Commentary on Hippocrates' On the Nature of Man, 1
προοίμιον Γαλήνου. περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων πάλαι ποθ’ὑπόμνημα τῶν ἑταίρων τινὶ πρὸς ἀποδημίαν στελλομένῳ γράψας ἐπιδέδωκα, τῆς ἐκείνου στοχαζόμενος ἕξεως · ἅπερ οὖν ᾔδειν αὐτὸν ἀκριβῶς ἐπιστάμενος, οὔτ’ἀπέδειξα κατὰ τὴν ἀρχὴν τοῦ συγγράμματος οὔτ’ἀνέμνησα καί περ εἰωθὼς οὕτω πράττειν, ὅταν κοινὸς ὁ λόγος ἅπασι τοῖς ἀναγνωσομένοις αὐτὸν ἔσεσθαι μέλλοι. φθάσαντος δ’οὐκ οἶδ’ὅπως εἰς πολλοὺς ἐκπεσεῖν τοῦ συγγράμματος, οὐκέθ’ἕτερον ἐπ’αὐτῷ ποιεῖν ἔδοξέ μοι, καὶ τὴν ἐξήγησιν τοῦ περὶ φύσιος ἀνθρώπου βιβλίου διὰ τοῦτ’ἀνεβαλλόμην, ὅτι τὰ συνέχοντα πάντα διὰ τοῦ προεκδοθέντος ὑπομνήματος, ὃ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων ἐπιγέγραπται, σαφῶς ἐδέδεικτο. νῦν οὖν ἐπειδὴ καὶ αὐτοῦ τοῦ Ἱπποκρατείου συγγράμματος ἐξήγησιν οὐ μόνον τῶν ἀναγκαίων εἰς τὸ δόγμα λέξεων, ὡς ἐν ἐκείνῳ πρότερον ἐπεποιήμην, ἀλλ’ἁπασῶν ἐφεξῆς, ἐδεήθησαν οἱ ἑταῖροι παρ’ἐμοῦ λαβεῖν, ἀρχόμενος τῆς ἐξηγήσεως ἐκεῖνα λέξω πρότερον, ὅσα παρέλιπον εἰπεῖν ἐν ἀρχῇ τοῦ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων, ἐπειδὴ γινώσκειν αὐτὰ τὸν ἑταῖρον ἐπιστάμην. ἓν μὲν δὴ καὶ πρῶτόν ἐστιν εἰπεῖν, ὅ τί ποτε σημαίνεται πρὸς τοῦ τῆς φύσεως ὀνόματος, ἀφ’οὗ καὶ τῶν παλαιῶν φιλοσόφων ἔνιοι παρονομασθέντες ἐκλήθησαν φυσικοί. γενήσεται δ’ἡμῖν ὧν ἕνεκεν λέγω τοῦτο δῆλον ἀναγνοῦσι τὰ περὶ φύσεως αὐτοῖς γεγραμμένα βιβλία. φαίνεται γὰρ ἐξηγούμενα τὴν πρώτην οὐσίαν ὁποία τίς ἐστιν, ἣν ἀγέννητόντε καὶ ἀΐδιον εἶναί φασιν, ὑποβεβλημένην ἅπασι τοῖς γεννητοῖς καὶ φθαρτοῖς σώμασι, τάθ’ὑπάρχοντα κατὰ τὸν ἴδιον λόγον ἑκάστῳ τῶν γεννωμένωντε καὶ φθειρομένων, οἷς γνωσθεῖσιν ἕπεται καὶ ἡ τῶν ἄλλων γνῶσις, ὅσα μὴ κατὰ τὸν ἴδιον λόγον ἑκάστῃ τῶν κατὰ μέρος οὐσιῶν συμβαίνει. τελεία μὲν οὖν διδασκαλία τῆς ἑκάστου τῶν ὄντων φύσεως οὕτω γίγνεται · κα- κᾂν ἓν δή τις ἢ δύο τῶν ὑπαρχόντων τινὶ διέρχηται καὶ οὕτως εἰθισμένοι λέγειν εἰσὶν οἱ ἄνθρωποι, ἐν ᾧ περὶ τῆς τοῦ πράγματος φύσεως ἀποφαίνεσθαί τι, καθάπερ καὶ ὁ ποιητής. προειπὼν γὰρ Ὣς ἄρα φωνήσας πόρε φάρμακον Ἀργειφόντης Ἐκ γαίης ἀνελὼν, καί μοι φύσιν αὐτοῦ ἔδειξεν. ἐφεξῆς φησιν Ῥίζην μὲν μέλαν ἔσχε, γάλακτι δὲ ἴκελον ἄνθος. οὕτω δὲ καὶ οἱ περὶ τῶν βοτανῶν γράψαντες ἢ ὅλως περὶ φυτῶν ἐκδιδάσκουσι τὴν αἰσθητὴν αὐτῶν φύσιν, ὁποῖόν ἐστιν ἕκαστον ἁπτομένῳ καὶ γευομένῳ καὶ ὀσμωμένῳ καὶ βλέποντι διηγούμενοι τίνατ’ἔχει δυνάμιν ἢ εἴσω τοῦ σώματος λαμβανόμενον ἢ ἔξωθεν ἐπιτιθέμενον. ἐν τούτοις γὰρ ἡ αἰσθητὴ φύσις ἑκάστου τῶν ὄντων ἐστίν. ἡ δὲ τούτων ἀνωτέρω καὶ πρώτη, περὶ ἧς ἐγώτε προείρηκα καὶ Πλάτων ἐπίστασθαι συμβουλεύει τὸν βουλόμενον ὁτιοῦν πρᾶγμα μεθόδῳ μεταχειρίζεσθαι. παραγράψω δέ σοι καὶ τὴν ῥῆσιν αὐτοῦ. ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐ δὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ΣΩ. καλῶς γὰρ, ὦ ἑταῖρε, λέγει · χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. φημί. ΣΩ. τὸ τοίνυν περὶ φύσεως σκόπει τί ποτε λέγει Ἱπποκράτηςτε καὶ ὁ ἀληθὴς λόγος, ἆρ’οὐχ ὧδε; δεῖ διανοεῖσθαι περὶ ὁτουοῦν φύσεως. πρῶτον μὲν εἰ ἁπλοῦν ἢ πολυειδές ἐστιν, οὗπερ βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν. ἔπειτα δὲ ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείω εἴδη ἔχῃ, ταῦτ’ἀριθμησάμενον, ὅπερ ἐφ’ἑνὸς, τοῦτ’ἰδεῖν ἐφ’ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπὸ τοῦ. αὕτη σοι καὶ ἡ τοῦ Πλάτωνος ῥῆσις ἐκ τοῦ Φαίδρου, διδάσκουσα τοῦτε τῆς φύσεως ὀνόματος τὸ σημαινόμενον, ὅπωςτε χρὴ μεθόδῳ τὴν οὐσίαν αὐτῆς ἐπισκοπεῖσθαι. τοιαῦτα δ’εὕροις ἂν ἅπαντα τὰ περὶ φύσεως ἐπιγεγραμμένα βιβλία τῶν παλαιῶν φιλοσόφων, Ἐμπεδοκλέους, Παρμενίδου, Μελίσσου, Ἀλκμαίωνος, Ἡρακλείτου. τινὲς δ’οὐχ ἓν, ἀλλὰ πλείονα βιβλία τῆς θεωρίας ἐποιήσαντο ταύτης. ἔνιοι δὲ καὶ πάνυ πολλὰ, καθάπερ Ἐπίκουρος. ἄρχεται γὰρ καὶ αὐτὸς ὥσπερ οὖν καὶ οἱ ἄλλοι πάντες ἀπὸ τοῦ ζητῆσαι πότερον ἕν τι καὶ ἁπλοῦν ἐστιν οὗ τὴν φύσιν εὑρεῖν ἐπιχειροῦμεν, ἢ σύνθετον ἔκ τινων ἑαυτοῦ προτέρων ἁπλῶν, ἅπερ οἱ μετ’αὐτοὺς τοὺς παλαιοὺς εἰθίσθησαν ὀνομάζειν στοιχεῖα. καθάπερ ἐπὶ τῆς φωνῆς οἱ γραμματικοὶ τέτταρα καὶ εἴκοσί φασιν εἶναι στοιχεῖα, τουτέστιν ἁπλᾶτε καὶ πρῶτα μόρια, μηκέτι εἰς ἄλλα διαιρεῖσθαι δυνάμενα, καθάπερ αἱ συλλαβαί · τῆς γοῦν στρα συλλαβῆς ἐστιν ἀφελόντι σοι τὸ πρῶτον στοιχεῖον τὸ ς, τὴν ὑπόλοιπον ἔχειν τὴν τρα μένουσαν ἔτι συλλαβήν. οὕτω δὲ καὶ εἰ αὐτῆς πάλιν τῆς τρα τὸ πρῶτον ἀφέλῃς γράμμα τὸ τ, τὸ ταύτης ὑπόλοιπον ἕξεις διαιρεῖσθαι δυνάμενον τὴν ρα. οὐ μὴν τήν γε α διαιρήσεις ἔτι καὶ δείξεις ἐκ δυοῖν ἢ τριῶν φθόγγων, ὥσπερ ἄλλας πολλὰς συγκειμένην. ἀλλ’ἔστιν εἷς αὐτῆς ἀδιαίρετος φθόγγος, οὐ κατὰ ποσὸν ἁπλῶς, ὡς ἑτέρωθι δεδείχαμεν ἡμεῖςτε καὶ ἄλλοι πολλοὶ τῶν φιλοσόφων, ἀλλὰ κατὰ μόνον τὸ εἶδος. οὕτω δὲ καὶ οἱ τὰ τέτταρα στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων εἶναι λέγοντες, ἀέρα καὶ πῦρ καὶ γῆν καὶ ὕδωρ, ἐπεὶ μηκέτι δυνατόν ἐστιν ἕκαστον αὐτῶν εἰς εἴδη πλείω τμηθῆναι, διὰ τοῦτο τῆς φυσιολογίας ἀρχὰς αὐτὰ τίθενται. πρώτη μὲν γάρ ἐστι σωμάτων ἐλαχίστων ἔννοια κατὰ ποσὸν, ἐφεξῆς δ’ἄλλη δευτέρα κατὰ τὸ ποιὸν, ὡς ἐπὶ τῶν τῆς φωνῆς στοιχείων ἐδείχθη, καὶ διέστησάν γε πρὸς ἀλλήλους οἱ φυσικοὶ φιλόσοφοι. τινὲς μὲν κατὰ τὸ ποσὸν ὑποτιθέμενοι τὰ στοιχεῖα τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἐλάχιστα μόρια, τινὲς δὲ κατὰ τὸ ποιόν. ἀλλὰ περὶ μὲν τοῦ σημαινομένου πρὸς τῆς στοιχείου φωνῆς ἐν τῷ πρώτῳ περὶ τῶν ἰατρικῶν ὀνομάτων ἐπὶ πλεῖστον εἴρηται, καθάπερ γε καὶ περὶ τοῦ τῆς φύσεως ἐν τῷ πέμπτῳ. νυνὶ δὲ οὐ περὶ προσηγοριῶν ἢ σημαινομένων, ἀλλὰ περὶ τῶν πραγμάτων αὐτῶν ὁ λόγος ἡμῖν ἐστιν, ἐξ ὧν ἐλαχίστων, εἴτε κατὰ μέγεθος εἴτε κατ’εἶδος, ἡ πρώτη σύνθεσις γίνεται τῶν γεννητῶν σωμάτων, ἅπερ Ἀριστοτέλης καὶ ἡμεῖς ὀνομάζομεν ὁμοιομερῆ. δευτέρα γὰρ ἐκ τούτων ἄλλη σύνθεσις γίγνεται σωμάτων, ἃ καλοῦμεν ὀργανικὰ, χειρὸς, σκέλους, ὀφθαλμοῦτε καὶ γλώττης καὶ πνεύμονος καὶ καρδίας, ἥπατόςτε καὶ σπληνὸς καὶ νεφρῶν καὶ γαστρὸς καὶ μήτρας, ὅσατ’ἄλλα τοιαῦτα. σύγκειται γὰρ ἐκ τῶν πρώτων καὶ ὁμοιομερῶν, ἃ δὴ καὶ πρωτόγονα καλεῖν εἴωθεν ὁ Πλάτων, ἡ πρώτη τῶν τοιούτων ὀργάνων φύσις. ὑπὲρ τούτων τῆς διαφορᾶς εἴρηται μὲν ἤδη καὶ καθ’ἕν τι γράμμα, εἰρήσεται δὲ καὶ νῦν ἐπὶ κεφαλαίων, ἕνεκα σαφοῦς διδασκαλίας. ὁμοιομερὲς μέν ἐστιν ὀστοῦν καὶ χόνδρος καὶ σύνδεσμος, ὁμοιομερὲς δὲ καὶ ὑμὴν καὶ πιμελὴ καὶ σὰρξ, ἥτε τῶν μυῶν ταῖς ἰσὶ περιπλαττομένη καὶ αὐταῖς οὔσαις ὁμοιομερέσιν, ἥτ’ἐν τοῖς σπλάγχνοις, ἣν δὴ καὶ παρέγχυμα καλεῖν Ἐρασίστρατος εἴωθεν. ἐδείχθη δ’εὐθὺς ἐν ἀρχῇ τῆς πραγματείας, ἐν ᾗ τὴν θεραπευτικὴν μέθοδον, ὁποία τίς ἐστιν, ἀπεδείκνυον, ἀδύνατον ὂν ἐνδεικτικῶς θεραπεύειν περὶ τῶν ὁμοιομερῶν σωμάτων ἄνευ τοῦ γνῶναι πότερον ἁπλοῦν ἕκαστον αὐτῶν ἐστιν, ἢ ἐκ πλειόνων σύγκειται, καὶ πότερον ἐκεῖνα κέκραται δι’ὅλων, ἢ ψαύει μόνον. ἐδείχθη δὲ καὶ ὡς ἔνιοι τῶν ἰατρῶν, ὧν ἐστι καὶ ὁ Ἐρασίστρατος, ἐξ ἡμίσεως μέρους εἰσὶ δογματικοὶ, τὰ μὲν τῶν ὀργανικῶν μορίων νοσήματα λογικῶς θεραπεύοντες, τὰ δὲ τῶν ὁμοιομερῶν ἢ οὐ δ’ὅλως, ἢ ἐμπειρικῶς. οἱ πλεῖστοι δ’αὐτῶν οὐ δ’ὅπῃ διαφέρει τὰ τῶν ὀργανικῶν νοσήματα τῶν ἐν τοῖς ὁμοιομερέσι γιγνομένων ἐπίστανται, καθάπερ οὐ δὲ περὶ τοῦ καθ’ἑκάτερον αὐτῶν ἀριθμοῦ. ἀλλ’ὑμεῖς γε, ὦ ἑταῖροι, καὶ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς ἕν τι τῶν ἡμετέρων ὑπομνημάτων ἔχετε καὶ τῶν ἰαμάτων οὐ σμικρὰν πραγματείαν, ἣν ἐπέγραψα μέθοδον θεραπευτικήν. ἀλλὰ καὶ ταῦτα καὶ τὰ ἄλλα τὸν περὶ τῆς φύσεως τοῦ σώματος ἡμῶν ἀπαιτοῦσι λόγον, ὃς ἐν τῷ προκειμένῳ συγγράμματι διδάσκεται. διὸ καὶ θαυμάσειεν ἄν τις ἐκείνων, ὅσοι νομίζουσι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον οὐκ εἶναι τῶν γνησίων Ἱπποκράτους, ἀλλ’, ὡς αὐτοὶ καλεῖν εἰώθασι, νόθον, ἀπατηθέντες ἐκ τῶν ἐν αὐτῷ διεσκευασμένωντε καὶ παρεγγεγραμμένων, ὑπὲρ ὧν ἐπὶ πλέον μὲν ἐν αὐτοῖς τούτοις ἐπιδείξω τοῖς ὑπομνήμασιν, ἀρκεῖ δὲ νῦν ἐρεῖν ὅσα κα- κᾀν τῷ γνησίῳ ἢ καὶ νόθῳ Ἱπποκράτους συγγράμματι εἴρηται, κατὰ λέξιν οὕτως ἔχοντα. τούτου τοῦ βιβλίου τὸ μὲν κατὰ τὸ ἓν γράμμα μέρος τὸ πρῶτον εἰς διακοσίους καὶ τεσσαράκοντα στίχους ἐξήκει, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα γεγονέναι, μετὰ τοῦ καὶ διδάξαι περὶ τῆς τῶν χυμῶν φύσεως, τὸ δὲ ἀπὸ τοῦδε ποικίλοντ’ἐστί. τὸ μὲν γὰρ πρῶτον αὐτοῦ μέρος διακρίνει τὰς σποραδικὰς ὀνομαζομένας νόσους ἀπὸ τῶν ἐπιδημιῶν γε καὶ λοιμωδῶν, ἰδίαντε θεραπείαν ἑκατέρου τοῦ γένους, ἐν τῷ καθόλου διδάσκει. τὸ δὲ μετ’αὐτὸ ἀνατομὴν φλεβῶν διέρχεται. κα- κᾄπειτα περὶ νοσημάτων ἐστὶ ποικίλη διδασκαλία καὶ μετὰ ταῦτα ὑγιεινὴ δίαιτα πρὸς ἰδιώτας γεγραμμένη. κα- κᾄπειτ’ἐφεξῆς ὅπως ἄν τις τοὺς παχυτάτους ἀνθρώπους λεπτύνειεν, ἢ τοὺς λεπτοτάτους σαρκώσειεν, οἷς ἔζευκται διδασκαλία περὶ ἐμέτων. εἶτά τις ὑπογραφὴ διὰ βραχέων διαίτης παιδίων καὶ μετὰ ταῦτα γυναικῶν, εἶτα τῶν γυμναζομένων, εἶτ’ἐπὶ τέλει πρόσκειται διὰ στίχων ὡς δέκα, περὶ τῶν ἐγκεφάλου νόσων εἰκῇ καὶ ὡς ἔτυχε προσερριμμένων. εὔδηλον οὖν ὅτι τὸ μὲν ὅλον βιβλίον ἐκ πολλῶν διεσκεύασται καὶ σύγκειται σχεδὸν εἰς ἑξακοσίους στίχους ἢ βραχύ τι ἧττον ἐκτεταμένον. ἔχει δὲ τὸν μὲν πρῶτον λόγον, ἔνθα περὶ τῶν στοιχείων καὶ τῶν χυμῶν διέρχεται, παντοίως ἐχόμενον τῆς Ἱπποκράτους τέχνης. ὥσπερ γε καὶ τὸν δεύτερον, τὸν διακριτικὸν τῶν ἐπιδημιῶντε καὶ σποραδικῶν νοσημάτων. τὸν δὲ περὶ τῆς τῶν φλεβῶν ἀνατομῆς ἐναργῶς παρεγκείμενον ἔχει μοχθηρὸν ὅλον. οὔτε γὰρ τοῖς φαινομένοις ὁμολογεῖ καὶ τοῖς ἐν τῷ δευτέρῳ τῶν ἐπιδημιῶν εἰρημένοις μάχεται. τῶν δ’ἑξῆς τὰ μὲν παρέγκειται, περὶ ὦν ὅτ’ἐξηγούμεθά σοι τὸ βιβλίον, ἀκριβωθήσεται · τὰ δέ ἐστιν ἀξιόλογα καὶ διὰ βραχέων καλῶς εἰρημένα καὶ τῆς Ἱπποκράτους ἐχόμενα τέχνης, ὥσπερ ὅσα περὶ τῆς ὑγιεινῆς διαίτης εἴρηται. τὸ μὲν ὅλον τὸ βιβλίον ἐκ τούτων σύγκειται, τὸ δὲ πρῶτον αὐτοῦ μέρος ἁπάσης τῆς Ἱπποκράτους τέχνης ἔχει τὴν οἷον κρηπῖδα, διὸ καὶ θαυμάζειν ἔφην ἐνίων ἀποξενούντων αὐτὸ τῆς τοῦ Ἱπποκράτους ἐννοίας. οἱ πλεῖστοι μὲν γὰρ τῶν γνόντων Ἱπποκράτειον τέχνην τοῖς γνησίοις αὐτὸ συγκαταριθμοῦσι, νομίζοντες τοῦ μεγάλου Ἱπποκράτους σύγγραμμα, τινὲς δὲ Πολύβου τοῦ μαθητοῦτε ἅμα καὶ διαδεξαμένου τὴν τῶν νέων διδασκαλίαν, ὃς οὐδὲν ὅλως φαίνεται μετακινήσας τῶν Ἱπποκράτους δογμάτων ἐν οὐδενὶ τῶν ἑαυτοῦ βιβλίων, ὡσπερ οὐ δὲ Θεσσαλὸς ὁ αὐτοῦ υἱὸς, θαυμάσιος μὲν ἀνὴρ καὶ οὗτος γενόμενος, ἀλλ’οὐ καταμείνας ἐν τῇ πατρίδι καθάπερ ὁ Πόλυβος. Ἀρχελάῳ γὰρ τῷ Μακεδονίας βασιλεῖ συνεγένετο. πεπιστεύκασι μὲν οὖν, ὡς ἔφην, καὶ ἄλλοι σχεδὸν ἄπαντες ἰατροὶ, πλὴν ὀλίγων δή τινων, Ἱπποκράτους εἶναι τὸ περὶ φύσιος ἀνθρώπου βιβλίον, οὐκ ἀγνοεῖ δὲ οὐ δὲ Πλάτων αὐτός. γράφει γοῦν ἐν Φαίδρῳ προγεγραμμένην ῥῆσιν ὀλίγον ἔμπροσθεν, ἦς ἡ ἀρχὴ, ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐ δὲ περὶ τοῦ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ταύτην τὴν ῥῆσιν ἐχρῆν ἀναγνόντας τοὺς εἰκῆ φλυαροῦντας ἐπισκέψασθαι τίνι τῶν βιβλίων Ἱπποκράτους ἡ ὑπὸ Πλάτωνος ἐπαινουμένη μέθοδος γέγραπται. φανεῖται γὰρ οὐ καθ’ἓν ἄλλο παρὰ τὸ προκείμενον ἡμῖν σύγγραμμα τὸ περὶ φύσιος ἀνθρώπου. ἔπειτα δὲ καὶ τῶν ἄλλων ἕκαστον ὦν ὁ Πλάτων διῆλθεν, ἃ κα- κᾀγὼ διάτε τῶν περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων ἐδίδαξα καὶ νῦν οὐχ ἦττον ἔρχομαι δείξων, ἐπειδήπερ ὑμῖν οὕτως ἔδοξεν. ἐκεῖνο δ’οὖν ἔτι προσθεὶς τῷ λόγῳ πρὸς τὴν ἐξήγησιν ἀφίξομαι τῶν ἐν τῷ βιβλίῳ ῥήσεων · ἐκπεσόντος εἰς πολλοὺς τοῦ γραφέντος μοί ποτε βιβλίου περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων, ἐπαινεθέντοςτε πρὸς ἁπάντων τῶν πεπαιδευμένων, ὀλίγοι τινὲς τῶν ἀπαιδεύτων, ὅσοι τῶν μὲν ἐν αὐτῷ γεγραμμένων ἀποδείξεων οὐδεμίαν ἠδυνήθησαν ἐλέγξαι, καίτοι γ’ἐπιχειρήσαντες, ἀπεπνίγοντο δὲ ὑπὸ τοῦ φθόνου, τοῦτο ᾠήθησαν ἱκανὸν εἶναι πρὸς διαβολὴν, ὡς οὐκ ἔστιν Ἱπποκράτους αὐτοῦ. τὸ σύγγραμμα τοίνυν ἔστω μήθ’Ἱπποκράτους μήτ’αὐτοῦ Πολύβου, μη δ’, εἰ βούλοιντο, γεγράφθω τὴν ἀρχήν τι σύγγραμμα περὶ φύσιος ἀνθρώπου, δεικνύον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ σώμαθ’ἡμῶν γεγονέναι. εἰ γὰρ καὶ τοῦτ’αὐτοῖς χαρισόμεθα, τό γε ἐκ τούτων συγκεῖσθαι τὰ σώμαθ’ἡμῶν, Ἱπποκράτους ἐστὶ δόγμα. φαίνεται γὰρ ἐν τοῖς γνησιωτάτοις ἑαυτοῦ βιβλίοις οὐ μόνον τὰς τῶν νόσων διαφορὰς ἀκολούθως ταῖς ἀρχαῖς ταύταις ποιούμενος, ἀλλὰ καὶ τοὺς τῶν ἰάσεων τρόπους ἐντεῦθεν εὑρίσκων. τὰ νοσήματα μὲν γὰρ αὐτῶν κατὰ τὸ θερμόντε καὶ ψυχρὸν, ὑγρόντε καὶ ξηρὸν ἀλλήλων διαφέρει. ἡ θεραπεία δὲ γίγνεται τῶν μὲν θερμῶν ψυχομένων, τῶν δ’ὑγρῶν ξηραινομένων, ὥσπερ γε καὶ τῶν μὲν ψυχρῶν θερμαινομένων, τῶν δὲ ξηρῶν ὑγραινομένων. ἔτιτε τούτων ἔμπροσθεν αὐτῶν τῶν κατὰ τοὺς ἀνθρώπους φύσεων τὰς μὲν θερμὰς ἡγεῖται, τὰς δὲ ψυχρὰς, τὰς δὲ ὑγρὰς, τὰς δὲ ξηρὰς, ἡλικίαςτε ὡσαύτως καὶ χώρας κατὰ τὸν αὐτὸν τρόπον ἀλλήλων διαφέρειν ὑπολαμβάνει, μηδὲν τούτων Ἐρασιστράτου ποτὲ φθεγξαμένου, καθάπερ οὐ δὲ ἄλλου τινὸς, ὅσοι τὸ θερμὸν ἐπίκτητον, οὐ σύμφυτον εἶναι νομίζουσιν. οὕτω δὲ καὶ τα- τἄλλα πάντα τὰ κατὰ μέρος ὁ μὲν Ἱπποκράτης εἰς τὰς ἀρχὰς ταύτας ἀναφέρει, οὐ φυλάττει δ’Ἐρασίστρατος, ὡς διὰ τοῦτο καὶ τῶν φυσικῶν ἔργων ἀνεπιζήτητα καταλιπεῖν ἔνια, καθάπερ ἐδιδάξαμεν ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασι. ἐπεὶ δὲ οἱ πᾶσι λωβώμενοι τοῖς καλοῖς ἐγκαλοῦσι τῷ μήκει τοῦ λόγου, πάντα μᾶλλον ἢ ὑπομνήματα γράφειν ἡμᾶς εἰπόντες, ἔγνωκα καὶ ταύτην αὐτῶν ἀποκόψαι τὴν ἐπήρειαν, ἰδίαν γράψας ἑτέραν πραγματείαν, ἐν ᾗ δείξω τὴν αὐτὴν δόξαν Ἱπποκράτει ἐμὲ διαφυλάττοντα, τῇ κατὰ τὸ περὶ φύσεως ἀνθρώπου γεγραμμένῃ καὶ κατὰ τὰ ἄλλα πάντα συγγράμματα. οἶδα δὲ πάλιν ὥσπερ ἐν ἅπασι τοῖς ἀποδεικνυομένοις ὑφ’ἡμῶν, οἱ βάσκανοι διαβάλλειν αἰδεσθέντες τὰ πρὸς ἁπάντων ἐπαινούμενα, μέμφονταί τινα θεωρήματα τῶν κοινωνούντων αὐτοῖς, οὕτω καὶ νῦν πράξοντας αὐτούς. ἐπὶ μὲν γὰρ τῶν γραφησομένων βιβλίων ἐροῦσι χρῆσθαι μὲν ὄντως Ἱπποκράτην σκοποῖς στοιχειώδεσι, τῷ θερμῷ καὶ ψυχρῷ καὶ ξηρῷ καὶ ὑγρῷ, οὐ μήν γ’ἀληθῶς ὑπολαμβάνειν αὐτόν. ὅταν δ’ἀποδεικνύῃ πάλιν, ἐκ τούτων τὰ σώμαθ’ἡμῶν συγκεῖσθαι, μὴ δοκεῖν Ἱπποκράτει τοῦτο ἐροῦσιν, οὐ γὰρ εἶναι τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον Ἱπποκράτους. ὥσπερ οὖν ἐκεῖνοι κακουργοῦντες οὐ παύονται, οὕτω καὶ ἡμεῖς μεμνῆσθαι τῶν προκειμένων ἐν ἑκάστῳ τῶν ὑπομνημάτων ἀναμιμνήσκειν αὐτοὺς καὶ μήθ’ὅταν ἀποδεικνύωμεν Ἱπποκράτην κατὰ πάντα τὰ συγγράμματα θεμέλιον τῆς ἑαυτοῦ τέχνης τιθέμενον ἐν τῇ περὶ τῶν εὑρημένων στοιχείων ἐπιστήμῃ, καταλιπόντες τοῦτο, περὶ τῆς ἀληθείας αὐτῶν ζητῶσι, μήθ’ὅταν περὶ τῆς ἀληθείας ζητῶμεν, ἢ καὶ ἀποδεικνύωμεν, ἀποχωρείτωσαν ἐπὶ τὴν περὶ τῆς γνώμης αὐτοῦ σκέψιν, ἀλλ’ἰδίᾳ μὲν εἰ ἀληθὴς ὁ περὶ τῶν στοιχείων λόγος ἐξεταζέτωσαν, ἰδίᾳ δὲ, εἰ ταῦθ’Ἱπποκράτης ἐτίθετο στοιχεῖα. δυοῖν οὖν ὄντοιν τούτοιν τοῖν προβλημάτοιν, τὸ πρότερον ἔντε τῷ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων κα- κᾀν τῷ νῦν προκειμένῳ λόγῳ σκοπείτωσαν. ἐκ περιουσίας δὲ κατὰ τὴν ἀκολουθίαν τοῖς οὐκ ἀσυνέτοις φαίνεται τὰ αὐτὰ τιθέμενος ἀεὶ στοιχεῖα, τότε βιβλίον τὸ νῦν ἡμῖν προκείμενον αὐτὸς γράψας.
