On Antidotes, 2
περὶ τῶν Μιθριδατείωντε καὶ ἄλλων τινῶν Ἀνδρομάχου ἀντιδότων. ὁ περὶ τῆς θηριακῆς λόγος εἰς ὅλον βιβλίον ἐκταθεὶς, σύντομον ἐργάζεται τὸν περὶ ἄλλων ἀντιδότων λόγον, ἃς ἐν τῷδε τῷ γράμματι πρόκειταί μοι διελθεῖν, ἀπὸ τῆς Μιθριδατείου καλουμένης ἀρξαμένῳ, πρὸς μὲν τὰ πλεῖστα τῶν δηλητηρίων φαρμάκων δραστικωτέρας ὑπαρχούσης, ἀπολειπομένης δὲ ἐν τῇ τῶν ὑπ’ἐχίδνης δηχθέντων ἰάσει τῆς θηριακῆς ὀνομαζομένης. ἐπεὶ δὲ καὶ ταύτην καὶ σχεδὸν ἁπάσας τὰς ἀρίστας ἔγραψεν ἐφεξῆς ὁ Ἀνδρόμαχος ἐν τῇ τῶν ἐντὸς φαρμάκων διδασκαλίᾳ, διὰ τοῦτο κα- κᾀγὼ πάσας αὐτὰς, ὡς ἐκεῖνος ἔγραψεν, ἐφεξῆς παραθήσομαι. Ἀνδρομάχου ἀντίδοτοι. ἀντίδοτος Μιθριδάτειος, πρὸς τὰ θανάσιμα ἰδίως ποιοῦσα, καὶ πρὸς τὰ ἐντὸς πάθη πάντα. Ϛ Γλυκυρρίζης 𐅻 ζʹ Ϛ “. καὶ τετρώβολον, ὀπίου 𐅻 δʹ. ὀβολοὺς βʹ. καστορίου 𐅻 στʹ. πολίου 𐅻 εʹ. ὀβολοὺς βʹ. κόστου 𐅻 εʹ. καὶ ὀβολοὺς βʹ. ναρδοστάχυος 𐅻 στʹ. ὀβολοὺς βʹ. κασίας 𐅻 εʹ. ὀβολοὺς βʹ. λιβάνου 𐅻 στʹ. σεσέλεως 𐅻 εʹ. ὀβολοὺς βʹ. ὑποκυστίδος χυλοῦ 𐅻 στʹ. ἀκόρου 𐅻 βʹ. σκορδίου 𐅻 στʹ. ὀβολοὺς βʹ. φύλλου 𐅻 δʹ. γάλλου 𐅻 εʹ. τριώβολον. οἱ δὲ 𐅻 στʹ. κύφεως 𐅻 στʹ. ὀβολοὺς βʹ. σμύρνης 𐅻 στʹ. κρόκου 𐅻 ζʹ. ὀβολοὺς βʹ. κινναμώμου 𐅻 ζʹ. ὀβολοὺς βʹ. στύρακος 𐅻 εʹ. ὀβολοὺς δʹ. δαύκου σπέρματος 𐅻 στʹ. τριώβολον, ζιγγιβέρεως 𐅻 ζʹ. ὀβολοὺς βʹ. φοῦ Ποντικοῦ 𐅻 βʹ. πετροσελίνου 𐅻 δʹ. ὀβολοὺς γʹ. νάρδου Κελτικῆς 𐅻 δʹ. μαράθρου σπέρματος 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. ὑπερικοῦ 𐅻 βʹ. ἀκακίας 𐅻 βʹ. γεντιανῆς 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. ἀνίσου 𐅻 γʹ. θλάσπεως 𐅻 στʹ. ὀβολοὺς δʹ. μήου ἀθαμαντικοῦ 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. κόμμεως 𐅻 βʹ. καρδαμώμου 𐅻 δʹ. οἱ δὲ 𐅻 βʹ. σχοίνου 𐅻 στʹ. ὀβολοὺς βʹ. ὀποπάνακος 𐅻 στʹ. ὀβολοὺς βʹ. ὀποβαλσάμου 𐅻 στʹ. ὀβολοὺς δʹ. χαλβάνης 𐅻 ζʹ. σκίγκου 𐅻 βʹ. ὀβολοὺς βʹ. τερμινθίνης 𐅻 στʹ. ὀβολοὺς βʹ. οἴνου Χίου τὸ ἱκανὸν, μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν. ἄλλως ἡ Μιθριδάτειος ὡς Ἀντίπατρος καὶ Κλεόφαντος. Ϛ Σμύρνης 𐅻 ζʹ Ϛ”. ὀβολοὺς δʹ. οἱ δὲ γʹ. νάρδου ἶσον, κρόκου 𐅻 ζʹ. ὀβολοὺς γʹ. ὀπίου 𐅻 δʹ. ὀβολοὺς βʹ Ϛ “. στύρακος 𐅻 εʹ. καστορίου 𐅻 στʹ. ὀβολὸν ἕνα, κινναμώμου 𐅻 ζʹ. ὀβολοὺς γʹ. πολίου 𐅻 στʹ. ὀβολοὺς γʹ. σκορδίου 𐅻 ζʹ. ὀβολοὺς γʹ. ζιγγιβέρεως τὸ ἶσον, κόστου 𐅻 στʹ. ὀβολοὺς γʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. πεπέρεως μακροῦ 𐅻 στʹ. ὀβολοὺς γʹ. σεσέλεως 𐅻 εʹ. ὀβολοὺς βʹ. ἀβροτόνου 𐅻 εʹ. ὀβολοὺς βʹ. πετροσελίνου 𐅻 ιδʹ. δαύκου σπέρματος 𐅻 στʹ. ὀβολοὺς γʹ. κασσίας 𐅻 εʹ. ὀβολοὺς γʹ. λιβάνου 𐅻 στʹ. ὀβολοὺς βʹ. ὑποκυστίδος χυλοῦ 𐅻 στʹ. ὀβολὸν αʹ Ϛ”. νάρδου Κελτικῆς 𐅻 δʹ. μαράθρου σπέρματος 𐅻 δʹ. μαλαβάθρου φύλλων 𐅻 δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. ἀκόρου, φοῦ Ποντικοῦ, σαγαπηνοῦ, βαλσάμου καρποῦ, ὑπερικοῦ, Ἰλλυρίδος, ἀνὰ 𐅻 βʹ. μίλτου Λημνίου 𐅻 στʹ. κύφεως, σκίγκου ὀσφύος, ἀνὰ 𐅻 στʹ. ἀκακίας, κόμμεως, καρδαμώμου, πελεκίνου, ἀνὰ 𐅻 βʹ. θλάσπεως 𐅻 στʹ. ὀβολοὺς δʹ. γεντιανῆς 𐅻 δʹ. οἱ δὲ γʹ. ἀνίσου 𐅻 γʹ. ῥόδων ξηρῶν 𐅻 δʹ. μήου ἀθαμαντικοῦ ἶσον, σχοίνου 𐅻 στʹ. ὀβολοὺς γʹ. ὀποπάνακος 𐅻 στʹ. χαλβάνης 𐅻 στʹ. ὀβολοὺς γʹ. ὀποβαλσάμου τὸ ἶσον, ἀριστολοχίας 𐅻 αʹ. ὑσσώπου 𐅻 γʹ. πρασίου 𐅻 αʹ. χαμαιπίτυος 𐅻 γʹ. λιβανωτίδος 𐅻 εʹ. τερμινθίνης 𐅻 στʹ. τριώβολον, μέλιτος Ἀττικοῦ τὸ ἱκανὸν, οἶνον μὴ βάλε. ἀντίδοτος ἡ Ὀρβανοῦ λεγομένη τοῦ Ἰνδοῦ, πρὸς τὸ τὰ ἐντὸς βρέφη ἐκβάλλειν. Ϛ Σμύρνης 𐅻 ιεʹ. κρόκου 𐅻 ιστʹ. νάρδου Ἰνδικῆς 𐅻 ιστʹ. κινναμώμου, κασσίας, πάνακος, ἀνὰ 𐅻 ιγʹ. ἀμώμου 𐅻 ηʹ. σκορδίου 𐅻 κεʹ. ἐν ἄλλῳ 𐅻 εʹ. σχοίνου ἄνθους 𐅻 ηʹ. μήου ἀθαμαντικοῦ 𐅻 γʹ. ῥόδων χυλοῦ 𐅻 ιβʹ. ὀβολοὺς γʹ. φοῦ 𐅻 εʹ. ὀβολοὺς γʹ. ὑπερικοῦ 𐅻 εʹ. ζιγγιβέρεως 𐅻 στʹ. πεπέρεως μέλανος 𐅻 στʹ. πεπέρεως λευκοῦ 𐅻 ηʹ. στύρακος 𐅻 εʹ. ὀβολοὺς γʹ. μαράθρου ἀγρίου σπέρματος 𐅻 γʹ. ὀβολοὺς δʹ. πεπέρεως μακροῦ 𐅻 εʹ. οἱ δὲ στʹ. κόστου 𐅻 ζʹ. ὀβολοὺς γʹ. τριφύλλου σπέρματος 𐅻 εʹ. γεντιανῆς 𐅻 δʹ. ἀριστολοχίας στρογγύλης 𐅻 δʹ. πολίου 𐅻 εʹ. τριφύλλου ῥίζης 𐅻 εʹ. ὀβολοὺς γʹ. καρδαμώμου 𐅻 εʹ. ἐχίου ῥίζης 𐅻 δʹ. λιβάνου δραχμὰς στʹ. πετροσελίνου δραχμὰς στʹ. φλόμου δραχμὰς στʹ. σεσέλεως δραχμὰς εʹ. κυμίνου Αἰθιοπικοῦ δραχμὰς γʹ. βαλσάμου καρποῦ δραχμὰς δʹ. νάρδου Κελτικῆς 𐅻 ζʹ. Λημνίας δραχμὰς δʹ. μηκωνείου 𐅻 δʹ. ὀβολοὺς γʹ. κάγχρυος σπέρματος δραχμὰς γʹ. κύφεως δραχμὰς δʹ. ἴρεως Ἰλλυρικῆς ἴσον, μανδραγόρου χυλοῦ δραχμὰς στʹ. ὀβολοὺς γʹ. σαγαπηνοῦ δραχμὰς δʹ. ὀποπάνακος δραχμὰς γʹ. ἀνίσου δραχμὰς δʹ. ὑποκυστίδος χυλοῦ δραχμὰς στʹ. τερμινθίνης δραχμὰς εʹ. ὀβολοὺς γʹ. καστορίου δραχμὰς εʹ. ὀποβαλσάμου δραχμὰς ιστʹ. πηγάνου ἀγρίου σπέρματος δραχμὰς γʹ. χαλβάνης δραχμὰς δʹ. βουνιάδος σπέρματος ἶσον, ἐλαφείου μυελοῦ δραχμὰς στʹ. ὀβολοὺς γʹ. μύρου νάρδου δραχμὰς κʹ. αἵματος ἐριφείου ξηροῦ δραχμὰς εʹ. ὀβολοὺς τρεῖς, καὶ χηνείου ξηροῦ ἶσον, νήσσης αἵματος δραχμὰς γʹ. τριώβολον, βουφθάλμου Αἰγυπτίου χυλοῦ δραχμὰς ηʹ. οἴνου Χίου ἀθαμαντικοῦ τὸ ἱκανόν. ἀντίδοτος πανάκεια δι’αἱμάτων, ᾗ χρῶμαι, πλείστην ἐπαγγελίαν ἔχουσα ἐκ τῶν Ἀφροδᾶ. Ϛ Κινναμώμου 𐅻 ηʹ. ἀμώμου 𐅻 δʹ. κασσίας σύριγγος μελαίνης 𐅻 ιστʹ. κρόκου 𐅻 ιστʹ. σχοίνου 𐅻 εʹ. λιβάνου 𐅻 εʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀβολοὺς γʹ. καὶ μακροῦ 𐅻 αʹ. ὀβολοὺς γʹ. σμύρνης 𐅻 ιαʹ. ὀβολοὺς βʹ. νάρδου Ἰνδικῆς 𐅻 ιαʹ. τετρώβολον, Κελτικῆς 𐅻 ιστʹ. ὀβολοὺς βʹ. ῥόδων ξηρῶν 𐅻 στʹ. κόστου 𐅻 βʹ. ὀβολοὺς γʹ Ϛ “. ὀποβαλσάμου 𐅻 δʹ. ὀβολοὺς βʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γʹ. ἄλλοι 𐅻 δʹ Ϛ”. στοιχάδος 𐅻 εʹ. ὀβολοὺς βʹ. τριφύλλου ῥίζης 𐅻 δʹ. ἢ τοῦ σπέρματος 𐅻 γʹ. σκορδίου ἄνθους 𐅻 ιαʹ. ὀβολοὺς βʹ. πολίου Κρητικοῦ 𐅻 στʹ. ὀβολοὺς βʹ. ἀσάρου 𐅻 βʹ. ἀκόρου 𐅻 γʹ. ὀβολοὺς γʹ Ϛ “. δαύκου σπέρματος τὸ ἴσον, ἀνίσου σπέρματος 𐅻 βʹ. κυμίνου Αἰθιοπικοῦ ἴσον, ῥήου Ποντικοῦ 𐅻 εʹ. ὀβολοὺς γʹ Ϛ”. βουνιάδος σπέρματος ἀγρίας 𐅻 γʹ. ἢ γογγυλίδος σπέρματος ἴσον, φοῦ Ποντικοῦ 𐅻 βʹ. μέλιτος ἑφθοῦ τὸ ἱκανόν. ἀντίδοτος ἀσύγκριτος ἣν συνέθηκα, ποιοῦσα πρὸς πάντα τὰ ἐντὸς πάθη, ὡς Νικόστρατος. Ϛ Ῥίζης γλυκείας, μαλαβάθρου φύλλου, ὀποβαλσάμου, ἀγαρικοῦ, κινναμώμου ἀνὰ 𐅻 ιγʹ. ζιγγιβέρεως, τριφύλλου σπέρματος, ἀμώμου, πηγάνου ἀγρίου σπέρματος, ἀρκευθίδων μὴ πεπείρων ξηρῶν ἀνὰ 𐅻 ιεʹ. πετροσελίνου ἀνὰ 𐅻 ηʹ. ὀποῦ μήκωνος ἴσον, καστορίου, πεπέρεως μακροῦ, ὑποκυστίδος χυλοῦ, κύφεως ἀνὰ 𐅻 ιβʹ. ὀβολοὺς βʹ. πολίου, πεπέρεως λευκοῦ, σεσέλεως, βδελλίου ἀνὰ 𐅻 ιεʹ. ὀβολοὺς γʹ. σχοίνου ἄνθους, κόστου ἀνὰ 𐅻 ιβʹ Ϛ “. δαύκου σπέρματος, θλάσπεως ἀνὰ 𐅻 ιγʹ. ναρδοστάχυος 𐅻 κδʹ. κασσίας μελαίνης ῥίζης 𐅻 ιστʹ. λιβάνου, πάνακος, ὀποπάνακος, ἀνὰ 𐅻 ιβʹ. ἀκόρου 𐅻 εʹ. σκορδίου 𐅻 ιζʹ. μαράθρου, νάρδου Κελτικῆς, Γεντιανῆς, ῥόδων ἄνθους, κόμμεως, ὀποῦ Κυρηναϊκοῦ, καρδαμώμου, ἀμμωνιακοῦ θυμιάματος, ἐχίου ῥίζης, ἀπαρίνης χυλοῦ, ἀνὰ 𐅻 ηʹ. σαγαπηνοῦ, ὑπερικοῦ, ἀκακίας χυλοῦ, ἴρεως Ἰλλυρικῆς, ἀνὰ 𐅻 ιδʹ. σμύρνης στακτῆς 𐅻 κʹ. κρόκου δραχμὰς λʹ. στύρακος δραχμὰς ιαʹ. ὀβολοὺς βʹ. φοῦ, μήου, δικτάμνου, βουνιάδος σπέρματος, καλάμου ἀρωματικοῦ, ἀνὰ δραχμὰς ηʹ ἢ ιʹ. ἀνίσου, ἀσάρου, ἀγαρικοῦ, σκίγκου, ἀνὰ δραχμὰς στʹ. τερμινθίνης, ἀνὰ δραχμὰς ιδʹ. ὀβολοὺς δʹ. χαλβάνης δραχμὰς εʹ. νήσσης θηλείας αἵματος, ἐριφείου αἵματος, ἀνὰ δραχμὰς ζʹ. πεπέρεως μέλανος καὶ πεπέρεως μακροῦ, ἀνὰ 𐅻 κδʹ. κροκομάγματος ἴσας, πενταφύλλου ῥίζης, ὀριγάνου ἀγρίου, πρασίου, στοιχάδος, ἄμμεως, χαμαίδρυος, χαμαιπίτυος, κενταυρίου λεπτοῦ, ἀριστολοχίας λεπτῆς, ἀνὰ 𐅻 στʹ. λημνίας σφραγῖδος 𐅻 λʹ. χηνείου αἵματος, χελώνης θαλασσίας, ῥήου Ποντικοῦ ἀνὰ 𐅻 ζʹ. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν · ἡ πόσις κυάμου μέγεθος ἐν ὕδατι. ποιεῖ καὶ πρὸς τεταρταῖον, πρὸς δὲ τὰ θανάσιμα, ὡς οὐκ ἄλλη. ἀντίδοτος Αἰλίου Γάλλου, ᾖ Καῖσαρ συμφώνως, ταύτῃ καὶ Χάρμης ἐχρήσατο, ποιοῦσα πρὸς τὰ θανάσιμα καὶ ἰοβόλα, κα- κᾂν τόπον ἑρπετῶν καταρράνῃς, φυγαδεύσεις. ποιεῖ πρὸς ῥεῦμα πᾶν ὀφθαλμῶν, καὶ τῶν λοιπῶν ἀναξηραίνουσα, δυσαρεστήματα λύει, πυρετοὺς χρονίους καὶ περιοδικούς. ποιεῖ δὲ καὶ ἐπὶ τῶν δυστραπέλως καθαιρομένων γυναικῶν, ἀλύπως ἔμβρυα ἐκκρίνει, ποιεῖ καὶ πρὸς φθισικούς. ἡ δόσις καρύου Ποντικοῦ μεθ’ὕδατος κυάθων δʹ. ἐπὶ δὲ τῶν ἐχεοδήκτων σὺν οἴνῳ. Ϛ Σμύρνης 𐅻 ιβʹ. κρόκου 𐅻 ιδʹ. νάρδου ιδʹ. σχοίνου ιβʹ. κινναμώμου βʹ. ἀμώμου δʹ. χαλβάνης ιαʹ. τερμινθίνης 𐅻 εʹ. πεπέρεως λευκοῦ ιʹ, καὶ μακροῦ λβʹ. κόστου 𐅻 ηʹ. λιβάνου ιβʹ. ὀποῦ μήκωνος ἶσον, σκορδίου 𐅻 νʹ. ἐν ἄλλῳ ηʹ. πολίου δʹ. ὑποκυστίδος χυλοῦ ιβʹ. πετροσελίνου ιηʹ. σεσέλεως ιδʹ. δαύκου σπέρματος ιστʹ. ὀποβαλσάμου ιβʹ. ὀποπάνακος ἴσον, καστορίου ηʹ. μέλιτος Ἀττικοῦ ξε. βʹ. ἀντίδοτος Ζωπύριος. Ϛ Κινναμώμου 𐅻 γʹ. σμύρνης στακτῆς 𐅻 εʹ. νάρδου εʹ. δίδοται καρύου Ποντικοῦ μέγεθος σὺν ὕδατι, κυάθοις τρισὶν ἐπ’ἐνιαυτόν.
περὶ τῆς Μιθριδατείου ἀντιδότου, ὡς Δαμοκράτης. ταύτας μὲν οὖν τὰς ἀντιδότους τὰς γεγραμμένας πάσας ὁ Ἀνδρόμαχος ἔγραψεν. ἐπεὶ δὲ τὰ διὰ μέτρων γεγραμμένα, καὶ πρὸς ἀκρίβειαν τῶν σταθμῶν τῶν φαρμάκων, καὶ πρὸς μνήμην ἐστὶ χρησιμώτατα, διὰ τοῦτο καὶ τὰς ὑπὸ Δαμοκράτους συγγεγραμμένας ἀξιολόγους ἀντιδότους ἐφεξῆς ὑπέταξα, τὴν ἀρχὴν ἀπὸ τῆς Μιθριδατείου ποιησάμενος. αἱ ὑπὸ Δαμοκράτους ἀντίδοτοι γεγραμμέναι. ἀντίδοτος ἥν λέγουσι Μιθριδάτειόν τινες τῶν σφόδρα ἐπισήμων, δραστικὸν φάρμακον πρὸς πᾶν πάθος πᾶσάντ’ἀντίδοτον εἶπον ποιεῖν. σμύρνης Ἀραβικῆς Τρωγλοδύτιδος 𐅻 ιʹ. κρόκου ιʹ. ἀγαρικοῦ ιʹ. ζιγγιβέρεως Ιʹ. κινναμώμου ιʹ. ναρδοστάχυος Ιʹ. λιβάνου ιʹ. θλάσπεως ιʹ. καὶ σεσέλεως, ὀποβαλσάμου, σχοίνουτε καὶ Στοιχάδος, κόστου, χαλβάνης, τερμινθίνης, Μακροῦ πεπέρεως, καστορίουτε Ποντικοῦ, Ὑποκυστίδος χυλοῦτε, καὶ στύρακος καλοῦ, Ὀποπάνακος, καὶ μαλαβάθρου φύλλων νέου, Πάντων ἑκάστου τὰς ἴσας δὶς δʹ. κασίας μελαίνης ζʹ. πολίου ζʹ. λευκοῦ πεπέρεως τα- ταὐτὸ, σκορδίουτ’ἴσον, Τοῦ Κρητικοῦ δαύκουτε τα- ταὐτὸν σπέρματος. ἴσας δ’ἔνι τούτων, βαλσάμου καρποῦ δραχμὰς, Καὶ κύφεως τὸν αὐτὸν ἐνίοτε τούτων σταθμόν. τινὲς δὲ καὶ βδελλίου ἐπὶ τούτων ἴσον, Νάρδου καθαρᾶς δὲ Κελτικῆς, καὶ κόμμεως, Καὶ πετροσελίνου, καὶ ὀπίου, μηκωνείου, Καὶ καρδαμώμου, καὶ μαράθρου τοῦ σπέρματος, Καὶ Γεντιανῆς, καὶ ῥόδων φύλλων ἴσας, Ἀνὰ εʹ. δραχμὰς μικρὸν ἐπιρρεπέστερον. τοῦ Κρητικοῦτε τα- ταὐτὸ δικτάμνου μέρος, Ἀνίσουτε καὶ ἀσάρουτε γʹ. 𐅻 Ἀκόρουτε καὶ φοῦ, καὶ σαγαπηνοῦ τὰς ἴσας, Ἀθαμαντικοῦ μήουτε καὶ τῆς ἀκακίας, Σκίγκουτε γαστρὸς, ὑπερικοῦτε σπέρματος. τούτων ἴσα πάντων ἀνὰ βʹ. Ϛ”. ὁλκάδας, οἴνου τὸ μέτριον, καὶ μέλιτος Τὸ σύμμετρον, ὡς τάσδ’ὁμοίως οὕτως σκεύασον. ἐπεὶ οὖν κύφεως ἐμνημόνευσεν ὁ Δαμοκράτης, ὃ καὶ αὐτὸς κατασκευάζεται, διὰ τοῦτο καλῶς ἐποίησε, προσγράψας αὐτοῦ τὴν κατασκευὴν, ἐφεξῆς γεγραμμένην. τὸ κῦφι δ’οὐδέν ἐστιν οὐ δὲ μίγμ’ἁπλοῦν, Οὐ δ’αὐτὸ γῆ φέρει τις, οὐ δ’ὀπίζεται. Αἰγύπτιοι δὲ τοῦτο τῶν θεῶν τισιν Ἐπιθυμιῶσι σκευάσαντες, ὡς φράσω. λευκὴν λαβόντες σταφίδα τὴν λιπαρωτάτην, Αἴρουσι τὸν φλοιόντε καὶ τὸ σπέρμ’ἅπαν. τὴν σάρκα δ’αὐτῆς λεοτριβήσαντες καλῶς Ἱστᾶσι δραχμὰς Ἀττικὰς δὶς δώδεκα, Τερμινθίνηςτε τα- ταὐτὸ τῆς κεκαυμένης, Σμύρνηςτε ιβʹ. κινναμώμου δʹ. σχοίνου ιβʹ. καὶ κρόκου μία, βδελλίου Ὄνυχας 𐅻 γʹ. ἀσπαλάθου βʹ. Ϛ “. ναρδοστάχυος γʹ. καὶ κασίας γʹ. τῆς καλῆς Καθαρᾶς, κυπείρου γʹ. δραχμὰς, ἀρκευθίδων Ἐκ τῶν μεγίστων καὶ λιπαρῶν ταύταις ἴσας, Θʹ. δὲ καλάμου τοῦ μυρεψικοῦ δραχμὰς, Μέλιτος τὸ μέτριον, παντελῶς οἴνου βραχὺ, Βδέλλιον, οἶνον, σμύρναν εἰς θυΐδιον Βαλόντες, εὖ τρίβουσιν ὡς μέλιτος πάχος Ὑγροῦ ποιῆσαι, καὶ προσαποδόντες μέλι Τὴν σταφίδα συντρίβουσιν, εἶτα λεῖα δὲ Ἅπαντα καταμίξαντες ἐκ τούτου κύκλους Βραχεῖς ποιοῦντες θυμιῶσι τοῖς θεοῖς. Ῥοῦφος μὲν οὕτω δεῖν ἔφασκε σκευάσαι, Ἀνὴρ ἄριστος ἑκτικόςθ’ἐν τῇ τέχνῃ. ἔνιοι δὲ κιννάμωμον οὐ σχόντες βαλεῖν Μίσγουσι τα- ταὐτὸ καρδαμώμου σπέρματος. χρῶνται δ’ὁμοίως τῇ πρὸ ταύτης συνθέσει. τινὲς δὲ καὶ τοῖς ἧπαρ ἢ τὸν πνεύμονα, Ἥ καί τι ἕτερον σπλάγχνον ἐξηλκωμένοις Πίνειν διδόασιν, ὡς δραχμὴν τοῦ φαρμάκου.
