On the Preservation of Health, 6
ἑτέρας ὑποθέσεως ὑγιεινῶν θεωρημάτων ἀρχὴν ἐν τῷδε ποιούμενον ἀναμνῆσαι δεῖ με τὰ κεφάλαια τῶν ἔμπροσθεν εἰρημένων, ἀναγκαῖα τοῖς λεχθησομένοις ὄντα. πρῶτον μὲν οὖν ἐρρήθη, τί ποτ’ἐστὶν ὑγίεια · δεύτερον δὲ ὑπ’αὐτῇ, καθόλου τίς ὑπογραφή · τρίτον δὲ, πῶς ἂν φυλάττοιτο · καὶ πρὸς τούτῳ, ὅτι μεταβάλλει διαπαντὸς τὰ τῶν ζώων σώματα, καὶ κατὰ τοῦτο ἀναγκαῖον εἴη καὶ τὴν ὑγίειαν αὐτῶν κινδυνεύουσαν φθαρῆναι τῆς ἐξ ἡμῶν ἐπικουρίας δεῖσθαι πρὸ τοῦ μεγάλην γενέσθαι μεταβολὴν, ὡς νοσεῖν ἤδη σαφῶς. ἐπικουρία δ’ἐστὶν ἐξ ἐδεσμάτωντε καὶ πομάτων ἀναπληρούντων ὅσον ἀπορρεῖ τῆς τοῦ σώματος οὐσίας. ἑτέρα δ’ἀβοήθητος ἐδείχθη μεταβολὴ, κατὰ τὸν τῶν ἡλικιῶν λόγον γιγνομένη, ξηραινομένου τοῦ παντὸς ζώου μετὰ τὴν πρώτην γένεσιν ἄχρι τῆς τελευτῆς ἐν τῷ μεταξὺ χρόνῳ παντί. τοὺς δ’ἀγνοοῦντας τὴν ὑγιεινὴν δίαιταν εἰκός ἐστι θᾶττον ἢ κατὰ τὸν τῆς φύσεως λόγον ἀποθνήσκειν. ἐπεὶ δ’, ὡς ἔφην, ἀναγκαῖον μὲν ἐστὶ τρέφεσθαι ζῶον ἅπαν γεννητὸν, ἡ δ’οὐσία τῶν ἐδεσμάτων οὐκ ἔστιν ἅπασα τρόφιμος, καὶ διὰ τοῦτο τὸ περιττὸν αὐτῆς ὑπολείπεταί τι μοχθηρὸν, ὃ καλοῦσιν ἰδίως περίττωμα, παρεσκευάσθη τῇ φύσει μόρια τοῦ σώματος εἰς τὴν διάκρισίντε καὶ κένωσιν αὐτοῦ. πολλῆς δὲ οὔσης ἐν τῇ τῶν σωμάτων φύσει διαφορᾶς, εὔλογόν ἐστι καὶ τὴν ἑκάστου πρόνοιαν ὑγιεινὴν ἰδίαν ὑπάρχειν ἑκάστῳ. πρῶτον οὖν ὑποθέμενοι τῷ λόγῳ τὸν ἄριστα κατεσκευασμένον ἄνθρωπον, ὅπως ἄν τις τοῦτον ὑγιαίνοντα διαφυλάττοι, διελθεῖν προὐθέμεθα. πολλῶν δ’αἰτίων κατὰ πολλοὺς τρόπους διακοπτόντων τὴν ὑγιεινὴν ἀγωγὴν, ὑπεθέμεθα τὸν ἄριστα κατεσκευασμένον ἑαυτῷ φυλάττειν ἐλεύθερον ὄντα πολιτικῆς ἀσχολίας ἁπάσης. καὶ τοῦτον ὥσπερ ἄν τις ἀπὸ πρώτης ἡλικίας ἄχρι γήρως ἐσχάτου διαφυλάξειεν ὑγιαίνοντα, διελθόντες ἐν τοῖς πρώτοις ὑπομνήμασι πέντε, μεταβησόμεθα νῦν ἐπίτε τοὺς κατὰ περίστασιν πραγμάτων ἀδυνατοῦντας ἐν τοῖς προσήκουσι καιροῖς ἐσθίειντε καὶ πίνειν καὶ γυμνάζεσθαι, καὶ τοὺς εὐθὺς ἐξ ἀρχῆς νοσώδη κατασκευὴν σώματος ἔχοντας. συντομώτερος δὲ τοῦ πρόσθεν ὁ περὶ τούτων ἐστὶ λόγος, καίτοι γε, ὅσον ἐφ’ἑαυτῷ, μακρότερος ὢν, διὰ τὸ προειρῆσθαι τῶν πλείστων ὑλῶν τὰς δυνάμεις, αἷς εἰς τὴν ὑγιεινὴν πρόνοιαν χρώμεθα. διάτε γὰρ τρίψεων, καὶ λουτρῶν, καὶ γυμνασίων, ἐδεσμάτωντε καὶ ποτῶν, θάλψεώντε καὶ ψύξεων, ἀφροδισίωντε χρήσεως καὶ ἀποχῆς, εἴ τίτε τοιοῦτόν ἐστιν ἄλλο, τὰς μεταβολὰς τοῦ σώματος ὁρῶμεν γιγνομένας, ὧν, ὡς ἔφην, εἴρηνται πρόσθεν αἱ δυνάμεις.
αἱ μοχθηραὶ δὲ τῶν σωμάτων κατασκευαὶ διτταὶ κατὰ γένος εἰσίν · ἔνιαι μὲν γὰρ αὐτῶν ὁμαλῶς, ἔνιαι δὲ ἀνωμάλως ἔχουσι κεκραμένα τὰ στοιχειώδητε καὶ πρῶτα τοῦ σώματος μόρια, καλούμενα δ’ὑπ’Ἀριστοτέλους ὁμοιομερῆ. λέγω δ’ὁμαλῶς μὲν, ὅταν ἐπί τινα δυσκρασίαν ἐκτραπῇ πάντα ὁμοίως τὰ τοῦ σώματος μόρια, ψυχρότερα τοῦ προσήκοντος ἢ θερμότερα γενόμενα, ἢ ξηρότερα ἢ ὑγρότερα, καὶ κατὰ συζυγίαν τινὰ μὲν ἅμα θερμότεράτε καὶ ξηρότερα, τινὰ δὲ ὑγρότερα καὶ ψυχρότερα γιγνόμενα, καί τινα μὲν ὑγρότερα καὶ θερμότερα, τινὰ δὲ ψυχρότερα καὶ ξηρότερα. καὶ μέντοι καὶ κατὰ τὴν τῶν ὀργανικῶν μορίων σύνθεσιν ἔνια μὲν ὁμαλῶς, ἔνια δὲ ἀνωμάλως σύγκειται. πρῶτον μὲν οὖν ἐρῶ καὶ νῦν, ὁποῖαι κατασκευαὶ σωμάτων εἰσὶν αἱ νοσωδέσταται, καθάπερ καὶ πρόσθεν ἐδήλωσα τὴν ὑγιεινήν. ἀλλ’αὕτη μὲν μία, τὸ γὰρ ἄριστον ἐν παντὶ γένει πράγματος ἕν ἐστι · τὰ μοχθηρὰ δὲ δηλονότι πάμπολλα. διττὴ δ’αὐτῶν ἐστιν ἡ γενικὴ διαφορὰ, καθάπερ ἀρτίως εἶπον, ἐνίων μὲν ἐν ὁμοίᾳ δυσκρασίᾳ ἅπαντα ἐχόντων τὰ μόρια, τινῶν δ’ἐν διαφερούσῃ. τῶν μὲν οὖν ὁμοίαν ἐχόντων δυσκρασίαν εὔδηλον ὡς χείριστά ἐστι τὰ σφοδρὰς ἔχοντα ταύτας, καὶ μάλιστα τὰς ψυχρὰς ἅμα καὶ ξηράς · τῶν δ’ἀνωμάλους ἐχόντων κατασκευὰς σωμάτων οὐ δ’ἀριθμῆσαι ῥᾴδιόν ἐστι τὰς ὑπαλλάξεις. ἀλλὰ κα- κᾀκεῖνα δ’ὑπαλλάξειεν ἄν τις διττοῖς εἴδεσιν, ἢ γένεσιν, ἢ ὅπερ ἄν τις ὀνομάζειν ἐθέλοι. νοσωδέστατα μὲν γὰρ αὐτῶν ἐστιν, ὅσα ταῖς ἐναντίαις κράσεσι τὰ κυριώτατα τῶν μορίων ἔχει πλεονεκτούμενα · μετριώτερα δ’, ἐν οἷς οὕτω διάκειται τὰ μὴ κύρια. τεθέαμαι γάρ τινας ἤδη ἔχοντας κοιλίαν μὲν ψυχρὰν, κεφαλὴν δὲ θερμὴν, ὥσπερ ἐνίους ἔμπαλιν ἐπὶ κεφαλῇ ψυχρᾷ θερμὴν κοιλίαν. ἐθεασάμην δὲ κατὰ συμβεβηκὸς, οὐ πρώτως, οὐ δὲ κατὰ τὸν ἴδιον λόγον τῆς κράσεως ἐκχολουμένην γαστέρα συνεχῶς, οὐκ οὖσαν φύσει θερμὴν, ὥσπερ γε καὶ ψυχομένην ἑτέραν, καίτοι οὐκ οὖσαν φύσει ψυχράν · οὕτως δὲ καὶ κεφαλὴν, ἧπάρτε καὶ σπλῆνα, καὶ ἄλλο μόριον ἀπολαῦον ἐνίοτε τῆς ἑτέρας δυσκρασίας, ἤτοι μηδὲν αὐτὸ φύσει βεβλαμμένον εἰς τὴν προσήκουσαν κρᾶσιν, ἢ διακείμενον ἐναντίως αὐτῇ. περὶ πρώτων οὖν ὁ λόγος ἔσται μοι τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐχόντων, ἀπὸ τῶν θερμοτέρων ἀρξαμένῳ. λέλεκται δ’ἐν τοῖς περὶ κράσεων, ἀδύνατον εἶναι διαμένειν ἐπὶ πολὺ δυσκρασίαν τινὰ μίαν, αὐτὴ γὰρ ἑαυτῇ προσκτᾶταί τινα ἐξ ἀνάγκης ἑτέραν. διὸ καὶ τοῖς πλείστοις τῶν ἰατρῶν τέτταρες ἔδοξαν εἷναι μόναι δυσκρασίαι σύνθετοι, τὰς δὲ ἁπλᾶς οὐκ εἶναι · τήντε γὰρ θερμὴν ἐξικμάζουσαν ἀεὶ τὰς ὑγρότητας ἐπικτᾶσθαι ξηρότητα, τήντε ψυχρὰν, ἅτε οὐκ ἐκδαπανῶσαν, ὑποτρέφειν ὑγρότητα, κατὰ τα- ταὐτὰ δὲ καὶ τὴν ξηρὰν ἐν μὲν τῷ χρόνῳ τῶν αὐξητικῶν ἡλικιῶν ἑαυτοῦ θερμότερον ἀποφαίνειν τὸ ζῶον, ἐν δὲ τῷ τῶν παρακμαστικῶν ἀποψύχειν · ξηραίνειν μὲν τὰ στερεὰ μόρια τοῦ σώματος, ἀθροίζειν δὲ περιττωμάτων πλῆθος · ὥσπερ γε καὶ τὴν ὑγρὰν, ἢν ἅμα τῷ θερμοτάτῳ συμμέτρῳ συστῇ, γίνεσθαί ποτε κατ’ἀμφοτέρας τὰς ἀντιθέσεις εὔκρατον. ἀμφοτέρας δ’ἀντιθέσεις δηλονότι λέγω τὴν κατὰ τὸ θερμὸν καὶ ψυχρὸν καὶ τὴν κατὰ τὸ ξηρὸν καὶ ὑγρόν. ἔσται δ’εὔκρατος ἡ τοιαύτη κατὰ τὸν τῆς ἀκμῆς καιρὸν, οὐχ ἥκιστα δὲ κα- κᾀν τῷ κατὰ τὴν παρακμὴν, ὡς ἐκείνοις πρέπει. τὴν μὲν γὰρ ἀρίστην κρᾶσιν ἴσχει τὸ σῶμα κατὰ τὴν τῶν μειρακίων ἡλικίαν, αἱ δ’ἄλλαι πᾶσαι χείρους ταύτης εἰσὶν, ὡς ἐδείχθη. καὶ μέντοι καὶ τοῦτ’ἀναμεμνήσθω, ἕν τι ὂν αὐτὸ τῶν εἰρημένων. διττῶν γὰρ οὐσῶν ἐνεργειῶν κατὰ τὰ ζῶα, τὰς μὲν σωματικὰς οἱ παῖδες ἀρίστας ἔχουσι, τὰς δὲ ψυχικὰς ἡ μετὰ τοὺς παῖδας ἡλικία μέχρι τῆς παρακμαστικῆς. οὐκ ἔστι δὲ καὶ ἐτῶν ἀριθμῷ περιορίσαι ταύτας, καθάπερ ἔνιοι πεποιήκασι, πλὴν ἢ κατὰ πλάτος. ἡβάσκειν οὖν ἄρχονταί τινες ἅμα τῷ πληρῶσαι τὸ τεσσαρεσκαιδέκατον ἔτος, ἔνιοι δὲ μετ’ἐνιαυτὸν, ἢ καὶ πλείονα χρόνον · ἀρχήντε τῆς παρακμῆς ἴσχουσιν, ἔνιοι μὲν εὐθέως μετὰ τὸ τριακοστὸν ἔτος, ἔνιοι δὲ μετὰ τὸ τριακοστὸν πέμπτον. τὴν μὲν οὖν ἰσχὺν ἅπαντες ἄνθρωποι καθαιροῦνται μετὰ τὴν ἀκμαστικὴν ἡλικίαν, οὐ μὴν τήν γε ὑγίειαν ἀπολλύουσιν, ἀλλ’ἧττον μὲν ἐπαινετὴν ἔχουσιν ἢ πρόσθεν, ἔχουσι δ’ὅμως οὐ μόνον ἄχρι γήρως ἀρχῆς, ἀλλὰ καὶ κατ’αὐτὸ τὸ γῆρας ὅλον, ὃ δὴ δοκεῖ τισιν εἶναι νόσημα φυσικὸν, ὁπόταν μήτ’ὀδυνῶνταί τι, μήτε τινὰ τῶν ἐνεργειῶν, αἷς εἰς τὰς κατὰ τὸν βίον πράξεις χρώμεθα, τελέως ἀπολέσωσιν, ἢ μὴ παντάπασιν ἄρρωστον ἔχωσιν, ὑγιαίνουσιν ὑγίειαν οὖσαν οἰκείαν γήρᾳ. μεμνῆσθαι γὰρ δεῖ που καὶ τῶν περὶ τῆς ὑγιείας ἀποδεδειγμένων, ὡς πάμπολυ τὸ πλάτος αὐτῆς ἐστιν. εἰ δὲ καὶ τρίτη τίς ἐστι διάθεσις σώματος, ἣν οἱ περὶ τὸν Ἡρόφιλον οὐδετέραν ὀνομάζουσι, τὴν τοῖς ἐκ πυρετῶν χαλεπῶν διασωθεῖσιν ὑπάρχουσαν κατὰ τὸν τῆς ἀναλήψεως χρόνον, καὶ τῇ τοῦ γήρως ἡλικίᾳ, τὸ μὲν ἔξω νόσου τοῖς γέρουσιν εἶναι πάντως ὑπάρξει, τὸ δὲ τὰς ἐνεργείας ἰσχυρὰς ἔχειν ὁμοίως τοῖς ἀκμάζουσιν οὐχ ὑπάρχει. ἀλλ’ἐὰν, εἰς ὅσον γέροντι χρεία βλέπειντε καὶ ἀκούειν καὶ βαδίζειν καὶ τα- τἄλλα πράττειν δύνασθαι, μηδὲν ἐλλίπῃ τὸ σῶμα, καὶ τοῦτ’ἄν τις εἰκότως ὀνομάζοι γέροντος ὑγίειαν, ὅλον τοῦτο λέγων ὑγίειαν γέροντος, οὐχ ἁπλῶς ὑγίειαν. ἐκείνη μὲν γὰρ ἄμεμπτός ἐστι τὴν διὰ τῶν ἐνεργειῶν ἀρετὴν, μεμπτὴ δ’ἡ τῶν γερόντων · ἔχουσα γὰρ ἁπάσας τὰς ἐνεργείας οὐδεμίαν ἐρρωμένην ἔχει. καὶ δὴ καὶ τὸ γηροκομικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς σκοπὸν ἔχει τὴν γεροντικὴν ὑγείαν εἰς ὅσον οἷόντε διαφυλάττειν. ὅσα δὲ σώματα νοσώδη κατασκευὴν ἔσχηκεν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει, ταῦτα τὴν ἀρχὴν μὲν οὐ δ’ἀφικνεῖταί ποτε εἰς τὸ γῆρας, εἰ δ’ἀφίκοιτο, πάντα ἕν γέ τι νόσημα χρόνιον ἴσχει. προὐθέμεθα δ’ἐν τῷ νῦν λόγῳ περὶ τῶν μοχθηρὰν ἐχόντων κατασκευὴν διελθεῖν, σκοποῦντες, ὅπως ἄν τις αὐτὰ φυλάττοι κατὰ τὸ πλεῖστον ὑγιαίνοντα.