“ὅστις μὲν εἴωθεν ἀκούειν λεγόντων ἀμφὶ τῆς φύσιος τῆς ἀνθρωπίνης προσωτέρω, ἢ ὁκόσον αὐτέης ἐς ἰητρικὴν ἀφήκει, τουτέῳ μὲν οὐκ ἐπιτήδειος ὅδε ὁ λόγος ἀκούειν. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι”. ὅσον ἐπὶ τῇ ῥήσει ταύτῃ γνῶναι σαφῶς τὴν τοῦ συγγραφέως γνώμην οὐ πάνυ τι δόξει δυνατὸν εἶναι. μέμφεται γὰρ τοῖς προσωτέρω τὸν περὶ τῆς φύσεως λόγον ἀπάγουσι τῆς ἰατρικῆς χρείας. προσωτέρω δ’ἀπάγειν ὑπονοήσειεν ἄν τις ἐκείνους, ὅσοιτε πῦρ καὶ ὕδωρ καὶ ἀέρα καὶ γῆν εἶναι λέγουσι τὰ στοιχεῖα τῆς ἀνθρώπου φύσεως, εἰ μὴ μιγέουσι τὰ στοιχεῖα, ὅσοιτε τούτων τὸ στοιχεῖον ἕν τι · κατὰ μὲν τὴν πρόχειρον φαντασίαν ἐπὶ τὸ πρότερον ἀφικνουμένων ἡμῶν, κατὰ δὲ τὴν ἀκριβεστέραν σκέψιν ἐπὶ τὸ δεύτερον. τοὺς γὰρ ἐκ πυρὸς καὶ γῆς ὕδατόςτε καὶ ἀέρος ἀλλήλοις κραθέντων ἡγουμένους τὰ σώμαθ’ἡμῶν γεγονέναι μοχθηρῶς ἄν τις ἀξιώσειε κρίνεσθαι ὕδωρ, ἢ πῦρ, ἢ γῆν, ἢ ἀέρα δεικνύοντας ἐν ἡμῖν, ἢ μὴ δεικνύοντας ἐξελέγχεσθαι φάσκειν. ὅμοιον γὰρ τοῦτο τῷ κατὰ τὴν τετραφάρμακον δύναμιν ἀξιοῦν ἤτοι κηρὸν, ἢ πίτταν, ἢ στέαρ, ἢ ῥητίνην εἰλικρινῆ δεικνύειν, ἢ μὴ δυναμένους δεῖξαι, μὴ συγχωρεῖν ἐκ τούτων αὐτὴν συγκεῖσθαι. ἐν γὰρ τῷ κεκρᾶσθαι φάναι τὰ τέτταρα τὸ μηδὲν εἰλικρινὲς αὐτῶν εἶναι δηλοῦται. δυνατὸν μὲν οὖν ἐστιν ἄμφω νοῆσαι κατὰ τὴν προκειμένην ῥῆσιν · ἐν δὲ τοῖς ἑξῆς εἰρησομένοις φαίνεται τὸ δεύτερον ὑπὸ τοῦ συγγραφέως κατασκευαζόμενον. εἰ δέ τις ἀκριβῶς προσέχοι τὸν νοῦν καὶ κατ’αὐτὴν τήνδε τὴν λέξιν, ἔνθα φησίν. οὔτε γὰρ ἠέρα τὸ πάμπαν εἶναι τὸν ἄνθρωπον, οὐ τοῦτό φησιν, ὡς οὐκ ἔστιν ὅλως ἐν ἡμῖν ἀὴρ, ὥσπερ οὐ δ’ὅτι πῦρ, ἢ ὕδωρ ἢ γῆ, ἀλλ’ὡς τὸ πάμπαν. ἐκ δὲ τῆς φωνῆς ταύτης σημαίνεται τὸ μὴ παντελῶς, οὐ τὸ μη δ’ὅλως. οὐ γὰρ ἀναιρεῖται παντάπασιν ὑπὸ τῆς τοῦ πάμπαν λέξεως τὸ πρᾶγμα περὶ οὗ ποιούμεθα τὸν λόγον, ἀλλὰ τὸ τέλειον αὐτοῦ καὶ ἄμικτον παραθραύεται. φαίνεται γοῦν ὅτε ποιητὴς κατὰ τοῦτο τὸ σημαινόμενον χρώμενος τῷ πάμπαν φωνῇ, δι’ὧν φησιν — οὐ δ’ὅτι πάμπαν Ἤθελε λαὸν ὀλέσσαι Ἀχαϊκὸν Ἰλιόθι πρό. αὐτόςθ’Ἱπποκράτης, ἡνίκα ἂν λέγῃ · τῶν ὀξέων νοσημάτων οὐ πάμπαν ἀσφαλέες αἱ προσαγορεύσιες, οὔτε τῆς ὑγιείης οὔτε τοῦ θανάτου. ὁ μὲν γὰρ ποιητὴς τὸν Δία φησὶ χαριζόμενον τῇ Θέτιδι πολὺν μὲν ὄλεθρον ἐθέλειν ἐργάσεσθαι τῶν Ἑλλήνων, οὐ μὴν παντελῶς γ’αὐτοὺς διαφθεῖραι. ὁ δ’Ἱπποκράτης πολλὰς μὲν τῶν προρρήσεων εἶναι βεβαίας, ὡς ἐπεδείξαμεν ἐν τοῖς εἰς τὸ προγνωστικὸν ὑπομνήμασιν, οὐ μὴν ἁπάσας γε, βέλτιον ἀκούειν, ὅπερ καὶ διὰ τῶν ἐφεξῆς δηλοῦται, μὴ συγχωρεῖν τὸν Ἱπποκράτην τοῖς ἀέρα μόνον εἶναι λέγουσι τὸ στοιχεῖον τοῦ ἀνθρωπείου σώματος, ὥσπερ οὐ δὲ τὴν γῆν μόνην, ἢ ὕδωρ, ἢ πῦρ. οὐ δὲ γὰρ ἕν τι τούτων ἐστὶν, ἀλλ’ἅπαντα στοιχεῖα. διὸ καὶ τὴν κατὰ τὸ τέλος τῆς ῥήσεως φωνὴν, ἀμφίβολον οὖσαν ἐν τῷ παρὰ διαίρεσιν καὶ σύνθεσιν γένει ἀμφιβολίας, ἄμεινόν ἐστι κατὰ διαίρεσιν ἀναγινώσκειν, ἔνθα φησίν · οὔτ’ἄλλο οὐδὲν ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. τὸ γὰρ ἓν ἐὸν οὐχ ὡς οἱ τὴν προτέραν τῶν ἐξηγήσεων πρεσβεύοντες οἴονται, μέρος ἕν ἐστι λόγου, λεγόμενον ὑπὸ τῶν ἄλλων Ἑλλήνων ἐν δυοῖν συλλαβαῖν, ἓν ὄν. ὑπὸ δὲ τῶν Ἰώνων ἐν τρισὶν, ἐνεὸν, ἀλλὰ δύο ἐστὶ λόγου μέρη. τὸ μὲν ἕτερον ὄνομα μονοσύλλαβον, ὡς ἐπειδὰν λέγωμεν ἀριθμοῦντες ἓν, δύο, τρία. τὸ δ’ἕτερον, ὅπερ ἡμεῖς μὲν ἂν λέγομεν, οἱ δ’Ἴωνες ἐὸν ἐν δυοῖν συλλαβαῖν. ἐπιδειχθήσεται γὰρ ἐν τοῖς ἑξῆς ὁ Ἱπποκράτης ἀντιλέγων οὐ τοῖς περιέχεσθαι κατὰ τὸ σῶμα τῶν τεσσάρων στοιχείων ἕκαστον οἰομένοις, ἀλλὰ τοῖς ἓν μόνον ἐξ αὐτῶν τὴν φύσιν εἶναι τοῦ ἀνθρώπου νομίζουσι. πῶς οὖν φησί τις προσωτέρω ἢ κατὰ τὴν ἰατρικὴν ὁ λόγος οὗτος ἀποχωρεῖ, καθ’ὃν ἓν ὁτιοῦν στοιχεῖον ὑποτίθενταί τινες εἶναι τὴν φύσιν τοῦ ἀνθρώπου; ὅτι, καθάπερ αὐτὸς ὀλίγον ὕστερόν φησι, ταύτῃ τῇ δόξῃ τὸ μή ποτε ἀλγεῖν τὸν ἄνθρωπον ἕπεται, καίτοι κα- κἂν τοῦτό τις συγχωρήσῃ, ἓν καὶ τὸ ἰώμενον εἶναι. φαίνεται δὲ ἀλγοῦν καὶ θεραπευόμενον πολυειδῶς, ὥστε ψευδὴς ἀληθῶς. ἴδωμεν οὖν τῶν εἰρημένων ἕκαστον ἐν ταῖς ἐφεξῆς ῥήσεσιν, ὅπως αὐτὰ κατασκευάζῃ. “οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ, οὔτε γῆν, οὔτε ἄλλο οὐδὲν, ὅ τι μὴ φανερόν ἐστιν ἓν ἐὸν ἐν τῷ ἀνθρώπῳ. ἀλλὰ τοῖσι βουλομένοισι ταῦτα λέγειν παρίημι”. Ἀρτεμίδωρος ὁ ἐπικληθεὶς Καπίτων ἔκδοσιν ἐποιήσατο τῶν Ἱπποκράτους βιβλίων, εὐδοκιμήσασαν οὐ μόνον παρὰ Ἀδριανῷ τῷ αὐτοκράτορι, ἀλλὰ καὶ νῦν ἱκανῶς ὑπὸ πολλῶν σπουδαζομένην, ὥσπερ καὶ ἡ τοῦ συγγενοῦς αὐτῷ Διοσκουρίδου. πολλὰ μὲν οὖν ἀμφότεροι μετέγραψαν, ὑπαλλάττοντες τὰς παλαιὰς γραφὰς, ἃς μόνας ἴσασιν οἱ ἐξηγησάμενοι τὰ Ἱπποκράτους βιβλία. πρὸς δὲ τοῖς πολλοῖς καὶ τήνδε τὴν νῦν προκειμένην λέξιν ὑπήλλαξε Καπίτων, ὧδέ πως γράψας · οὔτε γὰρ τὸ πᾶν ἠέρα λέγω τὸν ἄνθρωπον εἶναι, οὔτε πῦρ, οὔτε ὕδωρ. ἐπειδὴ γὰρ οὔτε βιβλίον ηὕρισκεν ἀνδρὸς παλαιοῦ τὴν γῆν μόνην εἰπόντος εἶναι στοιχεῖον, οὔτε παρὰ τοῖς μάλιστα τὴν τοιαύτην ἱστορίαν ἀναλεξαμένοις ἀνδράσι τοῖς Περιπατητικοῖς ἱστορούμενον, τῆς δόξης ταύτης προθεῖναί τινα τὴν λέξιν ὑπήλλαξε τολμηρῶς. ἄμεινον δ’ἦν ἐπιτιμῆσαι τοῖς φιλοτίμως ἐζητηκόσι τίνος ἦν ἀνδρὸς ἡ περὶ τῆς γῆς ὡς μόνης στοιχείου δόξα. παραπλήσιον γάρ ἐστι τοῦτο τῷ ζητῆσαι, τίς μὲν οὖν ὁ ἀξιῶν ἐκτετραμμένην ἐπιδεῖσθαι τὴν χεῖρα ὑπτίαν. καὶ τίς μὲν ὁ τὴν τῆς πτέρνης ἐπίδεσιν ἑτέρως ἢ ὡς Ἱπποκράτης ἀξιῶν ποιεῖσθαι · τίς δὲ ὁ τὴν τῆς κλειδὸς, ἢ τίς ὁ τὰ μεθ’ἕλκους κατάγματα, κατ’αὐτὸ μὲν τὸ ἕλκος οὐκ ἐπιδῶν, ἑκατέρωθι δὲ ἐπιδῶν · ἢ τίς ἐν τῷ καίειν τὸ κατ’ὦμον ἄρθρον, οὐκ ἐν οἷς χρὴ μέρεσιν ἐτίθει τὰς ἐσχάρας. ἢ τίνες ἦσαν οὓς ἐν τῷ περὶ ῥάχεων λόγῳ μέμφεται. πολλὰ γὰρ τοιαῦτα κατάτε τὸ περὶ ἀγμῶν καὶ περὶ ἄρθρων εἴρηται τῷ Ἱπποκράτει, ποτὲ μὲν ὡς ἑνὸς, ἐνίοτε δ’ὡς πολλῶν ἁμαρτανόντων, ὥσπερ κα- κᾀν τῷ περὶ διαίτης ὀξέων. ἅμα γὰρ κα- κᾀκεῖ πολλοὺς ἰατροὺς μεμφόμενος ἔγραψεν ὧδέ πως. οἶδα τοὺς ἰητροὺς τὰ ἐναντιώτατα ἢ ὡς δεῖ ποιέοντας · βούλονται γὰρ πάντες ὑπὸ τὰς ἀρχὰς τῶν νούσων προταριχεύσαντες τοὺς ἀνθρώπους, ἢ δύο, ἢ καὶ τρεῖς, ἢ καὶ πλείους ἡμέρας, οὕτω προσφέρειν καὶ τὰ ῥοφήματα καὶ τὰ ποτά. τίνες οὖν ἦσαν οἱ διαιτῶντες οὕτω δεικνύτωσαν ἡμῖν οἱ ἐξηγηταί. τίνες δὲ οἱ νομίζοντες φλέγμα μόνον εἶναι τὸν ἄνθρωπον, τίνες οἱ ξανθὴν χολὴν, ἢ τίνες οἱ μέλαιναν. ἐφεξῆς γάρ τοι κατὰ τοῦτο αὐτὸ τὸ περὶ φύσεως ἀνθρώπου βιβλίον εἶναί τινάς φησιν, οἳ οὕτως ἐδόξασαν. ἄμεινον μὲν οὖν εἰρῆσθαι τοῖς ἐξηγηταῖς ὡς τάχα μὲν οὐ δ’ἔγραψαν πάντες οὗτοι τὰς ἑαυτῶν δόξας. ἐγχωρεῖ δὲ καὶ γραψάντων αὐτῶν μὴ διασωθῆναι. φαίνεται γὰρ τοῦτο κατὰ πλείους αἰτίας γιγνόμενον. ἔνιοι μὲν γὰρ τοὺς διαδεξαμένους αὐτῶν τὴν διδασκαλίαν οὐκ ἔσχον, ἔνιοι δὲ οὐκ ἐξέδοσαν ζῶντες τὰς βίβλους, εἶτα ἀποθανόντων αὐτῶν, ἓν ἢ δύο που σωζόμενα τῶν ἀντιγράφων, ἀπώλετο. δυνατὸν δέ ἐστι καὶ διότι κατεφρονήθη τὰ συγγράμματα αὐτῶν, ἀμεληθῆναίτε καὶ τῷ χρόνῳ τελέως ἀπολέσθαι. καὶ μέντοι καὶ φθονεροί τινες ἤτοι κατακρύπτουσιν, ἢ τελέως ἀφανίζουσι τὰ τῶν πρεσβυτῶν βιβλία. τινὲς δ’ὑπὲρ τοῦ λέγειν ὡς ἴδια τὰ ἐν αὐτοῖς γεγραμμένα πράττουσι τα- ταὐτό. ἢ καὶ τί θαυμαστὸν ἀπολέσθαι τῶν ἀλλοκότους δόξας γραψάντων, ὅπου γε καὶ παρὰ τοῖς Ἀθηναίοις εὑρίσκονταί τινες εὐδοκίμως ἠγωνισμένοι κωμικοίτε καὶ τραγικοὶ ποιηταὶ δράμασιν οὐκέτι διασωζομένοις. ἵνα γὰρ παραλείπω τὰς ἄλλας ἁπάσας αἰτίας, δυοῖν δὲ μόνων τῶν ἔναγχος ἐν Ῥώμῃ γιγνομένων μνημονεύσω. πολλάκις μὲν ἐμπρησθέντες σηκοὶ, πολλάκις δὲ ἐν σεισμοῖς καταπεσόντες, ἢ κατ’ἄλλην αἰτίαν, οὐκ ὀλίγων βιβλίων ἀπωλείας αἴτιοι γεγονέναι φαίνονται. κακῶς μὲν ὁ Καπίτων ἐτόλμησε μεταγράψαι τὴν παλαιὰν ῥῆσιν, οὐκοῦν οὐ δὲ τοῦτο προσθεὶς, ὡς ἐνεδέχετο τὸν πρῶτον βιβλιογράφον ἁμαρτεῖν, ἀντ’ἄλλου γράψαντ’ἄλλο. κακῶς δὲ καὶ τῶν ἐξηγητῶν ἔνιοι κατεψεύσαντο Ξενοφάνους, ὥσπερ καὶ Σαβῖνος, ὡδί πως γράψας αὐτοῖς ὀνόμασιν. οὔτε γὰρ πάμπαν ἀέρα λέγω τὸν ἄνθρωπον, ὥσπερ Ἀναξιμένης, οὔτε ὕδωρ ὡς Θαλῆς, οὔτε γῆν ὡς ἔν τινι Ξενοφάνης. οὐδαμόθεν γὰρ εὑρίσκεται ὁ Ξενοφάνης ἀποφηνάμενος οὕτως. ἀλλὰ καὶ ὁ Σαβῖνος αὐτὸς εὔδηλός ἐστιν ἐκ τῶν αὐτοῦ καταψευδόμενος, οὐχ ὑπ’ἀγνοίας ἐσφαλμένος, ἢ πάντως ἂν ὀνομαστὶ προσέγραψε τὸ βιβλίον ἐν ᾧ ταῦτα ἀπεφήνατο. νῦν δ’οὕτως ἔγραψεν, οὔτε γῆν ὡς ἔν τινι Ξενοφάνης · καὶ Θεόφραστος δ’ἂν ἐν ταῖς τῶν φυσικῶν δοξῶν ἐπιτομαῖς τὴν Ξενοφάνους δόξαν, εἴπερ οὕτως εἶχεν, ἐγεγράφει. καί σοι πάρεστιν εἰ χαίροις τῇ περὶ τούτων ἱστορίᾳ, τὰς τοῦ Θεοφράστου βίβλους ἀναγνῶναι, καθ’ἃς τὴν ἐπιτομὴν ἐποιήσατο τῶν φυσικῶν δοξῶν. ὥσπερ γε πάλιν εἰ τὰς τῶν παλαιῶν ἰατρῶν δόξας ἐθέλοις ἱστορῆσαι, πάρεστί σοι τὰς τῆς ἰατρικῆς συναγωγῆς ἀναγνῶναι βίβλους, ἐπιγεγραμμένας μὲν Ἀριστοτέλει, ὁμολογουμένας δὲ ὑπὸ τοῦ Μένωνος, ὃς ἦν μαθητὴς αὐτοῦ, γεγράφθαι, διὸ καὶ Μενώνεια προσαγορεύουσιν ἔνιοι ταυτὶ τὰ βιβλία. δῆλον δὲ ὅτι καὶ ὁ Μένων ἐκεῖνος ἐπιμελῶς τὰ διασωζόμενα κατ’αὐτὸ ἔτι τῶν παλαιῶν ἰατρῶν βιβλία, τὰς δόξας αὐτῶν ἐκεῖθεν ἀνελέξατο. τῶν δ’ἤδη διεφθαρμένων παντάπασιν, ἢ σωζομένων μὲν, οὐ θεωρηθέντων δ’, αὐτῷ τὰς γνώμας οὐκ ἠδύνατο γράψαι. κατὰ ταῦτ’οὖν τὰ βιβλία χολὴν ξανθὴν, ἢ μέλαιναν, ἢ φλέγμα στοιχεῖον ἀνθρώπου φύσεως οὐκ ἂν εὕροις οὐ δ’ὑφ’ἑνὸς εἰρημένον. αἷμα δὲ καὶ τῶν μεθ’Ἱπποκράτην φαίνονται πολλοὶ μόνον εἶναι νομίζοντες ἐν ἡμῖν, ὥστε καὶ τὴν πρώτην γένεσιν ἡμῶν ἐξ αὐτοῦ γίγνεσθαι, καὶ τὴν μετὰ ταῦτα κατὰ τὴν μήτραν αὔξησιν καὶ ἀποκυηθέντων τελείωσιν. ἀλλ’ὅ γε Ἱπποκράτης ὀλίγον ὕστερον ἔγρα ψεν ὡς ὄντων τινῶν οἳ καὶ φλέγμα καὶ χολὴν ἐνόμιζον εἶναι τὸν ἄνθρωπον, οὐκ ἂν οὕτω γράψας, εἰ μή τινες ἦσαν ἤτοι κατ’αὐτὸν, ἢ πρὸ αὐτοῦ δοξάζοντες οὕτως.