περὶ τριῶν ἀντιδότων ἀξιολόγων, δυοῖν πρὸς τὴν φθίσιν καὶ μιᾶς πρὸς τὰ δηλητήρια. μεμνημένου δὲ τοῦ Δαμοκράτους καὶ ἄλλων ἀντιδότων ἀξιολόγων, ἄμεινον ἔδοξέ μοι κα- κᾀκείνας διὰ τὴν αὐτὴν χρείαν ἐν μέτρῳ γεγραμμένας ὑπ’αὐτοῦ παραθέσθαι. τὴν μὲν οὖν θηριακὴν ὀνομαζομένην ὅπως συντίθησιν ἐν τῷ πρὸ τούτου λόγῳ δεδήλωκα · νυνὶ δὲ τὰς ἐφεξῆς αὐτῆς γεγραμμένας παραθήσομαι. ἄλλη σφόδρα καλὴ πρὸς φθισικοὺς κεχρονισμένους Τοὺςθ’αἷμ’ἀνάγοντας, καὶ πυρέσσοντας λάθρα, Καὶ τοὺς ἔχοντας ἀσθενῆ θώρηκα, Καὶ τοὺς στομαχικοὺς, ἡπατικοὺς, νεφριτικοὺς, Καὶ πρὸς ἅ προεῖπον πάντα. τοῖς τρυφερωτέροις Μᾶλλον προσηνὴς, ἀλλ’ἔλαττον δραστική. ταύτῃ λέγουσι τὸν Σεβαστὸν ἡδέως Χρησάμενον ὑγιᾶ γεγονέναι ἐν βραχεῖ χρόνῳ, Πλευροῖςτε καὶ θώρακι δυσχρηστούμενον. ἔχει δὲ ψυλλίουτε καὶ κασίας κιρρᾶς, Ναρδοστάχυόςτε, καὶ καθαρᾶς τῆς Κελτικῆς, Καὶ κινναμώμου, καὶ κρόκου τοῦ προσφάτου, Ἀνὰ ιβʹ. δραχμὰς, καὶ ὀποβαλσάμου δέκα, Στακτῆς Ἀραβικῆς παχυτάτης ιστʹ. σχοίνουτε λεπτῆς, Λημνίαςτε τῆς καλῆς, Ῥᾶ Ποντικοῦτε, πηγάνουτε σπέρματος, Τὸ δ’ἄγριόν ἐστι πήγανον κρεῖττον πολὺ, Καλοῦτ’ἀμώμου καὶ ῥόδων ξηρῶν ἴσον, Λευκοῦτε πεπέρεως, βουνιάδος τοῦ σπέρματος. ἔστω δ’ἀγρίας τοῦτο, μὴ τῆς ἡμέρου, Τούτων ἀνὰ δραχμὰς δʹ. λιβάνουτε γʹ. ἴσοντε λιβάνῳ προσβαλεῖς τὸ Κρητικὸν Δίκταμνον, ἱκανῶς ξηρὸν ἀλλὰ πρόσφατον. τα- ταὐτότε κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος. τὰ μὲν ἄλλα κόψας σῆθε λεπτῷ κοσκίνῳ, Μόνον δὲ τὸ ψύλλιον εἰς ὅλμον βαλὼν, Κόψον πολὺ πλέον, ἵνα λάβῃς ὅσον θέλῃς. ἅπαν γὰρ αὐτὸ λεπτὸν ἀδύνατον ποιεῖν. σκεύαζε δ’οὕτω, τὴν καλὴν στακτὴν βαλὼν Εἰς πλατυτέραν θυείαν, οἴνου παραχέων Λιπαροῦ Φαλερίνου τὸ μέτριον, λέαινέτε Ἐπ’ὀλίγον αὐτὰ, καὶ ὀποβάλσαμον τότε Μιγνὺς, δίϋγρον τοῦτο δ’ἐστὶ χρήσιμον, Παρεμπάσσωντε τὰ ξηρὰ πάντα μίγματα, Ἄφες δ’ὀλίγον συμπιεῖν τὸ φάρμακον, Τό,τε μέλι ζέσας, δὶς ἢ τρὶς αὐτῶν καταχέαι, Ἑνῶντε τὴν ἀντίδοτον ἀποθήσεις τότε, Εἰς πυξίδ’οἵαν εἶπον ἔμπροσθεν βραχὺ, Διδοὺς ὁμοίως κα- κᾀπὶ τῶν αὐτῶν παθῶν. ἄλλη σφόδρα καλὴ πρὸς ἃ εἶπον πάνθ’ἁπλῶς. φασὶν δ’ἀμείνω τήνδε πρὸς τὰ πνεύματα Πολλοῖς χρόνοις λυποῦντα τὸν στόμαχον, ποιεῖν, Καὶ βορβορυγμοὺς τοὺς ἐνοχλουμένους ἀεὶ, Τῶν ἐντέρων, κώλουτε, καὶ τῆς γαστέρος. ποιεῖ δὲ καὶ γέρουσιν ὀξυωπίαν. τοῖς θηριοδήκτοις δ’ἐστὶ συμφορωτάτη. σκεύαζε δ’αὐτὴν, ταῦτ’ἔχων τὰ μίγματα. Κυρηναϊκοῦ τοῦ καλοῦ δραχμὴν ὀποῦ, Ἀκόρουτε καὶ φοῦ καστορίουτε καὶ ἀσάρου, Καὶ καρδαμώμου σπέρματος καὶ κόμμεως, Χυλοῦτ’ἀκακίας, τῆς ἀρίστης ἴρεως, Καθαροῦ σαγαπηνοῦ, ὑπερικοῦ τοῦ Κρητικοῦ, Τούτων ἑκάστου βʹ. δραχμὰς ῥεπέστερον, Ὀποβαλσάμουτε τοῦ διαυγοῦς γʹ. δραχμὰς, Ὀποβαλσάμῳ δὲ τα- ταὐτὸ ψυλλίου βάρος, Λευκοῦτε πεπέρεως, πετροσελίνου, Κελτικῆς Στάχυόςτε νάρδου, μαλαβάθρου φύλλου νέου Αἰθιοπικοῦτε, καὶ κυμίνου σπέρματος, Ἀθαμαντικοῦ μήουτε, κα- κἀμώμου καλοῦ, Μήκωνος, ὀπίου, γεντιανῆς καὶ βαλσάμου, Στήσας ἑκάστου δραχμὰς δʹ. σταθμῷ, Στύρακος σταγόνας δὲ εʹ. καὶ τριώβολον. κόστου δὲ λευκοῦ καὶ σεσέλεως, θλάσπεως, Κασίας μελαίνης εʹ. ἑκάστου βʹ. ὀβολοὺς, Σχοίνουτε, πολίου ἀνὰ εʹ. τριώβολον, Καὶ Κρητικοῦ δὲ τα- ταὐτὸ, δικτάμνου πόας Ταύτης ἴσον, πρόσβαλλε σκορδίου σταθμόν. μακροῦ πεπέρεως καὶ λιβάνου καὶ Λημνίας Σμύρνης, γλυκυρρίζης, χαλβάνης, τερμινθίνης, Ξηροῦτε νήσσης αἵματος, τοῦ προσφάτου, Ὀποπάνακόςτε καὶ μαράθρου τοῦ σπέρματος, Ξηρῶν ῥόδων φύλλων, καὶ τῆς ὑποκιστίδος Χυλοῦ καλῶς γεγονότος, ἀγαρικοῦτ’ἴσα, Τοῦ Κρητικοῦ δαύκουτε καθαροῦ σπέρματος, Ἀνισαρίουτε σπέρματος, σκίγκουτ’ἴσον, Δὶς τρὶς ἑκάστου μίγματος βαλεῖς σταθμὸν, Καὶ ζιγγιβέρεωςτε τοῦ ξηροῦ καλῶς, Καὶ κινναμώμου καὶ κρόκου δὶς τέσσαρας, Μέλιτόςτε χρηστοῦ τὸν διπλοῦν πᾶσι σταθμὸν, Οἴνουτε Χίου τοῦ καλοῦ τὸ σύμμετρον. ἡ τοῦ Φαλερίνου τα- ταὐτὸ τοῦ κεχρονισμένου. σκεύαζε δ’αὐτὴν, ὡς προεῖπον δεῖν ποιεῖν, Τὴν θηριακὴν ἀντίδοτον ἔμπροσθεν βραχὺ, Διδόναιθ’ὁμοίως πᾶσιν, ὡς ἐκείνην ἔφην. ἄλλη δι’αἱμάτων ἀντίδοτος, ἥν φασίν τινες Ποιεῖν ἄμεινον πρὸς τὰ δηλητήρια. ἔχει δὲ χηνὸς αἵματος ξηροῦ δύο, Καὶ τρεῖς χελώνης τῆς θαλασσίας δραχμὰς, Τὸ δ’αὐτὸ νήσσης, καὶ ἐρίφου γʹ. τὰς ἴσας. νήσσης δ’ἄμεινον αἷμα θηλείας δοκεῖ, Στακτῆς Ἀραβικῆς παχυτάτης δραχμὰς ιʹ. ναρδοστάχυόςτε τὰς ἴσας σμύρνης δραχμὰς, Καὶ κινναμώμου τοῦ καλοῦ δὶς τρεῖς δραχμάς. ῥόδων δὲ φύλλων ξηροτάτων δὶς τέσσαρας, Σχοίνου, λιβάνου, κόστου, μία ἑκάστου δραχμὴ, Καὶ τρεῖς ἀμώμου, πεπέρεως λευκοῦ τὰς ἴσας, Καὶ τοῦ μακροῦ δὲ πεπέρεως μίαν ἥμισυ, Κρόκου δὲ δώδεκα καὶ κασίας δὶς δʹ. ῥίζης τριφύλλου εʹ. πολίου τὰς ἴσας, Ὀποβαλσάμου τρεῖς, πετροσελίνου δʹ. ἀρκευθίδων τῶν λιπαρῶν, καὶ ἀκόρου δύο, Ῥᾶ Ποντικοῦ, μήουτε, δικτάμνου δύο, Τουτέστι ἀνὰ δύο, φοῦτε τὰς αὐτὰς βʹ. ἀμμωνιακοῦτε ὡσαύτως θυμιάματος, Μαράθρου δραχμὰς βʹ. ἀγαρικοῦ δύο ἥμισυ, Τρεῖς τοῦ πετραίου πηγάνου, δαύκου βʹ. Ἀνισαρίουτε καὶ ἀσάρου μίαν ἥμισυ, Ἴσον δὲ τούτοις, τούτοις πάλιν Ἴσον κυμίνου Θηβαϊκοῦ τοῦ σπέρματος, Καὶ γʹ. δραχμὰς βουνιάδος ἀγρίας σπέρματος, Τούτοις προσαπόδος εʹ. σκορδίου δραχμὰς, Τὸ Κρητικὸν δ’ἄμεινον ὡς προείπομεν, Μέλιτος ἅπασι τοῦ καλοῦ διπλοῦν σταθμόν. ἅπαντα λεπτὰ λεῖα τὰ προειρημένα, Ἑφθῷτε τῷ μέλιτι δεύσας ἀποτίθου.
περὶ Χάρμου ἀντιδότου. μετὰ τὰς γεγραμμένας ἀντιδότους ἄχρι δεῦρο, τὴν Μιθριδάτειον ἔγραψεν ὁ Δαμοκράτης, ἣν ὀλίγον ἔμπροσθεν ἐγὼ παρεθέμην. ὑπερβὰς οὖν αὐτὴν, ὡς ἐφεξῆς γράφει, προσθήσω. ἀντίδοτος, ἥν φασιν οἱ νεώτεροι Χάρμην, Θεραπεύει δὲ διαθέσεις κεχρονισμένας, Ἃς οὐδὲν ὠφέλησεν ἕτερα φάρμακα. σμύρνης ἔχει δὲ τῆς καλῆς, ὀποβαλσάμου, Ὑποκιστίδος χυλοῦτε, καὶ λιβάνου καλοῦ, Ὀποπάνακος καθαροῦτε καὶ νέου κρόκου, Τούτων ἑκάστου μίγματος δυοκαίδεκα. κόστου δὲ λευκοῦ, καστορίουτε Ποντικοῦ, Τερμινθίνηςτε τῆς καθαρᾶς, σχοίνουτ’ἴσον. πάλιν δ’ἑκάστου μίγματος δὶς δʹ. βότρυόςτ’ἀμώμου τέσσαρας, πολίουτ’ἴσας, Καὶ κινναμώμου δʹ. πάλιν καλοῦ, Δὶς τρεῖς δὲ δαύκου Κρητικοῦ τοῦ σπέρματος. τὸ δ’αὐτὸ δαύκῳ σεσέλεως τοῦ σπέρματος, Κασσίας δὲ κιρρᾶς τοῦ φλοιοῦ δὶς θʹ. καὶ πετροσελίνου σπέρματος ταύταις ἴσας, Μακροῦ πεπέρεως προσφάτου δὶς δώδεκα, Τὸ γὰρ παλαιὸν σητοκόπον εὑρίσκεται, Λευκοῦ ιʹ. δραχμὰς, χαλβάνης καθαρᾶς ιʹ. ναρδοστάχυος δὲ τῆς καλῆς ἑκκαίδεκα, Δὶς δ’εἴκοσιν καὶ εʹ. Κρητικοῦ καλοῦ, Καὶ προσφάτου. πρόσβαλλε σκορδίου δραχμὰς, Τριπλοῦν δὲ μέλιτος πᾶσι τοῖς ξηροῖς βάρος. σκεύαζε δ’αὐτὸν, ὡς προεῖπον σκευάσαι. ἄλλαςτε δυνάμεις καὶ διδοὺς αὕτως πάλιν. ταύτην ἐπώλει Χάρμης Ἀττικῶν δραχμῶν Δὶς πεντακοσίων, οὐ δ’ὅλην λίτραν διδοὺς, Ἐδόκει δὲ χάριτα διδόναι τοῖς ὠνουμένοις. τῶν δ’ἀξιοπίστων Χάρμιδός τις γνωρίμων Ταύτην ἔφασκε τὴν γραφὴν δοκιμωτάτην. νάρδου δὶς ηʹ. στάχυος Ἰνδικῆς δραχμὰς, Σμύρνηςτε χρηστῆς, καὶ ὀπίου, μηκωνείου, Ὑποκιστίδοςτε χυλοῦ, καὶ ὀποβαλσάμου, Ὀποπάνακόςτε τοῦ καθαροῦ καὶ προσφάτου, Καὶ καστορίου καὶ λιβάνου πάντων ἴσα, Ἀνὰ ιβʹ. δραχμὰς δʹ. δὲ χαλβάνης, Τερμινθίνηςτε εʹ. πολίου τέσσαρας, Κασίας μελαίνης τῆς καλῆς δὶς δʹ. λευκοῦ πεπέρεως βʹ. δραχμὰς, μακροῦ μίαν Καὶ βʹ. ὀβολούς. κρόκου δὲ κωρυκίου ιʹ. μίαν δὲ πρὸς ταύταισι καὶ δὶς δʹ. σχοίνου πάνυ λεπτῆς, τοῦτ’ἀμώμου δʹ. Βʹ. κινναμώμου, σεσέλεως δραχμὰς δύο, Δαύκου δραχμὰς στʹ. σπέρματος τοῦ Κρητικοῦ, Καὶ πετροσελίνου σπέρματος δὶς θʹ. δὶς δʹ. δὲ σκορδίου κόμης 𐅻 ζʹ. βδέλλης ὄνυχόςτε τῆς διαυγοῦς, ὡς δραχμὴν, Μέλιτόςτε λίτρας εʹ. καὶ μικρῷ πλέον. σκεύαζε δ’οὕτω, προδιαλύσας τοὺς ὀποὺς Τῷ μέλιτι θερμῷ, τήντε ῥητίνην καλῶς, Τὰ ξηρὰ πάντα παραπλάσσεις σεσησμένα. οὕτω δ’ἑνώσας πάντα, δώσεις Ποντικοῦ Καρύου τὸ μέγεθος τοῖς ὀφείλουσιν λαβεῖν.
περὶ τινων ἄλλων ἀντιδότων τῶν ὑπὸ Δαμοκράτους γεγραμμένον. ἐφεκτικὴν δ’ἀντίδοτον εἰ βούλει ποιεῖν, Αἵματος ἄνωτε καὶ κάτω πολλοῦ φορᾶς, Ταύτην ἀκριβῶς σκευάσας, ἕξεις καλὴν, Κρόκου Κιλικίου τοῦ καλοῦ καὶ προσφάτου Δραχμὰς δὶς ηʹ. καὶ ὀπίου, μηκωνείου, Λιβάνουτ’ἀτμήτου, καὶ καθαρᾶς σμύρνης ἴσον, Πάντων ἑκάστου πάλιν δραχμὰς ιστʹ. φλοιοῦ δὲ ῥίζης μανδραγόρου δὶς δʹ. ὑοσκυάμου δὲ σπέρματος τρὶς δʹ. τρὶς βʹ. 𐅻 μηκωναρίου τοῦ σπέρματος, Τρεῖς κινναμώμου τοῦ καλοῦ δραχμὰς σταθμῷ. Ῥοὸς δὲ χυλοῦ Παταρικῆς ἢ Συριακῆς Τρὶς κεʹ. καὶ ἑτέρας δὶς δώδεκα. σκεύαζε δ’οὕτω, τὸν κρόκον κεκαθαρμένον, Ἀπόβρεχε δ’οἴνῳ Κρητικῷ λευκῷ γλυκεῖ Δίδου βʹ. τὸ πλεῖστον ἡμέρας. ὅταν ἴδῃς Μαλακὸν ἄγαν εὔτριπτον εἰς ἴγδην βαλὼν, Λέαινε τῷ δοίδυκι, καὶ λεῖον ποιῶν, Πρόσβαλλε τὸν ὀπὸν τὸν λίβανον τῇ σμύρνῃ. χυλὸν δ’ὁμοίως κατ’ἰδίαν τὸν τῆς ῥοὸς Διάβρεχε καὶ πρόσβαλλε τοῖς εἰρημένοις, Καὶ πάλιν ἑνώσας λεῖα καὶ σεσησμένα, Τὰ λοιπὰ πάντα προσαποδώσεις μίγματα, Ἑφθοῦτε μέλιτος Ἀττικοῦ βαλὼν βραχὺ, Πάλιν λέανον ὡς γενέσθ’ἓν φάρμακον Ἐκ τῆς θυΐδος εἰς ὑαλοῦν ἀγγεῖον, Καὶ κασσιτερινὸν μετακόμιζ’ἡνωμένον. δίδου δὲ τοῖς μὲν ἐκ φάρυγγος καὶ γαστέρος Ἀνάγουσι καὶ θώρακος, ἔτι δὲ πνεύμονος, Τριωβόλου τὸ πλῆθος, ἢ μικρῷ πλέον Ἐν τρισὶ κυάθοις κράματος κεκραμένου. οἴνου δ’ἀπὸ μύρτων καὶ ὕδατος τοῦ ἀπολύτου, Τοῖς ἀπὸ νεφρῶν οὐροῦσιν, ἢ τῆς κύστεως, Δίδου λέοντε φαρμάκου κεκραμένου. ἀπὸ νήστεωςτε καταφέρει καὶ κώλου, Λεπτῶντε πάντων ἐντέρων τῆςθ’ὑστέρας, Τοῦ φαρμάκου δίδου μὲν ὡς δραχμὴν μίαν. δι’ὕδατος ὀμβρίου δὲ τοῖς πυρουμένοις, Ἀπυρέτοισι δὲ καὶ διὰ κράματος δίδου, Ἤτοι δ’ἀπὸ μύρτων ἢ γλυκέος τοῦ Κρητικοῦ. εἰ δέ τις ἔχειν βούλοιτο μὴ πολυμίγματον Ἀντίδοτον, ἀλλ’ἔχουσαν ὀλίγα μίγματα Ταύτην ἀκριβῶς σκευάσας, ἕξει καλὴν Πρὸς τοὺς ἀτόνους στομάχουςτε καὶ ἀνορέκτους, Καὶ τοὺς καχέκτας, τούςτ’ἀπεπτοῦντας ταχύ. πρὸς πάνθ’ἁπλῶς ἀλγήματα, κύτος Κεχρονισμένοντε καὶ κατασκευὴν ἔχον. ταύτῃ Τιβέριον τὸν Σεβαστὸν χρώμενον Λέγουσιν, ἄλλην μὴ πεπωκέναι ποτέ. ἔχει δὲ μέλανος πεπέρεως πέντ’οὐγγίας, Κροκομάγματος ιεʹ. καὶ ῥόδων ιʹ. σεσησμένα ταῦτα πάντα μέλιτ’ἀναλάμβανε. ἄλλη ποιοῦσα τα- ταὐτὰ τῇ προγεγραμμένῃ. ἔχει δὲ ῥόδων μὲν οὐγγίας δὶς τέσσαρας, Κεκομμένα ταῦτα πάντα καὶ σεσησμένα, Ἀναλάμβαν’ἑφθῷ μέλιτι τῷ λίαν καλῷ, Δίδου καρύου τὸ μέγεθος τοῦ Ποντικοῦ, Μετ’οἰνομέλιτος ἢ μελικράτου προσφάτου, Ἑψημένου καλῶςτε καὶ πεφρισμένου, Τοῖς θηριοδήκτοις, ἢ τὰ δηλητήρια Πεπωκόσι προσένεγκε καρύου τὸ μέγεθος Τοῦ βασιλικοῦ μεθ’ἑπτὰ κυάθων κράματος. ῥοδίδος σκευή. αὐτὸν δ’ἐπιμελῶς δεῖ σε προδιασκευάσαι Οὕτως ἀκριβῶς, ῥόδα λαβὼν τὰ πρόσφατα, Τὸ φύλλον αὐτῶν ἐν σκιαῖς δυσὶ ψῦξον, Ἢ τρισὶ τὸ πλεῖστον ἡμέραις, σήσαςτε τρεῖς Λίτρας, ἀπ’αὐτῶν ὅλμῳ κόπτων συμμέτρως, Σχοίνουτε 𐅻 κʹ. εὖ κεκομμένης Σμύρνης δέκα δύο καὶ κρόκου δὶς τέσσαρας, Προσέμπασον, καὶ κόπτε πάνθ’ὁμοῦ πάλιν Ποιῶν κυκλίσκους εὐμεγέθεις, ψῦξον καλῶς, Οὕτωθ’ὅσον δεῖ λάμβαν’εἰς τὸ φάρμακον. κροκομάγματος σκευασία. κροκόμαγμα δ’εἰ βούλοιο καλὸν ἔχειν ἄγαν, Σκεύαζ’ἐπιμελῶς, Κιλικίου κρόκου δραχμὰς Ἑκατὸν καταμίξεις, τῆς λιπαρᾶς σμύρνης ἅμα Δὶς κεʹ. καὶ ῥόδων ξηρῶν ἴσον, Ἀμύλου δὲ νʹ. λευκοῦ κόμμεως Ἴσας, ἄμυλον δὲ κόπτε σήσας ἐπιμελῶς, Πρόσβαλλ’ἀθάλασσον οἶνον εὐώδη βραχὺν, Δεύσας ἐπιμελῶς κα- κᾀναπλάσας ψῦξον κύκλους Καὶ χρῶ δεόντως ὡς καλῷ κροκομάγματι. ἀντίδοτος προγνωστική. προγνωστικὴν δ’ἀντίδοτον οὕτως σκευάσεις, Ἣν οἱ προλαβόντες ἂν λάβωσι θανάσιμον, Ἐμέσουσιν αὐτὸν μετὰ τροφῆς παραυτίκα. οἱ δ’εὐλαβῶς ἔχοντες ὡς εἰληφότες, Ἂν ἐπιλάβωσιν, ἐξεμοῦσι τὴν τροφὴν, Σὺν τῷ μετ’αὐτῆς καταποθέντι φαρμάκῳ. ὁ δὲ μηδὲν ἄτοπον, μη δὲ δηλητήριον, Συγκαταπεπωκὼς τοῖς δοθεῖσι σιτίοις, Οὐ ναυτιάσει, καὶ καθέξει τὴν τροφήν. ποιεῖ δὲ τα- ταὐτὸ φάρμακον καὶ πρὸς πόνους Πλευρῶν, μεταφρένων, κύστεως, καὶ τῶν νεφρῶν, Ἐπέχειτ’ἀλύπως αἷμα φερόμενον πολὺ Ὅθεν ἂν ἐκφέρεται τοῦτο, κα- κᾂν ἐκ πνεύμονος. σκεύαζε δ’οὕτω, Λημνίαν · ἔχων καλὴν Ἀπαραχάρακτον, τὴν ὁμοίως εἰρημένην Στήσας ἀπ’αὐτῆς δύ’ὀβολοὺς δραχμὴν μίαν, Ἀρκευθίδωντε τῶν λιπαρῶν 𐅻 βʹ. λέαιν’ἐπὶ πολὺ, παραχέων χρηστὸν βραχὺ Ἔλαιον ἱκανῶς πρόσφατόντε καὶ γλυκὺ, Διὰ μελικράτου δ’ὡς καρύου τοῦ Ποντικοῦ Μέγεθος προσοίσεις, οἷς ἐχρῆν σε προσφέρειν. ἐπέχειν δὲ πλεῖον αἷμα φερόμενον θέλων, Δι’ὀξυμέλιτος σφόδρα καθέφθου πρόσφερε.