τὴν ἀρχὴν οὖν ἀπὸ τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐν ἅπασι τοῖς μέρεσι τοῦ σώματος ἐχόντων ποιησάμενοι λέγωμεν ἤδη περὶ τῆς θερμοτέρας κράσεως, οὐ μὴν ἐν τῇ καθ’ὑγρότητα καὶ ξηρότητα συμμετρίᾳ μεμπτῆς. εὐθὺς μὲν οὖν ἀπ’ἀρχῆς ἡ τοιαύτη φύσις τοῦ σώματος ὑγιεινοτέρα φαίνεται τῆς κατ’ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτου · λέγω δ’ἀμφοτέρας, τῆςτε κατὰ θερμότητα καὶ ψυχρότητα, καὶ τῆς καθ’ὑγρότητα καὶ ξηρότητα. καὶ τούςτε ὀδόντας φύσει θᾶττον, καὶ φθέγξεται διηρθρωμένην φωνὴν, καὶ βαδιεῖται θᾶττον, αὐξήσεταίτε κατὰ τὴν ἀναλογίαν ἑκάστοτε τῶν ἐτῶν. ἐπειδὰν δὲ τὴν τῶν μειρακίων ἡλικίαν διεξέλθῃ, τὸ μεταξὺ πᾶν ἄχρι τῆς παρακμῆς σαφῶς πλέον ἤδη φανεῖται θερμὸν, ὡς τοῖς ἀπὸ ξανθῆς χολῆς νοσήμασίτε καὶ συμπτώμασιν εὐάλωτον ὑπάρχειν. ἡ γὰρ τοι πολλὴ θερμότης ἐκδαπανῶσα τὴν ὑγρότητα ξηροτέραν ἐργάζεται τὴν κρᾶσιν. οὔσης δὲ καὶ τῆς τῶν ἀκμαζόντων ἡλικίας θερμῆς, ἡ συζυγία τῆς κράσεως αὐτῶν ἔσται θερμήτε ἅμα καὶ ξηρά · χολὴ δὲ ἐν ταῖς τοιαύταις κράσεσιν ἡ ὠχράτε καὶ ξανθὴ καλουμένη πλεονάζει. τοὺς οὖν οὕτως πεφυκότας ἄχρι μὲν τῆς τῶν μειρακίων ἡλικίας ὁμοίως χρὴ τοῖς ἄριστα πεφυκόσι διαιτᾷν, ὑπὲρ ὧν εἴρηται κατὰ τὸν ἔμπροσθεν λόγον · ἐπειδὰν δὲ τέλειον αὐτῶν ᾖ τὸ σῶμα, διασκέψασθαι προσήκει, πότερον ὑπέρχεται τὸ περιττὸν τῆς χολῆς αὐτοῖς ἅμα τοῖς διαχωρήμασιν, ἢ πρὸς τὴν ἄνω κοιλίαν ὁρμᾷ. κάτω μὲν ὑπιόντος αὐτοῦ, πρόδηλον, ὡς χρὴ οὐδὲν περιεργάζεσθαι, πρὸς δὲ τὴν ἄνω γαστέρα φερομένου, δι’ἐμέτων ἐκκενοῦν, μακρὰν χαίρειν εἰπόντας ἐκείνοις τῶν φιλοσόφων, ὅσοι κωλύουσι μετὰ τὰ γυμνάσια πρὸ τῆς τροφῆς ἀφ’ὕδατος χλιαροῦ ἐμεῖν. οἴνῳ γὰρ οὐ δ’ἐγὼ συμβουλεύω τηνικαῦτα χρῆσθαι, πλὴν εἰ δυσχερῶς ἐμοῖεν ἀφ’ὕδατος. εἰσὶ γάρ τινες καὶ τοιαῦται φύσεις σωμάτων, αἷς συγχωρητέον οἴνου γλυκέος προσφέρεσθαι, εἰ προπίονται αὐτοῦ τὸ ὕδωρ. ἔτι δὲ καὶ μᾶλλον, ὅταν ἡ κρᾶσις ἐξ ἀρχῆς ᾖ θερμοτέρατε καὶ ξηροτέρα, πρὸς τοὺς ἐμέτους ἔρχεσθαι · καὶ γὰρ καὶ μᾶλλόν εἰσιν οὗτοι χολώδεις ἐπὶ τῆς ἀκμαστικῆς ἡλικίας. καὶ δὴ καὶ γυμνάζεσθαι βέλτιον αὐτοὺς, οὐκ ὀξὺ καὶ σύντονον γυμνάσιον, ἀλλὰ σχολαιότερόντε καὶ μαλακώτερον · εἰσὶ γὰρ δὴ καὶ ἰσχνότεροι πάντες οἱ τοιοῦτοι. συμπεφώνηται δὲ τοῖς γυμνασταῖς ἅπασι, λεπτύνειν μὲν τὰ ὀξέα γυμνάσια, σαρκοῦν δὲ τὰ βραδέα. τινὲς δὲ καὶ τῶν σφόδρα θερμῶν τὴν κρᾶσιν οὐ δ’ὅλως χρῄζουσι γυμνασίων, ἀλλ’ἀρκεῖ περίπατόςτε καὶ λουτρὸν αὐτοῖς, ἀνατριψαμένοις ἐλαίῳ μαλακαῖς τρίψεσι. δριμὺ γὰρ καὶ θερμὸν καὶ δακνῶδες τὸ διαπνεόμενον ἀπ’αὐτῶν ἐστιν, οὐκ ἀτμῶδες οὐ δ’ἡδὺ καὶ ἄδηκτον. οὗτοι δὲ καὶ τοῖς μετὰ τροφὴν χαίρουσι λουτροῖς. καὶ τινες αὐτῶν ἄπιστον ὅπως ἐπαχύνθησαν ἐπὶ τῇ τοιαύτῃ διαίτῃ. παλαιὸς δὲ οἶνος ἐναντίος αὐτοῖς ἐστι, οἰκεῖος δὲ ὁ λευκὸς καὶ λεπτός. ἐπιβλέπειν δὲ ἐπὶ πάντων τῶν μετὰ τροφὴν λουομένων, μή πως κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ, αἰσθάνονταί τινος ἀλγήματος, ἢ βάρους, ἢ τάσεως. αἱ γὰρ τοιαῦται κατασκευαὶ τῶν σωμάτων ἡπατικαῖς ἁλίσκονται νόσοις, ἐὰν ἐδηδοκότες λούωνται. κα- κᾂν αἴσθωνται δέ ποτε τοιούτου τινὸς συμπτώματος, αὐτίκα διδόναι τι τῶν ἐκφραττόντων τὸ ἧπαρ, ἀπέχειντε καὶ τῶν παχυχύμων ἐδεσμάτων, καὶ μάλιστα ὅσα γλίσχρα. λέγεται δὲ περὶ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς τρισὶν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἔγραψα, καὶ τῷ περὶ τῆς εὐχυμίαςτε καὶ κακοχυμίας, ἔτιτε κα- κᾀν τῷ τῆς λεπτυνούσης διαίτης. καὶ γὰρ οὖν καὶ χρῆσθαι ἐν τοῖς ἀλγήμασι τοῖς καθ’ἧπαρ ἀναγκαῖόν ἐστι λεπτυνούσῃ διαίτῃ, μέχρι περ ἂν αὐτοῖς ἀνώδυνόντε καὶ κοῦφον γένηταί πως τὸ δεξιὸν ὑποχόνδριον. ἀγαθὸν δὲ καὶ τῆς κόμης τοῦ ἀψινθίου τὸ ὑπόβρεγμα προσφέρεσθαι, καὶ τὸ διὰ ταύτηςτε καὶ ἀνίσου καὶ πικρῶν ἀμυγδάλων συντιθέμενον, ὃ δι’ὀξυμέλιτος ἄμεινον πίνειν ἐν τῷ μέσῳ χρόνῳ τῆςτε ἐκ τῶν ὕπνων ἀναστάσεως καὶ τοῦ λουτροῦ. προκατειργασμένωντε γὰρ τῶν ἀναδεδομένων εἰς ἧπαρ ἐκ τῆς γαστρὸς ἄμεινον προσφέρεσθαι τὰ τοιαῦτα, τῇτε ἐξ αὐτῶν ἐνεργείᾳ χρόνον τινὰ δίδοσθαι πρὸ τῆς τῶν σιτίων προσφορᾶς. ἀγαθὸν δὲ καὶ τὸ διὰ τῆς καλαμίνθου φάρμακον, οὗ τὴν σύνθεσιν ἐν τῷ δʹ τῶν ὑπομνημάτων ἔγραψα. ἀλλ’ἐπί γε τῶν χολωδῶν κράσεων φυλάττεσθαι προσήκει τὴν συνεχῆ τοῦδε χρῆσιν. καὶ μέντοι καὶ ὁπότε τις αὐτῶν χρῆται αὐτῷ τῆς καθ’ἧπαρ ἐμφράξεως ἕνεκεν, ἄμεινον δι’ὀξυμέλιτος πίνεσθαι. τὸ δὲ τῶν τροφῶν εἶδος, εἰ μὲν ὑπαλλάττειν ἐπὶ τὸ βέλτιον ἐθέλεις τὴν κρᾶσιν τῶν οὕτως ἐχόντων, ἐναντίον ἔστω τῇ δυσκρασίᾳ. κατὰ βραχὺ δὲ γίνεται τοῦτο χωρὶς βλάβης, ἐπιστατοῦντος μὲν ἰατροῦ, σχολὴν δ’ἄγοντος αὐτῷ τοῦ βοηθουμένου τοσαύτην, ὡς ἅπαντα ποιεῖν ἐν τῷ προσήκοντι καιρῷ. πράττοντι δὲ ἀνθρώπῳ τὰ πολιτικὰ καὶ πολλαῖς ἀσχολίαις δουλεύοντι κάλλιόν ἐστι μη δ’ἐπιχειρεῖν ὑπαλλάττειν τὴν κρᾶσιν, ἀλλὰ τὰς οἰκείας τροφὰς αὐτῷ δοτέον. οἰκεῖαι δ’εἰσὶν αἱ μὲν ὑγραὶ ταῖς ὑγραῖς, αἱ δὲ ξηραὶ ταῖς ξηραῖς. ἡ γάρ τοι θρέψις ὁμοιουμένου γίνεται τοῦ θρέψοντος ἐδέσματος τῷ τρεφομένῳ σώματι · θᾶττον δὲ ὁμοιοῦται τὰ μὲν ξηρὰ ταῖς ξηραῖς, τὰ δ’ὑγρὰ ταῖς ὑγραῖς. ἐπὶ δὲ τῶν ὁμαλὴν τὴν κρᾶσιν ἐχόντων, ὅσον περ ἂν ἥδιον ᾖ τὸ βρῶμα, τοσοῦτον τροφιμώτερον γίγνεται · τῶν δ’ἀνώμαλον ἐχόντων τὴν κρᾶσιν σωμάτων, ὡς ἄλλην μὲν εἶναι τὴν τοῦ ἥπατος, ἄλλην δὲ τὴν τῆς γαστρὸς, ἤ τινος τῶν καθ’ἧπαρ, ἕτερον μὲν ἐστι τὸ κατὰ τὴν προσφορὰν ἡδὺ, ἕτερον δὲ τὸ καθ’ἕκαστον μόριον οἰκεῖον. ἐπεὶ δὲ καὶ τὸ καθ’ἕκαστον μόριον οἰκεῖον ἐδείχθη διττὸν, ἕτερον μὲν τὸ κατὰ τὰς ἁπλᾶς ποιότητας, ἕτερον δὲ τὸ κατὰ τὴν ὅλην οὐσίαν, ἡ μὲν οὖν κατὰ τὰς ἁπλᾶς ποιότητας οἰκειοτάτη ὁποία τίς ἐστιν, ὀλίγῳ πρόσθεν εἴρηται, μεταβάλλειντε αὐτὴν βουλομένοις ἐπὶ σχολῆς, ὑπηρετεῖντε ἀναγκαζομένοις ἐν ἀσχολίᾳ, ἡ δὲ κατὰ τὴν ὅλην οὐσίαν τῇ πείρᾳ μόνῃ · γινώσκεται. μεγίστην οὖν δύναμιν εἰς τὴν τῶν ἐσθιομένωντε καὶ πινομένων κατεργασίαν, οὐ κατὰ τὴν γα στέρα μόνον, ἀλλὰ καὶ κατὰ σύμπαν τὸ σῶμα, ἡ κατὰ τὴν ὅλην οὐσίαν οἰκειότης ἔχει, δι’ἥν αἱ τροφαὶ τοῖς ζώοις ὑπηλλαγμέναιτε καὶ πολὺ διαφέρουσαι ταῖς ἰδέαις εἰσὶν, οὐδὲν ὅμοιον ἐχούσης τῆς ἐκ τῶν ἀχύρωντε καὶ πόας τῇ ἐξ ὀστῶντε καὶ σαρκῶν, ἢ τῆς ἐξ ἄρτων τῇ ἐκ κωνίουτε καὶ ἑλλεβόρου · καὶ γὰρ ταῦτα ζώοις τισίν εἰσι τροφαί. γίνονται δὲ καὶ κατὰ τὴν ποιότητα οἰκειότητες, εἰ μὲν φυλάττειν ἐθέλοις τὰς κράσεις, ταῖς μὲν ὑγραῖς τῶν ὑγραινόντων ἐδεσμάτων ἁρμοττόντων, ταῖς δὲ ξηραῖς τῶν ξηραινόντων, εἰ δὲ ὑπαλλάττειν, τῶν ἐναντίων. ἐπὶ δὲ τῆς κατὰ τὸ θερμὸν καὶ ψυχρὸν εἰς δυσκρασίαν ἐκτροπῆς ἡ τῶν ἐναντίων προσφορὰ διαπαντὸς ἁρμόττει. δραστικώταται γάρ εἰσι καὶ, ὡς ἂν εἴποι τις, δυναστικώτεραι τῶν καθ’ὑγρότητα καὶ ξηρότητα δυσκρασιῶν αἱ τοιαῦται · ῥᾳδίως γοῦν ὑπὸ τῶν ὁμοίων τροφῶν εἰς νοσώδη δυσκρασίαν ἀφικνοῦνται. ξηρότερον δ’ἐργασάμενος ὁτιοῦν τῶν μορίων οὐδέν τι βλάψεις σαφὲς, ὥσπερ οὐ δ’εἰ φυλάττοις ὑγρότερον. ἐναργέστερον δέ σοι τεκμήριον καὶ αἱ ἡλικίαι γινέσθωσαν, αἱ μὲν ἀπὸ τῆς πρώτης γενέσεως ἄχρι τῶν μειρακίων ὑγροτάτην ἔχουσαι τὴν σάρκα, ξηρὰν δὲ ἱκανῶς αἱ πρεσβυτικαί. μεμνῆσθαι δ’ἐν τοῖς τοιούτοις λόγοις χρὴ τῶν εἰρημένων ἐν τοῖς περὶ κράσεων, ὅπως μή τις ὑπολάβῃ, τοὺς ὑπὸ περιττῶν ὑγρῶν βαρυνομένους ὑγροὺς γίνεσθαι τὴν κρᾶσιν, ὃ καὶ τοὺς οἰηθέντας, ὑγρὸν καὶ ψυχρὸν εἶναι τὸ γῆρας, ἐξηπάτησεν. οὐ γὰρ αὐτὰ τὰ μόρια τοῖς γέρουσιν ὑγρότερα ταῖς κράσεσίν ἐστιν, ἀλλὰ αἱ μεταξὺ τῶν σωμάτων χῶραι τῆς περιττῆς ὑγρότητος ἐμπίπλανται γερόντωντε καὶ νοσούντων νόσους ὑγράς. ὁποῖον δέ τι τὸ ξηρὸν νόσημά ἐστιν, ἐπιστημονικὴν ἕξει γνῶσιν τὸ γεγραμμένον μοι περὶ μαρασμοῦ βιβλίον ἐπιμελῶς ἀναγνοὺς, οὐχ ἅπαξ ἢ δὶς, οὐ δὲ παρατρέχων, ἀλλ’ἐφιστὰς καὶ προσέχων τὸν νοῦν ἑκάστῳ τῶν λεγομένων. προγεγυμνάσθαι δὲ χρὴ τὸν μέλλοντα καλῶς ἀναλέξασθαι ταῦτα τῷ δευτέρῳ περὶ κράσεων ὑπομνήματι, καθ’ὃ δέδεικται τοῦ γέροντος ἡ κρᾶσις ξηρά. τὸ δὲ προκείμενον ἐν τῷ νῦν λόγῳ σῶμα θερμότερον τοῦ δέοντος, ἐὰν μὲν ἐν τῇ πρώτῃ συστάσει μέσον ὑγρότητόςτε καὶ ξηρότητος ᾖ, πάντως τοῦτο κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν γίνεται ξηρὸν, ἔτι δὲ μᾶλλόντε καὶ θᾶττον, εἰ καὶ φύσει ξηρότερον εἴη. καὶ δὴ καὶ γηράσει τοῦτο θᾶττον, ὅσῳ καὶ θᾶττον εἰς ἀκμὴν ἀφίκοιτο. πάντων γὰρ ἐν τῇ παρακμῇ ξηραινομένων, εὔλογόν ἐστι τὸ φύσει ξηρότερον εἰς τὴν τῆς γεροντικῆς ἀμετρίας ξηρότητα ἀφικνεῖσθαι θᾶττον. δέονται τοίνυν οὗτοι μάλιστα κατὰ τὴν ἀκμαστικὴν ἡλικίαν ὑγρᾶς διαίτης, ἧς τὸν τύπον ἄρτι ὑπέγραψα, διάτε τῶν ὑγραινόντων ἐδεσμάτων καὶ λουτρῶν, ἀποχῆςτε καὶ γυμνασίων συντόνων καὶ πολλῶν γινομένης, ὥστε θέρους ὥρᾳ καὶ θᾶττον λούεσθαι, καὶ μετὰ τροφὴν αὖθις τὸ δεύτερον. ὀνίνησι τούτους καὶ ἡ τοῦ ψυχροῦ πόσις. ἐναντιώτατα δὲ ταῖς ξηραῖς κράσεσίν εἰσιν ἀφροδίσια. φείδεσθαι δὲ χρὴ καὶ μάλιστα αὐτοὺς ἐγκαύσεων, καὶ κόπων, καὶ φροντίδων, καὶ ἀγρυπνιῶν, καὶ κινήσεων ἁπασῶν ὀξειῶν. καὶ οἱ θυμοὶ δὲ μάλιστα τὰς χολώδεις φύσεις ἐκπυροῦντες ὀξεῖς γεννῶσι πυρετούς. ἅπερ οὖν ἐπῄνηται διαιτήματα τοῖς θερμοῖς τὴν κρᾶσιν ἐπὶ τῆς ἀκμῆς καὶ σύμμετρον ἐξ ἀρχῆς ἔχουσιν ὑγρότητα, ταῦτα μᾶλλον ἁρμόττει τοῖς φύσει θερμοῖς καὶ ξηροῖς. εὔδηλον δ’, ὅτι τὴν ποσότητα τῆς ὑπεροχῆς τοῦ κρατοῦντος στοιχείου σκεπτέον ἐστὶν ἐν τοῖς μάλιστα. τοσοῦτον γὰρ ἐπιτείνειντε καὶ ἐκλύειν ἢ αὐξάνειν χρὴ τὸ τῆς διαίτης εἶδος, ὅσον ὑπὲρ τὸ κατὰ φύσιν ηὔξηταίτε καὶ μεμείωται τὰ τῆς κράσεως στοιχεῖα. διὸ καὶ τοὺς ὑγροτέρουςτε καὶ τοὺς φύσει θερμοτέρους, εἰ μὲν ὑπαλλάττειν αὐτῶν ἐθέλοις τὴν κρᾶσιν ἐπὶ τὸ ξηρότερόντε καὶ ψυχρότερον εἶδος, χρὴ διὰ τῆς ἐναντίας διαίτης ἄγειν, εἰ δὲ φυλάττειν, διὰ τῶν ὁμοίων. αἱ δὲ τοιαῦται φύσεις ἐν τῇ τῶν παίδων ἡλικίᾳ ῥευματικοῖςτε καὶ πληθωρικοῖς ἁλίσκονται νοσήμασι, καὶ πρὸς τούτοις γε σηπεδονώδεσι. δέονται τοίνυν γυμνασίων πλεόνων, ἀκριβοῦςτε τῆς ἐν τῇ γαστρὶ πέψεως · ὅσα γὰρ ἐν ταύτῃ διαφθείρεται, νοσημάτων σηπεδονωδῶν ὑπόθεσις γίνεται παντὶ τῷ σώματι. διὸ καὶ πρὸ τροφῆς δὶς καὶ τρὶς οὗτοι λουόμενοι, καὶ τοῖς αὐτοφυέσι θερμοῖς ὕδασιν οὗτοι χρώμενοί, μάλιστα ὠφελοῦνται. σκοπὸς γὰρ ἐπ’αὐτῶν ἐστιν αὐτὰ μὲν τὰ μόρια τοῦ ζώου φυλάττειν ὑγρὰ, κοινὸν ὂν τοῦτο πάσης κράσεως, εἴ γε καὶ το- τοὐναντίον αὐτῆς θᾶττον ἐπὶ τὸ γῆρας ἄγει τὰ σώματα τῶν ζώων ἁπάντων, αὐτότε τὸ θνητὸν εἶναι τὸ γεννητὸν σῶμα τὴν αἰτίαν ἔχει · ὡς, εἴγε δυνατὸν ἦν ἀεὶ διαφυλάττειν ὑγρὰν τὴν κρᾶσιν τοῦ σώματος, ὁ τοῦ σοφιστοῦ λόγος, ὃν ἐν ἀρχῇ διῆλθον, ἀθάνατον ἐπαγγελλόμενος ποιήσειν τὸν αὐτῷ πειθόμενον, ἀληθὴς ἦν. ἀλλ’ἐπεὶ τὴν φυσικὴν ὁδὸν τὴν ἐπὶ τὸ ξηραίνεσθαι τὸ σῶμα φυγεῖν οὐκ ἔστιν, ὡς ἐδείχθη, διὰ τοῦτο γηρᾷν ἀναγκαῖον ἡμῖν ἐστι καὶ φθείρεσθαι, πολυχρονιώτατος δ’ἂν ὁ ἥκιστα ξηραινόμενος γένοιτο. τῆς δ’ὑγρᾶς διαίτης περιττώματάτε καὶ πλῆθος χυμῶν γεννώσης, χαλεπὸν γίνεται κρατῆσαι τῆς συμμετρίας, ὡς μήτε νόσοις ἁλίσκεσθαι, μήτε ταχέως γηρᾷν. ὅσον δ’αὖ ἐπὶ τῇ κράσει, πολυχρονιώτατοι πάντων εἰσὶν οἱ ὑγρότατοι, καὶ μέντοι καὶ ὑγιαίνουσιν, ἐπειδὰν κρατυνθῇ τὸ σῶμα, τῶν ἄλλων μᾶλλον, ὥσπερ καὶ ἰσχυρότεροι μέχρι γήρως ἐσχάτου τῶν τὴν αὐτὴν ἡλικίαν ἐχόντων εἰσί. καὶ κατὰ τοῦτο ἐπῄνηται σχεδὸν ὑπὸ πάντων ἰατρῶντε καὶ φιλοσόφων, ὅσοι τὰ στοιχεῖα τοῦ σώματος ἀκριβῶς ἔγνωσαν, ἡ κρᾶσις αὕτη · καὶ μέντοι καὶ διὰ τοῦτο μόνη τισὶν ἔδοξε κατὰ φύσιν εἶναι. κρείττων γὰρ ἐν τῷ χρόνῳ τῶν ἄλλων γίγνεται, τό γε κατ’ἀρχὰς οὖσα χείρων. ὥστε καὶ τὸν ἐπιστατοῦντα τῷ τοιούτῳ σώματι τῶν ἀπορροιῶν αὐτοῦ προνοεῖσθαι χρὴ διάτε γυμνασίων, ὡς ἔφην, καὶ λουτρῶν πρὸ τροφῆς πλεόνων, ἐκκρίσεώςτε τῶν δι’οὔρων καὶ γαστρὸς γιγνομένων. οὐδὲν δὲ κωλύει καὶ ἀποφλεγματισμοῖς ποτε χρῆσθαι καὶ καθάρσεσιν, εὐχύμοιςτε πρὸ πάντων ἐδέσμασιν, οἴνωντε πόσει τῶν οὔρησιν κινούντων.