“δοκέουσι δέ μοι οὐκ ὀρθῶς γινώσκειν οἱ τὰ τοιαῦτα λέγοντες. γνώμῃ μὲν γὰρ τῇ αὐτέῃ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτά. ἀλλὰ τῆς μὲν γνώμης τὸν ἐπίλογον τὸν αὐτὸν ποιέονται. φασὶ γὰρ ἕντε εἶναι ὅ τί ἐστι καὶ τοῦτ’εἶναι ἕντε καὶ τὸ πᾶν, κατὰ δὲ τὰ οὐνόματα οὐχ ὁμολογέουσι. λέγει δὲ αὐτέων ὁ μέν τις φάσκων ἠέρα τοῦτο εἶναι τὸ ἕντε καὶ τὸ πᾶν, ὁ δὲ πῦρ, ὁ δὲ ὕδωρ, ὁ δὲ γῆν. καὶ ἐπιλέγει ἕκαστος τῷ ἑωϋτοῦ λόγῳ μαρτύριάτε καὶ τεκμήρια, ἅ γε ἐστὶν οὐδέν. ὅτι μὲν γὰρ τῇ αὐτέῃ γνώμῃ πάντες χρέονται, λέγουσι δὲ οὐ τὰ αὐτὰ, δῆλον ὅτι οὐ δὲ γινώσκουσι αὐτά. γνοίη δ’ἂν τόδε τις μάλιστα, παραγενόμενος αὐτέοισιν ἀντιλέγουσι. πρὸς γὰρ ἀλλήλους ἀντιλέγοντες οἱ αὐτοὶ ἄνδρες τῶν αὐτέων ἐναντίον ἀκροατέων, οὐδέποτε τρὶς ἐφεξῆς ὁ αὐτὸς ἄνθρωπος περιγίνεται ἐν τῷ λόγῳ, ἀλλὰ ποτὲ μὲν οὗτος ἐπικρατέει, ποτὲ δὲ οὗτος, ποτὲ δὲ ᾧ ἂν τύχῃ μάλιστα ἡ γλῶσσα ῥυεῖσα πρὸς τὸν ὄχλον. καίτοι δίκαιόν ἐστι τὸν φάντα ὀρθῶς γινώσκειν περὶ τῶν πραγμάτων, παρέχειν ἀεὶ ἐπικρατέοντα τὸν λόγον τὸν ἑωϋτοῦ, εἴπερ ἐόντα γινώσκει καὶ ὀρθῶς ἀποφαίνεται. ἀλλὰ ἐμοί γε δοκέουσιν οἱ τοιοῦτοι ἄνθρωποι αὐτοὶ σφᾶς αὐτοὺς καταβάλλειν ἐν τοῖσιν ὀνόμασι τῶν λόγων αὐτέων ὑπὸ ἀσυνεσίης, τὸν δὲ Μελίσσου λόγον ἐπανορθοῦν. περὶ μὲν οὖν τουτέων ἀρκέει μοι τὰ εἰρημένα”. ὡς πρὸς εἰδότας ἃ λέγουσιν οἱ στοιχεῖον ἓν ὑποτιθέμενοι, ποιεῖται τὸν λόγον. οἵτε γὰρ τὸ πῦρ εἶναι στοιχεῖον λέγοντες ἐκ τούτου βούλονται τὰ ἄλλα γεννᾶσθαι. πυκνουμένουτε καὶ συναγομένου καὶ πιλουμένου, τῆς μὲν ὀλίγης αὐτοῦ πιλήσεως ἀέρα γεννώσης, τῆς πλείονος δὲ ὕδωρ, τῆς τελεωτάτηςτε καὶ πλείστης γῆν. οἵτε τὸ ὕδωρ, οἵτε τὸν ἀέρα, κατὰ τὸν αὐτὸν λόγον ἐκ τοῦ πιλοῦσθαι καὶ χεῖσθαι τα- τἄλλα γεννᾶσθαι λέγουσι. πιληθὲν μὲν γὰρ τὸ ὕδωρ γῆν γεννᾶσθαί φασι, χυθὲν δὲ ἀέρα. καθάπερ γε καὶ τὸν ἀέρα πιληθέντα μὲν ὕδωρ, χυθέντα δὲ πῦρ, ὥστ’ἐκ τῆς εἰς ἄλληλα μεταβολῆς τῶν τεττάρων ὁ λόγος ὁρμᾶται τῶν ἓν ὁτιοῦν ὑποτιθεμένων εἶναι στοιχεῖον. καὶ διὰ τοῦτο γνώμῃ μὲν αὐτῇ φησιν αὐτοὺς χρῆσθαι, λέγειν δ’οὐ τὰ αὐτά. φανερῶς οὖν ἐν τούτῳ τῷ λόγῳ παντὶ τοῖς ἕν τι μόνον τῶν τεττάρων στοιχείων ἡγουμένοις εἶναι τὸν ἄνθρωπον ἀντιλέγει καί φησιν αὐτοὺς ἁμαρτάνειν. ὅτι γὰρ μηδὲν ἀποδεικνύουσιν, ἐσχάτως ἀπίθανος ἦν ὁ λόγος αὐτῶν. ἓν μὲν γὰρ τῶν τεττάρων εἶναι τὸν ἄνθρωπον οὐ κατασκευάζουσι. τὸν δὲ Μελίσσου λόγον ὀρθοῦσιν, ἡγουμένου μὲν ἓν εἶναι καὶ αὐτοῦ τοῦτο, οὐ μὴν ἐκ τῶν τεττάρων γ’ἕν τι τούτων, ἀέρος καὶ γῆς, ὕδατόςτε καὶ πυρός. ἔοικε δὲ ὁ ἀνὴρ οὗτος ἐννοῆσαι μὲν εἶναί τινα οὐσίαν κοινὴν, ὑποβεβλημένην τοῖς τέτταρσι στοιχείοις, ἀγέννητόντε καὶ ἄφθαρτον, ἣν οἱ μετ’αὐτὸν ὕλην ἐκάλεσαν, οὐ μὴν διηρθρωμένως γε δυνηθῆναι τοῦτο δηλῶσαι. ταύτην δ’οὖν αὐτὴν τὴν οὐσίαν ὀνομάζει τὸ ἓν καὶ τὸ πᾶν. ἀληθὴς δὲ οὐ δ’οὗτος ὁ λόγος ἐστίν. οὐ γὰρ ἕν τι μόνον ἐστὶν ἐκεῖνο τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων ἀρχὴ, καθάπερ ὑπέλαβεν ὁ Μέλισσος, ἀλλὰ πρὸς αὐτῷ ποιότητες τέτταρες, ψυχρότης ἄκρα καὶ ξηρότης καὶ θερμότης καὶ ὑγρότης. οὐ μὴν στοιχεῖά γε ταῦτ’ἔστιν οὔτε τῶν ἄλλων οὔτ’ἀνθρώπου φύσεως, ἀλλὰ ἀρχαί. συνεκέχυτο οὖν τοῦτο παρὰ τοῖς ἀρχαίοις. οὐ δ’εἰς ἔννοιαν ἀφιγμένοις τῆς διαφορᾶς ἀρχῆςτε καὶ στοιχείου, διὰ τὸ δύνασθαι χρῆσθαι τῇ τοῦ στοιχείου προσηγορίᾳ, κα- κᾀπὶ τῶν ἀρχῶν. ἄλλα δὲ δύο πράγματά ἐστι φανερῶς ἀλλήλων διαφέροντα, τὸ μὲν ἕτερον ἐλάχιστον μόριον τοῦ ὅλου, τὸ δὲ ἕτερον, εἰς ὃ διέλῃ τις, κατ’ἐπίνοιαν αὐτὸ τοῦτο ἐλάχιστον. αὐτὸ μὲν γὰρ τὸ πῦρ οὐχ οἷόντε διελεῖν εἰς δύο σώματα καὶ δεῖξαι κεκραμένον ἐξ ἐκείνων, ὥσπερ οὐ δὲ τὴν γῆν, ἢ τὸ ὕδωρ, ἢ τὸν ἀέρα. νοῆσαι μέντοι δυνατὸν ἑτέραν μὲν εἶναι τοῦ μεταβάλλοντος τὴν οὐσίαν, ἑτέραν δὲ τὴν μεταβολὴν αὐτοῦ. οὐ γὰρ τα- ταὐτό ἐστι τὸ μεταβάλλον σῶμα τῇ κατ’αὐτὸ μεταβολῇ. τὸ μὲν γὰρ μεταβάλλον ἐστὶ τὸ ὑποκείμενον, ἡ μεταβολὴ δὲ αὐτοῦ κατὰ τὴν τῶν ποιοτήτων ἀμοιβὴν γίνεται. θερμότητος μὲν γὰρ ἄκρας ἐγγενομένης αὐτῷ, πυρὸς ἀποτελουμένου, καθάπερ γε καὶ ἀέρος, ὅταν ἄκραν ὑγρότητα δέξεται. κατὰ τα- ταὐτὰ δὲ γῆς μὲν γιγνομένης, ἐπειδὰν ἐκεῖνο τὸ ὑποκείμενον, ἅπασαν κατὰ τὴν ἑαυτοῦ φύσιν ἄποιον ὕπαρχον εἰς ἑαυτὸ δέξηται ξηρότητα χωρὶς θερμότητος, ὕδατος δ’ὅταν ὑγρότητα. περὶ μὲν γὰρ τοῦ πρώτου ψυχροῦ ζήτησις οὐ σμικρὰ γέγονεν, ἧς οὐκ ἔστι χρεία εἰς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα μηδὲν συντελούσης. τὸ γάρ τι χρήσιμόν ἐστιν ἐν τῷ ζητῆσαι, πότερον ἓν ἁπλοῦν ἐστι τὸ σῶμα τῶν ἀνθρώπων, ἢ σύνθετον ἐξ ἁπλῶν τεττάρων, ὡς ἥτε τοῦ Πλάτωνος ἐδίδαξε ῥῆσις ἡμεῖςτε κατὰ τὴν θεραπευτικὴν μέθοδον ἐδιδάξαμεν εὐθὺς ἐν τοῖς πρώτοις αὐτῆς. ἀλλὰ περὶ μὲν τούτου καὶ αὖθις εἰρήσεται. νυνὶ δὲ ἀναμνήσομαι ὡς ἐν τῇ προκειμένῃ ῥήσει τὴν ἀντιλογίαν ἐποιήσατο πρὸς τοὺς ἕν τι τῶν τεττάρων εἶναι λέγοντας τὸν ἄνθρωπον, οὐ πρὸς τοὺς τέτταρα. βελτίων οὖν ἀνάγνωσις εἰκότως ἐλέγετο κατὰ τὴν πρώτην ῥῆσιν ἡ δασύνουσα κατὰ τὴν ἐκφώνησιν τὴν πρώτην συλλαβὴν τοῦ ἓν ἐόν. ὅτι γὰρ οὐχ ἕν ἐστιν, ἀλλὰ πλείω τὰ συντιθέντα τὴν τοῦ ἀνθρώπου φύσιν, ἐπιδείκνυσιν ὁ Ἱπποκράτης. οὐ μὴν ὅτι γε μηδὲν ᾖ τῶν τεττάρων στοιχείων εἰλικρινὲς ἐν τῷ σώματι. τὴν ἀρχὴν γὰρ οὐ δὲ λέγουσιν οἱ τῆς δόξης ταύτης ἡγεμόνες τοῦτο, ἓν δέ τι παρὰ τὰ τέτταρα, τὸ ἔξ αὐτῶν συγκείμενον ἀποφαίνονται, ὥς γε τὴν τετραφάρμακον δύναμιν οὔτε κηρὸν, οὔτε πίτταν, οὔτε στέαρ, ἀλλά τι παρὰ ταῦτα ἓν ἄλλο, ὃ ἐξ ἁπάντων κραθέντων γέγονεν. οὔσης δὲ πάλιν καὶ αὐτῆς τῆς δόξης διττῆς, ἔνιοι μὲν γὰρ τὰς τέτταρας ποιότητας μόνας κεράννυσθαι δι’ὅλων ἀλλήλαις, ἔνιοι δὲ τὰς οὐσίας ἀπεφήναντο, Περιπατητικοὶ μὲν τῆς προτέρας δόξης προστάντες, Στωϊκοὶ δὲ τῆς δευτέρας, ἔτιτε τούτων ἔμπροσθεν Ἐμπεδοκλῆς ἐξ ἀμεταβλήτων τῶν τεττάρων στοιχείων ἡγεῖτο γίγνεσθαι τὴν τῶν συνθέτων σωμάτων φύσιν, οὕτως ἀναμεμιγμένων ἀλλήλοις τῶν πρώτων, ὡς εἴ τις λειώσας ἀκριβῶς καὶ χνοώδη ποιήσας ἰὸς καὶ χαλκῖτιν καὶ καδμίαν καὶ μίσυ μίξειεν, ὡς μηδὲν ἐξ αὐτῶν δύνασθαι μεταχειρίσασθαι χωρὶς ἑτέρου.
“τῶν δὲ ἰητρῶν οἱ μέν τινες λέγουσιν ὡς ὁ ἄνθρωπος αἷμα μοῦνόν ἐστιν, οἱ δὲ αὐτέων χολήν φασιν εἶναι τὸν ἄνθρωπον, ἔνιοι δέ τινες φλέγμα”. ἀντειπὼν ἐν τῷ πρὸ τούτου λόγῳ τοῖς φιλοσόφοις, οἳ ἢ πῦρ μόνον, ἢ ὕδωρ, ἢ γῆν, ἢ ἀέρα τὴν φύσιν εἶναι νομίζουσι τοῦ σώματος ἡμῶν, καὶ ἐπὶ τοὺς ἰατροὺς μετέβη κατὰ τὴν προκειμένην ῥῆσιν, ἐπιδεικνὺς καὶ τούτους ὁμοίως ἁμαρτάνειν ἐκείνοις, ὅσοι νομίζουσιν ἢ αἷμα μόνον εἶναι τὸν ἄνθρωπον, ἢ χολὴν, ἢ φλέγμα. προφανῶς οὖν ἤδη διώρισται τὸ κατὰ τὴν πρώτην ἁπασῶν ῥῆσιν ἀμφίβολον εἶναι δόξαν, οὐ τούτοις τὰ τέτταρα στοιχεῖα τιθεμένοις, ἀλλὰ τοῖς ἕν τι μόνον ἐξ αὐτῶν ἀντιλέγων ἀεὶ φαίνεται. παραλείπεται δ’ἐνταῦθα δόξα τις ἰατρῶν, ἀναλόγως ἔχουσα τῇ τοῦ Μελίσσου, τῶν λεγόντων ἓν εἶναι τὸν ἄνθρωπον, ὃ μεταβάλλον, ἕκαστον τῶν εἰρημένων γίγνεται.
“ἐπίλογον δὲ ποιέονται καὶ αὐτοὶ πάντες τὸν αὐτόν · ἓν γάρ τι εἶναί φασιν, ὅ τι ἕκαστος ἠθέλησεν ὀνομάσαι αὐτέων, καὶ τοῦτο ἓν ἐὸν μεταλλάσσειν τὴν ἰδέην καὶ τὴν δύναμιν, ἀναγκαζόμενον ὑπότε τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίνεσθαι καὶ γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν καὶ παντοῖόν τι ἄλλο · ἐμοὶ δὲ οὐ δὲ ταῦτα δοκέει οὕτως ἔχειν. οἱ μὲν οὖν πλεῖστοι τοιαῦτά τινα καὶ ἔτι ἐγγύτατα τουτέων ἀποφαίνονται”. καὶ τοὺς ἰατρούς φησιν ὅσοι χυμὸν ἕνα μόνον ἔφασαν εἶναι κατὰ φύσιν, ἐπίλογον ποιεῖσθαι τὸν αὐτὸν ἀλλήλοιςτε καὶ τοῖς φιλοσόφοις, ἐπιδεικνύντας τὸν ἕνα τοῦτον χυμὸν, ὃν ἂν ἕκαστος αὐτῶν ὑποτίθεται, μεταβάλλειν εἰς τοὺς ἄλλους. ἃ δὲ κατασκευάζων ἕκαστος τὴν ἑαυτοῦ δόξαν ἔλαβεν, οὐδένα τῶν τεττάρων χυμῶν ἀποδείκνυσιν εἶναι κατὰ φύσιν, ἕτερον δὲ ἀντ’αὐτῶν τινα πρότερον, ἐξ οὗ μεταβάλλοντος οὗτοι γίγνονται δόγματός τινος τοιοῦδε μὴ δυναμένου συστῆναι κατὰ τὴν ἰατρικὴν θεωρίαν, ἀνάλογον τῇ τοῦ Μελίσσου κατὰ τὴν φυσικήν. ἐν οἷς γοῦν φασι τὸ ἓν τοῦτο μεταβάλλειν ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ γίγνεσθαι γλυκὺ καὶ πικρὸν καὶ λευκὸν καὶ μέλαν, οὐδὲν ἐκ τούτων τῶν τεσσάρων εἰπεῖν ἐοίκασιν ἐκεῖνοι, πρὸς οὓς ἀντιλέγων, οὐ τὸ κατὰ φύσιν εἶναι φάσκει, ἀλλ’ἕτερόν τι μεταβάλλον εἰς ταῦτα. γλυκὺ μὲν γὰρ τὸ αἷμα, πικρὰν δὲ τὴν ξανθὴν χολὴν καὶ λευκὸν μὲν τὸ φλέγμα. μέλαν δὲ τὴν μέλαιναν εὐλόγως εἰρῆσθαι νῦν, εἰς ἃ τὸ ἓν ἐκεῖνο μεταβάλλειν φησὶν, ἀναγκαζόμενον ὑπὸ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. τὸ δὲ ἐπὶ τῇ τελευτῇ τοῦ λόγου προσκείμενον τὸ καὶ παντοῖον τοὺς ἐν ταῖς χαλεπαῖς οὔσαις νόσοις γιγνομένους ἰχῶρας ἐνδείκνυται. φαίνεται οὖν καὶ ἰώδης καὶ φαιὰ χολὴ, καλοῦσι δ’αὐτὴν ἰσατώδη καί τις ἐρυθρὰ καὶ πρασοειδής. ἄλλαιτέ τινες ἀνώνυμοι καὶ μάλισθ’ὅταν ᾖ σηπεδονῶδες τὸ νόσημα.
“ἐγὼ δέ φημι, εἰ ἓν ἦν ὁ ἄνθρωπος, οὐδέποτ’ἂν ἤλγεεν. οὐ δὲ γὰρ ἂν ἦν ὑφ’ὅτου ἀλγήσειεν ἓν ἐόν. εἰ δ’οὖν καὶ ἀλγήσειεν, ἀνάγκη καὶ τὸ ἰώμενον ἓν εἶναι”. ἔμπροσθεν μὲν αὐτοὺς τοὺς λόγους διέβαλλεν, οὓς ἔλεγον οἱ ἓν εἶναι τὸν ἄνθρωπον ὑπολαβόντες, ἀποδείξας οὐ μόνον ἀναποδείκτους, ἀλλὰ καὶ ἀπιθάνους. τὰ νῦν δὲ τὴν δόξαν αὐτῶν ἀνατρέπει τῶν ἓν οἰομένων εἶναι τὸν ἄνθρωπον. ἔστι δὲ οὐ τα- ταὐτὸ, ἢ λόγον προτεινόμενον ἐλέγχειν, ἢ δόξαν ὡς οὐκ ἀληθῆ διαβάλλειν. ἐνδέχεται γὰρ ἀληθῆ μὲν εἶναι τὴν δόξαν, οὐκ ὀρθῶς δὲ ὑπό τινων συνηγορεῖσθαι καὶ διὰ τοῦτο μὴ τῆς δόξης μὲν τὸν ἔλεγχον, ἀλλὰ τῶν συνηγορησάντων αὐτῇ γεγονέναι. νῦν οὖν ἐάσας τοὺς λόγους αὐτῶν, ἐλέγχει τὴν δόξαν αὐτὴν μόνην ἀφ’ἑαυτῆς, οὐ μόνον ἰσχυροτάτῳ χρησάμενος, ἀλλὰ καὶ βραχυτάτῳ λόγῳ. εἴπερ γὰρ ἓν ἦν ὁ ἄνθρωπος, οὐκ ἂν ἤλγεεν. ὅντινα λόγον ἔφην ἐξελέγχειν καὶ τοὺς ἄτομα καὶ ἄναρμα καὶ ἐλάχιστα στοιχεῖα τιθεμένους. ἓν γὰρ τῷ εἴδει καὶ κατὰ τούτους ἐστὶ τὸ ὄντως ὄν. οὕτω δὲ ὠνόμασται τὸ πρῶτον σῶμα τὸ ἀγέννητόντε καὶ ἄφθαρτον, ἐπειδὴ τα- τἄλλα πάντα τὴν γένεσιν ἐκ τῆς ἐκείνου συνθέσεως λαμβάνει. γενήσεται γὰρ ἡ ἐκ τούτων δόξα, τὴν γένεσιν ἡμῶν ἐν ποίᾳ συνθέσει τῶν ἀϊδίων ἐκείνων σωμάτων τιθεμένῃ. καθάπερ ἡ Ἱπποκράτους ἐν τῇ κράσει τῶν τεσσάρων στοιχείων, ἣν Ἀριστοτέληςτε καὶ οἱ Στωϊκοὶ προσήκαντο. ὅτι δὲ εἴπερ ἓν ἦν ἁπλοῦν στοιχεῖον, οὐκ ἂν ἤλγει τὸ συγκείμενον ἐκ τοῦ τοιούτου στοιχείου σῶμα, τεκμήριον εἶναί φησι τὸ μηδὲν ἕτερον ὑπάρχειν δεύτερον, εἰς αὐτὸ δρᾶσαι δυνάμενον. οὐ γὰρ δὴ αὐτό γε ὑφ’ἑαυτοῦ πάσχειν ἐγχωρεῖ τὸ ἓν ἐκεῖνο σῶμα. πρὸς τῷ καὶ εἰ συγχωρήσειέ τις ἀλγεῖν αὐτὸ, πάσχον ἔξ ἑαυτοῦ, τὴν, ἴασιν ἁπλῆν ἔσεσθαι. οὐκ ὄντων γὰρ πολλῶν παρ’αὐτῷ πολλοὺς τρόπους ἰάσεως ἀδύνατονγενέσθαι.
“νυνὶ δὲ πολλὰ, πολλὰ γὰρ ἐστιν ἐν τῷ σώματι ἐνεόντα, ἃ ὁκόταν ὑπ’ἀλλήλων παρὰ φύσιν θερμαίνηταίτε καὶ ψύχηται, ξηραίνηταίτε καὶ ὑγραίνηται, νόσους τίκτει, ὥστε πολλαὶ μὲν ἰδέαι τῶν νοσημάτων, πολλὴ δὲ ἴησις αὐτέων ἐστί”. ἐν μὲν τῇ πρὸ ταύτης ῥήσει τοὺς ἕν τι λέγοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ τα- ταὐτὸ τῷ φάναι τὸ συνθετικὸν αὐτοῦ στοιχεῖον ἓν εἶναι, διήλεγξεν ἐκ τῶν ἀκολουθούντων ἀτόπων τῇ δόξῃ. οὐ γὰρ ἠλγήσαμέν ποτε, μηδενὸς ὄντος δευτέρου τοῦ διαθεῖναι τὸ ἓν ἐκεῖνο δυναμένου. εἶτ’εἰ καὶ τοῦτο συγχωρήσαιμεν, ἡ ἴασις ἂν γένοιτο μονοειδὴς, οὐ πολυειδής. ἐν δὲ ταύτῃ τῇ νῦν ἡμῖν προκειμένῃ ῥήσει διῆλθεν ὅσα μέλλει δείξειν ὄντα πρώτως, ὑφ’ὧν τα- τἄλλα πάντα γίγνεται. ταῦτα δέ ἐστι θερμὸν καὶ ψυχρὸν ξηρόντε καὶ ὑγρὸν, ἃ ὅταν μὲν ἀλλήλοις κραθῇ συμμέτρως, ὑγιαίνει τὸ ζῶον. ὅταν δ’ἄλληλα θερμαίνῃ καὶ ψύχῃ καὶ ξηραίνῃ καὶ ὑγραίνῃ, τὰς ὀδύνας γεννᾷν πέφυκεν, οὐχ ἑνὶ τρόπῳ θεραπείας ἰωμένας. ἔνιαι μὲν γὰρ αὐτῶν θερμαινομένων τῶν ὀδυνωμένων μορίων, ἔνιαι δὲ ψυχομένων, ἢ ξηραινομένων ἢ ὑγραινομένων παύονται. δέδεικται δὲ περὶ τούτων ἐπὶ πλεῖστον ἐν τοῖς περὶ τῆς τῶν ἁπλῶν φαρμάκων δυνάμεως, κα- κᾀν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασι. χεῖρον δ’οὐδὲν εἰπεῖν τι καὶ νῦν βραχὺ, πρόδηλον ἔχον τὴν ἔνδειξιν τοῦ διὰ τὸ θερμόντε καὶ ψυχρὸν, ὑγρόντε καὶ ξηρὸν ἀλγεῖντε ἡμᾶς καὶ θεραπεύεσθαι. τίς γὰρ οὐκ οἶδε τὴν γιγνομένην ὀδύνην, ὅταν ἐν χειμῶνι τὶς ἰσχυρῷ προελθεῖν ἔξω τῆς οἰκίας ἐπιχειρήσῃ; τί δ’ὅταν ἐν καύματι σφοδρῷ; τὶς οὐκ ὀδυνᾶται διψῶν; ἢ τίς πληρωθεὶς ποτοῦ; τοῦ μὲν διψεῖν ξηραινομένων ἡμῶν γιγνομένου, τοῦ δ’ὑπερεμπεπλῆσθαι τὴν ἐναντίαν διάθεσιν ἐργαζομένου. καὶ αἱ φλεγμοναὶ δὲ καὶ πάντες οἱ ὀδυνηροὶ καὶ παρὰ φύσιν ὄγκοι ποτὲ μὲν ὑπὸ περιττῆς ὑγρότητος εἰς τὸ μόριον ἐπιρρυείσης γίγνονται, ποτὲ δὲ τῷ τοὺς χυμοὺς ἤτοι θερμοὺς παρὰ φύσιν, ἢ ψυχροὺς εἶναι. καὶ μέντοι καὶ αἱ ἰάσεις τῶν μὲν ὑγρότητος ὑπερπληρωθέντων σωμάτων διὰ κενώσεως γίγνονται, τῶν δὲ παρὰ φύσιν ξηραινομένων δι’ὑγρῶν προσφορᾶς, ὥσπερ καὶ τῷ μὲν διὰ κρύους ὀδυνωμένῳ θερμανθέντι, τῷ δὲ διὰ θάλπους ἀμέτρου ψυχθέντι. δέδεικται δὲ καὶ τὰ φάρμακα πάντα διὰ τοῦ θερμαίνειν, ἢ ψύχειν, ἢ ξηραίνειν, ἢ ὑγραίνειν ἐνεργοῦντα. πρώται γὰρ αὗται αἱ ποιότητές εἰσι δραστικαὶτε καὶ ἀλλοιωτικαὶ τῶν σωμάτων, ὡς ἐπεδείξαμεν ἐν τῷ περὶ · τῶν καθ’Ἱπποκράτην στοιχείων. ἕπονται δὲ αὐταῖς αἵτε κατὰ γεῦσιν ποιότητες, ὧν ὀνόματα στύψις καὶ αὐστηρότης καὶ στρυφνότης καὶ πικρότης, ἁλυκότηςτε καὶ δριμύτης, ὀξύτηςτε καὶ γλυκύτης καὶ λιπαρότης · αἵτε κατὰ χροιὰν, ἐν λευκότητι καὶ μελανότητι καὶ ἐρυθρότητι καὶ ταῖς ὁμογενέσιν · αἵτε κατὰ τὴν ἁφὴν, ἐν σκληρότητι καὶ μαλακότητι καὶ κραυρότητι καὶ γλισχρότητι. ταῖς γευσταῖς δ’ἰσάριθμοί πώς εἰσι καὶ αἱ κατὰ τὴν ὄσφρησιν, ἀλλ’οὐκ ἔστιν αὐτῶν τὰ ὀνόματα κατ’εἶδος. ἡ γὰρ κατ’εὐωδίαντε καὶ δυσωδίαν διαφορὰ τῶν ὀσμῶν, αὐτὸ δὴ τοῦτο διαφορὰ προσηκόντως ἂν νομίζοιτο καὶ λέγοιτο πολλοῖς εἴδεσιν ἑπομένη. τὰ μὲν δὴ κεφάλαια τοῦ λόγου ταῦτα. δέδεικται δὲ τινὰ μὲν αὐτῶν ἐν τῷ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων, τινὰ δὲ ἐν τῇ περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ. οἱ πολλοὶ δὲ τὰς μὲν ἀποδείξεις ὀκνοῦσι μανθάνειν, ἀντιλέγουσι δὲ οἷς οὐκ ἴσασιν ἑτοίμως, οὗ το- τοὐναντίον οἱ φιλομαθεῖςτε καὶ ἀληθείας ἐρασταὶ πράττουσι, φιλοπόνως ἐκμανθάνοντες τὰς ἀποδείξεις, ὀκνηρῶς δὲ ἀντιλέγοντες.