περὶ τῶν ὑπ’Ἀσκληπιάδου γεγραμμένων κατὰ τὸ εʹ. τῶν ἐντὸς παθῶν, ὃ Ἄσωνος ἐπιγράφεται. καλεῖν μὲν οὖν ἔθος ἐστὶ τοῖς νεωτέροις ἰατροῖς ἀντιδότους οὐ μόνον ὅσα πρὸς τὰ θανάσιμα φάρμακα διδόασιν, ἀλλὰ καὶ πρὸς τὰ τῶν ἰοβόλων θηρίων δήγματα, καὶ προσέτι πάθη, καὶ μάλιστα χρόνια, κατά τι τῶν σπλαγχνῶν, ἢ ἀποστήματα. τεμὼν δὲ τριχῇ τὴν διδασκαλίαν αὐτῶν ὁ Ἀσκλη πιάδης, πρῶτα μὲν ἔγραψεν ὅσα φησὶ τοῖς κατὰ περίοδον πυρέττουσιν ἁρμόττειν, ἅμα τῷ καὶ συγχρίσματά τινα, καλεῖ γὰρ οὕτως αὐτὸς, ἐφεξῆς προσγράψαι. ταῦτα μὲν οὖν ἅπαντα ληξιφάρμακα καὶ ληξιπύρετα καλεῖ · τὸ δὲ βʹ. γένος αὐτῶν θηριακὰ φάρμακα, πρὸς λυσσοδήκτους καὶ σκορπιοδήκτους, ἔτιτε τούςτε ὑπὸ φαλαγγίων δεδηγμένους καὶ ἐχιδνῶν. τὸ δὲ τρίτον γένος τῶν φαρμάκων διχῇ τεμὼν καὶ αὐτὸ, τὸ μὲν ἕτερον αὐτῶν πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας ὀνομάζει. τὸ δ’ἕτερον προφυλακτικὸν θανασίμων φαρμάκων, οὐ κατὰ τὴν αὐτὴν τάξιν τῷ Ἀνδρομάχῳ τὴν διδασκαλίαν ποιησάμενος. ἐκεῖνος γὰρ, ὡς ἐν ἀρχῇ τοῦδε τοῦ γράμματος εἴρηταί μοι κατὰ τὴν ἐντὸς ἐπιγραφομένην τῶν βιβλίων αὐτοῦ, προτάξας ἀντίδοτα πάντα, ἐφεξῆς γράφει τὰ πινόμενα φάρμακα πρὸς ἡντιναοῦν διάθεσιν, οὐ μόνον ἀποστημάτων ἢ θανασίμων φαρμάκων ἢ θηρίων ἰοβόλων, ἀλλὰ κα- κᾂν ἔμβρυον ἐκβαλεῖν δέῃ, καὶ τοῦτο τὸ φάρμακον ἀντίδοτον ὀνομάζει, καὶ πρὸς σπάσματα καὶ ῥήγματα, καὶ συνελόντι φάναι πρὸς πάντα τὰ ἐντὸς πάθη, περὶ ὅ τι ἂν ᾖ μέρος τοῦ σώματος ἡ σύστασις αὐτῶν γεγενημένη. τὰ δὲ πρὸς τὰ τοιαῦτα πάθη πινόμενα φάρμακα καὶ ποτίσματα κέκληκεν ὁ Ἀσκληπιάδης ἐν τῷ δʹ. τῶν Ἄσωνος κατὰ τὸ τέλος αὐτὰ γεγραφώς. ὑστάτας μὲν οὖν ἔγραψεν ἀντιδότους ὁ Ἀσκληπιάδης ἐπὶ τῇ τελευτῇ τοῦ ἐν Ἄσωνος, τὰ πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ἢ προφυλακτικὰ τοῦ μηδὲν παθεῖν ὧν πίωσιν. ἐγὼ δὲ πρώτας ἐνταῦθα γράψαι τὰς τοιαύτας ἔγνωκα, διάτε τὴν πρὸς τὰς γεγραμμένας κοινωνίαν καὶ ὅτι πολύχρηστοι τυγχάνουσιν οὖσαι. καὶ γὰρ πρὸς τὰ ἀποστήματα καθ’ὁτιοῦν σπλάγχνον καὶ μόριον ἐν τῷ βάθει κείμενον ἁρμόττουσι, καὶ πρὸς ἀτονίαν αὐτῶν ἔνιαι, καὶ πρὸς κακοχυμίαν, ἀνωδυνίαντε καὶ πέψιν ἀπέπτων χυμῶν, δι’ὅλης τῆς ἐπιφανείας κένωσιν ἄδηλον αἰσθήσει, καθάπερ καὶ τὰς αἰσθητὰς, δι’οὔρων καὶ διαχωρημάτων καὶ πτυσμάτων, ὅσα μετὰ βηχὸς συνεκκαθαίρει πνεύμονάτε καὶ θώρακα. τὰ πλεῖστα δ’αὐτῶν καὶ λεπτύνειν τοὺς παχεῖς χυμοὺς πέφυκε, καὶ τέμνειν, καὶ ἀπορρύπτειν τοὺς γλίσχρους, οἷς ἕπεται καὶ τὸ τὰς ἐμφράξεις ὠφελεῖν, ὅσαι συνεχῶς μὲν καθ’ἧπαρ εἰώθασι γίνεσθαι, συνίστανται δὲ καὶ κατὰ τὰ ἄλλα σπλάγχνα καὶ μόρια · σκοπὸς γὰρ ἐπ’αὐτῶν ἐστι λεπτῦναίτε καὶ ἀπορρύψαι τοὺς χυμοὺς, ἀναστομῶσαίτε τὰ πεφραγμένα τῶν ἀγγείων πέρατα.
Ἀσκληπιάδου πρὸς τοὺς τὰ θανάσιμα πεπωκότας, ὡς αὐτὸς ἔγραψε κατὰ λέξιν. πρὸς τὸν τῆς μήκωνος ὀπόν. τοῖς μὲν οὖν τὸν τῆς μήκωνος ὀπὸν πιοῦσι συνοίσει ὑδρέλαιον συνεχῶς θερμὸν διδόμενον πίνειν, καὶ ἀναγκαζόμενον ἐμεῖσθαι · ἢ θερμὸν ὕδωρ μετ’ὀξυμέλιτος διδόναι καὶ ἀναγκάζειν ἐμεῖν · ἁρμόσει δὲ καὶ διὰ κλυστῆρος τὴν κοιλίαν κενοῦν. πρὸς μηκώνιον. τοῖς δὲ μηκώνειον πίνουσιν ἁρμόσει ἄκρατον πολὺ παραχρῆμα διδόμενον · ἢ πέπερι μετὰ οἴνου, ἢ κάρδαμον, ἢ καρδάμωμον. ἁρμόσει δὲ καὶ γάλα πίνειν ὄνειον ἢ βόειον καὶ τὰ περὶ τὴν κοιλίαν καταπλάττειν ἀλεύρῳ πυρίνῳ ἢ κριθίνῳ ἡψημένῳ μετ’οἴνου, καὶ κλύσμασι χρῆσθαι πρᾳοτέροις. πρὸς ἀκόνιτον. τοῖς δὲ ἀκόνιτον πεπωκόσι βοηθεῖ ποθὲν πήγανον χειροπληθὲς, λεανθὲν μὲν μετ’οἴνου ἀκράτου, καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς. πρὸς ὑοσκύαμον. τοῖς δὲ τὸν ὑοσκύαμον πιοῦσι συμφέρει γάλα ποθὲν, μάλιστα μὲν ὄνειον · εἰ δὲ μὴ, ἄλλο κατ’ἰδίαν, καὶ μετὰ μελικράτου θερμοῦ. πρὸς κορίανον. τοῖς δὲ χλωρὸν κορίανον πιοῦσι · βοηθεῖ οἶνος ἄκρατος ποθεὶς καὶ ζωμὸς ὄρνιθος λιπαρᾶς. πρὸς λαγωὸν θαλάττιον. τοῖς δὲ λαγωὸν θαλάττιον εἰληφόσιν ἁρμόττει γάλα πίνειν μάλιστα μὲν ὄνειον, εἰ δὲ μή γε, βόειον ἢ αἴγειον. δοτέον δὲ καὶ καυλοὺς μαλάχης ἡψημένους ἐπιμελῶς φαγεῖν, ἢ γλήχωνος χειροπληθοῦς μετὰ γλυκέος τριβέντος πίνειν, ἢ κυκλαμίνου ῥίζαν τριβεῖσαν μετ’οἴνου · ἢ κεδρίας ὅσον ὀβολοῦ ἑνὸς, ἢ ἡμιώβολον, γλυκεῖ διεὶς πότιζε. πρὸς τοξικόν. τοῖς δὲ τοξικὸν πιοῦσι βοηθεῖ οἶνος πινόμενος γλυκύς, καὶ ῥόδινον ἔλαιον, καὶ αἴγειον αἷμα, καὶ σπέρμα βουνιάδος τριβὲν μετ’οἴνου. πρὸς ἐφήμερον. τοῖς δ’ἐφήμερον πεπωκόσι βοηθεῖ χυλὸς πολυγόνου, ἢ ἀρνογλώσσου, ἢ ὀριγάνου, ἢ θύμου μέρος τι οἴνῳ διαλυθέν. πρὸς δορύκνιον. τοῖς δὲ δορύκνιον πιοῦσι βοηθεῖ γάλα βόειον ποθὲν, καὶ γλυκὺ, καὶ ζωμὸς κογχυλίων. πρὸς μύκητας. τοῖς δὲ μύκητας εἰληφόσι δοτέον ῥαφάνους ὠμὰς, ὥστε πλείστας ἐσθίειν · δοτέον καὶ οἶνον ἄκρατον καὶ κονίας κληματίνης ἀφέψημα, καὶ νίτρον λεανθὲν μετ’ὄξους · ἢ τρύγα οἴνου καύσας, καὶ τρίψας μεθ’ὕδατος δίδου πίνειν · ἢ ἀψίνθιον μετ’ὄξους · ἢ πήγανον λεῖον μετ’ὄξους · ποιεῖ δὲ καὶ αὐτὸ καθ’αὑτὸ ἐσθιόμενον πήγανον. πρὸς ἰξίαν. τοῖς δὲ τὴν ἰξίαν πεπωκόσι βοηθεῖ ἀψίνθιον πινόμενον μετ’οἴνου καὶ καστορίου καὶ πηγάνου. συνοίσει δὲ καὶ ὀξύμελι ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ ὀρίγανον μετ’οἴνου. χρηστέον δὲ καὶ τῇ τοιαύτῃ σκευασίᾳ. Ϛ πηγάνου 𐅻 στʹ. ῥητίνης 𐅻 δʹ. καστορίου 𐅻 βʹ. χαμαιλέοντος κοχλιάρια γʹ. ταῦτα τρίψας καὶ ὄξει θερμῷ διαλύσας, πότιζε. πρὸς βουπρήστην. τοῖς δὲ τὴν βουπρήστην πεπωκόσι βοηθεῖ διδόναι γλυκὺ πλεῖστον πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν · καὶ ζωμὸν καθηψημένον κρεῶν ὑῶν, καὶ θερμὸν γάλα, καὶ οὐκ ἄπληστα φαγεῖν. καὶ ἀφέψημα σύκων δοτέον πίνειν, ἢ νίτρου ἐρυθροῦ 𐅻 δʹ. λεάνας καὶ μίξας ὕδατι δίδου πίνειν. πρὸς κανθαρίδας. τοῖς δὲ κανθαρίδας πεπωκόσι συμφέρει πίνειν γλυκὺ μετ’ἐλαίου, καὶ στέαρ ἑφθὸν ὕδατι διηθημένον, καὶ ἀναγκάζειν ἐμεῖν. συμφέρει δὲ καὶ γάλακτι πολλῷ ποτίζειν καὶ κώνους πλείονας τρώγειν · ἢ κώνους πλείστας τρίψας μετὰ μελικράτου δίδου πίνειν · ἢ πήγανον λεάνας καὶ ἰρίνῳ μύρῳ μίξας δίδου πίνειν · ἢ τῶν κανθαρίδων τὰ πτερὰ καὶ τοὺς πόδας σὺν μέλιτι τρίψας ἐκλείχειν δίδου. πρὸς ψίλωθρον. τοῖς δὲ ψίλωθρον πιοῦσι συμφέρει θερμῷ ἐλαίῳ ποτίζειν, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα αἴγειον πίνειν, καὶ μαλάχης ἑφθῆς χυλὸν μετὰ μελικράτου θερμοῦ, ἢ μετ’ἐλαίου · ἢ ἰσχάδων ἀφέψημα μετ’ἐλαίου, ἢ σήσαμον μετ’οἴνου τρίψας δίδου πίνειν · ἢ κάρυα βασιλικὰ εʹ. λεάνας μετ’ἐλαίου δίδου · ἢ τέφρας κληματίνης ἀπήθημα δίδου πίνειν. πρὸς λιθάργυρον. τοῖς δὲ λιθάργυρον πεπωκόσι βοηθεῖ πέπερι, σέλινον, σμύρνα μετ’οἴνου λειωθέντα, καὶ πινόμενα. πρὸς γύψον. τοῖς δὲ γύψον πιοῦσι δοτέον πίνειν τέφρας κληματίνης ἀπήθημα, καὶ θύμον μεθ’ὕδατος τριβέντα. πρὸς τὰς τοῦ γάλακτος ἐκθρομβώσεις. πρὸς δὲ τὰς τοῦ γάλακτος ἐκθρομβώσεις συμφέρει ποτίζειν ὄξος · διδόναι δὲ χρὴ καὶ πητυὰν μεθ’ὕδατος κρηναίου ἢ σιλφίου καὶ θείου τὸ ἴσον λεανθέντα μετ’ὀξυκράτου διδόναι πίνειν. πρὸς ταύρειον αἷμα. τοῖς δὲ ταύρειον αἷμα πιοῦσι συμφέρει ὄξος θερμὸν διδόναι πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν, ἢ σιλφίου ὀβολὸν, ἢ ἡμιωβόλιον, ἢ νίτρου διώβολον, διέντας οἴνῳ διδόναι πίνειν, ἢ ἐρινεῶν καρπὸν τρίψας μετ’ὄξους δίδου. ἁρμόσει δὲ καὶ τὴν κοιλίαν κενοῦν, καὶ θερμίνῳ ἀλεύρῳ, καὶ νίτρῳ, ἡψημένοις μετ’ὀξυμέλιτος καταπλάττειν. πρὸς βδέλλας. τοῖς δὲ βδέλλας καταπιοῦσιν οἱ μὲν ἅλμην παρῄνουν πίνειν, οἱ δὲ χιόνα. ὁ δὲ Ἀσκληπιάδης λούειν παρῄνει, καὶ σπόγγον ἁπαλὸν ψυχρῷ δεύσαντα καθιέναι, ὥστε τὴν βδέλλαν ἐπιβᾶσαν τῷ σπόγγῳ κομίζεσθαι, καὶ ἔπειτα φακῆς χυλὸν ἐδίδου · τοὺς δὲ ἔξωθεν τοῦ τραχήλου τόπους τοῖς ψύχουσι καταπλάττειν παρῄνει. ὁ δὲ Μῦς Ἀπολλώνιος ὄξει δριμυτάτῳ ἐπότιζε, καὶ μετὰ ἅλμης ἐχρήσατο. ὁ δὲ χιόνα θερμήνας καὶ λύσας ἐχρήσατο, καὶ τοῖς κατὰ καιρὸν τὴν κοιλίαν καθαίρουσιν, ἐδεστοῖςτε καὶ ποτοῖς, πρὸς τὴν τῶν βδελλῶν ἔκκρισιν · συγκαταφέρεσθαι γάρ φησι ταύτας τοῖς κατὰ τὴν κοιλίαν ἐκκρινομένοις πολλάκις. πρὸς ψιμύθιον. τοῖς δὲ ψιμύθιον πιοῦσι συνοίσει ἐλαίῳ θερμῷ ποτίζεσθαι καὶ ἀναγκάζειν ἐμέσαι. συνοίσει δὲ καὶ γλυκὺ καὶ θερμὸν ποτίζεσθαι ὕδωρ, καὶ ἀναγκάζειν ἐμεῖν. συνοίσει δὲ καὶ γάλα ὄνειον πίνειν διδόναι, καὶ μαλάχης ἑφθῆς χυλὸν, καὶ μελίκρατον θερμὸν, μετ’ἐλαίου ἀνακόψας δίδου πίνειν · ἢ ἀφέψημα ἰσχάδων μετ’ἄλλων δίδου πίνειν, κάρυα βασιλικὰ εʹ. λεάνας μετ’ἐλαίου, δίδου πίνειν · ἢ τέφρας κληματίνης ἀπήθημα δίδου. καὶ περὶ μὲν τῶν ἁπλῶν θανασίμων ἐπὶ τοσοῦτον εἰρήσθω. περὶ δὲ τῶν συνθέτων λεχθήσεται. ἐκτίθεσθαι δὲ τὰς τούτων σκευασίας μοχθηρόν μοι δοκεῖ, καίπερ πολλῶν ἐπιχειρησάντων ταῖς τούτων συγγραφαῖς, ὧς ἐστιν Ὀρφεὺς ὁ ἐπικληθεὶς Θεολόγος καὶ Ὦρος ὁ Μενδήσιος ὁ νεώτερος καὶ Ἡλιόδωρος ὁ Ἀθηναῖος τραγῳδιῶν ποιητὴς, καὶ Ἄρατος, καὶ ἄλλοι τινὲς τῶν τοιούτων συγγραφεῖς. τούτους μὲν οὖν ἄν τις θαυμάσειεν ἐμμέτρως ἐπιχειρήσαντας ταῖς περὶ τούτων πραγματείαις · μέμψαιτο δ’ἂν εὐλόγως διὰ τὰ πράγματα. διδάσκειν γὰρ μᾶλλόν ἐστι καὶ προσάγειν τοὺς βουλομένους ἐπὶ κακῷ, τὸ πλησίον ἐπιχειρεῖν ταῖς τούτων σκευασίαις. οἱ γοῦν τῶν καλῶν τούτων ποιημάτων συγγραφεῖς τὴν παρὰ τοῖς πολλοῖς εὐλαβούμενοι καταδρομὴν, ἐναρχόμενοι τῆς τούτων παραδόσεως, τοὺς ἐντευξομένους πείθειν ἐπιχειροῦσιν ὡς οὐκ ἂν εἴησαν φαῦλοι τὸ ἦθος, οὐ δὲ τῶν τοιούτων φθοροποιῶν διδάσκαλοι, ὥσπερ καὶ Ἡλιόδωρον ἐν τοῖς πρὸς Νικόμαχον ἀπολυτικοῖς ἐναρχόμενόν ἐστιν εὑρεῖν οὕτω γράφοντα. οὐ μὰ τὸν ἐν Τρίκκῃ πρηὺν θεὸν, οὐ μὰ τὸν ὑψοῦ Ἠέλιον σπείροντα θεοῖς φαεσίμβροτον αἴγλην, Οὐ μὰ θεῶν σκηπτοῦχον, ὑπερμενέα Κρονίωνα. οὔτε μέ τις δώροισι παρήγαγεν, οὔθ’ὑπ’ἀνάγκης, Οὔτε χάριν φιλίης ἑτέρῳ κακὰ νεῖμαι ὑπέστην. ἀλλ’ὁσίας μὲν χεῖρας ἐς ἠέρα λαμπρὸν ἀείρω, Καὶ κακίης ἀμόλυντον ἔχω κατὰ πάντα λογισμόν. ἐκ τῶν λεγομένων πείθειν ἐπιχειροῦσι τοὺς ἐντευξομένους ταῖς τοιαύταις πραγματείαις, τὴν παρὰ τοῖς πολλοῖς καταδρομὴν εὐλαβούμενοι. ἀλλ’οὐ δέ ἐστιν εἰπεῖν ὅτι διὰ τοῦτο χρὴ τὰς τῶν τοιούτων θανασίμων φαρμάκων σκευασίας εἰδέναι, πρὸς εὐχερῆ εὕρεσιν τοῦ βοηθηθῆναι τοῖς δυναμένοις · τοῦτο γάρ ἐστι ψεῦδος. ὁ γὰρ δυνάμενος τοῖς ὑπὸ τῶν ἁπλῶν θανασίμων βλαπτομένοις βοηθεῖν, ἕκαστον τῶν κατὰ μέρος ἐπὶ συμβαινόντων ἐποπτεύων, οὗτος ἂν εἴη ἄριστος προστάτης, καὶ τῶν ὑπὸ τῶν συνθέτων βλαπτομένων, εὐμηχάνως ἐκλαμβάνων ἕκαστον τῶν κατὰ τὴν τῶν συμπτωμάτων ἐπιπλοκὴν ἐξεχόντων. ἀνιτέον δὲ ἐπὶ τὸ προκείμενον. ἀδήλων γὰρ ὄντων τῶν βρωθέντων ἢ πωθέντων δηλητηρίων, χρὴ ὑδρέλαιον θερμὸν διδόναι, καὶ πολὺ πίνειν, καὶ ἀναγκάζειν ἐμεῖν. χρήσιμον δ’ἂν εἴη καὶ τοὺς ὕπνους περιγράφειν, οὐ μὴν ἀλλὰ καὶ εἰς τὴν τούτων φυλακὴν χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις.
