Galen

On the Doctrines of Hippocrates and Plato, 4

4.1

τῶν μὲν λόγων τοῦ μήκους οὐχ ἡμᾶς αἰτιατέον, ἀλλὰ τοὺς ἐμπλήσαντας συνέγραψαν βιβλία μοχθηρῶν ἐπιχειρημάτων. ἅπερ εἰ μέν τις ἅπαντα παρέρχοιτο, τάχ’ἂν ὑποπτευθείη τῷ μὴ δύνασθαι λύειν αὐτὰ μᾶλλον, οὐ τῷ καταφρονεῖν, αἱρεῖσθαι τὴν βραχυλογίαν · εἰ δ’ἀκολουθῶν ἐξελέγχοι πάντα, κίνδυνος εἰς τοσαύτην ἐμπεσεῖν μακρολογίαν, ὡς μηδέποτε κεφαλὴν ἐπιθεῖναι τῇδε τῇ πραγματείᾳ. ταῦτά τοι κᾀγὼ βουληθεὶς ἑκάτερον τῶν ἐγκλημάτων ἐκφυγεῖν, εὑρηκέναι μοι δοκῶ μέσην τινὰ καὶ σύμμετρον ὁδὸν, ἴσον ἀφεστῶσαν ἐλλιποῦςτε βραχυλογίας καὶ περιττῆς μακρολογίας. ἐάσας γὰρ ἅπαντας τοὺς ἄλλους Στωϊκοὺς, ὅσα Χρύσιππος ἔγραψεν εἰς τὸ περὶ τῶν διοικουσῶν ἡμᾶς δυνάμεων δόγμα, ταῦτ’ἔγνων χρῆναι προχειρισάμενος μόνα παραβάλλειν αὐτὰ τοῖς ὑφ’Ἱπποκράτουςτε καὶ Πλάτωνος εἰρημένοις. παμπόλλων δ’ἐπιχειρημάτων γεγραμμένων αὐτῷ περὶ τοῦ τὰ πάθη τῆς ψυχῆς ἐν τοῖς κατὰ τὸν θώρακα τόποις συνίστασθαι, περὶ δὲ τοῦ τὸ λογιζόμενον ἐνταῦθ’ὑπάρχειν οὐ δὲ μιᾶς ἀποδείξεως εἰρημένης, ἀλλ’ἑτοίμως ἀεὶ λαμβάνοντος τἀνδρὸς, ἔνθα τὰ πάθη τῆς ψυχῆς συνίσταται, ἐνταῦθα καὶ τὴν διάνοιαν ὑπάρχειν, εἴρηται μὲν ἤδη μοι πρὸς αὐτὸν οὐκ ὀλίγα καὶ διὰ τῶν ἔμπροσθεν, εἰρήσεται δὲ καὶ νῦν ὅσον ὑπόλοιπον. εἰ μὲν οὖν ἀεὶ τὰ αὐτὰ περὶ τῶν αὐτῶν Χρύσιππος ἔγραψε, καὶ μὴ διεφέρετο πρὸς αὑτὸν ἐν τοῖς πλείστοις δόγμασιν ἐπαμφοτερίζων, οὐ δ’ἂν ἐμοὶ μακρὸς τῆς ἀντιλογίας ἐγίνετο λόγος. ἐπεὶ δ’ἄλλοτε ἄλλα περὶ τῶν αὐτῶν εὑρίσκεται γράφων, οὐκ ἔτι ῥᾴδιον οὔτε τὴν γνώμην ἑρμηνεῦσαι τἀνδρὸς, οὔθ’ὅπῃ σφάλλεται δεικνύναι. περὶ γοῦν τῶν διοικουσῶν ἡμᾶς δυνάμεων ἐν τῷ προτέρῳ περὶ τῆς ψυχῆς εἰπὼν, ὡς Πλάτων ὑπελάμβανε, τὸ μὲν λογιστικὸν ἐν τῇ κεφαλῇ τετάχθαι, τὸ δὲ θυμοειδὲς ἐν τῇ καρδίᾳ, τὸ δὲ ἐπιθυμητικὸν περὶ τὸν ὀμφαλὸν, ἐν τοῖς ἑξῆς αὐτὸς εἰς τὴν καρδίαν πειρᾶται τὰ τρία συνάγειν. ἔχουσι δὲ αἱ ῥήσεις ᾧδε. δὲ ποιητὴς πλεονάζων ἐν τούτοις διὰ πολλῶν παρίστησιν, ὅτι καὶ τὸ λογιστικὸν καὶ τὸ θυμοειδὲς περὶ τοῦτόν ἐστι τὸν τόπον, συνάπτων εἰς ταὐτὸν καὶ τὸ ἐπιθυμητικὸν, καθάπερ καὶ ἔδει ποιῆσαι. εἶτα ἐπιφέρων φησί · ὅτι μὲν γὰρ τὸ λογιστικόν ἐστιν ἐνταῦθα, διὰ τούτων ἐμφαίνεται · ἄλλο δ’ἐνὶ στήθεσσι νόος καὶ μῆτις ἀμύμων. ἀλλ’ἐμὸν οὔποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν. εἶτ’ἐφεξῆς ἔπη παραθέμενος