Galen

On the Composition of Drugs According to Places, 4

4.1

οὐκ ἄλλη μέν τίς ἐστι τῆς συνθέσεως αὐτῶν μέθοδος, ἄλλη δὲ τῆς χρήσεως. αὕτη γὰρ σύνθεσις, ὡς πρὸς τὴν χρῆσιν ἀναφερομένη γίγνεται, σκοπὸν ἐχόντων τῶν συντιθέντων τὰ φάρμακα τὴν ἐκ τῆς χρήσεως αὐτῶν ὠφέλειαν. ὥσπερ δ’ἐν τοῖς ἄλλοις, οὕτω κᾀν τούτοις ἔνιοι μὲν ἄνευ διορισμοῦ γεγράφασι τὰς χρήσεις τῶν φαρμάκων, οἷον ὅτι πρὸς ὀδύνην ἐπιτήδειόν ἐστιν, οὐκ ἔτι προσθέντες ἐπὶ τίνι διαθέσει τῆς ὀδύνης γινομένης. ἔνιοι δὲ καὶ τὰς διαθέσεις ἔγραψαν, οἱ μὲν ἐμπειρικώτερον, οἱ δὲ λογικώτερον · ἐμπειρικώτερον μὲν ὅσοι τοῖς φαινομένοις ἐναργῶς κατὰ τοὺς ὀφθαλμοὺς σημείοις τὸν διορισμὸν ἐποιήσαντο, λογικώτερον δὲ ὅσοι τοῖς ἀμυδρῶς φαινομένοις μη δ’ὅλως φαινομένοις. ἐναργῶς μὲν γὰρ φαίνεται ῥεῦμα πολὺ καὶ ὀλίγον, ἄδηκτόντε καὶ δακνῶδες ἔρευθόςτε πλέον ἔλαττον, ὥσπερ γε καὶ φλέβες ὀλίγουτε καὶ πολλοῦ πλήρεις αἵματος, τε τῆς φλεγμονῆς ὄγκος ἐλάττων μείζων, ὥσπερ καὶ αἱ ποικιλίαι τῶν παρὰ φύσιν χρωμάτων, αἵτε διεξιοῦσαι λῆμαι πλείους ἐλάττους μικρότεραι μείζους. φαίνονται δ’ἐναργῶς ἡμῖν καὶ αἱ γινόμεναι τραχύτητες ἐν τοῖς βλεφάροις τῶν ὀφθαλμῶν. τί δὲ δεῖ λέγειν, ὅτι καὶ τὰ ἕλκη καὶ αἱ φλύκταιναι κατάτε τοὺς τόπους καὶ τὰ μεγέθη διαφορὰν οὐκ ὀλίγην ἔχουσι καὶ τὰ ἄλλα ὅσα τοιαῦτα, καὶ καθ’ἕτερόν γε τρόπον ἐκ τῶν φαινομένων ἐναργῶς εἰσι καὶ αἱ ὀδύναι. διαφέρουσι γὰρ οὐδὲν, ἄνθ’ἡμῖν ἄντε τοῖς κάμνουσι φαίνωνται. καὶ γὰρ ὅτι ἀλγοῦσι καὶ ὅπως ἀλγοῦσι δῆλον, ὅτι μετὰ θλίψεως τάσεως σφηνώσεως διαβρώσεως τινων σφυγμῶν ἀλγοῦσιν, ἡμῖν σαφῶς ἐνδείκνυται. οὐ φαίνονται δὲ οἱ τοιοῦτοι διορισμοὶ, καθάπερ ἔνιοι γράφουσι, πρὸς ῥεῦμα. τὸ δ’ἀπὸ τῶν ἔνδον τοῦ κρανίου πρὸς ῥεῦμα τὸ ἀπὸ τῶν ἐκτὸς νὴ Δία τὸ ἀπὸ τῶν ἀρτηριῶν τῶν φλεβῶν χορηγούμενον. ὅταντε λέγωσί τινες ἔντασιν σφήνωσιν ἐν τῷ βάθει τῶν ὀφθαλμῶν εἶναι χυμῶν παχέων γλίσχρων πολλῶν, οὐδὲν τούτων σύμπτωμα βαρύνει τοὺς κάμνοντας, ὡς ὀδύνη σφοδρὰ καθ’ὁτιοῦν μόριον, οὐ γὰρ δὴ κατ’ὀφθαλμούς γε μόνους γινομένη, ὥστε καὶ ἀποθανεῖν εἵλοντό τινες, ἄμεινον εἶναι τοῦτο παθεῖν ἡγησάμενοι τοῦ δι’ὅλης ἡμέρας ἀνέχεσθαι τῆς ὀδύνης. ἐμοὶ δὲ ἐν ἄλλοιςτέ τισι καὶ τῷ δωδεκάτῳ τῆς θεραπευτικῆς μεθόδου γέγραπται σαφῶς καθόλου περίτε τῆς διαφορᾶς τῶν διαθέσεων ἐφ’αἷς ὀδυνῶνται σφοδρῶς τε αἰτία ἑκάστης αὐτῶν. γέγραπται δὲ κᾀν τῷ τρισκαιδεκάτῳ τῆς θεραπευτικῆς μεθόδου πάντα ὅσα γε χρὴ περὶ τῶν ἐν ὀφθαλμοῖς διαθέσεων ἐπίστασθαι τὸν ἰατρὸν, εἰς τὰς ἰάσεις αὐτῶν ἀναγκαῖα. λεχθήσεται δέ καὶ νῦν ἐν κεφαλαίοις βραχέσιν ὅσον αὐτῶν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τουτέστιν ὅσα συνῆπται τῇ τῶν ὑλῶν διδασκαλίᾳ. καὶ γὰρ ὀποὶ καὶ χυμοὶ καὶ σπέρματα καὶ καρποὶ καὶ μόρια φυτῶν ἐμβάλλεται ταῖς ὀφθαλμικαῖς δυνάμεσιν, ὥσπερ γε καὶ τῶν μεταλλικῶν ὀνομαζομένων οὐκ ὀλίγα, τὰ μὲν ἐσχάτως αὐστηρὰ καὶ στρυφνὰ καὶ δριμέα, τὰ δὲ μετριώτερα μὲν τούτων, ὅμως δ’οὖν ἰσχυρὰ, καθάπερ γε καὶ ἀδηκτότατά τινα ταῖς πλύσεσι γεγονότα. περὶ ἀδήκτων φαρμάκων. πομφόλυξ οὖν πεπλυμμένος οὐδενὸς ἀπολείπεται τῶν ἀδηκτοτάτων φαρμάκων, καὶ διὰ τοῦτο αὐτῷ χρώμεθα πρόςτε τὰ λεπτὰ καὶ δριμέα ῥεύματα προκεκενωμένης δηλονότι τῆς κεφαλῆς ἅμα τῷ παντὶ σώματι · τὸ μὲν οὖν ὅλον σῶμα πρόδηλον ὅτι διὰ φλεβοτομίαςτε καὶ καθάρσεως ἐκκενοῦμεν, ἀποφλεγματισμοῖς δὲ τὴν κεφαλήν. δύναται γὰρ πεπλυμμένος πομφόλυξ, ὥσπερ καὶ τὸ σπόδιον καὶ τὸ ἄμυλον ἅμα μὲν καὶ ξηραίνειν μετρίως ὑγρότητας, ἅμα δὲ καὶ κωλῦσαι κενοῦσθαι διὰ τῶν χιτώνων τὴν ἐν τοῖς τελείοις ἀγγείοις αὐτῶν περιεχομένην ὑγρότητα περιττὴν, ὡς ὅταν γε πρὶν κεκενῶσθαι τὴν κεφαλὴν, ἐπιρρεόντων ἔτι τοῖς ὀφθαλμοῖς ὑγρῶν, ἐμφρακτικοῖς χρήσαιτό τις φαρμάκοις, ὀδύνηντε σφοδρὰν ἐργάσεται διατεινομένων τῶν χιτώνων καὶ ὑπὸ τοῦ πλήθους τῶν περιρρεόντων ὑγρῶν καί ποτε ῥῆξιν διάβρωσιν αὐτῶν ἐμποιεῖ. ἐκ τοῦ αὐτοῦ δὲ γένους ἐστὶ τοῖς εἰρημένοις φαρμάκοις ὑπόλεπτον ὑγρὸν τὸ ἐν τοῖς ὠοῖς, ἔχον ἐκ περιττοῦ τὸ ἀποπλύνειν τὰς ὑγρότητας, ἐπαλείφειντε τὰ τραχυνθέντα. τὸ δὲ ἐμφράττεσθαι τοῖς κατὰ λεπτὸν πόροις ὁμοίως ἐκείνοις οὐκ ἔχει, καθάπερ οὐ δὲ τὸ ξηραίνειν. μέντοι τῆς τήλεως χυλὸς ὅσον μὲν ἐπὶ τῇ γλισχρότητι παραπλήσιός ἐστι τῇ λευκῇ τῶν ὠῶν ὑγρότητι, διαφορητικῆς δέ ἐστι δυνάμεως, ὥσπερ δὴ καὶ μετρίως θερμαντικῆς, καὶ διὰ τοῦτο πολλὰς τῶν ὀδυνῶν εἴωθε πραΰνειν. περὶ τῶν δριμέων. ἐναντιωτάτη δὲ τῇ τούτων ὕλῃ κατὰ γένος ἐστὶν τῶν δριμέων ὀπῶν, οἷον τοῦτε Κυρηναίου καὶ Μηδικοῦ καὶ σαγαπηνοῦ καὶ εὐφορβίου καὶ ἁπλῶς εἰπεῖν τῶν θερμαινόντων σφοδρῶς ἄνευ τοῦ τραχύνειν οὐ μόνον ἐν ὀποῖς, ἀλλὰ καὶ ἐν χυλοῖς καὶ ἐν σπέρμασι καὶ ἄνθεσι καὶ καρποῖς φυτῶν περιεχομένη. περὶ τῶν ῥυπτικῶν. τρίτη δὲ ἐπὶ ταῖς εἰρημέναις ἐστὶν ἰσχυρὰ δύναμις τῶν ῥυπτικῶν φαρμάκων, ὁποία χαλκοῦτε λεπίς ἐστι καὶ κεκαυμένη χαλκῖτις, τε κεκαυμένος χαλκὸς, ὥσπερ δὴ καὶ τὸ ἄνθος αὐτοῦ καὶ τὸ μίσυ καὶ τὸ σῶρυ καὶ τὸ στίμμι. περὶ τῶν σηπτικῶν. καὶ παρακείμενον ἄλλο γένος τούτοις ἐστὶ τὸ τῶν σηπτικῶν, ὁποῖόν ἐστιν ἀρσενικόντε καὶ σανδαράχη τότε τῆς Ἀσίας πέτρας ἄνθος, ἐπ’ὀλίγον δὲ τῆς τοιαύτης δυνάμεως καὶ τῷ μίσει μέτεστιν. περὶ τῶν στυφόντων. ἄλλο δὲ γένος ἐστὶ φαρμάκων εἰς τὰς ὀφθαλμικὰς δυνάμεις ἐμβαλλομένων ὅσα στύφειν πέφυκε. τὰ μὲν οὖν μετρίως τοιαῦτα τὰς ἐπιρροὰς ἀποκρούεται, τὰ δὲ σφοδρὰ πλέον ὀδυνᾷ, τραχύνοντα τοὺς χιτῶνας τὴν τῶν ἐπιρρεόντων ὁρμὴν ἀναστέλλει. μίγνυται δέ ποτε χρησίμως αὐτῶν ὀλίγον ταῖς καλουμέναις ὀξυδερκέσι δυνάμεσι συνάγοντα καὶ σφίγγοντα τὴν οὐσίαν τῶν ὀφθαλμῶν. τὰ δὲ μετρίως στύφοντα χρησιμώτατα μέν ἐστι ταῖς καλουμέναις ὀφθαλμίαις, χρήσιμα δὲ καὶ ταῖς ἄλλαις σχεδὸν ἁπάσαις διαθέσεσιν ἑλκῶντε καὶ φλυκταινῶν καὶ ῥευμάτων. ἔστι δὲ τοιαῦτα ῥόδων φύλλα καὶ ἄνθη καὶ χυλὸς ἐρείκηςτε καρπὸς, τε τῆς νάρδου στάχυς, ἔτιτε τὸ τοῦ μαλαβάθρου φύλλον, τε κρόκος καὶ τὸ λύκιον, θ’ὑποκυστὶς ὀνομαζομένη. σφοδροτέρας δὲ τούτων στύψεως τε ἀκακία μετέχει καὶ τὸ ὀμφάκινον τοῦ γένους τῶν χυλῶν ὄντα καὶ αὐτὰ καὶ τὸ βαλαύστιόντε καὶ οἱ κύτινοι καὶ αἱ κηκίδες αἱ ὀμφακίτιδες τοῦ γένους εἰσὶ τῶν ἱκανῶς στυφόντων. περὶ πεπτικῶν. πεπτικὰ δὲ φλεγμονῶντε καὶ τῶν ἄλλων διαθέσεών ἐστι φάρμακα, σμύρνα καὶ κρόκος καὶ καστόριον καὶ λιβανωτὸς, τε τῆς τήλεως ἑψηθείσης χυλὸς, ἅπερ καὶ διαφορεῖν πέφυκε, καὶ μάλιστα σμύρνα. τοιαύτη μέν ἐστιν τῶν ὀφθαλμικῶν ὕλη, καὶ ὅσοι γε φύσει συνετοὶ τυγχάνουσιν ὄντες, ἐγυμνάσαντότε τὸν λογισμὸν, οὐδὲν ἔτι δέονται τῆς παρ’ἐμοῦ διδασκαλίας, αὐτοὶ δυνάμενοι πρὸς ἕκαστον πάθημα τῶν ἐν ὀφθαλμοῖς γινομένων ἐπιτήδειον συντιθέναι φάρμακον. ἐπειδὴ δὲ ὀλίγοι μέν εἰσι τοιοῦτοι, στοχάζεσθαι δὲ χρὴ καὶ τῆς τῶν πολλῶν ὠφελείας, ἄμεινον ἔνδοξέ μοι τὸν περὶ συνθέσεως αὐτῶν λόγον ὁλοκλήρως διελθεῖν, ἐπαναλαβόντι πρότερον ἕνεκα συνόψεως ὧν ἐμνημόνευσα φαρμάκων ἑκάστου, τὴν κοινὴν κατὰ γένος δύναμιν, εἰρημένην μὲν καθόλου κατὰ τὸ πέμπτον ὑπόμνημα τῆς τῶν ἁπλῶν φαρμάκων πραγματείας καὶ διὰ τῶν ἐφεξῆς δὲ κατὰ μέρος ἐν ἕξ βιβλίοις ἄχρι τοῦ τελευταίου. χρήσομαι δὲ ταῖς προσηγορίαις τῶν ἐν τοῖς φαρμάκοις δυνάμεων, ἃς ἐθέμην ἐν τῇ προειρημένῃ πραγματείᾳ ἕνεκα σαφηνείας, τινὰ μὲν εἶναι λέγων γεώδη ταῖς οὐσίαις, ἄνευ ψύξεως ἐπιφανοῦς θερμασίας ἐν τῷ μέσῳ πως τούτων καθεστηκότα, καὶ τούτων αὐτῶν ἔνια μὲν βραχύ τι ψύξεως θερμασίας μετέχοντα, τινὰ τινὰ δὲ ὅλως οὐδεμίαν ἐμφαίνοντα τοιαύτην δύναμιν. ὅλον δ’οὖ τὸ γένος αὐτῶν ἐμπλαστικῶν φαρμάκων ὠνόμασα, δύναμιν ἐναντίαν ἐχόντων τοῖς ἐκφρακτικοῖς, ὁποῖος τε Σάμιος ἀστήρ ἐστι, λεπτομερέστερος ὤν τῆς ἁπλῆς οὕτως ὀνομαζομένης Σαμίας γῆς, τε πεπλυμμένος πομφόλυξ, ὥσπερ γε καὶ σποδὸς αὐτοῦ πλυνθεῖσα καὶ καδμεία κεκαυμένη καὶ πεπλυμμένη. δοκεῖ δέ μοι αὐτῇ μὲν ἔτι βραχύ τι ῥυπτικὸν ἐνυπάρχειν, ἐάντε μετὰ τὴν καῦσιν, ἐάντε χωρὶς ταύτης πλυνθῇ. τῇ πομφόλυγι δὲ καὶ τῷ σποδίῳ βραχύ τι στυπτικὸν, ὥσπερ γε καὶ τῷ μολύβδῳ μετὰ τὸ καυθῆναι καὶ πλυνθῆναι. καὶ γὰρ καὶ τοῦτο τὸ φάρμακον ἀδηκτότατον μέν ἐστιν, ἔχει δὲ βραχύ τι στύψεως. εἴτε δὲ ἀρσενικῶς καλεῖν ἐθέλοι τις εἴτε θηλυκῶς τὴν πομφόλυγα, διήνεγκεν οὐδέν · ὥσπερ γε καὶ τὸ ἄμυλον, καὶ αὐτὸ πλυνθὲν ἀκριβῶς ἐστιν ἀδηκτότατόντε καὶ μέσον, ὡς μήτε στύψιν ἔχειν μήτε δριμύτητα, τουτέστι μήτε ψύξεως μήτε θερμότητος μετέχειν. καὶ τὸ ψιμύθιον δὲ πλυνθὲν ἔγγιστα τῆ δυνάμει τοῦ κεκαυμένου καὶ πεπλυμμένου μολύβδου γίνεται, σαφέςτε διὰ τῆς στύψεως ἐνδεικνύμενον γνώρισμα τελέως ἄποιον, ὡς πρὸς τὴν γεῦσίντε καὶ ὄσφρησιν φαινόμενον τῆςτε ἀμύλου καὶ Σαμίου ἀστέρος. ἅπαν δ’οὖν τὸ τῶν τοιούτων γένος φαρμάκων, ἐάντε βραχεῖαν ἐμφαίνῃ ποιότητα κατὰ γεῦσιν ὀσμὴν, ἐάντε μη δ’ὅλως ἐμφαίνῃ, παραπλησίως τοῖς καθαρωτάτοις ὕδασιν ἄποιον καλεῖται, καὶ μόνον τῷ γεώδει τῆς οὐσίας ξηραίνειν πέφυκε μετρίως. διὸ καὶ χρόνῳ πλέονι τὴν ἀφ’ἑαυτῶν ὠφέλειαν αἰσθητὴν ἐργάζεται, κατὰ τὰς πρώτας ἡμέρας οὐδὲν ὀνινάναι δοκοῦντα. προσφερόμενα δ’ὅμως ὑπὸ τῶν ἰατρῶν ὡς ἀδηκτότατα, κατὰ τὰς δυσιάτους διαθέσεις, ἐν αἷς ἕλκος ἐστὶν ἤτοι μόνον καὶ μετὰ διαβρώσεως τοῦτε κερατοειδοῦς χιτῶνος καὶ προπτώσεως τοῦ ῥαγοειδοῦς, ἐκρεόντων ἰχώρων δακνωδεστάτων. ἐπὶ τούτων γὰρ οὐδὲν τῶν ἄλλων φαρμάκων ἁρμόττειν δύναται, τῶν μὲν στυφόντων κατεχόντων τοὺς ἐκρέοντας ἰχῶρας καὶ κατὰ τοῦτο τὴν ἐκ τῆς δήξεως αὐτῶν ὀδύνην ἐπιτεινόντων, τῶν δὲ δριμέων συναυξανόντων τὴν διάθεσιν, ἐάντε ἐν τοῖς ὀφθαλμοῖς μόνοις εἰς καχεξίαν τοιαύτην ἀφιγμένων τῶν μορίων ὡς διαφθείρειν τὸ ἐπιρρέον, ἐάντε καὶ αὐτὸ τὸ ἐπιρρέον μοχθηρὸν , διὰ τὴν κεφαλὴν μόνην καὶ ὅλον τὸ σῶμα τοιοῦτον ὑπάρχον, ὅθεν καὶ προπαρασκευάζομεν εἰς τὴν ἴασιν ἐπιτήδειον τὸ πεπονθὸς μόριον, ὅλουτε τοῦ σώματος ταῖς καθάρσεσι καὶ ταῖς ἀντισπάσεσι, πρώταις μὲν ταῖς κάτω τοῦ σώματος, ἔπειτα δὲ καὶ ταῖς ἐπὶ τὸ ἰνίοντε καὶ τὸ δέρμα τῆς κεφαλῆς. χρώμεθα δὲ καὶ ἀρτηριοτομίαις ἐνίοτε τέμνοντες τὰς ὀπίσω τῆς κεφαλῆς περὶ τὰ ὦτα τεταμένας ἀρτηρίας, ἐκκόπτοντέςτε μόριον τῶν ἐν τοῖς κροτάφοις, ὡς μόνον ἡμᾶς ἔτι θεραπεύειν τὴν ἐν τοῖ χιτῶσι τῶν ὀφθαλμῶν γεγενημένην διάθεσιν, ἐφ’ἧς καὶ τὸ διὰ τῶν φλεβῶν ἐπ’αὐτοὺς παραγινόμενον αἷμα χρηστὸν διαφθείρεται. πρὸς ταύτας οὖν τὰς διαθέσεις ἁρμόττειν μόνας φαίνεται τὸ τῶν προειρημένων φαρμάκων γένος, ἀδήκτως ξηραῖνον τὴν ἐν τῷ πεπονθότι μορίῳ κακοχυμίαν, ἥτις, ὡς ἐλέχθη, διαφθείρει τὸ ἐπιρρέον. μὲν γὰρ τῶν στυπτικῶν δύναμις οὔτε ξηραίνει τὴν τοιαύτην διάθεσιν, ἐπέχειτε τῶν δακνωδῶν ἰχώρων τὰς ἐκροάς. δὲ τῶν θερμῶν καὶ δριμέων οὐ μόνον οὐδὲν ὀνίνησιν, ἀλλὰ καὶ συναυξάνει τὴν ποιότητα τῶν δακνωδῶν χυμῶν, δὲ τῶν χαλαστικῶντε καὶ διαφορητικῶν φαρμάκων δύναμις ἐκκενοῦν μὲν δύναται τὸ γεννώμενον, οὔτε δὲ τὸ ἡλκωμένον ἀναστρέφειν ἐπουλοῦν οὔτε τὸ προπεπτωκὸς προστέλλειντε καὶ κατακλείειν. ὥσπερ οὐ δ’ τῶν πεπτικῶν, εἰ καὶ τὸ πέττειν τὰς διαθέσεις ἀγαθὸν οὐ σμικρὸν ἔχει. κρόκος δέ ἐστιν, ὡς ἔφην, καὶ σμύρνα καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων φαρμάκων. τί δεῖ λέγειν ἔτι περὶ τῶν ὀξείας πικρὰς ἐχόντων δυνάμεις φαρμάκων, ὡς δακνώδητε καὶ παροξυντικὰ τῶν τοιούτων ἐστὶ διαθέσεων, ἐπὶ πλέον δ’αὐτῶν ἥκει κακίας τὰ νιτρώδη δύναμιν ἁλμυρὰν αὐστηρὰν ἔχοντα. ὑπόλοιπον οὖν ἐστι γένος ἐκθεραπεύειν δυνάμενον ἕλκη μετὰ ῥεύματος δριμέος, ὅσα διῆλθον ἀρτίως ἀδήκτων φαρμάκων, ἐν πλέονι χρόνῳ τὴν κακοχυμίαν τοῦ πεπονθότος μορίου ἐκδαπανῶντα. καλεῖται δὲ παρὰ τῶν ἰατρῶν τὰ τοιαῦτα κολλύρια λιβιανὰ καὶ κύκνοι, διὰ μὲν τὴν χρόαν λευκὴν οὖσαν, ὡς οἱ κύκνοι, κρατοῦντος ἐν αὐτοῖς ἀμύλουτε καὶ γῆς Σαμίας καὶ ψιμυθίου τοῦ Ῥοδιακοῦ. καὶ γὰρ καὶ ἄλλως ἄριστον τοῦτο καὶ τῇ χρόᾳ λευκότερόντε καὶ κουφότερον καὶ λεπτομερέστερον τῶν ἐν τῷ ἑτέρῳ τινὶ χωρίῳ γινομένων. ἐν οἷς δὲ ἐπικρατεῖ τὰ ἄλλα φάρμακα, τὴν χρόαν ἐργάζεται κατὰ τὴν ἑαυτῶν οὐσίαν, ὥσπερ εἴ τις τῷ λευκῷ χρώματι μίξειεν ὀλίγον κυανοῦν. ταῦτα δὲ τὰ κολλύρια διὰ τοῦτο ἀποτρίβουσί τινες ταῖς ἀκόναις ἐπιστάζοντες ἐκ τῶν τιτθῶν εὔχυμον γάλα, διότι βούλονται φυλάττεσθαι τὸ τῶν ὠῶν ἐμπλαστικόν. ἐν δὲ τῷ γάλακτι περιεχομένου τινὸς ὀρρώδους ῥυπτικοῦ, σύμμετρος χρῆσις αὐτοῦ γίνεται τῇ προκειμένῃ θεραπείᾳ. δέδεικται γὰρ ἐν τῷ τρίτῳ τῆς θεραπευτικῆς μεθόδου ῥυπτικῶν ἀδήκτων δεόμενα τὰ πληρωθησόμενα τῶν ἑλκῶν. εἰ δὲ μὴ παρείη γάλα τοιοῦτον, διὰ τοῦ τῆς τήλεως ἀφεψήματος ἄμεινον ἀποτρίβειν τὰ κολλύρια, ῥυπτικὸν ἐχούσης τι καὶ ταύτης, μη δ’ὅλως μέτεστι τοῖς ὠοῖς.

