιν. τῶν αὐτῶν ἔχεται σκοπῶν καὶ τὸ δι’ὕδατος καὶ δι’ἐλαίου θερμαίνειντε καὶ παρηγορεῖν, ἐν τῇ σκάφῃ πυριῶντα. ξυμφέρει δὲ καὶ ἐγκοιμᾶσθαι τῷ τοιῷδε. ἄδηλον πότερον ἐν τῇ σκάφῃ πυριώμενον αὐτὸν καὶ χωρὶς ἐκείνης κοιμᾶσθαι κελεύει · αὐτὸ δὲ καθ’ἑαυτὸ σκοπουμένῳ πρόδηλον, ὅτι πᾶσι τοῖς ἐξ ἀπεψίας ὠφελιμώτατόν ἐστιν. καὶ πίνειν οἶνον λεπτὸν καὶ παλαιὸν καὶ ἀκρητέστερον. οἶνον μὲν ὡς τῇ πέψει συντελοῦντα δίδωσι · λεπτὸν δὲ ὡς μὴ μένοι κατὰ τὴν γαστέρα · παλαιὸν δὲ καὶ ἀκρατέστερον ἕνεκα τοῦ θερμαίνειν μᾶλλον · ἅπας γὰρ οἶνος θερμαίνει τὴν ἕξιν, μᾶλλον δὲ παλαιός. καὶ ἔλαιον δίδου, ὥστε ἡσυχίη καὶ κοιλίη ὑπίῃ καὶ λέλυται. τῶν δριμέων δὲ πραϋντικὸν τὸ ἔλαιον καὶ τῆς ξηρότητος ἐπανορθωτικὸν, ὑπάγει δὲ μετρίως τὴν κοιλίην · ὧν ἁπάντων δεῖ τῷ θεραπευομένῳ. σιτίων δὲ καὶ τῶν ἄλλων ἀπεχέσθωσαν. οἷς ἔνδεια μὲν οὐδεμία ἐστὶ κατὰ τὸ σῶμα, οὐ δὲ χρεία προσθέσεως, ἄπεπτα δὲ τινα περιέχεται πέψεως δεόμενα, τούτοις ἡσυχίας μέν ἐστι χρεία, σιτίων δὲ οὒ, πρὶν πεφθῆναι μετρίως τὰ περιεχόμενα. ἢν δὲ μὴν ἀνῇ πόνος, ὄνου γάλα δίδου πίνειν ἕως καθαρθῇ. εἰ δὲ τὸ προειρημένον ποιοῦντός σου πόνος μὴ λύοι, πλείων ἐστὶν δριμύτης τοῦ λυποῦντος αἰτίου καὶ διὰ τοῦτο καθᾶραι προσήκει τὸ σῶμα. ὄνου δὲ χρῆσθαι γάλακτι προστάττει, τῶν μὲν καθαιρόντων ἁπάντων φαρμάκων ὄντι πραϋτέρῳ καὶ ἀπρακτοτέρῳ · τοῦτο δὲ τῶν ἄλλων γαλάκτων ὑγρότερόντ’ἐστὶ καὶ ὑπακτικώτερον.

4.92

ἢν δὲ ὑγρὴ κοιλίη καὶ χολὴ ὑποχωρέῃ καὶ στρόφοι καὶ ἔμετοι καὶ πνιγμοὶ, τούτοισι κράτιστον ἀτρεμίζειν, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν. ἄδηλον εἴτε περὶ τῆς ξηρᾶς χολέρας ἔτι καὶ νῦν ἐστιν λόγος τούτων ἀκούειν χρὴ καθ’ἑαυτά · ὁποτέρως δ’ἂν ἔχῃ, φαίνεται δὴ χολὴ δριμεῖα δυσεκνιπτοτέρα περιέχεσθαι κατὰ τὴν γαστέρα · ταύτην δὲ ὑπάγειν πειρᾶται μετρίως, ἅμα τῷ συμπέττειν τὰ περιεχόμενα κατ’αὐτήν · ὑπαχθήσεται μὲν οὖν μετρίως τῷ μελικράτῳ, πεφθήσεται δὲ τῇ ἡσυχίῃ. πολλάκις δὲ ἐπὶ τῶν τοιούτων διαθέσεων ἀγωνιστικῶς βοηθῶν ἀθρόως ἐκκαθαίρει τὴν κακοχυμίαν ἰσχυρῷ φαρμάκῳ, προσεπισκεψάμενος τὴν δύναμιν καὶ τὴν ἕξιν τοῦ νοσοῦντος καὶ τὴν ὥραν καὶ τὴν ἡλικίαν καὶ τὴν κατάστασιν. τὸ δ’ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένον, πίνειν δὲ μελίκρητον καὶ ἐξεμέειν, ὡς βουλομένου τοῦ συγγραφέως ἐκκαθᾶραι τὴν ἄνω κοιλίαν εἴρηται ἀμείνων δὲ ἑτέρα γραφὴ μετὰ τοῦ μή. ῥυπτικὸν γὰρ ὂν τὸ μελίκρατον ἐπὶ τὴν κατὰ φύσιν ὁδὸν προτρέπεται τὰ διεφθαρμένα χωρὶς τοῦ βλαβῆναι καὶ κινδυνεῦσαι τὸ στόμα τῆς κοιλίας κατὰ τοὺς ἐμέτους.