περὶ μὲν οὖν τῶν θερμῶν κράσεων αὐτάρκως εἴρηται · περὶ δὲ τῶν ψυχρῶν ἐφεξῆς ἂν εἴη λεκτέον. εἰσὶ δὲ καὶ τούτων αἱ μέγισται διαφοραὶ τρεῖς · ἤτοι γὰρ εὔκρατοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, ὡς μηδὲν μᾶλλον ὑγροὺς ἢ ξηροὺς ὑπάρχειν, ἢ τὸ ὑγρὸν, ἢ τὸ ξηρὸν ἐν αὐτοῖς ἐπικρατεῖ. χειρίστη δ’εἰκότως ἐστὶν ἡ ξηρὰ κρᾶσις · ὃ γὰρ ἐν τῷ χρόνῳ τοῖς γηρῶσι γίνεται, τοῦτ’εὐθέως ἐξ ἀρχῆς ὑπάρχει τούτοις. ὑγραίνειντε οὖν αὐτοὺς χρὴ καὶ θερμαίνειν. ἔσται δὲ τοῦτο γυμνασίοις συμμέτροις καὶ τροφαῖς ὑγραῖςτε καὶ θερμαῖς, οἴνουτε πόσει τῶν θερμοτέρων, ὕπνοιςτε πλείοσι, προνοουμένων ἡμῶν, ὅπως τὰ καθ’ἑκάστην ἡμέραν ἐν τῷ σώματι γεννώμενα περιττώματα τῆςτε τροφῆς καὶ τοῦ πόματος ἐκκενῶται πάντα. περὶ δὲ τῶν ἀφροδισίων εἴρηται μὲν καὶ πρόσθεν, ὡς ἅπαντας μὲν τοὺς ξηροτέρους τῇ κράσει βλάπτει, νυνὶ δ’, ὅτι τούτων αὐτῶν μάλιστα τοὺς πρὸς τῇ ξηρότητι καὶ ψυχρούς. ἀβλαβῆ γὰρ ἀφροδίσια μόνοις τοῖς ὑγροῖς καὶ θερμοῖς ἐστι, καὶ ὅσοι φύσει πολύσπερμοι, περὶ ὧν ἐν ταῖς ἀνωμάλοις κράσεσιν αὐτίκα λεχθήσεται. μοχθηραὶ δὲ καὶ αἱ μεθ’ὑγρότητος ψυχραὶ κράσεις εἰσὶ, καὶ μάλιστα αὗται τοῖς ῥευματικοῖς ἁλίσκονται νοσήμασιν, ὀνίνησίτ’αὐτὰς ἀλουσίατε καὶ γυμνάσια, καὶ δίαιται λεπτότεραι, καὶ χρίσματα μετρίως θερμαίνοντα, περὶ ὧν τῆς ἰδέας ἔμπροσθεν εἴρηται κατὰ τὸν περὶ τῶν κόπων λόγον. ὅσοι δὲ ψυχρότεροι μέν εἰσι φύσει, συμμέτρως δ’ἔχουσι τῆς κατὰ τὸ ξηρόντε καὶ ὑγρὸν κράσεως, ἧττον οὗτοι τῶν κατὰ τοῦτο δυσκράτων εἰσὶ μοχθηροὶ πρὸς ὑγίειαντε καὶ ῥώμην σώματος. ἐπεγείρειν οὖν αὐτῶν χρὴ καὶ ῥωννύναι τὴν θερμασίαν, ἐν δὲ τῇ καθ’ὑγρότητα καὶ ξηρότητα τῆς ὅλης διαίτης ἰδέᾳ τὸ μέσον ἐκλέγεσθαι. ταῦτά μοι σύμπαντα περὶ τῶν ὁμαλὴν τὴν δυσκρασίαν ἐχόντων εἴρηται, τουτέστιν ὁμοίως ἅπαντα μόρια πρὸς τὸ θερμότερον, ἢ ψυχρότερον, ἢ ὑγρότερον, ἢ ξηρότερον ἐκτεταμένα.
περὶ δὲ τῶν ἀνώμαλον ἐχόντων τὴν κατασκευὴν τοῦ σώματος οὐκ ἐγχωρεῖ διὰ βραχέων εἰπεῖν, ἐπειδὴ πολλαὶ τῶν τοιούτων ὑπαλλάξεις εἰσὶν, ἄλλων ἄλλο μόριον ἐχόντων δύσκρατον. ἀλλὰ κα- κᾂν δύο δύσκρατα ἔχωσί τινες, ὑπαλλάξεις καὶ τούτων γίνονται πολλαί. καὶ διὰ τοῦτο πρότερον εἰπόντες, ὅσα τῷτε τὴν ἄμεμπτον ἔχοντι κατασκευὴν, βιοῦντι δὲ βίον δουλικὸν, ἢ περισταστικὸν, ἢ ὅπως ἄν. τις ὀνομάζειν ἐθέλοι, ποιητέον ἐστὶν, καὶ μετὰ ταῦτα, ὅσα τοῖς ὁμαλὴν τὴν δυσκρασίαν ἐν ὁμοίῳ βίῳ, μεταβήσομεν τηνικαῦτα πρὸς τοὺς ἀνώμαλον ἔχοντας ἐν τοῖς τοῦ σώματος μέρεσι τὴν κατασκευήν. ἄμεμπτον δὲ κατασκευὴν σώματος, ὡς πολλάκις εἴρηται, κατὰ πλάτος νοητέον ἐστὶν, ὥσπερ καὶ αὐτὴν τὴν ὑγίειαν. οὔτε γὰρ ὑγιαίνειν τις ἡμῶν ἂν δόξειε τήν γ’ἀκριβῶς ἄμεμπτον ὑγίειαν οὐκ ἔχων, οὔτ’ἀμέμπτως κατεσκευάσθαι τὸ σῶμα. λέγουσι δ’ὑγιαίνοντας μὲν, ὅσοι μήτ’ὀδυνῶνταί τι μέρος σώματος, εἴςτε τὰς κατὰ τὸν βίον ἐνεργείας ἀπαραπόδιστοι τυγχάνουσιν ὄντες, οὕτω δὲ κατασκευὴν σώματος ἄμεμπτον ἔχειν, ὅταν μήθ’ὑπὸ τῶν ἔξωθεν αἰτίων ἑτοίμως εἰς νόσον ἄγηται, μήθ’ὑπὸ τῶν ἐξ αὐτῶν, διωρισμένου δηλονότι τοῦ νοσεῖν ἐνίους συνεχῶς, οὐ διὰ τὴν οἰκείαν κατασκευὴν τοῦ σώματος, ἀλλὰ καὶ διὰ μοχθηρὰν δίαιταν, ἤτοι γ’ἀργὸν βίον βιοῦντας, ἢ ὑπερπονοῦντας, ἢ περὶ τὰς τῶν σιτίων ποιότητας ἢ ποσότητας ἢ καιροὺς ἁμαρτάνοντας, ἤ τινα τῶν ἐπιτηδευμάτων βλαβερῶς ἐπιτηδεύοντας, ἢ περὶ τὴν τῶν ὕπνων ποσότητα σφαλλομένους, ἢ χρῆσιν ἀφροδισίων ἄμετρον, ἢ καὶ συντήκοντας ἑαυτοὺς ἐν λύπαις καὶ φροντίσιν οὐκ ἀναγκαίαις. οἶδα γὰρ παμπόλλους διὰ τοιαύτας αἰτίας νοσοῦντας καθ’ἕκαστον ἐνιαυτόν · ἀλλ’οὐ φήσομεν αὐτοὺς κακῶς κατεσκευάσθαι τὸ σῶμα, καθάπερ ἐκείνους, ὅσοι μηδὲν ἁμαρτάνοντες ὧν κατέλεξα συνεχῶς νοσοῦσιν. ὑποκείσθω τοίνυν ἐν λόγῳ πρῶτος ὁ τὴν κατὰ πλάτος ἄμεμπτον ἔχων κατασκευὴν σώματος, ἐν βίῳ δουλικῷ, δι’ὅλης ἡμέρας ὑπηρετῶν, ἤτοι τῶν μεγίστων δυνάμεών τισιν, ἢ μονάρχῳ, χωριζόμενος δὲ τοῦ δεσπότου περὶ τὰ πέρατα τῆς ἡμέρας. ὁρίσαι δὲ πάλιν ἐπὶ τούτου χρὴ, τίνα λέγω πέρατα, παρακοὴν γὰρ ὁ λόγος ἐργάσεται τοῖς ἀναλεγομένοις αὐτὸ, εἰ μὴ τύχοι διορισμοῦ προσήκοντος. ἐὰν γοῦν εἴπω, χωρίζεσθαι τηνικαῦτα πρῶτον εἰς τὴν ἐπιμέλειαν τοῦ σώματος, ἡνίκα ὁ ἥλιος δύνῃ, μὴ προσθεὶς, ὁποίας ἡμέρας λέγω, πότερον τῆς περὶ τὰς θερινὰς τροπὰς, ἢ χειμερινὰς, ἢ κατά τινα τῶν ἰσημερινῶν, ἢ χρόνον ἑκάτερον ἐν τῷ μεταξὺ τῶν εἰρημένων καιρῶν, ἀδύνατόν ἐστι συμφερούσας ὑποθήκας ποιήσασθαι. κατὰ γοῦν τὴν Ῥωμαίων πόλιν αἱ μέγισται μὲν ἡμέραι καὶ νύκτες βραχὺ μείζους ὡρῶν ἰσημερινῶν ιεʹ γίγνονται, καθάπερ γε πάλιν αἱ ἐλάχισται μικρὸν ἀποδέουσαι τῶν θʹ, κατὰ δὲ τὴν μεγάλην Ἀλεξάνδρειαν ιδʹ μὲν ὡρῶν αἱ μέγισται, ιʹ δὲ αἱ σμικρόταται. ὁ μὲν οὖν ταῖς σμικροτάταις μὲν ἡμέραις, μεγίσταις δὲ νυξὶν ἀφιστάμενος τῆς ὑπηρεσίας, ἡλίου δυομένου, καὶ τρίψασθαι κατὰ σχολὴν, καὶ λούσασθαι δύναται, καὶ κοιμηθῆναι συμμέτρως. οὐδεὶς δ’ἐστὶν ὃς οὐ δ’ἐν ταῖς μεγίσταις, οὐ δ’ἐν τούτοις οἷόςτ’ἐστί τι πρᾶξαι μετρίως · οὐ μὴν οὐ δ’ἔγνων τινὰ τοιαύτη δυστυχίᾳ βίου χρησάμενον. ὁ γοῦν ὧν ἴσμεν αὐτοκρατόρων ἑτοιμότατα πρὸς τὴν τοῦ σώματος ἐπιμέλειαν ἀφικόμενος Ἀντωνῖνος ἐν μὲν ταῖς μικραῖς ἡμέραις ἡλίου δύνοντος εἰς τὴν παλαίστραν παρεγίγνετο, κατὰ δὲ τὰς μεγίστας ὥρᾳ θʹ ἢ τὸ πλεῖστον ιʹ. ὥστ’ἔξεστι τοῖς παραμένουσιν αὐτῷ κατὰ τὰς ἡμερησίας πράξεις, ἀπαλλαγεῖσι, προνοήσασθαι τοῦ σώματος ἐν τῷ λοιπῷ μέρει τῆς ἡμέρας, ὡς ἅμα τῷ δῦναι τὸν ἥλιον εἰς ὕπνον τρέπεσθαι. τῆς γάρ τοι σμικροτάτης νυκτὸς ἴσης οὔσης θʹ ταῖς ἰσημεριναῖς ὥραις, αὐτάρκης ὁ τοσοῦτος χρόνος αὐτοῖς ὕπνου τυχεῖν. ἐπισκεπτέον οὖν, εἴτε γυμνάζεσθαι κατὰ τὸν ἔμπροσθεν βίον ὁ τοιοῦτος ὑπηρέτης ἔθος ἔχει, εἴτ’ἀγύμναστος λούεσθαι. τινὲς γὰρ οὐ δὲ ἄχρι τοῦ τρίψασθαι προνοοῦνται σφῶν αὐτῶν, ἄντικρύςτ’εἰς τὸ βαλανεῖον εἰσίασιν παραχεόμενοι τὸ ἔλαιον, ἢ καὶ στλεγγίδα μόνον λαβόντες, ὡς κατ’αὐτὸ τὸ βαλανεῖον ἀποστλεγγίζεσθαι τὸν ἱδρῶτα. καὶ μέντοι καὶ μετρίως φέρουσι τὸ τοιοῦτον ἔθος ἔνιοι. ὥστε τινὰς αὐτῶν μη δὲ νοσεῖν συνεχῶς, ὅταν ὦσιν εὐδιάπνευστοι. καὶ καλοῦσί γε αὐτοὺς ἀραιοσυγκρίτους ἔνιοι τῶν ἰατρῶντε καὶ γυμναστῶν. εἴρηται δὲ καὶ ὑφ’Ἱπποκράτους, ὑγιεινοτέρους μὲν εἶναι τοὺς τοιούτους · ἀραιότης γὰρ, φησὶ, σώματος ἐς διαπνοὴν οἷς πλείω φέρεται, ὑγιεινότεροι, ὅσοις δ’ἐλάσσω, νοσερώτεροι. τὴν μὲν δὴ τοιαύτην φύσιν σώματος οὐ χρὴ μετάγειν ἐφ’ἕτερον ἔθος, οὐ δ’ὅλως οὐδεμίαν, ἀλλ’ὅσαι διὰ τοῦ πολλοῦ χρόνου νοσοῦσιν.