4.2

περὶ τραχωμάτων. οὐσῶν δὲ δυσιάτων τῶν εἰρημένων διαθέσεων, ὑπερβάλλουσι χαλεπότητι προσγενόμεναι τῶν βλεφάρων αἱ τραχύτητες, ὑφ’ὧν καὶ κατὰ τὰς ὀφθαλμίας οἱ χιτῶνες τῶν ὀφθαλμῶν ὀδυνῶνται κοπτόμενοι. ἀλλ’ἐπ’ἐκείνων μὲν τολμῶμεν τοῖς ἰδίοις τῆς φλεγμονῆς φαρμάκοις μιγνύναι τι βραχὺ τῶν ῥυπτικῶν, ὁποῖόν ἐστι τὸ δι’οἴνου τραχωματικὸν κολλύριον, ὡς καταστεῖλαι μὲν πρῶτον ὅσα τοῖς βλεφάροις ἐπετράφη, ἀφλεγμαντοτέρων δὲ γενομένων τῶν; κατὰ τῶν ὀφθαλμῶν ἀπορρύψαι τὰς τραχύτητας. ἐπὶ δὲ τῶν ἕλκους ἐχόντων μετὰ ῥεύματος δακνώδους οὐχ οἷόντε τοιούτῳ χρήσασθαι φαρμάκῳ, διαβρωθήσεται γὰρ ἐπὶ πλέον κερατοειδὴς τε τοῦ ῥαγοειδοῦς πρόπτωσις ἔσται μείζων, ὀδύνητε σφοδρὰ καταλήψεται τὸν ἄνθρωπον, ἐπιταθήσεται δὲ καὶ τὸ κακόηθες ῥεῦμα. καταστάντες οὖν εἰς ἀπορίαν τῆς τοιαύτης ἐπιπλοκῆς τῶν παθῶν οἱ ἰατροὶ μόνην ἐξευρήκασι βοήθειαν, ὡς ἐν ἀπόροις ἐκστρέφοντες τὰ βλέφαρα διαρρύπτειν αὐτὰ καὶ ἀποσμᾷν ἄνευ φαρμάκων, ἔνιοι μὲν αὐτῷ τῷ κυαθίσκῳ τῆς σμίλης ἐπιπολῆς ἀποξύοντες, εἶτα σπόγγῳ μαλακῷ τὸ ἀπορρέον ἐκλαμβάνοντες, προστέλλοντέςτε τὰ βλέφαρα τὸ λοιπὸν τῆς τραχύτητος. ἔνιοι δὲ καὶ δέρματα θαλαττίων ζώων τινῶν ἐπιπολῆς τραχέα συμμέτρως εἰς τὴν τοιαύτην χρείαν παραλαμβάνουσιν. εἷς δέ τις τῶν ἐμῶν διδασκάλων καὶ κολλύριον ἐποίησε διὰ κισσήρεως καὶ τὰς τραχύτητας ἀπέρρυπτεν, ἐκστρέφων τὰ βλέφαρα. πρόδηλον δ’ὅτι λελειῶσθαι τὴν κίσσηριν ἀκριβῶς χρὴ, κᾀπειδὰν τοῦτο γένηται διὰ τραγακάνθης κόμμεως ἀναπλάττεσθαι. παυομένου δ’ἐν τῷ χρόνῳ διὰ τῶν εἰρημένων κολλυρίων τοῦ ῥεύματος, ἐπιτολμῶμεν ἤδη τὰ ῥυπτικὰ τῶν φαρμάκων προσφέρειν τοῖς βλεφάροις ὀλίγον τι μιγνύντες αὐτῶν τὸ κατ’ἀρχὰς, εἶτ’ἐὰν τοῦτο φέρειν ἄνθρωπος φαίνηται κατὰ βραχὺ παροξύνοντες. ἐπειδὰν δὲ καὶ τὸ ῥεῦμα ξηρανθῇ καὶ τὰ βλέφαρα μετρίως ἔχῃ τὴν πλήρωσιν τῶν κοίλων ἑλκῶν, τῷ διὰ λιβάνου κολλυρίῳ ποιούμεθα, μιγνύντες αὐτῷ κατ’ἀρχὰς μὲν ὀλίγιστον τοῦ δι’οἴνου, κατὰ βραχὺ δὲ τὴν μίξιν αὐξάνοντες, ὥστε τὰ βλέφαρα μηκέτι ἐνοχλεῖν τοῖς χιτῶσι τῶν ὀφθαλμῶν, ἀκριβῶςτε τὰ ἕλκη καθαρὰ γενόμενα πληροῦσθαίτε καὶ συνουλοῦσθαι. περὶ μὲν οὖν τούτων αὐτάρκως εἴρηται, μεταβαίνειν δ’ἤδη καιρὸς ἐπὶ τὰ λοιπὰ τῶν κατὰ τοὺς ὀφθαλμοὺς παθῶντε καὶ φαρμάκων.

4.3

περὶ ὀφθαλμίας. ἄρξομαι δὲ ἀπὸ τοῦ συνεχεστάτου γινομένου πάθους ἐν τοῖς ὀφθαλμοῖς, καλοῦσιν ἰδίως ὀφθαλμίαν. ἔστι δ’, ὡς ἐμάθετε, φλεγμονὴ τοῦ περιοστίουτε καὶ περικρανίου καλουμένου χιτῶνος ὑμένος ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι. καλοῦσι δὲ τὸν αὐτὸν τοῦτον ἐπιπεφυκότα, διότι τοῖς ἄλλοις ὅσοι τὸν ὀφθαλμὸν αὐτὸν συνιστῶσι χιτῶσιν ἐπιπέφυκεν ἔξωθεν, σύνδεσμος ὤν καὶ αὐτὸς ὅλῳ τῷ ὀφθαλμῷ, πρὸς τὰ περικείμενα τῶν ὀστῶν, καὶ διὰ τοῦτο συνεπαίρεται τὰ πέριξ τῶν ὀφθαλμῶν ἄχρι τῶν μήλων ἐνίοτε κατὰ τὰς σφοδροτέρας ὀφθαλμίας. εὔδηλον οὖν ὅτι τὰ θεραπεύοντα φάρμακα τὸ τοιοῦτο πάθος ὑποπεπτωκέναι μὲν χρὴ πάντως τῇ κοινῇ τῶν πάντων. θεραπείᾳ φλεγμαινόντων, προσειληφέναι δέ τι καὶ τῆς τοῦ μορίου φύσεως, εὐπάθειαν ἐξαίρετον ὑπὲρ πᾶν τὸ καθόλου τοῦ σώματος δέρμα διάτε τὴν εὐαισθησίαν καὶ τὴν ἀραιότητα τῆς οὐσίας προσειληφότος. ἀποκρουστικὰ δὲ παραληπτέον φάρμακα τὰ μὴ τραχύνοντα, τουτέστι μὴ σφοδρὰν ἔχοντα τὴν στύψιν, ἀλλὰ μετριώτερα μὲν αὐτὰ κατὰ τὴν οἰκείαν οὐσίαν, ἐπιμιξίᾳ δὲ παρηγορικῆς ὑγρότητος ἔτι καὶ μᾶλλον τοιαῦτα γινόμενα. παρηγορικὰς δὲ ὑγρότητας ἔφην ὠοῦτε τὸ λευκὸν καὶ τὸ τῆς τήλεως ἀφέψημα καὶ πρὸς τούτοις ἔτι τὸ γάλα. προνοεῖσθαι δὲ ὅταν αὐτὸ χρὴ τοῦ νέας ἅμα καὶ εὐχύμου γυναικὸς εἶναι τοῦτο, τῶν τιτθῶν ἐκθλιβομένων ἐπὶ τὴν ἀκόνην, ἐφ’ἧς ἀποτρίβεται τὸ κολλύριον, ὅπως ἔτι χλιαρὸν ἐγχέηται τοῖς ὀφθαλμοῖς. ἀλλὰ τοῦτο μὲν ἐπὶ τῶν σφοδρῶς ὀδυνωμένων διὰ μέγεθος φλεγμονῆς διὰ δριμύτητα τῶν ἐπιρρεόντων ὑγρῶν ἀναγκαζόμεθα πράττειν, ὡς τὸ πολὺ δ’ἀρκεῖ τὸ λευκὸν τοῦ ὠοῦ μετὰ τῶν ἐπιτηδείων φαρμάκων, ἐκθεραπεύειν τὰς ὀφθαλμίας διὰ τῶν καλουμένων μονοημέρων κολλυρίων. οὕτω γὰρ οὐκ ὀλιγάκις ταῦτα μεγάλας φλεγμονὰς ἐπράϋνεν οὕτως, ὡς εἰς ἑσπέραν μὲν λουτρῷ χρήσασθαι τὸν ἄνθρωπον, ἐπὶ δὲ τῆς ὑστεραίας τῷ καλουμένῳ ναρδίνῳ κολλυρίῳ, πρὸς ἀποκατάστασίντε καὶ τόνωσιν ὑπαλείψασθαι. παραμιγνύναι δ’αὐτῷ κατὰ μὲν τὴν πρώτην ὑπάλειψιν ἐλάχιστόν τι τῶν δριμέων καὶ σταλτικῶν ὀνομαζομένων, κατὰ δὲ τὴν δευτέραν βραχύ τι τοῦδε πλεῖον. ἀρκοῦσι γὰρ αἱ δύο προσφοραὶ τοῦ φαρμάκου καί τις περίπατος οὐ πολὺς πρὸ τοῦ βαλανείου. τὰ δ’οὖν μονοήμερα καλούμενα κολλύρια ἔνια μὲν ἰδίως ὀνομαζόμενα τρυγώδη πολλὴν ἔχει τὴν ἀκακίαν, ἔνια δὲ ἤτοι παντάπασιν ὀλίγην οὐ δ’ὅλως ἔχοντα προσείληφε τὰ μὲν τὴν λεπίδα τοῦ χαλκοῦ, τὰ δὲ τὸν κεκαυμένον χαλκὸν ὀλίγον, ἅμα πολλοῖς τοῖς ἄλλοις ὅσα στύφει μετρίως καὶ πέττει καὶ διαφορεῖ. τοιαῦτα δέ ἐστι κρόκος καὶ σμύρνα καὶ λύκιον Ἰνδικὸν, καὶ καστόριον δὲ καὶ λιβανωτὸς ἄνευ τοῦ στύφειν πέττειτε ἅμα καὶ διαφορεῖ. ἐφ’ὧν μὲν οὖν ἐπικρατεῖ τὰ στύφοντα πλεῖστον μὲν εἶναι χρὴ τὸ ὑγρὸν τοῦ αὐτοῦ, βραχύτατον δὲ τοῦ φαρμάκου, καὶ μάλιστα ἐὰν ἔχῃ τι τῶν μεταλλικῶν τὸ φάρμακον. ἐφ’ὧν δ’ἂν τε κρόκος καὶ σμύρνα καὶ τὸ καστόριον, τε λιβανωτὸς καὶ τὸ λύκιον ἐπικρατῇ βραχὺ παχυτέρῳ χρηστέον ἐστὶ τῷ φαρμάκῳ. πυρίᾳτε χρηστέον πάντως ἐπ’αὐτοῖς διὰ σπόγγου, μετρίως μὲν ὀδυνωμένοις ἅπαξ δὶς τῆς ἡμέρας · εἰ δὲ σφοδρότερον ὀδυνώμενοι τυγχάνοιεν, ἄμεινόν ἐστι καὶ τρὶς καὶ τετράκις καὶ πλεονάκις χρῆσθαι, μάλιστα ἐν ταῖς μεγάλαις ἡμέραις ταῖς θεριναῖς. πυρία δὲ δι’ἀφεψήματος γινέσθω μελιλώτου καὶ τήλεως. περὶ μὲν οὖν ὀφθαλμίας αὐτάρκως εἴρηται, περὶ δὲ τῶν ἑλκῶν ἐφεξῆς ἐρῶ.

4.4

περὶ τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν. δεῖται μὲν καὶ ταῦτα τῆς αὐτῆς κατὰ γένος θεραπείας τοῖς ἄλλοις ἕλκεσιν, ἣν ἐπιπλεῖστον διῆλθον ἐν τῷ τρίτῳ καὶ τετάρτῳ τῆς θεραπευτικῆς μεθόδου, διὰ δὲ τὴν τοῦ μορίου φύσιν ἀδηκτότατα προσοιστέον, ἐν οἷς ἔφην εἶναι τὸ διὰ πομφόλυγος πεπλυμμένης. μίγνυνται δ’αὐτοῖς καὶ χυλοί τινες οὐ μόνον ἄδηκτοι παντάπασιν, ἀλλὰ καὶ τὰς σφοδροτάτας ὀδύνας πραΰνειν δυνάμενοι, καθάπερ τοῦ μανδραγόρου χυλός. ἔνιοι δὲ καὶ πολυγόνου χυλὸν ἔμιξαν, ὥσπερ ἕτεροι, καὶ αὐτῶν τῶν ὠῶν τὸ λευκόν. εὔδηλον δ’ὅτι πλησίον ἀναπλάσεως ὄντι τῷ φαρμάκῳ τὰ τοιαῦτα μίγνυται διὰ τὸ ταχέως ὀξύνεσθαι. κατὰ δὲ τὸν αὐτὸν καιρὸν καὶ τῶν ῥόδων μίγνυται χυλός. δὲ ἰδίως ὕλη τῶν ἐν ὀφθαλμοῖς ἑλκῶν εὔδηλον ὅτι καὶ αὕτη σκοπὸν ἔχει καθαρὸν φυλάττειν τὸ ἕλκος, ὡς τῆς φύσεως τῶν μορίων πληρούσηςτε καὶ πρὸς οὐλὴν ἀγούσης αὐτὸ, καθάπερ ἐπὶ τῶν ἄλλων ἑλκῶν προείρηται. φλεγμονῆς μὲν οὖν ἔτι κατὰ τὸν ὀφθαλμὸν οὔσης καί τινος ὀδύνης, τὰ διὰ λιβανωτοῦτε κολλύρια καὶ τῶν πεπλυμμένων μεταλλικῶν καὶ τῶν ἀδήκτων χυλῶν προσφέρεται. ῥυπαρῶν δὲ ἐν τῇ χρήσει ταύτῃ τῶν ἑλκῶν γενομένων, μίγνυσθαί τι χρὴ τῶν ῥυπτόντων, ὁποῖόν ἐστι τὸ Πακκιανὸν δι’οἴνου κροκῶδες, χρώμεθα παραμιγνύντες ἐλάχιστον αὐτοῦ τοῖς προειρημένοις φαρμάκοις. ἔχει δὲ τοῦτο πλεῖστον μὲν τὸν κρόκον, ἀφ’οὗ καὶ κροκῶδες ὀνομάζεται, μέμικται δ’αὐτῷ καὶ τῶν ῥυπτόντων μεταλλικῶν ἔνια · διὸ καὶ τραχωμάτων ἐστὶ καθαιρετικὸν οὐ μόνον τῶν μικρῶν, ἀλλὰ καὶ τῶν μεγάλων, προσαγορεύουσι συκώσεις · λεπτύνει δὲ καὶ τὰ πτερύγια. περὶ μὲν οὖν τῶν τοιούτων φαρμάκων μικρὸν ὕστερον εἰρήσεται · τῶν δ’ἑλκῶν ὅσα δι’ἀνάβρωσιν γίνεται τοῦ κερατοειδοῦς, ὡς προκύπτειν τι καὶ τοῦ ῥαγοειδοῦς, ὅτι δὴ καὶ ταῦτα δι’ἑαυτότε καὶ τὸ προπεσὸν ἀποκρουστικῶντε καὶ στυπτικῶν δεῖται φαρμάκων εὔδηλόν ἐστι. πειρᾶσθαι δὲ ἐπ’αὐτῶν δεῖ ἐκλέγεσθαι τὰ μηδεμίαν ἐργαζόμενα τραχύτητα. τῶν δ’ἐναντίων τούτοις φαρμάκων, ὅπερ ἐστὶ τῶν διαφορητικῶν, αἱ φλύκταιναι χρῄζουσι καὶ τὸ γεννώμενόν ποτε πῦον ἔνδον τοῦ κερατοειδοῦς. τὰ μὲν οὖν πρόσφατα καὶ ἔτι φλεγμαίνοντα τοῖς διὰ σμύρνης καὶ λιβανωτοῦ καὶ κρόκου καθίσταται φαρμάκοις. τὰ χρονιώτερα δὲ καὶ τῶν διαφορητικῶν τι προσλαμβάνουσι, καθάπερ γε καὶ αἱ σκιρρούμεναι φλεγμοναὶ τῶν χιτώνων. ἐπὶ τούτων γὰρ καὶ διὰ τῶν δριμέων ὀπῶν εὐδοκιμεῖ φάρμακα τάδε · εἰς κολλυρίων εἴδη ἀναπλαττόμενα αἱ καλούμεναι πρὸς τῶν ἰατρῶν ἰδίως ἔγχρισται δυνάμεις ὑγραὶ, ὁποίας καὶ τοῖς ἀρχομένοις ὑποχεῖσθαι σκευάζουσιν. ἐπὶ δὲ τῶν πτερυγίωντε καὶ τῶν συκώσεων, ὡς ἔφην, τὰ ῥυπτικὰ φάρμακα προσφέρεται, τὰ μὲν εἰς κολλυρίων ἰδέαν ἀναπλαττόμενα, τὰ δὲ καὶ ξηρὰ χωρὶς ἀναπλάσεως, ἐφ’ὧν ἔμιξάν τινες ὀλίγον τι τῶν σηπτικῶν φαρμάκων. ἐγγὺς δὲ τούτων ἐστὶ τὰ τὰς ψωρώδεις διαθέσεις ἐν τοῖς βλεφάροις ἰώμενα, καὶ διὰ τοῦτο προσαγορευόμενα ψωρικά. πάντων δ’αὐτῶν ἐστιν ἰσχυρότατα τάτε τοὺς παλαιοὺς τύλους ἐκτήκοντα καὶ τὰ καλούμενα πτερύγια θεραπεύοντα, διὰ τῶν ῥυπτικῶντε καὶ σηπτικῶν φαρμάκων συγκείμενα.

4.5

περὶ τῆς τῶν ὀφθαλμικῶν φαρμάκων δυνάμεως. καί μοι σχεδὸν ἤδη τῆς ἁπάντων τῶν ἐν ὀφθαλμοῖς παθῶντε καὶ κατὰ γένος φαρμάκων ἐξηγήσεως γενομένης, εἰρημένων δὲ καὶ τῶν κατὰ γένος ἀδήκτων φαρμάκων, ὁποῖα τὰ διὰ τῶν πεπλυμμένων μεταλλικῶν ἔφην συντίθεσθαι, βέλτιον εἶναι δοκεῖ καὶ τῶν ἄλλων ὀφθαλμικῶν φαρμάκων ἐξηγήσασθαι τὰς δυνάμεις. ἐκ τούτου γὰρ ἡγοῦμαι συνθετικωτέρους γενέσθαι καὶ τῶν ἤδη συγκειμένων κριτικωτέρους, τοὺς ἐν αὐτοῖς γεγυμνασμένους. ἀδηκτοτάτων οὖν ὄντων ὧν εἶπον ἔμπροσθεν φαρμάκων, ἀδήκτων δὲ καὶ τῶν τριῶν ὑγρῶν, ὧν τὸ μὲν ἀφέψημα τῆς τήλεως ἦν, τὸ δὲ γάλα, τὸ δὲ τὸ ἐν τοῖς ὠοῖς ὑγρὸν τὸ λεπτὸν, ἐν τῷ γένει τούτων ἡγητέον εἶναι τότε κόμμι καὶ τὴν τραγάκανθαν, καὶ εἰ μὴ τὰ προειρημένα τρία πρόχειρον εἶχε τὴν κτῆσίντε καὶ χρῆσιν, ἀποβρέχοντες ἂν ἐν ὕδατι πολλῷ βραχὺ κόμμεως τραγακάνθης εἰς τὴν αὐτὴν χρείαν ἄγομεν τοῖς τρισὶν, ὡς ἀποτρίβειντε δι’αὐτῶν ἐπὶ τῆς ἰατρικῆς ἀκόνης τὰ κολλύρια καὶ μόνοις ἐγχεομένοις, ἐκκλύζειν τοὺς ἐν τοῖς πάσχουσιν ὀφθαλμοῖς γενομένους ἰχῶρας. ἀλλὰ καὶ νῦν αὐτοῖς χρώμεθα κατὰ πάντα σχεδὸν τὰ κολλύρια. πλὴν γὰρ ὀλιγίστων ἀναλαμβάνεται πάντα μετὰ τὸ λειωθῆναι διαβεβρεγμένα συμμέτρως τοῖς φαρμάκοις τούτοις. ἓν μὲν δὴ τοῦτο γένος ἡμῖν ἀριθμείσθω φαρμάκων ὀφθαλμικῶν, ἔντε τοῖς τρισὶν ὑγροῖς καὶ τῇ τραγακάνθῃ καὶ τῷ κόμμει καὶ τοῖς πεπλυμένοις μεταλλικοῖς. ἑτέρα δ’ἐπ’αὐτοῖς τὰ βραχεῖαν ἔχοντα δῆξιν ἐκ τοῦ μεμίχθαι τινὰ αὐτοῖς τῶν ἐπ’ὀλίγον στυφόντων ῥυπτόντων, ὁποῖα φάρμακά ἐστι ῥόδατε καὶ λιβανωτὸς, ὀλίγην μὲν ἐχόντων τῶν ῥόδων τὴν στύψιν, ὀλίγον δὲ καὶ τὸ ῥυπτικὸν τοῦ λιβανωτοῦ. θερμὸς δὲ συμμέτρως κατὰ τὴν δύναμιν λιβανωτὸς ὑπάρχων ἔχει τι διὰ τοῦτο πεπτικόντε καὶ ἀνώδυνον. ἐκ τοῦ αὐτοῦ δὲ γένους αὐτῷ κατά γε τὸ πέττειντε καὶ διαφορεῖν μετρίως ἡγητέον εἶναι τόντε κρόκον καὶ τὴν σμύρναν, ἀλλήλων διαφέροντα τῷ τὸν μὲν στύφειν μετρίως, τὴν δὲ ἄνευ στύψεως, οὐκ ἀγεννῶς διαφορεῖντε καὶ ξηραίνειν ὑγρότητας. γενναιότερα δὴ ταῦτα ταῖς δυνάμεσίν ἐστι τοῦ λιβανωτοῦ καὶ διὰ τοῦτο καὶ διαφορητικώτερα. τὸ ῥυπτικὸν δ’οὐκ ἔχοντα πρὸς τὴν τῶν ἑλκῶν θεραπείαν ἀπολείπονται τοῦ λιβανωτοῦ. τοῦ γένους τούτου τῶν φαρμάκων, λέγω δὲ τοῦ πεπτικοῦτε καὶ διαφορητικοῦ, καὶ τὸ λύκιόν ἐστι καὶ τὸ καστόριον. εὔδηλον δ’ὅτι λύκιον λέγω τὸ Ἰνδικὸν, οὐ τουτὶ τὸ καὶ τοῖς παρ’ἡμῖν ἔθνεσι γινόμενον. ἐγγὺς δὲ τούτων ἥκει τῇ δυνάμει καὶ καλουμένη σαρκοκόλλα, πεπτικόντε καὶ διαφορητικὸν οὖσα φάρμακον · ἔτι δὲ μᾶλλον αὐτῆς χαλβάνη τὰς εἰρημένας ἔχει δυνάμεις. ἀφέψημα δὲ μελιλώτου τῷ πεπτικῷ προσείληφέ τι καὶ στυπτικὸν, ὁμογενές πως ὑπάρχον τῷ κρόκῳ. ἐμβάλλεται δ’εἰς τὰς ὀφθαλμικὰς δυνάμεις καὶ καλούμενος αἱματίτης λίθος ξηραντικὴν ὑγρῶν ἔχων δύναμιν, ὥσπερ καὶ καδμεία. πρᾳότερον δὲ αὐτῆς ἐστι φάρμακον λίθος, ὡς ἂν ἐξ ὑγρᾶς οὐσίας οὐ γεώδους ὥσπερ καδμεία τὴν γένεσιν ἐσχηκώς. δηλοῖ γὰρ αὐτοῦ τὴν φύσιν οὖσαν τοιαύτην ἐπὶ τῆς ἰατρικῆς ἀκόνης λύσις εἰς χυλὸν ἀναλυομένου κατὰ τὴν μεθ’ὑγροῦ τινος τρίψιν. καὶ κατὰ μόνας δὲ χωρὶς ὑγρότητος ἀποτριβόμενος οὐκ εἰς γεώδη θραύματα διαλύεται τῇ καδμείᾳ παραπλησίως, ἀλλ’εἰς ὁμοιομερέςτε καὶ συνεχὲς αὐτῷ σῶμα. παραπλησίως αὐτῷ καὶ σχιστὸς καλούμενος λίθος ὑπάρχων ἰσχυρότερός ἐστι τῇ δυνάμει. τὸ δὲ στίμμι καλούμενον ἄπλυτον μὲν ἰσχυρὰν ἐπιδείκνυται τὴν στυπτικὴν δύναμιν, ἐκλύεται δὲ πλυνθὲν, ὡς ἐγγὺς ἥκειν ἀδήκτου. ἰσχυροτέρας δὲ δυνάμεως ῥυ πτικῆς τε κεκαυμένος χαλκός ἐστι καὶ λεπὶς αὐτοῦ καὶ τὸ ἄνθος. οὐχ ἧττον δὲ δραστήριον, ἀλλ’ἧττον ἄδηκτον κεκαυμένη χαλκῖτίς ἐστιν. εἰ δὲ καὶ πλυθείη τὰ τοιαῦτα, ῥυπτικὰ μὲν ἔτι διαμένει, τοσούτῳ δὲ ἀσθενέστερα ταῖς ἐνεργείαις, ὅσον καὶ ἀδηκτότερα γίνεται. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ τὸ μίσυ καὶ ἰὸς, ἰσχυρότατα φάρμακα τοῖς πρὸς συκώσεις καὶ τύλους ἁρμόττουσι μιγνύμενα. τινὲς δὲ αὐτοῖς ἐπέβαλον καὶ κηκίδας, σφοδρῶς στῦφον φάρμακον, ὥσπερ ἔνιοι τὸ πάντων τούτων σφοδρότατον εἰς στύψιν ἅμα δριμύτητι, καλούμενον δὲ χάλκανθον οὐδετέρως , ὡς ἔνιοι, χάλκανθος ἀρσενικῶς θηλυκῶς. εὔδηλον δ’ὅτι μετριώτερον πολὺ γίνεται καυθέντε καὶ πλυνθέν. ἐκ τῆς τοιαύτης ὕλης καὶ τοῦ στομώματός ἐστι λεπίς. δὲ τοῦ λιβανωτοῦ φλοιὸς στύφει μὲν καὶ αὐτὸς οὐκ ἀγεννῶς, ἀπολείπεται δὲ τῶν εἰρημένων ἁπάντων πάμπολυ. καὶ μέντοι καὶ τὸ μίσυ καλούμενον εἴςτε τὰς αὐτὰς διαθέσεις καὶ προσέτι τὰ ψωρώδη βλέφαρα τοῖς κολλυρίοις ἔμιξάν τινες. ἐπεὶ δὲ καὶ μάννης ἐμνημόνευσάν τινες καὶ δοκεῖ τισιν οὐδὲν διαφέρειν λιβανωτοῦ λελειωμένου, γνωστέον ὅτι καλοῦσιν ἰδίως μάνναν τὸ ὑπόσεισμα τοῦ ὑποτεθρυμμένου κατὰ τὰ μεγάλα φορτία λιβάνου. συμφέρεται γὰρ αὐτῷ θραύσματά τινα μικρὰ λιβανωτοῦ φλοιοῦ, ὥστε διαφέρειν τοῦ λιβανωτοῦ τὸ τοιοῦτον φάρμακον τῷ προσειληφέναι βραχύ τι τῆς στύψεως. ὅσα μὲν οὖν τῶν στυφόντων ἱκανῶς γεώδη ταῖς συστάσεσίν ἐστι, τραχώματάτε καὶ συκώσεις καὶ τύλους ἐκτήκει. τὰ δὲ ἐν τῷ γένει τῶν χυλῶν ὄντα, καθάπερ ὀμφάκιόντε καὶ ὑποκυστὶς, ἐκπλύνεται ῥᾳδίως ἐν ταῖς ὑπαλείψεσιν ἐκρέοντα μετὰ τοῦ δακρύου. τούτου δὲ τοῦ γένους ἐστὶ καὶ γλαύκιον καὶ ἀκακία. ῥυπτικὰ δὲ ἀδήκτως ἐστὶν ἐλάφου κέρας καυθὲν, ὥσπερ γε καὶ τῶν αἰγῶν. εἴρηται δὲ ὅτι καὶ λιβανωτὸς ἐκ τῶν τοιούτων ἐστὶν, ἀλλ’οὗτος, ὥσπερ ἐρρέθη, βραχυτάτης μετείληφε τῆς ῥυπτικῆς δυνάμεως, ἀνώδυνόςτε καὶ πεπτικὸς ὑπάρχων. τὰ δὲ τῶν εἰρημένων ζώων κέρατα ῥυπτικὰ μέν ἐστιν, οὔτε δὲ ἀνώδυνον οὔτε πε πτικὸν ἔχει τι, ψυχρὰ καὶ ξηρὰ ταῖς κράσεσιν ὄντα. ῥυπτικὸν δέ τι καὶ τὸ καλούμενον Ἀρμένιον ἔχει, καθάπερ καὶ τὸ καλούμενον Ἰνδικὸν μέλαν, καὶ διὰ τοῦτο τοῖς ἀφλεγμάντοις ἕλκεσιν ἀλύπως ὁμιλεῖ. μικτῆς δέ πώς ἐστι δυνάμεως ἀλόη, καθάπερ τὸ ῥόδον. ἔχει μὲν γάρ τι καὶ πικρὸν τὸ ῥύπτειν πεφυκὸς, ἔχει δέ τι καὶ στυπτικὸν, ὡς συνάγειντε καὶ συνουλοῦν τὰ ἕλκη. τίνα πρὸς τὰς ψωρώδεις διαθέσεις ἁρμόττει. τῶν δὲ πρὸς τὰς ψωρώδεις ἐν βλεφάροις διαθέσεις ἁρμοττόντων φαρμάκων ἅλες εἰσὶν ἀμμωνιακοὶ καὶ λίθος Ἄσιος, αὐτόςτε καὶ τὸ ἄνθος αὐτοῦ, καὶ τὸ καλούμενον ψωρικὸν, οὐχ ἁπλοῦν οὐ δ’αὐτοφυὲς ὂν, ἀλλ’ἔχον τινὰ σκευασίαν, ἣν καὶ Διοσκουρίδης ἔγραψε καὶ οἱ ἄλλοι σχεδὸν ἅπαντες, ὅσοι περὶ ὕλης ἐποιήσαντο πραγματείας. ἐπιμίγνυται δὲ τούτοις καὶ τὸ κεκαυμένον μίσυ καὶ σανδαράχη καὶ τὸ καλούμενον ἀρρενικὸν μὲν ὑπὸ τῶν παλαιῶν Ἑλλήνων, ἀρσενικὸν δὲ ὑπὸ τῶν νῦν. ἐκ δὲ τῶν ἀρωματικῶν φαρμάκων κασσίατε καὶ τὸ τοῦ μαλαβάθρου φύλλον, ἄμωμόντε καὶ κιννάμωμον ἔμιξάν τινες ὀφθαλμικαῖς δυνάμεσι, διαφορητικῆς μὲν ὑπάρχον δυνάμεως τὸ κιννάμωμον, τὰ δὲ ἄλλα καὶ στύψεως μετέχοντα. κοινῇ δὲ περὶ πάντων ἐγνωκέναι χρὴ τῶν ῥυπτικῶν φαρμάκων, ὅσατε μέτρια καὶ ὅσα συκώσεις καὶ τύλους ἐκτήκει, ταῦτα πάντα καὶ πρὸς οὐλὰς παχείας ἁρμόττειν. λεπτύνει γὰρ αὐτῶν τὸ πάχος καὶ ἀπορρύπτει τῆς ἐπιπολῆς οὐσίας. τίνα τοῖς ἐσκιρρωμένοις βοηθεῖ. αἱ δὲ πρὸς ἐσκιρρωμένους χιτῶνας ἁρμόττουσαι δυνάμεις, ὡς καὶ πρόσθεν ἐρρέθη, διάτε τῶν ὀπῶν συντίθενται καὶ τοῦ ἀμμωνιακοῦ θυμιάματος. μιγνυμένων δ’αὐτοῖς καὶ μετριωτέρων μὲν, οὐκ ἀντιπραττόντων δὲ τῇ δυνάμει, σμύρνης δηλονότι καὶ λιβανωτοῦ καὶ χαλβάνης, ὅσατ’ἄλλα τοιαῦτα. τίνα πρὸς τοὺς ὑποχεομένους ἁρμόττει. πρὸς δὲ τοὺς ὑποχεομένους συνετέθησάν τινες ὑπὸ τῶν ἰατρῶν δυνάμεις ἐν ὑγροῖς φαρμάκοις, πρώτη μὲν σχεδόν τι πασῶν διὰ μαράθρου χυλοῦ καὶ ὑαίνης χολῆς καὶ μέλιτος Ἀττικοῦ, οἱ δὲ καὶ αἰγείας. μετὰ ταῦτα δὲ ἄλλος ἄλλην ἔμιξε χολὴν, μὲν ἀλεκτρυόνος, δὲ ἐχίδνης, δὲ θαλαττίας χελώνης, δὲ καλλιωνύμου. νυνὶ δὲ ἔνδοξόν ἐστι τὸ διὰ τῶν σκάρων τῆς χολῆς φάρμακον, ὥσπερ καὶ τὸ διὰ τῆς στακτῆς σμύρνης. ἐπαγγελίαι μὲν οὖν ἁπάντων αὐτῶν εἰσι μεγάλαι. τὸ δὲ ἔργον αὐτῶν ἐνίοτε μὲν οὐδὲν, ἔστι δ’ὅτε πάνυ σπικρόν.