4.93

ὑδρώπων δύο φύσιες, ὧν μὲν ὑποσαρκίδιος ἐγχειρέων γίνεσθαι ἄφυκτος, δὲ μετ’ἐμφυσημάτων, πολλῆς εὐτυχίης δεόμενος, μάλιστα δὲ ὑπὸ ταλαιπωρίης καὶ πυρίης καὶ ἐγκρατείης · ξηρὰ δὲ καὶ δριμέα ἐσθιέτω, οὕτω γὰρ ἂν οὐρητικώτατος εἴη καὶ ἰσχύοι μάλιστα. ἢν δὲ δύσπνοος εἴη καὶ ὥρη θερινὴ ἐοῦσα τύχῃ καὶ ἡλικίη ἀκμάζῃ καὶ ῥώμη , ἀπὸ τοῦ βραχίονος αἷμα ἀφαιρέειν, εἶτα θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου ἀποβάπτων ἐσθιέτω καὶ ὡς ἐλάχιστα πίνων ὡς πλεῖστα πονεέτω καὶ κρέα ὕεια σαρκώδεα ἐσθιέτω μετὰ ὄξους ἑφθὰ, ὅκως πρὸς τοὺς προσάντεας περιπάτους ἀντέχῃ. τινὲς οὐχ ὑποσαρκίδιον, ἀλλ’ἐπισαρκίδιον γράφουσιν, οὐ μὴν ἀνὰ σάρκατε καὶ κατὰ σάρκα γεγραμμένον εὗρόν που, καίτοι καὶ τῶν νεωτέρων οὕτως ὀνομαζόντων · εἰπόντος δ’αὐτοῦ δύο φύσιας εἶναι ὑδρώπων καὶ περὶ μὲν τοῦ δευτέρου τὰ ἐμφυσήματα γράψαντος, ἄλλο δ’οὐδὲν σύμπτωμα προσθέντος, ἐπὶ δὲ τοῦ προτέρου οὐδὲν παντάπασιν εἰπόντος, δῆλόν ἐστιν ὅτι κατά τι συγκέχυται καὶ σφάλλεται κατὰ τὴν τῶν ὑδέρων διαφοράν. ἔνιοι μὲν οὖν τῶν ἰατρῶν τέτταρας λέγουσιν εἶναι διαφορὰς τῶν ὑδέρων, ὑπερβαίνοντες τὸ προσῆκον, ἀλλ’οὐ νῦν καιρὸς ἐλέγχειν αὐτούς · δὲ ταῦτα γράψας ἐλλείπει φανερῶς. ἔστι γὰρ τῶν ὑδέρων μέν τις ὑγροῦ λεπτοῦ κατὰ τὴν σύστασιν ἀθροίζων πλῆθος ἐν τῷ κάτω τοῦ θώρακος χωρίῳ παντὶ, παρακεντοῦντες ἐνίοτε τὸ ὑγρὸν ἐκκενοῦμεν · ἄλλος δ’οὐχ ὕδατος, ἀλλὰ πνεύματος ἔχει τὸ χωρίον τοῦτο μεστὸν καὶ σχεδὸν τὰ ἄνω πάντα διοιδισκόμενα, τοῦτον τυμπανίαν προσαγορεύουσιν · δὲ τις φλέγματος ἔχει τὴν ὅλην ἕξιν μεστὴν, τοῦτον ὑποσαρκίδιον ἔνιοι προσαγορεύουσιν. ὥστε ἐλλιπῶς εἶπε τῶν ὑδέρων εἶναι δύο φύσεις · οὐ μὴν οὐ δ’ὀρθῶς εἶπε, τὸ ἐγχειρέων γίγνεσθαι, ἀληθέστερον γὰρ ἂν εἶπεν, οὕτω γράψας · ἀποκτείνει δ’εὐθὺς ὕδερος, ἐπὴν γένηται · γέγραπται δ’ λέξις οὕτω, κακῶς γεγραμμένη παρὰ τοῦ πρῶτον γράψαντος. τοῦ γε μὴν ἑτέρου τῶν ὑδρώπων, ὃν μετ’ἐμφυσημάτων φησὶ γίγνεσθαι, θεραπείαν γράφει, τὸ μέν τι κοινὸν ἔχουσαν πάντων ὑδέρων, ὡς κατὰ τὴν ἀρχὴν ἔγραψε ταλαιπωρίαν καὶ πυρίαν καὶ ἐγκράτειαν, συμβουλεύων ἐσθίειν θερμὰ καὶ ξηρά · τὸ δέ τι μόνου τοῦ ἀνὰ σάρκα, ὃν ὡς ἀθεράπευτον ἀπέλιπεν · οὗτος γὰρ μόνος ἀρχόμενος, ἐνίοτε δεῖται φλεβοτομίας, ὅταν γ’ἐξ αἱμορροΐδος ἐπισχέσεως καταμηνίων ταῖς γυναιξὶν τινος οὕτω πληθωρικῆς αἰτίας ἀρξάμενος συνίσταται · τὸν δὲ τυμπανίαν τὸν ἀσκίτην ὕδερον, οὐδεὶς ἐτόλμησε διὰ φλεβοτομίας ἰάσασθαι · ἐπὶ γοῦν τοῦ δεομένου τῆς φλεβοτομίας ἐφεξῆς θεραπεία θερμαίνουσα καὶ ξηραίνουσα γίγνοιτ’ἄν. ταῦτα μὲν οὖν γράψας τοῦ προσήκοντος ἐστοχάσθαι φαίνεται καὶ ταῦτα γράψας · οὐ μὴν ὀρθῶς γε εἶπεν, ἢν δὲ δύσπνοος κάμνων, φλεβοτομίας χρῄζει, μὴ διὰ πληθώραν ὄντως ἰσχυρὰν εἰς τὸν ὕδερον ἐμπίπτων, κινδυνευούσης δηλονότι σβεσθῆναι τῆς ἐμφύτου θερμασίας ὥσπερ τὸ πῦρ. ὡς γὰρ τὸ πῦρ κινδυνεύει σβεσθῆναι, ἐπιβληθέντων αὐτῷ ξύλων ὑγρῶν πολλῶν, εἰ μή τις τοῦ πλήθους ὑφέλοιτο, οὕτω καὶ ἐπὶ τοῦ διὰ πλῆθος αἵματος ψυχροτέρου σβεσθῆναι κινδυνεύοντος ἐμφύτου θερμοῦ μέγιστόν ἐστιν ἴαμα φλεβοτομία, καθ’ἣν ὥραν κίνδυνος οὕτως καταλάβῃ. κακῶς οὖν πρόσκειται τῷ λόγῳ καὶ ὥρα θερινὴ ἐοῦσα. τοῦ μὲν γὰρ πλέον ἔλασσον ἀφελεῖν, ἄλλατέ τινα εἴρητ’ἂν ὥσπερ καὶ ὥρα σκοπὸς, αὐτοῦ δὲ τοῦ βοηθήματος τοῦ πάθους φύσις σκοπός ἐστιν. ἔνιοι δὲ ὥσπερ καὶ Διοσκορίδης οὐ θερινὴν ὥραν, ἀλλ’ἐαρινὴν ἔγραψαν, ὑποπτεύοντες τῆς μὲν θερινῆς τὴν διάλυσιν τῆς δυνάμεως, τῆς δὲ χειμερινῆς τὴν προσγενησομένην τῷ πάθει ψύξιν. ἰδιωτικῶς δὲ καὶ ἀρχαίως πάνυ θερμοὺς ἄρτους ἐξ οἴνου μέλανος καὶ ἐλαίου δίδωσιν ἐσθίειν τῷ φλεβοτομηθέντι, σκοπὸν μὲν ἔχων ἀληθῆ ῥωννύναι τὴν δύναμιν, ὅπως ἐξαρκέσῃ ταῖς κατὰ τὰ γυμνάσια ταλαιπωρίαις, οὐχ εὑρὼν δὲ τὴν ὕλην ἀξίαν τοῦ σκοποῦ. μέλας γὰρ οἶνος πλεῖστον αἷμα γεννᾷ, τοσοῦτον δὲ ὡς περιττὸν καὶ μελαγχολικὸν γενέσθαι ἐκείνῳ · βέλτιον δ’ἐστὶ κιρρὸν οἶνον διδόναι, λεπτὸν μὲν τὴν σύστασιν, ὅπως καὶ τὴν οὔρησιν κινῇ, τὴν δ’ἡλικίαν μὴ νέον, ὥσπερ οὖν καὶ τὰ πολλὰ συμβαίνει · τῶν νέων γὰρ οἴνων οὐδεὶς ἔσται κιρρὸς, ἀλλ’ἤτοι λευκὸς ἐρυθρὸς μέλας, παλαιούμενοι δὲ κιρροίτε γίνονται καὶ ξανθοί. τό γε μὴν ὡς ἐλάχιστον πίνοντα πλεῖστον πονεῖν ὀρθότατα εἴρηται · ξηραίνει γὰρ τοιαύτη δίαιτα καὶ θερμαίνει. τὰ δ’ὕεια κρέα καθ’ὃν εἴρηται τρόπον ἐσθιόμενα, ἀκμάζουσι καὶ ἰσχυροῖς οὐ κακῶς ἂν δοθείη · τῶν δ’ἄλλων οὐδεὶς ἂν δύναιτο πέψαι καλῶς αὐτὰ, ἤδη κινδυνεύων σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν · ἄμεινον οὖν ὅσα καλῶς πέψουσι, διδόναι τοῖς ἔχουσιν οὕτως.