προφυλακτικὰ θανασίμων φαρμάκων Ἀπολλωνίου Μυός. Ϛ Πηγάνου φύλλα κʹ. κάρυα βασιλικὰ βʹ. ἁλὸς χόνδρον ἔνα, ἰσχάδας βʹ. ταῦτα νήστει ἐσθίειν δίδου, καὶ κωλύει βλάπτεσθαι ὑπὸ τῶν θανασίμων. ἀντίδοτος προφυλακτικὴ διδομένη. Ϛ Ἀρκευθίδος 𐅻 βʹ. Λημνίας σφραγῖδος 𐅻 βʹ. καὶ διώβολον. ταῦτα τρίψας καὶ ἀναλαβὼν ἐλαίῳ ἀποτίθου. ἐπὶ δὲ τῆς χρήσεως καρύου Ποντικοῦ τὸ μέγεθος μεθ’ὑδρομέλιτος καὶ κυάθων βʹ. προπίνειν. ταύτῃ Νικομήδης ὁ βασιλεὺς ἐχρῆτο, εἴ ποτε ὑπόπτους εἶχε τοὺς κεκληκότας. τὸ μὲν οὖν φάρμακον, μηδεμιᾶς τοιαύτης δυνάμεως ὑποκειμένης, κατὰ χώραν μένει. ἐπὰν δέ τι τῶν θανασίμων δοθῇ, ναυτίαν κινεῖ, καὶ ἐμεῖν ἀναγκάζει, ὥστε τὸ δοθὲν δηλητήριον ἐκκρίνεται τῇ ἀντιδότῳ. ἀντίδοτος Κωδίου Τούκου, ᾗ καὶ Κρατερὸς ἐχρήσατο. Ϛ Πρασίου, ἱερᾶς βοτάνης, πηγάνου ἀγρίου σπέρματος, σκορδίου, ῥάμνου ῥίζης τοῦ φλοιοῦ, ἑκάστου τὸ ἴσον, μέλιτι ἀναλάμβανε καὶ δίδου, πρὸς μὲν τὰ θηρία 𐅻 βʹ. μετ’οἴνου, πρὸς δὲ τὰ θανάσιμα μετ’οἰνομέλιτος καὶ ἐλαίου. ἄλλη, ὡς Ἀπελλῆς. Ϛ Δικτάμνου 𐅻 βʹ. πολίου 𐅻 γʹ. πεπέρεως μακροῦ 𐅻 δʹ. πηγάνου ἀγρίου 𐅻 στʹ. σκορδίου 𐅻 γʹ. μέλιτι ἀναλάμβανε καὶ δίδου, καθάπερ εἴρηται. ἔστι δὲ καὶ πλευριτικὴ ἀγαθὴ ὀβολῶν γʹ. διδομένη. ἔμμηνάτε γυναιξὶ κατάγει ὁλκῆς μιᾶς διδομένη. ἀντίδοτος Μιθριδάτου, ἀθανασία λεγομένη, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ στομαχικοῖς ἀποξύνουσιν τὴν τροφὴν, αἱμοπτυϊκοῖς, βήττουσι χρονίως, καὶ ἡπατικοῖς, καὶ σπληνικοῖς. ποιεῖ καὶ πρὸς τὰς περὶ κύστιν ἢ μήτρας διαθέσεις. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Πεπέρεως λευκοῦ κόκκους μʹ. κόστου, μήου, ἀσάρου, ἀκόρου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου, νάρδου Ἰνδικῆς, λίθου νηστωρίτου ἀνὰ 𐅻 δʹ. κρόκου, σμύρνης ἀνὰ 𐅻 ηʹ. κινναμώμου, κασσίας ἀνὰ 𐅻 ιβʹ. μέλιτος Ἀττικοῦ ἑψημένου τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος μετ’οἰνομέλιτος κεκραμένου. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. Ϛ Ναρδοστάχυος, πεπέρεως λευκοῦ, κόστου, μήου, ἀσάρου, ἀκόρου, ὀποβαλσάμου, δαύκου Κρητικοῦ σπέρματος, πετροσελίνου σπέρματος, ἑκάστου ἀνὰ 𐅻 δʹ. κρόκου, σμύρνης, σχοίνου ἄνθους ἀνὰ 𐅻 ηʹ. κινναμώμου, κασσίας ἀνὰ 𐅻 ιβʹ. μέλιτος τὸ ἀρκοῦν. ἐν ἄλλαις ἔχει οὕτως. Ϛ Πεπέρεως λευκοῦ κόκκους μʹ. κόστου, μήου, ἀκόρου, ἀγαρικοῦ, σκορδίου, δαύκου Κρητικοῦ, πετροσελίνου ἀνὰ 𐅻 δʹ. κρόκου, σμύρνης ἀνὰ 𐅻 ηʹ. κινναμώμου, κασσίας, σχοίνου ἄνθους ἀνὰ 𐅻 ιβʹ. μέλιτος τὸ αὔταρκες. ἀμβροσία Φιλίππου Μακεδόνος, πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. ποιεῖ καὶ πρὸς τὰς ἐντὸς διαθέσεις. Ϛ Στύρακος, χαλβάνης, πεπέρεως λευκοῦ καὶ μακροῦ, καὶ κινναμώμου, ἀνὰ 𐅻 βʹ. σελίνου σπέρματος, ἀνίσου, σχοίνου ἄνθους, κόστου, κυμίνου Αἰθιοπικοῦ, σεσέλεως, κύφεως, ῥήου Ποντικοῦ, καρδαμώμου, ἀμώμου, νάρδου, σμύρνης, κασσίας ἀνὰ 𐅻 δʹ. πυρήνων καθαρῶν φοινίκων, καὶ καρύων τῆς σαρκὸς ἀνὰ 𐅻 στʹ. κρόκου 𐅻 ηʹ. σταφίδας ἐκγεγιγαρτισμένας ιβʹ. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. συντίθει κατὰ τρόπον. ἀντίδοτος ζωπύριος. ποιεῖ πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἑρπετοῦ πληγήν. ἐπὶ ταύτης τοιοῦτόν τι φέρεται, ὅτι Ζώπυρος δι’ἐπιστολῆς προτρέπει τὸν Μιθριδάτην εἰς ἐπίκρισιν τῆς ἀντιδότου, μεταπεμψάμενος ἕνα τῶν κατακρίτων, τούτῳ θανάσιμον διδόναι φάρμακον, καὶ τότε παραινεῖ ἐπιπίνειν τὴν ἀντίδοτον. ἢ πρότερον διδόναι τὴν ἀντίδοτον, καὶ τότε τὸ θανάσιμον ἐπιπίνειν. τὸ δ’αὐτὸ παρῄνει καὶ ἐπὶ ἑρπετῶν ἢ καὶ τοξικῶν πράσσειν. τούτων γὰρ οὕτω γινομένων συνέβαινε τὸν ἄνθρωπον ἀδιάπτωτον εἶναι. ποιεῖ δὲ καὶ στομαχικοῖς πρὸς ὀξυρεγμίαν, αἱμοπτυικοῖς, κοιλιακοῖς, δυσεντερικοῖς, ἡπατικοῖς, σπληνικοῖς, ἐπιληπτικοῖς, νεφριτικοῖς. ὑγιάζει δὲ καὶ τὰς περὶ μήτραν ἢ κύστιν διαθέσεις. κατάγει τὰ ἐναποθνήσκοντα τῶν ἐμβρύων, κατεχόμενα δεύτερα. τὰ δὲ τῆς σκευασίας ἔχει γε οὕτως. Ϛ Ὀποβαλσάμου 𐅻 δʹ. νάρδου Ἰνδικῆς, σμύρνης Τρωγλοδύτιδος, σχοίνου ἄνθους, κινναμώμου, χαρακίου, κόστου προσφάτου, πεπέρεως μακροῦ, ὑποκυστίδος, πολίου, πεπέρεως περεατικοῦ, σκορδίου, μήου Κρητικοῦ, καρδαμώμου ἀνὰ 𐅻 δʹ. λιβάνου ἄρρενος, χόνδρου ὀποβαλσάμου, δικτάμνου ἀνὰ 𐅻 στʹ. πετροσελίνου, κασσίας κιρρᾶς ἀνὰ 𐅻 ζʹ. κρόκου κωρυκίου 𐅻 ηʹ. μέλιτος Ἀττικοῦ τὸ αὔταρκες. ἡ δόσις καρύου Ποντικοῦ τὸ μέγεθος, ἀπυρέτοις μετ’οἴνου, πυρέττουσι μεθ’ὑδρομέλιτος. ἡ διὰ τῶν αἱμάτων πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ παντὸς ἰοβόλου πληγήν. Ϛ Πεπέρεως μακροῦ καὶ λευκοῦ, κόστου, ἀκόρου, κρόκου, φοῦ, μήου, δικτάμνου Κρητικοῦ, ἀμμωνιακοῦ, ἀγαρικοῦ ἀνὰ 𐅻 βʹ. ἀμώμου, ὀποβαλσάμου, πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, ἀνίσου, νήσσης αἵματος, ἄρρενος καὶ θηλείας ξηροῦ, ἐριφείου αἵματος, χηνείου αἵματος, βουνιάδος ἀγρίας σπέρματος ἀνὰ 𐅻 γʹ. γεντιανῆς, τριφυλλίου, σχοίνου ἄνθους, λιβανωτοῦ, ῥόδων ξηρῶν ἀνὰ 𐅻 δʹ. πετροσελίνου 𐅻 εʹ. πολίου Κρητικοῦ τὸ ἴσον, κινναμώμου 𐅻 στʹ. σκορδίου ἄνθους 𐅻 ηʹ. σμύρνης, νάρδου ἀνὰ 𐅻 ιʹ. κρόκου 𐅻 ιβʹ. κασσίας 𐅻 ηʹ. κόψας καὶ σήσας ἐπιμελῶς, ἀνάκοπτε μέλιτι Ἀττικῷ ἀφηψημένῳ, καὶ ἀνελόμενος εἰς πυξίδα ἀργυρᾶν, χρῶ ὡς μεγίστῳ φαρμάκῳ.
περὶ τῆς διὰ σκίγκου ἀντιδότου, περὶ θηριακῆς, καὶ ἑκατονταμιγμάτου. ἀντίδοτος Μιθριδάτου Εὐπάτορος, ἡ διὰ σκίγκου λεγομένη, ποιοῦσα πρὸς τὰ θανάσιμα τῶν φαρμάκων, καὶ πρὸς πᾶσαν φθοροποιὸν ὕλην, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις, καὶ πρὸς συλλήψεις συνεργεῖ, κατάγει ἔμμηνα · καὶ τὰ ἐναποθνήσκοντα ἔμβρυα, καὶ τὰ κατεχόμενα δεύτερα λύει, καὶ τοῖς κατὰ περίοδον πυρετοῖς βοηθεῖ, καὶ παρέτοις, τρομώδεσιν, ὀπισθοτονικοῖς, ἰσχιαδικοῖς, ποδαγρικοῖς, καὶ πρὸς πᾶσαν νευρικὴν συμπάθειαν. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Σκίγκου, σαγαπηνοῦ, ἀκόρου, φοῦ, ὑπερικοῦ, ἀκακίας, ἴρεως, μήου, κόμμεως ἀνὰ 𐅻 βʹ. ῥόδων ξηρῶν, γεντιανῆς, καρδαμώμου ἀνὰ 𐅻 δʹ. μηκωναρίου σπέρματος 𐅻 εʹ. καὶ διώβολον, στύρακος 𐅻 ηʹ. πολίου, κασσίας μελαίνης, σεσέλεως, βδελλίου, βαλσάμου, πεπέρεως λευκοῦ ἀνὰ 𐅻 εʹ. καὶ διώβολον, ὑποκυστίδος χυλοῦ, ὀποπάνακος, σμύρνης, λιβάνου ἄρρενος, καστορίου, πεπέρεως μακροῦ, κύφεως, μαλαβάθρου φύλλων ἀνὰ 𐅻 στʹ. σκορδίου, κόστου, σχοίνου ἄνθους, χαλβάνης, ῥητίνης τερμινθίνης ἀνὰ 𐅻 στʹ. καὶ διώβολον, νάρδου Συριακῆς, ὀποβαλ σάμου, θλάσπεως, δαύκου Κρητικοῦ ἀνὰ 𐅻 στʹ. καὶ διώβολον, κρόκου, κινναμώμου, ζιγγιβέρεως ἀνὰ 𐅻 στʹ. καὶ διώβολον, γλυκυρρίζης χυλοῦ, ἀγαρικοῦ, ἀνὰ 𐅻 ζʹ. καὶ τριώβολον, μέλιτος τὸ αὔταρκες, οἴνου καλοῦ τὸ ἀρκοῦν εἰς τὸ διαλῦσαι τοὺς χυλούς. συντίθεται δὲ τοῦτον τὸν τρόπον. κῦφι, ὑπόκιστις, σαγαπηνὸν, κόμμι, μηκώνειον, στύραξ, ὀποπάναξ ἐν οἴνῳ Χίῳ βρέχεται, μέχρι παντελῶς διαλυθῆναι, ἡμέραν καὶ νύκτα, τὰ δὲ λοιπὰ κόπτεται καὶ σήθεται λεπτῷ κοσκίνῳ, καὶ μίγνυται τοῖς ἀποβρεχθεῖσι καὶ λεανθεῖσιν. ἡ δὲ ὅλη σύνθεσις ἀναλαμβάνεται μέλιτι Ἀττικῷ ἀφηψημένῳ, ὡς πάχος ἔχειν · εἶτ’ἐπὶ πᾶσι βάλλομεν ὀποβάλσαμον, εἶτ’ἀνελόμενοι κατατίθεμεν εἰς ἄγγος ἀργυροῦν, καὶ ἡ χρῆσις εἰς πολλὰ, ἡ δόσις πρὸς δύναμιν. ἡμεῖς πρὸς ἐπίτασιν τοῦ φαρμάκου, ἕνεκα τῆς τῶν ἐμμήνων ἐποχῆς, καὶ τῶν συλλημ μάτων, ὥστε ἀκινδύνως φέρεσθαι, δικτάμνου Κρητικοῦ 𐅻 δʹ. ἀμμωνιακοῦ 𐅻 γʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 γʹ. κυμίνου Αἰθιοπικοῦ στʹ. τριφύλλου σπέρματος δʹ. βουνιάδος ἀγρίας δʹ. χαμαίδρυος 𐅻 δʹ. ῥᾶ Ποντικοῦ γʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 βʹ. τούτων προσβαλλομένων ἡ τοῦ φαρμάκου χρῆσις γίνεται πρὸς πολλὰ χρήσιμος · φθείρει γὰρ τετραμηνιαῖα, καὶ τριμηνιαῖα κατάγει. Μιθριδάτου θηριακή. ταύτῃ ὁ βασιλεὺς Μιθριδάτης ἀεὶ ἐχρῆτο προφυλακῆς χάριν θανασίμου. ἡνίκα γοῦν ὑπὸ Ῥωμαίων ἑάλω, δὶς πιὼν θανάσιμον, καὶ μὴ δυνηθεὶς ἀποθανεῖν, ξίφει ἑαυτὸν διεχρήσατο. πρὸς τὰ θανάσιμα δὲ τῶν φαρμάκων ποιεῖ, καὶ παντὸς ἰοβόλου πληγὴν, καὶ πρὸς τὰς τῶν ἐντὸς διαθέσεις. ταύτῃ ἐχρήσατο ὁ Ἀνδρόμαχος. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Ἀρτίσκων σκιλλητικῶν 𐅻 μηʹ. θηριακῶν ἀρτίσκων, πεπέρεως μέλανος, ἡδυχρόου μάγματος, ὀποῦ μήκωνος Σπανοῦ, ἀνὰ 𐅻 κδʹ. ῥόδων ξηρῶν, σκορδίου, σπέρματος βουνιάδος, ἴρεως Ἰλλυρικῆς, ἀγαρικοῦ, κινναμώμου, γλυκυρρίξης χυλοῦ, ὀποβαλσάμου, ἀνὰ 𐅻 ιβʹ. λιβανωτίδος 𐅻 ηʹ. σμύρνης, κρόκου, ζιγγιβέρεως, ῥᾶ Ποντικοῦ, πενταφύλλου ῥίζης, καλαμίνθης ὀρεινῆς, πρασίου, πετροσελίνου, στοιχάδος, κόστου, πεπέρεως λευκοῦ, πεπέρεως μακροῦ, λιβάνου, ἀνὰ ὀβολοὺς βʹ. κασσίας μελαίνης 𐅻 δʹ. κόστου 𐅻 αʹ. κρόκου δʹ. πεπέρεως λευκοῦ μίαν, καὶ μακροῦ μίαν, Ἰλλυρίδος, σχοίνου, πολίου, σκορδίου, ῥόδων ξηρῶν, νήσσης αἵματος, ἀνὰ 𐅻 γʹ. μέλιτος Ἀττικοῦ ἑφθοῦ τὸ ἱκανόν. ἀντίδοτος ἑκατονταμίγματος, ᾗ χρῶμαι, ἣν ἐσκεύασα Καίσαρι πρὸς πάντα, ἰδίως δὲ πρὸς τὰ θανάσιμα. Ϛ Ἀβροτόνου 𐅻 βʹ. ἥμισυ, ἀριστολοχίας 𐅻 κʹ. ἀκακίας 𐅻 δʹ. ἀρκευθίδων σαρκὸς ἴσον, κρόκου 𐅻 βʹ. ἀσάρου 𐅻 δʹ. ἀνίσου 𐅻 γʹ. ἀμώμου 𐅻 στʹ. ἀγαρικοῦ 𐅻 γʹ. καρποῦ βαλσάμου 𐅻 βʹ. βδελλίου 𐅻 γʹ. ὀβολοὺς γʹ. βαλαυστίου 𐅻 βʹ. γεντιανῆς 𐅻 δʹ. γλυκείας χυλοῦ ἴσον, γογγυλίδος σπέρματος 𐅻 δʹ. ἐν ἄλλῳ 𐅻 ηʹ. γῆς Σαμίας μίαν, δαύκου σπέρματος 𐅻 δʹ. δρακοντίου ῥίζης 𐅻 γʹ. ὀβολοὺς γʹ. ἐρυσίμου σπέρματος 𐅻 κʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 βʹ. σμύρνης 𐅻 ζʹ. ὀβολοὺς γʹ. ζιγγιβέρεως ἶσον, ἠρυγγίου ῥίζης 𐅻 δʹ. ὀβολοὺς βʹ. θλάσπεως 𐅻 κʹ. κονύζης λεπτῆς 𐅻 στʹ. ἀκόρου 𐅻 στʹ. ὀβολοὺς γʹ. κυπέρου 𐅻 στʹ. κωνείου σπέρματος ἐπτισμένου 𐅻 αʹ. ὀβολοὺς γʹ. ἄμμεως 𐅻 δʹ. κνίκου σπέρματος 𐅻 ζʹ. ὀβολοὺς βʹ. κινναμώμου 𐅻 ζʹ. κόστου 𐅻 ζʹ. ὀβολοὺς βʹ. κασσίας 𐅻 εʹ. ὀβολοὺς βʹ. κενταυρίου χυλοῦ 𐅻 δʹ. ὀβολοὺς εʹ. καστορίου στʹ. καλάμου ἀρωματικοῦ βʹ. οἱ δὲ δʹ. κόμμεως 𐅻 βʹ. καρδαμώμου δʹ. κάγχρυος 𐅻 γʹ. ὀβολοὺς γʹ. κύφεως 𐅻 στʹ. χαλβάνης 𐅻 στʹ. ὀβολοὺς βʹ. λιβανωτίδος φύλλων 𐅻 δʹ. ἐλελισφάκου ἴσον, λογχίτιδος σπέρματος 𐅻 βʹ. ὀβολοὺς γʹ. λιθοσπέρμου 𐅻 γʹ. λιβάνου 𐅻 στʹ. τριώβολον, μαράθρου σπέρματος 𐅻 στʹ. ὀποῦ μήκωνος 𐅻 στʹ. μίλτου Λημνίας 𐅻 αʹ. μαλαβάθρου ιʹ. μήου 𐅻 στʹ. νήσσης αἵματος στʹ. νάρδου Συριακῆς 𐅻 στʹ. ὀβολοὺς γʹ. νάρδου Κελτικῆς 𐅻 ηʹ. ξυλοβαλσάμου 𐅻 γʹ. ὀποπάνακος ἴσον, ὀρμίνου σπέρματος ηʹ. ὀρόβων λευκῶν ἴσον, πανακείας ῥίζης 𐅻 στʹ. ὀποβαλσάμου 𐅻 γʹ. πελεκίνου 𐅻 στʹ. πολίου εʹ. ὀβολοὺς βʹ. πολυγόνου φύλλων 𐅻 θʹ. ἑλενίου ῥίζης 𐅻 εʹ. ὀβολοὺς γʹ. πετροσελίνου στʹ. ὀβολοὺς βʹ. πενταφύλλου 𐅻 ηʹ. ὀποῦ πευκεδάνου τὸ ἴσον, πεπέρεως μέλανος 𐅻 εʹ. τριώβολον, καὶ λευκοῦ δʹ. ὀβολοὺς γʹ. καὶ μακροῦ 𐅻 αʹ. σκίγκου δραχμὰς γʹ. τερμινθίνης βʹ. ῥόδων ξηρῶν 𐅻 στʹ. σαγαπηνοῦ δραχμὰς ηʹ. στοιχάδος δʹ. στροβίλων πεφρυγμένων 𐅻 στʹ. σχοίνου δραχμὰς δʹ. ὀβολοὺς βʹ. σταφίδος σαρκὸς 𐅻 δʹ. σεσέλεως δραχμὰς εʹ. ὀβολοὺς βʹ. σταφυλίνου σπέρματος 𐅻 δʹ. χολῆς ταυρείας 𐅻 εʹ. χολῆς ἀρκείας ἴσον, χαμαιπίτυος 𐅻 γʹ. ψυλλίου σπέρματος δʹ. χαμαίδρυος ἶσον, σησάμου πεφρυγμένου 𐅻 στʹ. συμφύτου ῥίζης δραχμὰς βʹ. σκορδίου κορύμβων δραχμὴν αʹ. ὀβολοὺς δʹ. σταφίδος ἀγρίας δραχμὰς εʹ. στύρακος 𐅻 εʹ. ὀβολοὺς βʹ. τριφύλλου καρποῦ 𐅻 ιʹ. τορδύλου σπέρματος βʹ. τευκρίου φύλλων, ὅ τινές φασιν εἶναι χαμαίδρυν, δραχμὴν μίαν, ὑποκυστίδος χυλοῦ δραχμὰς βʹ. Ϛ”. ὑπερικοῦ καρποῦ βʹ. ὑοσκυάμου σπέρματος δραχμὰς βʹ. ῥοῦ Ποντικοῦ 𐅻 βʹ. φοῦ 𐅻 ηʹ. ῥοὸς τοῦ ἐπὶ τὰ ὄψα 𐅻 εʹ. τριώβολον · κοτυληδόνος ῥίζης 𐅻 αʹ. ὀβολοὺς γʹ. οἴνου καὶ μέλιτος τὸ ἱκανόν. ἐγὼ οἶνον οὐ βάλλω.