4.6

περὶ τῶν χρησίμων τοῖς ὀφθαλμοῖς φαρμάκων ξηρῶν. ἐκ τῆς προγεγραμμένης ὕλης συνετέθη τοῖς ἰατροῖς φάρμακα ξηρὰ τὰ καλούμενα πρὸς αὐτῶν ἰδίως ξηροκολλύρια, τινὰ μὲν ἐκτήκοντα τύλους καὶ συκώσεις, ἀκανθίδαςτε καὶ πτερύγια, τινὰ δὲ τοῖς ψωρώδεσι βλεφάροις ἁρμόττοντα καὶ τοὺς ὀνομαζομένους μίλφους ὠφελοῦντα. τῶν δριμέων δὲ κολλυρίων ἑτέραν δύναμιν ἔχοντα, διὸ καὶ καλοῦνται πρός τινων ἰατρῶν ἀποδακρυτικὰ καὶ ἀποκρουστικὰ, καθάπερ καὶ αὐτὰ τὰ κολλύρια. τούτων δὲ αὐτῶν τὰ πλεῖστα καὶ τοῖς ἀμβλυωποῦσι διὰ γῆρας πάχος ψύξιν ὑγρῶν τῶν ἐν τοῖς ὀφθαλμοῖς καὶ πνεύματος ἀχλυώδους περιουσίαν οὐ μικρῶς βοηθεῖ. ἔνια δὲ τῶν ξηρῶν φαρμάκων κωλύει συστῆναι τὸ πάθος ἐν αὐτοῖς, τὰς ἐπιρροὰς εἴργοντα δηλονότι τῶν ὑγρῶν, ἐξ ὧν εἰώθασιν οἱ ὀφθαλμοὶ κακοῦσθαι. κάλλιστον δ’αὐτῶν ἐφάνη τῇ πείρᾳ κριθὲν τὸ ὑπ’ἐμοῦ συντεθὲν, καὶ διὰ τοῦτο παρὰ πολλοῖς ὂν ἐν χρήσει σχεδὸν ἐν ἅπασι τοῖς ἔθνεσιν, ὧν ἄρχουσι Ῥωμαῖοι. καὶ πρῶτόν γε αὐτοῦ τὴν κατασκευὴν γράψω, βέλτιον ἡγούμενος εἷναι τὸ μη δ’ὅλως ἁλίσκεσθαι πάθεσι τοῦ θεραπεύεσθαι καλῶς τὰ γενέσθαι φθάσαντα. ἐπεὶ δὲ καὶ Ἀσκληπιάδης πλείστηντε καὶ καλλίστην ἔγραψεν ὕλην τῶντε ξηρῶν καὶ τῶν ὑγρῶν καὶ τῶν κολλυρίων, ἀρξάμενος ἀπὸ τῶν ξηρῶν, κᾀγώ μοι δοκῶ πράξειν οὕτω τῇ τάξει τῆς γραφῆς ὁμοίᾳ χρησάμενος, ὥστε μετὰ τὸ προσγράψαι τὸ ἐμὸν ξηρὸν ἐφεξῆς ἅπαντα γράψαι τὰ ὑπ’Ἀσκληπιάδου κατατεταγμένα κατὰ τὸ πρῶτον βιβλίον τῶν ἐκτὸς, Μαρκέλλᾳ ἐπιγράφει. καὶ μετὰ ταῦτά γε καταπλασμάτων τῶν τοῖς ὀφθαλμοῖς ἁρμοττόντων, ἀνακολλημάτωντε καί τινων ἐπιχρίστων φαρμάκων ὑπὸ τοῦ Ἀσκληπιάδου γεγραμμένων, ἄμεινον εἶναί μοι δοκεῖ κᾀκείνων φυλάξαντα τὴν τάξιν τῆς γραφῆς, οὕτως ἐπὶ τὴν τάξιν τῶν κολλυρίωντε καὶ τῶν ὑγρῶν φαρμάκων ἀφικέσθαι πάντα παραθέμενον, ὡς Ἀσκληπιάδης ἡρμήνευσεν αὐτοῖς τοῖς ἐκείνου ῥήμασιν. τὸ ὑπ’ἐμοῦ συντεθὲν εἰς ὑγείαν ὀφθαλμῶν φάρμακον ξηρόν. χρησιμώτατον ὑγιαίνουσιν ὀφθαλμοῖς προφυλακτικὸν ἐγὼ συνέθηκα φάρμακον, πάντες ἔχουσιν ἤδη. καίεται γὰρ λίθος Φρύγιος εἰς λεπτὰ καταθραυσθεὶς, ὡς εἶναι μείζων τοῦ καλουμένου μὲν ὑπό τινων καρύου ποντικοῦ, πρὸς ἄλλων δὲ λεπτοκαρύου. δὲ τρόπος τῆς καύσεως, ὡς κᾀπὶ τῶν ἄλλων ποιούμεθα, εἰς χυτρίδιον καινὸν ἐμβάλλοντες, εἶτα περιπηλοῦντες ἔξωθεν, ἐπιτιθέντες δὲ πῶμα τετρημένον ἤτοι κατὰ μόνην τὴν κορυφὴν , ὅπερ βέλτιόν ἐστι, καὶ κατὰ ἄλλα μέρη πλείονα, πρὸς τὸ ῥᾳδίως ἀναφέρεσθαι δι’αὐτῶν τὰς λιγνυώδειςτε καὶ καπνώδεις τῶν καιομένων ἀπορροάς. ἐπειδὰν δὲ λίθος ὅλος διάπυρος γένηται, τηνικαῦτα χρὴ τὸ χυτρίδιον ἐκκενώσαντας εἰς ἀγγεῖόν τι καθαρὸν ἐπιχεῖν βούτυρον οὐ παλαιὸν, ἀνακινοῦντα τὰ μόρια τοῦ κεκαυμένου λίθου, καὶ τοῦτο ποιεῖν ἄχρις ἂν ἅπαντα σβεσθῇ, τηνικαῦτα δὲ παύεσθαι, καὶ οὕτω πάλιν εἰς τὸ χυτρίδιον ἐμβάλλοντας αὐτὰ καίειν αὖθις, ἐνιστάντας τὸ χυτρίδιον ἄνθραξι διακεκαυμένοις, ὡς μηδὲν ἔχειν καπνῶδες, ῥιπίζειν δὲ τούτους ἕνεκα τοῦ θᾶττον γενέσθαι τὴν καῦσιν. εἶθ’ὅταν διάπυροι γενηθῶσιν οἱ λίθοι καὶ μηκέτ’ἀναφέρηται μηδεμία λιγνὺς, ἐκχέοντας πάλιν αὐτοὺς σβεννύειν οἴνῳ Φαλερίνῳ τινι τῶν κιρρῶν καὶ εὐωδῶν, οἷος Τμωλίτης, Ἀριούσιόςτε καὶ Λέσβιος, εἶτα πάλιν εἰς τὸ χυτρίδιον ἐμβάλλοντας ἐκ τρίτου καίειν, κᾀπειδὰν διάπυρος λίθος γένηται, σβεννύειν αὖθις μέλιτι Ἀττικῷ μὴ πολλῷ, γενήσεται γὰρ οὐ ξηρὸν τὸ φάρμακον, ἀλλ’ἔχον τι γλισχρότητος. ἔστω δέ σοι προλελειωμένα πλείοσιν ἡμέραις ἀκριβῶς, ὡς χνοώδη γεγονέναι τὰ ὑπογεγραμμένα. Ϛ χαλκοῦ κεκαυμένου γο αʹ. ὅπερ ἐστὶ 𐅻 ηʹ. πεπέρεως λευκοῦ τὸ ἴσον, φύλλου μαλαβάθρου τὸ ἴσον, στίμμεως τὸ ἡμιόλιον, ὅπερ ἐστὶ 𐅻 ιβʹ. τούτοις μίγνυε τοῦ κεκαυμένου λίθου λίτραν αʹ. κᾀπειδὰν ἅπαντα καλῶς λειωθῇ καὶ μέλλῃς ἀνελέσθαι τὸ φάρμακον, ἐπέμβαλλε τοῦ Συριακοῦ ὀποβαλσάμου γο αʹ Ϛ . ὅπερ ἐστὶν αὐτῶν τὸ πᾶν 𐅻 ιβʹ. λεπτὸν δὲ καὶ διαφανὲς ἔστω κατὰ τὴν σύστασιν τὸ ὀποβάλσαμον, μὴ παχὺ, καθάπερ εἴωθεν ἐν τοῖς ἀγγείοις αὐτὸ κατὰ τὸν πυθμένα συνίστασθαι. κωλύσει γὰρ τὸ οὕτω παχὺ ξηρὸν εἶναι τὸ φάρμακον, χρῆσθαι δ’αὐτῷ δεῖ κατὰ τῶν βλεφάρων μόνον ἐπιφέροντα τὴν μήλην χωρὶς τοῦ τῶν χιτώνων αὐτῶν ἅψασθαι τοῦ ὀφθαλμοῦ. τὰ πολλὰ μὲν οὖν ἀρκεῖ κατὰ μόνου τοῦ κάτω βλεφάρου τὴν μήλην ἐπιφέρειν. οὐδὲν δὲ κωλύει καὶ τὸ ἄνω βλέφαρον ὁμοίως ὑπαλείφειν, ὅταν χρεία μείζων τοῦ φαρμάκου, τουτέστιν ὅταν ἤδη σαφῶς ἔχῃ τινὰ ταραχὴν ὀφθαλμὸς, οὐ μὴν περιμένειν γε χρὴ γενέσθαι τοῦτο. φθάνοντα δὲ χρῆσθαι κατὰ τὴν αἴσθησιν τοῦ πάθους ἐν παντὶ καιρῷ τῆς ἡμέρας, εἰ καὶ πεπωκώς τις εἴη καὶ δεδειπνηκὼς, καὶ πολλάκις γε χρῆσθαι φυλαττόμενον, ὡς ἔφην, ἅπτεσθαι τῶν χιτώνων. χρὴ δὲ καὶ τὸν ὑπαλειφόμενον αὐτὸν ἀνεῳγμένα παρέχειν τὰ βλέφαρα, κᾀπειδὰν ὑπαλείψηται, μὴ ἐπιμύειν αὐτοῖς. τοῦτο μὲν ὑπ’ἐμοῦ συνετέθη τὸ φάρμακον, οὐκ ἐπιτρέπον ὀφθαλμιάσαι τὸν καλῶς τούτῳ χρώμενον. ἐφεξῆς δὲ γράψω τὰ πρὸς διαθέσεις ἁρμόττοντα, τὴν ἀρχὴν ἀπὸ τῶν ὑπ’Ἀσκληπιάδου γεγραμμένων ποιησάμενος.

4.7

τὰ ὑπ’Ἀσκληπιάδου γεγραμμένα ξηρὰ πρὸς ὀφθαλμούς. ἐν τῷ πρώτῳ τῶν ἐκτὸς Μαρκέλλας ἐπιγράφει, γράφεται κατὰ λέξιν οὕτως. ξηρὸν ἐκ τῶν τοῦ Ἡρακλείδου ψωρικῶν πρὸς περιβεβρωμένους κανθούς. Ϛ σποδίου Κυπρίας 𐅻 δʹ. ὀμφάκου ξηροῦ 𐅻 βʹ. νάρδου τριώβολον, πεπέρεως πεφρυγμένου κόκκους ιεʹ. λείοις χρῶ. ψωρικὸν Αἰλίου. Ϛ καδμείας 𐅻 δʹ. χαλκοῦ κεκαυμένου 𐅻 βʹ. τρῖβε μετ’ὄξους ἐν ἡλίῳ καὶ ξηράνας καὶ διαλύσας, ἀνελόμενος χρῶ. ἄλλο. Ϛ καδμείας 𐅻 αʹ. χαλκοῦ κεκαυμένου 𐅻 αʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ. πεπέρεως πεφρυγμένου ὀβολοὺς βʹ. λείοις χρῶ, ὡς σπουδαίῳ φαρμάκῳ. ἄλλο. Ϛ χαλκίτιδος μέρη δύο, καδμείας μέρος αʹ. κόψας καὶ σήσας τρῖβε ἐν ἡλίῳ, οἴνου ἐπιβάλλων ὅσον ἐξαρκεῖ, ἔπειτα ξηράνας καὶ διυλίσας ἀνελόμενος χρῶ. ἐκ τῶν Φιλοξένου ξηρὸν ἀχάριστον. Ϛ καδμείας 𐅻 βʹ. χαλκίτεως 𐅻 ηʹ. ἀλόης ὀβολοὺς βʹ. ἰοῦ ὀβολοὺς βʹ. πεπέρεως κόκκους δέκα, ῥόδων ἄνθους 𐅻 αʹ. λείοις χρῶ. τοῦ αὐτοῦ πρὸς ξηροφθαλμίαν καὶ σύκωσιν καὶ σηπεδόνας καὶ ὑπερσαρκώματα. Ϛ καδμείας 𐅻 ιʹ. χαλκίτεως 𐅻 ηʹ. πεπέρεως κόκκους ιεʹ. νάρδου Κελτικῆς 𐅻 αʹ. τρῖβε καδμείαν καὶ τὴν χαλκῖτιν μετ’οἴνου, καὶ ὅταν ξηρανθῇ, ἐπίβαλλε νάρδον καὶ τὸ πέπερι καὶ χνοῶδες ποιήσας χρῶ. ἄλλο. Ϛ καδμείας 𐅻 κʹ. χαλκίτεως 𐅻 μʹ. νάρδου Ἰνδικῆς δραχμὰς βʹ. σμύρνης πεφωγμένης 𐅻 βʹ. πεπέρεως κόκκους λεʹ. σκεύαζε δι’ὄξους δριμυτάτου. Καπίτωνος πρὸς ξηροφθαλμίας καὶ καθύγρους ὀφθαλμοὺς καὶ περιβεβρωμένους κανθοὺς καὶ βλέφαρα καὶ συκώδη. Καδμείαν Κυπρίαν λαβόντες θραύομεν, ὥστε ἀλφίτων ἔχειν τὸ μέγεθος, ἔπειτα Ἀττικῷ μέλιτι φυράσαντες βάλλομεν εἰς κώθωνα κεράμεον, τούτου δὲ τὸ στόμιον φιμώσαντες καὶ πηλῷ περιπλάσαντες τρῆμα ποιοῦμεν κατὰ τὴν τοῦ στόματος μεσότητα, ὥστε ἀναπνοὴν ἔχειν τὸ ὀπτώμενον, αὐτὸ δὲ τὸ ἀγγεῖον ὀρθὸν στήσαντες μεταξὺ ἀνθράκων ὑποκαίομεν. ἐκπύρου δὲ γενομένου προσέχομεν τοῖς διὰ τοῦ τρήματος ἀναφερομένοις ἀτμοῖς, καὶ εἰ μὲν μελάντεροι ἀναφέροιντο, ἔτι καίομεν · ὁπόταν δὲ λευκότεροι ἀναφαίνοιντο, αὐτάρκως ὠπτῆσθαι νομίσαντες, ἄραντες τὸ ἀγγεῖον καὶ ἀναπωμάσαντες κατασβεννύομεν τὴν καδμείαν οἴνῳ Ἰταλικῷ καὶ εἰς θυίαν ἐξεράσαντες τρίβομεν καὶ ξηραίνοντες ἀποτιθέμεθα πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, ἔχει δὲ οὕτω. Ϛ καδμείας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου 𐅻 ηʹ. στίμμεως 𐅻 ηʹ. τρίψας καὶ ἀνελόμενος χρῶ πυρῆνι μήλης ὑποστιμμίζων τὰ βλέφαρα καὶ πρωῒ καὶ πρὸς ἑσπέραν. ἄλλο. Ϛ καδμείας καυθείσης καθὰ προείρηται, 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου 𐅻 ηʹ. στίμμεως 𐅻 δʹ. ἀρμενίου 𐅻 βʹ. τρίψας καὶ ἀνελόμενος χρῶ. ἡμεῖς τὴν καδμείαν καὶ τὰ λοιπὰ στέατι ἐχίδνης φυράσαντες ὠπτήσαμεν, ἔπειτα οἴνῳ κατασβέσαντες καὶ λεάναντες ἐχρησάμεθα. τὰ δι’αἱματίτου Καπίτωνος ὀφθαλμικοῦ φάρμακα ἐπιτετευγμένα πρὸς τὰ ψωριῶντα βλέφαρα. Ϛ Καδμείας Κυπρίας δραχμὰς κδʹ. λίθου αἱματίτου δραχμὰς στʹ. ἐν ἄλλῳ ιστʹ. χαλκοῦ κεκαυμένου 𐅻 κδʹ. τὰ ξηρὰ κόπτεται, ὥστε ἔχειν ἀλφίτων τὸ μέγεθος, καὶ μέλιτι φυρᾶται καὶ ὀπτᾶται, καθὰ προείρηται, καὶ οἴνῳ κατασβέννυται καὶ ξηρανθέντα λεαίνεται. χρῆσις δεδήλωται. ἄλλο. Ϛ καδμείας 𐅻 κʹ. χαλκοῦ κεκαυμένου δραχμὰς ιʹ. λίθου αἱματίτου δραχμὰς ιʹ. κροκύδων πορφύρας Λακωνικῆς δραχμὰς ηʹ. μέλιτι φυράσας καὶ καύσας συντίθει καθὰ προείρηται. σωσάνδρου πρὸς μιλφώσεις καὶ κεχρονισμένας διαθέσεις, ποιεῖ δὲ πρὸς ἐγκανθίδας. Ϛ Καδμείας, στίμμεως, χαλκίτεως ὠμῆς, μίσυος ξενικοῦ ἀνὰ 𐅻 ηʹ. κόψας καὶ μέλιτι φυράσας, ὄπτα καθὰ προείρηται, ἔπειτα οἴνῳ καταβρέξας καὶ λεάνας καὶ ξηράνας ἀνελόμενος χρῶ. ἄλλο. Ϛ χαλκίτεως ὠμῆς, καδμείας, στίμμεως, μίσυος ξενικοῦ ἀνὰ δραχμὰς ηʹ. νάρδου Ἰνδικῆς 𐅻 βʹ. κρόκου πεφωγμένου δραχμὰς βʹ. πεπέρεως 𐅻 αʹ. τὰ μεταλλικὰ μέλιτι φυρᾶται καὶ καίεται καθὰ προείρηται, ἔπειτα οἴνῳ κατασβέννυται καὶ λεαίνεται, τούτοις ἐπιβάλλεται τότε νάρδινον καὶ τὸ κρόκινον πεφωγμένον καὶ τὸ πέπερι, ἔπειτα συλλεάναντες ἀνελόμενοι χρώμεθα. καλλιβλέφαρον φάρμακον ἐπιτετευγμένον ποιεῖ καὶ πρὸς κεχρονισμένας ὀφθαλμίας. Ϛ Στίμμεως κεκαυμένου καὶ οἴνου κατεσβεσμένου 𐅻 ιστʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. λιβάνου αἰθάλης, ναρδοστάχυος, σμύρνης πεφωγμένης, κρόκου, λεπίδος χαλκοῦ, ἀνὰ 𐅻 αʹ. ἅπαντα λεάνας ἀνελόμενος χρῶ. ἄλλο διὰ κρόκου. Ϛ κρόκου γο αʹ. γλαυκίου γο αʹ. σαρκοκόλλης γο αʹ. ἐγὼ καὶ ὀπίου γο αʹ. ἔβαλλον. ἄλλο τὸ Σεβεριανόν. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης γο βʹ. ἁλῶν ἀμμωνιακῶν, πεπέρεως λευκοῦ γο βʹ. φύλλου 𐅻 βʹ. λειώσας ἐπιμελῶς χρῶ. ἄλλο μάλιστα νηπίοις χρή σιμον. Ϛ στίμμεως δραχμὰς ιστʹ. μολύβδου 𐅻 ηʹ. λεπίδος 𐅻 αʹ. κρόκου 𐅻 αʹ. ῥόδων ἄνθους δραχμὴν μίαν, σμύρνης 𐅻 αʹ. νάρδου Ἰνδικῆς, λιβάνου ἄρρενος, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, φοινικοβαλάνων ὀστέα δέκα, πάντα βαλὼν εἰς ἄγγος κεραμεοῦν ὄπτα φιλοπόνως, ἔπειτα εἰς θυίαν κατεράσας καὶ τρίψας ἐπίβαλε ὀποβαλσάμου κοχλιάρια δύο, ἔπειτα ἀνακόψας καὶ ξηνάνας χρῶ. ξηρὸν Φιλοξένου πρὸς κνησμώδεις κανθοὺς καὶ περιβεβρωμένους, ποιεῖ καὶ πρὸς ἀμβλυωπίαν. Ϛ καδμείας δραχμὰς δʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. λείοις χρῶ. ταῦτα οὕτω σκευάζων. Ϛ καδμείας δραχμὰς ηʹ. κρόκου δραχμὰς βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 βʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ. λείοις χρῶ.