4.94

ὁκόσοι κοιλίας τὰς κάτω θερμὰς ἔχουσι καὶ δριμέα τὰ ὑποχωρήματα καὶ ἀνώμαλα διέρχεται ὑπὸ συντήξεως αὐτέοισιν · ἢν μὲν δυνατοὶ ἔωσιν, ἐλλεβόρῳ τῷ λευκῷ ἀντισπάσαι · ἢν δὲ μὴ, χυλὸς τῶν σιτανείων πυρῶν παχὺς, ψυχρὸς καὶ τὸ φάκινον ἔτνος καὶ ἄρτοι ἐγκρυφίαι καὶ ἰχθύες, πυρέσσοντι μὲν ἑφθοὶ, ἀπυρέτῳ δ’ἐόντι ὀπτοί · καὶ οἶνος μέλας ἀπυρέτῳ. ἢν δὲ μὴ, ὕδωρ ἀπὸ μεσπίλων μύρτων μήλων οὔων φοινικοβαλάνων οἰνάνθης ἀμπέλων. κυριώτερον ἂν εἰρήκει, τὰ διαχωρήματα τούτοις ὑπὸ συγκαύσεως, οὐχ ὑπὸ συντήξεως διέρχεσθαι · σύντηξις μὲν γὰρ ἐν αὐτῷ γίνεται διὰ πυρετὸν κακοήθη τηκομένης τῆς πιμελῆς καὶ σαρκὸς τῆς ἁπαλῆς · σύγκαυσις δὲ ἐν τῇ γαστρὶ τῶν ἐδηδεσμένων, ὑπὸ θερμασίας δριμείας, δι’ἣν καὶ πυρέττειν συμβαίνει. τούτῳ οὖν ἐλλέβορον διδόναι κελεύει λευκὸν, ἐνεδείξατο γὰρ τοῦτο διὰ τοῦ ἀντισπάσαι ῥήματος, ἐπειδὴ διὰ τῆς ἄνω γαστρός. ἢν δὲ μὴ δύναιτο δι’ἡντιναοῦν αἰτίαν ἐλλέβορον λαμβάνειν δριμύτητος ἐπικρατούσης ἄνθρωπος, ἐδέσματα κελεύει διδόναι καὶ πόματα στύφοντα καὶ ψύχοντα · προστίθησι δὲ τοῖς ἐδέσμασι καὶ τὰ ξηραίνειν δυνάμενα, καθάπερ τοὺς ἐγκρυφίας ἄρτους καὶ τοὺς ὀπτοὺς ἰχθύς. τούτων οὕτως εὐλόγως εἰρημένων ἐπισκεπτέον τίνα λέγει τὴν ἄνω κοιλίαν · ἐνίοτε μὲν γὰρ οἱ παλαιοὶ τὸν θώρακα τὴν ἄνω κοιλίαν ὀνομάζοντες, τὸ μετὰ τὸ διάφραγμα πᾶν τῆς τροφῆς ἀγγεῖον κάτω κοιλίαν προσαγορεύουσιν · ἐνίοτε δ’ἄνω κοιλίαν ὀνομάζοντες, εἰς ἣν καταπίνομεν τὰ σιτία, ποτὲ μὲν τὰ μετ’αὐτὴν ἅπαντα, κοιλίαν μὲν οὖν καλοῦσι κάτω, ἐνίοτε δὲ μόνα τὰ παχέα τῶν ἐντέρων · εἰσὶ δ’οἳ τὸ κῶλον μόνον ὀνομάζουσι τὴν κάτω κοιλίαν. ἴσως μὲν οὖν ἂν ἐζητήσαμεν, τί τῶν εἰρημένων μορίων τίνα, πιθανώτερον καὶ νῦν ἀκοῦσαι ἐλπίζομεν, εἰ μέγα τι κερδαίνειν ἐμέλλομεν · ἐπεὶ δ’ τῶν τοιούτων εὕρεσις οὐδὲν μὲν ἡμᾶς διδάσκει πλέον ὧν ἴσμεντε καὶ κρίνομεν αὐτοὶ περὶ τοῦ τίνα μὲν ὀρθῶς εἴρηται, τίνα δ’οὒ, περιεργίαν δὲ ἔχει μᾶλλον γνώσεως ἤπερ ὠφέλειαν, ἄμεινον ἀπολιπεῖν διὰ ταχέων καὶ μάλιστα ὅπου μη δὲ γνήσιον αὐτοῦ ἐστι τὸ σύγγραμμα.

4.95

ἢν δὲ πυρετὸς μὴ ἔχῃ καὶ στρόφοι ἔωσι, γάλα ὄνειον θερμὸν ὀλίγον τὸ πρῶτον, ἔπειτα ἐκ προσαγωγῆς πλεῖον καὶ λινόσπερμον καὶ πύρινα ἄλφιτα καὶ τῶν Αἰγυπτίων κυάμων ἐξελὼν τὰ πικρὰ, καταλεπίσας, ἐπιπάσσων πινέτω · ὠὰ ἡμιπάγεα ἐσθιέτω ὀπτὰ καὶ σεμίδαλιν καὶ κέγχρον καὶ χόνδρον ἑφθὸν ἐν γάλακτι, ἑφθὰ ψυχρὰ ἐσθίειν · καὶ τὰ τούτοισιν ὅμοια καὶ ποτὰ καὶ ἐδέσματα προσφερέσθω. οἱ μὲν πλεῖστοι τῶν ἐξηγουμένων βέλτιον τοῖς προειρημένοις συντάττουσι ταῦτα, περὶ τῶν θερμὴν ἐχόντων τὴν κάτω κοιλίην ἡγούμενοι καὶ νῦν ἔτι γίγνεσθαι τὸν λόγον · ὀλίγοι δέ τινες ἀποχωρίσαντες ἰδίᾳ ταῦτα ἐξηγοῦνται · σκοπὸς δέ ἐστιν αὐτοῖς τὸ μέν τι καθᾶραι τῆς κακοχυμίας, τὸ δ’ἐπικεράσαι, τὸ δ’ἐπιξηρᾶναι, τὸ δ’ἐμψῦξαι. τὸ μὲν οὖν γάλα τὸ ὄνειον καθαίρειν δύναται καὶ ἐπικεραννύναι, τὸ δὲ τοῦ λίνου σπέρμα ξηραίνειντε καὶ ψύχειν · τὰ δ’ἐκ τῶν πυρῶν ἄλφιτα τὸ ἐπικεραστικὸν ἔχει · καλῶς δ’αὐτοῖς ἀναμέμικται καὶ τὰ κρίθινα, ξηραίνοντάτε καὶ ψύχοντα. οἱ δὲ Αἰγύπτιοι κύαμοι μετρίως ψῦξαι δύνανται · τὰ δὲ ὠὰ καὶ σεμίδαλις καὶ χόνδρος παχύχυμα καὶ εὔχυμα καὶ ἐπικρατητικά · καὶ ξηραίνει δὲ ἱκανῶς ὡς ἐν ἐδέσμασιν κέγχρος, ὥσπερ γε καὶ ψύχει. ταῦτα δὲ πάντα δίδωσι ψυχρὰ, διὰ τὴν δριμύτητα καὶ θερμότητα τῶν τὸ πάθος ἐργαζομένων χυμῶν.