ποικίλαι τῶν πολλῶν ἀντίδοτοι πρὸς πολλὰ καὶ διάφορα πάθη. ἀντίδοτος Αἰλίου Γάλλου πρὸς ἄλλα καὶ πρὸς λυσσοδήκτους. Ϛ Νάρδου Συριακῆς 𐅻 δʹ. σμύρνης 𐅻 ηʹ. κινναμώμου 𐅻 ιβʹ. κασσίας μελαίνης ἴσον, κρόκου 𐅻 ηʹ. κόστου 𐅻 δʹ. δαύκου σπέρματος ἴσον, μήου ἴσον, οἱ δὲ μίαν, πετροσελίνου 𐅻 δʹ. πεπέρεως λευκοῦ κόκκους μʹ. βαλσάμου καρποῦ 𐅻 δʹ. ἀκόρου, ἀσάρου ἀνὰ ἴσον, σχοίνου 𐅻 ηʹ. οἱ δὲ οὐ βάλλουσι. μέλιτος ἑφθοῦ τὸ ἱκανὸν, πλῆθος δίδοται ἐσθίειν. ἄλλη ἀντίδοτος Αἰλίου Γάλλου πρὸς τὰ ἐντὸς πάθη ἐνεργής. Ϛ Κινναμώμου 𐅻 στʹ. κρόκου 𐅻 βʹ. ὀβολοὺς γʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀβολοὺς βʹ. καὶ μακροῦ δὲ 𐅻 γʹ. ὀβολοὺς γʹ. ὀπίου 𐅻 γʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. σμύρνης 𐅻 δʹ. ὀβολοὺς βʹ. ἀκόρου 𐅻 γʹ. νάρδου Κελτικῆς 𐅻 δʹ. στύρακος μίαν, ὀβολοὺς βʹ. χαλβάνης 𐅻 δʹ. καστορίου 𐅻 γʹ. ὀβολοὺς βʹ. κόστου 𐅻 βʹ. ὀβολοὺς βʹ. μέλιτι φύρα, δίδοται καταπότια, τοῖς δὲ πότιμα. ἔστι δὲ πεπτικὴ καὶ ἀνώδυνος. ἀρωματικὴ ἀρίστη Γάλλου ποιοῦσα πρὸς πάντα. Ϛ Κινναμώμου οὐγγίας ἥμισυ, κασσίας 𐅻 αʹ. κρόκου δραχμῆς ἥμισυ, ἀμώμου 𐅻 εʹ. μαλαβάθρου 𐅻 βʹ. σμύρνης 𐅻 Ϛ “. οἱ δὲ 𐅻 αʹ. σχοίνου ἄνθους αʹ. κόστου οὐγγίας τὸ ἥμισυ, πεπέρεως 𐅻 γʹ. μέλιτος Ἀττικοῦ τὸ ἀρκοῦν. ἐγὼ δὲ τοῦ κινναμώμου τὸ διπλοῦν, καὶ γίνεται καλλίων. ἀμβροσία Ἀρχιβίου ἱερὰ, πρὸς πάντα τὰ ἐντὸς ποιοῦσα, ᾗ χρῶμαι. Ϛ Ἀνίσου 𐅻 δʹ. σελίνου σπέρματος ἶσον, σμύρνης 𐅻 αʹ. πάνακος 𐅻 αʹ. κινναμώμου 𐅻 βʹ. πικρολώτου σπέρματος 𐅻 βʹ. κασσίας 𐅻 βʹ. νάρδου 𐅻 βʹ. κρόκου 𐅻 βʹ. ὀβολοὺς γʹ. πεπέρεως τριώβολον, ὀπίου μήκωνος 𐅻 δʹ. μέλιτος τὸ ἀρκοῦν. γίνεται πότιμα πρὸς δυσεντερικοὺς μετὰ μυρτίτου κοτύλης τετάρτης καὶ ὕδατος, πρὸς ἧπαρ μετὰ μελικράτου κοτύλης ἡμισείας, πρὸς ἀγρυπνίαν καὶ ὀφθαλμίαν καὶ πλευρῖτιν μετὰ μελικράτου, πρὸς δὲ κακοστομάχους μετὰ ῥοΐτου οἴνου κυάθους βʹ. καὶ ὕδαδος ἴσον. ἀντίδοτος Ἀντιπάτρου θηριακὴ, καὶ πρὸς ἀσπιδοδήκτους, προδιδομένη καὶ ἐπιδιδομένη, ᾗ χρῶμαι. Ϛ Γεντιανῆς 𐅻 δʹ. τριφύλλου ῥίζης 𐅻 δʹ. καὶ τοῦ καρποῦ 𐅻 βʹ. πολίου 𐅻 δʹ. ἀριστολοχίας λεπτῆς 𐅻 βʹ. πευκεδάνου ῥίζης ἴσον, χαλβάνης 𐅻 βʹ. πετροσελίνου 𐅻 δʹ. πηγάνου ἀγρίου γʹ. πυρέθρου 𐅻 αʹ. σταφίδος ἀγρίας ἴσον, ἀκόρου 𐅻 γʹ. βρυωνίας ῥίζης 𐅻 βʹ. πεπέρεως λευκοῦ ἴσον, καὶ μακροῦ 𐅻 γʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 αʹ. τριώβολον, φλόμου, ἰδαίου χαμαιπίτυος, χαμελαίας, πρασίου λεπτοῦ, κονύζης λεπτῆς, κυμίνου Αἰθιοπικοῦ, ὀποῦ μήκωνος, καστορίου, μαράθρου σπέρματος, ἀγαρικοῦ, κασσίας κιρρᾶς, σχοίνου ἄνθους, ῥήου ἀνὰ 𐅻 βʹ. δαύκου Κρητικοῦ 𐅻 αʹ. ὀβολοὺς γʹ. ὀποπάνακος ἶσον, σαγαπηνοῦ 𐅻 βʹ. ὀβολοὺς γʹ. ἀβροτόνου 𐅻 αʹ. ὀβολοὺς γʹ. δικτάμνου ἴσον, στύρακος ἴσον, κινναμώμου 𐅻 γ. νάρδου 𐅻 γʹ. σμύρνης 𐅻 δʹ. λιβανωτοῦ 𐅻 αʹ. κρόκου 𐅻 ηʹ. ἀνίσου 𐅻 αʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 αʹ. πιτυᾶς νεβροῦ 𐅻 γʹ. μέλι Ἀττικόν. ταύτης λαμβάνεται καρύου Ποντικοῦ μέγεθος εἰς προφυλακήν. θηριακὴ Αἰλίου Γάλλου, ᾖ χρῶμαι, καλή. Ϛ Βρυωνίας ῥίζης 𐅻 ιστʹ. τριφύλλου σπέρματος, ὀποπάνακος ἀνὰ 𐅻 ηʹ. ἀριστολοχίας λεπτῆς 𐅻 ιβʹ. λιβανωτίδος ῥίζης, ἴρεως Ἰλλυρικῆς, ζιγγιβέρεως, μηκωνείου ἀνὰ 𐅻 ηʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 ιβʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 ιστʹ. σμύρνης, κασσίας, καστορίου, σεσέλεως, ἠρυγγίου ῥίζης, ἑρπύλλου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 στʹ. Μηδικοῦ 𐅻 ιβʹ. σαγαπηνοῦ 𐅻 στʹ. κρόκου 𐅻 εʹ. ἀλεύρου ὀροβίνου 𐅻 κδʹ. σὺν ὕδατι ἀνάπλαττε τριωβολιαίους τροχίσκους, δίδου σὺν οἴνῳ. θηριακὴ ἄλλη Αἰλίου Γάλλου σφόδρα ἐνεργής. Ϛ Τριφύλλου σπέρματος 𐅻 ιβʹ. ἀριστολοχίας 𐅻 στʹ. ἡδυχρόου μάγματος 𐅻 ηʹ. πενταφύλλου 𐅻 δʹ. ἐχίου βοτάνης 𐅻 στʹ. φιλοκράτου 𐅻 εʹ. σαγαπηνοῦ 𐅻 δʹ. πολίου 𐅻 στʹ. καστορίου 𐅻 γʹ. κρόκου 𐅻 ηʹ. σελίνου σπέρματος, ἀνίσου, μαράθρου, πετροσελίνου, ἀνὰ 𐅻 στʹ. ὀποπάνακος 𐅻 δʹ. ὀποβαλσάμου 𐅻 στʹ. σεσέλεως 𐅻 δʹ. κυμίνου Αἰθιοπικοῦ ἢ Θηβαίου 𐅻 εʹ. σμύρνης, σκορδίου, φοῦ, μήου ἀνὰ 𐅻 στʹ. ἀλύσσου Κρητικοῦ σπέρματος 𐅻 στʹ. ὀροβίνου ἀλεύρου 𐅻 ηʹ. λεῖος οἶνος παραχεῖται Ἀριούσιος, ἀνάπλασσε τροχίσκους, ἀνὰ τετρώβολον, ἕνα δίδου σὺν οἴνῳ Χίῳ ἀθαλάσσῳ ἀκράτῳ, κοτύλῃ ἡμισείᾳ. θηριακὴ πρὸς τοὺς ἐντὸς πόνους, Εὐκλείδου Παλατιανοῦ, ἣν ἐσκεύασεν, ὡς ἔλεγεν Εὐκλείδης, ἐπὶ ἀσπιδοδήκτων. ταῦτα καὶ πρὸς πλευριτικοὺς καὶ πρὸς τεταρταίους, προεμηκόσι, μέγεθος καρύου Ποντικοῦ · βήσσουσιν, ἀναφορικοῖς δι’ὕδατος, θηριοδήκτοις, σὺν οἴνῳ · πλευριτικοῖς καὶ αἷμα ἀνάγουσι μεθ’ὕδατος κυάθων βʹ. καὶ ὄξους κυάθου ἑνός. Ϛ Καστορίου 𐅻 στʹ. ὀποπάνακος, σαγαπηνοῦ, σεσέλεως, κάγχρυος, χαμαίδρυος, χαμαιπίτυος πρασίου, ἀνὰ 𐅻 ιστʹ. στύρακος, ἀσφάλτου Ἰουδαϊκῆς, σμύρνης, ἀνὰ 𐅻 ζʹ. ὀποῦ μήκωνος 𐅻 ηʹ. μέλιτος λίτραν αʹ. πότιζε θηριοδήκτους, εἰ οἷόντε ἠμεμηκότας, μετὰ χυλοῦ μελίης πλείονος · εἰ δὲ μὴ, μετ’οἴνου 𐅻 αʹ. τοῦ φαρμάκου, ἢ καὶ πλέον · τεταρταϊκοῖς, καρύου μέγεθος, χρῶ. θηριακὴ Ζήνωνος Λαοδικέως, ὡς Μηνουκιανὸς λαβὼν ἔδωκεν. Ϛ Καρδαμώμου κεκαθαρμένου καὶ ἀφῃρημένου τῶν λοβῶν, ἑρπύλλου, σελίνου σπέρματος, βρυωνίας ῥίζης, τριφύλλου σπέρματος, ἀνίσου, πετροσελίνου, μαράθρου ῥίζης καὶ τοῦ σπέρματος, ἄμμεως, ἀριστολοχίας λεπτῆς, ὀροβίνου ἀλεύρου, ὀποπάνακος, ἴσον ἑκάστου · κόψας ἰδίᾳ μίσγε, ἀναλάμβανε οἴνῳ αὐστηρῷ, καὶ ποίει τροχίσκους τριωβολιαίους. ὅταν ξηρανθῶσιν ἐν σκιᾷ, ἐχέτωσαν τὸ τριώβολον. πότιζε ἕνα σὺν δραχμαῖς δυσὶν ὕδατος τρὶς τῆς ἡμέρας, καὶ ἅπαξ τῆς νυκτὸς ἕνα τροχίσκον. ὁτὲ δὲ πλεονάκις, καὶ μάλιστα τοὺς συνεχῶς ἀπεμοῦντας, ποτὲ καὶ διὰ μυκτήρων ἔγχει, ἐὰν μὴ δύνηται καταπίνειν, ἤδη καταφερομένοις, καὶ ἄλλως δυσχερεῖ συμπτώματι περιπεπτωκόσι. τοὺς δὲ μετὰ φλυκταινώσεως μελανουμένους τὸ δῆγμα καὶ ἄλλως ῥέοντας σάρκας ὡς ἕλκη κακοήθη ἔχοντας θεράπευε. ἀντίδοτος πρὸς σπάσματα ποιοῦσα, καὶ ῥήγματα, αἱμοπτοϊκοὺς, σπληνικοὺς, ἡπατικοὺς, τοὺς περὶ κύστιν εἰλεώδεις, στομαχικοὺς, κοιλιακοὺς, πνευματώδεις, ἰκτερικούς. πρὸς πάντας ἀγαθὴ διδόναι μέγεθος ἐλαίας μετ’οἰνομέλιτος. Ϛ Κινναμώμου, κόστου, ἀνὰ 𐅻 στʹ. νάρδου Συριακῆς 𐅻 κʹ. κρόκου, σμύρνης, μαλαβάθρου, ἀνὰ 𐅻 ηʹ. κασσίας 𐅻 ιβʹ. πεπέρεως λευκοῦ 𐅻 ιʹ. λιβάνου 𐅻 δʹ. σχοίνου 𐅻 ιστʹ. νάρδου Ἰλλυρικῆς 𐅻 ιβʹ. Λημνίας 𐅻 κʹ. μήου, σεσέλεως, ἀνὰ 𐅻 ηʹ. σελίνου σπέρματος 𐅻 δʹ. στροβίλων 𐅻 ιβʹ. ἐρυσίμου 𐅻 στʹ. σικύου σπέρματος πεφωγμένου 𐅻 στʹ. τερμινθίνης 𐅻 γʹ. πετροσελίνου 𐅻 δʹ. ἀμώμου γʹ. σκορδίου, πολίου, ὀποβαλσάμου, γεντιανῆς, κυμίνου Αἰθιοπικοῦ, ἀνὰ 𐅻 εʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 γʹ. ἀνίσου, τραγακάνθης, ἀνὰ 𐅻 ηʹ. φοῦ, στοιχάδος, κνεώρου, ἀνὰ 𐅻 βʹ. τὸ ἐρύσιμον δι’ὀθονίου ἐν ὕδατι ἕψησον, ὥστε τὸ φάρμακον ἀναλαβεῖν, μίξον πᾶσι λείοις, εἶτα ἐπέμβαλε τὴν τραγάκανθαν ὕδατι βεβρεγμένην, δίδου ἡλίκον κύαμον Αἰγύπτιον, μετὰ κυάθων δύο δι’ὕδατος, ἀπυρέτοις δι’οἰνομέλιτος. ἀντίδοτος Μιθριδάτειος, ὡς Ξενοκράτης παρὰ Νικοστράτῳ, πρὸς πάντα θανάσιμα, καὶ πρὸς θηριοδήκτους, δυσπεψίας, πνευματώσεις, στομαχικοὺς, κοιλιακοὺς, ἡπατικοὺς, σπληνικοὺς, ἰσχιαδικοὺς, νεφριτικοὺς, πλευριτικοὺς, περιπνευμονικούς. Ϛ Ὑποκιστίδος χυλοῦ 𐅻 στʹ. σκορδίου 𐅻 εʹ. καστορίου 𐅻 δʹ. πετροσελίνου 𐅻 εʹ. σεσέλεως 𐅻 αʹ. λιβάνου 𐅻 στʹ. πολίου 𐅻 βʹ. δαύκου Κρητικοῦ 𐅻 ιʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. ὀβολοὺς γʹ. καὶ μακροῦ 𐅻 αʹ. κόστου 𐅻 δʹ. τριώβολον, κινναμώ μου βʹ. κρόκου 𐅻 εʹ. ὀβολοὺς γʹ. κασσίας μελαίνης 𐅻 δʹ. νάρδου 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. σχοίνου 𐅻 δʹ. ἀμώμου 𐅻 βʹ. χαλβάνης 𐅻 βʹ. τερμινθίνης 𐅻 αʹ. ὀβολοὺς γʹ. ὀποῦ μήκωνος 𐅻 κʹ. μέλιτι Ἀττικῷ δίδου, ὡς τὰς λοιπάς. ἀντίδοτος τυραννὶς καλουμένη, ὡς Νεῖλος Ἀντιπάτρου, ποιοῦσα πρὸς λιθιῶντας, καὶ τοὺς πνιγομένους. ἐκβάλλει καὶ τὰ ἐγκατεχόμενα δεύτερα καὶ ἔμβρυα. ἐπιληπτικοῖς, ποδαγρικοῖς, ἀρθριτικοῖς, ἰσχιαδικοῖς, ἄγουσα παχέα οὖρα πλεῖστα. πότιζε κυάθου μέγεθος οἰνομέλιτι καὶ πρὸς τὰ θανάσιμα, θηριοδήκτοις οἴνῳ, ἐπιληπτικοῖς πυρέσσουσι, σὺν ὑδρομέλιτι. Ϛ Σκίγκου 𐅻 ηʹ. σμύρνης 𐅻 κηʹ. Λημνίας μίλτου 𐅻 δʹ. νάρδου 𐅻 ηʹ. σχοίνου 𐅻 δʹ. κινναμώμου 𐅻 κδʹ. ῥίζης γλυκείας 𐅻 κηʹ. σμύρνης 𐅻 κʹ. ἠρυγγίου 𐅻 κδʹ. ἀμώμου 𐅻 ιβʹ. καρδαμώμου 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. κεδρίδων μελαινῶν 𐅻 ιβʹ. μελιλώτου 𐅻 ιβʹ. ὑακινθίνου σπέρματος 𐅻 δʹ. πεπέρεως μακροῦ 𐅻 δʹ. καὶ λευκοῦ κόκκους πεʹ. σφονδυλίου 𐅻 ιβʹ. στοιχάδος 𐅻 εʹ. πυρέθρου 𐅻 στʹ. μαλάχης ἀγρίας σπέρματος 𐅻 ιβʹ. λευκοΐου σπέρματος 𐅻 γʹ. ὀποβαλσάμου δραχμὰς στʹ. κόστου 𐅻 ηʹ. ὀβολὸν ἕνα, ἄμμεως δραχμὰς ιβʹ. κοτυληδόνος ῥίζης δραχμὰς ιδʹ. δαύκου σπέρματος 𐅻 ιβʹ. καρποβαλσάμου 𐅻 δʹ. ξυλοβαλσάμου δραχμὰς δʹ. κασσίας 𐅻 ηʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 δʹ. ὠκίμου σπέρματος 𐅻 ηʹ. ἀκόρου 𐅻 ηʹ. οἰνάνθης 𐅻 ηʹ. σελίνου σπέρματος ιβʹ. σαγαπηνοῦ 𐅻 ηʹ. καππάρεως ῥίζης 𐅻 δʹ. γεντιανῆς 𐅻 ιδʹ. περικλυμένου ῥίζης 𐅻 ηʹ. λιβάνου 𐅻 ηʹ. στύρακος 𐅻 αʹ. κέγχρου ἀγρίας 𐅻 κδʹ. σμυρνίου ῥίζης 𐅻 δʹ. σισάρου σπέρματος 𐅻 ηʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιστʹ. σεσέλεως 𐅻 δʹ. κάγχρυος 𐅻 δʹ. οἱ δὲ 𐅻 αʹ. Ἰλλυρίδος 𐅻 δʹ. ἀνίσου 𐅻 δʹ. χαμαιπίτυος 𐅻 ιεʹ. χαμαίδρυος ἴσον, σμυρνίου σπέρματος 𐅻 ηʹ. ζιγγιβέρεως 𐅻 ιδʹ. κενταυρίου λεπτοῦ 𐅻 ηʹ. σταφυλίνου σπέρματος, μήου ἀνὰ 𐅻 ηʹ. καλάμου ῥίζης 𐅻 δʹ. μύρου καλοῦ κοτύλην αʹ. μέλιτος Ἀττικοῦ τὸ ἱκανόν. πρὸς τεταρταίους, ὡς Ἅρπαλος. Ϛ Σμύρνης 𐅻 δʹ. πεπέρεως μακροῦ ἢ λευκοῦ 𐅻 βʹ. μηκωνείου 𐅻 βʹ. καστορίου ὀβολοὺς γʹ. Ϛ”. καρδαμώμου 𐅻 δʹ. σαγαπηνοῦ 𐅻 βʹ. λεῖα σὺν ὕδατι ἀνάπλασσε τροχίσκους, ἀνὰ ὀβολοὺς βʹ. τοῖς περιοδικοῖς σὺν οἴνου κυάθοις βʹ. ἀδριανοῦ, ἢ ἀμιναίου, καὶ ὕδατος πηγαίου ἀφηψημένου κυάθοις δʹ. πυρέσσουσιν σὺν ὑδρομέλιτι. ποιεῖ δὲ καὶ πρὸς τὰς λοιπὰς περιόδους. ἐπεὶ δὲ καὶ πρὸς τοὺς δηχθέντας ἢ νυχθέντας ὑπό τινος τῶν ἰοβόλων ζώων, ἅμα τοῖς προγεγραμμένοις φαρμάκοις, ἐπέγραψαν οἱ περὶ τὸν Ἀσκληπιάδηντε καὶ Δαμοκράτην, διὰ τοῦτο κα- κᾀμοὶ βέλτιον ἔδοξεν εἶναι κατὰ τὸ προκείμενον τοῦτο βιβλίον ἐφεξῆς αὐτὰ προσθεῖναι, καὶ πρῶτά γε τὰ τοῦ Ἀσκληπιάδου.