“ἀξιῶ δ’ἔγωγε τὸν φάσκοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην, μη δὲ γίγνεσθαι παντοῖον. ἀλλ’ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τῆς τοῦ ἀνθρώπου, ἐν ᾖ αἷμα ἐνεὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ἑωυτῷ ἓν ἐόν. καὶ αὐτὰ δὲ λέγω καὶ περὶ τοῦ φάσκοντος φλέγμα εἶναι τὸν ἄνθρωπον καὶ περὶ τοῦ χολὴν φάσκοντος”. ἔτι καὶ νῦν ἀντιλέγει πρὸς τοὺς ἓν εἶναι φάσκοντας τὸν ἄνθρωπον, ὅπερ ἔξ ἀρχῆς ἔφην αὐτῷ προκεῖσθαι. καὶ πρώτους δὲ ἐλέγχει τοὺς αἷμα φάσκοντας αὐτὸν εἶναι. μάλιστα μὲν γὰρ ἐχρῆν, φησὶ, τοὺς ὑγιαίνοντας ἀνθρώπους αἷμα μόνον ἔχειν ἐν τῷ σώματι, χωρὶς χολῶντε καὶ φλέγματος, εἴπερ ἡ φύσις αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι. ἔπειτα δὲ εἰ καὶ συγχωρηθείη πότ’ἐπικτᾶσθαι χολὴν καὶ φλέγμα καὶ ἡλικίαν μίαν τινὰ, ἢ ὥραν τοῦ ἔτους εὑρίσκεσθαι, καθ’ἣν αἷμα μόνον ἐστὶν ἐν τῷ σώματι χωρὶς τῶν ἄλλων χυμῶν. ὡσαύτως δὲ ἐλέγχων καὶ τοὺς ἤτοι χολὴν ἢ φλέγμα φάσκοντας εἶναι τὸν ἄνθρωπον, ὅπερ ἐστὶ τὸ κατὰ φύσιν εἶναι αὐτὸ μόνον, ἡγουμένους δὲ ἐν τούτῳ καὶ τὴν πρώτην γένεσιν ἐκ τούτου τοῦ χυμοῦ γεγονέναι.
“ἐγὼ μὲν γὰρ ἀποδείξω, ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι καὶ κατὰ τὸν νόμον καὶ κατὰ τὴν φύσιν, ἀεὶ ταῦτα ἐόντα ὁμοίως καὶ νέου ἐόντος καὶ γέροντος καὶ τῆς ὥρης ψυχρῆς ἐούσης καὶ θερμῆς καὶ τεκμήρια παρέξω καὶ ἀνάγκας ἀποφανῶ, δι’ἃς ἂν ἕκαστον αὔξηταίτε καὶ φθίνῃ ἐν τῷ σώματι”. δείξειν ἐπαγγέλλεται διὰ παντὸς μὲν ἐν τῷ σώματι περιεχόμενα τὰ πρὸς αὐτοῦ τιθέμενα στοιχεῖα, κατὰ τὰς ἡλικίας καὶ τὰς ὥρας αὔξησίντε καὶ φθίσιν, ὅπερ ἐστὶ μείωσιν ἴσχοντα. κατὰ τὸν νόμον μὲν οὖν ἐστι τὸ πρὸς τῶν ἀνθρώπων νομιζόμενόντε καὶ δοξαζόμενον, οὕτως εἰωθότων ὀνομάζειν τῶν παλαιῶν. κατὰ φύσιν δὲ τὸ κατ’αὐτὴν τῶν πραγμάτων τὴν ἀλήθειαν.
“πρῶτον μὲν οὖν ἀνάγκη τὴν γένεσιν αὐτέου γίνεσθαι μὴ ἀφ’ἑνός. πῶς γὰρ ἕν γε ἐόν τι γεννήσειεν ἄλλο, εἰ μή τινι μιχθείη”; ὁ μὲν οὖν Ἱπποκράτης ἀεὶ τοῖς ἐναργῶς φαινομένοις ἀκολουθεῖ · διὰ τοῦτο καὶ νῦν ἔφη μηδὲν ἀφ’ἑνὸς γεννᾶσθαι χωρὶς τοῦ δεηθῆναί τινος ἔξωθεν ἑτέρου καὶ τούτου συμμέτρως ἔχοντος τῆς πρὸς αὐτὸ κράσεως. ἔνιοι δὲ τῶν φυσικῶν ὀνομασθέντων φιλοσόφων οὐκ οἶδ’ὅπως ἐτόλμησαν ἀποφήνασθαι δόξαν ἀλλόκοτον, ἅπασαν ἀνατρέπουσαν τὴν φυσικὴν θεωρίαν. ὁ ἓν γὰρ εἶναι τὸ πὰν εἰπὼν ἀναιρεῖ τῷ λόγῳ γένεσιν ἅπασαν. εἴπερ γὰρ ἓν τὸ γενόμενον οὐκ ἦν ἔμπροσθεν, ὥσπερ οὐ δὲ ἔσεται μικρὸν ὕστερον. οὔτε γὰρ ὁ Θαλῆς οὔθ’ὁ Μέλισσος οὔθ’ὁ Ἡράκλειτος ἔμπροσθεν ἦσαν, ἢ νῦν εἰσιν. ἆρ’οὖν ἀληθῶς ἄν τις εἴποι μὴ γεγονέναι τούτους τοὺς ἄνδρας, ἢ ἐγένοντο μὲν καὶ ἔζησαν ἔτεσιν οὐκ ὀλίγοις ἕκαστος, οὐκ ἦσαν δὲ καθ’ὃν ἔζων χρόνον, ἢ τὸ μὲν εἶναι κατ’ἐκεῖνον τὸν χρόνον αὐτοὺς συγχωρήσομεν, ὄντας δὲ οὐκ εἶναι φήσομεν ἡνίκ’ἦσαν; καὶ μὴν εἴπερ ὄντας τις αὐτοὺς ὁμολογήσει, ὁμολογήσει καὶ γεγονέναι. πῶς δὲ πλάτανος καὶ λίθος καὶ λέων οὐκ ἦσαν πάλαι γένεσιν ἔχοντα καὶ φθοράν; εἴπερ δέ ἐστι γένεσις τοῦ πρότερον οὐκ ὄντος, ἀναγκαῖον αὐτὴν ἔκ τινος ὑποκειμένης οὐσίας γενέσθαι. ταύτην δ’ὁρῶμεν οὐ δυναμένην. αὐτὴν καθ’αὑτὴν μόνην ὁτιοῦν γεννῆσαι. τὰ γοῦν τῶν φυτῶν σπέρματα καὶ ὑγρότητος καὶ θερμασίας συμμέτρου τῆς ἔξωθεν δεῖται πρὸς τὸ γεννῆσαί τι. μόνον γὰρ εἴπερ ἐπεφύκει γεννᾷν τὸ σπέρμα, μηδενὸς ἄλλου προσδεόμενον ἔξωθεν, οὐκ ἂν διέμεινεν οὐ δὲ ἐν ἐλαχίστῳ χρόνῳ χωρὶς τοῦ γεννᾷν, ἀλλ’εὐθὺς ἂν ἐφύετο. φαίνεται δὲ διαμένοντα πολλάκις οὐ μῆνας μόνον, ἀλλὰ καὶ ἐνιαυτοὺς οὐκ ὀλίγα τῶν σπερμάτων · οὐ γὰρ ἐξ ἑαυτῶν μόνον ἔχει τὸ γεννᾷν, ἀλλὰ δεῖταί τινος ἔξωθεν ἐπικουρίας καὶ ταύτης οὐ κατὰ θίξιν ἁπλῆν γιγνομένης, ἀλλὰ κατά τινα τοῦ ψαύοντος δύναμιν, εἴσω διαδιδομένην εἰς ὅλον τὸ ψαυόμενον. εἴ γε δι’ὅλου φαίνεται τὴν ἀλλοίωσιν ἴσχον ἐν ταῖς γενέσεσι τὸ σπέρμα, κατάτε τὰ δένδρα καὶ τὰς πόας καὶ τὰ ὅλα φυτὰ, πολὺ δὴ μᾶλλον ἐπὶ τῶν ζώων ἐναργῶς φαίνεται, μήτ’ἐξ ἄρρενος μόνου μήτ’ἐκ θήλεως ἄνευ τοῦ μιχθῆναι δυνάμενόν τι γενέσθαι.
“ἔπειτα οὐ δ’ἂν μὴ ὁμόφυλα ἐόντα μίσγηται καὶ τὴν αὐτὴν ἔχοντα δύναμιν, γεννᾷ, οὐ δ’ἂν τὰ αὐτὰ ἡμῖν ξυντελέοιτο”. οὐ μόνον ἐξ ἑνὸς ἀδύνατος εἶναι γεννηθῆναί τί φασιν, ἀλλ’οὐ δ’ἐκ δυοῖν, εἰ μὴ ὁμόφυλα ἐόντα μίγνοιτο, τουτέστιν οἰκειότητα τῆς οὐσίας ἔχοντα. φαίνεται δὲ καὶ ταῦτα σαφῶς ἐπὶ τῇ τῶν ἑτερογενῶν ζώων γενέσει γιγνόμενα. καθάπερ ἐπὶ ἵππων ἔχει καὶ ὄνων ἀλωπέκωντε καὶ κυνῶν. ἐκ γὰρ τῆς τούτων ἐπιμιξίας γεννᾶται τὸ ζῶον, οἷον μικτὸν ἐξ ἀμφοῖν. ὅσα δ’ἐπὶ πολὺ διεστῶσαν ἀλλήλων ἔχει τὴν φύσιν, οὐ δ’ἂν μιχθῇ, ποτὲ δύναται γεννῆσαί τι. τὸ δ’ἐπὶ τῇ τελευτῇ τῆς ῥήσεως προσκείμενον, οὐ δ’ἂν τὰ αὐτὰ ἡμῖν ξυντελέοιντο, παρέρχονται μὲν ὡς σαφὲς οἱ ἐξηγησάμενοι τὸ βιβλίον, ἀσαφὲς δέ ἐστιν, ἢ μὴ καλῶς ἡρμηνευμένον ὑπὸ τοῦ γράψαντος, ἢ διὰ τοὺς μεταγραψαμένους ἡμαρτημένον. ὃ δ’οὖν μοι δοκεῖ βούλεσθαι δηλοῦν, ἔστι τοιόνδε. κα- κᾂν μὴ ὁμοειδὲς ᾗ τὸ μιγνύμενον ζῶον ἕτερον ἑτέρῳ, κοινωνίαν δή τινα τῆς φύσεως φησὶν εἶναι. οὐ γὰρ ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιντο, τοῦτ’ἔστιν, οὐκ ἂν γένεσις ἐκ τῆς συνόδου γένοιτο, ζώου τοῖς γεννήσασιν ὁμοίου. τάχα δὲ καὶ ἡ ῥῆσις οὐχ οὕτως εἶχεν, οὐ δ’ἂν τὰ αὐτὰ ἡμῖν συντελέοιτο.
“καὶ πάλιν εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως πρὸς ἄλληλα ἕξει καὶ ἴσως, ἀλλὰ τα- θάτερον τα- θατέρου πολὺ προέξει καὶ τῷ ἰσχυρότερον τοῦ ἀσθενεστέρου, ἡ γένεσις οὐκ ἂν γένοιτο”. ἔμπροσθεν μὲν ἔφη μὴ δύνασθαι γόνιμον γένεσιν ἀποτελεσθῆναι μηδὲν, εἰ μὴ ὁμόφυλα εἴη τὰ συνιόντα. καὶ αὐτῶν δὲ τῶν ὁμοφύλων ἡ σύνοδος οὐκ ἐξ ἀνάγκης γεννᾷ. λέλεκται δὲ ἐν τοῖς ἀφορισμοῖς ὁ λόγος οὗτος αὐτῷ τέλειος ἔνθα φησὶν · ὁκόσαι ψυχρὰς καὶ πυκνὰς τὰς μήτρας ἔχουσιν, οὐ κυΐσκονται. καὶ ὁκόσαι καθύγρους ἔχουσι τὰς μήτρας, οὐ κυΐσκονται. ἀποσβέννυται γὰρ ὁ γόνος. καὶ ὁκόσαι ξηρὰς μᾶλλον καὶ περικαέας, ἐνδείῃ γὰρ τῆς τροφῆς φθείρεται τὸ σπέρμα. ὁκόσαι δ’ἐξ ἀμφοτέρων τῇ κράσει ἔχουσι συμμέτρως, αἱ τοιαῦται ἐπίτεκνοι γίγνονται. ἐν τούτῳ τῷ λόγῳ διδάσκει μὲν καὶ διά τινας αἰτίας ἄγονοι γίγνονται γυναῖκες. ἐνδείκνυται δὲ καὶ τὸ τούτῳ συνεπόμενον, ὑπὲρ οὗ καὶ ἡμεῖς ἑτέρωθι καὶ ἄλλοι πολλοὶ πρὸ ἡμῶν ἔγραψαν. ἐδήλωσε δὲ καὶ Πλάτων, οὐ σμικρὰν τέχνην εἰπὼν εἶναι, καθ’ἣν ἐπίσταταί τις ζευγνύναι τοὺς ὁμόλογον κρᾶσιν ἔχοντας εἰς γένεσιν ἄνδραςτε καὶ γυναῖκας. ἃ γὰρ ἐπὶ τῶν κράσεων τῆς μήτρας εἶπε, ταῦτα καὶ περὶ τῆς τοῦ σπέρματος κράσεως ἐννοῆσαι χρή. καὶ γὰρ καὶ τοῦτο ποτὲ μὲν ὑγρότερόν ἐστι τοῦ δέοντος, ἢ ψυχρότερον. ἔστι δ’ὅτε ξηρότερον, ἢ διακαέστερον. οἰκεῖον δέ ἐστι τῇ μὲν ξηροτέρᾳ μήτρᾳ τὸ ὑγρότερον σπέρμα, τῇ δὲ ὑγροτέρᾳ τὸ ξηρότερον, ὥσπερ γε καὶ τῇ μὲν θερμοτέρᾳ τὸ ψυχρότερον, τῇ δὲ ψυχροτέρᾳ τὸ θερμότερον. ὑπὲρ ὧν ἐπὶ πλέον ἔν γε τῷ περὶ τεκνολογίας λόγῳ διερχόμεθα · νυνὶ δ’ἀρκεῖ γιγνώσκειν ὅτι μήτε δυνατόν ἐστιν ἐξ ἑνός τι γίγνεσθαι, μήθ’ὅταν ἐκ δυοῖν, ἢ καὶ πλειόνων συνιόντων γίνηται, χωρὶς οἰκειότητος τῆς πρὸς ἄλληλα καὶ συμμετρίας τινὸς κράσεως, τῆς ἐκ τῶν συνιόντων ἀποτελουμένης, οἷόντέ ἐστι γεννηθῆναι τοῦτο.
“ὥστε πῶς εἰκὸς ἀφ’ἑνός τι γεννηθῆναι, ὅπου γε οὐ δὲ ἀπὸ τῶν πλειόνων γεννᾶται, ἢν μὴ τύχῃ καλῶς ἔχοντα τῆς κρήσιος τῆς πρὸς ἄλληλα”. τὰ μὲν ἄλλα τῆς ῥήσεως ἐκ τῶν προειρημένων. ἐστὶ δῆλα. μεμνῆσθαι δὲ χρὴ τοῦ κατ’αὐτὴν ὀνόματος εἰρημένου τοῦ τῆς κράσεως, ὅπερ διὰ τοῦ κρήσιος εἶπεν. ὅτι πρῶτος ὧν ἴσμεν Ἱπποκράτης ἀπεφήνατο κεράννυσθαι τὰ στοιχεῖα, καθάπερ καὶ μικρὸν ἔμπροσθεν ἐδείχθη. καὶ ταύτῃ διήνεγκεν Ἐμπεδοκλέους. κα- κᾀκεῖνος γὰρ ἐκ μὲν τῶν αὐτῶν στοιχείων, ὧν καὶ Ἱπποκράτης γεγονέναι φησὶν ἡμᾶς γε καὶ τὰ ἄλλα σώματα πάντα τὰ περὶ τὴν γῆν, οὐ μὴν κεκραμένων γε δι’ἀλλήλων, ἀλλὰ κατὰ μικρὰ μόρια παρακειμένωντε καὶ ψαυόντων. ὅτι δὲ καὶ ἥδε ἡ δόξα τοὺς αὐτοὺς ἐλέγχους ἔχει ταῖς ἐξ ἀναισθήτων καὶ ἀπαθῶν τῶν πρώτων σωμάτων τὸ αἰσθητικὸν σῶμα γεννώσαις δόξαις, ἐπιδέδεικται διὰ τοῦ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων ὑπομνήματος, ἔνθα καὶ πασῶν σχεδὸν τῶν φυσικῶν δοξῶν ἐμνημονευσάμην, ὅσαι περὶ τῶν πρώτων ἀρχῶν, ἢ στοιχείων γεγόνασιν.
“ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ὑπαρχούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ ἓν εἶναι τὸν ἄνθρωπον, ἀλλ’ἕκαστον τῶν ξυμβαλλομένων εἰς τὴν γένεσιν, ἔχειν τινὰ δύναμιν ἐν τῷ σώματι, οἵηνπερ ξυνεβάλετο”. προειρηκὼς ὁ Ἱπποκράτης, εἰ μὴ τὸ θερμὸν τῷ ψυχρῷ καὶ τὸ ξηρὸν τῷ ὑγρῷ μετρίως κραθείη, τὰς γενέσεις τῶν γεννητῶν δηλονότι σωμάτων ἀδύνατον εἶναι γενέσθαι · νῦν δὴ σαφῶς οὐκ ἀνθρώπου μόνον, ἀλλὰ καὶ πάντων ὅσα γένεσιν ἔχει καὶ φθορὰν σωμάτων ἐκ τῶν αὐτῶν εἶναι τὴν γένεσίν φησιν. ἐκ θερμοῦ γὰρ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ πάντα γέγονε καὶ διὰ τοῦτο κοινὰ πάντων εἶναι ταῦτα στοιχεῖα. τὰ δὲ ἴδια τῆς τοῦ ἀνθρώπου φύσεως, αἷμα καὶ φλέγμα καὶ χολὴ ξανθήτε καὶ μέλαινα. καίτοι γ’οὐ δὲ ταῦτα ἴδια καλῶς ἂν λέγοιτο, κοινὰ γάρ ἐστιν ἁπάντων τῶν ἐναίμων ζώων. εὔδηλον δ’ὅτι καὶ τούτων ἕκαστα ἐκ τῶν πρώτων τεττάρων γέγονεν, ἅπερ ἀπὸ τῶν ποιοτήτων ὀνομάζοντες, ὑγρὸν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν λέγομεν. ἴδια δὲ τῆς οὐσίας αὐτῶν ἐστιν ὀνόματα πῦρ, ἢ ὕδωρ, ἢ ἀὴρ, ἢ γῆ. πρόδηλον γὰρ ὅτι τὰ στοιχεῖα κατὰ τὰς ἁπλᾶς καὶ ἀμίκτους ποιότητας καλεῖται, θερμότητος μὲν ἄκρας ὑπαρχούσης ἐν πυρὶ, καθάπερ γε καὶ ὑγρότητος ἐν ἀέρι, ψυχρότητος δὲ ἐν ὕδατι, ξηρότητος δὲ ἄκρας, ἅμα πιλήσειτε καὶ ψύξει κατὰ τὴν γῆν. πῶς οὖν οἴονταί τινες ὑγρὸν μὲν καὶ ξηρὸν καὶ ψυχρὸν καὶ θερμὸν Ἱπποκράτει τίθεσθαι τὰ στοιχεῖα; φαίνεσθαι γὰρ ἐν ἀνθρώπῳ ταῦτα, πῦρ δὲ καὶ ὕδωρ, ἀέρατε καὶ γῆν μὴ προσίεσθαι, διότι μη δὲ φαίνεταί τι τούτων ἐν ἀνθρώπου σώματι. μὴ παρακολουθοῦντες μὴν, ὅτι τὰ φαινόμενα περὶ τὸ σῶμα μέν ἐστι τὰ φαινόμενα, καθάπερ τὸ σῶμα, θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. τίς αὖ ταῦτα τολμήσειε φάναι κοινὰ στοιχεῖα πάντων εἶναι σωμάτων; οὐδεὶς δήπου τῶν καὶ βραδυτάτων, εἰρηκότος τοῦ Ἱπποκράτους, ἀνάγκη τοίνυν τῆς φύσιος τοιαύτης ἐούσης καὶ τῶν ἄλλων ἁπάντων καὶ τῆς τοῦ ἀνθρώπου, μὴ τὰ βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ, λέγειν αὐτὸν οἴεσθαι νῦν, ἀλλὰ τὰ τέτταρα στοιχεῖα. ταῦτα γὰρ ἄκρας ἔχει καὶ ἀμίκτους ποιότητας, ἐξ ὦν ἀλλήλαις κεραννυμένων τὰ μεταξὺ σώματα πάντα γίγνεται, κατ’ἐπικράτειαν οὐ κυρίως ὀνομαζόμενα θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρά. ὡς εἴ γε ταῦτα τὰ ἤδη κεκραμένα στοιχεῖα θησόμεθα, τὰ τὰς ἄκρας ἔχοντα ποιότητας, οὐκ οἶδ’ὅ τι φήσομεν εἶναι. καὶ κατὰ τὴν ἐχομένην δὲ ῥῆσιν ἐναργέστερον ἔτι τὴν ἑαυτοῦ γνώμην ἐνδείκνυται. πρὸς ἣν ἤδη μεταβῶμεν.
“καὶ πάλιν γε ἀνάγκη ἀποχωρέειν εἰς τὴν ἑαυτοῦ φύσιν ἕκαστον, τελευτῶντος τοῦ σώματος τοῦ ἀνθρώπου, τότε ὑγρὸν πρὸς τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πρὸς τὸ ξηρὸν καὶ τὸ θερμὸν πρὸς τὸ θερμὸν καὶ τὸ ψυχρὸν πρὸς τὸ ψυχρόν”. ἀποχωρεῖν φησὶ διακρινόμενον ἐν τῇ τελευτῇ τοῦ ἀνθρώπου, πρὸς τὴν ἑαυτοῦ φύσιν, ἕκαστον τῶν προειρημένων στοιχείων, ἃ θερμὸν ἐκάλει καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, οὐδέπω λέγων τὸ αἷμα, πρὸς τὸ κατὰ τὸν κόσμον αἷμα · καὶ τὸ φλέγμα πρὸς τὸ φλέγμα. καὶ τὴν χολὴν πρὸς τὴν χολήν. καὶ τὴν ἀρτηρίαν πρὸς τὴν ἀρτηρίαν · καὶ τὴν σάρκα πρὸς τὴν σάρκα · καὶ τὴν φλέβα πρὸς τὴν φλέβα · καὶ τὸ νεῦρον ἀπιέναι πρὸς τὸ νεῦρον · ἀλλὰ τὸ καθ’ἕκαστον τούτων θερμόντε καὶ ψυχρὸν, ὑγρόντε καὶ ξηρὸν εἰς τὰ κοινὰ πάντων ἀπέρχεσθαι στοιχεῖα. σύγκειται γὰρ δή που καὶ τὸ νεῦρον ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τῶν στοιχείων δηλονότι. οὐ γὰρ δὴ ἐξ ἄλλου γε νεύρου, καθάπερ οὐ δ’ἡ φλὲψ ἐξ ἄλλης φλεβός. ὅτι μη δ’ἐπινοηθῆναι δύναται κεραννύμενα δι’ὅλων ἀλλήλων ταῦτα, σὰρξ καὶ φλὲψ καὶ ὀστοῦν καὶ ἀρτηρία καὶ τὰ ἄλλα μόρια. βούλεται δ’αὐτὸς κεκρᾶσθαι δι’ὅλων ἀλλήλοις τὸ θερμὸν καὶ ψυχρὸν καὶ ξηρὸν καὶ ὑγρὸν, εἴ τι μεμνήμεθα τῶν ὀλίγον ἔμπροσθεν εἰρημένων. ὥστε οὐ τὰ σαφῶς βλεπόμενα κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμὰ καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ μόρια στοιχεῖα τῆς τοῦ ἀνθρώπου φύσεως ἐστίν, ἀλλὰ τὰ τούτων αὐτῶν συνθετικάτε καὶ γεννητικά. ταῦτα δέ ἐστιν ὕδωρτε καὶ πῦρ, ἀήρτε καὶ γῆ. ἀποδέδεικται γὰρ περὶ τούτων ἱκανῶς ἐν τῷ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων.