4.96

τῆς διαιτητικῆς ἐστι μέγιστον παρατηρεῖν καὶ φυλάσσειν, ὥσπερ ἐν τοῖς ὀξέσι καὶ ἐν τοῖσι μακροῖσιν ἀρρωστήμασι καὶ τὰς ἐπιτάσιας τῶν πυρετῶν καὶ τὰς ἀνέσιας, ὥστε τοὺς καιροὺς διαφυλάττειν, ὁκότε μὴ δεῖ τὰ σιτία προσενεγκεῖν καὶ ἀσφαλέως, ὁκότε δέῃ προσενεγκεῖν εἰδέναι · ἔτι δὲ ὁκότε πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσεως. τῆς διαιτητικῆς τέχνης μέγιστον εἶναί φησι τὸ τὸν κατὰ μέρος καιρὸν γνῶναι τῆς τροφῆς · αὐτὸς οὖν ἕνα σκοπόν φησι πλεῖστον ἀπέχειν τὸν καιρὸν ἐκεῖνον, ἐν τὴν τροφὴν δεῖ διδόναι τῆς ἐπιτάσεως · εἴη δ’ἂν ἐπίτασιν λέγων τὴν ἀρχὴν τοῦ παροξυσμοῦ. τοῦτο δ’οὐ μόνον ἐπὶ τῶν χρονιζόντων, ἀλλὰ καὶ τῶν ὀξέων ἀληθὲς εἶναι δοκεῖ · διὰ τί οὖν προσέθηκε τοῖς μακροῖς ἀρρωστήμασιν; ὅτι μᾶλλον ἐπὶ τούτων ἐναργὴς σκοπὸς τάχα καὶ μόνον. ἐπὶ γὰρ τῶν ὀξέων αὔταρκες ἦν γνώρισμα καιροῦ τροφῆς καταλαβεῖν τὴν θέρμην εἰς τοὺς πόδας, οὐ μὴν ἐπὶ τῶν χρονίων γε θρεπτέον οὕτως, ἀλλὰ περιμένειν προσήκει τὰ βέλτιστα τῆς ἀνέσεως · κατὰ γὰρ τὰς ὀξείας νόσους ἀναμένειν οὐκ ἐγχωρεῖ, φόβῳ τῆς μελλούσης διὰ ταχέων ἐπιτάσεως ἔσεσθαι. ἔνιοι δὲ τὴν λέξιν γράφουσιν οὕτω · τῆς διαιτητικῆς ἐστι μέγιστον τὸ παρατηρεῖν καὶ παραφυλάσσειν ὥσπερ ἐν τοῖς ὀξέσιν, οὕτω καὶ ἐν τοῖς χρονίοις, τὸ ἐπίστασθαι ὁπηνίκα χρὴ τρέφειν. ἔνιοι δὲ τὴν τελευτὴν ταύτης τῆς ῥήσεως οὕτω γράφουσιν · ἔτι δὲ ὅταν πλεῖστον ἀπέχωσι τῆς ἐπιτάσεως εἰδέναι · ὡς πρὸς τοῖς ἄλλοις οἷς ἐκέλευσεν ἡμᾶς ἐπισκέψασθαι περὶ τὸν ἄρρωστον καὶ τοῦτο συμβουλεύοντος αὐτοῦ. φαίνεται δὲ, εἰ αὐτό τις ἐξετάζει τοῦτο, μὴ συνάπτων τῇ κατὰ μέρος εὑρέσει τοῦ καιροῦ τῆς τροφῆς ἄκαιρον τὸ περὶ τῆς τροφῆς παράγγελμα καὶ οὐδενὸς ἄξιον.