εἰ δὲ συνεχῶς τις νοσοίη, σκεπτέον ἐπ’αὐτοῦ τὴν αἰτίαν. εὑρεθήσεται δὲ, τὴν ἀρχὴν τῆς ζητήσεως ἡμῶν ἀπὸ τοῦ τῶν νόσων εἴδους ποιησαμένων. ὅσα γὰρ ἐκ τῆς ἐντὸς κακίας νοσεῖ τὸ σῶμα, διττὴν ἔχει τὴν πρόφασιν, ἤτοι πλῆθος, ἢ κακοχυμίαν. εἰ μὲν δὴ πληθωρικὰς νόσους νοσεῖν φαίνοιτο, σκοπὸς ἔστω καθόλου εἰς τὴν ὑγιεινὴν δίαιταν αὐτῷ, ὅπως συμμέτρους ἕξει τοὺς χυμούς · εἰ δὲ διὰ κακοχυμίαν, ὅπως ἀρίστους. ἡ δὲ κατὰ μέρος πρόνοια τῆς μὲν ἐν ποσότητι συμμετρίας εἰρήσεται πρότερον, τῆς δ’ἐν ποιότητι δεύτερον. λέγωμεν οὖν ἤδη περὶ τῆς προτέρας, ἐπ’ἀρχὴν ἀναγαγόντες τὸν λόγον. ὅταν ἐλάττω τὰ διαπνεόμενα τοῦ σώματος ᾖ τῶν λαμβανομένων, αἱ πληθωρικαὶ νόσοι γίγνονται. φυλακτέον οὖν ἐστι τὴν συμμετρίαν τῶν ἐσθιομένωντε καὶ πινομένων πρὸς τὰ κενούμενα · σύμμετρα δὲ ἔσται, σκεψαμένων ἡμῶν ἐν ἑκατέροις τὴν ποσότητα. τοὺς μὲν γὰρ ἄντικρυς εἰς τὸ βαλανεῖον εἰσιόντας, ἔπειτα τρίψειτε χρῆσθαι, καὶ τι καὶ βραχὺ κινεῖσθαι πρότερον, ὅσοι δ’ἔφθανον ταῦτα ποιεῖν, ἐπ’ὀλίγον μὲν αὐξῆσαι καὶ αὐτὰ ταῦτα συμβουλεύσομεν. ἀφαιρεῖν δὲ χρὴ καὶ τῶν τροφῶν ἤτοι τῆς ποιότητος ἢ τῆς ποσότητος, ἢ καὶ συναμφοτέρων. τοὺς μὲν γὰρ ταχέως ἀθροίζοντας ἀξιόλογον πλῆθος ἑκατέρων · ὅσοι δ’οὐ ταχέως ἢ οὐκ ἀξιόλογον, ἀρκέσει τα- θάτερον, ὃ ἂν αὐτὸς ὁ ἄνθρωπος αἱρῆται. τὸ μὲν οὖν τῆς ποσότητος ἀφελεῖν γνώριμον, τὸ δὲ τῆς ποιότητος ἐν τῇ τῶν ὀλιγοτρόφων προσφορᾷ ἐδεσμάτων γίγνεται. πολλοὶ γὰρ ἐπὶ χοιρείοις κρέασι διαιτώμενοι πλῆθος ἀθροίζουσι τάχιστα, δεομένης τῆς τοιαύτης τροφῆς τρίψεώντε καὶ γυμνασίων ἰσχυρῶν. ἐπὶ λάχανα τοίνυν αὐτοὺς ἀκτέον ἐστὶ καὶ χέδροπα τὰ μὴ πολύτροφα, καὶ ἰχθῦς ὁμοίως καὶ ὄρνιθας, ὅσοι μὴ πολύτροφοι. τῶν δὲ κακοχυμίαν ἀθροιζόντων, οὐχ ὡσαύτως τοῖς τὸ πλῆθος ἀθροίζουσιν, οὐχ εἷς ἐστιν ὁ σκοπὸς, ὅτι μη δὲ τῆς κακοχυμίας ἰδέα μία. τινὲς μὲν γὰρ ψυχροτέραντε καὶ φλεγματικωτέραν ἀθροίζουσι κακοχυμίαν, τινὲς δὲ θερμοτέραντε καὶ χολωδεστέραν, ἔνιοι δὲ ὑδατωδεστέραν, ὥσπερ ἄλλοι μελαγχολικωτέραν. ἀφεκτέον οὖν ἐστιν ἑκάστῳ σιτίωντε καὶ ποτῶν, ὅσα πέφυκε γεννᾷν ἑτοίμως τὸν ἀθροιζόμενον αὐτῷ χυμόν. εἴρηται δὲ περὶ αὐτῶν ἱκανῶς ἐν τρισὶ μὲν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται, καθ’ἕτερον δὲ, ἐν ᾧ περὶ εὐχυμίας καὶ κακοχυμίας ἡ διαίρεσις γίγνεται. καὶ τούτων δ’ἔξωθέν ἐστι τὸ περὶ τῆς λεπτυνούσης διαίτης, ἥτις ἐπιτήδειος τοῖς τὸν καλούμενον ὠμὸν χυμὸν ἀθροίζουσι γίγνεται, παχὺν μὲν ὑπάρχοντα πάντως, οὐκ ἀεὶ δὲ καὶ γλίσχρον. ἐπὶ πάντων δὲ τούτων κοινὸν βοήθημα γαστρὸς ὑπαγωγὴ, καὶ μάλισθ’ὅσοις ἐστὶ φύσει σκληροτέρα, κοινὸν δὲ καὶ τὸ τῶν ἀφροδισίων σύμμετρον.
ἐπὶ μὲν γὰρ τῶν ἀμέμπτων κατασκευῶν τοῦ σώματος οὐ χρὴ παντάπασιν ἀφροδισίων ἀπέχεσθαι, καθάπερ ἐπὶ τῶν ξηρῶν ἔμπροσθεν εἴρηται. σκεπτέον δ’ἐν τοῖς μάλιστα, πότερον ἅπαξ ἢ δὶς ἐσθίειν τοὺς ἐν τῷ τοιούτῳ βίῳ συμφέρει. τῆς σκέψεως δ’ἔστι κεφάλαιον ἥτε τοῦ σώματος αὐτῶν φύσις, ἥτ’ἐπὶ τα- ταὐτὸν συνήθεια τῆς διαίτης, καὶ τρίτον ἐπ’αὐτοῖς, ἐάν σοι φανῇ μετακινητέον εἶναι τὸ ἔθος, ὅπως αὐτοῦ φέρει τὴν ὑπαλλαγὴν ὁ ἄνθρωπος. ἀπὸ μὲν οὖν τῆς φύσεως ἡ τοῦ συμφέροντος ἔνδειξις γίνεται. τῶν μὲν ἐκχολουμένης τῆς γαστρὸς, εἴρηται μὲν ἤδη καὶ διὰ τοῦ δʹ γράμματος, εἰρήσεται δὲ καὶ νῦν · ἔστω μὲν ἀεὶ τὰ πρῶτα τῶν ἐσθιομένωντε καὶ πινομένων, ὅσα λαπάττει τὴν γαστέρα, τῶν μὲν οἴνων οἱ γλυκεῖς καὶ ὑπακτικοὶ, (οὐ γὰρ ἅπαντές εἰσι τοιοῦτοι,) ἐδεσμάτων δὲ τὰ λάχανα δι’ἐλαίουτε καὶ γάρον. φυλακτέον δὲ τῶν οἴνων τοὺς αὐστηροὺς, ὥσπερ γε καὶ τῶν ἐδεσμάτων τὰ στύφοντα, πλὴν εἰ μετὰ τὴν ἐδωδὴν ἅπασαν ἕνεκα τοῦ τονῶσαι τὸ στόμα τῆς γαστρὸς ἡ προσφορὰ γίγνοιτο. κριτέον δὲ καὶ τοῦτο τῇ πείρᾳ · τισὶ γὰρ οὐ μόνον ἄλυπός ἐστιν ἡ τοιαύτη χρῆσις τῶν στυφόντων, ἀλλὰ καὶ συντελεῖ τι πρὸς ὑπαγωγὴν γαστρὸς ἐκ τοῦ τονωθῆναι κατὰ τὸ στόμα τὴν κοιλίαν. ἐναργέστατον δὲ ἐπὶ τῶν ἀτονώτερον ἐχόντων αὐτὴν φαίνεται τοῦτο γιγνόμενον. ὅσοι δὲ τοῖς κατὰ παλαίστραν γυμνασίοις ἐχρῶντο πρὸ τοῦ λουτροῦ, πρὶν ἐμπεσεῖν ἀσχόλῳ βίῳ, τούτοις ἀποστῆναι μὲν αὐτῶν βλαβερώτατον, ὁμοίως δὲ χρῆσθαι πρὸς τῷ βλαβερῷ καὶ ἀδύνατον. ὅπερ οὖν ἔφην ὀνομάζεσθαι γυμνασίων εἶδος ἀποθεραπευτικὸν, τούτῳ χρηστέον αὐτοῖς ἅμα καὶ τοῦ πλήθους τῶν χοιρείων κρεῶν ἀφαιρετέον. ἐπεὶ δὲ, ὡς ἔφην, ἐνίοις ἐσθίειν ἄμεινόν τι πρὸ τοῦ λουτροῦ, περίτε τῆς ὥρας, ἐν ᾗ τοῦτο πρακτέον αὐτοῖς ἐστι, καὶ περὶ τῆς ποιότητόςτε καὶ ποσότητος ὧν χρὴ προσφέρεσθαι λεκτέον ἐφεξῆς. ὅπερ οὖν εἴωθα ποιεῖν αὐτὸς ἐγὼ καθ’ἣν ἂν ἡμέραν ὀψιαίτερον ἡγῶμαι λούσασθαι δι’ἀρρώστων ἐπισκέψεις ἤ τινα πολιτικὴν πρᾶξιν, εἰπεῖν οὐκ ὀκνήσω. ὑποκείσθω μὲν ἡμέρα, καθ’ἣν τοῦτο γίγνεται, ιγʹ τῶν ἰσημερινῶν ὡρῶν, ἐλπίζεσθαι δὲ περὶ δεκάτην ὥραν ἡ τοῦ σώματος ἐπιμέλεια γενήσεσθαι. κατὰ ταύτην τὴν ὑπόθεσιν ἔδοξέ μοι περὶ τετάρτην ὥραν προσφέρεσθαι τροφὴν ἁπλουστάτην, ἥτις ἐστὶν ἄρτος μόνος. ἐγὼ μὲν οὕτως αὐτὸς ἔπραξα, τινὲς δὲ οὐχ ὑπομένουσιν ἄρτον ἐσθίειν μόνον, ὄψων χωρὶς, ἀλλ’ἤτοι μετὰ βαλάνων φοινίκων, ἢ ἐλαιῶν, ἢ μέλιτος, ἢ ἁλῶν ἐσθίουσιν, εἶτα καὶ πίνουσιν ἔνιοί τινες αὐτῶν, ἐγὼ δὲ οὐκ ἔπιόν ποτε ἐπὶ τοιαύτῃ τροφῇ, καὶ μόνον ἔφαγον τὸν ἄρτον. ἔστω δ’αὐτῶν πλῆθος ἑκάστου τοσοῦτον, ὅσον ἄχρι τῆς δεκάτης ὥρας ἐν τῇ γαστρὶ πεφθῆναι δύναται · καὶ γὰρ, εἰ γυμνάζεσθαι βούλοιντο, μάλιστα ἂν οὕτως ἀβλαβῶς γυμνάσαιντο. βλάβη γὰρ ἐνίοις οὐ σμικρὰ γίγνεται γυμναζομένοις ἐν τῷ πλήθει σιτίων, ἐνίοις δὲ καὶ ἡ κεφαλὴ πληροῦται, καὶ κατὰ τὸ ἧπαρ αἴσθησις γίγνεται τάσεως, ἢ βάρους, ἢ ἀμφοῖν. ὅταν οὖν τι τοιοῦτον συμβαίνῃ, θεραπευτέον αὐτὸ παραχρῆμα, τὰς μὲν κατὰ τὸ ἧπαρ ἐμφράξεις διὰ τῶν ἐκφραττόντων, τὰς δὲ τῆς κεφαλῆς πληρώσεις διὰ περιπάτων, μάλιστα μὲν πρὸ τροφῆς, οὐδὲν μὴν κωλύει καὶ μετὰ τὴν τροφήν. ἀλλὰ τούτους μὲν ἐσχάτως βραδεῖς ποιεῖν προσήκει, τοὺς δὲ πρὸ τῆς τροφῆς συντονωτέρους μὲν τούτων, οὐ μὴν τοιούτους, ὁποίους ἐπειγόμενοι πρός τινα πρᾶξιν ἐνεργοῦμεν. ὅσα δ’ἐκφράττει τὸ ἧπαρ, ἁρμόζει ταῦτα ταῖς βραδυπεψίαις, ἄριστα δ’αὐτῶν ἐστιν ὀξύμελίτε καὶ τὸ διὰ τριῶν πεπέρεων, ἐν ᾧ μηδὲν μέμικται τῶν ἀήθων φαρμάκων, καὶ ἡ λεπτύνουσα δίαιτα · ταῦτα γὰρ βραδυπεψίας ἐπανορθοῦται, καὶ τὰς κατὰ τὸ ἧπαρ ἐμφράξεις ἰᾶται. διαφθορᾶς δὲ τῶν ἐν τῇ γαστρὶ σιτίων γιγνομένης, οἷς μὲν ὑπέρχεται τὰ διεφθαρμένα, μέγιστον ἐφόδιον εἰς ὑγίειαν ἔχουσιν, οἷς δὲ οὐχ ὑπέρχεται, διὰ τῶν ἀλύπως ὑπαγόντων ἐρεθιστέον. ἔστι δὲ ταῦτα τότε Διοσπολιτικὸν ὀνομαζόμενον φάρμακον, ὅταν ἴσον τοῖς ἄλλοις λάβῃ τὸ νίτρον, τότε διὰ τῶν ἰσχάδωντε καὶ τοῦ κνίκου, ὅσατ’ἄλλα διὰ κνίκου ἢ ἐπιθύμου συντίθεται. τοῖς δ’οὕτω διακειμένοις ἀνθρώποις συμφέρουσι καὶ οἱ πρὸ τροφῆς ἔμετοι · ἔμετος δὲ δι’οἴνου πόσεως γλυκέος γινόμενος. συμβουλεύειν δὲ αὐτοῖς χρὴ μηδὲν κνισσῶδες, ἢ βρομῶδες, ἢ ὅλως εὔφθαρτον ἔδεσμα προσφέρεσθαι, τὰ καλούμενα δὲ ὑπὸ τῶν ἰατρῶν εὔχυμα, ταῦτα ἐκλέγεσθαι. γέγραπται δὲ περὶ αὐτῶν ἑτέρωθι κατὰ τὸ περὶ τῆς εὐχυμίαςτε καὶ κακοχυμίας ὑπόμνημα · γέγραπται δὲ, ὡς ἔφην ἤδη, κα- κᾀν τοῖς τρισὶν, ἐν οἷς περὶ τῆς ἐν ταῖς τροφαῖς δυνάμεως ὁ λόγος ἐστίν. ἐπιτήδειον δὲ τοῖς οὕτως ἔχουσιν ἀνθρώποις ἐκ διαλειμμάτων χρόνου συμμέτρου τῆς γαστρὸς ὑπαγωγὴ διὰ τῶν μετρίως καθαιρόντων, ὁποῖόν ἐστι τὸ δι’ἀλόης πικρὸν, οὕτως γὰρ αὐτὸ καλοῦσι πολλοὶ τῶν ἰατρῶν, ὥσπερ ἔνιοι πικρὰν θηλυκῶς. ἐὰν δ’ἐπιτρέψῃς πολλῷ χρόνῳ τὴν κακοχυμίαν ἀθροίζεσθαι, νόσημά τι χαλεπὸν αὐτοῖς συμβήσεται. καὶ δύνανταί γε τὴν τοιαύτην ἑαυτῶν πρόνοιαν ποιεῖσθαι κατὰ τὰς ἡμέρας ἐκείνας, ἐν αἷς ἑορτή τίς ἐστι δημοτελὴς, ἐλευθεροῦσα τῆς δουλικῆς ὑπηρεσίας αὐτούς. ἀλλὰ δι’ἀκρασίαν οὐ μόνον οὐδὲν ποιοῦσιν εἰς ἐπανόρθωσιν τῶν κατὰ τὸ σῶμα μοχθηρῶς ἠθροισμένων, ἀλλὰ καὶ προσεπιπληροῦσιν αὐτὰ κακῶς διαιτώμενοι κατὰ τὰς ἑορτάς. ἁλίσκονται τοιγαροῦν νοσήμασιν, ἔνιοι μὲν αὐτῶν οὕτως χρονίοις, ὧς ἐν ἁπάσῃ τῇ ζωῇ περιμένειν, ὁποῖόν ἐστι κακὸν ἥτε ποδάγρα καὶ ἡ ἀρθρῖτις καὶ ἡ νεφρῖτις, ἔνιοι δὲ ὀξέσι μὲν, ἀλλ’ἐνοχλοῦσιν αὐτοῖς ἤτοι καθ’ἕκαστον ἔτος, ἢ πάντως γε διὰ δυοῖν, τινὲς δὲ καὶ δὶς οὕτω νοσοῦσιν καθ’ἓν ἔτος.