“τοιαύτη δὲ καὶ τῶν ζώων ἐστιν ἡ φύσις καὶ τῶν ἄλλων ἁπάντων”. τοιαύτη, φησὶν, οὐ μόνον ἡ τοῦ ἀνθρώπου φύσις ἐστὶν, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων, ἐκ θερμοῦ δηλονότι καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκραμένη τῶν ἁπλῶν καὶ ἄκρων. τὰ γὰρ ἐν τῷ μεταξὺ πάντα τὴν κρᾶσιν ἐκ τούτων ἔσχηκεν. ἀδιανόητον οὖν γίγνεται τὸ λέγειν ἐν τῷ μεταξὺ τὴν κρᾶσιν γίγνεσθαι τῶν ἐν τῷ μεταξύ. τοῦτο δ’οὐκ αἰσθάνονται λέγοντες οἱ ἐκ τῶν κατὰ τὸ σῶμα βλεπομένων ὑγρῶν καὶ ξηρῶν, θερμῶντε καὶ ψυχρῶν, τὴν φύσιν ἡμῶν συγκεῖσθαι φάσκοντες. ἔτι δὲ ἀδιανοητότερον, εἰ καὶ τῶν ἄλλων ἁπάντων ζώωντε καὶ φυτῶν ἐκ τούτων λέγομεν εἶναι τὴν φύσιν. Ἱπποκράτης μὲν γὰρ εἴρηκε φανερῶς ἐν τῇ ῥήσει καὶ τῶν ἄλλων ἁπάντων τὴν τοιαύτην εἶναι φύσιν. οἱ δ’οὐκ οἶδ’ὅ τι φήσουσιν. ὅταν γοῦν εἰς τὴν γῆν ἐκβληθέντος σπέρματος συκῆς, εἰ τύχῃ, γένηται μέγιστον δένδρον, ἀδιανόητόν ἐστι λέγειν, οὐκ ἐκ γῆς καὶ ὕδατος, ἀλλ’ἑτέρωθεν αὐτῇ τὴν τοσαύτην οὐσίαν ὑπάρξαι. καὶ μὴν ἡ γῆ κατὰ τὸν ἑαυτῆς λόγον ἄκρως ἐστὶ ψυχρὰ, θερμότητα δ’ἔχει πολλὴν ἡ συκῆ δι’ἣν ζῇ, καὶ διὰ τοῦτο κα- κᾀν τοῖς ἰσχυροῖς χειμῶσι καταψυχομένη οὐ νεκροῦται. δῆλον οὖν ὅτι μὴ μόνον ἐξ ὕδατος καὶ γῆς συνέστηκε τὸ σῶμα τῆς συκῆς, ἀλλὰ καὶ τῆς πυρώδους φύσεως μετείληφεν. εὔδηλον δ’ὅτι καὶ τῆς ἀερώδους, εἴ γε σαφῶς ἐστι τὸ ξύλον αὐτῆς οὐ μόνον τῆς γῆς, ἀλλὰ καὶ τοῦ ὕδατος κουφότερον. ἐκ τῶν τεσσάρων οὖν ἐστι καὶ ἡ συκῆ. καὶ εἴπερ αὐτὴ καὶ τὸ σῦκον, οὕτω δὲ καὶ οἱ καρποὶ πάντες. εἰσὶ δὲ οἱ πυροὶ καὶ αἱ κριθαὶ καὶ οἱ κύαμοι καὶ τὰ ἄλλα δημήτρια σπέρματα τῶν καρπῶν μόρια. καὶ αὐτὰ τοίνυν ἐκ τῶν τεσσάρων συνεστήκασι, γῆς, πυρὸς, ὕδατόςτε καὶ ἀέρος. ἐπεὶ δὲ ἐκ τῆς τῶν καρπῶντε καὶ φυτῶν ἐδωδῆς οἱ μὲν ἡμῖν γίγνονται χυμοὶ, καὶ οὗτοι δηλονότι τὴν πρώτην ἀρχὴν τῆς γενέσεως ἕξουσιν, ὕδωρ καὶ γῆν, ἀέρατε καὶ πῦρ. ἀλλ’ὅπερ ἔφην, ἀποδέδεικται καὶ ταῦτα ἐν τῷ περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων, ὥστ’ἤδη μεταβαίνειν καιρὸς ἐφ’ἑτέραν ῥῆσιν.
“γίνεταίτε ὁμοίως πάντα καὶ τελευτᾷ ὁμοίως πάντα”. οὐ δὲ μαντευσάμενός τις ἔσεσθαί τινας ἀνθρώπους οἳ παρακούσουσιν αὐτοῦ, τοσαυτάκις ἂν εἶπε τα- ταὐτὸ δόγμα, καθάπερ νῦν ὁ Ἱπποκράτης ἐποίησε, πάντα φάσκων οὐ μόνον ἄνθρωπον ὁμοίως γίγνεσθαι καὶ τελευτᾷν, ὥσπερ εἴρηται, ἐκ τῶν τεττάρων δηλονότι στοιχείων, οὐ τῶν ἐν τῷ σώματι μορίων θερμῶν, ἢ ψυχρῶν, ἢ ξηρῶν, ἢ ὑγρῶν. ἀλλ’εἰσί γε οὕτω τινὲς ἀναίσθητοι λέξεως Ἑλληνικῆς, ὡς οἴεσθαι τὸ κατὰ τὸ σῶμα τοῦ ἀνθρώπου θερμόντε καὶ ψυχρὸν, ὑγρόντε καὶ ξηρὸν αἰσθητῶς διαγιγνωσκόμενα, πάντων εἶναι τῆς γενέσεως κοινὰ στοιχεῖα.
“ξυνίσταται γὰρ αὐτέων ἡ φύσις ἀπὸ τουτέων τῶν προειρημένων πάντων καὶ τελευτᾶ κατὰ τὰ εἰρημένα, ἐς τὸ ἑωϋτὸ ὅθενπερ ξυνέστη ἕκαστον. ἐνταῦθα οὖν καὶ ἀπεχώρησεν”. ἐπιμένει τῷ δόγματι τὴν φύσιν ἁπάντων ἐκ τῶν εἰρημένων τεττάρων συνίστασθαι καὶ τελευτᾷν εἰς αὐτὰ βουλόμενος. ὅθεν γὰρ ἕκαστον τῶν ὄντων συνέστη, φησὶν, ἐνταῦθα καὶ ἀπεχώρησεν, εἰς τὰ κοινὰ δηλονότι στοιχεῖα τοῦ κόσμου, γῆν, ὕδωρ, ἀέρατε καὶ πῦρ. ἐσχάτως οὖν ἀγνοοῦσι τὴν Ἱπποκράτους γνώμην καὶ τὸ κατὰ τὴν ἀρχὴν εἰρημένον. οὔτε γὰρ τὸ πάμπαν ἠέρα λέγω τὸν ἄνθρωπον οὔτε ὕδωρ οὔτε πῦρ οὔτε γῆν, ἀντὶ τοῦ μη δ’ὅλως ἀκούοντες. ἐφάνη γὰρ οὐ τὸ μη δ’ὅλως εἶναι τὰ κοινὰ πάντων στοιχεῖα κατὰ τὸ σῶμα βουλόμενος τοῦ ἀνθρώπου ὁ Ἱπποκράτης, ἀλλὰ τοὺς ἓν μόνον ἐξ αὐτῶν λέγοντας μεμφόμενος.
“τὸ δὲ σῶμα τοῦ ἀνθρώπου ἔχει ἐν ἑωϋτῷ αἷμα καὶ φλέγμα καὶ χολὴν διττὴν, ἤγουν ξανθήντε καὶ μέλαιναν, καὶ ταῦτά ἐστιν αὐτέῳ ἡ φύσις τοῦ σώματος καὶ διὰ ταῦτα ἀλγέει καὶ ὑγιαίνει”. συντελέσας τὸν περὶ τῶν κοινῶν στοιχείων λόγον, ἐπὶ τὰ τῶν ἐναίμων ζώων, ὧν ἐστι καὶ ὁ ἄνθρωπος, ἐν τῇ προκειμένῃ ῥήσει μετέβη, βουλόμενος ἐξ αἵματος καὶ φλέγματος καὶ χολῆς διττῆς, τήντε ἐξ ἀρχῆς γένεσιν ἡμῶν γίνεσθαι καὶ τὴν ἐν ὅλῳ τῷ βίῳ διαμονὴν ἐκ τούτων ὑπάρχειν καὶ ταῦτα τὴν ὅλην φύσιν εἶναι τοῦ ἀνθρώπου, τῶν μὲν χυμῶν ἐν τοῖς στερεοῖς περιεχομένων, αὐτῶν δὲ τῶν στερεῶν ἐν τῇ πρώτῃ διαπλάσει κυουμένου τοῦ ζώου, τὴν γένεσιν ἐκ τούτων ἐχόντων. ἐκ γὰρ τοῦ καταμηνίου πάντα τὰ μόρια γέγονεν, οὐκ εἰλικρινοῦς αἵματος ὄντος, ἀλλ’ἔχοντος ἐν ἑαυτῷ διττὰς χολὰς καὶ φλέγμα. δείξει γὰρ ὀλίγον ὕστερον τοῦτο · καὶ μέντοι καὶ τὸ ὑγιαίνειν ἡμῖν ἀλγεῖντε καὶ νοσεῖν ἐκ τούτων φησὶ γίγνεσθαι, κατὰ τὸν τρόπον καθ’ὃν γίνεται ταῦτα, διὰ τῆς ἐχομένης ῥήσεως.
“ὑγιαίνειν μὲν οὖν μάλιστα, ὁκόταν μετρίως ἔχῃ ταῦτα τῆς πρὸς ἄλληλα χρήσιος καὶ δυνάμιος καὶ τοῦ πλήθεος καὶ μάλιστα ἢν μεμιγμένα ᾖ” κατὰ πάντας ἰατρούςτε καὶ φιλοσόφους τοὺς τελείους δογματικοὺς ἡ συμμετρία τῶν στοιχείων ὑγίειαν ἐργάζεται. διττῆς δ’οὔσης τῷ γένει τῆς ἐν ταῖς λογικαῖς αἱρέσεσι στοιχειώσεως, ἡ μὲν ἑτέρα κατὰ παράθεσίντε καὶ περιπλοκὴν τῶν πρώτων σωμάτων τὰς γενέσεις τῶν συνθέτων γενέσθαι φησὶν, ἡ δὲ ἑτέρα κατὰ κρᾶσιν. ἡ μὲν οὖν προτέρα τὴν συμμετρίαν ἐν τῇ ποροποιΐᾳ τίθεται. ἡ δὲ ἑτέρα κατὰ τὴν εὐκρασίαν τῶν στοιχείων ἡμᾶς φησιν, ἧς δηλονότι δόξης ὁ Ἱπποκράτης ἐστὶν ἡγεμών. οὔσης δὲ διττῆς συμμετρίας, τῆς μὲν ἐν τῇ δυνάμει τῶν κεραννυμένων, τῆς δὲ ἐν τῷ ποσῷ τῆς οὐσίας, ἑκατέρας ἐμνημόνευσεν Ἱπποκράτης εἰπὼν, τῆςτε δυνάμεως καὶ τοῦ πλήθεος. τὸ δ’ἐπὶ τέλει τῆς ῥήσεως εἰρημένων τὸ καὶ μάλιστα ἢν μεμιγμένα ᾖ, τὴν ἀκρίβειαν τῆς δι’ὅλων αὐτῶν κράσεως ἐνδείκνυται. κατὰ γὰρ τὴν τελείως ἀμεμπτοτάτην τοῦ σώματος διάθεσιν οὐ μόνον ἡ συμμετρία τῶν τεσσάρων στοιχείων, ἀλλὰ καὶ ἡ δι’ὅλων κρᾶσις ἀκριβοῦται. κατὰ δὲ τὰς φαυλοτέρας κράσεις τοῦ σώματος ἐνδέχεταί ποτε καθ’ἕν τι μόριον οὐκ ἴσως, οὐ δ’ὁμοίως οὐ δὲ δι’ὅλων ἀλλήλοις κεκρᾶσθαι τοὺς χυμοὺς, ἀλλ’ὅταν γε μη δέ πω σαφῶς ἐνέργεια βλάπτεται, μεμπτὴ μέν ἐστιν ἡ ὑγίεια, νόσος δὲ οὐ δέ πω.
“ἀλγέει δ’ὁκόταν τι τουτέων ἔλασσον ἢ πλεῖον εἴη ἢ χωρισθῇ ἐν τῷ σώματι καὶ μὴ κεκραμένον ᾖ τοῖς ξύμπασι”. ὥσπερ ἐπὶ τῆς ὑγιείας τὴν ἀκριβῆ συμμετρίαν ἐν ποσότητι καὶ δυνάμει καὶ τῇ δι’ὅλων ἔθετο κράσει, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῆς νόσου τὰ τούτων ἐναντία τίθεται, τὸ μὲν ἔλασσον, ἢ πλέον εἴςτε τὸ ποσὸν τῆς οὐσίας καὶ τὴν δύναμιν ἀναγαγὼν, τὸ δὲ μὴ κεκρᾶσθαι τοῖς πᾶσιν εἰς δυσκρασίαν ἢ ἀνωμαλίαν κράσεως, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι.
“ἀνάγκη γὰρ ὁκόταν τι τουτέων χωρισθῇ καὶ ἐφ’ἑωϋτοῦ στῇ, ἔνθεντε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον ἐπίνοσον γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα στῇ καὶ ἐπιχυθῇ, ὑπερεκπιμπλάμενον, ὀδύνηντε καὶ πόνον παρέχειν”. ὅταν τῶν τεσσάρων τις χυμῶν αὐτὸς κατ’ἑαυτὸν ἵστηταί που κατά τι μόριον, ἀποχωρισθεὶς τῶν ἄλλων καὶ μὴ κεκραμένος ᾖ ὅλος δι’ὅλων αὐτοῖς, ὀδυνᾶται τὸ ζῶον ἐν δυσκρασίᾳ γενομένων ἀμφοτέρων τῶν μορίων, ἔνθεντε ἐξέστη καὶ εἰς ὃ μετέστη. καὶ μάλιστα τοῦτο γίνεται κατὰ τοὺς ἰσχυρὰς ἔχοντας τὰς δυνάμεις χυμούς. οὗτοι γὰρ οὐ μόνον τῷ ποσῷ βαρύνοντες τὸ μόριον, εἰς ὃ κατέσκηψαν, ἀλλὰ καὶ τῷ ποιῷ τὴν ὀδύνην ἐργάζονται, θερμαίνοντες ἢ ψύχοντες σφοδρῶς.
“καὶ γὰρ ὁκόταν τι τουτέων ἔξω τοῦ σώματος ἐκρυῇ πλέον τοῦ ἐπιπολάζοντος, ὀδύνην παρέχει ἡ κένωσις”. ἀντὶ τοῦ πλεονάζοντος ἀκουστέον εἰρῆσθαι νῦν τὸ ἐπιπολάζοντος, ἢ εἴπερ μὴ τοῦτό τις ἀκούειν ἐθέλοι, τό μὴ κεκραμένον ἅπασι τοῖς ἄλλοις, ἐπιπολάζον οἰητέον εἰρῆσθαι. πιθανὸν γὰρ ἑκάτερον αὐτῶν.
“ἤντ’αὖθις εἴσω ποιήσηται τὴν κένωσιν καὶ τὴν μετάστασιν καὶ τὴν ἀπόκρισιν ἀπὸ τῶν ἄλλων, πολλὴ αὐτέῳ ἀνάγκη διπλῆν τὴν ὀδύνην παρέχειν κατὰ τὰ εἰρημένα, ἔνθεντε ἐξέστη καὶ ἔνθα ὑπερέβαλεν. εἶπον δὴ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα καὶ κατὰ νόμον καὶ κατὰ φύσιν”. ὅτι προείρηται τοῦτο καὶ αὐτὸς ἐδήλωσεν εἰπὼν κατὰ τὰ εἰρημένα. τῇ λέξει γὰρ, οὐ τῇ δυνάμει τῆς νῦν εἰρημένης ῥήσεως διήνεγκεν ἡ μικρὸν ἔμπροσθεν ὑπ’αὐτοῦ γεγραμμένη, καθ’ἣν οὕτως εἶπεν. ἀνάγκη γὰρ ὅταν τι τουτέων χωρισθῇ καὶ ὑφ’ἑωϋτοῦ στῇ, ἔνθεντε ἐξέστηκεν, οὐ μόνον τοῦτο τὸ χωρίον νοσερὸν γίγνεσθαι, ἀλλὰ καὶ ἔνθα ἂν στῇ καὶ ἐπιχυθῇ ὑπερεμπιπλάμενον, ὀδύνηντε καὶ πόνον παρέχειν. εἰπὼν δὲ ἃ ἂν φήσω τὸν ἄνθρωπον εἶναι, ἀποφαίνειν ἀεὶ ταῦτα ἐόντα κατὰ νόμον καὶ κατὰ φύσιν. κατὰ νόμον μὲν εἶπε δηλῶσαι βουλόμενος τὴν τῶν ἀνθρώπων δόξαν, ἣν ἔχουσι περὶ αὐτῶν, κατὰ φύσιν δὲ τὴν τῶν αὐτῶν πραγμάτων ἀλήθειαν. προσέχωμεν οὖν ἤδη ταῖς ἑξῆς ῥήσεσιν, ἵνα γνῶμεν, εἰ ὅπερ ὑπέσχετο κατὰ τὰς ἀρχὰς τοῦ συγγράμματος νῦν ἀποδίδωσι.
“φημὶ δὴ εἶναι αἷμα καὶ φλέγμα καὶ χολὴν ξανθήντε καὶ μέλαιναν · καὶ τουτέων μὲν πρῶτον κατὰ νόμον τὰ ὀνόματα διωρίσθαι φημὶ καὶ οὐδενὶ αὐτέων τω- τωὐτὸ ὄνομα εἶναι, ἔπειτα κατὰ φύσιν τὰς ἰδέας κεχωρίσθαι, καὶ οὔτε τὸ φλέγμα οὐδὲν ἐοικέναι τῷ αἵματι, οὔτε τὸ αἷμα τῇ χολῇ, οὔτε τὴν χολὴν τῷ φλέγματι. πῶς γὰρ ἂν ἐοικότα εἴη ταῦτα ἀλλήλοισιν, ὧν οὔτε τὰ χρώματα ὅμοια φαίνεται προσορώμενα, οὔτε τῇ χειρὶ ψαύοντι ὅμοια δοκέει εἶναι; οὔτε γὰρ θερμὰ ὁμοίως ἐστὶν, οὔτε ψυχρὰ, οὔτε ξηρὰ, οὔτε ὑγρά”. καὶ σαφὴς ὁ λόγος αὐτοῦ πᾶς ἐστι καὶ ἀποδείκνυσιν ὃ προὔθετο. κατὰ μὲν γὰρ τὴν προκειμένην ταύτην ῥῆσιν ἔδειξε τέτταρας εἶναι χυμοὺς ἐν τῷ σώματι διαφέροντας ἀλλήλων · ἐν δὲ ταῖς ἐφεξῆς, ὅτι καὶ κατὰ φύσιν εἰσὶν οὗτοι πάντες, οὐχ εἶς ἐξ αὐτῶν. ἀλλ’ἔν γε τῇ προκειμένῃ ταύτῃ ῥήσει καὶ χροίᾳ καὶ συστάσει καὶ θερμότητι καὶ ψυχρότητι διαφέρειν ἀλλήλων φησὶ τοὺς χυμούς · καὶ γὰρ καὶ φαίνεται σαφῶς ταῦτα · προσκρούεται δὲ ἴσως τισὶ τὸ καὶ ξηρότητι χυμὸν χυμοῦ διαφέρειν, ἁπάντων τῶν χυμῶν ὑγρῶν ὄντων. ἀναιρείτωσαν οὖν οὗτοι τὸ μη δ’ὑγρότητι διαφέρειν αὐτοὺς, εἴπερ γ’ὑγρότερον ἕτερον ἑτέρου συγχωροῦσιν εἶναι. καὶ μέντοι καὶ φαίνεται σαφῶς τοῦτο κατὰ πάντας τοὺς χυμούς. ἥτε γὰρ ξανθὴ χολὴ πολλάκις μὲν ἐξυγραίνεται σφοδρῶς, ἡνίκα μη δὲ ξανθὸν, ἀλλ’ὠχρὸν αὐτῆς γίγνεται τὸ χρῶμα, πολλάκις δ’ὥσπερ λέκιθος γίγνεται παχεῖα, διότι καὶ λεκιθώδης ὀνομάζεται πρός τινων · ἥτ’αὖ μέλαινα διὰ παντός ἐστι παχυτέρα τῆς ὠχρᾶςτε καὶ ξανθῆς. οὐκ ὀλίγον δὲ οὐ δὲ κατ’αὐτήν ἐστι τὸ μᾶλλόντε καὶ ἧττον, ὥσπερ γε καὶ τὸ αἷμα. φαίνεται γὰρ τοῦτο, ποτὲ μὲν οὕτως ὑγρὸν, ὡς ῥεῖν, ποτὲ δ’ἱκανῶς παχύ. τὸ φλέγμα δὲ ἔχον τὴν αὐτὴν ἀναλογίαν ἰδεῖν ἐστι τῇ κατὰ τοὺς εἰρημένους χυμούς. ὑπαλλάττεται γὰρ ἐν πάχει καὶ λεπτότητι, ποτὲ μὲν ὑδατῶδες ὂν, ἔστι δ’ὅτε παχυνόμενον, ὡς ἐοικέναι πύῳ. συμβαίνει δὲ τοῦτο τοῖς χυμοῖς, ὡς ἂν οὐκ οὖσιν ὄντως στοιχείοις, ὥσπερ ὕδωρ καὶ γῆ καὶ ἀὴρ καὶ πῦρ ἐστιν. ἕκαστος γὰρ αὐτῶν ἐκ τῶν τεττάρων τούτων γέγονεν, ἐπικρατοῦντος ἄλλου κατ’ἄλλο αὐτῶν, ὡς δὴ πολλάκις ἐμάθετε.
“ἀνάγκη τοίνυν, ὅτε τοσοῦτον διήλλακται τὴν ἰδέηντε καὶ τὴν δύναμιν ἀλλήλων, μὴ ἓν αὐτὰ εἶναι, εἴπερ μὴ πῦρτε καὶ ὕδωρ ἓν καὶ ταυτόν ἐστιν”. ἀλλόκοτος μὲν ἡ δόξα τῶν ἡγουμένων ἓν εἶναι τὸν ἄνθρωπον, ὅμως ὁ Ἱπποκράτης ἀντιλέγων αὐτῇ φαίνεται διὰ σπουδῆς ἴσως τινῶν κατ’αὐτὸν ὄντων ἐπιφανῶν ἀνδρῶν, οἳ ταύτην ἐπρέσβευον τὴν δόξαν. ὅπου γὰρ καὶ συγγράμματα πλεῖστα παλαιῶν ἀνδρῶν οὐκέτι σώζεται, πολὺ δὴ μᾶλλον οὐ δὲ τὰς ἀγράφους δόξας εἰκός ἐστιν αὐτῶν διασώζεσθαι, καὶ μάλισθ’ὅτι μη δ’ἔγραψαν ἔνιοι σύγγραμμα μηδὲν, ὥσπερ Σωκράτης καὶ ὁ Πυθαγόρας καὶ τῶν καθ’ἡμᾶς ἐνδόξων ἰατρῶν Κόϊντος. ἔτι δὲ μᾶλλόν ἐστι πιστεῦσαι πολλοὺς ἄνδρας ἐπιφανεῖς γεγονέναι ζῶντας, ἀποθανόντων δ’αὐτῶν ἀπολωλέναι τὰς περὶ τῶν δογμάτων ὑπολήψεις, ὁπότε καὶ Πλάτωνος τοσαῦτα συγγράμματα γράψαντος ὅμως οἱ μαθηταὶ λέγουσιν εἶναί τινα παρὰ τὰ γεγραμμένα τῶν ἀγράφων δογμάτων αὐτοῦ. ὥσπερ δὲ τοῖς μαθηταῖς ἄγραφα δόγματα λέγουσιν εἶναι πιστεύομεν, οὕτω καὶ τῷ Ἱπποκράτει πιστεύομεν εἶναί τινας, οἳ γῆν μόνην ἔλεγον εἶναι κοινὸν ἁπάντων στοιχεῖον, ἐν ἀνθρώπῳ δὲ χολὴν, ἢ φλέγμα. καὶ γὰρ καὶ νῦν οἶδά τινας ἄλλα γράφοντας, ὧν τὰ συγγράμματα τοῖς μὲν ἤδη συναπέθανε, τοῖς δὲ συντεθνήξεται, καθάπερ καὶ τοῦ λέγοντος ἁπάντων εἶναι μητέρα καὶ τιθήνην καὶ ἀρχὴν καὶ στοιχεῖον τὴν γῆν · αὐτὴν γὰρ καὶ τὸν οὐρανὸν γεννῆσαι, καθάπερ Ἡσίοδός φησι, καὶ τὰ ζῶα τὰ κατ’αὐτήν. καὶ τῶν Ἀρχιγενείων δέ τις, ἀνὴρ οὐ φαυλότατος, ἐπέπειστο μήτ’ἐν ταῖς εἰσπνοαῖς εἴσω τοῦ σώματος ἰέναι τὸν ἀέρα μήτ’ἐν ταῖς ἐκπνοαῖς ἔξω. καὶ ἄλλος τις ἐβούλετο τὸν πρῶτον καὶ στοιχειώδη χυμὸν εἶναι φλέγμα. μὴ τοίνυν ζητήσωμεν ὀνόματα τῶν τὰς ἀλλοκότους δόξας ταύτας πρῶτον ἀποφηναμένων. εἰ γὰρ ὅτι Θαλῆς ἀπεφήνατο στοιχεῖον μόνον εἶναι τὸ ὕδωρ ἐκ συγγράμματος αὐτοῦ δεικνύναι οὐκ ἔχομεν, ἀλλ’ὅμως ἅπασι καὶ τοῦτο πεπίστευται.