4.97

εἰδέναι δὲ τοὺς κεφαλαλγικοὺς ἐκ γυμνασίων δρόμων πορειῶν κυνηγεσιῶν ἄλλου τινὸς πόνου ἀκαίρου ἐξ ἀφροδισίων · τοὺς ἀχρόους, τοὺς βραγχαλέους, τοὺς σπληνώδεας, τοὺς λειφαίμους, τοὺς πνευματώδεας καὶ ξηρὰ βήσσοντας καὶ διψώδεας, τοὺς φυσώδεας καὶ φλεβῶν ἀπολήψιας, ἐντεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον καὶ τοὺς ἀπονεναρκωμένους καὶ ἀμαυρὰ βλέποντας καὶ οἷς ἦχοι τῶν οὐάτων ἐμπίπτουσι καὶ τὰς οὐρήθρας ἀκρατῶς διακειμένους, τοὺς ἰκτερώδεας καὶ ὧν αἱ κοιλίαι ὠμὰ ἐκβάλλουσιν, αἱμορραγέοντας ἐκ ῥινῶν καθ’ἕδρην σφοδρῶς ἐν ἐμφυσήμασιν ἐόντας, ἢν πόνος αὐτοῖς ἐπιτρέχει σφοδρὸς καὶ μὴ ἐπικρατέωσι · τῶν τοιούτων μηδένα φαρμακεύειν · κίνδυνόντε γὰρ ἕξεις καὶ οὐδὲν ὀνήσεις, τάςτε ἀπὸ ταυτομάτου ἀπαλλάξιας καὶ κρίσιας ἀφαιρήσεις. ὅτι μὲν ἀτάκτως καὶ τρόπον ὑπομνήσεως παρασκευῆς ἅπαντα τὰ κατὰ τὸ βιβλίον τοῦτο γέγραπται πρόδηλον οἶμαι παντί · πολλὰ δ’οὖν, ὡς ἔφην, ἐν αὐτῷ καλῶς εἴρηται, δι’ καὶ τοῖς εἰρημένοις οὐκ ὀρθῶς ἐπείσθησαν ἔνιοι καὶ μᾶλλον ὅσοι συνῄδεσαν ἑαυτοῖς, ὡς οὐκ ἔχουσιν ἐπιστήμην κριτικὴν τῶν γεγραμμένων. τὰ δ’οὖν ἐν τῇδε τῇ ῥήσει λεγόμενα κατάλογον ἔχει τῶν ἀνεπιτηδείων φαρμακεύεσθαι · τὸ καθαίρεσθαι δὲ τῷ φαρμακεύεσθαι συμβαίνει ἐς ταὐτὸν, ὥσπερ γε καὶ φαρμακεύειν ἐν τῷ καθαίρειν. ἴδωμεν οὖν τίνας ἀπ’ἀρχῆς ἀπαγορεύει καθαίρειν · τοὺς κεφαλαλγικούς φησιν ἐκ γυμνασίων ἄλλου τινὸς πόνου ἀκαίρου · συντόμως οὖν ἀκούσας τοὺς ἐξ ἀκαίρων πόνων κεφαλαλγικοὺς γενομένους μὴ κάθαιρε · ἄκαιροι πόνοι πάντως εἰσὶν οὓς παροῦσα κατ’ἐκεῖνον τὸν χρόνον διάθεσις τοῦ σώματος οὐ δύναται φέρειν. ἀναμνήσω δέ σε νῦν εἰς πολλὰ χρησίμου πράγματος, οὗ διὰ παντὸς ἀξιῶ μεμνῆσθαι · τοῦ σώματος ἡμῶν παρασκευῆς μετέχοντος, ἐγγὺς τοῦ συμπληρωθῆναι, τῶν ἔξωθέν τι προσιὸν ἐξήλεγξε τὴν διάθεσιν αὐτοῦ, πυρετὸν ἀνάψαν κεφαλαλγίαν κατάρρουν βῆχα κινῆσαν, τι τοιοῦτον ἄλλο · κᾄπειτα ἐκ τούτου κατὰ τὸ συνεχὲς ἐπὶ τὴν παρασκευὴν τῆς νοσώδους διαθέσεως ἀσθενοῦσιν ἐπικινδύνως, οὔτε δρόμου τὴν νόσον γεννήσαντος ὅλως τῆς ἰσχυρᾶς κινήσεως, ὥσπερ οὐ δὲ τῆς ἀκρασίας τῆς ψύξεως τινος ἄλλου τῶν τοιούτων. οὐδὲν γὰρ αὐτῶν ἱκανόν ἐστι κατὰ τὴν ἑαυτοῦ φύσιν ἀσθένειαν ἐργάζεσθαι σφοδρὰν, ἀλλ’εἴτε πυρετὸς ὑπὸ τίνος αὐτῶν γένοιτο, τῶν ἐφημέρων ὀνομαζομένων τοιοῦτός ἐστι πυρετὸς, εἴτ’ἄλλο τι σύμπτωμα, ὀλιγοχρόνιον ἔσται πολλάκις · καὶ τοῦτό γε, ὡς ἔφην, διὰ τὴν τοῦ σώματος διάθεσιν ἕκαστον τῶν τοιούτων οὐκ αἴτιον τοῦ νοσήματος, ἀλλὰ πρόφασις γίγνεται. κυρίως γὰρ ἄν τις μάλιστα τὰς τοιαύτας αἰτίας ὀνομάζοι προφάσεις, οὐχ ἁπλῶς φανερὰς, ὡς πολλάκις εἰώθασιν αὐτοὶ καλεῖν, ὅταν ὑπό τινος τῶν φανερῶν αἰτίων βλάβη γένηται σαφὴς ἐν τῷ σώματι · μηδεμιᾶς γὰρ ἑτέρας διαθέσεως νοσώδους ὑποκειμένης οὔτε νόσος ἀξιόλογος ἀκολουθήσει καὶ τῆς γινομένης ἐν τῷ σώματι βλάβης τὸ ποιῆσαν αὐτὴν αἴτιόν ἐστι. ἴσθι τοίνυν αὐτῷ τὸν ἐνεστῶτα λόγον ἐπὶ τοῖς τοιούτοις αἰτίοις γενόμενον, μὴ κατὰ τὸν ἑαυτῶν λόγον βλάπτει τὸ σῶμα · κεφάλαιον δ’αὐτῶν ἐστιν ἓν μὲν καὶ πρῶτον οἱ πόνοι, πολυειδεῖς κατὰ μέρος ὄντες, δρόμοι καὶ πάλαι καὶ παγκράτια, ἀφροδίσια, τρίψεις, ἔγκαυσις, ψύξις, ἀγρυπνία, θυμοὶ, λῦπαι, φόβοι. τῶν μὲν οὖν ἀφροδισίων ἐμνημόνευσε, τὰ δ’ἄλλα παρέλιπε, καίτοι τὴν αὐτὴν δύναμιν ἔχοντα · τὰ γὰρ, ὡς εἴρηται, τὸ πνεῦμα ταράττοντα καθάρσεως οὐ δεῖται διὰ τὸ μη δ’ὑπὸ κακοχυμίας γεγονέναι τὴν νόσον ταύτην. μεταβὰς δὲ ἀπὸ τούτων τῶν γνωρισμάτων αὐτὸς ἐδήλωσεν οὓς πρότερον εἶπεν · ἰδίως δὲ καλοῦσιν ἀχρόους τοὺς λειφαίμους, ἔτιτε δι’ἄλλην διάθεσιν οὐ κατὰ τὴν φύσιν ἔχοντας τὸ σῶμα κακοχρόους ὀνομάζουσιν · οὗτοι τοίνυν οἱ ἄχροοι θερμαίνεσθαι δέονται διὰτε γυμνασίων καὶ πόσεων οἴνου θερμοῦ τῇ δυνάμει καὶ σιτίων παραπλησίων. ἀλλὰ καὶ τοὺς βραγχαλέους φησί · καὶ γὰρ καὶ τούτων τὴν ὑγρότητα καὶ ψύξιν τοῦ κατασκήψαντος εἰς τὸν λάρυγγα ῥεύματος, ἰάσασθαι προσήκει τὴν κεφαλὴν ξηραίνοντας καὶ τὰ πεπονθότα μόρια διὰ τῶν τοπικῶν βοηθημάτων. ἀλλὰ καὶ τοὺς σπληνώδεάς φησιν οὐ δεῖσθαι καθάρσεως · τοῦτό μοι δοκεῖ μὴ λέγειν ὀρθῶς, δέονται γὰρ, εἴπερ τινὲς ἄλλοι καὶ οὗτοι καθαίρεσθαι μέλανα. τούτοις ἐφεξῆς τῶν λειφαίμων μνημονεύει, τουτέστι τῶν ἐνδεὲς ἐχόντων αἷμα, κᾂν μηδέπω σαφῶς ὦσιν ἄχροοι. μετ’αὐτοὺς δ’ἐμνημόνευσε τῶν πνευματωδῶν καὶ ξηρὰ βησσόντων καὶ διψωδῶν, ἀσαφῶς ἑρμηνεύσας, ὡς μὴ δηλῶσαι πότερον ἑκάστου κατὰ μόνας ἀκουστέον ἐστὶν τῶν τριῶν ἅμα γενομένων. ἔστι δ’οὐ δὲ καθ’ἓν ἕκαστον αὐτῶν λεγόμενον σαφὲς, ὡς καὶ πρόσθεν ἤδη λέλεκται · πνευματώδεις γὰρ ὡς πολὺ μόνον ὀνομάζουσι τοὺς κατὰ τὴν εἰσπνοὴν ἀέρος δεομένους, ἔστι δ’ὅτε καὶ τοὺς ἐμπνευματουμένους · ἀλλ’ἑκάτερον αὐτῶν πολλὰς αἰτίας ἔχει, καὶ εἰ πάσας ἐπεξίω, μακρότερος λόγος ἔσται πρὸς τῷ καὶ φανῆναί τινας μὲν αὐτῶν φλεβοτομίας δεομένους, τινὰς δὲ καθάρσεως, τινὰς δ’ἄλλου βοηθήματος. οὕτω δὲ καὶ οἱ ξηρὰ βήσσοντες οὐ κατὰ μίαν γίγνονται διάθεσιν, οὐ δ’οἱ διψώδεις αὐτῶν. οὕτως δὲ οὐ δ’εἰ περὶ τῶν πυρεσσόντων διψωδῶν λόγος ἐστὶν αὐτῷ, ἐπίστασθαι νῦν ἡμᾶς περὶ τῶν ἀπυρέτων ἀμφοτέρων · κᾂν γὰρ ἑνὸς αὐτῶν μνημονεύσω κατὰ τοὺς ἀφορισμοὺς εἰρημένου, τὸ καθόλου διαβεβλήσεται · λέλεκται δὲ ἐν ἀφορισμοῖς ὧδε · ἀπυρέτῳ ἐόντι ἀποσιτίη καὶ καρδιωγμὸς καὶ σκοτόδινος καὶ στόμα ἐκπικρούμενον, ἄνω φαρμακείης δεῖσθαι σημαίνει · ἐὰν δὲ ἐκπικροῦται τὸ στόμα, διψώδεις εἰσίν. οὕτως δὲ καὶ οἱ φυσώδεις πρῶτον μὲν οἵτινες ὑπ’αὐτοῦ λέγονται ἀγνοῶ, εἰ σὺν τῷ φλεβῶν ἀπολήψιας τοὺς γεγονότας φυσώδεις ἀκούωμεν, ἐνίων ἀναγιγνωσκόντων καθ’ἑαυτό · κᾂν μεταβάλλειν εἶχον τῆς λέξεως ταύτης ἕκαστον, ἐδυνάμην ἂν ἅπαντα, ὅσα γιγνώσκειν χρήσιμόν ἐστι, διδάξαι μὴ πολλὰ πληρῶν βιβλία, καθάπερ καὶ περὶ τῶν ἑξῆς λεγομένων. φησὶ γὰρ ἐκτεταμένους ὑποχόνδρια καὶ πλευρὰ καὶ μετάφρενον καὶ ἀμαυρὰ βλέποντας καὶ οἶς ἦχοι τῶν ὤτων εἰσὶ καὶ ὅσοι τὰς οὐρήθρας ἀκρατῶς διάκεινται · καθ’ἕκαστον γὰρ τούτων τῶν παθημάτων αἰτίαιτε καὶ διαθέσεις εἰσὶ πολλαὶ καὶ θεραπειῶν διαφερουσῶν δεόμεναι · αὐτῶν γοῦν ἐσθ’ὅτε καὶ καθάρσεως δεηθήσονταί τινες τῆς διὰ χολαγωγοῦ φαρμάκου. περὶ πάντων οὖν τούτων, ἔτιτε τῶν ἐφεξῆς εἰρημένων, οὐκ ἀποφάσεις ἀδιορίστους, ἀλλὰ διορισμούςτε καὶ σαφεῖς διδασκαλίας τῇτε μακρᾷ πείρᾳ κεκριμένας ἐν ταῖς ἡμετέραις ἔχεις πραγματείαις, ἃς ἀναλεξάμενος ἱκανὸς ἔσῃ κρίνειν ἅπαντα τὰ τούτῳ λεγόμενα, μετὰ τοῦ μεμνῆσθαι τοῦ μέρους, γνήσιον ὡμολόγητο καὶ παρ’ἡμῶν, διδασκαλίας ἔχον ὠφελούσας · ἅπαντα γὰρ ἐν αὐτῷ γέγραπται σὺν ἀποδείξειτε καὶ σαφηνείᾳ καὶ διορισμοῖς τοῖς προσήκουσι. τὰ δ’οὕτως ἐσπαρμένα, καθάπερ νῦν ὑποκειμένη ῥῆσις, οὐδὲν ὀνίνησιν. ἐὰν μὲν γὰρ νῦν ἀκούῃ τις ἁπλῶς ἑκάστου τούτων ἄνευ τοῦ διορίσασθαι, πολλὰ κακῶς πράξει κατὰ τὴν τέχνην · ἐὰν δὲ ἕκαστον ὡς χρὴ διορίσηται, γνώσεται πρῶτον μὲν οὐδὲν ἐντεῦθεν εἰς τὴν εὕρεσιν αὐτῶν ὠφελούμενος, εἶτα πολλῶν βιβλίων δεόμενος εἰς τὴν περὶ τῶν προκειμένων σκέψιν. ἀλλὰ γὰρ οὐκ ἔστι πεῖσαι τοὺς πολλοὺς τῶν ἀνθρώπων ἐπέρχεσθαι μὲν τὰ σαφῆ τῶν γραμμάτων μόνα, καταλιπεῖν δὲ τοῖς γράψασι τὰ μὴ τοιαῦτα · καὶ γὰρ δίκαιόν ἐστιν, εἰ μηδεμίαν ἐκεῖνοι φροντίδα τοῦ γινώσκειν ἡμᾶς γεγράφασιν ἐποιήσαντο, μη δ’ἡμᾶς λιπαρῶς προσκεῖσθαι, ζητοῦντάςτε καὶ καταμαντευομένους ὧν λέγουσιν.