τὰ ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένα κατὰ τὸ εʹ. τῶν Ἄσωνος, πρὸς τὰς ἐκ τῶν ἰοβόλων βλάβας. πόμα λυσσοδήκτοις προφυλακτικὸν σφόδρα γενναῖον. Ϛ Λυκίου Ἰνδικοῦ ὡς καλλίστου δίδου ὀβολοὺς γʹ. μεθ’ὕδατος, καὶ ἱερᾶς βοτάνης μικρόν τι παραπλέκων, δίδου ἐφ’ἡμέρας ἱκανάς. δίδου δὲ καὶ χωρὶς ὕδατος εἰς ὠὸν ῥοφητὸν βαλὼν τὸ λύκιον. ἄλλη. Ϛ Καστορίου 𐅻 αʹ. ῥοδίνου λευκοῦ κύαθον, δίδου πίνειν δεύτερον τῆς ἡμέρας καὶ διαλείπων, κενοῦ ἀψινθίου ἀφεψήματι ἁλῶν ἐπεμβεβλημένων τοσούτων, ὥστε τὸ ἐνειμένον σφοδρότερον εἶναι. Ἀντωνίνου Κώου. ἄλυσσον βοτάνην κόψας καὶ σήσας, ἀπόθου, ἐν τῇ χρήσει δίδου κοχλιάριον λυσσοδήκτοις, μεθ’ὕδατος καὶ ὑδρομέλιτος κυάθων γʹ. ἀπὸ αʹ. ἡμέρας, καλὸν μὲν εἰ ἐπὶ ἡμέρας μʹ. εἰ δὲ μή γε, ἐπὶ τὰς πρώτας ἡμέρας ζʹ. ἄλυσσος δέ ἐστι βοτάνη τῷ πρασίῳ παρεμφέρουσα, τραχυτέρα δὲ, καὶ μᾶλλον ἀκανθώδης περὶ τὰ σφαιρία, ἄνθος δὲ φέρει κυανίζον. ταύτην χρὴ συλλέγειν ἐν τοῖς ὑπὸ κύνα καύμασι, καὶ ξηράναντος κόπτειν, καὶ σήθειν, καὶ φυλάττειν ἀδιάπνευστον. ἄλλη ἔνδοξος πάνυ. Ϛ Μιθρέου καρκίνων ποταμίων ἐπὶ κλημάτων λευκῆς ἀμπέλου κεκαυμένων καὶ τετριμμένων μύστρα ιʹ. ῥίζης γεντιανῆς μύστρα γʹ. τερμινθίνης μύστρα βʹ. δίδου δηχθεῖσιν εὐθέως μετ’οἴνου ἀκράτου παλαιοῦ κυάθων γʹ. ἢ ὀλίγῳ πλέονος, ἢ ἐλάττονος. δεῖ γὰρ παραμετρεῖν ταῖς ἡλικίαις καὶ τὴν δύναμιν τῶν δηχθέντων · δίδου ἐπὶ ἡμέρας γʹ. τοῖς δὲ ὕστερον τῆς αʹ. ἡμέρας, ἢ τῆς βʹ. ἢ καὶ τῆς γʹ. μέλλουσι λαμβάνειν τὸ φάρμακον, ἐπιμηχανητέον, ὥστε τὸ ἅπαξ διδόμενον τῆς ἡμέρας, τοῦτο τριπλοῦν, καὶ διπλοῦν τοῦ φαρμάκου διδόναι, ὁ γὰρ οἶνος αὐτάρκης. ἐκπληρώσαντα δὲ τὸ ἐλλεῖπον τῶν ἡμερῶν, διδόναι καρκίνων ποταμίων μύστρον ἓν, καὶ γεντιανῆς μύστρα βʹ. ἐπ’ἄλλας ἡμέρας γʹ. μετ’οἴνου κυάθων γʹ. τὸ δὲ λεγόμενόν ἐστι τοιοῦτον. τοῖς μὲν εὐθέως δηχθεῖσι διδόναι καρκίνων μύστρον, καὶ γεντιανῆς μύστρα βʹ. καὶ οἴνου ἀκράτου κυάθους γʹ. καθ’ἑκάστην ἐπὶ ἡμέρας στʹ. εἰ δέ τις ἀφυστερήσει τῆς θεραπείας, εἰ μὲν δευτεραῖος εἴη, λαμβάνειν τοῦ φαρμάκου τὸ διπλοῦν, ὁ γὰρ οἶνος αὐτάρκης. εἰ δὲ τριταῖος, λαμβανέτω τριπλοῦν. μετὰ δὲ ταῦτα τρὶς ἐπ’ἄλλας ἡμέρας λαμβανέτω, ὅπερ ἔθος ἔχει, καθ’ἑκάστην ἡμέραν λαμβάνειν. τὸ φάρμακον ποθὲν, ἱκανὴν ἀσφάλειαν ποιεῖ, ὥστε μὴ περιπεσεῖν τῷ ὑδροφόβῳ. Κρατίππου ἀνδρὸς, καὶ ἐπισήμου καὶ κυνοτρόφου. Ϛ Καρκίνων 𐅻 κʹ. σμύρνης 𐅻 βʹ. κρόκου 𐅻 αʹ. Ϛ “. γεντιανῆς 𐅻 αʹ. πεπέρεως λευκοῦ κόκκους ιʹ. οἴνου ὅσον ἐξαρκεῖ εἰς ἀνάληψιν. ἡ δόσις 𐅻 αʹ. μετ’οἴνου κυάθων γʹ. κεκραμένου. ἄλλη, ᾗ ἐχρήσατο Ἥρας ὁ Καππαδόκης. Ϛ Σκορδίου 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 βʹ. Ϛ”. ὀπίου 𐅻 γʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γʹ. Ϛ “. κάγχρυος 𐅻 δʹ. γεντιανῆς, πηγάνου ἀγρίου σπέρματος, μίλτου Λημνίας, ἀνὰ 𐅻 εʹ. σμύρνης 𐅻 ζʹ. ὀποβαλσάμου 𐅻 ηʹ. σκεύαζε οἴνῳ, καὶ ἀναλάμβανε μέλιτι ἑφθῷ, ὕστερον ἐπιβαλὼν τὸ ὀποβάλσαμον, καὶ δίδου εὐτονωτέροις κυάμου Αἰγυπτίου τὸ διπλοῦν, καὶ ὕδατος θερμοῦ κυάθους γʹ. ἄλλη Αἰλίου Γάλλου, ὡς Βελχιόνιος ἔφη παρὰ Καίσαρος εἰληφέναι. Ϛ Πολίου, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 γʹ Ϛ”. κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ 𐅻 δʹ. γεντιανῆς, μίλτου Λημνίας, ἀνὰ 𐅻 εʹ. σμύρνης 𐅻 στʹ. ἢ ζʹ. ὀποβαλσάμου 𐅻 ηʹ. σκορδίου, πεπέρεως, ἀνὰ 𐅻 ιβʹ. μέλιτι ἀναλάμβανε. Ζήνωνος Λαοδικέως λυσσοδήκτοις. ἔστι δὲ καὶ θηριακὴ ἀγαθή. Ϛ Πετροσελίνου σπέρματος, ἄμμεως, ἀνίσου, ἑρπύλλου, βρυωνίας ῥίζης, μαράθρου σπέρματος, ὀροβίνου ἀλεύρου, ἀριστολοχίας μακρᾶς, τριφύλλου σπέρματος, ὀποπάνακος, καρδαμώμου τῶν λοβῶν χωρὶς τῆς ἐντεριώνης, ἀνὰ 𐅻 δʹ. τὸν ὀποπάνακα οἴνῳ διαλύσας, ἔχε ἐν ἑτοίμῳ · τὰ δὲ ξηρὰ κόψας καὶ σήσας λεπτῷ κοσκίνῳ, φυράσας καὶ τῷ ὀποπάνακι μίξας, ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ, καὶ δίδου λυσσοδήκτοις 𐅻 αʹ. μετ’οἴνου ἀκράτου κυάθων γʹ. ἐπὶ ἡμέρας γʹ. τοῖς δὲ ἤδη κατισχομένοις δίδου μετὰ ὕδατος ψυχροῦ. τὸ φάρμακον εἰς Διόνυσον ἀναφέρεται τὸν Μιλήσιον. Κλαυδίου Ἀπολλωνίου φάρμακον ἐπιτετευγμένον λυσσοδήκτοις. ἔστι καὶ θηριακή. Ϛ Τριφύλλου σπέρματος, μαράθρου ῥίζης, ἀνὰ 𐅻 στʹ. σκίλλης τῶν φύλλων ξηρῶν, ἀριστολοχίας μακρᾶς, ἀνὰ 𐅻 εʹ. σκίγκου, ἑρπύλλου κλάδων, ἀνὰ 𐅻 δʹ. καρδαμώμου κεκαθαρμένου, γλυκυρρίζης, ἀνὰ 𐅻 γʹ. ἄμμεως, πηγάνου ῥίζης, ἀνὰ 𐅻 βʹ. ὀποπάνακος, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 αʹ. οἴνου Φαλερίνου ξέστας γʹ. καὶ καρκίνων θαλασσίων κεκαυμένων λίτρας γʹ. εἰς τὸν οἶνον ἔα βρέχεσθαι, καὶ ὅταν συμπίωσι, λεάνας ἐπιμελῶς, ἔχε ἐν ἑτοίμῳ. τὰ δὲ ξηρὰ κόψας, καὶ σήσας λεπτῷ κοσκίνῳ, μίξας τοῖς καρκίνοις, ἀνάπλασσε τροχίσκους, καὶ δίδου τριώβολον μετ’οἴνου ἀκράτου κυάθου αʹ Ϛ “. ἐπὶ ἡμέρας γʹ. καὶ περὶ μὲν τούτων ἐπὶ τοσοῦτον. συναπτέον δὴ τούτοις καὶ τὰς τῶν ἔξωθεν ἐπιτιθεμένας σκευασίας. Μενίππου πρὸς λυσσοδήκτους, ᾗ ἐχρήσατο Πέλοψ. Ϛ Πίσσης Βρυττίας λίτραν αʹ. ὀποπάνακος γο δʹ. ὄξους ξέστην ἕνα. διάλυε τὸν ὀποπάνακα καὶ ὄξους κυάθοις δʹ. καὶ τὸ λειπόμενον ὑγρὸν μετὰ τῆς πίσσης ἕψε, καὶ ὅταν ἀναλωθῇ ἐπίβαλλε τὸν ὀποπάνακα, καὶ τήρει μὴ ἀναζέσῃ · καὶ ὅταν εὖ ἔχῃ, ἐμπλάσας ποίει σπλήνια εὐμεγέθη, καὶ κατὰ τοῦ δήγματος ἐπιτίθει. δεῖ δὲ τὸ ἕλκος παραφυλάττειν ἐπὶ ἡμέρας μʹ. Μενελάου λυσσοδήκτοις, ποιεῖ καὶ πρὸς αἰγίλωπας καὶ παντὸς ἑρπετοῦ πληγήν. Ϛ Νίτρου ἐρυθροῦ 𐅻 βʹ. τρυγὸς οἴνου κεκαυμένης 𐅻 ζʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ζʹ. στέατος αἰγείου λίτραν αʹ. ἐλαίου λίτραν αʹ Ϛ”. κηροῦ λίτρας βʹ. ὕδατος ξέστην ἕνα. τρῖβε ἀμμωνιακὸν μεθ’ὕδατος, ὥστε γλοιοῦ σχεῖν τὸ πάθος · τὸ δ’ὑπολειπόμενον τοῦ ὕδατος ἕψε μετὰ νίτρου καὶ τῆς τρυγός. καὶ ὅταν συστῇ, ἐπίβαλλε τὰ τηκτά. καὶ ὅταν διαλυθῇ, ἄρας ἀπὸ τοῦ πυρὸς, ἐπίβαλλε ἀμμωνιακὸν, καὶ ἑκάτερα εἰς θυείαν, καὶ καταμαλάξας ἐπιμελῶς ἀνελόμενος χρῷ. λευκὴ Βαφούλλου, ἢ Ἥρα πρὸς λυσσοδήκτους ἔξωθεν ἐπιτιθεμένη, δίδοται καὶ καταπότιον ἐξ αὐτῆς καρύου Ποντικοῦ τὸ μέγεθός, καὶ καταπίνεται ἐπὶ ἡμέρας μʹ. καὶ μάλιστα τοῖς κεκρατημένοις, ῥύεται γὰρ τοῦ κινδύνου. ἐπιτίθεται δὲ τῷ τραύματι, καὶ παρὰ μίαν ἡ λύσις γίνεται, καὶ διὰ τοῦτο δεῖ λύειν παρὰ μίαν, καὶ ἀποσπογγίζειν τὴν ἀπὸ τοῦ ἕλκους μελανίαν, καὶ τοῦτο ποιεῖν, ἄχρις οὗ λευκὸν παραμείνῃ τὸ φάρμακον. ἔχει δὲ οὕτως. Ϛ Κηροῦ Ποντικοῦ λίτρας βʹ. λιθαργύρου, ψιμυθίου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ 𐅻 βʹ. λιβάνου ἄρρενος 𐅻 αʹ. ἕψε τὴν λιθάργυρον ἐλαίῳ, καὶ ὅταν μεταβάλλῃ, κατάπασσε τὸ ψιμύθιον, καὶ ἐπίβαλλε κηρόν · καὶ ὅταν ἀμόλυντος γένηται, ὑφελὼν τὸ πῦρ, ἀποδίδου τὸν μυελὸν, ἐπιπάσσων σμύρναν, καὶ λιβανωτὸν, καὶ μαλάσσων χρῶ. ἐν ἄλλαις γραφαῖς οὕτως ἔχει. Ϛ Κηροῦ λίτρας βʹ. ψιμυθίου, λιθαργύρου, ἀνὰ λίτραν μίαν, ἐλαίου παλαιοῦ ξέστην ἕνα, σμύρνης, λιβανωτοῦ, μυελοῦ ἐλαφείου, ἀνὰ 𐅻 αʹ. ἐλαίου παλαιοῦ κοτύλην αʹ. ἐν ἄλλαις οὕτως ἔχει. Ϛ Κηροῦ Ποντικοῦ λίτραν αʹ. ψιμυθίου, λιθαργύρου, ἀνὰ 𐅻 γʹ. λιβάνου, σμύρνης, μυελοῦ ἐλαφείου, ἀνὰ γο Ϛ “. 𐅻 αʹ. ἐλαίου παλαιοῦ 𐅻 δʹ. βασιλικὴ πρὸς λυσσοδήκτους, φάρμακον ἐπιτετευγμένον, ὃ κωλύει περιπεσεῖν τῷ λεγομένῳ ὑδροφόβῳ. ταύτην Σεβαστὴ ἔσχε συγκειμένην ἀεί. Ϛ Ἁλὸς ἀμμωνιακοῦ, ὀποῦ Κυρηναϊκοῦ, ἀνὰ 𐅻 βʹ. ἐὰν δὲ μὴ παρῇ Κυρηναϊκὸς, τοῦ Συριακοῦ τὸ διπλοῦν. πιτυᾶς βάλλε λαγωοῦ 𐅻 δʹ. ἴρεως Ἰλλυρικῆς, καστορίου Κοντικοῦ, ἀνὰ 𐅻 εʹ. σύκων ὀλύνθων ὀποῦ πεπηγότος ξηροῦ, τὸ ἴσον. εἰ δὲ μὴ, ὑγροῦ τὸ διπλοῦν · στέατος ὑαίνης 𐅻 ηʹ. ῥητίνης τερμινθίνης 𐅻 θʹ. κυνὸς μελαίνης, ὑαίνης, ἀνὰ 𐅻 ιαʹ. κηροῦ Ποντικοῦ 𐅻 λστʹ. ἐλαίου παλαιοῦ κυάθους δύο, ὄξους σκιλλητικοῦ κυάθους γʹ. τὰ ξηρὰ τρῖβε μετ’ὄξους, τὰ δὲ τηκτὰ τήκεται, εἶτα ἐπιβάλλεται τοῖς τετριμμένοις, καὶ εἰς χρῆσιν ἐπιτήδειον γίνεται.
τὰ τῶν ἐντόςτε καὶ τῶν ἐκτὸς πρὸς σκορπιοδήκτους φάρμακα. πρὸς δὲ τὰς τῶν σκορπίων πληγὰς χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. σκορπιοδήκτοις καὶ πρὸς φαλαγγίων δήγματα ἐχρήσατο Διόφαντος. Ϛ Ἀριστολοχίας 𐅻 δʹ. πεπέρεως 𐅻 βʹ. ὀπίου 𐅻 αʹ. πυρέθρου 𐅻 δʹ. ἀνάπλαττε τροχίσκους κυάμου Αἰγυπτίου τὸ μέγεθος, καὶ δίδου καταπίνειν βʹ. καὶ οἴνου ἀκράτου κυάθους βʹ. ἄλλο πρὸς σκορπίους καὶ τὰ δηκτά. Ϛ Ἀριστολοχίας, ζιγγιβέρεως, ἀνὰ 𐅻 ηʹ. καλαμίνθης, πηγάνου ἀγρίου καρποῦ, ἀνὰ τριώβολον, πεπέρεως διώβολον. φύρα αἵματι χελώνης, καὶ ἀνάπλασσε τροχίσκους τριωβολιαίους, καὶ δίδου μετ’οἴνου ἀκράτου. ἄλλο. Ϛ Κυμίνου Αἰθιοπικοῦ, θείου ἀπύρου, πεπέρεως λευκοῦ, ἀνὰ 𐅻 βʹ. καστορίου, σιλφίου, τριφύλλου, ἀνὰ 𐅻 αʹ. οἴνῳ ἀνάπλασσε καὶ δίδου μετ’οἴνου ἀκράτου. πρὸς τοὺς ἐπικινδύνως πεπληγμένους ὑπὸ σκορπίων, ἢ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ. Ϛ Πηγάνου ἀγρίου καρποῦ, εὐζώμου καρποῦ, πυρέθρου, στύρακος, θείου ἀπύρου, ἀνὰ 𐅻 στʹ. καστορίου 𐅻 βʹ. ἀνάπλασσε αἵματι χελώνης, καὶ δίδου τετρώβολον μετ’οἴνου ἀκράτου, ἢ ὄξους ἡμικοτυλίου. ἀνώδυνον φάρμακον ἐπιτετευγμένον πρὸς σκορπίων καὶ φαλαγγίων, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ποιεῖ καὶ ταῖς δυστοκούσαις. ἐπιγράφεται δὲ Καλλίστη. Ϛ Σμύρνης, καστορίου, στύρακος, ἀνὰ 𐅻 αʹ. ὀπίου 𐅻 βʹ. χαλβάνης 𐅻 γʹ. σελίνου σπέρματος ὀξύβαφον, ἀνίσου τὸ ἴσον, πεπέρεως κόκκους λʹ. ἀνάπλαττε δι’οἴνου, καὶ δίδου 𐅻 αʹ. μετ’οἴνου κοτύλης μιᾶς. τὸ φάρμακον ἄγαν ἐστὶ καλόν. Ἀβασκάντου ἰατρεύοντος ἐν Λουγδούνῳ. Ϛ Πεπέρεως λευκοῦ, κόκκους κʹ. καστορίου, ὀπίου, κρόκου, σμύρνης, ἴρεως Ἰλλυρικῆς, σταφίδος ἀγρίας, χαμαίδρυος, βρυωνίας ῥίζης, πυρέθρου, ἑκάστου τὸ ἴσον, οἴνῳ ἀνάπλαττε, καὶ δίδου 𐅻 αʹ. μετ’οἴνου ἀκράτου κυάθους γʹ. ἀντίδοτος σκορπιακὴ, καὶ ἀδιάπτωτος, μετὰ σπουδῆς ἡμῖν δοθεῖσα, ὑπό τινος τῶν τὴν Λιβύην οἰκούντων ταύτῃ χρωμένου · ἀπήλλαττε παντὸς κινδύνου τοὺς σκορπιοδήκτους. ἔστι δὲ προφυλακτικὴ ἀγαθή. πίνεται δὲ ὑπὸ τῶν μηδέπω πεπληγότων πρὸς ἀσφάλειαν τῶν ἐσομένων. Ϛ Θείου ἀπύρου, θείου ὀρυκτοῦ, ἀνὰ λίτρας βʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀποπάνακος, βράθυος, λιβάνου ἄρρενος ἀνὰ 𐅻 γʹ. ἀριστολοχίας στρογγύλης, πευκεδάνου, σμύρνης, κενταυρίου, ἑρπύλλου, χαμαίδρυος, χαμαιπίτυος, σκορπιακῆς βοτάνης, ἀναγαλλίδος, ἀσφάλτου ἀνὰ 𐅻 βʹ. γέγραπται δὲ ἐν τῇ γραφῇ, καὶ Ῥωμαϊστὶ ἑρβανικάτου κέστρου 𐅻 βʹ. τουτέστι βετονικῆς, μυελοῦ ἐλαφείου, κροκοδείλου χερσαίου τῆς σαρκὸς, ἢ τοῦ λεγομένου σκίγκου, ἀνὰ 𐅻 αʹ. ἕκαστον δὲ τῶν εἰρημένων κόπτεται καὶ σήθεται λεπτοτάτῳ κοσκίνῳ, εἶθ’ὁμοῦ μίγνυται καὶ ἀδιάπνευστον φυλάττεται. ἐν δὲ τῇ χρήσει δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κυάθους βʹ. προφυλακτικῆς δὲ χάριν ἐπ’ἐνιαυτὸν πινέτωσαν, ὥστε ἀκινδύνως διάγειν τοὺς παθησομένους. δεῖ δὲ τοὺς ἀρχῇ πίνοντας τοῦτο τὸ φάρμακον ἕνεκεν προφυλακῆς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μήτε λούσασθαι μήτε συνουσιάζειν. παρὰ Ζωΐλου, ᾖ ἐχρήσατο Ἐπαφρόδιτος ὁ Καρχηδόνιος. ἄπονον ποιεῖ παραχρῆμα, ἔστι δὲ καὶ προφυλακτικὴ ἀγαθὴ, ἐνιαυτὸν πινομένη. Ϛ Θείου ἀπύρου λίτρας δʹ. λιβάνου λίτραν αʹ. βράθυος, στοιχάδος, ἀριστολοχίας ἀνὰ 𐅻 στʹ. σμύρνης 𐅻 εʹ. μυελοῦ ἐλα φείου, ὀποπάνακος ἀνὰ 𐅻 δʹ. δικτάμνου Κρητικοῦ 𐅻 γʹ. ἀσφάλτου, ἑρπύλλου, σκορδίου, ῥοῦ, τριφύλλου, κενταυρίου, χαμαίδρυος, πεπέρεως λευκοῦ, ἀβροτόνου, κέστρου, πολίου, πιτυῶν ἐριφείων, ἀναγαλλίδος ἀνὰ 𐅻 βʹ. κροκοδείλου χερσαίου 𐅻 ιʹ. σκεύαζε καθάπερ εἴρηται, καὶ δίδου τοῖς πεπονθόσι κοχλιάριον, καὶ οἴνου ἀκράτου κύαθον. ποιεῖ δὲ καὶ πρὸς φυλακὴν, ἐνιαυτοῦ ἅπαξ δοθεῖσα. ἐπίθεμα σκορπιοπλήκτων. Ϛ Δάφνης φύλλα ἑψήσας μετ’οἴνου, καὶ τρίψας ἐπιτίθει, ἢ κρίνων τὰς ῥίζας τρίψας μετ’ὄξους, ἐπιτίθει. ἄλλο. Ϛ Ἀριστολοχίας ἐν οἴνῳ ἡψημένης, καὶ πηγάνου ἀκρεμόνων, καὶ νίτρου τὸ ἴσον τρίψας μετ’οἴνου, ἐπιτίθει. ἄλλο. Ϛ Καρκίνων ποταμίων, κάγχρυος, σταφίδος ἀγρίας, πηγάνου τὸ ἴσον μετ’οἴνου, ἐπιτίθει. ἄλλο Ϛ Χαμαιμήλων, καὶ μελανθίου, καὶ νίτρου ἐρυθροῦ τὸ ἴσον, τρίψας μετ’ὄξους, ἐπιτίθει. Ἀραβᾶ Θηβαίου, ἐπιτετευγμένον φάρμακον, πρὸς σκορπίου πληγάς. Ϛ Χαλβάνης, τερμινθίνης ἀνὰ 𐅻 βʹ. σταφίδος ἀγρίας, πυρέθρου, θείου ἀπύρου, ἀπύρου, ἀνὰ 𐅻 αʹ. σμύρνης, πεπέρεως, ἀνὰ 𐅻 αʹ Ϛ”. πίσσης ὑγρᾶς τὸ αὔταρκες.
διάφορα πρὸς τὰ τῶν φαλαγγίων δήγματα φάρμακα. πρὸς φαλαγγίων δήγματα Χαρίτωνος ὀχλαγωγοῦ. Ϛ Σπονδυλίου καρποῦ, καλαμινθίνης τὸ ἴσον, τρίψας ὁμοῦ, δίδου ὅσον 𐅻 αʹ. μετ’οἴνου κυάθων βʹ. πλεονάκις τῆς ἡμέρας. ταύτῃ Χαρίτων χρώμενος περιήκει τὰς πανηγύρεις, ἀρήγειν βουλόμενος τοῖς δακνομένοις. ἄλλο. Σιμμία τοῦ Μηδίου. Ϛ Ὀποῦ Κυρηναϊκοῦ, δαύκου Κρητικοῦ σπέρματος, ἡδυόσμου ξηροῦ, νάρδου Ἰνδικῆς, ἑκάστου τὸ ἴσον, ἀνάπλασσε δι’ὄξους, καὶ δίδου 𐅻 αʹ. μετ’ὄξους κυάθων δʹ. καὶ πιόντα εἰς θερμὸν ὕδωρ κάθιε. Ἀνδρέου, πρὸς φαλαγγιοδήκτους. Ϛ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀπίου, βρυωνίας, χαλβάνης ἴσον ἑκάστου, ἀνάπλασσε μετ’οἴνου εὐώδους, καὶ διδοὺς 𐅻 αʹ. μετὰ γλυκέος κοτύλης μιᾶς. ἄλλο, σφόδρα γενναῖον. Ϛ Κάγχρυος, πηγάνου ἀγρίου καρποῦ, πεπέρεως λευκοῦ, ἀσταφίδος ἀγρίας, σμύρνης, ἑκάστου 𐅻 αʹ. κυπρίου ῥίζης 𐅻 βʹ. ἀνάπλαττε μετ’οἴνου εὐώδους κυάθων δʹ. καὶ μέλιτος κύαθον αʹ. πρὸς φαλάγγια, καὶ σκορπίους, καὶ παντὸς ἑρπετοῦ πληγὰς, ὡς ἐχρήσατο Διόφαντος. Ϛ Καστορίου, πεπέρεως λευκοῦ, σμύρνης, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους καὶ διδοὺς τριώβολον μετ’οἴνου ἀκράτου κυάθων γʹ. ὡς Διόφαντος. ἄλλη. Ϛ Μανδραγόρου φλοιοῦ ῥίζης, πεπέρεως λευκοῦ, καστορίου, ὀποῦ μήκωνος, ἑκάστου τὸ ἴσον, σκεύαζε, καὶ δίδου καθὰ προείρηται. ἄλλη ἐκ τῶν Ἀπολλοδώρου, ἣν καὶ ὁ Ταραντῖνος ἐν τῷ πρὸς Ἀστυδάμαντα ἀναγράφει, πρὸς παντὸς θηρίου πληγὴν, καὶ τὰ σφοδρότατα τῶν ἀλγημάτων, καὶ πνίγας ὑστερικάς. Ϛ Κωνείου χυλοῦ, ὑοσκυάμου, ἀνὰ 𐅻 δʹ. καστορίου, πεπέρεως λευκοῦ, κόστου, σμύρνης, ὀπίου, ἀνὰ 𐅻 αʹ. ταῦτα λεάνας καὶ ἐπιβαλὼν κυάθους βʹ. γλυκέος, τρῖβε ἡλιάζων, ἕως συστραφῇ, καὶ ἀνάπλαττε τροχίσκους κυάμου Ἑλληνικοῦ τὸ μέγεθος, καὶ δίδου μετ’οἴνου κυάθων βʹ. ἄλλη Ἡρακλείδου Ταραντίνου πρὸς φαλάγγια, καὶ παντὸς ἑρπετοῦ πληγὰς, τὸ δ’αὐτὸ πινόμενον βοηθεῖ. Ϛ Κάγχρυος, πηγάνου ἀγρίου σπέρματος, πεπέρεως λευκοῦ, σμύρνης, κόκκου κνιδίου, κόστου, πυρέθρου, ἀσταφίδος ἀγρίας, ἑκάστου τὸ ἴσον, κυπέρου διπλοῦν, ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπιτίθει. ἄλλη πρὸς φαλάγγια, καὶ παντὸς ἰοβόλου ἑρπετοῦ πληγήν. Ϛ Ἀσταφίδος ἀγρίας, πυρέθρου, σμύρνης, ὀποῦ Λιβυκοῦ, ἀνὰ 𐅻 δʹ. βρυωνίας ῥίζης, χαλβάνης ἴσον, ὄξει διαλύσας, καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. τὸ δ’αὐτὸ καὶ πινόμενον σφόδρα βοηθεῖ. ἐπίθεμα πρὸς φαλαγγίων πληγὰς καὶ παντὸς ἑρπετοῦ. τὸ δ’αὐτὸ καὶ πινόμενον βοηθεῖ. τούτῳ Σιμμίας ὁ ὀχλαγωγὸς ἐχρήσατο. Ϛ Θείου ἀπύρου, χαλβάνης ἀνὰ 𐅻 δʹ. ὀποῦ Λιβυκοῦ, καρύων Ποντικῶν κεκαθαρμένων, ἀνὰ 𐅻 βʹ. οἴνῳ διαλύσας καὶ μέλιτι ἀναλαβὼν ἐπιτίθει. ἄλλη. Ϛ Πηγάνου ἀγρίου σπέρματος, ἀγρίας ἀσταφίδος, εὐζώμου σπέρματος, κάγ χρυος, ἄγνου καρποῦ, κυπαρίσσου τῶν σφαιρίων, ἀνὰ ὀξύβαφον. ὄξει διαλύσας καὶ μέλιτι ἀναλαβὼν, ἐπίθες. τὸ δ’αὐτὸ καὶ πινόμενον βοηθεῖ.