“γνοίης δ’ἂν τοῖσδε ὅτι οὐχ ἓν ταῦτα πάντα ἐστὶν, ἀλλ’ἕκαστον αὐτέων ἔχει δύναμίντε καὶ φύσιν τὴν ἑωυτέου. ἢν γάρ τινι διδῷς ἀνθρώπῳ φάρμακον, ὅ τι φλέγμα ἄγει, ἀπεμέεταί σοι φλέγμα · καὶ ἢν διδῷς φάρμακον, ὅ τι χολὴν ἄγει, ἐμέεταί σοι χολή. κατὰ τὰ αὐτὰ δὲ καὶ χολὴν μέλαιναν καθαίρει, ἢν διδῷς φάρμακον, ὅ τι χολὴν μέλαιναν ἄγει. καὶ ἢν τρώσῃς αὐτέῳ τοῦ σώματος μέρος τι, ὥστε τραῦμα γενέσθαι, ῥυήσεται αὐτέῳ αἷμα. καὶ ταῦτα ποιήσει πάντα σοι πᾶσαν ἡμέρηντε καὶ νύκτα καὶ χειμῶνόςτε καὶ θέρεος, μέχρις ἂν δυνατὸς ᾖ τὸ πνεῦμα ἕλκειν ἐς ἑωυτὸν καὶ πάλιν μεθιέναι, δυνατὸς δὲ ἔσται, ἔστ’ἄν τινος τουτέων στερηθῇ τῶν ξυγγεγονότων · ξυγγέγονε δὲ ταῦτα τὰ εἰρημένα. πῶς γὰρ οὐ ξυγγέγονε; πρῶτον μὲν γὰρ φανερῶς ἐστιν ὁ ἄνθρωπος ἔχων ἐν ἑωυτῷ ταῦτα πάντα αἰεὶ, ἕως ἂν ζῇ, ἔπειτα δὲ γέγονεν ἐξ ἀνθρώπου ταῦτα πάντα ἔχοντος, ἔπειτα τέθραπται ἐν ἀνθρώπῳ ταῦτα πάντα ἔχοντι, ὁκόσα ἔγωγε νῦν φημίτε καὶ ἀποδείκνυμι”. ἐν μὲν τῇ προτέρᾳ ῥήσει δέδεικται πρὸς αὐτοῦ σαφῶςτε ἅμα καὶ ἀληθῶς, ὡς ἔχει ἄνθρωπος ἐν ἑαυτῷ πάντα, χολὰς καὶ φλέγμα καὶ αἷμα · κατὰ δὲ τὴν προκειμένην οὐ τοῦτο μόνον ἐπιδεικνύει, ἀλλ’ὅτι καὶ κατὰ φύσιν ἐστὶν, οὐ, καθάπερ ἔνιοί φασιν, ἓν ἐξ αὐτῶν. αἱ μὲν οὖν ἄλλαι δόξαι τῶν ἕνα λεγόντων εἶναι κατὰ φύσιν ἐν τῷ σώματι χυμὸν εὐέλεγκτοι · ἡ δὲ τῶν τὸ αἷμα φασκόντων οὐκ εὐκαταφρόνητος, ἀλλὰ μεγάλου τινὸς ἀγῶνος δεῖται πρὸς τὸ καταβάλλειν αὐτήν. ἐνστήσασθαι δὲ καιρὸς ἤδη τὴν ἀρχὴν ἀπὸ τοῦ πρόσθεν εἰρημένου τῷ ἀνδρὶ ποιησαμένους. λέγει δὲ ᾧδέ πως. ἀξιῶ δ’ἔγωγε τὸν λέγοντα αἷμα μοῦνον εἶναι τὸν ἄνθρωπον καὶ ἄλλο μηδὲν δεικνύναι αὐτὸν μὴ μεταλλάσσοντα τὴν ἰδέην μη δὲ γίγνεσθαι παντοῖον, ἀλλ’ἢ ὥρην τινὰ τοῦ ἐνιαυτοῦ, ἢ τῆς ἡλικίης τοῦ ἀνθρώπου, ἐν ᾗ αἷμα ἓν ἐὸν φαίνεται μοῦνον ἐν τῷ ἀνθρώπῳ. εἰκὸς γάρ ἐστιν εἶναι μίαν γέ τινα ὥρην, ἐν ᾗ φαίνεται αὐτὸ ἐφ’ἑωυτῷ ἓν ἐόν. ἐὰν οὖν τούτῳ τῷ λόγῳ προσθήσῃς τὸ κατὰ τὴν νῦν ἡμῖν προκειμένην ῥῆσιν ἀποδεικνύμενον, ὁλόκληρον ἐργάσῃ τὸ δόγμα τοῦ Ἱπποκράτους · ἀποδείκνυται γὰρ ἐνταῦθα μήτε ὥραν μίαν ἐνὸν εἶναί τινα τοιαύτην μήθ’ἡλικίαν, ἐν ᾗ τὸν ἄνθρωπον ἐπιδείξει τις οὐμετέχοντα τῶν ἄλλων χυμῶν. ἀλλὰ καὶ διὰ τῶν καθάρσεων. καὶ γὰρ ἂν δῷς τινι φάρμακον ἤτοι χολὴν ἄγον ἢ φλέγμα, κενούμενον ὄψει τὸ πρὸς αὐτοῦ πεφυκὸς ἕλκεσθαι, ὡς ἐν παντὶ καιρῷ πάντων περιεχομένων ἐν τῷ σώματι. τούτῳ δὲ ἐνίστανται τῷ λόγῳ τινὲς οὐ συγχωροῦντες ἕλκειν τὸ καθαρτικὸν ἐκ τοῦ σώματος τὸν οἰκεῖον χυμὸν, ἀλλὰ μεταβάλλειν εἰς ἣν αὐτὸ πέφυκεν ἰδέαν. ἀλλ’ὅτι γε ψευδὴς ὁ λόγος αὐτῶν ἐπιδέδεικται μὲν ἡμῖν καθ’ἓν ὑπόμνημα περὶ τῆς τῶν καθαιρόντων φαρμάκων δυνάμεως ἐπιγεγραμμένον, εἰρήσθω δὲ καὶ νῦν ἕν τι τῶν ἐν ἐκείνῳ λελεγμένων ἕνεκα παραδείγματος. ἐθεάσασθε γὰρ ἐπ’αὐτῶν τῶν ἔργων τῆς τέχνης οὐκ ὀλιγάκις ἐλεγχομένους τοὺς μὴ συγχωροῦντας ἕλκεσθαι τὸ κενούμενον ὑπὸ τῶν καθαιρόντων φαρμάκων, οἷον οἱ ὑδεριῶντες τῷ ἀσκίτῃ καλουμένῳ λαβόντες μὲν ὑδραγωγὸν φάρμακον ἐκκενοῦνται πλῆθος οὐκ ὀλίγον ὑδατώδους ὑγρότητος καὶ προστέλλονται τὸν ὄγκον τῆς γαστρός. εἰ δὲ χολῆς ξανθῆς ἢ μελαίνης ἀγωγὸν αὐτοῖς τις δοίη φάρμακον, ὀλιγοστόντ’ἐκκενοῖ τὸν χυμὸν, ὅτ’ὄγκος αὐτοῖς τῆς γαστρὸς οὐ μόνον οὐδὲν ἐλάττων, ἀλλὰ καὶ μείζων γίνεται. το- τοὐναντίον δὲ συμβαῖνον ἐπὶ τῶν δι’ἔμφραξιν ἥπατος ἰκτεριώντων ἐθεάσασθε. προεκφραχθέντος γὰρ αὐτοῖς τοῦ σπλάχνου διὰ τῶν τοῦτο δρᾷν δυναμένων φαρμάκων, ὅταν ἐπιδοθῇ τὸ χολαγωγὸν, ἥτε κένωσις παμπόλλη γίνεται τοῦ πλεονάζοντος χυμοῦ, παύεταίτε παραχρῆμα τὸ πάθημα. τὸ δὲ τούτοις ἀνάλογον ἴστε κα- κἀπὶ τῶν ὑπὸ φλέγματος ἢ χολῆς μελαίνης ἐνοχλουμένων γινόμενον · καὶ γὰρ κενοῦται πάμπολυς ὁ λυπῶν χυμὸς, οἵτε κάμνοντες ὀνίνανται μεγάλως. εἰ τοίνυν ἕλκονται μὲν ἐκ τῶν καθαρτικῶν τοιαῦτα, τὰ δὲ φάρμακα κατὰ πᾶσαν ἡλικίαντε καὶ ὥραν καθαίρει, διὰ παντός εἰσιν οἱ τέτταρες χυμοὶ κατὰ σῶμα τα- τἀνθρώπου. ἐχρῆν γὰρ, καθάπερ ἔμπροσθεν ἐλέχθη, κα- κἂν μίαν γοῦν τινα ὥραν τοῦ ἐνιαυτοῦ ἢ τῆς ἡλικίας τοῦ ἀνθρώπου φαίνεσθαι μόνον ἔχουσαν τὸ αἷμα, τῆς δόξης ἀληθοῦς ὑποτεθείσης εἶναι τῶν ἀποφηναμένων αἷμα μόνον εἶναι τὴν τοῦ ἀνθρώπου φύσιν, ὅπερ ἐστὶ τα- ταὐτὸν τῷ ἐξ αἵματος μόνου διαπεπλάσθαι πάντ’αὐτοῦ τὰ μόρια τρέφεσθαίτε διὰ παντὸς αἵματι μόνῳ. διττῶς δὲ τοῦ αἵματος λεγομένου, τοῦ μὲν, ὅπερ ἐν ταῖς φλεβοτομίαις καὶ τοῖς τρώμασι κενούμενον φαίνεται, μετέχοντος, ὡς ἐδείκνυμεν, ἀμφοτέρωντε τῶν χολῶν καὶ τοῦ φλέγματος, ἑτέρου δὲ τοῦ καθαροῦτε καὶ εἰλικρινοῦς ἀμίκτουτε τῶν ἄλλων χυμῶν, ἐκ μὲν τοῦ κατὰ τὸ πρότερον σημαινόμενον αἵματος ἀληθὲς ἴσως ἐστὶ διαπλάττεσθαι τὸ κυούμενον, ἐκ δὲ τοῦ κατὰ τὸ δεύτερον οὐκ ἀληθές · οὐδέποτε γὰρ ἐν ταῖς κυούσαις μόνον γίγνεται τοῦτο. διὰ τί δὲ προσέθηκα τῷ λόγῳ τὸ ἴσως, οἶμαι γινώσκειν ὑμᾶς. ἐν γὰρ τοῖς περὶ σπέρματος ὑπομνήμασιν ἐδείχθη τὰ πλεῖστα μόρια τοῦ σώματος ἐκ τοῦ σπέρματος γιγνόμενα, μόνων τῶν σαρκωδῶν ἐξ αἵματος διαπλασσομένων. ἀλλ’ἐπεὶ μὲν τοῦ σπέρματος ὀλίγος ἐστὶν ὁ καταβαλλόμενος εἰς τὰς μήτρας ὄγκος, ἡ τροφὴ δὲ αὐτῷ καὶ ἡ αὔξησις ἐκ τοῦ αἵματος γίγνεται, διὰ ταῦτ’ἄν τις ὀλίγου δεῖν ἐξ αἵματος φαίη διαπλάττεσθαι τὰ μόρια; καθ’ὅσον δὲ τὸ σπέρμα τὴν γένεσιν ἐξ αἵματος ἔσχε, κατὰ τοῦτο ἄν τις ἐξ αἵματος εἶναι λέγων τὴν γένεσιν τοῦ κυουμένου δόξειεν ἀληθεύειν, ἀλλ’οὐκ ἐξ εἰλικρινοῦς αἵματος ἀμίκτου τῶν ἄλλων χυμῶν, ἀλλ’ἐκ τοῦ κατ’ἐπικράτειαν ὠνομασμένου. τοιαύτη μέν τίς ἐστιν ἡ ὅλη διάνοια τῆς προκειμένης ῥήσεως. τῶν δὲ κατὰ μέρος ἐν αὐτῇ πρῶτον μὲν ἐπισημήνασθαι προσήκει τὸ κοινὸν οὐ μόνον ἰατρῶν ἔθος, ἀλλὰ καὶ πάντων Ἑλλήνων ὀνομαζόντων χολὴν ἄνευ προσθήκης, ὅταν τὴν ὠχρὰν ἢ τὴν ξανθὴν δηλῶσαι βουληθῶσιν. ὅτι δὲ ταῦτα ἄμφω ὀνόματα καθ’ἕν εἶδος χυμοῦ λέγεται διαφέροντος ὑγρότητι καὶ ξηρότητι, μικρὸν ἔμπροσθεν εἴρηταί μοι. τὰς δὲ ἄλλας ἁπάσας χολὰς μετὰ προσθήκης ὀνομάζουσιν ἰώδη καλοῦντες, ἢ μέλαιναν, ἢ ἐρυθρὰν, ἢ πρασοειδῆ. δεύτερον δ’ἐπὶ τῷδε κατὰ τὴν προκειμένην ῥῆσιν ἐπισημήνασθαι προσῆκον · ἔνθα φησί · μέχρις ἂν ἕλκειν δυνατὸς ᾖ τὸ πνεῦμα εἰς ἑωυτὸν καὶ πάλιν μεθιέναι. δῆλον γάρ ἐστι τὴν μὲν εἰσπνοὴν ἑλκόντων τῶν ἀναπνευστικῶν ὀργάνων τὸν ἔξωθεν ἀέρα βούλεσθαι γιγνομένην, τὴν δ’ἐκπνοὴν μεθιέντων. εἶτα τρίτον, ἔνθα φησίν · ἔστ’ἄν τινος στερηθῇ τῶν ξυγγεγονότων. βούλεται γὰρ οὐ μόνον ὅταν αἵματος στερηθῇ τὸ ζῶον ἀποθνήσκειν, ἀλλὰ καὶ φλέγματος, ἢ ξανθῆς, ἢ μελαίνης χολῆς.
“οἱ δὲ λέγοντες ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, δοκέουσί μοι ταύτῃ τῇ γνώμῃ κεχρῆσθαι. ὁρέοντες τοὺς πίνοντας τὰ φάρμακα καὶ ἀπολλυμένους ἐν τῇσιν ὑπερκαθάρσεσι τοὺς μὲν χολὴν ἐμέοντας, τοὺς δέ τινας φλέγμα, τοῦτο ἕκαστον αὐτέων ἐνόμισαν εἶναι τὸν ἄνθρωπον, ὅ τι καθαιρόμενον αὐτὸν ἴδον ἀποθανόντα. καὶ οἱ τὸ αἷμα φάντες εἶναι τὸν ἄνθρωπον τῇ αὐτέῃ γνώμῃ χρέονται · ὁρέοντες ἀποσφαζομένους τοὺς ἀνθρώπους καὶ τὸ αἷμα ῥέον ἐκ τοῦ σώματος τοῦτο νομίζουσιν εἶναι τὴν ψυχὴν ἐν τῷ ἀνθρώπῳ. καὶ μαρτυρίοισι τουτέοισι πάντες χρέονται ἐν τοῖσι λόγοισιν”. οἱ δὲ λέγοντες, φησὶν, ὡς ἕν ἐστιν ὁ ἄνθρωπος, ὡς πολλῶν ὄντων τῶν λεγόντων, οὐχ ἑνός. ἐξ ὧν δ’οὖν ἑαυτοὺς ἐπεπείκεισαν οἱ τῶν τεττάρων χυμῶν ἕνα τινὰ νομίσαντες ἱκανὸν εἶναι γεννῆσαι τὸν ἄνθρωπον, αὐτὸς ὁ Ἱπποκράτης ἐδήλωσεν, ἀπιθάνων μὲν ἡμῖν, ὡς ἔφην, ἐκείνοις δὲ δηλονότι πιθανῶν φαινομένων. ἐν γὰρ ταῖς ὑπερκαθάρσεσιν ἄλλος ἄλλον ὑπ’ἄλλου καὶ ἄλλου χυμοῦ τελέως ἐκκενωθέντος ὁρῶντες ἀπολλύμενον ἐκεῖνον μόνον ἐνόμισαν εἶναι τὸν χυμὸν τὴν φύσιν ἀνθρώπου.
“καίτοι πρῶτον μὲν ἐν τῇσιν ὑπερκαθάρσεσιν οὐδείς που ἀπέθανε χολὴν μούνην καθαρθείς · ἀλλ’ὁκόταν πίῃ τις φάρμακον, ὅ τι χολὴν ἄγει, πρῶτον τὴν χολὴν ἐμέει, ἔπειτα δὲ καὶ φλέγμα. ἔπειτα δ’ἐπὶ τῇ χολῇ ἐμέουσι καὶ χολὴν μέλαιναν ἀναγκαζόμενοι, τελευτῶντες δὲ καὶ αἷμα ἐμέουσι καθαρόν”. κα- κἀνταῦθα πάλιν σαφῶς ἐδήλωσε τὸ ἔθος τῶν Ἑλλήνων χολὴν μὲν ὀνομαζόντων πολλάκις ἄνευ προσθήκης τὴν ξανθὴν, τὴν μέλαιναν δὲ μετὰ προσθήκης ἀεί. τὸ δ’ἐν ὅλῃ τῇ ῥήσει δηλούμενον σαφές · οὐδένα γάρ φησιν ἀποθανεῖν ἕνα μόνον χυμὸν ἐκκαθαρθέντα, συνεκκενοῦσθαι γὰρ ἀεὶ καὶ τοὺς ἄλλους αὐτῷ.
“τὰ αὐτὰ δὲ πάσχουσι καὶ ὑπὸ τῶν φαρμάκων τῶν τὸ φλέγμα ἀγόντων. πρῶτον μὲν γὰρ φλέγμα ἐμέουσιν, ἔπειτα ξανθὴν χολὴν, ἔπειτα μέλαιναν, τελευτῶντες δὲ αἷμα καθαρὸν, καὶ ἐν τῷδε ἀποθνήσκουσιν”. μετὰ τὸ κενωθῆναι τὸν οἰκεῖον τῷ καθαρτικῷ φαρμάκῳ χυμὸν ἐφεξῆς αὐτῷ πρῶτος ὁ τῶν ἄλλων εὐαγωγότατος ἕπεται, μετ’ἐκεῖνον δὲ ὁ τὴν δευτέραν ἐν τούτῳ τάξιν ἔχων, κα- κἄπειτα τὸ αἷμα πάντων ὕστατον, ὡς ἂν οἰκειότατος ὢν τῇ φύσει χυμός. ἀσφαλὲς γὰρ φάναι περὶ αὐτοῦ τό γε τοσοῦτο, ὡς εἰ καὶ μὴ μόνος ἐστὶν ἡ φύσις τοῦ ἀνθρώπου, ἀλλ’οἰκειότατός γε ἁπάντων τῶν ἄλλων.
“τὸ γὰρ φάρμακον, ὁκόταν εἰσέλθῃ ἐς τὸ σῶμα, πρῶτον μὲν ἄγει ὃ ἂν αὐτέῳ κατὰ φύσιν μάλιστα ᾖ τῶν ἐν τῷ σώματι ἐνεόντων, ἔπειτα δὲ καὶ τὰ ἄλλα ἕλκειτε καὶ καθαίρει, ὥσπερ τὰ φυόμενάτε καὶ σπειρόμενα, ὁκόταν εἰς τὴν γῆν ἔλθῃ, ἕλκει ἕκαστον τὸ κατὰ φύσιν ἑωυτοῦ ἐνεὸν ἐν τῇ γῇ. ἔνι δὲ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον. πρῶτον μὲν οὖν πλεῖστον τουτέου εἵλκυσεν ἐς ἑωυτὸ, ὅ τι ἂν ᾖ ἑωυτέῳ κατὰ φύσιν μάλιστα, ἔπειτα δ’ἕλκει καὶ τὰ ἄλλα. τοιοῦτο δέ τι καὶ τὰ φάρμακα ποιέει ἐν τῷ σώματι. ὁκόσα γὰρ τὴν χολὴν ἄγει, πρῶτον μὲν ἀκρητεστάτην ἐκάθηρε τὴν χολὴν, ἔπειτα δὲ μεμιγμένην. καὶ πάλιν τὰ τοῦ φλέγματος φάρμακα πρῶτον μὲν ἀκρητέστατον τὸ φλέγμα ἄγει, ἔπειτα δὲ μεμιγμένον. καὶ πάλιν τοῖσιν ἀποσφαζομένοισι πρῶτον μὲν τὸ αἷμα ῥέει θερμότατόντε καὶ ἐρυθρότατον, ἔπειτα δὲ ῥέει φλεγματωδέστερον καὶ χολωδέστερον”. σαφὴς ἡ ῥῆσίς ἐστι, γράφοντος αὐτοῦ τὰ μαρτύρια τοῦ προκειμένου λόγου, καθ’ὃν ἔφη τὸ φάρμακον, ὅταν εἰς τὸ σῶμα ἔλθῃ, πρῶτον μὲν τὸν οἰκεῖον ἕλκειν αὑτῷ χυμὸν, ἔπειτα δὲ καὶ τοὺς ἄλλους. μεμνῆσθαι δὲ χρὴ καὶ περὶ τῶν φυτῶν αὐτοῦ λέγοντος, ἕλκειν καὶ ταῦτα εἰς ἑαυτὰ τὸ κατὰ φύσιν ἕκαστον αὑτῷ, περιέχεσθαι γὰρ ἐν τῇ γῇ καὶ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν καὶ παντοῖον, ὥσπερ δηλονότι καὶ κατὰ τὸν ἄνθρωπον ὀξὺ μὲν τὴν μέλαιναν χολὴν, πικρὸν δὲ τὴν ξανθὴν, γλυκὺ δὲ τὸ αἷμα καὶ ἁλμυρὸν τὸ φλέγμα. καὶ γὰρ τοιοῦτό ἐστί τι φλέγμα, καθάπερ ἄλλο γλυκὺ καὶ ἕτερον ὀξὺ καί τι ἕτερον μηδεμίαν ἔχον ἐπίσημον ποιότητα. διὰ τοῦτό μοι δοκεῖ καὶ κατὰ τέλος τῆς ῥήσεως προσθεῖναι τὸ καὶ παντοῖον, οὐ μόνον ἐν τῷ φλέγματι διαφορὰς ὁρῶν παμπόλλας, ἀλλὰ καὶ κατὰ τοὺς ἄλλους χυμούς. ὥσπερ γὰρ ὀξὺ καὶ γλυκὺ καὶ πικρὸν καὶ ἁλμυρὸν, οὕτω καὶ στρυφνόν τι καὶ αὐστηρὸν καὶ δριμὺ καὶ λιπαρὸν εἶδός ἐστι χυμῶν ἔντε τοῖς ζώοις καὶ τοῖς φυτοῖς καὶ δηλονότι καὶ κατὰ τὴν γῆν ἀνάλογον αὐτοῖς.
“αὔξεται δὲ ἐν τῷ ἀνθρώπῳ τὸ μὲν φλέγμα τοῦ χειμῶνος. τοῦτο γὰρ τῷ χειμῶνι κατὰ φύσιν μάλιστα τῶν ἐν τῷ σώματι ἐνεόντων, ψυχρότατον γάρ ἐστι. τεκμήριον δὲ τουτέου, ὅτι τὸ μὲν φλέγμα ψυχρότατον. εἰ ἐθέλεις ψαῦσαι φλέγματος καὶ χολῆς καὶ αἵματος, τὸ φλέγμα εὑρήσεις ψυχρότατον ἐόν · καίτοι γλισχρότατόν ἐστι καὶ βίῃ μάλιστα ἄγεται μετὰ χολὴν μέλαιναν. ὁκόσα δὲ βίῃ ἄγεται, θερμότερα γίνεται ἀναγκαζόμενα ὑπὸ τῆς βίης. ἀλλὰ ὅμως καὶ πρὸς ταῦτα πάντα ψυχρότατον ἐὸν τὸ φλέγμα φαίνεται ὑπὸ τῆς φύσιος τῆς ἑωυτοῦ. ὅτι δὲ ὁ χειμὼν πληροῖ τὸ σῶμα φλέγματος, γνοίης ἂν τοῖσδε. οἱ ἄνθρωποι πτύουσίτε καὶ ἐκμύσσονται φλεγματωδέστατον τοῦ χειμῶνος, καὶ τὰ οἰδήματα αὐτοῖς λευκότατα γίνεται μάλιστα κατὰ ταύτην τὴν ὥρην καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα”. σαφὴς ἡ ῥῆσίς ἐστι καὶ προσέχοντος δεομένη τοῦ ἀναγινώσκοντος, οὐκ ἐξηγητοῦ σαφηνίζοντος αὐτήν. τὸ δ’ἐπὶ τῇ τελευτῇ γεγραμμένον, καὶ τὰ ἄλλα νοσήματα φλεγματώδεα · κατὰ μὲν οὖν τὴν τοῦ αὐτοῦ γραφὴν ὁ νοῦς ἔσται τῆς λέξεως τοιοῦτος. τὰ οἰδήματα λευκὰ γίγνεται κατὰ τὸν χειμῶνα · καὶ τὰ ἄλλα δὲ νοσήματα φλεγματώδη γίγνεται κατὰ τοῦτον τὸν χρόνον. ἀμέλει καὶ οἱ πυρετοὶ, καθάπερ ἐν θέρει χολωδέστεροι το- τοὐπίπαν, οὕτως ἐν χειμῶνι φλεγματωδέστεροι.