4.98

ἢν δὲ αἷμά τινι ξυμφέρῃ ἀφαιρέειν, στερεὴν πρότερον ποιέειν τὴν κοιλίην καὶ οὕτως. ἀφαιρέειν · καὶ λιμοκτονέειν καὶ οἶνον ἀφαιρέειν αὐτῷ, ἔπειτα τῇ διαίτῃ τῇ προσηκούσῃ τὰ ἐπίλοιπα αὐτέων καὶ πυρίῃσιν ἐνίκμοισι θεράπευε. μὴ ῥεούσης τῆς κοιλίης ἀφελεῖν τοῦ αἵματος · ἐὰν γὰρ ἐπιμένῃ μετὰ τὴν ἀφαίρεσιν ἀπορρέουσα, καταλύει τὴν δύναμιν. τότε λιμοκτονεῖν ὧν ἀφέλῃς τοῦ αἵματος, οἴνουτε ἀπέχειν, ὀρθῶς εἴρηται, καθάπερ καὶ τὸ τῇ διαίτῃ τῇ προσηκούσῃ χρῆσθαι. τὸ δὲ καὶ ταῖς πυρίαις ταῖς ἐνίκμοις θεραπεύειν, εἰ μὲν ἐπὶ πάντων λέγοιτο τῶν ἀφαιρουμένων αἷμα, ψεῦδός ἐστιν · εἰ δ’ἐπί τινων, ἐχρῆν εἰπεῖν.

4.99

ἢν δέ σοι κατάπυκνος κοιλίη δοκῇ εἶναι, μαλθακῷ κλύσματι ὑπόκλυζε. οὐκ ἄξιον συγγράμματος τοῦτο, πρόδηλον γάρ ἐστιν ἅπασιν.

4.100

ἢν δὲ φαρμακεῦσαι δόξῃ, ἐλλεβόρῳ ἀσφαλέως ἄνω κάθαιρε, κάτω δὲ μηδενὶ τῶν τοιούτων. ὡς προειρηκὼς τὸ πάθος ἐφ’οὗ κελεύει ταῦτα πράττεσθαι τὸν λόγον ποιεῖται, καίτοι οὐδὲν προείρηκεν · οὖν ἀπόλωλέ τις ῥῆσις, ἐν τὸ πάθος ἐδηλοῦτο, ἐπιλήσμων ἦν ταῦτα γράψας καὶ τοιοῦτος οἷος νῦν ὀνομαζόμενος ὑπὸ τῶν πολλῶν μετέωρος.

4.101

κράτιστον δὲ ἐς οὔρησιν καὶ ἐς ἱδρῶτας καὶ ἐς περιπάτους ἄγειν, καὶ τρίψει ἡσύχῳ χρέο, ἵνα μὴ πυκνώσῃς τὴν ἕξιν · ἢν δὲ κλινοπετὴς , ἄλλοι τριβέτωσαν αὐτόν. καὶ ταῦθ’οὕτως, ὡς προειρηκὼς τὸ πάθος ἔγραψεν.