ἡ δ’ὑγιεινὴ τέχνη τοὺς πειθομένους αὐτῇ διαφυλάττειν ὑγιαίνοντας ἐπαγγέλλεται, τοῖς δ’ἀπειθοῦσιν ἐν ἴσῳ καθέστηκεν ὡς εἰ καὶ μηδόλως ἦν. ἀπειθοῦσι δ’ἔνιοι μὲν ὑπὸ τῆς ἐν τῷ παραχρῆμα νικηθέντες ἡδονῆς, οὓς ἀκρατεῖςτε καὶ ἀκολάστους ὀνομάζομεν, ἔνιοι δὲ ὑπὸ φιλοτιμίας, ἣν ὀνομάζουσιν οἱ Ἕλληνες κενοδοξίαν, ὁποῖος ἦν καὶ ὁ πάντα μᾶλλον ὑπομείνας παθεῖν, ἢ πιττοῦσθαι συνεχῶς ὅλον τὸ σῶμα, συμβουλευόντων αὐτῷ τῶν ἰατρῶν τὸ βοήθημα τοῦτο διὰ τὴν ἰσχνότητα. γίγνεται δ’αὕτη τισὶ μὲν ἐπὶ τῇ καθ’ὅλον τὸ σῶμα δυσκρασίᾳ κατὰ τὴν ἐπὶ τὸ ξηρόντε καὶ ψυχρὸν ὑπερβολὴν, ἐνίοις δὲ διὰ τὴν ἀναδοτικὴν δύναμιν ἢ θρεπτικὴν ἢ ἀμφοτέρας ἀρρωστοτέρας οὔσας φύσει. πάντας δὲ τοὺς οὕτως ἔχοντας ὀνίνησιν ὁ καλούμενος ὑπὸ τῶν νῦν Ἑλλήνων δρῶπαξ · καὶ γὰρ ἀναδόσει συντελεῖ καὶ θρέψει, καὶ πολλούς γε τῶν ἰσχνῶν ἔμπροσθεν ἔστιν ἰδεῖν παχυνθέντας ἐπὶ τῷ βοηθήματι, καὶ μάλισθ’ὅσοις ἡ μὲν ἀναδοτικὴ δύναμις ἄρρωστός ἐστιν, ἡ θρεπτικὴ δὲ οὐκ ἄρρωστος μὲν, ἀλλὰ δι’ἀπορίαν ὕλης ἐπιτηδείου τρέφειν αὐτάρκως οὐκ ἐδύνατο, τούτου συμβαίνοντος αὐτῇ δι’ἔνδειαν τῆς ἀναδιδομένης τροφῆς. ἀλλ’ἔνιοι, ὡς ἔφην, ὑπὸ φιλοτιμίας, ἵνα μὴ δόξωσιν ὁμοίως τοῖς τρυφῶσιν ἢ καλλωπιζομένοις πιττοῦσθαι, φεύγουσι τὴν ἐξ αὐτοῦ βοήθειαν, ἄλλο τι κελεύοντες ἡμᾶς ἐφευρεῖν αὐτοῖς βοήθημα τῆς ἰσχνότητος. ἔστι δὲ οὐδὲν μὲν τῷδε δύναμιν ἔχον ἴσην · ὠφελεῖν μέντοι δύναται καὶ τὰ τοιαῦτα, πρὸ τοῦ λουτροῦ χερσὶ μὴ πάνυ μαλακαῖς, ὥσπερ αὖ μη δὲ τραχείαις, ἀνατρίβειν τὸ σῶμα, μέχρι περ ἂν ἔρευθος σχῇ, κα- κᾄπειτα τρίψει σκληρᾷ, μὴ πολλῇ, πιλοῦντας τὸ δέρμα πυκνὸν καὶ σκληρὸν ἐργάζεσθαι, καὶ μετὰ ταῦτα γυμνασίοις συμμέτροις χρησάμενον, εἶτα λουσάμενον, ἄνευ τοῦ χρονίσαι κατὰ τὸ βαλανεῖον, ἐκμάττεσθαι παραπλησίως τῇ προειρημένῃ ξηροτριβίᾳ, καὶ μετὰ ταῦτα ἐπαλείφεσθαι ἐλαίῳ βραχεῖ, καὶ προσφέρεσθαι τὰ σιτία. σκοπὸς γὰρ τῶν τοιούτων ἐστὶ, εἰς τὸ σαρκῶδες γένος ἑλκύσαντας αἷμα χρηστὸν, ἐπιρρῶσαι τὴν ἐν αὐτοῖς θρεπτικὴν δύναμιν, ὅπως μὴ διαφορηθείη τὸ ἑλχθέν. ῥώννυται μὲν οὖν ἡ θρεπτικὴ δύναμις ἐκ τοῦ θερμανθῆναι τὰς σάρκας, οὐ διαφορεῖται δὲ τὸ παραγόμενον εἰς αὐτὰς αἷμα, χρισαμένων ἐλαίῳ, δύναμιν ἐμπλαστικὴν ἔχοντι φαρμάκῳ. εἰ δὲ τὰ τῆς ἡλικίας ἐπιτρέποι, καὶ ψυχρολουσίαις ὁ αὐτὸς ἄνθρωπος χρώμενος ἅμα τοῖς εἰρημένοις ὀνήσεται μεγάλως. ἔμπαλιν δ’ἐπὶ τῶν ἀμέτρως παχυνθέντων ἐκλύειν μὲν χρὴ τὴν ἀνάδοσιν, αὐξάνειν δὲ χρὴ τὰς ἀπορροίας τοῦ σώματος. ἡ μὲν οὖν ἀνάδοσις ἐκλύεται συνεχέσιν ὑπαγωγαῖς γαστρὸς, ἐθισάντων ἡμῶν τὰ τῆς τροφῆς ὄργανα κάτω ταχέως ὠθεῖν, ὅσα περιέχεται κατὰ ταῦτα. τὰς δὲ ἀπορροίας τοῦ σώματος αὐξήσομεν ὀξέσι γυμνασίοις, ὧν ἐστι καὶ δρόμος, ἀλείμμασίτε διαφορητικοῖς τρίβοντες ἐπὶ πλεῖστον. εἶναι δὲ χρὴ τὴν τρίψιν δηλονότι μαλακήντε καὶ ἀραιωτικήν. ἐγὼ γοῦν τινα παχὺν ἱκανῶς ὀλίγῳ χρόνῳ συμμέτρως εὔσαρκον εἰργασάμην, ὀξεῖ δρόμῳ χρῆσθαι καταναγκάζων, εἶτ’ἀπομάττων μὲν τὸν ἱδρῶτα σινδόσιν, ἤτοι λίαν μαλακαῖς, ἢ λίαν τραχείαις, ἐφεξῆς δὲ τρίβων ἐπὶ πλεῖστον ἀλείμμασι διαφορητικοῖς, ἃ καλοῦσιν ἤδη συνήθως οἱ νεώτεροι τῶν ἰατρῶν ἄκοπα, καὶ μετὰ τὴν τοιαύτην τρίψιν ἐπὶ τὸ λουτρὸν ἄγων, ἐφ’ᾧ λουτρῷ τροφὴν μὲν εὐθέως οὐ προσέφερον, ἡσυχάζειν δὲ μεταξὺ κελεύων, ἢ καί τι τῶν συνήθων αὐτῷ πράττειν, αὖθις ἐπὶ τὸ δεύτερον ἦγον λουτρὸν, εἶτ’ὄγκους ἐδεσμάτων ὀλιγοτρόφους ἐδίδουν, ὡς ἐμπίπλασθαι μὲν, ὀλίγον δ’ἐξ αὐτῶν εἰς ὅλον ἀναδίδοσθαι τὸ σῶμα. καὶ τὰς ἄλλας δὲ δυσκρασίας, ἐν ὅλῳ τῷ σώματι γιγνομένας, ὁμοίως ἐπανορθοῦσθαι χρὴ, πρῶτον μὲν ὧν προσήκει πράττειν εὑρίσκοντα τὸν σκοπὸν, εἶτα τὰς δυναμένας αὐτὰ δρᾷν ὕλας. διὸ καὶ σύντομος ὁ νῦν λόγος ἅπαξ γίγνεται πρὸς τοὺς μεμνημένους τῶντε τρίψεων καὶ τῶν γυμνασίων καὶ τῶν λουτρῶν τὰς διαγωγὰς, ἔτιτε πρὸς τούτοις ἐδεσμάτωντε καὶ φαρμάκων. περὶ μὲν οὖν τρίψεωντε καὶ γυμνασίων ἐν τῇδε τῇ πραγματείᾳ πρόσθεν εἴρηται, περὶ δὲ τῶν τροφῶν ἑτέρωθι, καθάπερ γε καὶ περὶ τῶν φαρμάκων. ἡ γάρ τοι κατὰ μέθοδον διδασκαλία, τὰ κοινὰ καὶ καθόλου περιλαμβάνουσα, εἰς πολλὰ τῶν κατὰ μέρος εὐμνημόνευτόςτε καὶ σύντομος γίγνεται. ἐγὼ δὲ οὐ μόνα τὰ καθόλου λέγω, ἀλλὰ καὶ τὰ παραδείγματα τῶν κατὰ μέρος αὐτοῖς προστιθεὶς τελειοτάτην ἡγοῦμαι ποιεῖσθαι τὴν διδασκαλίαν.
καιρὸς οὖν ἤδη μεταβαίνειν ἐπὶ τὰς ἀνωμάλους κατασκευὰς τῶν σωμάτων, αἳ δὴ καὶ νοσώδεις πάντως εἰσίν. ἀνώμαλοι δὲ κατασκευαὶ γίγνονται τριττῶς, διὸ καὶ ἡ τοῦ σώματος ἡμῶν σύνθεσίς ἐστι τριττή · μία μὲν ἡ ἐκ τῶν πρώτων στοιχείων, ἐξ ὧν γέγονε τὰ καλούμενα παρὰ Ἀριστοτέλους ὁμοιομερῆ · δευτέρα δὲ ἡ ἐκ τούτων αὐτῶν τῶν ὁμοιομερῶν, ἃ δὴ καὶ αὐτὰ στοιχεῖα πάλιν ἐστὶν αἰσθητὰ τῶν ἀνομοιομερῶν, ὅθεν ἡ τῶν ὀργανικῶν γίγνεται σύνθεσις · ἐπ’αὐτοῖς ἡ τρίτη τοῦ παντὸς σώματος ἐκ τῶν ὀργανικῶν. εὐκολωτέρα μὲν οὖν ἐστιν ἡ τρίτη λεγομένη καὶ διαγνωσθῆναι, καὶ προνοίας τυχεῖν, δυσκολωτέρα δὲ ἡ δευτέρα, χαλεπωτάτη δὲ ἡ πρώτη. βέλτιον οὖν ἀπὸ τῆς τρίτης ἄρξασθαι, ῥᾴονα τήντε διάγνωσιν ἐχούσης καὶ τὴν πρόνοιαν, οἷον εὐθέως ἐπὶ τῆς κεφαλῆς, (οὐδὲν γὰρ χεῖρον ἐντεῦθεν ἄρξασθαι,) δυσκράτου φύσει γινομένης, ὡς πολλὰ γεννᾷν περιττώματα, ἐξ ὧν αἱ βλάβαι γίνονται τοῖς ὑποκειμένοις ὀργάνοις, ἐφ’ὅ τι ἂν αὐτῶν τράπηται τὸ περιττόν. ἑτοιμοτάτη μὲν οὖν ἡ εἰς τὸ στόμα καὶ τὰς ῥῖνας φορὰ, παραγίγνεται δὲ καὶ εἰς ὀφθαλμοὺς, ἐνίοις δὲ καὶ εἰς ὦτα. τὴν δὲ εἰς τὸ στόμα φορὰν τῶν περιττωμάτων ὑποδέχεται στόμαχόςτε καὶ ἡ τραχεῖα ἀρτηρία, (καλοῦσι δὲ αὐτὴν καὶ βρόγχον,) ἧς τὸ συνάπτον τῷ στόματι πέρας ὑψηλὸν (ὀνομάζεται δὲ λάρυγξ) ὄργανον φωνῆς ὑπάρχει, ὡς ἐν τῷ περὶ φωνῆς ὑπομνήματι δέδεικται. οὕτωςτε οὖν αὐτὸς ὁ λάρυγξ ὑπὸ τῶν εἰς αὐτὸν ἐκ τῆς κεφαλῆς καταρρεόντων ὑγραινόμενος ἐν ἀρχῇ μὲν βραγχώδη τὴν φωνὴν ἐργάζεται, προϊόντος δὲ τοῦ χρόνου μικράν · ἢν δ’ἐπὶ πλέον ἥκῃ τὸ κακὸν, ἀπόλλυται πᾶσα, συνδιαβρέχεται γὰρ τῷ λάρυγγι καὶ ἡ ἀρτηρία. δριμέος δὲ τοῦ ῥεύματος ὄντος, οὐκ εἰς φωνὴν μόνην ἡ βλάβη τοῖς εἰρημένοις μορίοις, ἀλλὰ καὶ χαλεπωτάτη τις ἀνάβρωσις προσέρχεται, τοιαύτη τὴν φύσιν, οἵας καὶ κατὰ τὸ δέρμα βλέπομεν βλαπτόμενον γιγνομένας πολλάκις ἄνευ τῆς ἔξωθεν αἰτίας. οὕτως δὲ καὶ πνεύμων αὐτοῖς ἑλκοῦται, καὶ φθόη καλεῖται τὸ πάθος. ἐὰν δὲ εἰς στόμαχόντε καὶ γαστέρα τρέπηται τὸ ῥεῦμα, ψυχρὸν μὲν ὑπάρχον εἰς δυσκρασίαν ψυχρὰν ἄγει τὰ σώματα, θερμὸν δὲ εἰς θερμήν. ἑλκοῖ δὲ τοιοῦτον τῷ χρόνῳ, κατ’ἀρχὰς δὲ τάςτε ὀρέξεις βλάπτει καὶ τὰς πέψεις. ἐὰν μὲν οὖν ψυχρὸν ᾖ τὸ ῥεῦμα, βραδυπεψίαςτε καὶ ἀπεψίας καὶ ὀξυρεγμίας ἐργάζεται · ἐὰν δὲ καὶ διεφθαρμένον, εἰς διαφθορὰν ἄγει τὴν τροφὴν, ἤτοι κνισσώδεις, ἢ ὀξώδεις ἐρυγὰς ἀναπέμπουσαν, ἤ τινος ἑτέρας ἀρρήτουτε καὶ ῥητῆς ποιότητος. ὑποκαταβαίνουσα δὲ ἡ βλάβη καὶ τὴν νῆστιν ἀδικεῖ καὶ τὸ κῶλον. ἅπτεται δὲ καὶ τῶν κατὰ τὸ μεσεντέριον ἀγγείων, δι’ὧν εἰς ἧπαρ ἡ ἀνάδοσις γίγνεται · καί τισι μὲν ἀνορεξίαι παρακολουθοῦσιν, ἐνίοις δὲ ὀρέξεις παρὰ φύσιν, ἃς ὀνομάζουσι κυνώδεις, ἢ καὶ μοχθηρῶν ἐδεσμάτων ἐπιθυμία, καθάπερ ταῖς κιττώσαις. εὔδηλον δὲ, ὅτι καὶ σταφυλὴ, καὶ παρίσθμια, καὶ παρουλίδες, ἀντιάδεςτε καὶ βρώσεις ὀδόντων, ἑλκώσειςτε καὶ σηπεδόνες ἐν τῷ στόματι τοῖς ἐκ τῆς κεφαλῆς εἰς αὐτὰ καταρρέουσιν ἰχῶρσιν ἕπονται. καὶ τό γε πολὺ πλῆθος τῶν ἰατρῶν ἢ τὸν γαργαρεῶνα τέμνουσιν, ἢ φάρμακα διδόασιν, ὅπως ἀναπτύηται τὰ διὰ τῆς τραχείας ἀρτηρίας εἰς τὸν πνεύμονα κατενεχθέντα. τῆς γαστρὸς δὲ ἄλλοι προνοοῦνται, καθάπερ ἄλλοι τῶν ὀδόντωντε καὶ τοῦ στόματος, ἢ καὶ τῶν ἐν τῇ ῥινὶ συνισταμένων · ἵνα τοὺς ὀφθαλμοὺς ἢ τὰ ὦτα παραλίπω, βλαπτομένων οὐκ ὀλίγων εἰς αὐτά. βέλτιον δ’ἦν, οἶμαι, τὴν οἷον πηγὴν τῶν κακῶν ἐκκόψαι, ῥώσαντα τὴν κεφαλὴν, ἢ, εἴπερ ἀδύνατον εἴη τοῦτο διὰ τὴν σφοδρότητα τῆς φυσικῆς δυσκρασίας, προνοεῖσθαι γοῦν αὐτῆς διὰ παντὸς, τὴν ἔνδειξιν τῆς προνοίας ἀπὸ τῆς κατ’αὐτὴν ἰδέας ποιούμενον, οὐχ, ὡς ἔνιοι τῶν ἰατρῶν ἁπάσαις ἀεὶ ταῖς κεφαλαῖς τὰ διὰ θαψίας καὶ νάπυος προσφέρουσιν, οὕτως δὲ καὶ αὐτοὶ πράττοντες · εἰ γὰρ ὑπὸ θερμῆς δυσκρασίας ἡ κεφαλὴ κακὸν ἴσχει, βλαβερὰ τὰ τοιαῦτα φάρμακα. χρὴ τοίνυν αὐτοὺς λουτροῖς πολλοῖς ποτίμων ὑδάτων παρηγορεῖν, διαφοροῦντάςτε ἅμα τοὺς ἐν τῇ κεφαλῇ γενομένους ἀτμοὺς θερμοὺς, καὶ τὴν κρᾶσιν ὅλην ἐργαζομένους βελτίω. βλαβερὰ δὲ τούτοις ἡ τῶν αὐτοφυῶν θερμῶν ὑδάτων χρῆσις. ὅσα μὲν γὰρ αὐτῶν θειώδητέ ἐστι καὶ ἀσφαλτώδη, τῷ θερμαίνειν ἐναντιώτατα ταῖς φύσει θερμαῖς κεφαλαῖς, ὅσα δὲ στυπτηριώδη, τῷ στεγνοῦν. μόνοις δ’ἂν, εἴπερ ἄρα, τοῖς γλυκέσι τῶν αὐτοφυῶν ὑδάτων ἀβλαβῶς χρῷντο · τοῦτο γὰρ ἀσφαλὲς εἰπεῖν, ὡς τό γέ τι καὶ ὠφελεῖσθαι παρ’αὐτῶν οὐχ ὁμοίως ἀσφαλές. οὐ γὰρ ἂν ἦν ἴσως θερμὰ, μὴ μετέχοντά τινος δυνάμεως φαρμακώδους θερμῆς. ἄμεινον δὲ τῇ πείρᾳ κρίνειν τὰ τοιαῦτα τῶν ὑδάτων · καὶ γὰρ καὶ σπανίως εὑρίσκεται, παρ’ἡμῖν ἀπὸ σταδίων τῆς πόλεως πολὺ πλειόνων ρʹ, ἐν Προύσῃ δὲ ἐλαττόνων ἢ δέκα. τὸ μὲν οὖν παρ’ἡμῖν ἐν Ἀλλιανοῖς, (οὕτως γὰρ ὀνομάζεται τὸ χωρίον,) ἑνὸς εἴδους ἐστὶν ὅλον, ἐκ μιᾶς πηγῆς ἀνίσχον · ἐν δὲ τῷ τῆς Προύσης ἑτέρου καὶ ἄλλη πηγὴ φαρμακώδους ὕδατος, ὥσπερ παρ’ἡμῖν ἐν Λυκέτοις. ὅσοι δὲ σφόδρα θερμὴν καὶ διακαῆ ἔχουσι κεφαλὴν, ἄμεινον αὐτοῖς ὥρᾳ θέρους ἀλείφεσθαι ῥοδίνῳ, χωρὶς στυμμάτων ἐκ μόνων ῥόδων γεγονότι · καὶ τούτου γε αὐτοῦ βέλτιόν ἐστι τὸ καλούμενον ὀμφάκινόντε καὶ ὠμοτριβὲς ἔλαιον, ἐμβεβλημένων τῶν ῥόδων, καὶ πολύ γε βέλτιον, εἰ καὶ χωρὶς ἁλῶν ἐσκευασμένον εἴη. τινὲς δὲ κεφαλαὶ διὰ τὴν τῶν ἀρτηριῶν κρᾶσιν ἐν συμπτώμασι γίγνονται σκοτωματικοῖςτε καὶ κεφαλαλγικοῖς, ἐφ’ὧν καὶ ταῖς ἀρτηριοτομίαις χρώμεθα, τῆς ὑγιεινῆς πραγματείας ἐκπεπτωκυίαις.