φάρμακα πρὸς ἐχιοδήκτους, ἐν οἶς καὶ ἡ Ἀντιόχου θηριακὴ περιέχεται, ἣν Πλίνιός φησι παρὰ πυλῶν Ἀσκληπιοῦ ἀναγεγράφθαι. καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον. ἐπὶ δὲ τῶν ἐχιοδήκτων χρηστέον ταῖς ὑπογεγραμμέναις σκευασίαις. πρὸς ἐχιοδήκτους Δωροθέου Ἡλίου. λέγει δὲ οὕτως. ποτήμασι μὲν οὖν ἐχρησάμην ἁπλοῖς τοῖς δι’ὄξους · ὄξος γὰρ ὅσον ἡμικοτύλιον θερμανθὲν καὶ ποθὲν ὠφελεῖ. Ϛ Ἀριστολοχίας ὅσον 𐅻 βʹ. τοῦ φλοιοῦ ἐν οἴνῳ, ἢ ὄξει κοτύλας ἡμισείας. καὶ Ϛ Τριφύλλου καρποῦ ὅσον τριώβολον ἐν οἴνῳ κυάθου ἥμισυ. καὶ πάνακος τοῦ χειρωνείου 𐅻 βʹ. ἐν ὄξει. καὶ πιτυᾶς νεβρείας 𐅻 αʹ. ἐν οἴνῳ. καὶ χελώνης θαλασσίας ἐξηραμμένου αἵματος 𐅻 βʹ. ἐν ὄξει. τῶν δὲ συνθέτων, ἡ μὲν παρ’Ἀπολλοδώρου τεθειμένη, καὶ ὑπὸ Σωστράτου ἐπαινουμένη, καὶ πάντων δὲ τῶν μετενεγκόντων παρ’αὐτοῦ, ἡ διὰ τοῦ αἵματος τοῦ χελώνης ἐστὶν ἥδε. Ϛ Κυμίνου ἀγρίου σπέρματος ὀξύβαφον, χελώνης θαλασσίας αἵματος ξηροῦ 𐅻 δʹ. στατῆρας βʹ. πιτυᾶς νεβροῦ, εἰ δὲ μὴ, λαγωοῦ 𐅻 γʹ. ἐριφείου αἵματος 𐅻 δʹ. πάντα μίξας, καὶ οἴνῳ βελτίστῳ ἀναλαβὼν, ἀπόθου. ἐν δὲ τῇ χρήσει λαβὼν ἐλαίας τὸ μέγεθος, τρίψας μετ’οἴνου, ὡς βελτίστου, κυάθου · ἥμισυ δίδου πίνειν. ἐὰν δὲ ἀπεμέσει τὸ φάρμακον, πάλιν δίδου ἐλαίας τὸ ἥμισυ, καθὰ προείρηται, καὶ πάλιν εἰ ἀποβάλλειν, ἐκ τρίτου δίδου κυάμου Αἰγυπτίου τὸ μέγεθος, καθὰ προείρηται. ἡ τοῦ ἀγροίκου ἐχιοδήκτου. Ϛ Τριφύλλου, στάχυος, ὀρόβου ἠλεσμένου, πηγάνου ἀγρίου σπέρματος, ἀριστολοχίας στρογγύλης, ἀνὰ 𐅻 ηʹ. οἴνῳ διαλύσας ἀνάπλαττε τροχίσκους, καὶ δίδου 𐅻 αʹ. μετ’οἴνου κυάθων γʹ. δὶς καὶ τρὶς τῆς ἡμέρας. ἄλλη τῶν παρ’Εὐδήμου ἐμμέτρως ἀναγεγραμμένη, θηριακὴ Ἀντιόχου τοῦ Φιλομήτορος, ἧς ἡ ἀρχὴ ἥδε. ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ Νικήσας, πείρᾳ κέκρικεν Ἀντίοχος. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας, Σὺν τῷ δ’ἑρπύλλου κλῶνας ἰσορρεπέας. σὺν δ’ὀπὸν ἐκ πάνακος στήσας ἴσον ἠδὲ τριφύλλου Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου, Ἀνίσου, μαράθρουτε καὶ ἄμμιος, ἠδὲ σελίνου Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον. σὺν δ’ὀρόβου λείου δύο ὀξύβαφ’ἔμπασ’ἀλεύρου, Πάντα δ’ὁμοῦ Χίῳ νέκταρι συγκεράσας, Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων, Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ’ἂν ἕκαστος ἔχῃ. Χίῳ δ’ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης, Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις. τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ’ὀδύνας. τὰ δὲ κατὰ μέρος ἐστὶ ταῦτα. Ϛ Μήου ῥίζης, ἑρπύλλου, ὀποπάνακος, ἀνὰ 𐅻 βʹ. τριφύλλου σπέρματος 𐅻 αʹ. ἀνίσου, μαράθρου, ἄμμεως, σελίνου σπέρματος, ἀνὰ ὀξύβαφον, ἀλεύρου ὀροβίνου λεπτοτάτου ὀξύβαφα βʹ. οἴνου παλαιοῦ εἰς ἀνάληψιν ὅσον ἐξαρκεῖ, ἀνάπλασσε τροχίσκους, καὶ ξήρανε ἐν σκιᾷ, καὶ δίδου τριώβολον μετ’οἴνου κυάθων γʹ. Ἡρακλείδου Ταραντίνου ἐννεαφάρμακος · ταύτην ἔθηκεν ἐν τῇ περὶ θηρίων αὐτοῦ πραγματείᾳ. ἔχει δὲ οὕτως. Ϛ Σμύρνης τρωγλοδύτιδος, ὀποπάνακος, ὀποῦ μήκωνος, ἀνὰ 𐅻 βʹ. βρυωνίας ῥίζης 𐅻 δʹ. ταύτην οἱ μὲν ψίλωθρον, οἱ δὲ ἄμπελον ἀγρίαν, οἱ δὲ μάδον, οἱ δὲ χειρωνείαν, οἱ δὲ κερκίδα καλοῦσιν. ἀριστολοχίας μακρᾶς τοῦ φλοιοῦ 𐅻 δʹ. καθόλου γὰρ τῶν ῥιζῶν χρησιμώτεροί εἰσιν οἱ φλοιοὶ μᾶλλον, ἤπερ ἐντεριῶναι. πυρέθρου ῥίζης 𐅻 δʹ. πηγάνου ἀγρίου σπέρματος, κυμίνου Αἰθιοπικοῦ, τριφύλλου σπέρματος, ἀνὰ ὀξύβαφον, πάντα κόψας καὶ σήσας, ἀναλάμβανε ὄξει, ἐναποβεβρεγμένου κόμμεως, ὥστ’ἔχειν τι κολλῶδες, καὶ ἀνάπλασσε τροχίσκους, καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει δίδου τροχίσκου ἥμισυ, ἤτοι μετ’οἴνου, ἢ μετ’ὄξους ἐναφηψημένων πηγάνου φύλλων. ποίει τοῦτο πολλάκις τῆς ἡμέρας, ὥστε εἶναι τὴν τελείαν δόσιν τοῦ φαρμάκου 𐅻 βʹ. πλεῖον γὰρ διδόμενον ἔμετον κινεῖ, ὥστε μὴ πλέον διδόναι παραινοῦμεν. ἐμέτου δὲ γενομένου πάλιν δοτέον πολλάκις τὸ φάρμακον τῆς ἡμέρας. δεῖ δὲ καὶ τρέφειν τὸν πεπονθότα, καὶ οἴνῳ κεκραμένῳ ποτίζειν, καὶ πολλάκις τοῦτο ποιεῖν. ἀλλὰ καὶ πυριᾷν ὕδατι πολλῷ, καὶ καταντλεῖν τοῖς ὠφελεῖν δυναμένοις. ἡ δὲ κατάκλυσις ἔστω τοῦ πεπονθότος τόπου κατάρροπος. Δωροθέου φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἑρπετοῦ πληγήν. Ϛ Ῥίζης φλόμου θήλεως τοῦ φλοιοῦ, τριφύλλου καρποῦ, ἀνὰ 𐅻 αʹ. ὀποπάνακος, ἑρπύλλου, μήου, νεβροῦ πιτυᾶς, ἀνὰ 𐅻 βʹ. σελίνου σπέρματος, ἄμμεως, μαράθρου σπέρματος, ἀνίσου σπέρματος, ἀνὰ ὀξύβαφον, ὀρόβων ἠλεσμένων 𐅻 βʹ. τὰ ξηρὰ κόψας καὶ σήσας ἀναλάμβανε οἴνῳ Ἀριουσίῳ · ἐν τούτῳ διαλυθείσης τῆς πιτυᾶς καὶ τοῦ ὀποπάνακος, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν · τοῖς μὲν ἤδη συντόνως κατεχομένοις 𐅻 αʹ. καὶ οἴνου κοτύλην αʹ. τοῖς δὲ ἄλλοις τριώβολον. ἐχρήσατο δὲ τῷ φαρμάκῳ καὶ πρὸς τὰς περὶ ἔντερα διαθέσεις, καὶ ὧν ἐβούλετο τὴν κύστιν ῥευματίζειν, καὶ πρὸς βῆχας, καὶ ἄλλας περιστάσεις, ὡς σφόδρα γενναίῳ. ἡ χρῆσις ἐπὶ μὲν τῶν ἰοβόλων μετ’οἴνου, ἐπὶ δὲ τῶν ἄλλων μεθ’ὕδατος. ἄλλη Ὑβριστοῦ Ὀξυρρυγχίτου, φάρμακον ἐπιτετευγμένον πρὸς παντὸς ἰοβόλου πληγήν. ἀνεγράφη ὑπὸ Ἀπολλωνίου τοῦ Μεμφίτου. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Ἀριστολοχίας, πάνακος, ἄγνου σπέρματος, ἀνὰ 𐅻 δʹ. κάγχρυος καὶ σμύρνης, πεπέρεως, σεσέλεως Μασσαλεωτικοῦ, νάρδου Ἰνδικῆς, καστορίου, κινναμώμου μέλανος, ὡς λεπτοτάτου, πεπέρεως μακροῦ, Κυρηναϊκοῦ ὀποῦ, ἴριδος, πηγάνου ἀγρίου σπέρματος, ἀνὰ 𐅻 βʹ. ὑπερικοῦ 𐅻 αʹ. πάντα κόψας, καὶ σήσας λεπτοτάτῳ κοσκίνῳ, ἀνάπλασσε τροχίσκους, οἴνῳ ἀθαλάσσῳ φυράσας, ξήραινε ἐν σκιᾷ, καὶ δίδου 𐅻 αʹ. ἐν οἴνῳ ἀκράτῳ κοτύλης αʹ. καὶ ὕδατος δʹ. ἐπιτίθει δὲ καὶ ἐπὶ τὸ δῆγμα θλάσας ἔνα τῶν τροχίσκων, καὶ οἴνῳ διαλύσας, καὶ προσβαλὼν ἀριστολοχίας τῆς καλῆς λείας, ὅσον 𐅻 βʹ. καὶ ἀλφίτου πάλιν 𐅻 δʹ. ταῦτα συλλεάνας καὶ τρίψας ἐπιμελῶς, ἐπιτίθει ἔξωθεν σκεπάσας συκῆς φύλλῳ, καὶ ταινιδίῳ καταδήσας. ἀντίδοτος θηριακὴ ἐχιοδήκτοις. ποιεῖ δὲ καὶ πρὸς παντὸς ἑρπετοῦ πληγήν. ταύτην Γάλλος παραγενόμενος ἐκ τῆς Ἀραβίας ἔδωκε Καίσαρι, πολλοὺς τῶν συστρατευσαμένων αὐτῷ πληγέντας ἀπότε λυσσοδήκτων καὶ σκορπίων, καὶ φαλαγγίων, καὶ τῶν ἄλλων ἑρπετῶν διασώσας. ἔχει δὲ οὕτως. Ϛ Ὀρόβων ἠλεσμένων 𐅻 κεʹ. βρυωνίας ῥίζας 𐅻 ιστʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 ιβʹ. τριφύλλου καρποῦ, ἴρεως Καρχηδονίας, ὀποπάνακος, ἀριστολοχίας μακρᾶς, ὀποῦ μήκωνος, ζιγγιβέρεως, ἑκάστου 𐅻 ηʹ. κυμίνου Αἰθιοπικοῦ, σμύρνης, ἠρυγγίου, ὀποῦ Κυρηναϊκοῦ, κρόκου, ἑρπύλλου, κόστου, σαγαπηνοῦ, ἑκάστου 𐅻 στʹ. οἴνῳ Ἀμιναίῳ φυράσας, ἀνάπλαττε τροχίσκους, καὶ δίδου πρὸς δύναμιν. ἔστω δὲ ἡ τελεία δόσις τριώβολον ἐξ οἴνου κοτύλης αʹ. πρὸς δὲ τὰς λοιπὰς διαθέσεις μετ’οἰνομέλιτος. ἐπίθεμα ἐχιοδήκτοις. Ϛ Σαγαπηνοῦ, πεπέρεως, ὀποῦ Κυρηναϊκοῦ, ὀποπάνακος ἀνὰ μέρος ἓν, χαλβάνης, θείου ἀπύρου, ἀνὰ 𐅻 βʹ. τὰ ξηρὰ κόπτε καὶ σῆθε λεπτοτάτῳ κοσκίνῳ, τοὺς δ’ὀποὺς διαλύσας, ἐπίβαλλε τοῖς ξηροῖς, καὶ ποίει ἐμπλάστρου τὸ πάχος, καὶ ἐπιτίθει κατὰ τῶν πληγῶν, ἔξωθεν δὲ τούτων φύλλα συκῆς ἢ κνίδης. ἄλλο. Ϛ Καρδαμώμου, ἠρυγγίου ῥίζης, θείου ἀπύρου, πεπέρεως, ἑκάστου μέρος ἓν, σμύρνης, χαλβάνης, ἀνὰ βʹ. μέρη, σκεύαζε καθὰ προείρηται. ἄλλο. Ϛ Κενταυρίου, ἀριστολοχίας, πευκεδανοῦ ῥίζης, ἴσον ἑκάστου, κόψας, καὶ σήσας, καὶ ὄξει φυράσας, ἀναλάμβανε χαλβάνῃ, καὶ χρῶ καθὰ προείρηται. ἄλλο. Κάγχρυος, σταφίδος ἀγρίας, βρυωνίας ῥίζης, ἀριστολοχίας, ἑκάστου μέρος ἓν, σμύρνης, ὀποπάνακος, ἀνὰ μέρη βʹ. ὄξει φυράσας ἀναλάμβανε, καθὰ προείρηται.
ἀντίδοτοι Δαμοκράτους πρὸς ἑρπετὰ καὶ λυσσοδήκτους. ἐπεὶ δὲ τὰ ἔμμετρα τότ’εὐμνημόνευτον ἔχει καὶ τὸ ἀναμάρτητον ἐν τῇ συμμετρίᾳ τῶν φαρμάκων, ἄμεινον ἔδοξεν εἶναί μοι καὶ τὰ Δαμοκράτους ἐνταῦθα γράψαι μέτρα, τόνδε τὸν τρόπον ἔχοντα. νυνὶ δ’ἀποδοῦναι βούλομαι τὰς δυνάμεις, Μόνον θεραπεύειν ἰοβόλων δήγματα, Ἔχεων, κεραστῶν, ἀσπίδων, καὶ χερσύδρων, Πληγάςτε θηρίων, καὶ δήγματα Σφηκῶν, μελιττῶν, σκορπίων, φαλαγγίων. σκεύαζε δ’οὕτως. ἴρεως δὶς δʹ. τῆς Ἰλλυρικῆς. τὸ δ’ἀπὸ ζιγγιβέρεως Ὀποπάνακόςτε καὶ ὀπίου, μηκωνίου, Λιβανωτίδος ῥίζηςτε, καὶ τοῦ Κρητικοῦ Παντὸς τριφύλλου σπέρματος δὶς δʹ. ἀριστολοχίας τῆς μακρᾶς, καὶ πηγάνου Σπέρματος ἀγρίουτε, τὰς ἴσας ἀνὰ δώδεκα, Ἑκκαίδεκα ῥίζης λευκοτάτης βρυωνίας. ἑρπυλλαρίου δὲ τῆς πόας καὶ σμυρνίου, Καστορίοιότε Ποντικοῦ πάντων ἴσα. ἠρυγγίου δὲ καὶ σελίνου σπέρματος Αἰθιοπικοῦ μάλιστα, καί τι ἐπὶ προσφάτου Δραχμὰς ἑκάστου γʹ. δύο ἐκ πάντων σταθμῶν, Ὀρόβουτε λευκοῦ, τοῦ καθαροῦ δύο δώδεκα. ἅπαντα ταῦτα ξηρὰ καὶ σεσησμένα, Ἀναλάμβαν’οἴνῳ καὶ ποιήσας σφαιρία, Ἢ καὶ τροχίσκους, δὸς δραχμὴν πιεῖν μίαν, Τοῦ φαρμάκου κοτύληντε μὴ κεκραμένην, Οἴνου λιπαροῦ, καλοῦτε καὶ μὴ προσφάτου. ποιεῖ δὲ καὶ δι’ὕδατος ἀνεθὲν ἥμισυ Τοῖς πνευματουμένοισι κῶλον, ἢ γαστέρα, Δίχ’αἰτίας φανερᾶςτε τοῖς πονοῦσί τι. ἄλλη. σφόδρα ἀγαθὴ δύναμις, ᾗ καὶ χρωμένους Πίνοντας αὐτοὺς οἶδα, δηχθέντας κακῶς Τοῖς ἀρτιθήροις ἔχεσι, τοῖς καλουμένοις Ψυλλίοις. ἔθνος δέ φασι τοῦτο δυσπαθὲς Φύσει νενομίσθαι πρὸς τῶν δακετῶν φόβους. ἑτέροις δὲ δόντας, σφόδρα κακῶς δεδηγμένοις. μελισσόφυλλον μαλακὸν ἐν σκιᾷ ψυγὲν, Ξηρὸν γενόμενον κόψον, ἐκ τούτου λαβὼν Δραχμὰς δὶς ὀκτὼ, πρόσβαλ’αὐτῷ στρογγύλης Ἀριστολοχίας, ἢ μακρᾶς, δραχμὰς δέκα Ξηρᾶς, χαμαίδρυος δὲ τὰς αὐτὰς δέκα, Σμύρνηςτε χρηστῆς Τρωγλοδύτιδος δραχμὰς δέκα. ταῦτ’ὁλμοκοπήσας, σῆθε λεπτῷ κοσκίνῳ, Μέλιτόςτε μέτριον προσβαλὼν αὐτοῖς, ἑνοῦ. δίδουτε δραχμῆς πλῆθος, ἢ μικρῷ πλέον Ἐν ζωροτέροις κυάθοισι κράματα δέκα. τινὲς δὲ φύλλων τῶν μακρῶν καὶ προσφάτων Τὸν χυλὸν ἀποθλίψαντες, ἶσον αὖ καλῷ Οἴνῳ κατέμιξαν, καὶ ἔδοσαν πιεῖν αὐτίκα. πλῆθος τὸ πᾶν δὶς εʹ. κυάθους, ἢ βραχὺ Ἐλαττόνων, βραχύτε δαψιλέστερον, Τάτε φύλλα λεῖα κατέπλασαν τοῖς δήγμασι. ἄλλη. πρὸς θηρίων μὲν πάντων ἰὸν ἑρπετῶν Μάλιστα δ’ἔχεων φάρμακον δραστήριον. ἔχε δὲ διὰ παντὸς πιτυὰν ἀποκειμένην Νεβρῶν ἐλάφου, καὶ μὲν ἂν τὴν πρόσφατον. τῆς γὰρ παλαιᾶς ἐστὶν εὐστομαχωτέρα, Ταύτης δραχμῶν τὸ πλῆθος ἐν κυάθοις δυσὶν Οἴνου Φαλερίνου καὶ ὕδατος τοῦ συμμέτρου Κεράσας, προσένεγκε τοῖς σφόδρα δεδηγμένοις, Κέλευε τούτοις γρηγορεῖν, καὶ περιπατεῖν. ἂν ἐπιτρέπωσιν οἱ δεδηγμένοι τόποι, Εἰς τὰ βαλανεῖάτ’εἰσιέναι χρόνους τινὰς Μένοντας ἐν τούτοισι, καὶ μετ’οὐ πολὺ Πάλιν ὡς προεῖπον, λαμβάνειν τὴν πιτυάν. ἐκ τοῦ γένουςτε τῶν πρὸς τοὺς θανασίμους. ἄλλη. ἀντίδοτός ἐστι πρὸς τὰ τῶν λυσσώντων κυνῶν, Δήγματα φέροντα παρακοπὰς ὑλακτικὰς, Φόβους ἀλόγουςτε παντὸς ὑγροῦ καὶ ποτοῦ, Ὡς κα- κᾂν ἴδωσι παντελῶς ὕδωρ βραχὺ, Τρόμοισι καὶ σπασμοῖσι κατέχοντ’αὐτίκα, Ἐν ἀγρυπνίαιςτε καὶ παρακοπαῖς συνεχέσι Διάγοντες, ἀποθνήσκουσι συντομώτατα. κα- κἂν τῷ παραχρῆμα δ’ἐκφύγωσι τοὺς φόβους, Μένει τὰ τοιαῦτα κατὰ χρόνους συμπτώματα Ἄφνω γενόμενα τοῖς πάλαι δεδηγμένοις. πρὸς τοὺς φόβους οὖν τῶν τοιούτων δηγμάτων Ἱερὰν ἔχε πάντως ἀντίδοτον παρακειμένην. οἱ γὰρ πιόντες, ὡς ἐρῶ, ταύτην ἐγὼ, Εἰς οὐδὲν ἄτοπον ἐμπεσοῦνται ῥᾳδίως. σκεύαζε δ’αὐτὴν, καρκίνους τοὺς ποταμίους Ἐπὶ κληματίδων κατάκαιε λευκῆς ἀμπέλου, Τήρειτε λειῶν ἐπιμελῶς ἐν πυξίδι, Καὶ γεντιανῆς τὴν ῥίζαν εὖ σεσησμένην Ἐν πυξίδι δ’ἑτέρᾳ τῆς δὲ χρείας γενομένης Κατάπασον οἴνου τρισὶ κυάθοις ἡδέος, Μύστρα δὲ βʹ. μακρὰ τῆς σποδοῦ τῶν καρκίνων, Τῆς γεντιανῆς δ’, ὡς ἔφην, λελεασμένης Ἓν μύστρον, οὕτως ἐκπιεῖν κέλευ’ἄθρουν Τρισὶν καθεξῆς ἡμέρας νήστει διδούς. πρώτην κατὰ τύχην δ’ὑστερήσας ἡμέραν, Ἄλλαις δυσίντε προσφέρων ἁπλοῦν μέτρον Διπλοῦν προσοίσεις δεύτερον τῷ φαρμάκῳ, Εἰς τρεῖς δὲ κυάθους, ὡς ἔφην, οἴνου βαλὼν Ἥ κα- κᾀν τρισὶν γε τοῖς σφοδρῶς δεδηγμένοις, Τῆς γεντιανῆς δ’αὖ μόνοις τρισὶν δοκεῖ Τριωβόλου τὸ πλῆθος ὁλκῆς προσφέρειν Λείας ἐπιμελῶς ἡμέραις δυσὶν εἴκοσιν Ἐν ζωροτέροις κυάθοις τρισὶν, ἤ μικρῷ πλέον. ἄλλη. καὶ τοῦτο πρὸς τοὺς ὑδροφόβους δεδοικότας Ἔλεγε διὰ πείρας γεγονέναι Νικήρατος. αὐτῷτε καὶ φίλοις κρίνειν δυναμένοις, Τὰ τῶν παραδόξων φαρμάκων ἰδιώματα. λυκίου κρατίστου Παταρικοῦ τριώβολον, Τοῦ δ’Ἰνδικοῦ βέλτιστον ἄν ᾖ σοι παρὸν, Διδόναι προσέταττεν ἡμέρας δυσὶν εἴκοσι, Νήστεσι δι’ὕδατος, ὥσπερ εἶπον ἀρτίως. λέγεται δὲ ποιεῖν ταῦτα καὶ Βρεττανικῆς Δοθεὶς ὁμοίως χυλὸς, ὥσπερ τὸ Λύκιον. καὶ τοῦτο δ’ἱκανῶς παρ’ἐνίοις θαυμάζεται, Ἄρκτου χολῆς βʹ. μύστρα καταμίξας δυσὶν Ὕδατος κυάθοις, πρόσφερ’ἐπὶ τρεῖς ἡμέρας, Μήπω λαβοῦσι τὴν τροφὴν, ὄρθροντ’ἄγαν. πρὸς λυσσοδήκτους ἔχε μάλισθ’ὅπου πολὺς Εἰς τὸ πάθος ἐμπίπτει καὶ λυσσᾷ κύων. ἔμπλαστρος ᾖ χρῶμαι πρὸς τὸν τῶν δηγμάτων Ἰχῶρ’, ἀρέσκει τὶ πέλιόντ’, ἢ καὶ μέλαν Τοῖς τραύμασιν πρόσεστι, τοῦτο περικνίσας Ἐπίβαλλε τὴν ἔμπλαστρον ἐπὶ χρόνον πολὺν, Δι’ἡμερῶν τὸ τραῦμα πλατύτερον ποιῶν, Ἑλκοῦν δυναμένῳ φαρμάκῳ ἐσχαρωτικῷ, Ποιοῦσαν ἀμέλει καὶ πρὸς ἄλλων θηρίων Τῶν ἰοβόλων πληγάςτε καὶ τὰ δήγματα, Ἀκίδωντε φαύλοις φαρμάκοις βεβλαμμένων, Καὶ πρὸς κακοήθη πάντα ἐξηλκωμένα, Τῆς γῆς μελαίνης κα- κᾀμπελίτιδος δραχμὰς Δὶς κέ. καὶ λιθαργύρου καλῆς Σταθμὸν τὸν αὐτὸν, τα- ταὐτότ’ἀσφάλτου βάρος Ἴσαςτ’ἐλαίου. τοῖς τρισὶν τούτοις δραχμὰς Τῆς Ἀττικῆςτε προπόλεως δὶς εἴκοσι, Ἀριστολοχίας, συμφύτουτ’ἀνὰ τέσσαρας, Δὶς δύο πρασίου, καὶ ἑλενίου τὰς ἴσας, Χαμαιλέοντος τέσσαρας, τρεῖς σμυρνίου. τὸ δ’αὐτὸ λευκῆς ἴρεως ξηρᾶς καλῆς. τρεῖς δ’ὀμφακίνης κηκίδος, ἕξ στυπτηρίας, Πολίουτε τα- ταὐτὸ, χαλβάνηςτ’ὀβολοῦ πλέον, Λιβάνουτ’ἀτμήτου ιβʹ. ὁλκῆς ἥμισυ, Χαλκίτεως ὀπτῆςτε τέσσαρας δραχμὰς, Κενταυρίου λεπτοῦτε δραχμὰς τρὶς βʹ. δὶς πέντε καὶ δέκα μέλιτος Ἀττικοῦ νέου. σκεύαζε δ’αὐτὴν ἐπιμελῶς αὐτὸς παρών. καὶ γὰρ σφόδρ’εἰ καὶ κατακαίεται ταχὺ, Τὴν ἀμπελῖτιν καὶ λιθάργυρον βαλὼν, Εἰς λοπάδα καινὴν εὐμεγέθη προσέμβαλε, Λεῖον ἔλαιον ἕψε μαλθακῷ πυρὶ, Ὅταν δ’ἴδῃς ῥυπῶδες, ἔμπασον τότε Στυπτηρίαν, χαλκῖτιν, ἑτέραν δῆτ’ἔχων Χύτραντε, τῆκε τὸ μέλι καὶ τὴν χαλβάνην, Πρόπολίντε καὶ τὰ λοιπὰ τηκτὰ μίγματα Κατάχει μετρίως ζέοντα τῆς λιθαργύρου, Καὶ συζέσας ἐπ’ὀλίγον, ὅταν ἴδῃς ὅτι Ἔμπλαστρος ἔσται ἀμόλυντος, ἐμπάσσεις τότε Τὰς πόαςτε καὶ τὰ λοιπὰ ῥιζία, Ἄραςτε ταχέως τὴν χύτραν ἀπὸ τοῦ πυρὸς, Ψῦξον, διακινῶν ἐπ’ὀλίγον τὸ φάρμακον, Συνεκμαλάσσων χερσὶν εὐτονωτέραις, Ἀπόθου, φυλάττων δέρματ’ἐσκεπασμένην, Καὶ τῶν ἀκίδων τῶν πεφαρμακευμένων, Τὰ τραύματ’ἔγνω τα- ταὐτὰ ποιεῖν ἑρπετοῖς Τῶν ἰοβόλωντε θηρίων τοῖς δήγμασι. διὸ καὶ θεραπείας ἐστὶν ὁμογενὴς τρόπος, Καὶ γὰρ ἐπὶ τούτοις σάρκα τὴν τετρωμένην Ταχέως περικόπτειν σμιλίῳ δεῖ, καὶ πυρὶ Συκίαςτ’ἐπιβάλλειν εἰ δυνατὸν τοῖς τραύμασι, Τοῖς δριμέσιντε φαρμάκοις καὶ καυστικοῖς, Τηρεῖν τὸ τραῦμα πλείονας χρόνους πλατὺ, Ὥσπερ ὑπέδειξα θᾶττον ἐν συντάγματι Ἑτέρῳ, γραφέντι τοῖς θέλουσι φάρμακα Ποιεῖν ὅσα καύσοις σμιλίῳτε γίγνεται. χρῆσθαι δὲ καὶ ταῖς ἀντιδότοις ποτήμασι Τοῖς ἐχιοδήκτοις, ἅς ἐκέλευσα προσφέρειν, Καὶ πητύας δὲ τῶν νεβρῶν αὐτοῖς δίδου, Καὶ γεντιανῆς, ὡς ἔφην, δεῖ προσφέρειν Τοῖς λυσσοδήκτοις, καὶ τὰ λοίφ’, ὡς εἴπομεν Ποεῖν ἐπ’ἐκείνων ταῦτα, καὶ τοῖς δ’ἁρμόττει Ὀπόντε Κυρηναῖον αὐτοῖς προσφέρειν. οὗ μὴ παρόντος δὲ, διδόναι καὶ Μηδικὸν Ὀβολοῦ τὸ πλῆθος μεθ’ὕδατος κυάθων δυοῖν, Τῆς γεντιανῆς δ’ὅσον ἄγει τριώβολον, Χυλὸς δ’ἀμείνων ἐστὶ τῆς ῥίζης πολύ.