4.102

κἢν μὲν ἐν τῷ θώρακι ὑπὲρ τῶν φρενῶν λυπέῃ τὸ πάθος αὐτὸν, ἀνακαθίζειν ὡς πλειστάκις καὶ ὡς ἥκιστα προσκλινέσθωσαν ἐς ὅτε δυνατοί εἰσι καὶ καθίζοντα ἀνατρίβειν μιν πολὺν χρόνον πολλῷ θερμῷ · ἢν δὲ ἐν τῇ κάτω κοιλίῃ ὑπὸ φρένας ἔχῃ τὰ ἀλγήματα, ἀνακέεσθαι ξυμφέρει καὶ μηδεμίαν κίνησιν κινέεσθαι τῷ τοιῷδε σώματι ξυμφέρει, ἔξω τῆς ἀνατρίψεως. ἐκ ταύτης τῆς ῥήσεως τεκμαίροιτ’ἄν τις ταῦτα καὶ τὰ πρὸ τούτων ἅπαντα περὶ ἀλγημάτων γεγράφθαι. τὰ οὖν ἐν ἀρχῇ τῆς ῥήσεως παραλέλειπται, ἁμαρτόντος τοῦ πρώτου βιβλιογράφου καὶ μετὰ ταῦτα μεινάσης τῆς ἁμαρτίας. ὥστ’οὐ δ’ἐξετάζειν τὴν ἐν τοῖς εἰρημένοις ἀλήθειαν οἷόντε, μή τινι κᾀν τοῖς τοιούτοις ἐπὶ πλέον εἰκῆ κατατρίβεσθαι δόξωμεν.

4.103

τὰ δ’ἐκ τῆς κάτω κοιλίης λυόμενα δι’οὔρων καὶ ἱδρώτων, ἢν ὀλισθῇ μετρίως, ὑπὸ αὐτοματισμοῦ λύεται τὰ σμικρά · τὰ σφοδρὰ δὲ πονηρόν · οἱ τοιοίδε γὰρ ἀπόλλυνται ἄνευ κακῶν ἄλλων οὐ γίνονται ὑγιέες, ἀλλ’ἀποστηρίζει καὶ τὰ τοιουτότροπα. καὶ διὰ ταύτης τῆς ῥήσεως ἔνεστι τεκμαίρεσθαι περὶ ἀλγημάτων θεραπείας ἅπαντα αὐτῷ τὰ προγεγραμμένα λελέχθαι.

4.104

πόμα ὑδρωπιῶντι. κανθαρίδας τρεῖς, ἀφελὼν τὴν κεφαλὴν ἑκάστης καὶ πόδας καὶ πτερὰ, τρίψας ἐν τρισὶ κυάθοις ὕδατος τὰ σώματα · ὁκόταν δὲ πονέῃ πιὼν, θερμῷ βρεχέσθω, ὑπαλειφόμενος δὲ πρότερον, νῆστις δὲ πινέτω, ἐσθιέτω δὲ ἄρτους θερμοὺς ἐξ ἀλείφατος. ταύτην τις ἀναγνοὺς τὴν ῥῆσιν ἰατρὸς τολμηρὸς ἀφελὼν τὰ προειρημένα μόρια τῶν κανθαρίδων ἔδωκεν ὑδρωπιῶντι · καὶ μετὰ μίαν ἡμέραν ἀπόστημά τι σχὼν ἄνθρωπος εἰς τὴν γαστροκνημίαν, εἶτα μετὰ τρεῖς ἄλλας τμηθεὶς ὑπ’αὐτοῦ, πλείστου ῥυέντος ὕδατος, ἔδοξε τεθεραπεῦσθαι · προσεστάλη γὰρ ἐν τῷ παραυτίκα τὸ πλεῖστον τοῦ παρὰ φύσιν ὄγκου · ἀλλ’ὅμως ἀπέθανεν οὐ μετὰ πολλὰς ἡμέρας. ἐπετίμησεν οὖν τις τῷ ἰατρῷ, κακῶς φάσκων δεδόσθαι τὰ σώματα τῶν κανθαρίδων · ἐχρῆν γὰρ ἀφελόντα τὰ σώματα δοῦναι πιεῖν τὴν κεφαλὴν καὶ τοὺς πόδας καὶ τὰ πτερὰ καὶ τοῦτ’εἶναι τὸ κατὰ τὸ βιβλίον εἰρημένον. οὐκ ὀκνήσας οὖν εὔτολμος ἰατρὸς ἐπ’ἄλλου πάλιν δέδωκεν οὕτως, εἶτ’ἀποστήματος ὁμοίως κατὰ τὸν μηρὸν γενομένου καὶ τμηθέντος αὐτοῦ καὶ ῥυέντος ὁμοίως τοῦ ὑγροῦ παραχρῆμα, μετὰ πολλὰς ἡμέρας ἀποθανεῖν συνέβη καὶ τοῦτον. ἔστι γε μὴν οὐρητικῷ φαρμάκῳ διὰ κανθαρίδων σκευαζομένῳ κεχρημένους τινὰς εὑρεῖν ἄνευ βλάβης τῶν πινόντων αὐτό.