4.8

ὑγραὶ ὀφθαλμικαὶ πρὸς τὰς συκώδεις ἐπαναστάσεις καὶ πάσης σαρκὸς ἐξοχήν. ποιεῖ καὶ πρὸς ἐγκανθίδας καὶ πρὸς ἀρχομένας ὀφθαλμίας, ἐχρήσατο Φίλιππος ἐν Καισαρείᾳ. Ϛ Μίσυος ὀπτοῦ δραχμὰς ηʹ. σμύρνης 𐅻 δʹ. καδμείας δραχμὰς ηʹ. κρόκου 𐅻 βʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 βʹ. νάρδου Ἰνδικῆς, πεπέρεως λευκοῦ ἀνὰ δραχμὴν μίαν, μέλιτος Ἀττικοῦ κύαθον αʹ. ἄλλο. Ϛ μίσυος ὀπτοῦ δραχμὰς στʹ. χαλκάνθου δραχμὰς δʹ. σμύρνης δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κυάθους ιʹ. πάγχρηστος Ἐρασιστράτου πρὸς τὰ τραχώματα καὶ πάσας ὀφθαλμίας καὶ ὦτα πυορροοῦντα καὶ πρὸς τὰ δυσεπούλωτα ἕλκη καὶ τὰς ἐν στόματι νομάς. Ϛ Χαλκοῦ κεκαυμένου δραχμὰς βʹ. σμύρνης 𐅻 αʹ. πεπέρεως ὀβολοὺς βʹ. μίσυος ὀπτοῦ 𐅻 αʹ. κρόκου τριώβολον, οἴνου Χίου κοτύλην αʹ. γλυκέος Κρητικοῦ κοτύλης τὸ ἥμισυ, τρῖβε τὰ ξηρὰ τὸν οἶνον ἐπιβάλλων, καὶ ὅταν συμπίῃ, ἐπίβαλλε τὸν γλυκὺν καὶ ἀνακόψας κατέρα εἰς χαλκοῦν ἀγγεῖον καὶ ἕψε πυρὶ μαλακῷ χρώμενος, εἶτα ἀπόθου εἰς χαλκῆν πυξίδα. πρὸς τύλους καὶ πᾶσαν ἐξοχήν. Ϛ χαλκοῦ κεκαυμένου δραχμὰς βʹ. μίσυος κεκαυμένου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. κρόκου δραχμὴν μίαν, ὀμφακίου 𐅻 αʹ. οἴνου Χίου κυάθους βʹ. μέλιτος Ἀττικοῦ λίτρας Ϛ. χρῶ. Φιλοξένου ὑγρὰ ὀξυδερκικὴ, οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δʹ. ἰοῦ 𐅻 βʹ. οἴνῳ διαλύσας καὶ συντρίψας ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἄλλο. Ϛ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβʹ. ἰοῦ 𐅻 στʹ. σμύρνης δραχμὰς βʹ. συντίθει καθὰ προείρηται. ἄλλο. Φαίδρου τὸ ῥινίον. Ϛ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς δʹ. ἰοῦ 𐅻 αʹ. ἀλκυονίου πεφωγμένου δραχμὴν μίαν, λίθου Ἀσίου ἄνθους τριώβολον, συντίθει καὶ χρῶ καθὰ προείρηται. ἄλλο. Ϛ ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ηʹ. ἰοῦ 𐅻 ηʹ. λίθου Ἀσίου ἄνθους δραχμὰς βʹ. ὀβολοὺς βʹ. ἀλκυονίου δραχμὴν μίαν, ὀβολοὺς βʹ. ὀπίου 𐅻 αʹ Ϛ . σμύρνης 𐅻 αʹ Ϛ. συντίθει καὶ χρῶ καθὰ προείρηται. Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα, ἀφαιρεῖ καὶ δέρματα παραυτίκα. Ϛ Ἰοῦ Κορινθίου 𐅻 στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. ὀβολοὺς δʹ. ἁλὸς ὀρυκτοῦ 𐅻 δʹ. κολοκυνθίδος ἐντεριώνης 𐅻 δʹ. ταυρείας χολῆς δραχμὰς βʹ. νίτρου μέλανος 𐅻 αʹ Ϛ . πεπέρεως λευκοῦ, κόκκους μʹ. μέλιτος Ἀττικοῦ κυάθους στʹ. συντίθει καθὰ προείρηται καὶ ἀνελόμενος εἰς πυξίδα πρινίνην χρῶ. ἄλλη Αἰγυπτία πρὸς τύλους καὶ λευκώματα καὶ κεχρονισμένας διαθέσεις. Ϛ ἰοῦ δραχμὰς στʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. κολοκυνθίδος ἐντεριώνης δραχμὰς γʹ. χολῆς ταυρείας 𐅻 βʹ. νίτρου μέλανος 𐅻 βʹ. κυάθοις στʹ. ἀναλάμβανε μέλιτι Ἀττικῷ καὶ χρῶ. πρὸς ὀξυδερκίαν Ἀντωνίου Μούσα, ποιεῖ καὶ πρὸς γλαυκώσεις. Ϛ πέρδικος ἀγρίου χολῆς μέρος αʹ. ἐν ἄλλῳ. περδικίου βοτάνης χυλοῦ, ἔνιοι κενταυρείου χυλοῦ μέρη τρία, μέλιτος Ἀττικοῦ τὸ ἴσον. ἄλλο. Ϛ ὄρνιθος γηραιοῦ χολῆς μέρος αʹ. κενταυρείου χυλοῦ μέρος αʹ. μέλιτος Ἀττικοῦ μέρη τρία, ποιεῖ πρὸς γλαυκώσεις. ὀξυδερκικὴ Λάργου. Ϛ μαράθρου χυλοῦ τῆς ῥίζης μέρος αʹ. μέλιτος τὸ ἴσον, ἀνελοῦ εἰς πυξίδα χαλκῆν, χρῶ. ἄλλο. Ϛ μαράθρου χυλοῦ τῆς ῥίζης μέρος αʹ. χελιδονίας χυλοῦ τὸ ἴσον, μέλιτος Ἀττικοῦ τὸ ἴσον. Αἰλίου Γάλλου πρὸς ὑποχύσεις. Ϛ ἀλεκτρυόνος χολῆς δραχμὰς ηʹ. χελώνης θαλασσίας χολῆς 𐅻 ηʹ. μέλιτος Ἀττικοῦ τὸ ἴσον, ταυρείας χολῆς δραχμὰς βʹ. κρόκου 𐅻 βʹ. ὀποβαλσάμου δραχμὰς βʹ. κόψας χρῶ. Κασσίου πρὸς ὑποχύσεις. χολὴν ταυρείαν κενώσας εἰς πυξίδα χαλκῆν ἔα ἐπὶ ἡμέρας ιʹ. εἶτα ἀναλαβὼν δραχμὰς βʹ. σμύρνης, κρόκου 𐅻 βʹ. ὀποπάνακος δραχμὰς βʹ. ὀποβαλσάμου 𐅻 βʹ. πεπέρεως κόκκους ιβʹ. μέλιτος Ἀττικοῦ τὸ διπλοῦν, τῇ χολῇ ἅπαντα μίξας, ἕψε ἐν ἀγγείῳ χαλκῷ καὶ ἀπόθου εἰς πυξίδα χαλκῆν καὶ χρῶ. ὑγρὰ βασιλὶς, ταύτην καλοῦμεν ἀναληπτικήν. Ϛ ὀμφάκου δραχμὰς βʹ. σμύρνης 𐅻 βʹ. ἀετοῦ χολῆς δραχμὰς βʹ. ὀποβαλσάμου δραχμὰς βʹ. ἐλαίας δακρύου 𐅻 βʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὴν μίαν, χολῆς ὑαίνης 𐅻 βʹ. μέλιτι ἀναλάμβανε. ἄλλο. Ϛ ὀμφάκου δραχμὰς βʹ. σμύρνης 𐅻 αʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 αʹ. κρόκου 𐅻 αʹ. ὀποβαλσάμου 𐅻 αʹ. ἐλαίας δακρύου 𐅻 αʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 αʹ. χολῆς ὑαίνης 𐅻 ηʹ. ἀναλάμβανε μέλιτι Ἀττικῷ. ἐν ἄλλῳ, ἐλαίου παλαιοῦ κυάθους βʹ. Ἀντωνίου Μούσα. Ϛ χολῆς ὑαίνης 𐅻 αʹ. ἀρκείου χολῆς 𐅻 ιβʹ. ὀποβαλσάμου δραχμὰς βʹ. ἁλὸς ὀρυκτοῦ δραχμὴν μίαν, κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. μέλιτος Ἀττικοῦ κυάθους βʹ. μαράθρου χυλοῦ κυάθους βʹ. Φιλοξένου. Ϛ χολῆς ὑαίνης 𐅻 αʹ. Ϛ. στέατος ἐχίδνης 𐅻 αʹ. Ϛ . κρόκου δραχμὴν μίαν, ὀμφάκου 𐅻 αʹ. σμύρνης 𐅻 τὸ ἥμισυ, ὀποβαλσάμου 𐅻 αʹ. μέλιτος Ἀττικοῦ δραχμὰς ηʹ. βάμματα λευκωμάτων. Κηκίδα λείαν ἔχε ἐν ἀποθέτῳ, ἐν δὲ τῇ χρήσει παράπτου πυρῆνι μήλης θερμαίνων τὸν πυρῆνα, ἔπειτα χαλκάνθῳ ὕδατι ἀναλυθέντι παράπτου. ἄλλο. σιδίοις λείοις παράπτου, ἔπειτα χαλκάνθῳ ὕδατι διαλυθείσῃ παράπτου. ἄλλο. Ϛ μίσυος, χαλκάνθου, κηκίδων ὀμφακίνων, ἑκάστου τὸ ἴσον κόψας καὶ σήσας ἀπόθου, ἐν δὲ τῇ χρήσει παράπτου ξηρῷ. ἄλλο. Ϛ στυπτηρίας σχιστῆς, σιδίων, ῥοιᾶς, μέλιτος, ἀκακίας καρποῦ, ἑκάστου τὸ ἴσον κόψας παράπτου. πρὸς γλαυκοφθάλμους, ὥστε μελαίνας ἔχειν κόρας. σιδίων γλυκέων τὸν χυλὸν παρεγχυμάτιζε, ἔπειτα διαστήσας ἔνσταζε ὑοσκυάμου τὸ ἄνθος τρίψας μετ’οἴνου ὑοσκυάμου χυλοῦ, δεῖ δὲ τῷ δέοντι καιρῷ ταῦτα συνάγειν καὶ ἀποτίθεσθαι. ἄλλο. ἀκακίας τὸν καρπὸν καὶ κηκίδων ὀλίγον τρίψας ἐπιμελῶς, ἀναλάμβανε ἀνεμώνης τῷ χυλῷ, ὥστε μέλιτος ἔχειν τὸ πάχος, ἔπειτα ἐκθλίψας διὰ ῥάκους ἐπιμελῶς, ὡς ὑγρὸν ἀπόθου καὶ χρῶ καθὰ προείρηται. πρὸς τριχῶντας, Ἀντωνίου Μούσα. ὀρνέου τοῦ καλουμένου κιναίδου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ μίξας ἀπόθου, ἐν δὲ τῇ χρήσει τὴν τρίχα ἀποτίλας ἐπίχριε τὸν τόπον τῷ φαρμάκῳ. ἄλλο. Ϛ ἰχθύος φάγρου τὴν χολὴν καὶ ἀκονίτου ἥμισυ, ἐπὶ λεπίδος σιδηρᾶς πεπλυμένης στέατι δεῦσον καὶ τούτοις ἐπίβαλε ἀμυγδαλίνου ἐλαίου ὀλίγον καὶ νυκτερίδος αἵματος ὅσον ἐξαρκεῖ, ἔπειτα μίξας καὶ ἀνελόμενος χρῶ καθάπερ προείρηται. ἀνακολλήματα τριχῶν, Ἡρακλείδου Ταραντίνου. Ϛ Κηροῦ 𐅻 αʹ. πίσσης 𐅻 αʹ. λιθοκόλλης 𐅻 αʹ. ταυροκόλλης 𐅻 αʹ. μαστίχης δραχμὴν μίαν, ὁμοῦ τήξας ἀπόθου. ἐν δὲ τῇ χρήσει μηλωτίδος τὸ ἄκρον πυρώσας παράπτου τῷ φαρμάκῳ καὶ τὸ διαλυόμενον αἴρων ἀνακόλλα τὰς τρίχας. ἄλλο. Ϛ ῥητίνης ξηρᾶς, πίσσης ξηρᾶς ἀνὰ 𐅻 αʹ. θείου ἀπύρου δραχμὴν μίαν, ἀσφάλτου 𐅻 μίαν, κηροῦ 𐅻 βʹ. τήξας χρῶ. πρὸς τὰς ἐπὶ τῶν βλεφάρων κριθὰς, ἃς ποσθίας καλοῦσιν, Ἀντωνίου Μούσα. Ϛ Χαλβάνης μέρος αʹ. νίτρου ὀλίγον μίξας ἐπιτίθει · καὶ μίσυος ὠμοῦ ὅσον ὀλίγον μίξας ἐπιτίθει. ποιεῖ δὲ καὶ σῦκα ξηρὰ, ἐν οἰνομέλιτι ἑψηθέντα καὶ λεανθέντα, ὀλίγης χαλβάνης συλλεανθείσης. ποιεῖ δὲ καὶ ἄλευρον κρίθινον, ἐν οἰνομέλιτι ἑψηθὲν καὶ λεανθὲν μετ’ὀλίγου χαλβάνης συλλεανθείσης. Διονυσίου Μιλησίου πρὸς τριχῶντας. λαγωὸν θαλάσσιον καύσας ἐπὶ ὀστράκου καινοῦ καὶ τὴν σποδὸν τρίψας, ἀναλάμβανε κροτώνων τῷ αἵματι καὶ ἀνελόμενος εἰς πυξίδα κερατίνην χρῶ προεκτίλας τὴν τρίχα. ἄλλο. σαλαμάνδρας κεκαυμένης τὴν σποδὸν, ἀναλάμβανε ἐχίνων χερσαίων τῇ χολῇ καὶ χρῶ καθὰ προείρηται. ἔνιοι δὲ ἐχρήσαντο καστορίῳ μιχθέντι μέλιτι καστορίῳ καὶ βδέλλης κεκαυμένης τῇ τέφρᾳ κωνείου τὸν καρπὸν τρίψαντες καὶ αἵματι θύννης ἀναλαβόντες ἐπέχρισαν προαποτίλαντες τὴν τρίχα. πρὸς κριθὰς καὶ χαλάζια. Σαγαπηνὸν μετ’ὄξους τρίψας χρῶ. ἄλλο πρὸς αἰγίλωπας. Ϛ ἰλλεκέβρας χυλοῦ, στρύχνου χυλοῦ ἀνὰ λίτρας Ϛ. λιβάνου 𐅻 ηʹ. μαστίχης γο γʹ · . χαλβάνης λίτρας Ϛ . ἕψε τοὺς χυλοὺς μετὰ τοῦ λιβάνου, καὶ ὅταν διαλυθῇ, ἐπίβαλε τὴν χαλβάνην, τὴν γὰρ μαστίχην παραιτούμεθα. ἄλλο. Ϛ λιβάνου δραχμὰς ηʹ. λαδάνου 𐅻 δʹ. σχιστῆς δραχμὰς δʹ. σμύρνης 𐅻 ηʹ. κηροῦ 𐅻 δʹ. ἀφρονίτρου 𐅻 δʹ. πιτυᾶς λαγωοῦ 𐅻 δʹ. κόπτεται τὸ φάρμακον καὶ μαλάσσεται ἰρίνου μύρου ὑποστάθμῃ. τὰ πρὸς ὀφθαλμοὺς, ἐν τῷ αὐτῷ βιβλίῳ τῷ πρώτῳ τῶν ἐκτὸς Ἀσκληπιάδου γεγραμμένα καταπλάσματα καὶ ἀνακολλήματα καὶ περιχρίσματα. καταπλάσματα ὀφθαλμιώντων πρὸς περιωδυνίας καὶ μεγίστας ἐπιφορὰς, οἷς ἐχρήσατο Ἡρακλείδης Ταραντῖνος. Ϛ ῥόδων χλωρῶν ξηρῶν 𐅻 δʹ. κρόκου 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. ἀναλάμβανε μελιλώτου ἀφεψήματι ἐν γλυκεῖ. ἄλλο. Ϛ ῥόδων, λευκοΐων, μελιλώτων, κωδυῶν μήκωνος ἀνὰ 𐅻 βʹ. κρόκου 𐅻 αʹ. ὀπίου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. ὠοῦ ὀπτοῦ τὴν λέκυθον τρίψας καὶ γλυκεῖ ἀναλαβὼν χρῶ καθὰ προείρηται. ἐπιχρίσματα πρὸς περιωδυνίας, οἷς ἐχρήσατο Γλαῦκος. Ϛ Ἀλόης, λυκίου Ἰνδικοῦ, ῥόδων χλωρῶν, κρόκου, ὀπίου, σμύρνης, ἑκάστου τὸ ἴσον, οἴνῳ φυράσας ἀνάπλασσε τροχίσκους καὶ ξήραινε ἐν σκιᾷ. ἐν δὲ τῇ χρήσει γλυκεῖ διαλύσας ἐπίχριε τοὺς ὀφθαλμοὺς καὶ τὸ μέτωπον καὶ τοὺς κροτάφους. Φιλοξένου πρὸς ῥεῦμα πολὺ καὶ περιωδυνίας. Ϛ ῥόδων ἁπαλῶν φύλλων 𐅻 βʹ. ὑοσκυάμου σπέρματος δραχμὰς ηʹ. λιβανωτοῦ δραχμὰς γʹ. σμύρνης 𐅻 δʹ. ἀλεύρου ἀλφίτων ὀξύβαφον, ὠοῦ ὀπτοῦ ἑνὸς τὸ ἐντὸς, μανδραγόρου χυλοῦ δραχμὰς δʹ. κρόκου 𐅻 βʹ. ὀπίου δραχμὰς δʹ. οἴνου αὐστηροῦ ὅσον ἐξαρκεῖ ἀνάπλαττε καὶ χρῶ καθὰ προείρηται. ἐπίχριστος ἀνθηρά. Ϛ κρόκου 𐅻 δʹ. λιβάνου δραχμὰς βʹ. κινναβάρεως δραχμὰς δʹ. κόμμεως 𐅻 βʹ. οἴνῳ ἀναλάμβανε. ἐν δὲ τῇ χρήσει τρίψας καὶ στερεὸν ποιήσας ἐπίβαλλε μέλιτος ὀλίγον. ἄλλο τὸ λύχνιον ἐπιγραφόμενον. Ϛ κρόκου δραχμὴν μίαν, λιβάνου δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως δραχμὰς βʹ. κινναβάρεως 𐅻 βʹ. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἐν ἄλλοις κρόκου ῥοδοειδοῦς 𐅻 δʹ. κινναβάρεως 𐅻 βʹ. σμύρνης, ὀπίου, ἀνὰ δραχμὰς βʹ. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἐπίχριστα δακνηρὰ παραχρῆμα ἐπέχει τὸ ῥεῦμα, ποιεῖ καὶ πρὸς ψωροφθαλμίαν. Ϛ Χαλκοῦ κεκαυμένου δραχμὰς δʹ. κρόκου 𐅻 δʹ. πεπέρεως λευκοῦ δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ ἔξωθεν ἐπιχριόμενον, ἀνακόπτει μεγίστας ἐπιφορὰς, φυλάττεσθαι δὲ δεῖ τὰς παρεμπτώσεις τοῦ φαρμάκου. ἄλλο τὸ φλόγινον ἐπιγραφόμενον. Ϛ χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ. κρόκου 𐅻 στʹ. πεπέρεως λευκοῦ δραχμὰς δʹ. σμύρνης 𐅻 γʹ. ὀπίου δραχμὰς γʹ. κόμμεως δραχμὰς ιβʹ. οἴνῳ Ἀμιναίῳ. ἀνακολλήματα ῥευμάτων ἐφεκτικά. Ϛ Γύρεως μέρος αʹ. σμύρνης μέρος αʹ. μάννης λιβάνου μέρος αʹ. ἀναλάμβανε ὠοῦ τῷ λευκῷ, ἔπειτα ἐμπλάσας εἰς ὀθόνιον ἐπιτίθει κατὰ τῶν κροτάφων καὶ τοῦ μετώπου. ἄλλο. Ϛ ὑοσκυάμου σπέρματος δραχμὰς ιβʹ. ὀπίου 𐅻 αʹ. κρόκου 𐅻 αʹ. γύρεως δραχμὰς δʹ. ὠῶν ὀπτῶν λεκίθους βʹ. καστορίου 𐅻 αʹ. ἅπαντα φυράσας ἀναλάμβανε καὶ χρῶ. κολλύριον πρὸς ἐπιφορὰν καὶ περιωδυνίαν καὶ ῥεῦμα πολὺ, ἐχρήσατο Μοσχίων γνώριμος. Ϛ γλαυκίου δραχμὰς ιστʹ. σαρκοκόλλης 𐅻 ηʹ. κρόκου δραχμὰς δʹ. κόμμεως δραχμὰς βʹ. τραγακάνθης δραχμὰς βʹ. μανδραγόρου χυλοῦ 𐅻 βʹ. ὀπίου δραχμὴν μίαν, ὕδατι ὀμβρίῳ ἀναλάμβανε καὶ χρῶ δι’ὠοῦ. Ἥρωνος ὀφθαλμικοῦ ψιττακὸς πρὸς περιωδυνίας καὶ ῥεῦμα πολὺ ὑπνοποιεῖ παραχρῆμα. Ϛ Γλαυκίου 𐅻 ιστʹ. κρόκου δραχμὰς ηʹ. σαρκοκόλλης 𐅻 ηʹ. ὀπίου δραχμὰς δʹ. μανδραγόρου χυλοῦ 𐅻 βʹ. τραγακάνθης 𐅻 ηʹ. ὕδατι ὀμβρίῳ. πρὸς τὰς εἰρημένας διαθέσεις τοῦ Νεαπολίτου. Ϛ γλαυκίου δραχμὰς μηʹ. σαρκοκόλλης 𐅻 κδʹ. κρόκου 𐅻 κδʹ. λίθου αἱματίτου 𐅻 ιβʹ. ὀπίου δραχμὰς ιβʹ. μανδραγόρου χυλοῦ 𐅻 ηʹ. κόμμεως 𐅻 ιστʹ. τραγακάνθης 𐅻 ιβʹ. ὕδωρ ὄμβριον. Σεργίου ὀφθαλμικοῦ Βαβυλωνίου. Ϛ γλαυκίου 𐅻 κδʹ. σαρκοκόλλης 𐅻 ιστʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 δʹ. λίθου αἱματίτου 𐅻 στʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδωρ ὄμβριον ἔγχριε μέχρι μιᾶς καὶ δευτέρας ἡμέρας, μὴ λυομένης δὲ τῆς διαθέσεως καταβαίνομεν ἐπὶ τὰς τῶν ἀκολούθων ἐγχρίσεις. ἄλλο. διάσμυρνον γλαυκιδανὸν ἐπιγραφόμενον. Ϛ γλαυκίου 𐅻 μηʹ. σαρκοκόλλης δραχμὰς μηʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς στʹ. σμύρνης δραχμὰς στʹ. αἱματίτου 𐅻 στʹ. τραγακάνθης δραχμὰς μηʹ. ὕδωρ ὄμβριον, χρῆσις δι’ὠοῦ. διάσμυρνον δι’αἱματίτου. Ϛ γλαυκίου 𐅻 ξδʹ. σαρκοκόλλης 𐅻 λβʹ. κρόκου 𐅻 ιβʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης 𐅻 στʹ. αἱματίτου 𐅻 ιστʹ. τραγακάνθης δραχμὰς μηʹ. κόμμεως 𐅻 ιστʹ. ἐν ἄλλῳ 𐅻 μηʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. ἄλλο. Ϛ γλαυκίου 𐅻 ξδʹ. σαρκοκόλλης δραχμὰς λβʹ. κρόκου 𐅻 κδʹ. ὀπίου 𐅻 στʹ. σμύρνης δραχμὰς στʹ. αἱματίτου 𐅻 στʹ. τραγακάνθης 𐅻 ιστʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. φωσφόρος πρὸς περιωδυνίαν καὶ πᾶσαν φλεγμονὴν καὶ τὰς ἐπιτεταμένας ἐπιφοράς. Ϛ Γλαυκίου 𐅻 κδʹ. σαρκοκόλλης δραχμὰς ηʹ. κρόκου, ὀπίου ἀνὰ δραχμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. μίσυος κεκαυμένου δραχμὰς ηʹ. κόμμεως 𐅻 ιθʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. εὔχρουν καθ’ὑπερβολὴν καὶ θαυμαζόμενον ἐπὶ τῶν ἔργων. Ϛ γλαυκίου 𐅻 κʹ. σαρκοκόλλης δραχμὰς ζʹ. κρόκου 𐅻ζʹ. σμύρνης δραχμὰς ζʹ. ὀπίου 𐅻 ζʹ. μίσυος κεκαυμένου 𐅻 ζʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. ἀνώδυνον διὰ χυλῶν πρὸς πᾶσαν περιωδυνίαν, ὕπνον ποιεῖ παραχρῆμα. Ϛ γλαυκίου δραχμὰς μηʹ. σαρκοκόλλης, τραγακάνθης ἀνὰ 𐅻 ιστʹ. κρόκου δραχμὰς ηʹ. ὀπίου 𐅻 δʹ. ῥόδων χυλοῦ δραχμὰς δʹ. λυκίου Ἰνδικοῦ 𐅻 δʹ. ὑοσκυάμου 𐅻 δʹ. μανδραγόρου χυλοῦ 𐅻 δʹ. κωνείου χυλοῦ δραχμὰς δʹ. κόμμεως 𐅻 ηʹ. ἀναλαμβάνεται μελιλώτου ἀφεψήματι, συντίθεται δὲ τὸν τρόπον τοῦτον · λαβὼν μελιλώτου λίτραν μίαν καὶ ὕδατος ὀμβρίου κοτύλας ιβʹ. ἕψε εἰς τὸ τρίτον, καὶ διαλύσας τὸ ὑγρὸν χρῶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν. ἄλλο. Ϛ γλαυκίου δραχμὰς μηʹ. σαρκοκόλλης 𐅻 κδʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς ιβʹ. λυκίου Ἰνδικοῦ 𐅻 ιβʹ. ὑοσκυάμου χυλοῦ δραχμὰς ιβʹ. κωνείου χυλοῦ 𐅻 ιβʹ. ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς μηʹ. κόμμεως 𐅻 μηʹ. ἀναλάμβανε ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. φαιὸν ἐπιγραφόμενον, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς περιωδυνίας. Ϛ καδμείας 𐅻 ιβʹ. δραχμὰς ιστʹ. χαλκοῦ κεκαυμένου 𐅻 στʹ. σμύρνης 𐅻 γʹ. ὀπίου δραχμὰς γʹ. ἀκακίας 𐅻 ζʹ. ὕδωρ ὄμβριον ὡς δεδήλωται. ἄλλο τὸ φαιὸν πρὸς πᾶν ῥεῦμα καὶ πᾶσαν ὀφθαλμίαν, ἐν ἄλλῳ παιδικόν. Ϛ χαλκοῦ κεκαυμένου 𐅻 ιβʹ. καδμείας δραχμὰς λβʹ. κόμμεως 𐅻 λβʹ. ἀκακίας 𐅻 λβʹ. σμύρνης δραχμὰς δʹ. ὀπίου 𐅻 δʹ. ὕδωρ ὄμβριον. ἄλλο ἐκ τῶν Φιλοξένου. Ϛ σποδοῦ Κυπρίας 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γʹ. ὀπίου, σμύρνης ἀνὰ 𐅻 γʹ. ἀκακίας, κόμμεως ἀνὰ δραχμὰς ζʹ. ὕδωρ ὄμβριον. χρῆσις δι’ὠοῦ ὡς δεδήλωται. τὸ Βηρύτιον ἐπιγραφόμενον, ἐχρήσατο Στράτων Βηρύτιος πρὸς τὰς μεγίστας ἐπιφορὰς, ὠφελεῖ παραχρῆμα. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. ἀκακίας δραχμὰς ιστʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. ὀπίου 𐅻 ιστʹ. κόμμεως δραχμὰς ιστʹ. κρόκου 𐅻 ιβʹ. σμύρνης δραχμὰς βʹ. ὕδωρ ὄμβριον. χρῆσις δι’ὠοῦ, δεῖ δὲ ἐγχυματίζειν συνεχῶς. ἄλλο πρὸς τὰς αὐτὰς διαθέσεις. Ϛ σποδοῦ πομφόλυγος δραχμὰς ιστʹ. ὀπίου 𐅻 ιβʹ. σμύρνης δραχμὰς ιβʹ. κόμμεως δραχμὰς ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. ὕδατι ὀμβρίῳ, χρῆσις ὡς δεδήλωται. τὸ ἀχάριστον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφοράς. μόνῳ τούτῳ ἐν Αἰγύπτῳ οἱ ἰατροὶ χρώμενοι εὐημεροῦσι καὶ μάλιστα ἐπὶ τῶν ἀγροικοτέρων. Ϛ Καδμείας δραχμὰς ιστʹ. ἀκακίας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ὀπίου δραχμὰς δʹ. ἐρείκης καρποῦ δραχμὰς δʹ. σμύρνης 𐅻 δʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδατι ἀναλάμβανε. χρῆσις διὰ γάλακτος γυναικείου, κρᾶσις μέση, ὅπου δέ ἐστι περὶ τοὺς ὀφθαλμοὺς διάθεσις, ἀπέχεσθαι δεῖ τοῦ κολλυρίου. δ’αὐτὸς ἐχρησάμην ἔχει οὕτως. Ϛ καδμείας δραχμὰς ιστʹ. ἐρείκης καρποῦ 𐅻 βʹ. χαλκοῦ κεκαυμένου δραχμὰς δʹ. ὀπίου 𐅻 βʹ. σμύρνης δραχμὴν μίαν, ἀκακίας 𐅻 στʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ἀναλάμβανε, χρῆσις δεδήλωται. ἄλλο. Ϛ καδμείας 𐅻 στʹ. ἐρείκης καρποῦ δραχμὰς δʹ. ὀπίου 𐅻 στʹ. λιβανωτοῦ δραχμὰς βʹ. σμύρνης 𐅻 ηʹ. λίθου σχιστοῦ δραχμὰς βʹ. ἀκακίας δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. κόμμεως 𐅻 κʹ. σκεύαζε καὶ χρῶ καθὰ προείρηται. τὸ Νεκτάριον Μάρκου ποιεῖ πρὸς ἀρχομένας ὀφθαλμίας, ποιεῖ καὶ πρὸς ἐπιφορὰς ῥεύματος λεπτοῦ, χημώσεις, οἰδήματα, ὑμένων ἐπαναστάσεις, σχεδὸν πρὸς πᾶσαν ὀφθαλμίαν ποιεῖ καὶ πρὸς βλέφαρα τραχέα. δεῖ δὲ πρὸ παντὸς προπυριᾷν, εἶτα ἐγχυματίζειν, ἐν ἀρχῇ μὲν τοῦ ῥεύματος δι’ὠοῦ ὑδαροῦς, προκοπτούσης δὲ τῆς ἐπιμελείας κατὰ μικρὸν ἐπιτείνειν τὴν κρᾶσιν. πρὸς δὲ τὰ τραχέα βλέφαρα χρώμεθα τῷ δι’ὕδατος κολλυρίῳ, παρ’ἄλλοις καλεῖται σφραγίς. Ϛ χαλκοῦ. κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δʹ. καδμείας 𐅻 δʹ. κρόκου δραχμὰς βʹ. ὀπίου δραχμὰς βʹ. κόμμεως 𐅻 στʹ. ὕδατι ἀναλάμβανε καὶ χρῶ, ὡς δεδήλωται. Σεργίου ὀφθαλμικοῦ. μονοήμερον ἐπιγραφόμενον. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς δʹ. σποδοῦ πομφόλυγος πεπλυμένου 𐅻 δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. κρόκου δραχμὰς βʹ. ὀπίου δραχμὰς βʹ. ἀκακίας 𐅻 στʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ, κρᾶσις ὑδαρὴς, μετὰ τὸ ἀποδακρῦσαι ἐγχυματίζειν χρὴ ὠοῦ τῷ λευκῷ καὶ πάλιν ὑπαλείφειν. δήξεως δὲ γενομένης ἀποπυριᾷν δεῖ καὶ πάλιν ἐγχυματίζειν ὠοῦ τῷ λευκῷ, μετὰ δὲ ταῦτα ἐπίχριε τῷ ἐπιγραφομένῳ μέλανι κολλυρίῳ. τοῦ Νεαπολίτου σφραγίς. Ϛ καδμείας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ἀκακίας δραχμὰς ηʹ. σποδοῦ Κυπρίας 𐅻 δʹ. κρόκου 𐅻 δʹ. ὀπίου δραχμὰς δʹ. κόμμεως 𐅻 ιβʹ. ὕδατι ἀναλάμβανε, χρῆσις δεδήλωται. Πακκίου σφραγίς. Ϛ καδμείας κεκαυμένης καὶ ἐσβεσμένης γάλακτι αἰγείῳ γυναικείῳ καὶ πεπλυμένης καὶ ἐξηραμμένης ἐν σκιᾷ 𐅻 ιʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιʹ. ἀκακίας 𐅻 ιʹ. ὀπίου 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. κόμμεως 𐅻 ιεʹ. ὕδωρ ὄμβριον. Ζωίλου συμφωνεῖ τῷ ἐκ τῶν Πακκίου. Φιλώτου ἀφροδιτάριον ἐπιγραφόμενον. Ϛ καδμείας πεπλυμένης 𐅻 κδʹ. ἀκακίας δραχμὰς λστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 ιβʹ. σποδοῦ Κυπρίας πεπλυμένης δραχμὰς ιβʹ. κόμμεως 𐅻 μηʹ. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ χρῶ δι’ὠοῦ ἐγχυματίζων συνεχῶς. μετὰ δὲ τὴν ἐπιμέλειαν λούεσθαι παραίνει. τούτῳ συνεχῶς ἐχρησάμην ἐπὶ τῶν μεγίστων ἐπιφορῶν. ἄλλο τὸ τοῦ Νεαπολίτου · ποιεῖ καὶ πρὸς τὰς μεγίστας ἐπιφορὰς, καὶ μάλιστα ἐπὶ τῶν δυσίκμων ὀφθαλμῶν καὶ ὑπολευκανθιζόντων κατὰ τὰς φλεγμονὰς, ὥστε ὅμοιον τῇ χημώσει ὑποφαίνειν. τούτῳ ἡμεῖς ἐχρησάμεθα μετὰ τὰς ἐγχρίσεις λούεσθαι παραινοῦντες. Ϛ Λίθου σχιστοῦ δραχμὰς ηʹ. λιβάνου 𐅻 ζʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης δραχμὰς δʹ. κόμμεως 𐅻 ηʹ. οἴνῳ. χρῆσις δι’ὠοῦ, κρᾶσις ὑδαρής. πολλάκις δὲ ἐγχυματίσαντας καὶ διαστήσαντας ἀπὸ τῆς ἐγχρίσεως λούεσθαι παραινεῖν. φαιὸν τὸ τοῦ Ὀλυμπιονίκου ἐπιγραφόμενον. ποιεῖ πρὸς τὰς μεγίστας περιωδυνίας, ποιεῖ καὶ πρὸς χημώσεις καὶ καθόλου τῶν ἐπιτετευγμένων ἐστὶ κολλυρίων · καὶ γὰρ εὐθέως ἀπαλλάττει. Ϛ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ηʹ. ἀκακίας δραχμὰς ηʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. ἀλόης Ἰνδικῆς 𐅻 ηʹ. κρόκου δραχμὰς δʹ. σμύρνης δραχμὰς δʹ. ὀπίου 𐅻 δʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ἀναλάμβανε, χρῆσις δι’ὠοῦ, κρᾶσις παχυτέρα. ἐγὼ δὲ προσέθηκα πομφόλυγος δραχμὰς δʹ. καὶ λιβανωτοῦ δραχμὰς δʹ. ἄλλο Ζωσίμου ἐπιγραφόμενον εὐῶδες. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ προσφάτους διαθέσεις. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης οἴνῳ Ἰταλικῷ, τουτέστι κατεσβεσμένης 𐅻 ηʹ. ἀλόης δραχμὰς ηʹ. στίμμεως 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ βʹ. κρόκου δραχμὰς βʹ. σμύρνης δραχμὴν μίαν, νάρδου Ἰνδικῆς 𐅻 αʹ. ὀπίου δραχμὴν μίαν, ἀκακίας δραχμὰς ιθʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδωρ ὄμβριον. Ἑρμείου ὀφθαλμικοῦ τὸ λουτρὸν, πρὸς τὰς μεγίστας ὀδύνας αὐθημερὸν τὸ μέγιστον. ποιεῖ καὶ πρὸς τὰς κεχρονισμένας ὀφθαλμίας. Ϛ Ἀλόης δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστʹ. ὀπίου 𐅻 ιστʹ. σμύρνης δραχμὰς ιβʹ. κρόκου δραχμὰς ηʹ. καδμείας 𐅻 δʹ. λιβανωτοῦ δραχμὰς γʹ. κόμμεως δραχμὰς ιστʹ. οἴνῳ Μενδησίῳ ἀναλάμβανε, χρῆσις δι’ὠοῦ, κρᾶσις ὑδαρής. δεῖ δὲ ἐκ διαστημάτων τριῶν τεσσάρων ὡρῶν ἐγχυματίσαντας ἐᾷν μέχρι ἀποκαταστάσεως, καί ποτε λούεσθαι παραινεῖν. Θεοδότιον φλακιανὸν, Ἁρποκράτιον ἐπιγραφόμενον, πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ περιωδυνίας, ἀπαλλάττει χωρὶς φλεβοτομίας. Ϛ Ἀκακίας χυλοῦ δραχμὰς κδʹ. καδμείας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. στίμμεως 𐅻 ιστʹ. ἀλόης δραχμὰς δʹ. κρόκου 𐅻 γʹ. σμύρνης δραχμὰς γʹ. λυκίου Ἰνδικοῦ δραχμὰς βʹ. καστορίου 𐅻 αʹ. ὀπίου δραχμὰς βʹ. κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ, κρᾶσις παχυτέρα, τὸ κολλύριον οἰδημάτων τοῖς βλεφάροις ἐπιφέρει. σκυλάκιον, αὐθημερὸν φάρμακον ἐπιτετευγμένον παραχρῆμα λύει τὰς φλεγμονάς. Ϛ Στίμμεως δραχμὰς μʹ. ἀκακίας 𐅻 μʹ. καδμείας δραχμὰς ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιδʹ. ψιμμυθίου δραχμὰς ηʹ. σμύρνης 𐅻 δʹ. νάρδου Ἰνδικῆς δραχμὰς δʹ. κρόκου 𐅻 βʹ. λυκίου Ἰνδικοῦ δραχμὰς δʹ. καστορίου δραχμὰς βʹ. ἀλόης δραχμὰς βʹ. ὀπίου δραχμὰς βʹ. χαλκίτεως ὀπτῆς δραχμὰς βʹ. κόμμεως δραχμὰς βʹ. ἀναλάμβανε ῥόδων ἀφεψήματι, χρῆσις δι’ὠοῦ, κρᾶσις παχυτέρα. τὸ τοῦ Νεαπολίτου φανίον πρὸς τὰς μεγίστας ἐπιφορὰς καὶ πρὸς περιωδυνίας, ποιεῖ καὶ πρὸς διαθέσεις. Ϛ Καδμείας πεπλυμένης δραχμὰς ηʹ. ἀκακίας δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 στʹ. στίμμεως πεπλυμένου δραχμὰς κʹ. ψιμυθίου δραχμὰς στʹ. σμύρνης δραχμὰς βʹ. ἀλόης δραχμὰς βʹ. νάρδου Κελτικῆς 𐅻 αʹ Ϛ. ὀπίου 𐅻 αʹ Ϛ . κρόκου δραχμὴν μίαν, καστορίου 𐅻 τὸ ἥμισυ, κόμμεως δραχμὰς κʹ, ὕδωρ ὄμβριον χρῶ ἐπαλείφων. ἄλλο φανίον σαραπιακὸν ἐπιγραφόμενον. Ϛ ἀκακίας δραχμὰς μʹ. στίμμεως δραχμὰς μʹ. καδμείας δραχμὰς ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. ἀλόης δραχμὰς γʹ. σμύρνης δραχμὰς δʹ. ψιμυθίου δραχμὰς ιβʹ. ὀπίου δραχμὰς βʹ. κρόκου δραχμὰς βʹ. νάρδου Ἰνδικῆς 𐅻 αʹ Ϛ. κόμμεως δραχμὰς κεʹ. ὕδωρ ὄμβριον, χρῶ ἐπαλείφων. μαλαβάθρινον ἡμέτερον, ποιεῖ πρὸς περιωδυνίας καὶ διαθέσεις ἐν ταῖς παρακμαῖς. Ϛ Καδμείας δραχμὰς ιστʹ. ἀκακίας 𐅻 μʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιδʹ. ὀπίου δραχμὰς βʹ. λυκίου Ἰνδικοῦ δραχμὰς βʹ. σμύρνης δραχμὰς δʹ. μαλαβάθρου δραχμὰς βʹ. νάρδου Ἰνδικῆς 𐅻 βʹ. καστορίου δραχμὰς βʹ. ἀλόης δραχμὰς βʹ. ψιμυθίου 𐅻 ηʹ. στίμμεως πεπλυμένου δραχμὰς ηʹ. κόμμεως 𐅻 μʹ. ὕδατι χρῆσις δι’ὠοῦ, ἐν ἀρχῇ τῶν διαθέσεων καὶ ἐν παρακμῇ γιγνομένου ἀπὸ μέρους τοῦ λεγομένου παγχρήστου. ἀναγέγραπται δὲ τοῦτο ἐν τοῖς δακνηροῖς κολλυρίοις. ἄλλο φιλαδέλφιον ἐπιγραφόμενον, ποιεῖ πρὸς τὰς τῶν φλεγμονῶν παρακμὰς καὶ ἕλκη ῥυπαρὰ καὶ φλυκταινῶν ἐπαναστάσεις, παραχρῆμα ὠφελεῖ. Ϛ στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιʹ. καδμείας δραχμὰς ηʹ. ἀκακίας 𐅻 βʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς γʹ. ἀλόης 𐅻 γʹ. ψιμυθίου δραχμὰς γʹ. λυκίου Ἰνδικοῦ 𐅻 βʹ Ϛ . σμύρνης 𐅻 βʹ Ϛ. νάρδου Ἰνδικῆς δραχμὰς βʹ. κρόκου 𐅻 βʹ. καστορίου δραχμὴν μίαν, ὀπίου 𐅻 αʹ. κόμμεως δραχμὰς ηʹ. ὕδωρ καὶ πρὸς τὴν ἀνάληψιν ὠῶν ιʹ. κολλύριον τὸ λευκὸν, πρὸς ἐπιφορὰς καὶ διαθέσεις ἐπιγράφεται τρυφερόν. Ϛ καδμείας πεπλυμένης 𐅻 ιστʹ. ψιμυθίου δραχμὰς ηʹ. ἀμύλου 𐅻 δʹ. κόμμεως 𐅻 δʹ. τραγακάνθης δραχμὰς δʹ. ὀπίου 𐅻 βʹ. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. χρῆσις δι’ὠοῦ. τὸ διὰ γῆς Σαμίας τέρεννον ἐπιγραφόμενον, πρὸς ἐπιφορὰς καὶ διαθέσεις. Ϛ καδμείας πεπλυμένης δραχμὰς ιβʹ. ψιμυθίου 𐅻 ιβʹ. γῆς Σαμίας δραχμὰς ιβʹ. ὀπίου 𐅻 αʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ἀναλάμβανε, χρῆσις δι’ὠοῦ. ἄλλο ἀνώδυνον πρὸς ῥεῦμα παντοῖον, ἕλκη, περιωδυνίας, ψύδρακας, προπτώσεις, χημώσεις, παντοίας διαθέσεις. Ϛ ψιμυθίου δραχμὰς ηʹ. γῆς Σαμίας δραχμὰς ηʹ. σποδοῦ πομφόλυγος 𐅻 ιβʹ. τραγακάνθης δραχμὰς βʹ. ὀπίου 𐅻 β. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. ἄλλο, Διόκλειον ἐπιγραφόμενον πρὸς περιωδυνίας καὶ ἐπιφορὰς, ὑποπύους ὀφθαλμοὺς, φλυκτίδας, ἕλκη, τοῦτο τὸ φάρμακόν ἐστι τρυφερώτερον. Ϛ Τραγακάνθης δραχμὰς ηʹ. κόμμεως 𐅻 δʹ. ἀμύλου δραχμὰς δʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. ψιμυθίου 𐅻 ηʹ. ὀπίου πεφωγμένου δραχμὰς βʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. τὸ διὰ λιβάνου φάρμακον ἐπιτετευγμένον πρὸς ῥεύματα καὶ χημώσεις. Ϛ καδμείας δραχμὰς κʹ. λιβάνου 𐅻 κʹ. ψιμυθίου δραχμὰς μʹ. ὀπίου 𐅻 στʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. ἡμεῖς δὲ οὕτως ἐσκευάσαμεν. Ϛ καδμείας 𐅻 δέκα, πομφόλυγος δραχμὰς ιʹ. λιβάνου 𐅻 ιʹ. ψιμυθίου δραχμὰς μʹ. ὀπίου 𐅻 στʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. ἄλλο, τρυφερὸν ἐπιγραφόμενον, πρὸς ἐπικαύματα, φλυκταίνας, χημώσεις καὶ μάλιστα ἐπὶ τῶν μη δ’ἡντιναοῦν δῆξιν ὑπομένειν δυναμένων. Ϛ Καδμείας πεπλυμένης 𐅻 ηʹ. ἀμύλου δραχμὰς ηʹ. λιβάνου δραχμὰς ηʹ. ψιμμυθίου 𐅻 μηʹ. ὀπίου δραχμὰς στʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δεδήλωται. κύκνος ἐπιγραφόμενος, τῆς βασιλίσσης πρὸς τὰς μεγίστας περιωδυνίας καὶ διαθέσεις. Ϛ Καδμείας δραχμὰς ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ηʹ. ἀμύλου 𐅻 βʹ. τραγακάνθης δραχμὰς βʹ. ἀκακίας δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως 𐅻 ιβʹ. ἀναλάμβανε ὕδατι ὀμβρίῳ καὶ πρὸς τὴν ἀνάληψιν ἐπίβαλε ὠῶν ὠμῶν προσφάτων τεσσάρων λευκά. Ἀερίανον, Διομήδους ἐπιγραφόμενον, κολλύριον ἐπιτετευγμένον πρὸς ἐπιφορὰς καὶ παλαιὰς διαθέσεις καὶ προσφάτους. Ϛ σποδοῦ πομφόλυγος 𐅻 ηʹ. ψιμυθίου δραχμὰς κʹ. ἰοῦ 𐅻 δʹ. σμύρνης δραχμὰς ιδʹ. λιβάνου δραχμὰς γʹ. ὀπίου 𐅻 γʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. κύκνος διὰ γῆς Σαμίας, πρὸς ἕλκη παντοῖα, πρὸς ἐπιφορὰς, περιωδυνίας, ὑπόπυα ὀφθαλμοῦ. Ϛ σποδοῦ πεπλυμένης 𐅻 ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ηʹ. γῆς Σαμίας 𐅻 δʹ. ἀμύλου 𐅻 δʹ. ἀκακίας 𐅻 δʹ. ὀπίου δραχμὰς δʹ. κόμμεως 𐅻 δʹ. τραγακάνθης 𐅻 βʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. ἄλλο, Διονυσίου ἐπιγραφόμενον. Ϛ ψιμυθίου δραχμὰς ληʹ. ἰοῦ σκώληκος 𐅻 ιστʹ. μηκωνείου 𐅻 ηʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ. χρῆσις διὰ γάλακτος. Ἀερίανον ἡμέτερον φάρμακον ἐπιτετευγμένον, πρὸς παλαιὰς διαθέσεις καὶ προσφάτους. Ϛ ψιμυθίου 𐅻 κδʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ιʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιʹ. λιβάνου δραχμὰς ιʹ. λεπίδος χαλκοῦ δραχμὰς εʹ. ὀπίου 𐅻 γʹ. σμύρνης δραχμὰς γʹ. κόμμεως δραχμὰς ιβʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. κολλύριον Γενναδίου. Ϛ ψιμυθίου 𐅻 ιηʹ. στίμμεως δραχμὰς ιβʹ. σμύρνης δραχμὰς ιβʹ. λεπίδος χαλκοῦ 𐅻 ιβʹ. ὀπίου 𐅻 στʹ. κόμμεως δραχμὰς κδʹ. ὕδωρ ὄμβριον. τὸ διὰ γῆς Σαμίας Πακκίου ὀφθαλμικοῦ, πρὸς τὰς ἐπιτεταμένας διαθέσεις. Ϛ καδμείας δραχμὰς ιστʹ. ψιμυθίου 𐅻 ιστʹ. Σαμίας γῆς δραχμὰς δʹ. ὀπίου 𐅻 βʹ. λιβάνου δραχμὰς βʹ. στίμμεως 𐅻 εʹ. κόμμεως δραχμὰς εʹ. ὕδατι ἀναλάμβανε. χρῆσις δι’ὠοῦ. θερινὸν ἐπιγραφόμενον. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κʹ. ἀκακίας 𐅻 βʹ. γῆς Σαμίας 𐅻 κʹ. ψιμμυθίου δραχμὰς κʹ. λεπίδος χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ. φλοιοῦ λιβάνου 𐅻 βʹ. τραγακάνθης δραχμὰς εʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. κολλύριον ὑγείδιον λεγόμενον. Ϛ Καδμείας δραχμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. ἀκακίας 𐅻 στʹ. ὀπίου 𐅻 βʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς βʹ. κόμμεως δραχμὰς στʹ. ἐρείκης καρποῦ 𐅻 αʹ. ὕδωρ ὄμβριον. ἀνίκητος ἀστὴρ πρὸς περιωδυνίας, φλυκτίδας, σταφυλώματα, ἕλκη ῥυπαρὰ καὶ νεμόμενα. ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει. Ϛ Καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ιστʹ. ἀμύλου 𐅻 ιβʹ. στίμμεως κεκαυμένου δραχμὰς ιβʹ. σποδοῦ 𐅻 ηʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. γῆς Σαμίας 𐅻 ηʹ. σμύρνης δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. τραγακάνθης 𐅻 ηʹ. ὕδωρ ὄμβριον. Λιβιανὸν ἐπιγραφόμενον πρὸς φλυκτίδας, ἐπικαύματα, ῥήξεις, κοιλώματα, ὑποπύους ὀφθαλμοὺς, χημώσεις, σταφυλώματα. ποιεῖ καὶ πρὸς περιωδυνίας καὶ διαθέσεις καὶ οὐλὰς ἀποσμήχει. Ϛ Καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ιστʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. ἀμύλου 𐅻 ιβʹ. σποδοῦ πομφόλυγος δραχμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. γῆς ἀστέρος δραχμὰς ηʹ. τραγακάνθης 𐅻 ηʹ. ὀπίου δραχμὰς βʹ. ὕδωρ ὄμβριον καὶ πρὸς τῇ ἀναλήψει ὠῶν κʹ. τὰ λευκά. ἄλλο τὸ Λιβιανόν. Ϛ πομφόλυγος δραχμὰς ηʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 ιστʹ. στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ιστʹ. ἀμύλου 𐅻 ιβʹ. γῆς Σαμίας 𐅻 ηʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. σμύρνης 𐅻 βʹ. ὀπίου δραχμὰς βʹ. τραγακάνθης 𐅻 βʹ. ὕδωρ ὄμβριον. τὸ διὰ τοῦ ἐλαφείου κέρατος πρὸς ἕλκη, φλυκτίδας, οὐλὰς ἀποσμήχει. Ϛ Κέρατος ἐλαφείου κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. λιβάνου δραχμὰς δʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. λεπίδος χαλκοῦ πεπλυμένης δραχμὰς βʹ. ὀπίου δραχμὴν μίαν, κόμμεως 𐅻 δʹ. ὕδωρ ὄμβριον. ἄλλο δι’ἐλάφου κέρατος τοῦ Νεαπολίτου. Ϛ μολύβδου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιστʹ. κέρατος ἐλαφείου κεκαυμένου δραχμὰς ιστʹ. λιβάνου 𐅻 ηʹ. ἀκακίαν δραχμὰς ηʹ. σποδοῦ Κυπρίου δραχμὰς ηʹ. ἀμύλου 𐅻 δʹ. ὀπίου δραχμὰς βʹ. λεπίδος χαλκῆς 𐅻 βʹ. κρόκου δραχμὰς ηʹ. σμύρνης 𐅻 δʹ. τραγακάνθης δραχμὴν μίαν, κόμμεως 𐅻 ηʹ. ὑοσκυάμου ἀποβρέγματι ἀναλάμβανε. χλωρὸν πρὸς διαθέσεις. Ϛ σποδοῦ Κυπρίου 𐅻 ιστʹ. ἀμύλου 𐅻 ιστʹ. κρόκου δραχμὰς ηʹ. στίμμεως 𐅻 ηʹ. ὀπίου 𐅻 δʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. ἄλλο χλωρὸν Ζωΐλου ὀφθαλμικοῦ. Ϛ σποδοῦ Κυπρίας δραχμὰς ηʹ. κρόκου 𐅻 ηʹ. ἀμύλου δραχμὰς ηʹ. ὀπίου δραχμὰς βʹ. στίμμεως 𐅻 ηʹ. κόμμεως δραχμὰς δʹ. ἀναλάμβανε ἀναγαλλίδος χυλῷ. ἄλλο ἐν ἄλλαις γραφαῖς ἔχει οὕτω, Ζωΐλου τὸ χλωρόν. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης καὶ οἴνῳ Ἰταλικῷ κατεσβεσμένης 𐅻 ηʹ. κρόκου 𐅻 δʹ. στίμμεως κεκαυμένου καὶ γάλακτι κατεσβεσμένου δραχμὰς δʹ. ἀμύλου δραχμὴν μίαν, κόμμεως δραχμὰς βʹ. ἀναλάμβανε χυλῷ ἀναγαλλίδος τῆς τὸ κυανὸν ἄνθος ἐχούσης. ἐκ τῶν Σκριβωνίου Λάργου τὸ ψιττάκιον ἐπιγραφόμενον, πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύματα, οὐλὰς ἀναλυομένας, προπτώσεις, συγχύσεις, ὅπου πολλὴ αἵματος παρέγχυσις θεωρεῖται. χρήσιμον δέ ἐστι καὶ πρὸς τὰς ἄλλας διαθέσεις, καὶ μάλιστα ἐπὶ τῶν εὐαισθήτων ὀφθαλμῶν, ἐφ’ὧν δάκρυον λεπτὸν ἀποκρίνεται. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Καδμείας δραχμὰς ηʹ. κρόκου 𐅻 ηʹ. στίμμεως 𐅻 ηʹ. ἀμύλου προσφάτου δραχμὰς ηʹ. ὀπίου 𐅻 δʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. τὸ τοῦ Ναυκρατίτου πρὸς διαθέσεις φάρμακον ἐπιτετευγμένον. Ϛ καδμείας 𐅻 ιβʹ. κρόκου δραχμάς ιβʹ. ὀπίου 𐅻 στʹ. λεπίδος στομώματος κεκαθαρμένης δραχμὰς εʹ. λεπίδος χαλκοῦ 𐅻 στʹ. ῥόδων χυλοῦ δραχμὰς ιστʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς εʹ. σμύρνης 𐅻 γʹ. νάρδου δραχμὰς βʹ. ἀκακίας δραχμὰς βʹ. κόμμεως 𐅻 ιβʹ. ὕδωρ ὄμβριον. Ἀνθαίου τὸ χλωρόν. Ϛ καδμείας 𐅻 μηʹ. σμύρνης δραχμὰς κδʹ. κρόκου 𐅻 μηʹ. ὀπίου δραχμὰς κδʹ. μολύβδου κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ηʹ. λεπίδος χαλκοῦ δραχμὰς στʹ. νάρδου Ἰνδικῆς 𐅻 στʹ. ἀκακίας 𐅻 στʹ. κόμμεως 𐅻 κδʹ. ὕδωρ ὄμβριον. τὸ διὰ χαλβάνης πρὸς περιωδυνίας καὶ ὀφθαλμίας, ἐχρήσατο Νικήτης. Ϛ καδμείας δραχμὰς ηʹ. σποδοῦ Κυπρίας 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης 𐅻 ηʹ. χαλβάνης δραχμὰς ηʹ. ὕδατι ἀναλάμβανε τὸ φάρμακον. τῶν ἄγαν ἐστὶ πεπιστευμένων, ἔχει δὲ καὶ κόμμεως 𐅻 ηʹ. ἐν ἄλλαις γραφαῖς σπόδιον οὐκ ἔχει. ἄλλο. Ϛ καδμείας 𐅻 ιστʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. σμύρνης, χαλβάνης ἀνὰ 𐅻 ηʹ. ὀπίου 𐅻 ηʹ. χαλκάνθης 𐅻 στʹ. κόμμεως 𐅻 στʹ. ὕδατι ὀμβρίῳ. διάρροδον Νείλου, ὡς Ἀνδρέας πρὸς περιωδυνίας, ῥεῦμα πολὺ καὶ λεπτὸν, φλυκτίδας, προπτώσεις. Ϛ Ῥόδων φύλλων χωρὶς τῶν λοβῶν δραχμὰς δʹ. κρόκου δραχμὰς βʹ. ὀπίου ὀβολὸν αʹ. νάρδου Ἰνδικῆς ὀβολὸν αʹ. κόμμεως δραχμὰς γʹ. ἐν ἄλλῳ κόμμεως 𐅻 αʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ, κρᾶσις ἀνειμένη. ἄλλο διάρροδον Νείλου, ἐχρήσατο Γαλλίων ὀφθαλμικός. Ϛ ῥόδων δραχμὰς δʹ. κρόκου 𐅻 βʹ. ἀκακίας 𐅻 αʹ. ὀπίου ὀβολὸν αʹ. νάρδου Ἰνδικῆς ὀβολὸν ἕνα, κόμμεως δραχμὰς γʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ, κρᾶσις ἀνειμένη. ἄλλο διάρροδον, ὡραῖον λεγόμενον πρὸς τὰς αὐτὰς διαθέσεις. Ϛ ῥόδων ὠνυχισμένων δραχμὰς κδʹ. κρόκου δραχμὰς ιβʹ. ἀμύλου 𐅻 στʹ. βαλαυστίου δραχμὰς δʹ. ὀπίου δραχμὰς δʹ. τραγακάνθης 𐅻 ηʹ. ὑοσκυάμου τῶν φύλλων τῷ χυλῷ ἀναλάμβανε. ἐν τῷ διδασκάλουτε καὶ Ἰωάννου βιβλίῳ γέγραπται τῷ κυπαρίσσου χυλῷ. ἄλλο. Ϛ ῥόδων 𐅻 ηʹ. κρόκου δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 αʹ. κόμμεως 𐅻 αʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. διάρροδον Τερεντίου διὰ τῆς πομφόλυγος. Ϛ ῥόδων ἁπαλῶν 𐅻 ιβʹ. σποδοῦ Κυπρίας δραχμὰς δʹ. κρόκου 𐅻 δʹ. ὀπίου δραχμὰς δʹ. νάρδου δραχμὰς δʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ. ἄλλο διάρροδον. Ϛ ῥόδων ἁπαλῶν δραχμὰς βʹ. κρόκου δραχμὰς στʹ. σποδοῦ Κυπρίου 𐅻 βʹ. ἀμύλου δραχμὰς βʹ. ἀκακίας δραχμὴν μίαν, νάρδου Ἰνδικῆς 𐅻 αʹ. κόμμεως δραχμὰς ιβʹ. τραγακάνθης 𐅻 αʹ. ὕδατι ὀμβρίῳ. διάρροδον εὐελπιδίου, διάσμυρνον ἐπικαλούμενον. Ϛ ῥόδων 𐅻 ρʹ. κρόκου δραχμὰς νʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης δραχμὴν μίαν Ϛ . κόμμεως δραχμὰς νʹ. οἴνῳ εὐώδει. χρῆσις δι’ὠοῦ. ἄλλο διάρροδον. Ϛ ῥόδων 𐅻 ρʹ. κρόκου δραχμὰς νʹ. ὀπίου δραχμὰς ηʹ. σμύρνης 𐅻 νʹ. κόμμεως 𐅻 ηʹ. οἴνῳ εὐώδει, χρῆσις δι’ὠοῦ. ἐγὼ τοῦτο ἐπεσκεύασα, ἀντὶ τῶν φύλλων τῶν ῥόδων, ἐμβάλλων ῥόδων ἄνθους 𐅻 βʹ. καὶ ὤφθη δαιμονίως ποιοῦν. διάρροδον τὸ διὰ τῶν οβʹ. τὸ μέγα λεγόμενον, ἐχρήσατο τούτῳ Λεύκιος καθηγητὴς πρὸς περιωδυνίας, φλυκτίδας, ἐπικαύματα, σταφυλώματα, προπτώσεις, πρὸς ὑποπύους ὀφθαλμοὺς, πρὸς ῥεύματα παλαιὰ, κεχρονισμένας ὀφθαλμίας καὶ δυσαπαλλάκτους διαθέσεις. Ϛ Ῥόδων χλωρῶν χωρὶς τῶν λοβῶν δραχμὰς οβʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδʹ. κρόκου δραχμὰς ξʹ. ὀπίου 𐅻 γʹ. στίμμεως δραχμὰς γʹ. οἱ δὲ 𐅻 στʹ. ἰοῦ 𐅻 βʹ. οἱ δὲ δραχμὰς γʹ. λεπίδος χαλκοῦ 𐅻 βʹ. νάρδου Ἰνδικῆς δραχμὰς βʹ. σμύρνης 𐅻 στʹ. οἱ δὲ δραχμὰς δʹ. κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ ἀναλάμβανε. ἄλλο διὰ τῶν οβʹ. Ϛ ῥόδων 𐅻 οβʹ. καδμείας κεκαυμένης καὶ πεπλυμένης δραχμὰς κδʹ. κρόκου 𐅻 στʹ. οἱ δὲ ηʹ. ὀπίου δραχμὰς γʹ. στίμμεως 𐅻 γʹ. σμύρνης 𐅻 γʹ. λεπίδος χαλκοῦ 𐅻 βʹ. ἰοῦ 𐅻 βʹ. νάρδου 𐅻 αʹ. οἱ δὲ βʹ. κόμμεως 𐅻 κδʹ. ὕδατι ὀμβρίῳ, χρῆσις διὰ τοῦ γάλακτος. τὸ διὰ τῶν λευκοΐων φάρμακον ἐπιτετευγμένον πρὸς ἐπιφορὰς καὶ διαθέσεις. Ϛ ἀκακίας δραχμὰς μή. λευκοΐων χυλοῦ 𐅻 μηʹ. σποδοῦ Κυπρίας 𐅻 κδʹ. κρόκου δραχμὰς κδʹ. σμύρνης 𐅻 δʹ. ὀπίου 𐅻 δʹ. οἱ δὲ στʹ. ὑοσκυάμου χυλοῦ 𐅻 δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς δʹ. κόμμεως 𐅻 δʹ. οἴνῳ Φαλερίνῳ. κολλύριον ἐχρήσατο Φλῶρος ἐπὶ Ἀντωνίας τῆς Λρούσου μητρὸς, παρ’ὀλίγον ὑπὸ τῶν ἄλλων ἰατρῶν πηρωθείσης. Ϛ Ἀκακίας δραχμὰς μηʹ. ῥόδων ξηρῶν 𐅻 μηʹ. μελιλώτων δραχμὰς μηʹ. σποδοῦ Κυπρίας 𐅻 κδʹ. μανδραγόρου μήλων δραχμὰς βʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς στʹ. ὑοσκυάμου σπέρματος ὀξύβαφα βʹ. ἐν ἄλλῳ 𐅻 κδʹ. σμύρνης δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 δʹ. κόμμεως 𐅻 μʹ. οἴνου Φαλερίνου, ὕδατος ὀμβρίου ἀνὰ κοτύλας γʹ. τὸν οἶνον καὶ τὸ ὕδωρ μίξας καὶ τούτοις ἐπιβαλὼν ῥόδα, μελίλωτον, ὑοσκυάμου σπέρμα, μανδραγόρου τὰ μῆλα. εἰ δὲ μή γε, τὸν φλοιὸν ἔα βρέχεσθαι ἐπὶ ἡμέρας γʹ, πέντε. ἔπειτα τὸ ὑγρὸν ἐκθλίψας χρῶ πρὸς τὴν τοῦ φαρμάκου σκευασίαν, καὶ ἀναπλάσας χρῶ ὡς δοκιμωτάτῳ. μήλινον τρυφερὸν ποιοῦν πρὸς τοὺς μη δ’ἡντιναοῦν δῆξιν φαρμάκων ὑπομένοντας, ποιοῦν πρὸς φλυκτίδας, προπτώσεις, ῥεῦμα δριμὺ καὶ πολὺ καὶ ἐπικαύματα καὶ πρὸς τὰς προσφάτους διαθέσεις. Ϛ Καδμείας κεκαυμένης καὶ γάλακτι ἐσβεσμένης 𐅻 ιστʹ. ψιμυθίου πεπλυμένου δραχμὰς ηʹ. κρόκου 𐅻 δʹ. ὀπίου 𐅻 αʹ. τραγακάνθης δραχμὰς βʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. ἄλλο πρὸς ἐπικαύματα, φλυκτίδας, προπτώσεις, περιωδυνίας. Ϛ ψιμυθίου δραχμὰς κδʹ. ἀμύλου 𐅻 ιβʹ. καδμείας πεπλυμένης 𐅻 ιʹ. λιβάνου δραχμὰς ιʹ. κρόκου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. κόμμεως 𐅻 ιʹ. τραγακάνθης 𐅻 βʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὠοῦ. διάρροδον ἀνέγκλητον. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κδʹ. ψιμυθίου δραχμὰς ιβʹ. ὀπίου 𐅻 στʹ. ῥόδων ἄνθους 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. λίθου σχιστοῦ 𐅻 ιβʹ. κόμμεως 𐅻 ιʹ. ὕδατι ὀμβρίῳ. χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ὠοῦ. ἄλλο. Ϛ καδμείας κεκαυμένης καὶ πεπλυμένης 𐅻 κδʹ. ψιμυθίου δραχμὰς ιβʹ. λίθου σχιστοῦ 𐅻 δʹ. ῥόδων ἄνθους δραχμὰς στʹ. κρόκου 𐅻 στʹ. ὀπίου δραχμὰς στʹ. κόμμεως 𐅻 στʹ. ὕδατι ὀμβρίῳ. χρῆσις πρὸς μὲν τὰ ῥυπαρὰ τῶν ἑλκῶν διὰ γάλακτος, πρὸς δὲ τὰ καθαρὰ δι’ὠοῦ. Κροκῶδες παιδικὸν ἐπιγραφόμενον τὸ διὰ τῆς πομφόλυγος, πρὸς ἐπιφορὰς καὶ περιωδυνίας καὶ τὰς ἐκ πληγῶν διαθέσεις. Ϛ Σποδοῦ πομφόλυγος δραχμὰς ιστʹ. κρόκου 𐅻 ιστʹ. ὀπίου δραχμὰς ιστʹ. τραγακάνθης 𐅻 ηʹ. ὕδατι ὀμβρίῳ, καὶ πρὸς τῇ ἀναλήψει ὠῶν τεσσάρων τὸ λευκόν. κολλύριον Γαΐου ὀφθαλμικοῦ. Ϛ σποδοῦ Κυπρίας δραχμὰς δʹ. ἀμύλου προσφάτου δραχμὰς ιβʹ. κρόκου 𐅻 βʹ. σμύρνης 𐅻 αʹ. μανδραγόρου χυλοῦ 𐅻 αʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ, χρῆσις δι’ὠοῦ. Ἀτιμητροῦ λυσιπόνιον. Ϛ χαλκάνθης ὠμῆς δραχμὰς μʹ. πομφόλυγος ὠμῆς δραχμὰς μʹ. ψιμυθίου δραχμὰς κδʹ. ὀπίου 𐅻 βʹ. κρόκου δραχμὰς δʹ. τὸ κρόκον εἰς ὕδωρ βάλλεται καὶ ἀποβρέχεται καὶ τῷ ἀποβρέγματι σκευάζεται τὸ κολλύριον. τὸ δ’ὑπολειφθὲν τοῦ κρόκου λεαίνεται καὶ μίγνυται τοῖς λοιποῖς, κόμμεως δραχμαῖς λβ. Διομήδους λυσιπόνιον πρὸς περιωδυνίας παραχρῆμα λύει τοὺς πόνους. Ϛ χαλκάνθης ὠμῆς δραχμὰς λβʹ. ψιμυθίου δραχμὰς λαʹ. σποδοῦ πομφόλυγος δραχμὰς ιστʹ. κρόκου δραχμὰς ιστʹ. λιβάνου 𐅻 ηʹ. σμύρνης δραχμὰς βʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδωρ ὄμβριον. χρῆσις δι’ὠοῦ. γενναῖόν ἐστι τὸ κολλύριον. τοῦ Ζωΐλου, ποιοῦν πρὸς τὰς παλαιὰς ὀφθαλμίας, μυοκεφάλους, σταφυλώματα καὶ παλαιὰ ῥεύματα. Ϛ καδμείας δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου δραχμὰς ηʹ. ψιμμυθίου δραχμὰς δʹ. ἀλόης δραχμὴν μίαν Ϛ. φύλλου κρόκου, χαλκίτεως ὀπτῆς, χαλκάνθου, ὀπίου λυκίου, ἀνὰ δραχμὴν μίαν, σμύρνης δραχμὰς βʹ. ἀκακίας δραχμὰς κʹ. ναρδοστάχυος δραχμὴν μίαν Ϛ . κόμμεως δραχμὰς κʹ. καστορίου 𐅻 δʹ. στίμμεως κεκαυμένου δραχμὰς ηʹ. ὕδωρ ὄμβριον. Ἀσκληπιάδου Πακκίου πρὸς περιωδυνίας, ῥεῦμα λεπτὸν καὶ πολὺ ἐπίκαυμα, φλυκτίδας, ὑμένων ἐπαναστάσεις, τραχώματα, κεχρονισμένας διαθέσεις καὶ τοὺς ὑπὸ πολλῶν ἐγχρίσεων βλαβέντας, παραχρῆμα ὠφελεῖ. τὰ δὲ τῆς σκευασίας ἔχει οὕτως. Ϛ Καδμείας δραχμὰς ιβʹ. χαλκοῦ κεκαυμένου 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. λεπίδος χαλκοῦ κεκαυμένου 𐅻 ιβʹ. σμύρνης δραχμὰς δʹ. νάρδου Ἰνδικῆς 𐅻 δʹ. ῥόδων ξηρῶν δραχμὰς δʹ. ὀπίου 𐅻 δʹ. λίθου αἱματίτου δραχμὰς δʹ. πεπέρεως λευκοῦ κόκκους κδʹ. κόμμεως δραχμὰς ιβʹ. οἴνου Χίου τὸ αὔταρκες. χρῆσις δι’ὠοῦ. ἐν ἄλλαις γραφαῖς ἔχει ῥόδων δραχμὰς γʹ. πεπέρεως κόκκους κεʹ. τὸ νεκτάριον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον. Ϛ καδμείας δραχμὰς ιβʹ. λεπίδος Κυπρίας πεπλυμένης 𐅻 ιβʹ. κρόκου δραχμὰς ιβʹ. ὀπίου 𐅻 δʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιβʹ. σμύρνης 𐅻 δʹ. λίθου αἱματίτου 𐅻 δʹ. ῥόδων ξηρῶν δραχμὰς δʹ. ναρδοστάχυος 𐅻 δʹ. μίσυος ὀπτοῦ δραχμὰς δʹ. κασσίας σύριγγος 𐅻 δʹ. πεπέρεως λευκοῦ κόκκους κεʹ. κόμμεως 𐅻 ιβʹ. οἰνῶ χρῶ. Ἀντιγόνου κροκῶδες λεοντάριον ἐπιγραφόμενον, ἐπειδή περ γλύμματι τούτῳ ἐσφραγίζετο, ποιεῖ πρὸς ἐπιφορὰς, περιωδυνίας, κεχρονισμένας διαθέσεις. ἔστι δὲ καὶ τοῖς τραχωματικοῖς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει, μάλιστα δὲ νηπίοις ἐστὶ χρήσιμον. Ϛ Σποδοῦ Κυπρίας 𐅻 μηʹ. κρόκου 𐅻 κδʹ. σμύρνης δραχμὰς ιβʹ. λίθου αἱματίτου 𐅻 ηʹ. ὀπίου δραχμὰς ιβʹ. πεπέρεως λευκοῦ κόκκους λστʹ. κόμμεως δραχμὰς πʹ. οἴνῳ Φαλερίνῳ. ἄλλο. Ϛ σποδοῦ Κυπρίας δραχμὰς πʹ. κρόκου δραχμὰς μʹ. σμύρνης 𐅻 κʹ. ὀπίου 𐅻 κʹ. αἱματίτου λίθου. 𐅻 ιβʹ. πεπέρεως κόκκους ξʹ. κόμμεως δραχμὰς πʹ. οἴνῳ Φαλερίνῳ. ἐκ τῶν Σκριβωνίου Λάργου, Μαχάωνος Ἀσκληπιὸς, πρὸς παλαιὰς διαθέσεις καὶ ὑποπύους ὀφθαλμούς. Ϛ Σποδοῦ πομφόλυγος δραχμὰς λβʹ. χαλκοῦ κεκαυμένου δραχμὰς λβʹ. κρόκου Σικελοῦ 𐅻 ιστʹ. σμύρνης 𐅻 στʹ. λίθου αἱματίτου δραχμὰς ιʹ. νάρδου Ἰνδικῆς 𐅻 στʹ. ὀπίου δραχμὰς στʹ. πεπέρεως κόκκους μʹ. οἴνῳ Χίῳ. ἐν τῷ Ἀθηνίππων Ἀσκληπιῶν ἔχει οὕτως, ὀπίου δραχμὰς ηʹ. Εὐημέρου πρὸς περιωδυνίας καὶ διαθέσεις. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 λβʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. κρόκου 𐅻 ιστʹ. σμύρνης δραχμὰς ηʹ. λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ναρδοστάχυος δραχμὰς δʹ. μίσυος κεκαυμένου 𐅻 δʹ. ὀπίου πεφωγμένου δραχμὰς δʹ. κόμμεως 𐅻 ιστʹ. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. διάσμυρνον εὐῶδες Συνέρωτος, φάρμακον ἐπιτετευγμένον πρὸς τὰς κεχρονισμένας διαθέσεις. ποιεῖ πρὸς ῥυάδας καὶ αἰγίλωπας. Ϛ Καδμείας πεπλυμένης 𐅻 κηʹ. λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου 𐅻 κεʹ. σποδοῦ Κυπρίας 𐅻 κδʹ. σμύρνης δραχμὰς μηʹ. κρόκου δραχμὰς δʹ. ὀπίου Ἱσπανοῦ δραχμὰς ηʹ. πεπέρεως λευκοῦ κόκκους λʹ. κόμμεως 𐅻 στʹ. οἴνῳ Ἰταλικῷ · χρῆσις δι’ὠοῦ ἐπὶ τῶν προσφάτων καὶ κρᾶσις ὑδαρής. ἔνιοι κρόκου δραχμὰς ιβʹ. Αἱμάτινον Συνέρωτος τραχωματικὸν ἀγαθόν. ποιεῖ πρὸς τὰς παλαιὰς διαθέσεις καὶ πρὸς συκώματα καὶ πᾶσαν ἐξοχὴν, μιγνύμενον τῷ Συνέρωτος εὐώδει. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 κδʹ. λίθου αἱματίτου 𐅻 αʹ. κρόκου 𐅻 δʹ. ὀπίου 𐅻 δʹ. κόμμεως 𐅻 ιβʹ. ὄξει δριμυτάτῳ. ἄλλο. Ϛ χαλκοῦ κεκαυμένου 𐅻 μηʹ. κρόκου δραχμὰς κδʹ. ὀπίου 𐅻 δʹ. κόμμεως Θηβαϊκῆς 𐅻 κδʹ. πομφόλυγος δραχμὰς ιηʹ. σμύρνης 𐅻 ιηʹ. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβʹ. λίθου αἱματίτου 𐅻 αʹ. ἰοῦ δραχμὰς δʹ. οἴνῳ ἀναλάμβανε. τοῦ Ἱέρακος τραχωματικόν. Ϛ μίσυος κεκαυμένου δραχμὰς ηʹ. κρόκου 𐅻 ηʹ. ὀπίου δραχμὰς ηʹ. λίθου αἱματίτου πεπλυμένου 𐅻 ηʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. σμύρνης 𐅻 ιβʹ. κόμμεως 𐅻 ιβʹ. ὄξει δριμυτάτῳ. Ἀπολλωνίου σκυλάκιον ἐπισήμως ἰατρεύσαντος, τουτέστι τὸ ἱεράκιον κολλύριον τραχωματικόν · ἐπιγράφεται φοῖνιξ. ποιεῖ καὶ πρὸς, μίλφους καὶ πρὸς κεχρονισμένας διαθέσεις. Ϛ Λίθου αἱματίτου κεκαυμένου καὶ πεπλυμένου 𐅻 λβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστʹ. ἰοῦ ξυστοῦ δραχμὰς ιστʹ. ὀπίου 𐅻 ηʹ. οἱ δὲ στʹ. καδμείας βοτρυΐτιδος 𐅻 δʹ. χαλκίτεως ὀπτῆς 𐅻 δʹ. κόμμεως 𐅻 ιστʹ. ὕδωρ ὄμβριον. ἄλλως Φοῖνιξ Ἀπολλωνίου, ὡς Ἄρειος Ἀσκληπιάδειος ἐνέγραψεν ἐν ταῖς ἰδίαις συναγωγαῖς τῶν φαρμάκων. Ϛ Λίθου αἱματίτου δραχμὰς κδʹ. λίθου σχιστῆς κεκαυμένης καὶ πεπλυμένης 𐅻 κδʹ. καδμείας 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου δραχμὰς ιβʹ. ὀπίου 𐅻 ηʹ. χαλκίτεως ὀπτῆς δραχμὰς δʹ. οἱ δὲ 𐅻 ηʹ. ἐν ἄλλῳ καὶ ἰοῦ δραχμὰς ιβʹ. κόμμεως δραχμὰς ιστʹ. ὕδωρ ὄμβριον. ἄλλο κολλύριον τραχωματικόν. Ϛ Χαλκίτεως κεκαυμένης δραχμὰς ιβʹ. μίσυος κεκαυμένης καὶ πεπλυμένης 𐅻 ηʹ. κρόκου, ὀπίου ἀνὰ δραχμὰς στʹ. λίθου αἱματίτου 𐅻 ηʹ. κόμμεως 𐅻 ιβʹ. ὄξει δριμυτάτῳ. κολλύριον τραχωματικὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει. ποιεῖ δὲ καὶ πρὸς κεχρονισμένας διαθέσεις. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 κδʹ. σποδοῦ πομφόλυγος 𐅻 ιστʹ. σμύρνης 𐅻 ιστʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 ιβʹ. λίθου αἱματίτου 𐅻 κδʹ. ὀπίου 𐅻 δʹ. πεπέρεως κόκκους ιβʹ. ἐν ἄλλῳ κόκκους ιστʹ. κόμμεως 𐅻 ηʹ. οἴνῳ ἀναλάμβανε καὶ χρῶ. Εὐημέρου, οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιοῦν καὶ πρὸς κεχρονισμένας διαθέσεις. Ϛ Καδμείας 𐅻 ξʹ. κρόκου δραχμὰς νʹ. ναρδοστάχυος 𐅻 κʹ. λεπίδος χαλκοῦ πεφωγμένου καὶ πεπλυμένου 𐅻 νʹ. σμύρνης 𐅻 νʹ. ὀπίου 𐅻 λʹ. χαλκοῦ κεκαυμένου 𐅻 ξʹ. μίσυος ὠμοῦ δραχμὰς νʹ. κόμμεως 𐅻 οʹ. οἴνῳ Χίῳ ἀναλάμβανε. ἄλλο Πυράμου, οὐλὰς καὶ τύλους ἀποσμῆχον καταστέλλει πᾶσαν ἐξοχήν. Ϛ Καδμείας Κυπρίας 𐅻 μʹ. λίθου αἱματίτου δραχμὰς μʹ. χαλκοῦ κεκαυμένου 𐅻 μʹ. μίσυος κεκαυμένου δραχμὰς κʹ. κρόκου 𐅻 κʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς κʹ. λεπίδος χαλκοῦ κεκαυμένης καὶ πεπλυμένης 𐅻 κʹ. ὀπίου δραχμὰς κʹ. σμύρνης 𐅻 κʹ. κόμμεως λίτραν μίαν, ὄξει δριμυτάτῳ χρῶ. ἄλλο Εὐημέρου πρὸς τὰς αὐτὰς διαθέσεις. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδʹ. σποδοῦ πομφόλυγος δραχμὰς ιβʹ. σμύρνης 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς ιβʹ. λίθου αἱματίτου 𐅻 δʹ. πεπέρεως δραχμὰς ιβʹ. κόμμεως δραχμὰς ηʹ. οἴνου Χίου τὸ ἀρκοῦν. Λυγκεὺς ἐπιγραφόμενον πρὸς τετυλωμένας διαθέσεις, ὀξυδερκὲς ἀγαθὸν, οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Καδμείας 𐅻 ιβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ιβʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 ιβʹ. σμύρνης 𐅻 ιστʹ. λίθου αἱματίτου 𐅻 στʹ. ὀπίου 𐅻 στʹ. ἀλόης 𐅻 δʹ. χολῆς ταυρείας 𐅻 δʹ. χαλβάνης 𐅻 δʹ. ἰοῦ 𐅻 αʹ. ὀποπάνακος 𐅻 δʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 βʹ. κόμμεως 𐅻 στʹ. οἱ δὲ 𐅻 βʹ. ὕδωρ ὄμβριον. ῥίνημα ἐπιγραφόμενον. ποιεῖ πρὸς τετυλωμένας διαθέσεις καὶ οὐλὰς ἀποσμήχει, ποιεῖ καὶ πρὸς ὑποχύματα. Ϛ Καδμείας δραχμὰς μηʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς μηʹ. χαλκοῦ κεκαυμένου 𐅻 μηʹ. ὀπίου δραχμὰς ιστʹ. ἰοῦ Κυπρίου δραχμὰς ιστʹ. ἀλόης 𐅻 ιστʹ. σμύρνης δραχμὰς ιστʹ. λίθου αἱματίτου δραχμὰς κδʹ. χαλβάνης δραχμὰς ιδʹ. ὀποπάνακος δραχμὰς ιηʹ. χολῆς ταυρείας 𐅻 ηʹ. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δʹ. κόμμεως δραχμὰς ξʹ. ὕδωρ ὄμβριον. χρῆσις ὑδαρής. κολλύριον ἁρμάτιον ἐπιγραφόμενον, ἐχρήσατο Πτολεμαῖος βασιλεὺς, σμηκτικὸν, οὐλὰς ἀποσμήχει. ἔστι δὲ καὶ ὀξυδερκικὸν καὶ τραχωματικὸν ἀγαθόν. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 ηʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ηʹ. λίθου αἱματίτου 𐅻 ηʹ. φλοιοῦ λιβάνου δραχμὰς ηʹ. κόμμεως 𐅻 ηʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὕδατος, ἐν ἄλλαις γραφαῖς ἔχει καὶ ἰοῦ δραχμὰς βʹ. τὸ διὰ τοῦ αἱματίτου ὀξυδερκικὸν οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Ἀμμωνιακοῦ θυμιάματος δραχμὰς κδʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς κδʹ. λίθου αἱματίτου δραχμὰς κδʹ. κόμμεως δραχμὰς κδʹ. ἰοῦ δραχμὰς ηʹ. ὕδωρ ὄμβριον. ἀρτεμώνιον ἐπιγραφόμενον, ἐχρήσατο Βάσσος ἑταῖρος. ποιεῖ πρὸς τὰ χρόνια ῥεύματα καὶ πρὸς τὰς τῶν βλεφάρων τραχύτητας καὶ πρὸς τοὺς μυδῶντας καὶ βεβρωμένους κανθοὺς, καθύγρους ὀφθαλμοὺς καὶ τὰς τῶν ὑμένων ἐξοχάς · οὐλὰς καὶ τύλους ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν. Ϛ Στίμμεως δραχμὰς δʹ. χαλκοῦ κεκαυμένου 𐅻 βʹ. ψιμυθίου δραχμὰς βʹ. κρόκου 𐅻 αʹ. σμύρνης 𐅻 αʹ. φλοιοῦ λιβάνου 𐅻 αʹ. ἰοῦ σκώληκος 𐅻 αʹ. κηκίδων ὀμφακίνων 𐅻 αʹ. πεπέρεως λευκοῦ δραχμὴν μίαν, κόμμεως 𐅻 αʹ. οἴνῳ ἀναλάμβανε, χρῆσις δι’ὕδατος. ἄλλο φάρμακον ἐπιτετευγμένον. Ϛ καδμείας δραχμὰς ηʹ. στίμμεως 𐅻 ηʹ. ψιμυθίου δραχμὰς ηʹ. χαλκοῦ κεκαυμένου δραχμὰς δʹ. φλοιοῦ λιβάνου δραχμὰς βʹ. κρόκου 𐅻 βʹ. σμύρνης δραχμὰς βʹ. ἰοῦ σκώληκος δραχμὰς βʹ. κηκίδων ὀμφακίνων 𐅻 βʹ. πεπέρεως λευκοῦ 𐅻 αʹ. κόμμεως δραχμὰς δʹ. οἴνῳ ἀναλάμβανε. κολλύριον Ἰνδικὸν ἀέρινον ἐπιγραφόμενον προκαταληπτικὸν ἁπάσης ὀφθαλμίας, ποιεῖ πρὸς ἀμβλυωπίας καὶ ψωρώδεις διαθέσεις καὶ πρὸς βεβρωμένους κανθοὺς καὶ οὐλὰς ἀποσμήχει. τὸ δὲ μέγιστον τοῦ φαρμάκου τοῦτό ἐστι τὸ μετὰ τὰς ἐγχρίσεις ἀταράχους τοὺς ὀφθαλμοὺς διαφυλάττειν. Ϛ Ψιμυθίου Ῥοδιακοῦ δραχμὰς μηʹ. καδμείας Κυπρίας 𐅻 κδʹ. μέλανος Ἰνδικοῦ δραχμὰς ηʹ. ὀπίου 𐅻 ηʹ. πεπέρεως λευκοῦ δραχμὰς ηʹ. στʹ. ὀποβαλσάμου 𐅻 ηʹ. στʹ. κόμμεως 𐅻 ιστʹ. κινναμώμου 𐅻 βʹ. ἐν ἄλλῳ 𐅻 ιβʹ. ὕδατι ὀμβρίῳ. Ἑρμοφίλου θαλασσερὸς κολλύριον ἐπιτετευγμένον πρὸς ὑποχύσεις καὶ πᾶσαν ἀμβλυωπίαν, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως. ἔστι δὲ εὐωδέστατον φάρμακον. Ϛ Καδμείας δραχμὰς ιστʹ. μέλανος Ἰνδικοῦ 𐅻 ιστʹ. πεπέρεως λευκοῦ δραχμὰς ηʹ. ἰοῦ 𐅻 δʹ. ὀπίου Μηδικοῦ 𐅻 δʹ. ὀποβαλσάμου 𐅻 δʹ. κόμμεως 𐅻 ιβʹ. ὕδατι ἀναλάμβανε. χρῆσις μεθ’ὕδατος, κρᾶσις διαφέρουσα πρὸς τὰς διαθέσεις. Πομπωνίου Βάσσου, ποιεῖ καὶ πρὸς ἀρχὰς ὑποχύσεως. Ϛ Καδμείας δραχμὰς κζʹ. μέλανος Ἰνδικοῦ 𐅻 ιστʹ. πεπέρεως μακροῦ δραχμὰς ιστʹ. πεπέρεως λευκοῦ δραχμὰς ιβʹ. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς εʹ. ὀποβαλσάμου 𐅻 στʹ. ναρδοστάχυος δραχμὰς στʹ. σαγαπηνοῦ 𐅻 εʹ. ὀποπάνακος 𐅻 εʹ. ὀπίου δραχμὰς δʹ. εὐφορβίου 𐅻 κινναμώμου δραχμὴν μίαν, κόμμεως δραχμὰς λʹ. τὸ ὑγρὸν χυλῷ μαράθρου. Ἰνδικὸν βασιλικὸν ἐπιγραφόμενον, ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πᾶσαν ἀμβλυωπίαν καὶ οὐλὰς ἀποσμήχει. Ϛ Καδμείας κεκαυμένης καὶ πεπλυμένης λίτραν μίαν, γο δʹ. μέλανος Ἰνδικοῦ δραχμὰς στʹ. ψιμυθίου γο δʹ. πεπέρεως λευκοῦ γο στʹ. χολῆς ὑαίνης τὸ ὅλον ὅσον ἔχει. σκάρων χολὰς ιʹ. περδίκων χολὰς δʹ. ὀποῦ μήκωνος γο αʹ. ὀποβαλσάμου γο βʹ. ὀποπάνακος γο βʹ. σαγαπηνοῦ γο βʹ. κόμμεως λίτραν αʹ. ἀναλάμβανε μαράθρου χυλῷ τῆς λεγομένης ἡρακλείας βοτάνης. ἔνστακτον Πακκίου, ὡς Θεμίσων. Ϛ Καδμείας δραχμὰς ξδʹ. μίσυος δραχμὰς λβʹ. χαλκάνθου δραχμὰς λβʹ. στίμμεως δραχμὰς λβʹ. πεπέρεως λευκοῦ δραχμὰς λβʹ. ὀπίου δραχμὰς ιστʹ. ἰοῦ δραχμὰς ιστʹ. ὀποβαλσάμου δραχμὰς ιστʹ. κόμμεως δραχμὰς ξδʹ. ὕδατι ὀμβρίῳ. τὸ χελιδόνιον ἐπιγραφόμενον. Ϛ Καδμείας δραχμὰς μηʹ. στίμμεως δραχμὰς ιβʹ. μίσυος δραχμὰς ηʹ. πεπέρεως 𐅻λστʹ. χαλκάνθου δραχμὰς στʹ. ὀπίου δραχμὰς στʹ. ὀποβαλσάμου 𐅻 τέσσαρας, κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ. τὸ ἱεράκιον πρὸς ἀμβλυωπίαν καὶ ψωρώδεις διαθέσεις. Ϛ Ψιμυθίου δραχμὰς ιστʹ. καδμείας δραχμὰς ηʹ. ἰοῦ δραχμὰς βʹ. πεπέρεως λευκοῦ δραχμὰς βʹ. ὀμφακίου δραχμὰς βʹ. ὀπίου 𐅻 βʹ. κόμμεως δραχμὰς στʹ. ὕδατι ὀμβρίῳ. χρῆσις δι’ὕδατος. ἄλλο. οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Καδμείας δραχμὰς ιστʹ. ψιμυθίου δραχμὰς ηʹ. πεπέρεως λευκοῦ δραχμὰς δʹ. ἰοῦ δραχμὰς βʹ. ὀποβαλσάμου δραχμὰς βʹ. ὀμφακίου 𐅻 βʹ. κόμμεως δραχμὰς δʹ. ὕδατι ὀμβρίῳ. κολλύριον κιρρὸν πάγχρηστον ἐπιγραφόμενον φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς καὶ ἐπιτεταμένους κνησμοὺς καὶ βλέφαρα συκώδη. Ϛ Καδμείας 𐅻 πʹ. χαλκίτεως κεκαυμένης 𐅻 μʹ. πεπέρεως λευκοῦ δραχμὰς μʹ. κόμμεως 𐅻 μʹ. ὕδατι ὀμβρίῳ. ἐν ἄλλαις γραφαῖς ἐπίσης ἔχει τὰς συσταθμίας. ἄλλο. Ϛ καδμείας δραχμὰς πʹ. χαλκίτεως κεκαυμένης δραχμὰς μʹ. πεπέρεως λευκοῦ δραχμὰς μʹ. κρόκου δραχμὰς ιβʹ. σμύρνης δραχμὰς ιβʹ. κόμμεως 𐅻 μʹ. ὕδωρ ὄμβριον. Τρύφωνος τὸ σφαιρικόν. Ϛ Καδμείας 𐅻 μʹ. λεπίδος χαλκοῦ 𐅻 λβʹ. χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου 𐅻 λβʹ. πεπέρεως λευκοῦ 𐅻 λβʹ. ὀπίου 𐅻 ηʹ. σμύρνης 𐅻 ηʹ. ὀποβαλσάμου 𐅻 δʹ. κόμμεως 𐅻 λβʹ. ὕδωρ ὄμβριον. κολλύριον Γάλλου ὀξυδερκικόν. Ϛ Καδμείας 𐅻 μηʹ. χαλκίτεως κεκαυμένης 𐅻 κδʹ. πεπέρεως λευκοῦ 𐅻 στʹ. λεπίδος χαλκοῦ 𐅻 ηʹ. ὀπίου 𐅻 στʹ. ὀμφακίου 𐅻 δʹ. σμύρνης 𐅻 βʹ. ὀποβαλσάμου 𐅻 δʹ. κόμμεως 𐅻 ιβʹ. πεπέρεως λευκοῦ κόκκους ιʹ. ὕδατος ὀμβρίου τὸ αὔταρκες. κολλύριον ἀρωματικὸν ἐπιγραφόμενον. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς ιστʹ. ἰοῦ δραχμὰς δʹ. σμύρνης δραχμὰς δʹ. ὀπίου δραχμὰς δʹ. πεπέρεως λευκοῦ δραχμὰς δʹ. νάρδου δραχμὰς βʹ. κρόκου δραχμὰς δʹ. ὀποβαλσάμου δραχμὰς βʹ. κόμμεως 𐅻 δʹ. ὕδατι ὀμβρίῳ. Ἡρακλείδου ἀρωματικὸν κροκῶδες δι’αἱματίτου. Ϛ Χαλκοῦ κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μηʹ. καδμείας δραχμὰς κδʹ. κρόκου δραχμὰς κδʹ. λίθου αἱματίτου δραχμὰς κδʹ. ὀπίου δραχμὰς ιβʹ. πεπέρεως λευκοῦ δραχμὰς ιβʹ. κόμμεως 𐅻 κδʹ. οἴνῳ Φαλερίνῳ. Κροκῶδες Ἀσκληπιὸς ὀξυδερκικόν. Ϛ Χαλκοῦ κεκαυμένου 𐅻 μῃʹ. κρόκου δραχμὰς ιβʹ. ὀμφακίου δραχμὰς 𐅻 δʹ. ὀπίου 𐅻 ιβʹ. σμύρνης δραχμὰς βʹ. ὀποβαλσάμου 𐅻 δʹ. κόμμεως 𐅻 ιβʹ. πεπέρεως λευκοῦ κόκκους ιʹ. ὕδατος ὀμβρίου τὸ αὔταρκες. ἰσοχρύσου πρὸς βεβρωμένους κανθοὺς, ψωρώδεις διαθέσεις, χρονιζούσας ὀφθαλμίας, τραχώματα, συκώδεις ἐπαναστάσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Καδμείας δραχμὰς στʹ. λίθου αἱματίτου δραχμὰς ιστʹ. σμύρνης δραχμὰς ιστʹ. ὀπίου δραχμὰς ιστʹ. κρόκου δραχμὰς κδʹ. πεπέρεως μακροῦ δραχμὰς ιβʹ. πεπέρεως λευκοῦ δραχμὰς κδʹ. κόμμεως 𐅻 ξδʹ. οἴνου Ἰταλικοῦ τὸ αὔταρκες. κινναβάριον ἀξίου ὀφθαλμικοῦ Στόλου Βρεττανικοῦ πρὸς περιβεβρωμένους κανθοὺς, καχεκτικὰς ὀφθαλμίας, ἐπιτεταμένους κνησμοὺς, χρονίας διαθέσεις. Ϛ Ψωρικοῦ δραχμὰς κδʹ. καδμείας δραχμὰς κδʹ. κρόκου δραχμὰς ιστʹ. πεπέρεως δραχμὰς ιστʹ. κινναβάρεως δραχμὰς ιστʹ. ὀπίου δραχμὰς ιβʹ. κόμμεως δραχμὰς κδʹ. ὕδωρ ὄμβριον. ἄλλο. Ϛ ψωρικοῦ 𐅻 κδʹ. πεπέρεως δραχμὰς κδʹ. καδμείας δραχμὰς κδʹ. κρόκου δραχμὰς κδʹ. σανδαράχης δραχμὰς ηʹ. ὀπίου δραχμὰς ηʹ. κινναβάρεως δραχμὰς ηʹ. κόμμεως δραχμὰς ηʹ. ὕδατι ὀμβρίῳ. μήλινον ἀτάραχον ἐπιγραφόμενον. ποιεῖ πρὸς πᾶσαν ἀμβλυωπίαν καὶ πρὸς παλαιὰς διαθέσεις, οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Καδμείας δραχμὰς κδʹ. ὀμφακίου δραχμὰς ιβʹ. ἁλὸς ἀμμωνιακοῦ δραχμὰς δʹ. ἀμμωνιακοῦ θυμιάματος δραχμὰς ιβʹ. ὀπίου δραχμὰς ηʹ. κόμμεως 𐅻 κδʹ. ψιμυθίου 𐅻 κδʹ. κρόκου 𐅻 ιστʹ. πεπέρεως λευκοῦ 𐅻 κδʹ. ὕδωρ ὄμβριον. Λουκίου καθηγητοῦ μήλινον, πρὸς ψωρώδεις καὶ περιβεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, καθύγρους ὀφθαλμούς. πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Ψιμυθίου δραχμὰς κδʹ. κρόκου 𐅻 κδʹ. ἀμμωνιακοῦ θυμιάματος 𐅻 στʹ. ἁλὸς ἀμμωνιακοῦ 𐅻 στʹ. νάρδου Ἰνδικῆς 𐅻 στʹ. ὀπίου 𐅻 στʹ. σμύρνης 𐅻 στʹ. ὀμφακίου 𐅻 στʹ. κόμμεως 𐅻 κδʹ. ὕδατι ὀμβρίῳ. ἄλλο κολλύριον Πρωτεύς. οὐδὲν ἴσον · ποιεῖ πρὸς ἀρχὰς ὑποχύσεως καὶ πρὸς πᾶσαν ἀμβλυωπίαν, οὐλὰς καὶ τύλους ἀποσμήχει. Ϛ Καδμείας δραχμὰς βʹ. χαλκίτεως ὠμῆς 𐅻 μʹ. ψιμυθίου δραχμὰς μʹ. πεπέρεως λευκοῦ 𐅻 λʹ. ὀποῦ Κυρηναϊκοῦ δραχμὰς κʹ. κρόκου 𐅻 ιστʹ. ὀπίου δραχμὰς ιβʹ. σαγαπηνοῦ δραχμὰς ιβʹ. ἐλαίας δακρύου 𐅻 ιβʹ. ἀρσενικοῦ δραχμὰς ηʹ. σμύρνης 𐅻 ιβʹ. κόμμεως 𐅻 κʹ. ὀποπάνακος 𐅻 κʹ. ὀποβαλσάμου δραχμὰς ιβʹ. σκεύαζε ὕδατι ὀμβρίῳ, χρῆσις μεθ’ὕδατος. ὑγιεινοῦ τὸ χρυσοῦν, πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις διαθέσεις. Ϛ Σανδαράχης δραχμὰς κδʹ. πεπέρεως λευκοῦ κόκκους ιβʹ. σμύρνης δραχμὰς στʹ. κρόκου 𐅻 στʹ. κόμμεως 𐅻 ιβʹ. ὕδατι ὀμβρίῳ. ἄλλως τὸ χρυσοῦν. Ϛ σανδαράχης 𐅻 ιστʹ. κρόκου δραχμὰς ιστʹ. πεπέρεως 𐅻 ιστʹ. σμύρνης δραχμὰς δʹ. κόμμεως δραχμὰς ιβʹ. χρῆσις δεδήλωται. ἄλλως. Ϛ σανδαράχης 𐅻 κδʹ. πεπέρεως λευκοῦ δραχμὰς ιβʹ. σμύρνης 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. κόμμεως 𐅻 ιβʹ. ὕδατι ὀμβρίῳ. Εὐημέρου ψωρικόν. ποιεῖ πρὸς βεβρωμένους κανθοὺς καὶ ψωρώδεις οὐλὰς καὶ τύλους ἀποσμήχει, ποιεῖ καὶ πρὸς κεχρονισμένας διαθέσεις καὶ καχεκτικὰς ὀφθαλμίας καὶ τραχώματα. Ϛ Ψωρικοῦ δραχμὰς κδʹ. κρόκου 𐅻 ιβʹ. ὀπίου, ψιμυθίου ἀνὰ δραχμὰς δʹ. πεπέρεως λευκοῦ 𐅻 δʹ. ὀμφακίου 𐅻 δʹ. οἴνῳ Φαλερίνῳ ἀναλάμβανε. βασιλίδιον ψωρικόν. Ϛ ψωρικοῦ δραχμὰς μηʹ. κρόκου 𐅻 κδʹ. ὀπίου δραχμὰς ηʹ. λίθου Ἀσίου τοῦ ἄνθους δραχμὰς ηʹ. ψιμυθίου 𐅻 ηʹ. πεπέρεως δραχμὰς στʹ. ὀποβαλσάμου 𐅻 δʹ. ὀμφακίου δραχμὰς δʹ. κόμμεως δραχμὰς ιστʹ. οἴνῳ Φαλερίνῳ. πάγχρηστον Ἀθηνίπιον. Ϛ ψωρικοῦ δραχμὰς ξδʹ. κρόκου 𐅻 ιστʹ. χαλκίτεως κεκαυμένης δραχμὰς ιστʹ. σανδαράχης 𐅻 κʹ. σμύρνης δραχμὰς ηʹ. πεπέρεως λευκοῦ δραχμὰς ιστʹ. κασσίας σύριγγος δραχμὰς ηʹ. μαλαβάθρου φύλλων 𐅻 δʹ. ὀπίου δραχμὰς στʹ. ὀμφακίου δραχμὰς δʹ. μίσυος κεκαυμένου δραχμὰς βʹ. κόμμεως δραχμὰς κδʹ. ὕδατι ὀμβρίῳ. Πτολεμαίου γνωρίμου φάρμακον ἐπιτετευγμένον πρὸς ψωρώδεις καὶ βεβρωμένους κανθοὺς, ἐπιτεταμένους κνησμοὺς, μιλφώσεις, ἀμβλυωπίας. Ϛ Ψωρικοῦ 𐅻 ξʹ. σανδαράχης δραχμὰς λʹ. χαλκίτεως κεκαυμένης 𐅻 κδʹ. κρόκου 𐅻 κδʹ. σμύρνης 𐅻 ιβʹ. ὀπίου 𐅻 βʹ. κασσίας σύριγγος δραχμὰς ιβʹ. πεπέρεως 𐅻 δʹ. πεπέρεως λευκοῦ 𐅻 ζʹ. ὀμφακίου δραχμὰς στʹ. μίσυος κεκαυμένου 𐅻 γʹ. μαλαβάθρου φύλλων 𐅻 αʹ. κόμμεως 𐅻 λστʹ. ὕδωρ ὄμβριον. κολλύριον μαλαβάθρου ὀξυδερκικὸν, πρὸς περιβεβρωμένους κανθούς. Ϛ Στίμμεως δραχμὰς κδʹ. ἀκακίας 𐅻 κδʹ. πεπέρεως λευκοῦ δραχμὰς κδʹ. νάρδου Ἰνδικῆς 𐅻 ιβʹ. ὀπίου 𐅻 στʹ. κρόκου δραχμὰς στʹ. σμύρνης 𐅻 στʹ. ὀμφακίου δραχμὰς στʹ. κόμμεως δραχμὰς λστʹ. ὕδατι ὀμβρίῳ. ἄλλο. Ϛ στίμμεως κεκαυμένου καὶ πεπλυμένου δραχμὰς μʹ. ἀκακίας 𐅻 μστʹ. νάρδου Κελτικῆς δραχμὰς στʹ. σμύρνης 𐅻 ηʹ. κρόκου 𐅻 ηʹ. ὀμφακίου δραχμὰς στʹ. ὀπίου 𐅻 στʹ. καδμείας δραχμὰς λστʹ. κόμμεως δραχμὰς λβʹ. ὕδωρ ὄμβριον.