τὰς μὲν συνεχῶς ὀδυνωμένας διὰ τὴν τῶν νεύρων εὐαισθησίαν, ὅσα τῆς κεφαλῆς ἐκφυόμενα τῷ πλείστῳ μὲν ἑαυτῶν μέρει τὸ τῆς γαστρὸς στόμα διαπλέκει, φέρεται δέ τις αὐτῶν μοῖρα καὶ πρὸς τὴν λοιπὴν γαστέρα, τῆς ὑγιεινῆς τέχνης ἔργον ἰάσασθαι, μᾶλλον δ’, ὅπως μη δ’ὅλως γίγνηται ταῦτα, παρασκευάζειν, ἀρίστῃ προφυλακῇ προνοουμένων ἡμῶν τὸν χολώδη χυμὸν ἤτοι μη δ’ὅλως συρρεῖν εἰς τὴν κοιλίαν, ἢ ὅτι τάχιστα κενοῦσθαι. τοῦ μὲν οὖν μη δ’ὅλως συρρεῖν ἡ πρόνοια γίγνεται διὰ τοῦ θᾶττον ἐσθίειν. ὅταν μὲν γὰρ ἡ μὲν ὅλου τοῦ σώματος κρᾶσις ᾖ χολωδεστέρα, τὰ δὲ κατὰ κοιλίαν ἀτονώτερα, στηρίζεσθαι δεῖται διὰ τροφῆς εὐστομάχου. μὴ γενομένου δὲ τούτου, καταρρέουσιν ἰχῶρες εἰς αὐτὴν, οὓς ἀθροίζει τὸ σῶμα περιττούς. ἐκ δὲ τῆς τούτων ἀναθυμιάσεως οὐ μόνον αἱ κεφαλαλγίαι γίνονταί τισιν, ἀλλὰ καὶ τὰ τῶν ὑποχεομένων συμπτώματα, καί τισιν αὐτῶν ἐπιληπτικοὶ σπασμοί. τούτοις οὖν ἅπασιν ἡ μὲν ὅλη δίαιτα πρὸς τὸ ψυχρότερον μᾶλλον καὶ ὑγρότερον ὑπαλλαχθήτω, κενούσθω δὲ τὰ συρρέοντα δι’ἐμέτωντε καὶ γαστρὸς ὑπαγωγῆς, ῥωννύσθω δ’ὁ στόμαχος ἐδέσμασι μὲν ἑκάστης ἡμέρας, πρὶν ἐκχολωθῆναι, φαρμάκοις δ’ἐκ διαλειμμάτων μακροτέρων, ἀψινθίουτε κόμης, καὶ διὰ τῆς ἀλόης, ἣν καλοῦσι πικράν. ἐκκαθαίρει γὰρ τοῦτο καὶ τὸ διὰ βάθους χολῶδες ἐν τοῖς χιτῶσι τῆς γαστρὸς, οὐ πάνυ τι τοῦ ἀψινθίου δυναμένου ποιεῖν τοῦτο · ῥυπτικαίτε γὰρ αὐτῷ καὶ στυπτικαὶ δυνάμεις εἰσὶ μόναι, ὥστε τὸ μὲν, ὡς ἂν εἴποι τις, ῥύπον τῶν χιτώνων τῆς γαστρὸς ἀποσπᾷν, οὐ μὴν, εἴ τι κατὰ βάθος αὐτοῦ ἐστιν, ἕλκειν ἔξω τοῦτο καὶ κενοῦν, ὥσπερ ἡ ἀλόη. τὰ δ’ἔξωθεν τοῦ σώματος χρίσματα τῆς γαστρὸς ἐπὶ ταύτῃ ἔστω μετρίως στύφοντα. μήλινον δέ ἐστι, καὶ μαστίχινον, καὶ νάρδινον, καὶ τὰ τοιαῦτα · θέρους μὲν τὸ μήλινον μᾶλλον, ἐν χειμῶνι δὲ ἡ νάρδος, ἦρος δὲ τὸ μαστίχινον · ἐν τῷ μέσῳ γὰρ τοῦτό ἐστι μηλίνουτε καὶ ναρδίνου μύρου, θερμαίνοντος μὲν τοῦ ναρδίνου, καὶ μάλισθ’ὅταν ἀμώμου πλέον ἔχῃ, ψύχοντος δὲ τοῦ μηλίνου. ταῖς δὲ πλουσίαις γυναιξὶν ὑπάρχει νάρδου κρεῖττον χρίσμα, φουλιάτοντε καὶ τὰ καλούμενα σπικάτα, θερμαίνοντα καὶ ῥωννύντα τὴν γαστέρα. ἐὰν δὲ μὴ μόνον ἡ κεφαλὴ θερμοὺς ἰχῶρας ἐπιπέμπῃ τοῖς κατὰ γαστέρα χωρίοις, ἀλλὰ καὶ αὐτὴν τύχῃ θερμὴν δυσκρασίαν ἔχειν, τοῖς ἐμψύχουσιν ἐδέσμασίτε καὶ πόμασιν ἀεὶ χρῆσθαι προσήκει, τὸ μᾶλλόντε καὶ ἧττον ἐν αὐτοῖς ὑπαλλάττοντα κατὰ τὰς ὥρας τοῦ ἔτους, οὐ πρὸς το- τοὐναντίον ἀφικνουμένους, ὥσπερ ἐπὶ τῶν εὐκράτων ἐργαζόμεθα, χειμῶνος μὲν θερμαίνοντες, θέρους δὲ ψύχοντες. ὡσαύτως δὲ, εἰ καὶ ἀμφότερα τὰ μόρια τὴν ψυχρὰν ἔχει δυσκρασίαν, ἀεὶ μὲν χρῆσθαι τοῖς θερμοῖς ἐδέσμασίτε καὶ πόμασι καὶ χρίσμασιν, ὑπαλλάττειν δὲ αὐτὰ κατὰ τὴν ὥραν, ἐπιτείνοντας καὶ ἀνιέντας. χαλεπὴ δὲ γίνεται μίξις, ὅταν ἤτοι γε εἰς θερμὴν γαστέρα καταρρέωσιν ἐκ τῆς κεφαλῆς οἱ ψυχροὶ καὶ φλεγματώδεις ἰχῶρες, εἰς τὴν ψυχρὰν δὲ οἱ θερμοί · καὶ τούτων γ’ἀμφοτέρων ἐπειράθην ἀεὶ δυσμεταχειριστοτέρας οὔσης τῆς ἑτέρας, καθ’ἣν εἰς θερμὴν κοιλίαν οἱ φλεγματώδειςτε καὶ ψυχροὶ καταφέρονται χυμοί. χειρίστη δὲ, ὅταν οὕτως ἔχῃ κατασκευῆςτε καὶ φύσεως ὁ ἄνθρωπος, ὡς μήτ’εὔλυτον ἔχειν γαστέρα, μήτ’ἐμεῖν ἑτοίμως. διαφθείρονται γὰρ οἱ φλεγματώδεις χυμοὶ, κατὰ τὴν γαστέρα χρονίζοντες, ὡς δάκνειν ταύτην, ἀναπέμπειντε πρὸς τὴν κεφαλὴν ἀτμοὺς ἔστιν ὅτε μοχθηρούς. ὡς ἐάν γε φλεγματώδεις χυμοὶ ἐκ τῆς κεφαλῆς εἰς ψυχρὰν φύσει γαστέρα καταρρέωσι, ῥᾷστα τοῖς τοιούτοις βοήθεια γίγνεται, λαμβάνουσιν ἕωθεν τοῦ διὰ τριῶν πεπέρεων ἁπλοῦ φαρμάκου. καὶ πέπερι δὲ μόνον ἀκριβῶς λεῖον ὕδατι μίξαντα πίνειν ἐγχωρεῖ · κάλλιον δ’ἐστὶ καὶ εὐστομαχώτερον εἰς αὐτὰ τὸ λευκόν. ἀψινθίου δὲ πόσις ἐναντιωτάτη τοῖς οὕτω διακειμένοις · ἐμπλάττει γὰρ αὐτῶν τῇ γαστρὶ τὸν φλεγματώδη χυμὸν, ὡς ἂν οὐκ ἔχον ἀξιόλογον ἐν ἑαυτῷ δύναμιν ῥυπτικήν. οὐ μὴν οὐ δ’ἀλόη τούτους ὀνίνησιν, ἑλκτικὴν δύναμιν ἔχουσα χολώδους χυμοῦ. καὶ διὰ τοῦτ’ἐπενοήθη καλῶς ἡ καλουμένη πικρὰ, τῇ τῶν μιγνυμένων δριμύτητι καὶ θερμότητι τέμνουσα καὶ ῥύπτουσα τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς, ὁποῖόν ἐστι τὸ κιννάμωμον. ἀλλ’οὐχ οἷόντε τοιούτῳ φαρμάκῳ χρῆσθαι συνεχῶς, ὥσπερ τῷ διὰ τριῶν πεπέρεων, ἢ τῷ διὰ τῆς καλαμίνθης. εἰ γὰρ καὶ καθ’ἑκάστην ἡμέραν χρῷτο τούτοις ὁ τὴν ψυχρὰν ἔχων γαστέρα, βλάβης οὐδεμιᾶς πειραθήσεται. το- τοὐπίπαν μὲν οὖν εἰς ρʹ δραχμὰς τῆς ἀλόης ἓξ ἑκάστου τῶν ἄλλων μίγνυται, ὄντων καὶ αὐτῶν ἕξ. καὶ αὕτη γ’ἐστὶν, ἣν ἅπαντες ἐν Ῥώμῃ σκευάζουσι πικράν. ἐγὼ δὲ καὶ δύο ἄλλας συντίθημι, κατὰ μὲν τὴν ἑτέραν αὐτῶν πλέονα μιγνὺς τὰ θερμαίνοντα, κατὰ δὲ τὴν ἑτέραν ἐλάττονα. πλέονα μὲν οὖν τα- τἄλλα ἐμβληθήσεται, τῆς ἀλόης μόνης ἀφελόντων ἡμῶν τοῦ πλήθους, ὡς εἰς πʹ ἀλόης δραχμὰς ἐμβάλλεσθαι τῶν ἄλλων ἑκάστου τὰς ἕξ · ἐλάττονα δὲ, τῆς ἀλόης τὸ πλῆθος αὐξησάντων κʹ δραχμαῖς, ὡς εἰς ρʹ καὶ κʹ τῆς ἀλόης ἑκάστου τῶν ἄλλων ἐμβάλλειν ἕξ. εὔδηλον δὲ, ὅτι κινναμώμου τις ἀπορῶν ἐμβάλλει κασίας τῆς ἀρίστης τὸ διπλάσιον, ἔνιοι γὰρ εἰς τοσοῦτον ἥκουσι τῆς κασίας τῆς ἀρετῆς, ὡς μηδὲν ἀποδεῖν ἀτόνου κινναμώμου, τοῦ γὰρ εὐτόνου καὶ ἡ τοιαύτη κασία πολλῷ λείπεται. ἀλλ’ὥσπερ, ὅταν ἀπορῶμεν ἄρτου καλοῦ, τὸν φαυλότατον ἐσθίομεν, οὕτω καὶ κασίας τῇ καλλίστῃ χρησόμεθα κατὰ τὴν ἀπορίαν τοῦ κινναμώμου. ἐφ’ὧν μὲν οὖν σωμάτων ἡ γαστήρ ἐστι ψυχρὰ, ἤτοι γ’εὔκρατος μὲν, ἀλλ’ἐπὶ τὸ ψυχρότερον ῥέπουσα, ἐπιτήδειόν ἐστι τὸ Διοσπολιτικὸν καλούμενον φάρμακον, ὃ καὶ αὐτὸ διττῶς εἴωθα συντιθέναι, τοῖς μὲν ἐπεχομένοις τὴν γαστέρα, νίτρου τοῦ Βερενικαρίου καλουμένου μιγνὺς ἴσον τῷτε κυμίνῳ καὶ τῷ πηγάνῳ καὶ τῷ πεπέρει, τοῖς δ’εὔλυτον ἔχουσιν ἥμισυ. συμπεφώνηται γὰρ, ὑπὸ τούτου τοῦ φαρμάκου λεπτύνεσθαι μὲν τὸ φλέγμα, καὶ φυσώδη πνεύματα ἐκκενοῦσθαι. χαλεπὴ δ’ἐστὶ καὶ δυσμεταχείριστος ἡ ἐπιπλοκὴ τῆς δυσκράτου κατὰ θερμότητα γαστρὸς τῇ ψυχρᾷ κεφαλῇ. τὸ μὲν γὰρ φλέγμα τὸ καταρρέον εἰς τὴν γαστέρα χρῄζει τοῦ διὰ τῶν τριῶν πεπέρεώντε καὶ καλαμίνθης, ὥσπερ γε καὶ τοῦ προειρημένου Διοσπολιτικοῦ, τὸ δὲ στόμα τῆς γαστρὸς ὑπὸ τῶν ἐκπυρούντων βλάπτεται. τέμνειν οὖν τῶν οὕτω διακειμένων καὶ ἀπορρύπτειν τὸ φλέγμα πειρᾶσθαι χρὴ διὰ τῶν μὴ θερμαινόντων, ὁποῖόν ἐστι καὶ ὀξύμελι. χαλεπὴ δὲ καὶ δυσδιάθετός ἐστιν ἐπιπλοκὴ καὶ ἡ τῶν τοιούτων κατασκευῶν τοῦ σώματος, ἐν αἷς ἄτονον μέν ἐστι καὶ ναυτιῶδες τὸ στόμα τῆς κοιλίας, ὃ δὴ καὶ στόμαχον ὀνομάζουσιν, ἴσχεται δὲ ἡ γαστήρ. ὅσα γὰρ αὐτὴν προτρέπει, πάντα εὐθέως ἀνατρέπει τὸν στόμαχον, ὡς ἐπιπολάζειντε αὐτοῦ τὰ σιτία καὶ ναυτίαν ἐργάζεσθαι πολλάκις · οἷς ἐξ ἀνάγκης ἕπεται τὸ μὴ πέττεσθαι καλῶς τὴν τροφήν. ἐὰν δὲ πάλιν εὐστόμαχα διδῷς αὐτοῖς ἐδέσματα, καὶ τρίτης καὶ τετάρτης ἡμέρας ἡ γαστὴρ ἐπέχεται. τοῖς τοιούτοις οὖν ἓν εἶδος εὗρον διαίτης ἁρμόττειν, ἐν ἀρχῇ προσφερομένοις λάχανάτε δι’ἐλαίου καὶ γάρου, καὶ τα- τἄλλα, ὅσα μαλάττειν εἴωθε τὴν γαστέρα, μετὰ δὲ τὴν αὐτάρκη τροφὴν ἐπιλαμβάνουσί τι τῶν τονούντων τὸν στόμαχον. ἔστι δὲ δὴ μῆλόντε καὶ ἄπιον καὶ ῥοιά · ἔνια γάρ ἐστι τοιαῦτα γένη, χωρὶς ὀξύτητος στύφοντα. αὐτὸς δὲ ὁ ἄνθρωπος, ἁπάντων αὐτῷ ἐν μέρει πειραθέντων, ὅπερ ἂν ἀβλαβέστατόντε καὶ ἥδιστον εὑρίσκῃ, τούτῳ χρήσθω. μὴ πάνυ δὲ τούτων ἑκάστου λαμβάνειν, ἀλλ’ὅσον, ὡς ἔφην, ἰάσασθαι τὴν ἀτονίαν τοῦ στομάχου · τῆς γὰρ τοιαύτης αὐτῶν χρήσεως ἐπειράθην, εὔλυτον ἐργαζομένης τὴν κοιλίαν. καὶ μᾶλλόν γε το- τοὐπίπαν οἱ οὕτω διακείμενοι διαχωροῦσιν, ἐπιφαγόντες τι τῶν στυφόντων, ἢ εἰ μη δ’ὅλως ἐχρήσαντο. τονωθὲν γὰρ αὐτῶν τὸ στόμα τῆς κοιλίας ὠθεῖ κάτω τάτ’ἐπιπολάζοντα καὶ σὺν αὐτοῖς τὰ καθ’ὅλην τὴν ἄνω γαστέρα, καὶ τήν γε φορὰν τῶν σιτίων ὑποδεχόμενα τὰ ἔντερα διαφυλάττει, προωθοῦντα καὶ αὐτὰ τὸ περιγινόμενον ἐκ τῶν ὑπερκειμένων εἰς αὐτά. φαίνεται γὰρ ἡ προωστικήτε καὶ ἀποκριτικὴ δύναμις, κα- κᾂν ἐκ τῶν κατὰ τὴν ἕδραν χωρίων ὁρμήσῃ τι πρὸς τὴν ἄνω φορὰν, ἄχρι πλείστου διαφυλάττουσα, καίτοι παρὰ φύσιν οὔσης ἐν ζώῳ τῆς τοιαύτης ὁδοῦ. ὅτι δὲ ἀληθές ἐστιν ὃ λέγω, πάρεστι μαθεῖν ἑκάστῳ, τῶν πολλάκις ἡμῖν συμβαινόντων ἀναμνησθέντι. δακνώδης γ’οὖν ἐνίοτε χυμὸς, εἰς τὰ κατὰ τὴν ἕδραν χωρία παραγενόμενος, ἐρεθίζει μὲν ἡμᾶς ἐπὶ τὴν ἔκκρισιν αὐτοῦ · κατασχεῖν δὲ αὐτὸν ἀναγκασθέντες, ἐπειδὰν ἐν πολιτικαῖς ὦμεν πράξεσιν, ἀπαλλαγέντες αὐτῶν, οὐκέτ’ἀποκρίνομεν, αἰσθανόμεθάτε πολλάκις ἐκ τούτου τῆς κεφαλῆς ὀδυνηρᾶς γινομένης, ἀνατροπῆς γινομένης. εὐλόγως οὖν, εἰ καὶ τοῖς ὑπακτικοῖς σιτίοις ἐπιπολευομένου στομάχου, τὰ στύφοντα ληφθέντα, τόνον ἐποιήσαντο τοῖς ἄνω μέρεσι τῆς γαστρὸς, ἀρχὴν τῆς κάτω φορᾶς ἐργάζεται τοῖς ἐν αὐτῷ περιεχομένοις, ἣν διαδεχόμενα τὰ ἔντερα μέχρι τοῦ κάτω πέρατος εἴωθε φυλάττειν.