4.105

ἴσχαιμον. ὀπὸν συκῆς ἐν εἰρίῳ προσθεῖναι ἔσω πρὸς τὴν φλέβα. πιτύην συστρέψαντα ἐμβῆσαι εἰς τὸν μυκτῆρα. χαλκίτιδος τῷ δακτύλῳ προσεπισπασάμενος πίεσον καὶ τοὺς χόνδρους ἔξωθεν προσπίεζε ἑκατέρωθεν καὶ τὴν κοιλίην λῦσον ὄνου γάλακτι ἑφθῷ καὶ τὴν κεφαλὴν ξυρῶν, ψυκτικὰ πρόσφερε, ἢν ὥρη θερμὴ γίγνηται. σησαμοειδὲς ἄνω καθαίρει, πόσις ἡμιόλιον δραχμῆς σταθμὸς ἐν ὀξυμέλιτι τετριμμένον · ξυμμίσγεται δὲ καὶ τοῖσιν ἐλλεβόροισιν καὶ ἧσσον πνίγει, τὸ τρίτον μέρος τῆς πόσιος. τριχώσιος. ὑποθεὶς τὸ ῥάμμα τῇ βελόνῃ τῇ τὸ κύαρ ἐχούσῃ, κατὰ τὸ ὀξὺ τῆς ἄνω τάσιος τοῦ βλεφάρου ἐς τὸ κάτω διακεντήσας, δίες καὶ ἄλλο ὑποκάτω τούτου · ἀνατείνας δὲ τὰ ῥάμματα ῥάψον καὶ κατάδει ἕως ἂν ὑποπέσῃ. κᾒν μὲν ἱκανῶς ἔχῃ · εἰ δὲ μὴ, ἢν ἐλλείπῃ, ὀπίσω ποιέειν τὰ αὐτά. καὶ τὰς αἱμορροΐδας τὸν αὐτὸν τρόπον διώσεις τῇ βελόνῃ ὡς παχύτατον εἰρίου οἰσυπηροῦ ῥάμμα καὶ ὡς μέγιστον ἀποδήσας, (ἀσφαλεστέρη γὰρ γίνεται θεραπείη) εἶτα ἀποπιέσας τῷ σηπτῷ χρέο καὶ μὴ βρέχε πρὶν ἀποπέσῃ καὶ ἀεὶ μίαν καταλίμπανε · καὶ μετὰ ταῦτα ἀναλαβὼν ἐλλεβορίσαι, εἶτα γυμναζέσθω καὶ ἀφιδρούτω, γυμνασίουτε τρίψις πολλὴ ἀπὸ ὄρθρου · δρόμου δὲ ἀπεχέσθω καὶ μέθης καὶ τῶν δριμέων ἔξω ὀριγάνου. ἐμεέτω δὲ δι’ἑπτὰ ἡμερέων τρὶς ἐν τῷ μηνί · οὕτω γὰρ ἂν ἔχοι ἄριστα τὸ σῶμα. οἶνον δὲ κιρρὸν, αὐστηρὸν, ὑδαρέατε καὶ ὀλίγον πινέτω. τοῖσι δὲ ἐμπύοισι σκίλλης καταταμὼν κυκλίσκους ἑψεῖν ὕδατι καὶ ἀποζέσας εὖ μάλα ἀπόχεον καὶ ἐπιχέας ἄλλο ἕψεε, ἕως ἂν ἁπτομένῳ δίεφθον καὶ μαλθακὸν φανῇ. εἶτα τρίψας λεῖον ξύμμισγε κύμινον πεφρυγμένον καὶ λευκὰ σήσαμα καὶ ἀμυγδάλας νέας τρίψας, ἐν μέλιτι ἐκλεικτὸν δίδου καὶ ἐπὶ τούτῳ οἶνον γλυκύν. ῥοφήματα δὲ, μήκωνος τῆς λευκῆς ὑποτρίψας ὁκόσον λεκίσκιον, ὕδατι διεὶς σητανίου πλύματι ἀλεύρου, ἑψήσας, μέλι ἐπιχέας, χλιηρὸν ἐπιρροφέων, οὕτω διαγέτω τὴν ἡμέρην · εἶτα ἐς τὰ ἀποβαίνοντα λογιζόμενος τὸ δεῖπνον δίδου. δυσεντερίης. κυάμων καθαρῶν τεταρτημόριον καὶ ἐρυθροδάνου δυοκαίδεκα κάρφεα λεῖα ξυμμίξαντα καὶ ἑψήσαντα λιπαρὰ διδόναι ἐκλείχειν. ὀφθαλμῶν. σποδὸς πεπλυμμένη, λιπαρῶς πεφυρημένη ὡς στέαρ, μὴ ὑγρὸν, λεῖον τρίψας, ὀμφακίῳ τῷ τῆς πικρῆς ὄμφακος ἀνυγρήνας, ἐν ἡλίῳτε ἀναξηράνας ὑγραίνειν ὡς ἐνάλειπτον · ὁκόταν δὲ ξηρὸν γένηται, λείῳ τετριμμένῳ ξηρῷ ὑπάλειφε τοὺς ὀφθαλμοὺς καὶ παράπασσε τοὺς κανθούς. ὑγρῶν. ἐβένου δραχμὴν, χαλκοῦ κεκαυμένου ἐννέα ὀβολοὺς ἐπ’ἀκόνης τρίβων, κρόκου τριώβολον, ταῦτα τρίψας λεῖα, παράχεε οἴνου γλυκέος κοτύλην Ἀττικὴν, κᾄπειτα ἐς τὸν ἥλιον θεὶς, κατακαλύψας, ὁκόταν συνεψηθῇ, τούτῳ χρέο. πρὸς τὰς περιωδυνίας. ἔστω χαλκίτιδος δραχμὴ, σταφυλῆς ὁκόταν δύο μέρεα λειφθῇ, ἐκπιέσας, σμύρναν καὶ κρόκον τρίψας, ξυμμίξας τὸ γλεῦκος, ἕψησον ἐν τῷ ἡλίῳ καὶ τούτῳ ἐπάλειφε τοὺς περιωδυνέοντας · ἔστω δὲ ἐν χαλκῷ ἀγγείῳ. ὑπὸ ὑστερικῶν πνιγομένων γνῶσις · πιέσαι τοῖσι δυσὶ δακτύλοισι καὶ ἢν αἴσθηται, τὰ ὑστερικά ἐστιν, ἢν δὲ μὴ, σπασμώδεα. τοῖσιν ὑδρωπιώδεσιν. μηκώνειον λεκίσκιον Ἀττικὸν στρογγύλον πόσις. λεπίδος μηλαὶ τρεῖς τῷ πλάτει καὶ ἀλεύρου σητανίου, κολλήσαντα ταῦτα, λεῖα τρίψας, καταποτὰ ξυστρέψας, δίδου · κάτω ὕδωρ καθαίρει καὶ κοιλίην ἐκκοπροῖ. ἐς ἰσχάδας, ὀποῦ τοῦ τιθυμάλλου ἀπόσταζε ὁκόσον ἑπτάκις ἐς ἑκάστην τῷ εἰρημένῳ, εἶτα ἐς καινὸν ἄγγος συνθεὶς ταμιεύεσθαι, δίδου τῷ εἰρημένῳ πρὸ τῶν σιτίων. τοῖς ὑδρωπικοῖς τὸ μὲν κώνιον τρίβων, ὕδωρ ἐπιχέας, δίδου ἐσθίειν καὶ ἐπιπίνειν. καὶ τὸ μηκώνειον τρίβων, ὕδωρ ἐπιχέων καὶ διηθέων, ἄλευρον φύρων, ἴτριον ὀπτῶν, μέλι ἑφθὸν παραχέων, τοῖσιν ὑδρωπικοῖσι τρώγειν δίδου, καὶ ἐπιπίνειν γλυκὺν ὑδαρέα, μελίκρητον ὑδαρές. τὸ δὲ ἀπὸ τῶν κοπρίων μηκώνειον ξυλλέγων ταμιεύου καὶ θεράπευε. φανερῶς ἐκ τῶν τοιούτων δηλοῦται τοῦτο τὸ βιβλίον ὑπόμνημα συμμίκτων εἶναι θεωρημάτων, ἀτάκτως τῆς μεταβάσεως ἀπ’ἄλλων πρὸς ἄλλα γιγνομένης, ὥσπερ καὶ νῦν ἐπὶ τῆς ἐκ τῶν μυκτήρων αἱμορραγίας γέγραπται βοηθήματα, τὰ μὲν αὐτῷ τῷ μέρει τῷ αἱμορραγοῦντι προσφερόμενα, τὰ δὲ ἀντισπαστικὰ, καθάπερ γαστὴρ λυομένη, τὰ δὲ τῆς κεφαλῆς πυκνωτικὰ καὶ στυπτικὰ, καθάπερ τὰ ψύχοντα. τὰ δ’ἐφεξῆς τούτων ἅπαντα φαρμάκων ἔχει γραφὰς καί τινα παραμεμιγμένα βοηθήματα. περὶ πρώτου μὲν οὖν τὸν λόγον ποιεῖται καλουμένου σησάμου, ἐφεξῆς δὲ τριχῶν ἐν τοῖς βλεφάροις χειρουργίαν ἔγραψεν, ἣν ὀνομάζουσιν ἀναβρογχισμόν. καὶ μετὰ ταῦτα πάλιν ὁμοίως αἱμορροΐδων καὶ τῆς ἄλλης ἰάσεως, εἶτ’ἐμπύων φάρμακάτε καὶ ῥοφήματα καὶ μετὰ ταῦτα σκευασίας φαρμάκων ὀφθαλμικῶν. εἶτα περὶ τῶν ὑστερικῶν γινομένων, εἶτα περὶ τοῦ μηκωνείου, εἶθ’ἑξῆς ὑδραγωγὸν φάρμακον, εἶτ’ἐκκοπρωτικὸν, εἶθ’ἑδρικοῖς, ὑδερικοῖςτε δίδωσι διὰ μηκωνείου καὶ ἰτρίων. ἔστιν οὖν ἐφεξῆς τῶν εἰρημένων τὰ μὲν πλεῖστα σαφῆ, παρέγκειται δέ τινα καὶ ἀσαφῆ, περὶ ὧν ἐφεξῆς ποιήσομαι τὸν λόγον.