4.9

τὰ ὑπ’Ἀρχιγένους ἐν τῷ πρώτῳ τῶν κατὰ γένος φαρμάκων γεγραμμένα πρὸς ὀφθαλμοὺς πάσχοντας βοηθήματα. ἐπὶ δὲ τῶν περὶ τοὺς ὀφθαλμοὺς ῥευματισμῶν ἐν ἀρχῇ μὲν ἁρμόζει ὀλιγοσιτία, ὀλιγοποσία, ὑδροποσία καὶ πάντων μᾶλλον συνουσίας ἀποχὴ, τε κοιλία ὑποσυρέσθω καὶ πολλῷ ψυχρῷ τὸ πρῶτον, εἶτα καὶ ὀλίγου μιγέντος ὄξους, συνεχῶς τὸ πρόσωπον προσκλυζέσθωσαν. ἔνιοι δὲ χάλκανθον ὕδατι διϊέντες διδόασι προσκλύζεσθαι περικαμπτέτωσαν ὀσμὰς δριμείας καὶ κονιορτοὺς καπνόντε καὶ τὴν ἀπὸ τοῦ ἡλίου καὶ λύχνων αὐγὴν, εἰς νύκτα δὲ ἔρια καθαρὰ ἐξ οἴνου ῥυπαρὰ ἐξ ὕδατος ψυχροῦ ἐπιτιθέτωσαν, ἕωθέντε, ὡς εἴρηται, προσκλυζέσθωσαν. εἰ δ’ἐπιτείνοιτο ῥευματισμὸς καὶ ἀλγηδὼν ἐπιγένοιτο, φλεβοτομίατε ἁρμόδιος καὶ τελέως ἀσιτία καὶ δίψα, εἰ μὴ ἐκκαίοιτο καὶ ἐπιτείνοιτο, κοιλίας εὔτονος λύσις ἤτοι διὰ συμφώνου καθαρτικοῦ διὰ κλυστήρων εὐτόνων. μετὰ ταῦτα δὲ κατὰ τοῦ μετώπου ἀμπέλου φύλλα χλωρὰ συνεχῶς ἐπιτιθέμενα βοηθεῖ. μυρσίνης σχίνου βάτου χύλισμα κράμβης ἀμπέλου φύλλα, μετὰ πάλης ἀλφίτου. κυπάρισσος, σάμψυχον, ὤκιμον, σισύμβριον, οἰνάνθη, κρόκος ἥμερος, ἄγριος, ἀνδράχνη καὶ ῥοᾶς κύτινοι, ἄγνος, μήλου κυδωνίου τὰ ἁπαλὰ τῶν φύλλων, ἕκαστον μετὰ οἴνου καὶ πάλης ἀλφίτων. κατ’αὐτῶν δὲ τῶν ὀφθαλμῶν ἔριον καθαρὸν, ὠοῦ τῷ λευκῷ διάβροχον ὠοῦ λέκυθον ὀπτοῦ μελίλωτον ἐν γλυκεῖ καθεψημένον, ἀσφοδέλου ῥίζαν μετ’οἴνου καὶ πάλης ἀλφίτων, ἴριν κεκομμένην μετ’οἴνου καὶ πάλης ἀλφίτων ῥοᾶς χυλὸν μετὰ πάλης ἀλφίτων καὶ αὐτὴν καθεψημένην ἐν οἴνῳ ἀθαλάσσῳ. ἀρκευθίδες λεῖαι μετ’οἴνου καὶ πάλης ἀλφίτων ἐπὶ τὸ μέτωπον ἐπιπλαττόμεναι καὶ ἐπ’αὐτοὺς ἐπιτιθέμεναι τοὺς ὀφθαλμούς. πρὸς δὲ τούτοις ἠρυγγίου καὶ ἱππομαράθρου ῥίζαν λείαν μεθ’ὕδατος καὶ κωνείου σπέρμα τὸν αὐτὸν σκευαζόμενον τρόπον ὠφελεῖ. τυρὸς ἁπαλὸς νεαλὴς μετὰ σελίνου φύλλων καταπλασσόμενος. μήκων ἀγρία ἐν γλυκεῖ ἑψηθεῖσα καὶ λεία καταπλασθεῖσα. ὁμοίως καὶ μελίλωτον ἑψηθὲν ἐν γλυκεῖ, ὀλίγον μιγέντος κρόκου καὶ ὀποῦ μήκωνος. ἄρτος ἐξ οἴνου, ῥοδίνῳ φυραθεὶς, ὠφελεῖ θαυμαστῶς. τριβόλῳ ἁπαλῷ κατάπλασσε, καθ’ἑαυτὸν καὶ μιγεὶς ἀλφίτῳ θαυμαστῶς ποιεῖ. καὶ καθόλου πᾶν τὸ τῶν στυφόντων γένος καὶ ἀποκρουόμενον ἐν ἀρχαῖς, οἷά ἐστι κώνειόντε καὶ ψύλλιον, σέλινον, στρύχνον, οἱ ἐπὶ τῶν τελμάτων φακοὶ, φύλλα ἀμπέλου, κόριον, ἀνδράχνη, φακὸς ἐπὶ τοῦ ὕδατος, ἀείζωον, μήκωνος φύλλα, ἀκαλήφη. τούτων ἕκαστον λεαίνων μετ’οἴνου κατάπλασσε, τὸ δὲ ψύλλιον μεθ’ὕδατος καὶ τὸν ἀπὸ τῶν τελμάτων φακόν. πρὸς θερμὸν ῥεῦμα. κράμβην λείαν μετὰ πάλης ἀλφίτου σὺν ὕδατι κατάπλασσε. ὠκίμου φύλλοις ὁμοίως. πηγάνου φύλλοις μετὰ στέατος χηνείου, σαμψύχου πέταλα, καὶ ἁλικάκαβον λείαν κατάπλασσε. ἵστησι δὲ πολὺ ῥεῦμα κωδύα καὶ ὑοσκύαμος μετὰ ἀλφίτου πάλης σὺν οἴνω. προπυρία δὲ καὶ οὕτω κατάπλασσε, μετὰ δὲ τοῦτο τὴν ἀκμὴν παραλλάξαι, καὶ τε καιρὸς οὐκέτι ἐστὶ τῶν στυφόντων χρήσαιτο ἄν τις τῶντε ὀφθαλμῶν καὶ τῆς κεφαλῆς πυρίᾳ. μεγάλως δὲ ὠφελεῖ, λύειτε τὰς φλεγμονὰς καὶ εἴ τις διάστασις εἴη, ὀθόνιον ἁπαλὸν βουτύρῳ βρεχόμενον καὶ ἐπιβαλλόμενον τοῖς ὀφθαλμοῖς. περὶ χυμώσεως. ἐφ’ὧν δὲ χύμωσις ἰσχυρὰ γένοιτο, λαβὼν ὠοῦ λέκιθον σάρκα μυΐας προσεκλέανον, εἶτα ὅταν κηροτοειδὲς γένηται, εἰς ῥάκος ἐπιτίθει, παραχρῆμα παύει. Περίχριστον ὀφθαλμῶν. ἄρτος καθαρὸς κεκαυμένος μιγεὶς ἀκακίᾳ καὶ κιττῷ σὺν ὕδατι. πρὸς δὲ τὰς περιωδυνίας ῥόδα χλωρὰ ξηρὰ βρέξας ἐν γλυκεῖ λέαινε καὶ μίξας ὠοῦ ὀπτοῦ τὴν λέκιθον καὶ κρόκου τὸ αὔταρκες ἐν γλυκεῖ. ὠμῇ λύσει κριθίνῃ πυρίνῃ ἐν γλυκεῖ ἑψημένῃ. ἐὰν δὲ πλείων ὀδύνη εἴη, πρόσμιγε μήκωνος ἁπαλῆς φύλλα, τὰ κελύφη τῶν κωδυῶν, ὑοσκυάμου φύλλα, ὅσον ὁλκὰς τέσσαρας σὺν λεκίθῳ ὠοῦ. σισύμβριον ἑψήσας ἐν ὕδατι λέανον, παραχέων οἴνου τὸ αὔταρκες καὶ κατάπλασσε. μήκωνος λευκῆς κωδύας ἑψήσας ἐν γλυκεῖ καὶ λεάνας κατάπλασσε. σελίνου ἁπαλῇ κόμῃ γλήχωνι ἁπαλῇ ὁμοίως. πέπονος σικύου τῇ σαρκί. λέκιθον ὠοῦ ὀπτοῦ καὶ ὀλίγον κρόκου λεάνας σὺν οἴνῳ ὀλίγῳ κατάπλασσε. ἐν δὲ ταῖς φλεγμοναῖς τοὺς ἀλγοῦντας ὀφθαλμοὺς πάνακι μετὰ γλήχωνος σὺν οἴνῳ φυρῶν κατάπλασσε. καλῶς ποιεῖ πίτυος φλοιὸς καὶ ἄλφιτα σὺν οἴνῳ. ὑοσκυάμου φύλλα καὶ ὄπιον τρίψας κατάπλασσε. τῆς μήκωνος τὰ κελύφη λεάνας καὶ ῥόδα καὶ μελίλωτα καὶ σμύρνης μικρὸν μίξας καὶ διεὶς ὠοῦ τῷ λευκῷ, οὕτω κατάπλασσε ἀλόην καὶ ὄπιον, σὺν ὕδατι εἰς ῥάκος ἀναλαβὼν κατάπλασσε, φυλάσσου δὲ μὴ παρενστάζῃς εἰς τὸν ὀφθαλμόν. ἐπὶ δὲ τῶν περιωδυνώντων κρόκον καλὸν μετὰ γάλακτος λαβὼν ἔνσταζε. πρὸς δὲ τὰς σφοδρὰς περιωδυνίας, κορίου χυλὸς μετὰ γυναικείου γάλακτος, εἰς τοὺς ὀφθαλμοὺς ἐνσταζόμενος, ὁμοίως δὲ μήκωνος ὀπὸς ὀπτός. φύλλα πλατάνου λεῖα μετὰ πάλης ἀλφίτων ἄνωθεν ἐπὶ τοὺς ὀφθαλμοὺς ἐπιπλαττόμενα. ἐπὶ δὲ τῶν ῥευμάτων καταπλάσματα. κυπάρισσος χλωρὰ μετ’οἴνου παλιούρου φύλλα ἀνδράχνη λεία μετὰ στέατος χηνείου καὶ κρόκου. ἴρις ξηρὰ μετὰ μέλιτος. μάνναν καὶ σμύρναν μετὰ ὠοῦ τοῦ λευκοῦ, ἐν ἐρίῳ ἐπιτίθει τῷ μετώπῳ. κατάπλασσε δὲ σελίνῳ μετὰ ἀλφίτων. σεσέλεως ἄνθη οἴνῳ βεβρεγμένα. μήκωνος ἁπαλοῖς φύλλοις. εἰ δὲ ἀγρυπνοῖεν, μανδραγόρου ῥίζαν καὶ ὀπὸν, μήκωνος φύλλα καὶ ἀλφίτων ἴσα ὡς μᾶζαν ποιήσας ὄσφραινε καὶ ὑπνώσονται. ἐπὶ δὲ τῶν μεγάλων ῥευμάτων γλήχωνος προσφάτου καρπὸν, μάλιστα τὸν χυλὸν εὖ μάλα σὺν ὄξει μαλαγματῶδες ποιήσας, ἐπιτίθει κατὰ τοῦ βρέγματος ἐπάνω ἔρια καὶ ἐπιδέσμει ἐλαφρῶς, ἔνιοι δὲ καὶ μήκωνος ἁπαλῆς προσμίσγουσιν αὐτῷ. ὀπίου ἐλάχιστον ῥόδα καὶ μελίλωτα ἑφθά. ἄμυλον σὺν οἴνῳ, ὠοῦ λευκῷ αὐτοὺς τοὺς ὀφθαλμοὺς κατάπλασσε. ἄκρως ποιεῖ πρὸς πολὺ καὶ λεπτὸν καὶ παλαιὸν ῥεῦμα καὶ ἕλκη. πομφόλυγος 𐅻 δʹ. ὀπίου πεφωγμένου γʹ. τριώβολα, κόμμεως 𐅻 δʹ. ὕδωρ ὄμβριον πηγαῖον. παράκολλον πρὸς ῥεῦμα. σεμίδαλιν καὶ μάννης ἥμισυ μετ’ὠοῦ τοῦ λευκοῦ ἐμπλαστρῶδες ποιῶν, ἐν ἀρχῇ ῥάκει ἐπιτίθει τῷ μετώπῳ. ὠοῦ λεπτοῦ λέκιθον μετὰ λιβανωτοῦ. κοχλίαν σὺν τῷ ὀστράκῳ, μετὰ ὠοῦ τοῦ λευκοῦ γλοιῶδες ποιήσας ἐν σπληνίῳ ἀπὸ κροτάφου, ἐπὶ κρόταφον ἐπιτίθει, αὐτόματον πίπτει ὅταν ῥεῦμα στῇ, τοῦ μόσχου μαλάγματος γῆς βαρβάρου χλωρᾶς ἄλλης τραυματικῆς τῶν δι’ὄξους, σπληνίον ἐπιτίθει τῷ μετώπῳ. πρὸς αἱμάλωπας καὶ ὑποσφάγματα. πρὸς δὲ τὰς εἰς τοὺς ὀφθαλμοὺς γινομένας πληγὰς καὶ διὰ τοῦτο συμβαινούσας αἱματώδεις ὑποχύσεις, εὐθὺς ἐν ἀρχῇ πρὸς τὰς φλεγμονὰς καὶ τὸ ἄλγημα ποιεῖ περιστερᾶς ἐνσταζόμενον αἷμα καὶ μάλιστα τὸ ἐκ τῶν ἁπαλῶν πτερῶν ἐκπιεζόμενον καὶ τὸ λευκὸν τοῦ ὠοῦ τὸν αὐτὸν τρόπον ποιεῖ εἰς τὸν ὀφθαλμὸν ἐγχεόμενον. ἔτι δὲ ἐρίῳ καθαρῷ προσαναλαμβανόμενον καὶ ἄνωθεν ἐπιτιθέμενον. εὐθετεῖ δὲ καὶ λέκιθος ὠοῦ κατωπτημένου, μετ’οἴνου καταπλασσομένη μελίλωτον ἑψόμενον οἴνῳ τὸν αὐτὸν τρόπον ἐπιτιθέμενον. ἔτι δὲ ῥόδων τὰ φύλλα καὶ τὸ ἄνθος ἰδίᾳ καὶ ὁμοῦ μετ’οἴνου τριβόμενα καὶ μετὰ πάλης ἀλφίτων κράμβης φύλλα καταπλασσόμενα. χρονισάντων δὲ, ἂν ἐπιμένῃ αἱμάλωψ, λιβανωτὸν ἄσφαλτον ἴσα μίξας ὑποθυμία τὸν ὀφθαλμὸν, ὑσσώπου κόμην λείαν βαλὼν εἰς λινοῦν ῥάκος, καθεὶς εἰς ζέον ὕδωρ πρόσαγε τῷ ὀφθαλμῷ. ἀκολουθεῖ γὰρ τὸ αἷμα, ὥστε ἐκ τοῦ ὀθονίου ἐκπιέζεσθαι ἐκθλιβόμενον. νίτρον καὶ γῆν Αἰθιοπικὴν, σμύρναν ἴσα σὺν ὕδατι ἔγχριε, ἐλαίας φύλλων χυλὸν χλωρῶν ὑπόχριε, ἄμμι καὶ ὕσσωπον μετὰ γάλακτος βοείου λείου εἵλισσον καὶ ὑπάλειφε, λινόσπερμα λεῖον μετὰ βουτύρου ἐκθλίψας δι’ὀθονίου ὑπάλειφε, τὴν δὲ κεφαλὴν ψυχρῷ κατάντλει. θεραπεία οἰδημάτων. πρὸς δὲ τὰ γινόμενα περὶ τοὺς ὀφθαλμοὺς οἰδήματα διὰ τὰς πληγὰς λίαν ἁρμόττει πυρία μαλακῷ σπόγγῳ συνεχῶς γινομένη, εἶτα ὄξει βρεχόμενος κεκραμένῳ καλῶς σπόγγος καὶ ἐπιτιθέμενος. ἔτι δὲ παλαιὸν νᾶπυ τριβόμενον μεθ’ὕδατος καὶ περιτιθέμενον συνεχῶς καὶ ἀφαιρούμενον. ὁμοίως δὲ κάρδαμον κατὰ τὴν ἀφαίρεσιν, πυριωμένων ὕδατι θερμῷ συνεχῶς τῶν τόπων. πρὸς ψωροφθάλμους. πρὸς δὲ τὰς περὶ τοὺς ὀφθαλμοὺς διὰ τὸν ἥλιον καὶ κονιορτὸν, ὡς ἐπίπαν ψωροφθαλμίας καὶ ξηροφθαλμίας, ὕδωρ πλεῖον προσκλυζόμενον, θέρους μὲν ψυχρὸν, χειμῶνος δὲ θερμὸν, ἁρμόζει καὶ πυρία σπόγγου ἐκ θερμοῦ ὕδατος φακοῦ ἀφεψήματος, αὐτοῖς δὲ πρόσαγε τοῖς κανθοῖς, βάτου, σχίνου, μυρσίνης, ῥόδων χυλὸν κατ’ἰδίαν ἕκαστον σὺν ὕδατι. ῥόδα ξηρὰ τριβόμενα σὺν οἴνῳ, τὸ ἄνθος αὐτῶν, οἶνον ἀθάλασσον καὶ παλαιὸν ἔλαιον, καὶ μάλιστα ὅταν κοιμᾶσθαι θέλωσι. συμφέρει δὲ καὶ ἐπὶ τούτων τῶν ἁλμυρῶν δριμέων, ἔτι δὲ καὶ ὀξέων ἀπέχεσθαι πάντων. καὶ πρὸς δὲ τὰς χρονίους περὶ τὰ βλέφαρα διαθέσεις καὶ τετυλωμένας ἀμόργην ἑφθὴν μετ’ἐλαίου ἔγχριε τριβομένην. πρὸς πτίλους. ἐπὶ δὲ τῶν πτίλων καὶ τρίχας μὴ ἐχόντων ἄκρως ποιεῖ καὶ τρίχας ἀνάγει. Ϛ ἀκακίας 𐅻 βʹ. μέλανος γραφικοῦ ξηροῦ, εἰ οἷόντε Μεμφιτικοῦ 𐅻 εʹ. χυλοῦ πράσου κοτύλας δʹ. οἴνου ἀθαλάσσου κοτύλας δʹ. ἕψε μέχρις ἂν γλοιῶδες γένηται καὶ εἰς πυξίδα ἀνελόμενος χρῶ, μυόχοδα καὶ κόπρον αἰγείαν κεκαυμένην ἴσον, καλάμου Ἑλληνικοῦ τῆς τέφρας τὸ διπλοῦν σὺν μέλιτι Ἀττικῷ ἔγχριε. τοῦτο δὲ μίλφους ὠφελεῖ, ἰοῦ λείου μέρος αʹ. ἀμμωνιακοῦ θυμιάματος τὸ ἴσον, λείοις προσάπτου, τοῦτο ποιεῖ ἄκρως καὶ ψωροφθαλμιῶσιν. καδμείαν λείαν μέλιτι φυράσας, ὄπτησον ἐν χυτριδίῳ, εἶτα χαλκοῦ κεκαυμένου τὸ ἴσον μίξας λείοις χρῶ. περὶ τριχιάσεως. τὰς δὲ ἐπιφυομένας ἐπὶ τῶν βλεφάρων τρίχας τίλλων, αἵματι κόρεως κατάχριε καὶ οὐ φυήσονται. Παπίας Λαοδικεὺς Αὐτολύκου ἰατρὸς πολλὰ ᾑρεῖτο ἐπὶ τῶν τριχιώντων, τίλλων τὰς τρίχας, εἶτα δρωπακίζων τὸν τόπον ἐπιμελῶς, χαμαιλέοντίτε λευκῷ λείῳ πεφυραμένῳ αἵματι βρατράχων χλωρῶν, οἳ ἐπὶ τῶν καλάμων γίνονται, καταχρίων, οὐ γὰρ ἐπιφύονται. τίλας τὰς τρίχας κατάχριε κεδρίαν μετὰ τελλινῶν ὀστράκων λεπτῶν λεάνας, ὀρνέου τοῦ λεγομένου κιναίδου χολῇ χρῶ, φάγρου θαλασσίου χολῇ. κρότωνος ἀπὸ κυνὸς θηλείας αἵματι. ἄκρως ποιεῖ τοῦτο. ἐχίνου χερσαίου χολὴ καὶ τοῦ αἵματος τὰ ἴσα. χαμαιλέοντος χολῆς ἴσον, καστορίου τὸ σύμμετρον ἀνάπλασσε, ὡς λεπίδας ὀψαρίου, χρῶ δὲ ἐκ ῥιζῶν τίλλων τὰς τρίχας, εἶτα λεπίδα μίαν τῷ ἐκ τοῦ στόματος σιάλῳ νήστης διαλύων κατάχριε καὶ κράτει τὸν τόπον, ὡς ἡμιώριον ἀλγοῦσι μὲν, ἀλλ’οὐκ ἔτι φυήσονται. χολὴν ὑαίνης θηλείας τίλλων εὐθέως κατάχριε. τελλίναις λειοτάταις κατάχριε. τίλας φύλλον κωνείου, κεδρίαν ἴσα μετὰ νυκτερίδος αἵματος κατάχριε καὶ κράτει ἕως ξηρανθῇ. ἐὰν γὰρ θίγῃ τοῦτο τοῦ ὀφθαλμοῦ τὸ ὑγρὸν, ἀδικεῖ. τίλας αἰγείᾳ χολῇ μετὰ κράμβης χυλοῦ κατάχριε. καπνοῦ τῆς βοτάνης χρῖε τὸν ταρσὸν, εἶτα τίλας τὰς τρίχας πάλιν ἐπίχριε. ἔλεγε δὲ Ἑρμείας, ἀφρὸν ὕδατος καταχριόμενον μετὰ τοῦ δρωπακισθῆναι ἄκρως ποιεῖν. περὶ σταφυλωμάτων καὶ λευκωμάτων. σταφυλώματα αἴρεις, κανθαρίδων χυλὸν ἐναλείφων, λευκώματα δὲ ταχέως ἰᾶται νίτρον μετ’ἐλαίου παλαιοῦ λεανθὲν ἐπιμελῶς καὶ χριόμενον, σαύρας ἀφόδευμα ἔγχριε καὶ αἴρεις, νυκτικόρακος ὠῷ ἔγχριε καὶ βάψεις αὐτὰ, κρόκον, πέπερι, ἴσα μετ’αἰλούρου χολῆς κολλύρια ποιῶν ἔγχριε, σηπίας ὄστρακον λεῖον, φυράσας μετὰ μέλιτος κατάκαυσον καὶ λείῳ ὑπάλειφε. θεραπεία ἀμαυρώσεως καὶ ὑποχύσεως. ἀμαύρωσιν πᾶσαν ἀρχομένην ὑπόχυσιν θεραπεύει γυπὸς χολὴ μετὰ πρασίου χυλοῦ καὶ μέλιτος Ἀττικοῦ, σμύρνης καὶ πεπέρεως ἴσα σὺν μέλιτι, στρύχνῳ μέλανι ἔγχριε. ποιεῖ καὶ κύπρος ἀποτεθεῖσα ἐν χαλκῷ πυξιδίῳ, μαράθρου χυλὸν καὶ χολὴν ταυρείαν ὑγρὰν ἴσα, μέλιτος Ἀττικοῦ τὸ διπλοῦν ἔγχριε, κρόκου καὶ πεπέρεως ἴσα μετὰ χολῆς ταυρείας ἀναλαβὼν, ὡς κολλύρια ποιῶν ἔγχριε, αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος Ἀττικοῦ ἔγχριε. περὶ ὑποχυμάτων. Ϛ Χελώνης θαλασσίας τῆς χολῆς μέρος αʹ. μέλιτος Ἀττικοῦ τὸ τετράπλουν ἔγχριε. χολὴ ἀρκεῖ μεθ’ὕδατος. πρὸς πτερύγια. ἐπὶ δὲ τῶν πτερυγίων Ϛ χαλκάνθου, ἁλὸς ἀμμωνιακοῦ ἴσα, κόμμεως τὸ ἥμισυ, ὄξει ἀναπλάσας κολλύρια ἔγχριε, αἰγείρου ὀπῷ μετὰ διπλοῦ μέλιτος ἔγχριε λείῳ. πρὸς γλαυκοὺς καὶ νυκτάλωτας. πρὸς γλαυκοὺς στρύχνου χυλὸς ἐγχυματιζόμενος μέλανας ὀφθαλμοὺς ποιεῖ. καὶ ἀνάπαλιν ἐπὶ τῶν νυκταλωπιώντων, ἧπαρ τράγειον ὀπτήσας, αὐτὸν τὸν ἐν τῇ ὀπτήσει ἀπορρέοντα ἰχῶρα διάκρινε, καὶ οὕτω μὲν ἔγχριε αὐτοὺς, αὐτὸ δὲ τὸ ἧπαρ ἐσθίειν δίδου. ὠφελεῖ καὶ αἷμα περιστερᾶς ἐγχριόμενον χολὴ αἰγεία. ἧπαρ αἴγειον ἕψων, κέλευε αὐτοὺς περικαλυψαμένους ἀτενίζειν εἰς τὴν χύτραν καὶ δέχεσθαι τὴν ἀτμῖδα τοῖς ὀφθαλμοῖς, ἐξ αὐτοῦ δὲ τοῦ ἥπατος ἐσθίειν δίδου συνεχῶς, τοῦτο ποίει καὶ ὠφεληθήσονται ταχέως. ἐλατηρίου ὀβολὸν καὶ ἀνδράχνης σπέρματος 𐅻 αʹ. σὺν μέλιτι ἔγχριε, ὀνίδα πρόσφατον χυλίσας ὑπάλειφε, τρωγέτω δὲ σεῦτλον · γυπὸς ἧπαρ ὀπτὸν τῇ χολῇ ἐγχριέσθω. πρὸς κριθὰς, ἃς καὶ ποσθίας καλοῦσιν. τὰς γινομένας κριθὰς ἐπὶ τῶν βλεφάρων, κηρῷ πυριάσας λευκῷ διαφορήσεις, μυίας τὴν κεφαλὴν ἀποβαλὼν, τῷ λοιπῷ σώματι παράτριβε τὴν κριθήν.