αὐταρκῶς οὖν εἰρημένων τούτων, ὥρα μεταβαίνειν ἐπ’ἄλλην κατασκευὴν ἀνώμαλον, οὐδεμιᾶς τῶν πρόσθεν ἀπολειπομένην τῇ κακίᾳ, καθ’ἣν οἱ μὲν νεφροὶ λίθους, ἢ πώρους, ἢ ὅπως οὖν ὀνομάζειν ἐθέλεις, γεννῶσιν, ἡ δὲ τοῦ σώματος ἅπαντος φύσις ἰσχνὴ τετύχηκεν οὖσα. χρῄζουσι μὲν γὰρ οὗτοι φαρμάκων καὶ διαιτημάτων λεπτυνόντων, ἐναντιώτατα δ’ἐστὶ ταῦτα τοῖς ἰσχνοῖς σώμασιν. ὥστε τις τῶν χρωμένων αὐτοῖς διὰ τοὺς νεφροὺς, δυσκινήτωντε καὶ δυσαισθήτων καὶ ὥσπερ ψοφούντων τι καπνηστὸν, ὡς αὐτὸς ὠνόμαζεν, αἰσθανόμενος τῶν δακτύλων, ἐκοινώσατο μὲν τὰ πρῶτα τοῖς κατὰ τὴν Καμπανίαν ἰατροῖς, ἔνθα διέτριβεν, οἱ δὲ, ὡς κατισχομένου αὐτοῦ ἐπὶ διαθέσει παράλυσιν ἀπειλούσῃ, τοῖς δι’εὐφορβίου καὶ λιμνήσεως, ἣν ἀδάρκηντε καὶ ἄδαρκον ὀνομάζουσιν, ἐχρῶντο φαρμάκοις. ὡς δὲ πολὺ χείρων ἡ διάθεσις ἐγένετο, καὶ προανέβαινεν ἀεὶ τὰ συμπτώματα τοῖς ὑπερκειμένοις μέρεσι μετὰ τοῦ σφόδρα ὀδυνᾶσθαι, κατά τινα τύχην ἐπιδημήσαντί μοι τὴν Καμπανίαν δηλώσας ὁ κάμνων τὰ συμβάντα παρεκάλει βοηθεῖν. ἐγὼ δὲ, ὅτι μὲν ἐκ τῶν φαρμάκων ὧν εἶπεν ὑποξηρανθεὶς εἰς τοιαύτην ἧκε διάθεσιν, συνῆκα, ζητῶν δὲ, τίνα ἄν τις αὐτῷ δίαιταν εὕροι, καθ’ἣν ἄνευ τοῦ βλάπτεσθαι τοὺς νεφροὺς ἰάσεται τῆς ξηρότητος, πτισάνηςτε χυλὸν ἐπενόησα, καὶ τῶν ἰχθύων τοὺς πετραίουςτε καὶ πελαγίους, ὅσοιτ’ἄλλοι μηδὲν ἔχουσι γλίσχρον. οὕτω δὲ καὶ τῶν πτηνῶν ζώων ὅσα παραπλήσιον ἔχει τὴν σάρκα. πολλὰ δέ ἐστι τῶν ὀρείων ὀνομαζομένων ὀρνίθων τοιαῦτα ταῖς κράσεσιν · ὅσα γὰρ ἐν ταῖς πόλεσι κατακλείσαντες ὑγραῖς καὶ πολλαῖς τροφαῖς πιαίνουσιν οἱ τὰ τοιαῦτα καπηλεύοντες, ἐναντιώτατα τούτοις ἐστί. ἀρίστη δὲ σὰρξ εἰς τὰς τοιαύτας διαθέσεις ἐστὶν, ὡς τῶν ὀρνίθων περδίκων, ἐπ’αὐτοῖς δὲ τῶν ἀτταγήνων, καὶ ψάρων, καὶ κοττύφων, καὶ κιχλῶν. ἐὰν δὲ ἀπορῶμεν ὀρείων ὀρνίθων, ἐκ τῶν ἐν τοῖς ἀγροῖς τρεφομένων καὶ τῶν κατὰ τοὺς πύργους περιστερῶν νομάδων λαμβάνειν προσήκει, καθάπερ γε καὶ τῶν ἐν τοῖς πύργοις νεοττευόντων στρουθίων, οὓς ὀνομάζουσι πυργίτας · ἔστωσαν δὲ ἐν ὑψηλοῖς χωρίοις οἱ τοιοῦτοι τῶν πύργων · οὕτω γὰρ καὶ ταῖς ἀλεκτορίσι καὶ τοῖς ἀλεκτρυόσι τοῖς κατὰ τὰς ἐπαύλεις τρεφομένοις ἔνεστι χρῆσθαι. γάλακτος δὲ τοῦ μὲν τῶν ἄλλων ζώων εἴργειν τοὺς οὕτω διακειμένους, μόνῳ δ’ἐπιτρέπειν χρῆσθαι τῷ τῶν ὄνων, ἐπειδὴ λεπτομερέστερόν ἐστι τοῦτο τῶν ἄλλων. καὶ συνελόντι φάναι, μεταξὺ τῆςτε λεπτυνούσης διαίτης καὶ τῆς παχυνούσης εἶναι χρή. τὴν δὲ τούτοις ἁρμόττουσαν τὴν κατὰ μέρος ὕλην ἐν τοῖς περὶ τῶν τροφῆς δυνάμεων ὑπομνήμασιν ἔγραψα, καὶ προσέτι ἐν τῷ περὶ τῆς εὐχυμίαςτε καὶ κακοχυμίας. διὸ καὶ μηκύνειν ἐν τῷ παρόντι περιττὸν, ἀρκεῖ γὰρ τοῦτο μόνον εἰπεῖν, ὡς καὶ τῆς τοῦ ὅλου σώματος ἀναθρέψεως ἐπὶ τῶν τοιούτων προνοεῖσθαι χρὴ δι’ἧς ἔμπροσθεν εἶπον ἀγωγῆς, ἡνίκα ἐμνημόνευσα τοῦ πάντα μᾶλλον ὑπομένοντος παθεῖν, ἢ πιττώσασθαι. παχέος δὲ ὄντος τοῦ λιθιῶντος ἀνθρώπου, θαρρῶν ἂν προσφέροιτο τῇ λεπτυνούσῃ διαίτῃ. τὰ δ’αὐτὰ νόμιζε καὶ περὶ τῶν ἀρθριτικῶν προϊέναι. πίνοντες γὰρ κα- κᾀκεῖνοι τὰς ἀρθριτικάςτε καὶ ποδαγρικὰς ἀντιδόσεις, οἱ μὲν εὔσαρκοι καὶ παχεῖς καὶ πιμελώδεις οὐδὲν βλάπτονται, λεπτοὶ δὲ ὑπάρχοντες, ὅλοντε τὸ σῶμα ξηραίνοντες, καὶ πόδας αὐτοὺς ἐνίοτε καὶ τὰς χεῖρας, εἰ πρότερον ἐπεπόνθεισαν, εἰς χαλεπωτάτην ἄγουσι διάθεσιν. εἰδέναι μέντοι χρὴ, τὰς ποδαγρικὰς ταύτας ἀντιδότους πολλῷ τῶν νεφριτικῶν διαλλάττειν, οὐ μόνον τῷ λεπτύνειν τοὺς παχεῖς καὶ γλίσχρους χυμοὺς, ἀλλὰ καὶ τῷ θερμαίνειντε καὶ ξηραίνειν · ἐπὶ γάρ τοι τῶν νεφριτικῶν οὐ δὲ τὴν ἀρχὴν ὅσα θερμήνειε σφοδρῶς διδόναι χρή. λέλεκται δὲ τελέως δηλονότι περὶ τῶν τοιούτων ἁπάντων ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ, κα- κᾀν ταῖς περὶ τῶν φαρμάκων, διτταῖς οὔσαις καὶ ταύταις, προτέρας μὲν τῇ τάξει τῆς τῶν ἁπλῶν, δευτέρας δὲ τῆς τῶν συνθέτων, οὔτε μη δ’ὅλως, οὔτ’ἐπὶ πλέον μεμνῆσθαι προσήκει, διὰ τὸ καὶ τὰ τοιαῦτα σώματα μεταξὺ τῶντε ἀκριβῶς ὑγιαινόντων καὶ τῶν ἤδη νοσούντων εἶναι · τὸ γάρ τοι προφυλακτικὸν ὀνομαζόμενον μέρος τῆς ἰατρικῆς τῶν οὕτω διακειμένων προνοεῖται σωμάτων. οὐδένα γοῦν τῶν ἄμεμπτον ἐχόντων τὴν τοῦ σώματος ἕξιν οὔτ’ἀξιοῦμεν φάρμακα πίνειν, οὔτε λεπτυνούσῃ διαίτῃ χρῆσθαι · τοὺς δὲ διὰ φυσικὴν ἀσθένειαν ἤτοι τοῦ σώματος ἅπαντος ἢ μορίων τινῶν ἑτοίμως βλαπτομένους εἰς τὴν προφυλακτικὴν ὀνομαζομένην ἀγωγὴν ἀξιοῦμεν ἕλκεσθαι, τῆς ὑπόπτου διαίτης ἀφισταμένους, ὑφ’ἧς οὐδὲν ὁρῶμεν βλαπτομένους, ὅσοι καλῶς κατεσκευασμένοι τὰ σώματα φύσει διαπονεῖν οὐκ ὀκνοῦσι τὰ μέτρια.
τοῖς μέντοι ῥᾳδίως πάσχουσιν, ὡς καὶ τοῖς μεγάλοις νοσήμασιν ἐμπίπτειν συνεχῶς, οἷον τοῖς ἐπιληπτικοῖςτε καὶ σκοτωματικοῖς καὶ κεφαλαλγικοῖς, ἔτιτε τοῖς ἄλλοις, ἐφ’ὧν ἡ κεφαλὴ τοῖς ὑποκειμένοις μορίοις αἰτία γίγνεται τῶν συμπτωμάτων, ἐν οἷς εἰσιν ὀδόντες, οὖλάτε καὶ κίων, καὶ συλλήβδην εἰπεῖν ἅπαντα τὰ κατὰ τὸ στόμα καὶ τὸν φάρυγγα μόρια, καὶ πρὸς αὐτοῖς ὦτα, καὶ ὀφθαλμοὶ, καὶ στόμαχος, καὶ κοιλία, καὶ τὰ πνευματικὰ μόρια, λάρυγξ, καὶ τραχεῖα ἀρτηρία, καὶ πνεύμων, καὶ θώραξ, ὁ σκοπὸς τῶν διαιτημάτων κοινὸς, αὐτὴν μὲν καὶ πρώτην καὶ μάλιστα τὴν κεφαλὴν ἐργάζεσθαι δυσπαθῆ, μετὰ ταῦτα δὲ καὶ τῶν βλαπτομένων μορίων προνοεῖσθαι, γινώσκοντας, ὡς καὶ τοῦτ’αὐτὸ πάλιν ἑτέρου δεῖται διορισμοῦ, λέγω δὲ τοῦ μὴ πάντα ῥωννύναι τὰ βλαπτόμενα μόρια. ἄριστος δὲ διορισμὸς ὁ εἰς τὴν χρείαν αὐτῶν ἀναγόμενος. ὀφθαλμῶν μὲν γὰρ καὶ ὤτων ἡ χρεία μεγάλη, καὶ διὰ τοῦτο προσήκει τῶν ἐκ τῆς κεφαλῆς περιττωμάτων εἰς αὐτὰ φερομένων τὴν ὑφ’Ἱπποκράτους ὀνομαζομένην παροχέτευσιν ἐργάζεσθαι, μάλιστα μὲν ἐπὶ ῥῖνα περισπῶντα τὸ φερόμενον ἐπ’αὐτὰ ταύτης δ’οὐχ ὑπακουούσης, εἰς τὸ στόμα διὰ τῶν ἀποφλεγματιζόντων φαρμάκων, ὥσπερ γε καὶ ἐπὶ τὴν ῥῖνα διὰ τῶν πταρμοὺς κινούντων, ὅσατε πρὸς τὰς ἐμφράξεις αὐτῶν ἁρμόττει. ὀφθαλμοὺς δὲ τονώσεις τῷ διὰ τοῦ Φρυγίου λίθου χρώμενος ξηρῷ κολλυρίῳ, τοῖς βλεφάροις ἐπάγων τὴν μήλην χωρὶς τοῦ προσάπτεσθαι τοῦ κατὰ τὸν ὀφθαλμὸν ἔνδον ὑμένος. οὕτως γοῦν πράττουσιν ὁσημέραι καὶ αἱ στιμμιζόμεναι γυναῖκες. εἰς δὲ τὴν τῶν ὤτων ῥώμην ἀπόχρη μὲν καὶ τὸ γλαύκιον μόνον, ἀποτριβόμενον ἐπ’ἀκόνης σὺν ὄξει, κα- κᾄπειτα διὰ μήλης ἐκχεόμενον ἀτρέμα χλιαρὸν, ἢ διὰ τούτου δὴ τοῦ συνήθους ὀργάνου, καλουμένου δὲ ὑπὸ πάντων ὠτεγχύτου · κα- κᾀπειδὰν ἤδη σοι δοκῇ τονοῦσθαι καλῶς, ὡς μηδὲν ἐπιρρεῖν αὐτοῖς, συνεχῶς ἐνστάζειν τι ναρδίνου μύρου τοῦ ἀρίστου, πρότερον μὲν ἐν Λαοδικείᾳ μόνῃ τῆς Ἀσίας σκευαζομένου καλλίστου, νυνὶ δὲ καὶ κατ’ἄλλας πόλεις. ἔτι δὲ μᾶλλον τὸ διὰ γλαυκίου καλούμενον κολλύριον ὀνήσειτε καὶ ῥώσει τὰ ὦτα, καὶ τὸ διὰ ῥόδων, καὶ τὸ κροκῶδες, καὶ τὸ νάρδινον, καὶ τὸ δι’οἴνου, καὶ τῶν μύρων τὰ ἐν Ῥώμῃ σκευαζόμενα ταῖς πλουσίαις γυναιξὶν, ἃ φουλίατάτε καὶ σπικάτα προσαγορεύουσιν. εἰ δὲ πολὺ συνεχῶς ἐπὶ τὰ ὦτα φέροιτο τὸ ἀπὸ τῆς κεφαλῆς ῥεῦμα, καὶ πύον καὶ ἕλκωσις ἤδη γεγονυῖα τύχοι, τὴν μὲν ἕλκωσιν διάτε τοῦ Ἀνδρωνίου φαρμάκου καὶ τῶν ὁμοίων ἐκθεραπευτέον, ἐν δὲ τῷ ταῦτα πράττειν ἀντισπαστέον ἐπὶ ῥῖνάτε καὶ στόμα, καὶ μετὰ ταῦτα τοῖς εἰρημένοις χρηστέον.
ὥσπερ δὲ ὑπὸ τῶν ἐκ τῆς κεφαλῆς καταρρεόντων βλάπτεται πολλάκις πολλὰ τῶν ὑποκειμένων, οὕτως καὶ δι’ἧπαρ ἢ νεφροὺς ἢ σπλῆνα νόσοι συμβαίνουσιν ἑτέροις μορίοις ἀσθενεστέροις αὐτῶν. ἐδείχθη γὰρ ἐν τοῖς τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν ἕκαστον μόριον ἑλκτικὴν τῶν οἰκείων αὐτοῦ χυμῶν ἔχον δύναμιν, οὕςτ’ἀλλοιοῦσάτε κα- κᾀξομοιοῦσα εἰς τὴν τροφὴν καταχρῆται, καί τινι πάλιν ἑτέρᾳ δυνάμει τὸ περιττὸν ἀποκρίνειν ἐφιέμενον εἴς τι τῶν πλησίον. ἂν μὲν οὖν αὐτὸ τὸ πεπονθὸς εὔρωστον ἔχῃ τὴν ἕξιν τοῦ σώματος, οὐ δέχεται τὸ πεμπόμενον, ὥστ’ἐν τῷ πρώτῳ παθόντι μόνον ἐκείνῳ τῷ μορίῳ συνεχῶς πάσχοντα τὸν ἄνθρωπον ἀπέδειξεν · ἐὰν δ’ἀσθενέστερον ᾖ κατά τι τοῦ πέμποντος, ἐδέξατο μὲν, αὖθις δὲ ὠθεῖ πρός τι καὶ αὐτὸ τῶν ἀσθενεστέρων, κα- κᾀκεῖνο πάλιν εἰς ἄλλο, μέχρις ἂν εἴς τι τῶν οὐδὲν ἐχόντων ἀσθενέστερον ἑαυτῶν κατασκήψῃ τὸ περιττόν. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον ἄλλῳ μέρει συνεχῶς ἐνοχλεῖται τῶν ἀμελῶς διαιτωμένων · τοῖς δὲ μηδὲν ἀθροίζουσιν περιττὸν ἀβλαβὲς ἀεὶ μένει τὸ ἀσθενές. ἀπόδειξις δὲ τούτου σαφεστάτη τὸ δι’ἓξ μηνῶν ἢ πλεόνων ἐνίους ἐνοχλεῖσθαι τοῖς ἀσθενέσι μορίοις. εἰ γὰρ αὕτη μόνη ἦν ἀσθένεια, τὴν βλάβην διὰ παντὸς ἂν ἔπασχε τὸ ἄρρωστον μόριον, ὡς ἄν γε διαπαντὸς ἔχον ἐν αὑτῷ ἐνυπάρχουσαν τὴν τοῦ πάσχειν αἰτίαν. ἐπεὶ τοίνυν οὐ πάσχει διὰ παντὸς, εὔδηλόν ἐστι, καὶ ἄλλο τι προσέρχεσθαι τὸ συμπληροῦν τοῦ παθήματος αὐτοῦ τὴν γένεσιν, ὅπερ οὐδὲν ἕτερόν ἐστι τοῦ περιττεύοντος ἢ κατὰ τὸ πλῆθος. ἢ κατὰ ποιότητα. καὶ τοῦτό γε αὐτὸ τὸ περιττεῦον ἢ καθ’ὅλον ἀθροίζεται τὸ σῶμα, καὶ καλοῦσι πληθώραν τὴν τοιαύτην διάθεσιν, ἢ ἔν τινι τῶν κυρίων μὲν, ἀσθενῶν δὲ φύσει μορίων, ὅπερ ἤτοι γε ἐν αὐτῷ μένον, ἢ πρός τι τῶν ἀσθενεστέρων φύσει μορίων ἀποχωροῦν τὴν βλάβην ἐργάζεται. σκεπτέον οὖν ἐστι καὶ διοριστέον αὐτὸ τοῦτο πρῶτον, εἴτε δι’ἑαυτοῦ συνεχῶς νοσεῖ τὸ μόριον, εἴτε δι’ἄλλο τι πρότερον αὐτοῦ πάσχον. ἐνίοτε μὲν οὖν ἔξωθεν ἡ βλάβη τοῖς ἀσθενέσι γίνεται μορίοις, ἤτοι ψυχθεῖσιν, ἢ θλασθεῖσιν, ἢ πληγεῖσιν, ἢ κοπωθεῖσιν, ὡς τὰ πολλὰ δὲ ἐπὶ τοῖς διαιτήμασι πλῆθος ἢ κακοχυμίαν ἀθροίζουσι. προσέχειν οὖν χρὴ τῷ μεγέθει τῆς φυσικῆς ἀσθενείας τοῦ μορίου, διορισμῷ χρώμενον τοιῷδε. λεπτότερον χρὴ διαιτῆσαι τὸν ἄνθρωπον, ἢ πρόσθεν, ἅμα τῷ δηλονότι καὶ τὰ προσήκοντα γυμνάσια γυμνάζεσθαι, φυλάττεσθαι δὲ καὶ τὴν ἀπὸ τῶν ἔξωθεν αἰτίων βλάβην · εἶτ’, ἐὰν μὲν ἐπὶ τούτοις μήτ’ἰσχνὸς γίγνηται, μήτε διοχλῆται τὸ ἄρρωστον αὐτοῦ μόριον, ἐπιμένειν τοῖς διαιτήμασιν, ἐὰν δ’ἤτοι λεπτύνηται πᾶσι τοῖς μέρεσιν, ἢ καί τι πάσχῃ τὸ φαύλως κατεσκευασμένον, ὑπαλλάττειν τὴν τοιαύτην δίαιταν · ἐὰν μὲν πάσχῃ, δυοῖν τα- θάτερον ἐργαζομένους, ἢ τὴν δίαιταν ἐπὶ τὸ λεπτότερον ἄγοντας, ἢ κενώσεσιν ἀραιαῖς χρωμένους. ἐνίοις μὲν οὖν ἦρος εἰσβάλλοντος αὐτάρκης κένωσις μία καθ’ἕκαστον ἔτος γιγνομένη, τισὶ δ’ἐπὶ τῇδε καὶ δευτέρας φθινοπωρινῆς γίνεται χρεία. πλῆθος μὲν οὖν ἀθροίζοντος τοῦ σώματος, αἵματος ἀφαιρέσει κενοῦν, κακοχυμίαν δὲ διὰ καθαίροντος φαρμάκου τὸν ἐπικρατοῦντα χυμόν. ἐὰν δὲ ἐπὶ τῇ προσηκούσῃ διαίτῃ μηδὲν πάσχῃ τὸ μόριον, ἰσχναίνηται δὲ τὸ σῶμα, τῇ πιττώσει χρηστέον, ὡς ἔμπροσθεν εἴπομεν, εἰς ἀνάθρεψιν ἕξεως λεπτυνούσης.