αἱ ὑφ’Ἤρα γεγραμμέναι ἀντίδοτοι θηριακαὶ, ὧν καὶ ἡμεῖς πεπειράμεθα. θηριακὴ ᾗ ἐχρήσατο Μάρκος ὁ αὐτοκράτωρ. Ϛ Τριφύλλου ἀσφαλτώδους σπέρματος μέρος ἓν, ἀριστολοχίας στρογγύλης μέρος ἓν, πηγάνου ἀγρίου μέρος ἓν, ὀρόβου ἠλεσμένου μέρος ἓν, οἴνῳ ἀναλάμβανε καὶ ποίει τροχίσκους 𐅻 δʹ. δίδου ἕνα μετ’οἴνου καὶ ἐλαίου. ἀντίδοτος ἄλλη ποιοῦσα πρὸς τὰ αὐτὰ, λίαν καλῶς. ἴησιν μάθε τήνδε πρὸς ἑρπετὰ, ἣν Φιλομήτωρ Νικήσας πείρᾳ κέκρικεν Ἀντίοχος. Μήου ἀπὸ ῥίζης ὁλκὴν διδραχμίαν ὀρύξας, Σὺν τῷ δ’ἑρπύλλου κλῶνας ἰσορρεπέας. σὺν δ’ὀπὸν ἐκ πάνακος στήσας, ἴσον ἠδὲ τριφύλλου Καρπὸν, ὅσον δραχμῆς σταθμὸν ἄγοντα δίδου, Ἀνίσου, μαράθρουτε καὶ ἄμμιος, ἠδὲ σελίνου Ἐξ ἑνὸς, ἓν πληρῶν σπέρματος ὀξύβαφον. σὺν δ’ὀρόβου λείου δύο ὀξύβαφ’ἔμπασ’ἀλεύρου, Πάντα δ’ὁμοῦ Χίῳ νέκταρι συγκεράσας, Κυκλοτερεῖς ἀνάπλασσε τροχοὺς, ἰσότητι μερίζων, Ἡμιδραχμοῖο ῥοπῆς, ὄφρ’ἂν ἕκαστος ἔχῃ. Χίῳ δ’ἐγκεράσας τάδε μίγματα, πικρὸν ἐχίδνης, Ἡμίσεως δραχμὴν, ἰὸν ἀποσκεδάσεις. τῷ δὲ ποτῷ καὶ δεινὰ φαλάγγια, καὶ σκολιοῖο Σκορπίου ἐκφεύξῃ κέντρα φέροντ’ὀδύνας. ἡ αὐτὴ ἠκριβωμένη ταῖς συσταθμίαις. Ϛ Μήου Κρητικοῦ 𐅻 βʹ. τριφύλλου σπέρματος 𐅻 βʹ. ἑρπύλλου ξηροῦ 𐅻 δʹ. μαράθρου 𐅻 δʹ. ἄμμεως 𐅻 δʹ. σελίνου σπέρματος 𐅻 δʹ. ὀροβίνου ἀλεύρου 𐅻 ηʹ. λεῖα ποιήσας, ἀναλάμβανε οἴνῳ Χίῳ, καὶ ποίει τροχίσκους τριωβολιαίους, καὶ δίδου ἕνα μετ’οἴνου. ἄλλη θηριακὴ πρὸς σκορπίων πληγὰς, καὶ ὅσα τῶν δακνόντων, ἰοῦ ἕνα ἀφιέναι δοκεῖ, καὶ πρὸς ῥήγματα · καὶ σπάσματα, ἐμπνευματώσεις κώλου, καὶ πρὸς πολλὰ τῶν ὁμοίων. ταύτην τὴν δύναμιν Γάλλος ἐκ τῆς Ἀραβίας παραγενόμενος Καίσαρι ἔδωκε, πολλοὺς αὐτῇ τῶν συστρατευσαμένων διασώσας. Ϛ Βρυωνίας λευκῆς ῥίζης 𐅻 ηʹ. τριφύλλου σπέρματος 𐅻 δʹ. ἴρεως, χαλκίτιδος ἀνὰ 𐅻 δʹ. ἀριστολοχίας λεπτῆς 𐅻 δʹ. λιβανωτίδος ῥίζης 𐅻 δʹ. ὀποῦ μήκωνος 𐅻 δʹ. ζιγγιβέρεως 𐅻 δʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 στʹ. ἑρπύλλου 𐅻 γʹ. κυμίνου Αἰθιοπικοῦ 𐅻 γʹ. ἠρυγγίου ῥίζης 𐅻 γʹ. ὀρόβου ἀλεύρου λευκοῦ 𐅻 ιʹ. οἴνου Χίου ἀθαλάσσου τὸ ἱκανὸν, ἀνάπλασσε τροχίσκους, ἀνὰ δραχμιαίους, καὶ δίδου μετ’οἴνου ἀκράτου κοτύλης. ἄλλη πρὸς ἐχιοδήκτους. μελίας φύλλα κόψας, καὶ ἐκθλίψας τὸν χυλὸν, δίδου μετ’οἴνου πίνειν, καὶ τοῖς φύλλοις τοῖς ἀποτεθλιμμένοις τὸ τραῦμα κατάπλασσε. ἄλλη πρὸς φαλαγγιοδήκτους. ἑνὶ τροχίσκῳ τῆς τρυγόνος μίσγε πεπέρεως κόκκους ιγʹ. σπέρματος φύλλου κόκκους μʹ. ἐξ οἴνου κράματος πότιζε θερμοῦ ἐπὶ ἡμέρας γʹ. ἄλλη ὁμοίως ποιοῦσα. Ϛ Ἀριστολοχίας Κρητικῆς μακρᾶς 𐅻 αʹ. κυμίνου Αἰγυπτίου τριώβολον, πηγάνου ἀγρίου σπέρματος 𐅻 στʹ. ὀποῦ Κυρηναϊκοῦ 𐅻 γʹ Ϛ “. μίλτου Λημνίας 𐅻 ιʹ. σμύρνης 𐅻 ζʹ. ὀποβαλσάμου 𐅻 ηʹ. πεπέρεως λευκοῦ 𐅻 βʹ Ϛ”. κάγχρυος 𐅻 δʹ. κόψας καὶ σήσας, φύρα μέλιτι, καὶ δίδου δι’ὕδατος θερμοῦ κυάμου Αἰγυπτίου τὸ μέγεθος. ἐὰν δ’εὐτονώτερον θελήσῃ χρήσασθαι, διπλοῦν δίδου. ἄλλη μετὰ τὰς πρώτας γεγραμμένας ἀντιδότους θηριακή. οὐκ οἶδ’ὅπως ἀτάκτως πρὸς ἰσχιαδικοὺς ποτήματα γράψας βʹ. μετὰ ταῦτα πάλιν ἔγραψεν ἀντιδότους, τὴν Ζωπύριον ὀνομαζομένην, καὶ ἄλλην θινὰ πολυμίγματον ἅπασι τοῖς θανασίμοις ἁρμόττουσαν, ὣς φησι, προλαμβανομένηντε καὶ ἐπιλαμβανομένην. ἁρμόττει δὲ καὶ λυσσοδήκτοις, καὶ πλευριτικοῖς, καὶ τοῖς ἐντὸς ἀλγήμασιν ἅπασιν, ὥσπερ γε καὶ τοῖς γυναικείοις πάθεσι, καὶ μετὰ ταύτην πάλιν ἑτέραν πολύχρηστον ἔγραψεν ἐξ ρʹ. συγκειμένην, ἐξαιρέτως δὲ, ὥς φησι, πρὸς τὰ θανάσιμα καὶ τοὺς πνιγομένους ὑπὸ ψιμμυθίου. εἶτα μετὰ ταύτας τὴν διὰ τῆς Λημνίας μίλτου, περὶ ἧς ἤδη καὶ πρόσθεν ἔγραψα, παραγράψας τὰ Δαμοκράτους ἔπη. τὴν ἄλλην οὖν παραλιπὼν, τὴν ἐξ ρʹ. συγκειμένην, ἀρκεσθήσομαι τῇτε Ζωπυρίῳ καὶ τῇ μετ’αὐτὴν γεγραμμένῃ. καὶ προσέτι τὴν διὰ τῆς Λημνίας μίλτου παραλιπὼν τὴν ἑκατονταμίγματον. ἡ αὐτὴ γὰρ ἐστὶ τῇ ὑπ’Ἀνδρομάχου γεγραμμένῃ Ζωπύριος ἀντίδοτος, ποιοῦσα πρὸς ἅπαντα, ἰδιαίτερον δὲ πρὸς τὰ θανάσιμα καὶ πρὸς ἡπατικοὺς, καὶ τὰς ἐμπνευματώσεις τῆς κοιλίας, καὶ τὰς ἀρχομένας παρεγχύσεις, καὶ μάλιστ’ἐφ’ὧν ἐστι πλέον πνεῦμα, τὸ παρακείμενον. Ϛ Σμύρνης 𐅻 εʹ. νάρδου Συριακῆς 𐅻 εʹ. Ϛ “. κρόκου 𐅻 δʹ Ϛ”. σχοίνου ἄνθους 𐅻 βʹ Ϛ “. κασσίας 𐅻 δʹ. κινναμώμου 𐅻 γʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ Ϛ”. λιβάνου 𐅻 αʹ. ὀβολὸν αʹ. κόστου 𐅻 αʹ. μέλιτι Ἀττικῷ ἀναλάμβανε, καὶ ποιῶν τροχίσκους καρύου Ποντικοῦ τὸ μέγεθος, δίδου μετ’οἰνομέλιτος ἢ μεθ’ὕδατος. ἄλλη ἀντίδοτος, ποιοῦσα πρὸς πάντα τὰ θανάσιμα, καὶ προλαμβανομένη, καὶ ἐπιλαμβανομένη. ποιεῖ καὶ πρὸς λυσσοδήκτους. ποιεῖ δὲ καὶ πρὸς πλευριτικοὺς, καὶ τὰ ἐκτὸς ἀλγήματα · εὐθετεῖ δὲ καὶ πρὸς τὰ γυναικεῖα ἀλγήματα καὶ πάθη. Ϛ Γλυκυρρίζης 𐅻 στʹ. καὶ ὀβολὸν αʹ Ϛ “· δαύκου Κρητικοῦ σπέρματος 𐅻 στʹ. ὀβολὸν αʹ Ϛ”. ὀπίου 𐅻 δʹ. ὀβολοὺς βʹ. καστορίου 𐅻 βʹ. ὀβολὸν ἕνα, πεπέρεως μακροῦ 𐅻 στʹ. τετρώβολον, κόστου 𐅻 στʹ. ὀβολοὺς βʹ. ναρδοστάχυος 𐅻 στʹ. ὀβολὸν αʹ Ϛ “. κασσίας μελαίνης 𐅻 εʹ. ὀβολοὺς βʹ. λιβάνου ἄρρενος 𐅻 αʹ Ϛ”. σεσέλεως 𐅻 εʹ. ὀβολοὺς βʹ. σκορδίου 𐅻 στʹ. ὀβολοὺς βʹ Ϛ “. ὑποκυστίδος χυλοῦ 𐅻 στʹ. ἀκόρου 𐅻 βʹ. μαλαβάθρου φύλλων 𐅻 στʹ. ὀβολὸν ἕνα, σαγαπηνοῦ 𐅻 βʹ. βαλσάμου καρποῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. σμύρνης 𐅻 στʹ. κρόκου 𐅻 ζʹ. ὀβολοὺς βʹ. στύρακος 𐅻 στʹ. κινναμώμου 𐅻 ζʹ. ὀβολοὺς βʹ. ζιγγιβέρεως 𐅻 ζʹ. ὀβολοὺς βʹ. πεπέρεως λευκοῦ 𐅻 εʹ. ὀβολοὺς βʹ. φοῦ 𐅻 εʹ. πετροσελίνου 𐅻 δʹ. νάρδου Κελτικῆς 𐅻 δʹ. ὀβολοὺς βʹ Ϛ”. ὑπερικοῦ 𐅻 βʹ. ἀκακίας χυλοῦ 𐅻 βʹ. γεντιανῆς 𐅻 δʹ. Ἰλλυρικῆς 𐅻 βʹ. ἀνίσου 𐅻 γʹ. θλάσπεως 𐅻 στʹ. ὀβολοὺς βʹ Ϛ “. ῥόδων ξηρῶν 𐅻 δʹ. μήου 𐅻 βʹ. κόμμεως 𐅻 βʹ. καρδαμώμου 𐅻 δʹ. σχοίνου ἄνθους 𐅻 στʹ. ὀβολοὺς βʹ. ὀποπάνακος 𐅻 ζʹ. ὀποβαλσάμου 𐅻 στʹ Ϛ”. χαλβάνης 𐅻 γʹ. ὀβολοὺς βʹ. τερμινθίνης 𐅻 στʹ. ὀβολοὺς βʹ. ἀγαρικοῦ 𐅻 ζʹ Ϛ “. κύφεως 𐅻 στʹ. βδελλίου 𐅻 στʹ. σκίγκου 𐅻 βʹ. ἀμώμου 𐅻 γʹ. πολίου 𐅻 εʹ. ὀβολοὺς βʹ. δικτάμνου 𐅻 στʹ. πηγάνου ἀγρίου σπέρματος 𐅻 δʹ. σφραγῖδος Λημνίας 𐅻 βʹ Ϛ”. ἐρυσίμου 𐅻 δʹ. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε, καὶ μέλιτι Ἀττικῷ. ἄλλη ἀντίδοτος · ποιεῖ καὶ πρὸς θανάσιμα, προδιδομένη καὶ ἐπιδιδομένη, καὶ οὐδὲν ἐμποδίζουσα πρὸς τὰ λοιπὰ διδόμενα φάρμακα · ὅταν δὲ δοθῇ, ναυτίαν κινεῖ, ὥστε ἀναβάλλεσθαι πᾶν τὸ φθαρτικόν. Ϛ Μίλτου σφραγῖδος Λημνίας 𐅻 αʹ. ὀβολοὺς βʹ. ἀρκευθίδων 𐅻 βʹ. λεῖα τρίψας, ἀναλάμβανε ἐλαίῳ καλλίστῳ, καὶ δίδου καρύου Ποντικοῦ τὸ μέγεθος σὺν οἰνομέλιτι. ἐκ τῶν Ἀφροδᾶ πρὸς ὑδροφόβους Ϛ Λαθυρίδος οὐγγίας αʹ. καστορίου 𐅻 γʹ. λειώσας, δίδου μετὰ κοτύλης δραχμῆς ῥοδίνου πίνειν. καταπότιον τοῦ αὐτοῦ ὑδροφοβικόν. Ϛ Καστορίου 𐅻 αʹ. Ϛ “. λαθυρίδων κόκκους θʹ. δίδου. ἄλλως, παρὰ Νικοστράτου. Ϛ Καστορίου 𐅻 ηʹ. λυκίου Ἰνδικοῦ 𐅻 δʹ. γεντιανῆς 𐅻 βʹ. καρκίνων κεκαυμένων 𐅻 αʹ Ϛ”. μέλιτι μίξας δίδου. πρὸς δὲ ὑδροφόβον, θαυμαζόμενον. εἰ ὕδωρ εἰς ὃ ἀποκαταρρίπτουσιν οἱ σιδηρουργοὶ τὰ σιδηρᾶ, ἀγνοοῦντος τοῦ τεχνίτου δίδοται, λίαν θαυμάζεται. τοῖς δὲ ἤδη φοβουμένοις τὸ ὕδωρ, ἵνα πίῃ, ὑπόθες τῷ ποτηρίῳ ῥάκος ἀπὸ ἀφέδρου, καὶ πίεται. ποιεῖ δὲ καὶ γεντιανὴ καθ’ἑαυτὴν, κοχλιάρια γʹ. σὺν ὕδατι. Ἀμαράντου Γραμματικοῦ πρὸς ποδαλγικοὺς, ᾧ καὶ αὐτὸς ἐχρῆτο. Ϛ Ῥήου Ποντικοῦ 𐅻 ιʹ. πεπέρεως λευκοῦ 𐅻 ηʹ. πετροσελίνου, ἀγαρικοῦ, ὑπερικοῦ, ἀκόρου, ἠρυγγίου, ἀνὰ 𐅻 ιστʹ. καρδαμώμου, θλάσπεως, ἀκακίας, γλυκείας χυλοῦ 𐅻 βʹ. ῥόδων ξηρῶν, ἀνὰ 𐅻 ιδʹ. μαράθρου σπέρματος 𐅻 βʹ. ἀριστολοχίας μακρᾶς 𐅻 βʹ. καὶ στρογγύλης, ὀξυμυρσίνης καρποῦ, ἀνὰ 𐅻 γʹ. σελίνου σπέρματος 𐅻 γʹ. βουνιάδος ἀγρίας σπέρματος 𐅻 γʹ. ζιγγιβέρεως 𐅻 γʹ. γεντιανῆς 𐅻 στʹ. σκίγκου 𐅻 βʹ. λιβανωτοῦ 𐅻 εʹ. φοῦ Ποντικοῦ 𐅻 γʹ. ἐρυσίμου 𐅻 στʹ. ἴρεως Ἰλλυρικῆς 𐅻 ιγʹ. κασσίας, λιγυστικοῦ, σχοίνου ἄνθους, ναρδοστάχυος, σίου, σκορπιούρου, ἀνὰ 𐅻 στʹ. μέλιτος τὸ ἱκανόν. δίδου μέγεθος Ποντικοῦ καρύου ἐπ’ἐνιαυτόν. ἄλλο, ᾧ ἐγὼ χρῶμαι. Ϛ Χαμαίδρυος 𐅻 οδʹ. σκορδίου 𐅻 γʹ. πετροσελίνου 𐅻 γʹ. καρδαμώμου 𐅻 γʹ. πρασίου, γεντιανῆς ἀνὰ 𐅻 δʹ. κενταυρίου 𐅻 δʹ Ϛ “. ἀριστολοχίας στρογγύλης ἴσον, μέλιτος τὸ ἱκανόν. δίδου Ποντικοῦ καρύου μέγεθος σὺν ὕδατι ἐπ’ἐνιαυτόν.