“τοῦ δὲ ἦρος τὸ φλέγμα ἔτι μένει ἰσχυρὸν ἐν τῷ σώματι καὶ τὸ αἷμα αὔξεται. τάτε γὰρ ψύχεα ἐξανίει καὶ τὰ ὕδατα ἐπιγίνεται, τὸ δὲ αἷμα κατὰ ταῦτα αὔξεται ὑπότε τῶν ὄμβρων καὶ τῶν θερμημεριῶν. κατὰ φύσιν γὰρ αὐτέῳ ταῦτ’ἔστι μάλιστα τοῦ ἐνιαυτοῦ, ὑγρόντε γάρ ἐστι καὶ θερμόν. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι τοῦ ἦρος καὶ τοῦ θέρεος μάλιστα ὑπότε τῶν δυσεντεριῶν ἁλίσκονται καὶ ἐκ τῶν ῥινῶν τὸ αἷμα ῥεῖ αὐτέοισι καὶ θερμότατοί εἰσι καὶ ἐρυθρότατοι”. ἔστι μὲν καὶ τῆσδε τῆς ῥήσεως ἡ λέξις σαφής. εἴρηται δ’ἐν τῷ πρώτῳ τῶν περὶ κράσεων ὅτι βέλτιον ἦν τὸ ἔαρ εὔκρατον, οὐχ ὑγρὸν καὶ θερμὸν λέγεσθαι. διά τινάτε τὴν αἰτίαν εἰς τὸ θερμὸν καὶ ὑγρὸν λέγειν αὐτὸ τῶν ἰατρῶν ἔνιοι καὶ τῶν φιλοσόφων ὑπήχθησαν. ὡς ἐν ὥραις μὲν γὰρ τοῦτο λέγουσιν ὑγρὸν καὶ θερμὸν ὡς ἐν γένει, τῶν δ’ἐν σώμασι τὰ ζῶα, ταῦτα μὲν ὡς πρὸς τὰ φυτὰ παραβάλλοντες, τὸ δὲ ἔαρ τῷ φθινοπώρῳ, τὸ ἄριστον ἐν ταῖς ὥραις καὶ, ὡς ἂν εἴποι τις, μόνον ἀκριβῶς κατὰ φύσιν τῷ παρὰ φύσιν ἔχοντι τοῦ δὲ πλεονάζειν αἷμα κατὰ τὸ ἔαρ σὺν τοῖς ἄλλοις γνωρίσμασι καὶ τὸ δυσεντερίας ἔσεσθαι τότε, τὰς αἱματηρὰς δηλονότι λεγομένας, οὐχ ὅσαι διὰ χολὴν ἑλκοῦσι τὰ ἔντερα. λέλεκται δέ μοι περὶ τῆς αἱματηρᾶς ταύτης δυσεντερίας ἐν τῷ τετάρτῳ τῶν εἰς τὸ περὶ ἄρθρων ὑπομνήματι δεικνύντι τὸ πάθημα τοῦτο, πλήθους αἵματος ὄντος ἐν ταῖς φλεψὶν, εἶτα ἐκκρινούσης ἀθρόως τῆς φύσεως διὰ τῶν ἐντέρων, γίγνεσθαι πολλάκις, ὥσπερ καὶ ταῖς γυναιξὶ διὰ μήτρας. ἔνιοι δὲ διὰ ῥινῶν, ἢ δι’αἱμορροΐδων, ἢ ἐμέτων. παρενέθηκε δὲ καὶ τὸ θέρος τῷ ἦρι κατάτε τὸν τῶν δυσεντεριῶν λόγον καὶ τὴν ἐρυθρότητα τῆς χρόας. διὰ γὰρ τὴν ἑαυτοῦ θερμότητα τὸ γεννηθὲν αἷμα κατὰ τὸ ἔαρ ἐρυθράντε τὴν χρόαν ἐργάζεται τοῦ παντὸς σώματος, ἐκκρίνεταίτε διὰ τῆς ἕδρας ἐνίοις. θερμοὶ δ’ἁπτομένοις οἱ ἄνθρωποι τηνικαῦτα φαίνονται καὶ διὰ τὸ αἷμα μὲν, ἀλλὰ καὶ διὰ τὸ περιέχον.
“τοῦ δὲ θέρους τότε αἷμα ἰσχύει ἔτι καὶ ἡ χολὴ ἀείρεται ἐν τῷ σώματι καὶ παρατείνει ἐς τὸ φθινόπωρον. ἐν δὲ τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίνεται · ἐναντίον γὰρ αὐτέῳ τὸ φθινόπωρον τῇ φύσει ἐστίν · ἡ δὲ χολὴ τὴν θερίην κατέχει τὸ σῶμα καὶ τὸ φθινόπωρον. γνοίης δὲ ἂν τοῖσδε. οἱ ἄνθρωποι αὐτόματοι ταύτην τὴν ὥρην χολὴν ἐμέουσι καὶ ἐν τῇσι φαρμακοποσίῃσι χολωδέστερα καθαίρονται. δῆλον δὲ καὶ τοῖσι πυρετοῖσι καὶ τοῖσι χρώμασι τοῖσι τῶν ἀνθρώπων. τὸ φλέγμα τῆς θερίης ἀσθενέστερόν ἐστιν αὐτὸ ἑωυτοῦ · ἐναντίη γὰρ αὐτέου τῇ φύσει ἐστὶν ἡ ὥρη, ξηρήτε γάρ ἐστι καὶ θερμή”. ἐν τῷ θέρει καὶ μάλιστα κατὰ τὴν ἀρχὴν αὐτοῦ τοῖς πλείστοις αἷμα πλεονάζει τὸ κατὰ τὸ ἔαρ αὐξηθὲν, ὡς ἂν μηδέπω διαπεφορημένον ὑπὸ τῆς τοῦ περιέχοντος θερμότητος. αὔξεται δὲ καὶ χολὴ διὰ τὸ παρὰ φύσιν ἐκθερμαίνεσθαι τὸ σῶμα κατὰ τήνδε τὴν ὥραν. ὠνόμασε δὲ πάλιν ἐνταῦθα χολὴν ἄνευ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα τὴν ξανθὴν, οὐδέποτε τὴν μέλαιναν ἁπλῶς ὀνομάζων, ἀλλ’ἀεὶ μετὰ τοῦ προσθεῖναι τὸ τῆς χρόας ὄνομα. τὰ δὲ κατὰ μέρος ἐν τῇ ῥήσει δῆλα τοῖς γε προσέχουσι τὸν νοῦν.
“τὸ δ’αἷμα τοῦ φθινοπώρου ἐλάχιστον γίγνεται ἐν τῷ ἀνθρώπῳ. ξηρόντε γάρ ἐστι τὸ φθινόπωρον καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον. ἡ δὲ μέλαινα χολὴ τοῦ φθινοπώρου πλείστητε καὶ ἰσχυροτάτη ἐστί”. κατὰ μὲν τὴν πρὸ ταύτης ῥῆσιν εἴρηται, ἐν τῷ φθινοπώρῳ τὸ μὲν αἷμα ὀλίγον γίγνεται, ἐναντίον γὰρ αὐτοῦ τὸ φθινόπωρον τῇ φύσει ἐστίν. ἡμεῖς δὲ ὅπως ἐναντίον ἐστὶν ἐδιδάξαμεν. εἴπερ γὰρ τὸ μὲν αἷμα θερμὸν καὶ ὑγρόν ἐστιν ὁμοίως τῷ ἦρι, τὸ δὲ φθινόπωρον, ὡς αὐτὸς ἔφη, ξηρόντέ ἐστι καὶ ψύχειν ἤδη ἄρχεται τὸν ἄνθρωπον, εἰκότως ἐναντίοντ’ἐστὶ τὸ φθινόπωρον τῷ ἦρι καὶ τὸν χυμὸν ἔχει τὸν ἐναντίον τῷ αἵματι πλεονάζοντα, τὸν ξηρὸν καὶ ψυχρόν. ἐγένετο δ’εἰκότως τοιοῦτος διὰ τὸ προκατωπτῆσθαι τοὺς χυμοὺς ἐν τῷ θέρει · τὸ δ’ὑπόλειμμα τῶν ὀπτηθέντων, ὅταν δηλονότι σβεσθῇ τὸ θερμὸν, αὐτίκα γίγνεται ψυχρόντε καὶ ξηρόν · ψυχρὸν μὲν διὰ τὴν τοῦ θερμοῦ σβέσιν, ξηρὸν δὲ, ὅτι κατὰ τὴν ὄπτησιν ἐξεδαπανήθη πᾶν τὸ ὑγρὸν ἐξ αὐτοῦ.
“ὁκόταν δὲ ὁ χειμὼν καταλαμβάνῃ, ἥτε χολὴ ψυχομένη ὀλίγη γίνεται καὶ τὸ φλέγμα αὔξεται πάλιν ἀπότε τῶν ὑετῶν τοῦ πλήθεος καὶ ἀπὸ τῶν νυκτῶν τοῦ μήκεος”. τὸν ἐπικρατοῦντα χυμὸν ἐν ἑκάστῃ τῶν τεττάρων ὡρῶν ὅμοιον εἶναι βούλεται κατὰ τὴν κρᾶσιν αὐτῇ τῇ ὥρᾳ · καὶ διὰ τοῦτο ψυχρὸν μὲν καὶ ὑγρὸν ὀνομάζεται τὸ φλέγμα παραπλησίως τῷ χειμῶνι, θερμὸν δὲ καὶ ὑγρὸν τὸ αἷμα, καθάπερ τὸ ἔαρ. τὴν δὲ ξανθὴν χολὴν, ὥσπερ τὸ θέρος, εἶναί φησι θερμὴν καὶ ξηρὰν, καὶ τὴν μέλαιναν ὁμοίως τῷ φθινοπώρῳ ψυχρὰν καὶ ξηράν. ὅτι μὲν οὖν ἐν αἷς εἶπεν ὥραις ἕκαστος τῶν χυμῶν αὔξεται πρόσθεν ἐπιστώσατο · νυνὶ δὲ τὴν αἰτίαν λέγει, δι’ἣν χειμῶνι πλεονάζον ἐστὶ τὸ φλέγμα. ὑπότε γὰρ τῶν ὑετῶν τοῦ πλήθεος, φησὶ, καὶ τῶν νυκτῶν τοῦ μήκεος, ὅπερ ἐστὶ διὰ τὸ τὴν ὥρην ταύτην ὑπάρχειν ὑγρὰν καὶ ψυχράν. ὑγρὰ μὲν οὖν εἶναι δηλοῦται διὰ τὸ πλῆθος τῶν ὑετῶν, ψυχρὰ δὲ διὰ τὸ μῆκος τῶν νυκτῶν. τῆς γὰρ τοῦ περιέχοντος ἡμᾶς ἀέρος θερμασίας, ἣν ἴσχει κατὰ τὸ θέρος, ὁ ἥλιος αἴτιος, ἐγγύςτε τῶν κατὰ κορυφὴν ἡμῖν ἀφικνούμενος καὶ μακροτέραν τὴν ἡμέραν ποιούμενος. οὕτω δὲ καὶ τῆς ἐν χειμῶνι ψυχρότητος ὁ αὐτὸς αἴτιος λοξὸς καὶ ταπεινὸς ἐν ὀλίγῳτε χρόνῳ τὴν ὑπὲρ γῆς φορὰν ποιούμενος. ὁ δ’Ἱπποκράτης βούλεται συνδιατίθεσθαι τὰ τῶν ζώων σώματα τῇ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσει, ξηραινόμενα μὲν ἐν ταῖς ξηραῖς αὐτοῦ κράσεσιν, ὑγραινόμενα δ’ἐν ταῖς ὑγραῖς, οὕτως δὲ καὶ θερμαινόμενα ἐν ταῖς θερμαῖς, ψυχόμενα δ’ἐν ταῖς ψυχραῖς. εἴπερ οὖν ὁ χειμὼν ὑγρὸς καὶ ψυχρός ἐστιν, εὐλόγως ἐν αὐτῷ τὸ φλέγμα πλεονεκτεῖ ψυχρὸν καὶ ὑγρὸν ὑπάρχον. ἔδειξε γὰρ καὶ τοῦτο πρόσθεν αὐτός. ὁμολογεῖν δὲ ὁ λόγος αὐτῷ φαίνεται καὶ ταῖς ἄλλαις ὥραις, ἐν μέν γε τῷ θέρει τῆς ξανθῆς χολῆς πλεοναζούσης, ἐπειδὴ ξηρὰ καὶ θερμὴ τὴν δύναμίν ἐστιν, ἐν ἦρι δὲ τοῦ αἵματος, ὑγροῦ καὶ θερμοῦ χυμοῦ, καὶ γὰρ καὶ τὸ ἔαρ ἔφη θερμὸν εἶναι καὶ ὑγρὸν, ἐν φθινοπώρῳ δὲ τῆς μελαίνης χολῆς, ξηρᾶς ὑπαρχούσης ὁμοίως τῇ ὥρᾳ. ἔστι μὲν οὖν τις οὐ σμικρὰ ζήτησις καὶ περὶ τῆς τοῦ ἦρος κράσεως, ὅπως λέγεται θερμὸν καὶ ὑγρόν · ἣν διῆλθον ἐπιδεικνὺς ἄμεινον εἶναι λέγειν εὔκρατον αὐτό καὶ δῆλον ὅτι καὶ τὸ αἷμα κατὰ τὸν αὐτὸν λόγον οὐ θερμὸν καὶ ὑγρὸν, ἀλλ’εὔκρατον. ἔτι δὲ μείζων ἂν ζήτησις γένοιτο παραλελειμμένη τοῖς ἐξηγησαμένοις τὸ βιβλίον περὶ τοῦ φλέγματος, ὑγροῦ μὲν καὶ ψυχροῦ τὴν σύστασιν ὄντος, ἐν χειμῶσι δὲ γεννωμένου. διὰ τί δὲ ἔφην οὐ σμικρὰν ἔσεσθαι ζήτησιν, ἤδη σοι φράσω. κατὰ τοὺς ἀφορισμοὺς αὐτὸς ὁ Ἱπποκράτης εἶπεν · αἱ κοιλίαι χειμῶνος καὶ ἦρος θερμόταται φύσει καὶ ὕπνοι μακρότατοι. ἐν ταύτῃσι τῇσιν ὥρῃσι καὶ τὰ προσάρματα πλείω δοτέον, καὶ γὰρ τὸ ἔμφυτον θερμὸν πολύ. τροφῆς οὖν πλείονος δεῖται. σημεῖον δὲ αἱ ἡλικίαι καὶ οἱ ἀθληταί. καὶ πάλιν θέρεος καὶ φθινοπώρου σιτία δυσφορώτατα φέρουσι, χειμῶνος ῥήϊστα, ἦρος δεύτερον. εἴπερ οὖν ἀληθῆ ταῦτά ἐστι γινώσκομέντε τὸ φλέγμα, ψυχρὸν ὄντα χυμὸν, οὐκ εὔκρατον, ὥσπερ τὸ αἷμα, πῶς ἐν χειμῶνι γενήσεται πλεῖον; ἐχρῆν γὰρ ἐκ τῆς καλῶς πεφθείσης τροφῆς αἷμα γεννᾶσθαι μᾶλλον, οὐ φλέγμα. τίς οὖν ἡ λύσις τῆς ἀπορίας; ἐμοὶ μὲν δοκεῖ, θερμόταται μὲν αἱ κοιλίαι χειμῶνός εἰσι τῷ κατὰ φύσιν θερμῷ, τουτέστιν εὐκρατότατοι. τὰ δὲ μόρια τοῦ σώματος ψύχεται μᾶλλον ἐν χειμῶνι · τισὶ δὲ καὶ ἡ γαστὴρ αὐτὴ δι’ὁδοιπορίαν, ἢ ἔνδειαν ἀμφιεσμάτων, ἢ ἐπιτηδευμάτων ἰδέαν, ἢ τοιοῦτό τι. καταδύεται γοῦν ἅπασα μὲν ἡ τοῦ περιέχοντος ψύξις ἕως πλείστου · τισὶ δὲ καὶ μέχρι τῶν κατὰ τὴν γαστέρα χωρίων, ὡς εἴρηται · ὥστε, κα- κἂν πεφθῇ καλῶς ἐν τῇ κοιλίᾳ τὰ ληφθέντα σιτία, κατά γε τὴν ἐν ἥπατι μεταβολὴν οὐκ ἀκριβῆ τὸν τῆς αἱματώσεως λαμβάνει κόσμον, ἀλλ’ἀποτυγχάνεταί τι κατ’αὐτήν. ἔτι δὲ μᾶλλον αἱ καθ’ὅλον τὸ σῶμα φλέβες οὐχ ὁμοίως αὐτὸ μεταβάλλουσιν ἐψυγμέναι. προσέρχεται δὲ τούτῳ καὶ τὸ πλῆθος τῶν ἐδεσμάτων ὦν προσφέρονται χειμῶνος ἅμα ταῖς ποιότησι φλεγματικωτέραις οὔσαις. χέδροπα γὰρ ἐσθίουσιν ἐν χειμῶνι πολλὰ ἄρτουτε πολὺ πλέον ἢ κατὰ τὰς ἄλλας ὥρας, σεμίδαλίντε καὶ ῥυήματα καὶ λάχανα, γογγυλίδαςτε καὶ κρέα πολλὰ, τινὰ μὲν ἄντικρυς φλεγματώδη, καθάπερ τὰ προβάτεια, τινὰ δὲ, εἰ μὴ καλῶς κατεργασθείη, καθάπερ τὰ τῶν ὑῶν καὶ μάλιστα τῶν χοίρων, καὶ βολβοὺς δὲ καὶ κοχλίας καὶ τυρὸν ἄλλατέ τινα τοιαῦτα πολλὰ δι’ὅλου τοῦ χειμῶνος ἐσθίουσιν ἑτοίμως φλεγματούμενα. καὶ μέντοι καὶ πίνουσι πλεῖστοι τὸν νέον οἶνον, ἐπιτήδειον ὄντα καὶ αὐτὸν εἰς φλέγματος γένεσιν, ὥστε καὶ διὰ ταῦτα φλέγμα πλεονάζει κατὰ τὸν χειμῶνα.
“ἔχει μὲν οὖν ταῦτα πάντα ἀΐδια τὸ σῶμα τοῦ ἀνθρώπου. ὑπὸ δὲ τῆς ὥρης περιϊσταμένης ποτὲ μὲν πλείω γίγνεται σφοῖν αὐτὰ ἑωυτέων, ποτὲ δὲ ἐλάσσω, ἕκαστα κατὰ μέροςτε καὶ κατὰ φύσιν”. ἅπαντα, φησὶν, ἔχει τὰ εἰρημένα, τουτέστι τοὺς τέσσαρας χυμοὺς, τὸ σῶμα τοῦ ἀνθρώπου διὰ παντὸς τοῦ βίου · τοῦτο γὰρ αὐτῷ σημαίνει τὸ ἀΐδια · πλείω δὲ γίγνεται καὶ ἐλάττω ταῦτα κατὰ τὰς τῶν ὡρῶν μεταβολάς. τὸ γὰρ ὑπὸ τῆς ὥρης περιϊσταμένης τα- ταὐτὸ δηλοῖ τῷ μεθισταμένης, ὅπερ ἐστὶ μεταβαλλούσηςτε καὶ καθισταμένης εἰς ἑτέραν τινὰ τὴν ἐχομένην αὐτῆς. πλείω δὲ καὶ ἐλάττω ταῦτα γίγνεσθαί φησι κατὰ μέροςτε καὶ κατὰ φύσιν. ἔνιοι μὲν ἤκουσαν τὸ κατὰ μέρος ἐπὶ τῶν τοῦ σώματος εἰρῆσθαι μορίων, ἔνιοι δὲ τὸ ἐναντίον τῷ κατὰ φύσιν, ἵν’ὁ λόγος ᾖ τοιοῦτος · τοὺς εἰρημένους τέτταρας χυμοὺς ἔχει μὲν ἀεὶ τὸ σῶμα τοῦ ἀνθρώπου, πλείους δὲ καὶ ἐλάττους κατάτε τὰ μέρη τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὴν φύσιν. ὅπερ, ἂν ἐξαλλάξας τις τὴν λέξιν εἴπῃ, τὴν διάνοιαν ἕξει χρησίμηντε καὶ ἀληθῆ. τὸ γὰρ πλῆθος τῶν χυμῶν ὑπαλλάττεται κατάτε τὰς ὥρας κατὰ φύσιν διοικουμένου τοῦ ἐνιαυτοῦ καὶ κατὰ τὰ μέρη τοῦ ὅλου ἐνιαυτοῦ · κα- κἂν μὴ κατὰ φύσιν διοικῆται, διαφορὰ κατὰ τὴν ποσότητα γίγνεται τῶν χυμῶν. ἐγχωρεῖ δὲ καὶ κατὰ τῶν ὡρῶν ἀκοῦσαι τὰ μέρη.
“ὥσπερ γὰρ ὁ ἐνιαυτὸς μετέχει μὲν πᾶς πάντων καὶ τῶν θερμῶν καὶ τῶν ψυχρῶν καὶ τῶν ξηρῶν καὶ τῶν ὑγρῶν. οὐ δὲ γὰρ ἂν μείνειε τουτέων οὐδὲν οὐδένα χρόνον ἄνευ πάντων τῶν ἐνεόντων ἐν τῷδε τῷ κόσμῳ, ἀλλ’εἰ ἕν τι ἐκλίποι, πάντα ἂν ἀφανισθείη. ἀπὸ γὰρ τῆς αὐτέης ἀνάγκης πάντα ξυνέστηκέτε καὶ τρέφεται ἀπ’ἀλλήλων”. τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν οὐ τὸ κατὰ τὴν ἐπικράτειαν ὀνομαζόμενόντε καὶ νοούμενον, ἀλλὰ τὸ στοιχειῶδες λέγων καὶ κατὰ τὴν προκειμένην λέξιν ἐδήλωσε τὸν ἐνιαυτὸν εἰπὼν ἅπαντα πάντων μετέχειν. οὐ γὰρ τῶν κατ’ἐπικράτειαν ἁπάντων ἅπας ὁ ἐνιαυτὸς μετέχει, ἀλλὰ τῶν στοιχειωδῶν, ὅλος μὲν χειμὼν ὑγροῦ καὶ ψυχροῦ, τὸ δὲ θέρος τῶν ἐναντίων, ξηροῦτε καὶ θερμοῦ, ὁ δὲ φθινόπωρος ψυχροῦτε καὶ ξηροῦ. ἔτι δὲ σαφέστερον ἐδήλωσε τοῦτο κα- κἀν τῷ φάναι διαφθαρήσεσθαι καὶ τὰ ἄλλα φθάσαντος ἑνὸς ἐξ αὐτῶν ἀπολέσθαι, τῶν μὲν γὰρ στοιχείων ἑνὸς ἀπολλυμένου διαφθαρήσεσθαι τὸ ἐξ αὐτῶν συγκείμενον ἀληθὲς φάναι, τῶν δὲ κατ’ἐπικράτειαν οὐκ ἀληθές. αὐτὸ γὰρ το- τοὐναντίον ἀληθές ἐστιν, ὅταν ἀπόληταί τι τῶν κατ’ἐπικράτειαν λεγομένων, σώζεσθαι τὸ ἀντικείμενον αὐτῷ. θέρους μὲν γὰρ οὐκ ὄντος ὁ χειμών ἐστι, χειμῶνος δὲ τὸ θέρος, καὶ τοῦ μὲν ἦρος τὸ φθινόπωρον, τοῦ δὲ φθινοπώρου τὸ ἔαρ. εἰ δὲ τελέως ἀπόλλυται τὸ θερμὸν στοιχεῖον, παγήσεται μὲν τὸ ὑγρὸν, ὅτι μηκέτι θερμὸν ὑπάρχει, ἀπολεῖται δὲ παντάπασιν ὁ ἥλιος, οὐδὲν δὲ οὔτε φυτὸν οὔτε ζῶον ὑπολειφθήσεται. κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ τὸ ψυχρὸν ἀπόλοιτο στοιχεῖον, ἅπαντα πῦρ ἔσται, καὶ εἰ τὸ ξηρὸν, ὕδωρ ἔσται πάντα, καὶ οὕτω διαφθαρήσεται τὰ κατὰ τὸν κόσμον ἅπαντα γεννητὰ σώματα. διὰ τοῦτ’οὖν ἐξ ἀλλήλων ἔφη τρέφεσθαι τὰ κατ’αὐτὸν σώματα στοιχειώδη. τὸ μὲν γὰρ ἀκριβὲς στοιχεῖον ἐπινοεῖται μᾶλλον ἢ ὑπάρχει. τὸ δ’ὀλίγου δεῖν ἐκείνῳ τα- ταὐτὸ ἕν τι τῶν ὑπαρχόντων ἐστίν. ἐὰν γοῦν ἀκριβῶς ὑγρὸν καὶ ψυχρὸν ἐπινοήσῃς γιγνόμενον τὸ ὕδωρ, οὐ δὲ ὕδωρ ἔτι φυλαχθήσεται · παγήσεται γὰρ αὐτίκα καὶ στήσεται καὶ ῥέον παύσεται. κα- κἂν τὴν γῆν ὡσαύτης νοήσῃς ἀκριβῶς ξηρὰν καὶ ψυχρὰν, σκληρότερον ἀδάμαντος ἔσται τὸ τοιοῦτο σῶμα. καὶ μὴν εἰ τοιαύτη γένοιτο, τῶν φυτῶν ἡ γένεσις παύσεται · παυσαμένης δ’αὐτῆς καὶ ἡ τῶν ζώων διαφθαρήσεται τροφὴ, καὶ εἴπερ αὐτὴ, δηλονότι καὶ αὐτὰ τὰ ζῶα. κατ’ἐπικράτειαν οὖν νοουμένου στοιχείου τοῦ ξηροῦ καὶ ψυχροῦ καὶ ἡ ἐν τῷ κόσμῳ γῆ λέγεται ξηρὸν εἶναι καὶ ψυχρὸν σῶμα καὶ τὸ ὕδωρ ὑγρόν. ἀλλὰ καὶ αὐτὸ τὸ πῦρ μετέχει τινὸς ἀερώδους οὐσίας, ὥσπερ καὶ καπνώδους, καὶ μέντοι καὶ προφανῶς ὑγρότητος εἰς θρέψιν δεῖται, καθάπερ αἱ κατὰ τοὺς λύχνους φλόγες δηλοῦσι. τὰ τοῦ κόσμου οὖν στοιχεῖα τὴν τροφὴν ἐξ ἀλλήλων ἔχοντά ἐστι καὶ διὰ τοῦτο καὶ ὁ Πλάτων εἶπεν · αὐτὸ γὰρ ἑαυτῷ τροφὴν τὴν ἑαυτοῦ καὶ φθίσιν παρέχον καὶ πάντα ἐν αὐτῷ καὶ ὑπ’αὐτοῦ καὶ πάσχον καὶ δρῶν ἐκ τέχνης γέγονεν.