μοχθηροτάτη δὲ σώματός ἐστι καὶ ἡ τοιάδε. σπέρμα πολὺ καὶ θερμὸν ἔνιοι γεννῶσιν, ἐπείγει γὰρ αὐτοὺς εἰς ἀπόκρισιν, αὗ μετὰ τὴν ἔκκρισιν ἔκλυτοίτε γίγνονται τῷ στόματι τῆς κοιλίας, ὃ καὶ αὐτὸ καλεῖται στόμαχος, οὐ μόνον ὑπὸ τῶν ἰατρῶν, ἀλλὰ καὶ ὑπὸ τῶν ἄλλων ἀνθρώπων, ὥσπερ ὑπὸ τῶν παλαιῶν ἐκαλεῖτο καρδία, καὶ τῷ σώματι δὲ παντὶ καταλύονταίτε καὶ ἀσθενεῖς γίγνονται, καὶ ξηροὶ, καὶ λεπτοὶ, καὶ ὠχροὶ, καὶ κοιλοφθαλμιῶντες οἱ οὕτω διακείμενοι. εἰ δὲ ἐκ τοῦ ταῦτα πάσχειν ἐπὶ ταῖς συνουσίαις ἀπέχοιντο μίξεως ἀφροδισίων, δύσφοροι μὲν τὴν κεφαλὴν, δύσφοροι δὲ καὶ τῷ στομάχῳ, καὶ ἀσώδεις. οὐδὲν δὲ μέγα διὰ τῆς ἐγκρατείας ὠφελοῦνται · συμβαίνει γὰρ αὐτοῖς ἐξονειρώττουσι παραπλησίας γίνεσθαι βλάβας, ἃς ἔπασχον ἐπὶ ταῖς συνουσίαις. ὡς δέ τις ἐξ αὐτῶν ἔφη μοι, δακνώδουςτε καὶ θερμοῦ πάνυ τοῦ σπέρματος αἰσθάνεσθαι κατὰ τὴν ἀπόκρισιν, οὐ μόνον ἑαυτὸν, ἀλλὰ καὶ τὰς γυναῖκας, αἷς ἂν ὁμιλήσῃ. τούτῳ τοίνυν ἐγὼ συνεβούλευσα, βρωμάτων μὲν ἀπέχεσθαι τῶν γεννητικῶν σπέρματος, προσφέρεσθαι δὲ οὐ βρώματα μόνον, ἀλλὰ καὶ φάρμακα τὰ τούτου σβεστικά · λέλεκται δὲ αὐτῶν ἡ ὕλη κατὰ τὰ περὶ τροφῶν καὶ τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα · γυμνάζεσθαι δὲ γυμνάσια τὰ διὰ τῶν ἄνω μορίων μᾶλλον, ὁποῖόν ἐστι τότε διὰ τῆς σμικρᾶς σφαίρας, καὶ τὸ διὰ τῆς μεγάλης, καὶ τὸ διὰ τῶν ἁλτήρων · μετὰ δὲ τὸ λουτρὸν ὅλην τὴν ὀσφὺν ἀλείφεσθαι τῶν ψυχόντων τινὶ χρισμάτων. ἔστι δὲ τὰ τοιαῦτα τότε καλούμενον ὠμοτριβὲς καὶ ὀμφάκινον ἔλαιον, ῥόδινόντε καὶ μήλινον ἐκ τοιούτου γεγονὸς ἐλαίου. συνέθηκα δ’αὐτὸς ἐνίοις καὶ παχύτερα τῇ συστάσει χρίσματα πρὸς τὸ μὴ ῥᾳδίως ἀπορρεῖν. ἡ δὲ σύνθεσις αὐτῶν ἐστι διάτε κηροῦ καί τινος ἄλλου τῶν ψυχόντων γιγνομένη. τὸ πρῶτον δὲ, τὸ καλούμενον ὑπὸ τῶν ἰατρῶν κηρέλαιον, ποιήσας, εἶτ’ἐν θυίᾳ μαλάξας ταῖς χερσὶν ἱκανῶς ἐπίχει τὸν ψύχοντα χυλὸν ἐπὶ πλεῖστον, ὡς ἑνωθῆναι. τὴν δ’ὕλην τῶν τοιούτων χυλῶν ἐν τῇ τῶν ἁπλῶν φαρμάκων πραγματείᾳ γεγραμμένην ἔχετε. προχειρότατοι δὲ αὐτῶν εἰσι καὶ ῥᾷστοι πορισθῆναι οἵτε τῶν ἀειζώων καὶ τοῦ στρύχνου, κοτυληδόνοςτε καὶ ψυλλίου, καὶ πολυγόνου, καὶ τριβόλου, καὶ ἀνδράχνης · οὐκ ἀνίησι δὲ αὕτη χυλὸν, ἐὰν μὴ κοπτομένης ἐν ὅλμῳ παρεγχέηταί τις ἄλλου ὑγροῦ, καὶ λεπτοῦ, καὶ ὑδατώδους τῆς συστάσεως, μὴ γλίσχρου καὶ παχέος, ὥσπερ ὁ τῆς ὄμφακόςτε καὶ τῶν ῥόδων. ἀλλ’οὗτοι μὲν ἐν τῷ θέρει, τῶν δ’ἄλλων πολλοὶ καὶ κατὰ τὰς ἄλλας ὥρας εἰσὶν, ὥσπερ ὁ τῆς θριδακίνης, τῶν ψυχόντων καὶ αὐτὸς ὑπάρχων. ἀλλὰ καὶ τὸ λινόσπερμον ἑψόμενον ἐν ὕδατι ψύχοντα χυλὸν ἐργάζεται. γυμναστῶν δέ τινα τῶν ἀθληταῖς ἐπιστατούντων ἐθεασάμην μολυβδίνην λεπίδα ταῖς ψόαις ὑποβάλλοντα τοῦ ἀθλητοῦ πρὸς τὸ μὴ ἐξονειρώττειν αὐτὸν, καί τινι τῶν οὕτω πασχόντων ἰδιωτῶν ἐδήλωσα, καὶ χάριν ἔγνω τῇ χρήσει τοῦ δηλωθέντος. ἕτερος δέ τις, ἀσθενεστέραν ἔχων τὴν φύσιν τῆς σαρκὸς, οὐκ ἠνέσχετο τῆς τοῦ μολύβδου σκληρότητος, ᾧ συνεβούλευσα, τῶν εἰρημένων ἄρτι βοτανῶν ὑποστρώννυσθαί τινας, ἀναμιγνύναι δὲ αὐταῖς καὶ ἄγνου κλῶνας ἁπαλοὺς καὶ πηγάνου, ᾔσθετότε παραχρῆμα τῆς ἐξ αὐτῶν ὠφελείας, ὡς χρῆσθαι τοῦ λοιποῦ διαπαντός. ἀλλὰ καὶ συνεχῶς ἐσθίειν τὸ σπέρμα τοῦ ἄγνου συμβουλεύσαντός μου, καὶ τούτου χάριν ᾔδει ἐμοὶ, καθάπερ καὶ τοῦ πηγάνου. τῶν μὲν οὖν τοιούτων ἡ ὕλη κατάτε τὰ τῶν ἁπλῶν φαρμάκων ὑπομνήματα καὶ ἐν τῷ περὶ τῶν τροφῶν δυνάμεως εἴρηται. νυνὶ δ’ἀναγκαῖον εἶναί μοι δοκεῖ προσθεῖναι τῷ λόγῳ, φυλάττεσθαι τὰ σφοδρῶς ψύχοντα, καθάπερ ὅσα διὰ μήκωνόςτε καὶ μανδραγόρου γίνεται χρίσματα. μήτε γὰρ τούτων τι προσφέρειν, μήτε, ὅταν ἀκμάζῃ τὰ φυτὰ, καθάπερ τοῖς προειρημένοις, οὕτω καὶ τούτοις ἔστιν ὑποστρώμασι χρῆσθαι · αἱ γὰρ σφοδραὶ ψύξεις τῶν ἐπιτιθεμένων τοῖς κατὰ τὴν ὀσφὺν χωρίοις ἀδικοῦσι τοὺς νεφρούς. καὶ ῥόδων ἠξίωσά τινα πειραθῆναι, καὶ ὠνήσατο δὲ οὗτος ὑποστρωννὺς αὐτὰ χωρὶς τοῦ βλαβῆναί τι κατὰ τοὺς νεφρούς. ἐπενόησα δέ τι καὶ ἄλλο τοῖς οὕτω διακειμένοις χρήσιμον, ὡς ἐκ τῆς πείρας ἐμαρτυρήθην. ταύτην γὰρ ἀεὶ κριτήριον ἔχειν τῶν ἐπινοηθέντων, καὶ μηδὲν γράφειν ὡς χρήσιμον, ὅτε τις αὐτοῦ οὐκ ἐπειράθη, πλὴν εἰ παραγράφοιτο τοῦτο αὐτὸ, πεπειρᾶσθαι μηδέπω. τί οὖν ἐστιν, ὃ ἔφην ἐπινοήσαντός μου μεγάλης ὠφελείας; φράσω. παραφυλάττειν ἔφην χρῆναι τοὺς τοιαύτῃ κατασκευῇ σώματος ἐνοχλουμένους, ἡνίκα μάλιστα φαίνονται πλῆθος ἠθροικέναι σπέρματος ἀποκρίσεως δεόμενον, ἐν ἡμέρᾳ τινὶ διαιτηθέντας εὐχύμῳτε καὶ μετρίως, χρῆσθαι μὲν ἐπὶ τῷ δείπνῳ, τρεπομένους εἰς ὕπνον, τῇ συνουσίᾳ · κατὰ δὲ τὴν ἑξῆς ἡμέραν, ὅταν αὐτάρκως ἔχωσιν ὕπνου, διαναστάντας ἀνατρίψασθαι σινδόνι, μέχρις ἂν ἔρευθός τι σχῇ τὸ δέρμα · κα- κᾄπειτά τινι δι’ἐλαίου τρίψει συμμέτρως χρησαμένους, εἶτα μὴ πολὺ διαλιπόντας, ἄρτον εὔζυμον, κλιβανίτην, καθαρὸν, ἐξ οἴνου κεκραμένου προσενεγκαμένους, οὕτως ἐπὶ τὰς συνήθεις ἔρχεσθαι πράξεις · ἐν τῷ μεταξὺ τῆςτε δι’ἐλαίου τρίψεως καὶ τῆς δι’ἄρτου προσφορᾶς, εἰ χωρίον ἔχει τι πλησίον, ἐμπεριπατῆσαι τούτῳ, πλὴν εἰ κρύος εἴη χειμέριον, ἄμεινον γὰρ ἔνδον μένειν τηνικαῦτα. ταύτην μέντοι τὴν διὰ τῆς ἐδωδῆς ῥῶσιν τοῦ στομάχου καὶ γραμματικῷ τινι συνεχῶς ἁλισκομένῳ σπασμοῖς ἐπιληπτικοῖς συνεβούλευσα, καὶ μεγάλως ὤνητο. μάλιστα δὲ αὐτὸν ὠφελῆσαι ἤλπισα, πυθόμενος παρ’αὐτοῦ, τὸ τῶν σπασμῶν σύμπτωμα τότε περιπίπτειν, ὅταν ἐπὶ πλεῖον ἄσιτος διαμείνῃ, καὶ μᾶλλον ἐπανιέντων μεταξὺ λύπης ἢ θυμοῦ. καὶ μέντοι καὶ τὴν ἕξιν αὐτοῦ τοῦ σώματος ἰσχνὴν ἑώρων, ἐρωτώμενόςτε συνεχῶς ἐκχολοῦσθαι τὸν στόμαχον ὡμολόγει. κοινὴν δέ τινα συμβουλὴν ἅπασι τοῖς ταῦτα ἀναγνωσομένοις, ἰδιώταις μὲν τῆς ἰατρικῆς, οὐκ ἀγυμνάστοις δὲ τὸν λογισμὸν, ὑποτίθεμαι τοιῶσδε · μὴ, καθάπερ οἱ πολλοὶ τῶν ἀνθρώπων ὡς ἄλογα ζῶα διαιτῶνται, καὶ αὐτοὺς οὕτως ἔχειν, ἀλλὰ καὶ διὰ τῆς πείρας κρίνειν, τίνα μὲν αὐτοὺς ἐδέσματάτε καὶ πόματα βλάπτει, τίνες δὲ καὶ πόσαι κινήσεις · ὁμοίως δὲ καὶ περὶ χρήσεως ἀφροδισίων ἐπιτηρεῖν, εἴτε ἀβλαβής ἐστιν αὐτοῖς, εἴτε βλαβερὰ, καὶ διὰ πόσων ἡμερῶν χρωμένοις ἀβλαβήςτε καὶ βλαβερὰ γίγνεται. καθάπερ γὰρ ἱστόρησα μεγάλως βλαπτομένους ἐνίους, οὕτως ἑτέρους ἀβλαβεῖς διαμένοντας μέχρι γήρως ἐπὶ ταῖς χρήσεσιν αὐτῶν. οὗτοι μὲν οὖν σπάνιοι καθ’ἑκάτερον τὸ γένος, οἵτε μεγάλως βλαπτόμενοι καὶ οἱ μηδὲν ἀδικούμενοι · τὸ δὲ μεταξὺ πᾶν ἐν τῷ μᾶλλόντε καὶ ἧττον εἰς τὸ πολὺ τῶν ἀνθρώπων ἐκτέταται πλῆθος. ὧν τοῖς πεπαιδευμένοις (οὐ γὰρ οἱ τυχόντες γε ταῦτα ἀναγνώσονται) συμβουλεύω παραφυλάττειν, ὑπὸ τίνων ὠφελοῦνται καὶ βλάπτονται · συμβήσεται γὰρ οὕτως αὐτοῖς εἰς ὀλίγα δεῖσθαι τῶν ἰατρῶν, μέχρις ἂν ὑγιαίνωσιν.
τούτων ἤδη γεγραμμένων, ἀναγνούς τις τῶν ἑταίρων ὅλον τὸ βιβλίον, ἕν τι τῶν πρόσθεν ἀναλειφθέντων, ὕστερον δὲ ῥηθησομένων παραλελεῖφθαί μοι τελέως ἔφη, τὸ διὰ χυλοῦ τῶν μήλων φάρμακον, ἐπιτήδειον εἴςτε τὰς ὀρέξεις τοῖς ἀνορέκτοις καὶ τὰς πέψεις τοῖς μὴ καλῶς πέττουσι, καὶ συνελόντι φάναι, τὴν γαστέρα ῥωμαλεωτέραν ἐργαζόμενον. ἐπαινέσας οὖν αὐτὸν ἀναμνήσαντα, προσθήσω τῷ λόγῳ τὴν σκευασίαν αὐτοῦ, τοιαύτην οὖσαν. τῶν κυδωνίων μήλων τὰ μείζωτε καὶ ἡδίω καὶ ἧττον στρυφνὰ, ἃ στρουθία καλοῦσιν οἱ κατὰ τὴν ἡμετέραν Ἀσίαν Ἕλληνες, ἐκ τούτων τοῦ χυλοῦ λαβόντας ξέστας Ῥωμαϊκοὺς δύο, χρὴ μίξαι μέλιτος ὅτι καλλίστου τὸ ἴσον μέτρον, ὄξους δὲ ξέστην αʹ καὶ ἡμίσειον. καὶ ταῦτα ἐπ’ἀνθράκων διακεκαυμένων προεψήσαντα μετρίως, καὶ προαφρίσαντα, μίξαι ζιγγιβέρεως ὀγ. γʹ, πεπέρεως δὲ τοῦ λευκοῦ δύο, καὶ οὕτως πάλιν ἐπὶ τῶν ὁμοίως διακεκαυμένων ἀνθράκων ἑψῆσαι μέχρι μελιτώδους συστάσεως, ἐν οἵᾳ καὶ τὰ στομαχικὰ τῶν φαρμάκων σκευάζεται. τοῦτο τὸ φάρμακον ἐν τοῖς ἄτονον ἔχουσι τὸ ἧπαρ ὠφελιμώτατόν ἐστιν. εὔδηλον δὲ, ὅτι μάλιστα μὲν αὐτὸ νήστην ὄντα προσφέρεσθαι χρὴ πλῆθος, ὅσον ἂν ᾖ μύστρου συμμέτρου τῷ μεγέθει. βλάπτει δὲ οὐδὲν, οὐ δὲ ἐὰν μετὰ τροφήν τις αὐτὸ λαμβάνῃ. καλῶς δ’ἂν προσφέροιτο καὶ εἰ προηριστηκώς τις εἴη, εἶτα δειπνεῖν μέλλων προσλάβοι. κάλλιστος δὲ καιρὸς ὁ πρὸ δυοῖν ἢ τριῶν ὡρῶν τῆς τροφῆς. εἰ δὲ στυπτικώτερον αὐτὸ βούλοιο ποιῆσαι, καὶ διὰ τοῦ χυλοῦ τῶν κυδωνίων μήλων σκεύαζε. τοῖς μέντοι δύσκρατον ἔχουσι κατὰ θερμότητα τὴν γαστέρα, καὶ τοῖς ὁπωσοῦν πληρουμένοις χολῆς, ἀφελὼν τότε ζιγγίβερι καὶ τὸ πέπερι, τὸν χυλὸν τῶν μήλων δίδου, μετ’ὄξουςτε καὶ μέλιτος ἑψήσας μόνον ἐν τῇ προγεγραμμένῃ συμμετρίᾳ. ὅσαι δὲ μέσαι πέρ εἰσι κατὰ τὴν κρᾶσιν γαστέρες, ὡς μήτε χολῶδες ἀθροίζειν περίττωμα, μήτε φλεγματῶδες, ἥμισυ τῆς προειρημένης συμμετρίας τοῦτε ζιγγιβέρεως καὶ πεπέρεως ἐμβαλεῖν, ὡς εἶναι τοῦ πεπέρεως μὲν ὀγ. αʹ, ζιγγιβέρεως δὲ μίαν καὶ ἡμίσειαν. ὅσαι δὲ δυσκρασίαι κατὰ ψυχρότητα, τέτταρας μὲν τοῦ ζιγγιβέρεως οὐγγίας, τοῦ πεπέρεως δὲ τρεῖς, ἢ δύο καὶ ἡμίσειαν. ἔξεστι δέ σοι καὶ κατὰ τὴν μέσην συμμετρίαν σκευάζοντι προσβάλλειν ἐπὶ τῆς χρήσεως τοῦ πεπέρεώς τι. οὕτω μὲν οὖν προνοητέον ἐστὶ τῶν ἐν διαφέρουσι μορίοις τοῦ σώματος ἐναντίας ἐχόντων κράσεις. ὅσοι δὲ καθ’ἓν ὁτιοῦν, ἤτοι γε ὁμοιομερὲς, ἢ ὀργανικὸν, ἀνώμαλον ἔχουσι κρᾶσιν, ἕτερος ἐπ’αὐτοῖς εἰρήσεται λόγος.