“οὕτω δὲ καὶ εἴ τι ἐκ τοῦ ἀνθρώπου ἐκλίποι τουτέων τῶν συγγεγονότων, οὐκ ἂν δύναιτο ζῇν ὁ ἄνθρωπος”. συγγεγονότα κέκληκε τὸ αἷμα καὶ τὸ φλέγμα καὶ τὰς χολὰς, ἐπειδὴ τὴν πρώτην διάπλασιν ἔσχε τὸ κυούμενον ἐκ τοῦ τῆς μητρὸς αἵματος, ἁπάντων μετέχοντος, αὔξησίντε καὶ τροφὴν ὁμοίως. ἐὰν μὲν οὖν ἀπόλλυται παντάπασιν ἐκ τοῦ σώματος ἡμῶν ἤτοι τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν, ἢ τὸ θερμὸν, ἢ τὸ ψυχρὸν, αὐτίκα οἱ χυμοὶ διαφθαρήσονται, κατ’ἐπικράτησιν, οὐκ εἰλικρινῶς οὐ δ’ἀκριβῶς ὄντες ὑγροὶ καὶ ξηροὶ καὶ θερμοὶ καὶ ψυχροί. τὸ γοῦν φλέγμα ὑγρὸν καὶ ψυχρὸν εἶναι λέγομεν, οὐχ ὡς μὴ μετέχον τῶν ἐναντίων, ἀλλ’ὡς ἐπικρατούμενον ὑπὸ τούτων. καὶ εἴ γε ψυχρὸν ἀκριβῶς ἦν μόνον, ὡς κρύσταλλος ἂν ἐπεπήγει, καθάπερ γε καὶ εἰ ἀκριβῶς ὑγρὸν ἦν, οὐκ ἂν εἶχε πάχος οὐ δὲ γλισχρότητα. κατὰ τὰ αὐτὰ δὲ κα- κἀπὶ τῶν χολῶν · ἥτε γὰρ ξανθὴ. ξηρὰ ἥτε μέλαινα ξηρὰ καὶ γεώδης εἶναι λέγεται, μετέχουσα δηλονότι καὶ ὑγρότητος, ἢ οὐκ ἂν ἦν χυμὸς, ἀλλὰ καὶ στερεὸν σῶμα, ὡς ὁ ἀδάμας. οὕτω δὲ καὶ ψυχρὰ λέγεται, διότι πλέον ἐν αὐτῇ ψυχρότητός ἐστιν, ἢ θερμότητος. εἰ γοῦν ἀκριβῶς ἦν ψυχρὰ, κρυστάλλου ἂν δίκην ἐπεπήγει. καὶ τί δεῖ περὶ τούτων λέγειν; αὐτὸ γὰρ τὸ αἷμα τὸ δοκοῦν εὐκρατότατον λέγεται τοιοῦτο, ὅτι μηδὲν ἐπικρατεῖ μεγάλως ἐν αὐτῷ τῶν ἐναντίων ἀλλήλοις, μήτε τὸ θερμὸν τοῦ ψυχροῦ, μήτε τὸ ψυχρὸν τοῦ θερμοῦ, μήτε τὸ ὑγρὸν τοῦ ξηροῦ, μήτε τὸ ξηρὸν τοῦ ὑγροῦ. ἐπεὶ τοίνυν δεῖται καὶ τὸ αἷμα αὐτὸ τῶν τεττάρων ποιοτήτων, ὑγρότητος καὶ ξηρότητος καὶ θερμότητος καὶ ψυχρότητος, εὔδηλον ὅτι καὶ τῆς τῶν ἄλλων χυμῶν δεήσεται μίξεως. καὶ διὰ τοῦτο τὸ εὐκρατότατον αἷμα μεθέξει τι καὶ φλέγματος καὶ χολῆς ξανθῆς καὶ μελαίνης. ἔστι δὲ καὶ ἕτερός τις λόγος φυσικὸς, οὐ σμικρὰν ἔχων πιθανότητα, καθ’ὃν εἰς ἠθῶν ἐπιτηδείων γένεσιν οἱ τέτταρες ἀποδείκνυνται χυμοὶ χρήσιμοι. προαποδεῖξαι δὲ χρὴ πάλιν ἐν αὐτῷ ταῖς τοῦ σώματος κράσεσιν ἑπόμενα τὰ τῆς ψυχῆς ἤθη, περὶ οὗ καὶ ἡμῖν ἑτέρωθι γέγραπται. τούτου τοίνυν ὑποκειμένου τὸ μὲν ὀξὺ καὶ συνετὸν ἐν τῇ ψυχῇ διὰ τὸν χολώδη χυμὸν ἔσται, τὸ δ’ἑδραῖον καὶ βέβαιον διὰ τὸν μελαγχολικὸν, τὸ δ’ἁπλοῦν καὶ ἠλιθιώτερον διὰ τὸ αἷμα. τοῦ δὲ φλέγματος ἡ φύσις εἰς μὲν ἠθοποιΐαν ἄχρηστος, ἀναγκαίαν δὲ φαίνεται τὴν γένεσιν ἔχειν ἐν τῇ πρώτῃ μεταβολῇ τῶν σιτίων.
“ἰσχύει δὲ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὁ χειμὼν μάλιστα, ποτὲ δὲ τὸ ἔαρ, ποτὲ δὲ τὸ θέρος, ποτὲ δὲ τὸ φθινόπωρον. οὕτω δὲ καὶ ἐν τῷ ἀνθρώπῳ ποτὲ μὲν τὸ φλέγμα ἰσχύει, ποτὲ δὲ τὸ αἷμα, ποτὲ δὲ χολὴ, πρῶτον μὲν ἡ ξανθὴ, ἔπειτα δὲ ἡ μέλαινα καλεομένη”. σαφὴς ἡ ῥῆσίς ἐστιν ἐπιδεικνύναι πειρωμένου τα- τἀνδρὸς, ὥσπερ ἐν τῷ ἐνιαυτῷ ποτὲ μὲν ὑγρὸν καὶ τὸ ψυχρὸν ἐπικρατεῖ καὶ καλεῖται χειμὼν ἡ τοιαύτη τοῦ ἔτους ὥρα, ποτὲ δὲ τὸ ὑγρὸν καὶ θερμὸν, ἡνίκα τὸ ἔαρ ἐστὶ, ποτὲ δὲ τὸ ξηρὸν καὶ θερμὸν, ὅπερ ὀνομάζεται θέρος. ὕστατον δ’ἐπ’αὐτοῖς τὸ ξηρὸν καὶ τὸ ψυχρὸν ἐν τῷ φθινοπώρῳ · οὕτω καὶ κατὰ τὸν ἄνθρωπον ἐπικρατεῖ φλέγμα μὲν ἐν χειμῶνι, ψυχρὸς καὶ ὑγρὸς χυμός · αἷμα δὲ ἐν ἦρι, θερμὸς καὶ ὑγρὸς χυμός. καὶ χολὴ ξανθὴ μὲν ἐν τῷ θέρει, ξηρὰ καὶ θερμὴ τὴν δύναμιν οὖσα, μέλαινα δ’ἐν τῷ φθινοπώρῳ ξηρὰ καὶ ψυχρὰ, καθάπερ καὶ αὐτὸ τὸ φθινόπωρον.
“μαρτύριον δὲ σαφέστατον, εἰ ἐθέλεις δοῦναι τῷ αὐτέῳ ἀνθρώπῳ τὸ αὐτὸ φάρμακον τετράκις τοῦ ἐνιαυτοῦ, ἐμέεταί σοι τοῦ μὲν χειμῶνος φλεγματωδέστατα, τοῦ δὲ ἦρος ὑγρότατα, τοῦ δὲ θέρεος χολωδέστατα, τοῦ δὲ φθινοπώρου μελάντατα”. μαρτύριον δὲ σαφέστατον εἶναί φησι τοῦ προειρημένου λόγου, καθ’ὃν ἐπικρατεῖν ἐν ἑκάστῃ τῶν ὡρῶν ἕνα τινὰ τῶν χυμῶν εἰρήκει, τὸ δοθέντος ἐμετικοῦ φαρμάκου αὐτῷ τετράκις ἐν μὲν τῷ χειμῶνι φλεγματωδέστερον εἶναι τὸν ἔμετον, ὑγρότερον δὲ ἐν ἦρι, καὶ χολωδέστερον μὲν ἐν τῷ θέρει, μελάντερον δὲ ἐν τῷ φθινοπώρῳ.
“ὀφείλει οὖν τουτέων οὕτως ἐχόντων, ὁκόσα μὲν τῶν νουσημάτων τοῦ χειμῶνος αὔξεται, θέρεος λήγειν, ὁκόσα δὲ θέρεος αὔξεται, χειμῶνος λήγειν, ὁκόσα μὴ αὐτέων ἐν περιόδῳ ἡμερέων ἀπαλλάσσεται. τὴν δὲ περίοδον αὖθις φράσω τὴν τῶν ἡμερέων. ὁκόσα δὲ ἦρος γίνεται νουσήματα, προσδέχεσθαι χρὴ φθινοπώρου τὴν ἀπάλλαξιν ἔσεσθαι αὐτέων. ὁκόσα δὲ φθινοπωρινὰ νουσήματα, τουτέων τοῦ ἦρος ἀνάγκη τὴν ἀπάλλαξιν γενέσθαι. ὅ τι δ’ἂν τὰς ὥρας ταύτας ὑπερβάλλῃ νούσημα, εἰδέναι χρὴ ἐνιαύσιον αὐτὸ ἐσόμενον”. ἡ ἀρχὴ τῆς ῥήσεως διττὴν ἔχει γραφήν. ἐνίων μὲν ὀφείλει, ἐνίων δὲ γραφόντων φιλεῖ γοῦν τουτέων οὕτως ἐχόντων, ἐν ἴσῳ τῷ προσήκει. χρῶνται γὰρ ἐνίοτε τῇ φωνῇ ταύτῃ κα- κᾀπὶ τοῦ προσήκει. τὰ δ’ἄλλα τῆς ῥήσεως δῆλα. βούλεται γὰρ αὐτὸς ὅσα χρονίζει νοσήματα καὶ μὴ κατὰ περιόδους ἡμερῶν, ἀλλὰ μηνῶν γίνεται, λύεσθαι ταῦτα κατὰ τὴν ἐναντίαν ὥραν ᾗ συνέστη, τουτέστιν ἑβδόμῳ μηνί. μὴ λυθέντων δ’αὐτῶν, οὕτως ἐνιαύσιον γίγνεσθαί φησι τὸ νόσημα. τὸ δ’ἐνιαύσιον ὄνομα δύναται μὲν δηλοῦν καὶ τὸν μετὰ ἐνιαυτὸν τῆς πρώτης ἑαυτοῦ γενέσεως λυόμενον. δύναται δὲ καὶ τὸ κατὰ περίοδον ἐνιαυτῶν ἑπτὰ, ὡς τὰ μηνῶν. ἔλεγε γοῦν καὶ κατὰ τοὺς ἀφορισμοὺς ᾧδε. τὰ πλεῖστα τοῖσι παιδίοισι πάθεα κρίνεται, τὰ μὲν ἐν τεσσαράκοντα ἡμέρῃσι, τὰ δ’ἐν ἑπτὰ μησὶ, τὰ δὲ ἐν ἑπτὰ ἔτεσι, τὰ δὲ πρὸς ἥβην προσάγουσιν.
“καὶ τὸν ἰητρὸν οὕτω χρὴ ἵστασθαι πρὸς τὰ νουσήματα, ὡς ἑκάστου τουτέων ἰσχύοντος ἐν τῷ σώματι κατὰ τὴν ὥρην τὴν ἑωυτοῦ κατὰ φύσιν ἐοῦσαν μάλιστα”. τὸ χρήσιμον ἅπαντος τοῦ προκειμένου κατὰ τὰς ὥρας λόγου νῦν ἐδίδαξεν ἐν τῇ προκειμένῃ ῥήσει, δηλῶν ὅτι καὶ τὴν αὐτὴν χρείαν ἔχει καὶ ὁ περὶ τῶν ἡλικιῶν καὶ χωρῶν ἐπιτηδευμάτωντε καὶ τῆς ἐφημέρου διαίτης λόγος. πρὸς ἅπαντα γὰρ ταῦτα τὸν ἰατρὸν ἀποβλέποντα χρὴ στοχάζεσθαι τίς ἐπικρατῶν ἐστιν ὁ χυμὸς ἤτοι κατὰ τὸ ποσὸν, ἢ κατὰ τὴν ἑαυτοῦ δύναμιν, ἐν τίνιτε μορίῳ τοῦ σώματος μάλιστα πλεονάζει; τὴν γάρ τοι θεραπείαν ἄριστα ἂν οὕτω ποιοῖτο, καθάπερ κα- κᾀν τοῖς θεραπευτικοῖς λογισμοῖς δείκνυται. ὁ Ἱπποκράτης τοῦ σώματος ἡμῶν τὴν φύσιν ἐν τούτῳ τῷ βιβλίῳ προθέμενος εὑρεῖν, ἐχρήσατο μεθόδῳ πρὸς τὴν εὕρεσιν τῇδε. πρῶτον μὲν ἐζήτησε πότερον ἁπλοῦν, ἢ πολυειδές ἐστιν, ἔπειθ’εὑρὼν ὅτι πολυειδὲς, ἐσκέψατο τῶν ἁπλῶν ἐν αὐτῷ τὴν οὐσίαν, ὁποία τίς ἐστι, τουτέστιν ἥντινα δύναμιν ἔχει πρὸς τὸ παθεῖν ὑπό τινος, ἢ δρᾶσαι, καὶ διὰ τοῦτο τῶνθ’ὡρῶν τῶνθ’ἡλικιῶν ἐμνημόνευσεν, ἐπισκοπούμενος ὅπως ἔχει τὰ εὑρεθέντα στοιχεῖα πρὸς αὐτάς. εὗρε δὲ καὶ ὅτι τάςτε προρρήσεις τῆς λύσεως τῶν νοσημάτων καὶ τὰς θεραπείας ἐπὶ τοὺς αὐτοὺς ἀναφέρειν χρὴ σκοπούς. ἐν δὲ τῷ ζητεῖν τὰ συνθετικὰ τοῦ σώματος ἡμῶν στοιχεῖα καὶ τῶν τοῦ παντὸς ἐμνημόνευσεν, ἅπερ ὄντως ἐστὶ στοιχεῖα. λέγεται γὰρ ἐνίοτε καταχρωμένων ἡμῶν καὶ τὰ καθ’ἕκαστον πρᾶγμα πρὸς διάρτησιν, ἁπλᾶ καὶ πρῶτα μόρια, στοιχεῖα τοῦ πράγματος ἐκείνου, καθάπερ ἁρμονικὰ στοιχεῖα καὶ ῥυθμητικὰ καὶ γεωμετρικὰ καὶ ἀριθμητικὰ καὶ λόγου καὶ φωνῆς καὶ ἀποδείξεως εἰρήκασιν. οὕτω δὲ καὶ ἁμάξης ἑκατὸν εἶναι στοιχεῖά φησιν ὁ Πλάτων ὑφ’Ἡσιόδου λελέχθαι γράψαντος Ἑκατὸν δέτε δούραθ’ἁμάξης. ἅπαντα μὲν τὰ οὕτω λεγόμενα στοιχεῖα καθ’ἕκαστον τῶν πραγμάτων οὐκ ἀκριβῶς ἐστιν ἁπλᾶ καὶ πρῶτα. τὰ δὲ κοινὰ πάντων τῶν ὄντων ἁπλᾶτε καὶ πρῶτα κατ’ἀλήθειάν εἰσι καὶ κυρίως ὀνομάζεται στοιχεῖα. καλεῖ δὲ ἀπὸ τῶν ποιοτήτων ὁ Ἱπποκράτης αὐτὰ θερμὸν καὶ ψυχρὸν ὑγρόντε καὶ ξηρὸν, οὐ τὰ μεταξὺ τῶν ἄκρων, ἀλλ’αὐτὰ τὰ ἄκρα, πῦρ δηλονότι καὶ γῆν ὕδωρτε καὶ ἀέρα. ταύτην οὖν τὴν μέθοδον ὁ Πλάτων ἀξιοῖ μιμεῖσθαι καὶ τὸν περὶ φύσεως ψυχῆς ἐπισκοπούμενον. οὐδὲν γὰρ δύνασθαι τῶν κατὰ μέρος ἄνευ τῆς τοῦ ὅλου φύσεως ἀκριβῶς γνωσθῆναι. παραγράφω δέ σοι καὶ αὐτὴν τὴν τοῦ Πλάτωνος ῥῆσιν ἔχουσαν οὕτως. ΣΩ. ψυχῆς οὖν φύσιν ἀξίως λόγου κατανοῆσαι οἴει δυνατὸν εἶναι ἄνευ τῆς τοῦ ὅλου φύσεως; εἰ μὲν οὖν Ἱπποκράτει τῷ τῶν Ἀσκληπιαδῶν δεῖ τι πείθεσθαι, οὐ δὲ περὶ σώματος ἄνευ τῆς μεθόδου ταύτης. ΣΩ. καλῶς γὰρ ὦ ἑταῖρε λέγει. χρὴ μέντοι πρὸς τῷ Ἱπποκράτει τὸν λόγον ἐξετάζοντας σκοπεῖν εἰ συμφωνεῖ. φημί. ΣΩ. καὶ τί ποτε λέγει Ἱπποκράτηςτε καὶ ὁ ἀληθὴς λόγος, ἆρ’οὐχ ᾧδε; διανοεῖσθαι χρὴ περὶ ὁτιοῦν φύσεως πρῶτον μὲν εἰ ἁπλοῦν, ἢ πολυειδές ἐστιν, οὗ πέρι βουλησόμεθα εἶναι αὐτοὶ τεχνικοὶ καὶ ἄλλους δυνατοὶ ποιεῖν · ἔπειτα δὲ, ἂν μὲν ἁπλοῦν ᾖ, σκοπεῖν τὴν δύναμιν αὐτοῦ, τίνα πρὸς τί πέφυκεν εἰς τὸ δρᾷν ἔχον, ἢ τίνα εἰς τὸ παθεῖν ὑπὸ τοῦ. ἐὰν δὲ πλείῳ εἴδη ἔχῃ, ταῦτα ἀριθμησάμενοι, ὅπερ ἐφ’ἑνὸς, τοῦτ’ἰδεῖν ἐφ’ἑκάστου, τὸ τί ποιεῖν αὐτὸ πέφυκεν, ἢ τὸ τί παθεῖν ὑπὸ τοῦ. ἀλλὰ ταῦτα Πλάτωνος οὑτωσὶ γράψαντος ἐπιδειξάτω τις ἡμῖν ἐν τίνι βιβλίῳ τοῦ Ἱπποκράτους ἑτέρῳ παρὰ τὸ περὶ φύσιος ἀνθρώπου τὴν μέθοδον ταύτην ἐστὶν εὑρεῖν, ἢ εἴπερ οὐκ ἔχει, μηδένα ζητείτω Πλάτωνος ἀξιοπιστότερον μάρτυρα τοῦ γνήσιον εἶναι τὸ βιβλίον τοῦτο. τάτε γὰρ ἄλλα καὶ τοῖς χρόνοις ἐγγυτάτω γέγονεν ὁ Πλάτων τοῖς Ἱπποκράτους μαθηταῖς, ὧν εἴ τινος ἦν τὸ βιβλίον, ἐπεγέγραπτο ἂν τοῦ γράψαντος αὐτὸ το- τοὔνομα. πρὶν γὰρ τοὺς ἐν Ἀλεξανδρείᾳτε καὶ Περγάμῳ γενέσθαι βασιλεῖς, ἐπὶ κτήσει παλαιῶν βιβλίων φιλοτιμηθέντας, οὐδέπω ψευδῶς ἐπεγέγραπτο σύγγραμμα. λαμβάνειν δ’ἀρξαμένων μισθῶν τῶν κομιζόντων αὐτοῖς συγγράμματα παλαιοῦ τινος ἀνδρὸς, οὕτως ἤδη πολλὰ ψευδῶς ἐπιγράφοντες ἐκόμιζον. ἀλλ’οὗτοι μὲν οἱ βασιλεῖς μετὰ τὸν Ἀλεξάνδρου γεγόνασι θάνατον. ὁ δὲ Πλάτων ἀνωτέρω τῆς Ἀλεξάνδρου βασιλείας ἐγεγράφει ταῦτα μηδέπω πεπανουργευμένων τῶν ἐπιγραφῶν, ἀλλ’ἑκάστου βιβλίου τὸν ἴδιον γραφέα διὰ τοῦ προγράμματος δηλοῦντος. Πλάτων μὲν οὖν ὁμολογεῖ κατὰ τὴν Ἱπποκράτους μέθοδον ἐπισκοπεῖσθαι περὶ ψυχῆς φύσεως, ὡς ἐκεῖνος περὶ σώματος, ἀδύνατόντέ φησιν ἄλλως τοῦτο γενέσθαι πρὸ τοῦ γνῶναι τὴν φύσιν τοῦ παντός. ἔνιοι δὲ τοσοῦτον ἡμαρτήκασιν, ὡς τὴν οὕτω θαυμαστὴν μέθοδον ἄλλου τινὸς εἶναι νοεῖν, τῷ μήδ’ἀποκνῆσαι γράψαι τὸν εὑρόντα πρῶτον οὕτω μέγα καὶ σεμνὸν πρᾶγμα τὴν ἀπόδειξιν αὐτοῦ. πῶς γὰρ οὐ μέγα καὶ σεμνὸν, ἁπάντων γεννητῶν καὶ φθαρτῶν σωμάτων εὑρεῖν στοιχεῖα; πῶς δὲ οὐ πολὺ μεῖζον ἀποδείξεσι πιστώσασθαι; καὶ ταῦτα μη δ’ἐν στίχοις ὅλοις τριακοσίοις, ἀλλ’ἐλάττοσι πολλῷ παραληφθῆναι δυναμένῳ; οὐ γὰρ εἰκός ἐστιν ἐν ἅπασι τοῖς θεραπευτικοῖς καὶ προγνωστικοῖς εὑρήμασιν ὡς ἀποδεδειγμένοις χρῆσθαι τοῖς στοιχείοις τὸν Ἱπποκράτην, μηδαμόθι τὴν ἀπόδειξιν αὐτῶν εἰρηκότα. ταῦτα μὲν οὖν ἐκ περιουσίας εἴρηταί μοι, δεικνύντι γνήσιον Ἱπποκράτους εἶναι τὸ βιβλίον. οὐ μὴν ὡς ἐν ἔργῳ γε τοῦτο σπουδαστέον, ἀλλὰ περὶ τῆς ἀληθείας τῶν ἐν αὐτῷ γεγραμμένων σκεπτέον ἀκριβῶς. τοῦτο δ’ἡμεῖς ἐν τῷ περὶ τῶν καθ’Ἱπποκράτους στοιχείων ἐπράξαμεν, ὃ παρὰ πᾶσι τοῖς πεπαιδευμένοις εὐδοκιμοῦν ὁρῶντες οἱ βάσκανοι ψυχρὰν αὐτοῦ ἀπολογίαν ἐποίησαν, οὐκ εἶναι φάσκοντες Ἱπποκράτους τὸ βιβλίον. ἀλλ’ὅτι γε ταῦτα ἐτίθετο καὶ πρὸς ταῦτα ἀποβλέπων ἀεὶ τὰ κατὰ μέρος ἔγραψε πάντα τῶν ὁμολογουμένων ἐστίν. ἐπεὶ δὲ ὑπὸ ἀναισχυντίας καὶ τοῖς ὑπὲρ πάντων ὁμολογουμένοιςτε καὶ συμφωνουμένοις ἀντιλέγουσιν οἱ βάσκανοι, διὰ τοῦτο πραγματείαν ἑτέραν ἐποίησα, το- τοὐπίγραμμα τοιοῦτο ἔχουσαν, ὅτι καὶ κατ’ἄλλα συγγράμματα τὴν αὐτὴν δόξαν ὁ Ἱπποκράτης ἔχων φαίνεται τῇ κατὰ τὸ περὶ φύσιος ἀνθρώπου.