πλείω, μετὰ ταῦτά φησιν · ὅτι δὲ καὶ τὸ ἐπιθυμητικὸν ἐνταῦθα, ἐκ τούτων ἐμφαίνει · οὐ γὰρ πώποτ’ἔμ’ᾧδε θεᾶς ἔρος οὐ δὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσε. καὶ μετ’ὀλίγα πάλιν · ὅτι δὲ καὶ τὸ θυμοειδὲς ἐνταῦθα αὐτῷ ἐστι, τὰ τοιαῦτα ἐμφαίνει πλείονα ὄντα · Ἥρη δ’οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα. καὶ ἔτι · καὶ χόλον, ὅστ’ἐφέηκε πολύφρονά περ χαλεπῆναι · ὅστε πολὺ γλυκίων μέλιτος καταλειβομένοιο Ἀνδρῶν ἐν στήθεσσιν ἀέξεται, ἠΰτε καπνός. ἐναργέστατα καὶ σαφέστατα διὰ τῶν τοιούτων ἐνδεικνύμενος, ὡς ὑπολαμβάνει καὶ αὐτὸς ὁμοίως Ἱπποκράτει καὶ Πλάτωνι, δυνάμεις τῆς ψυχῆς ὑπάρχειν ἑτέρας παρὰ τὸν λογισμὸν, τήντ’ἐπιθυμητικὴν καὶ τὴν θυμοειδῆ, καὶ καθ’ἕτερον μόνον τοῦτο διαφερόμενος αὐτοῖς, καθ’ὅσον ἐν τῇ καρδίᾳ πᾶσαν εἶναί φησιν, ὡς Ἀριστοτέλης ὑπελάμβανεν, οὐκ ἐν τοῖς τρισὶ σπλάγχνοις, ἐγκεφάλῳ, καὶ ἥπατι, καὶ καρδία. ἀλλὰ καὶ τὰ τῶν δυνάμεων ἔργατε καὶ τὰ πάθη διὰ τῶν ἐπῶν ὡς ἔγραψεν, αὐτάρκως ἐνεδείξατο, διὰ μὲν τοῦ φάναι · οὐ γὰρ πώποτ’ἔμ’ᾧδε θεᾶς ἔρος οὐ δὲ γυναικὸς Θυμὸν ἐνὶ στήθεσσι περιπροχυθεὶς ἐδάμασσεν, ὡς ἔρως πάθος εἴη τῆς ἐπιθυμητικῆς δυνάμεως · ἐν δὲ τῷ λέγειν · Ἥρη δ’οὐκ ἔχαδε στῆθος χόλον, ἀλλὰ προσηύδα, ὡς χόλος τῆς θυμοειδοῦς. διαφερέτω δ’ἔν γε τῷ παρόντι μηδὲν, εἴτε ἔργα τῶν δυνάμεων, εἴτε πάθη τὰ τοιαῦτα πάντα λέγοιμεν, ὕστερον γὰρ ὑπὲρ αὐτῶν ἀκριβῶς ἐπισκεψόμεθα. κατὰ μὲν τὸ πρότερον περὶ ψυχῆς βιβλίον Χρύσιππος οὐχ ὅπως ἀντιλέγει μηδεμίαν εἶναι τῆς ψυχῆς δύναμιν ἐπιθυμητικὴν θυμοειδῆ, ἀλλὰ καὶ τὰ παθήματ’αὐτῶν ἐκδιδάσκει, καὶ τόπον ἀπονέμει τοῦ σώματος ἕνα · κατὰ δὲ τὰ περὶ τῶν παθῶν ἅπαντα τάτε τρία, δι’ὧν ἐπισκέπτεται τὰ λογικὰ περὶ αὐτῶν ζητήματα, καὶ προσέτι τὸ θεραπευτικὸν, δὴ καὶ ἠθικὸν ἐπιγράφουσί τινες, οὐκ ἔθ’ὁμοίως εὑρίσκεται γιγνώσκων, ἀλλὰ τὰ μὲν ὡς ἐπαμφοτερίζων γράφει, τὰ δὲ ὡς μηδεμίαν ἡγούμενος εἶναι δύναμιν τῆς ψυχῆς μήτε ἐπιθυμητικὴν μήτε θυμοειδῆ. κατὰ μὲν γὰρ τὴν ἐξήγησιν τῶν ὁρισμῶν τοῦ πάθους ἐμφαίνει τινὰ δύναμιν ἄλογον ἐν τῇ ψυχῇ τῶν παθῶν αἰτίαν ὑπάρχειν, ὡς ὀλίγον ὕστερον ἐπιδείξω τὴν ῥῆσιν ἐξηγησάμενος αὐτοῦ · ἐν δὲ τοῖς ἐφεξῆς, ἔνθα ζητεῖ, πότερα κρίσεσιν ἐπιγίγνεται τὰ πάθη, προφανῶς ἀποχωρεῖ τῆς Πλάτωνος δόξης, ὅς γ’οὐ δὲ τὴν ἀρχὴν ἐν τῇ διαιρέσει τοῦ προβλήματος ἠξίωσε καὶ ταύτης ἐπιμνησθῆναι. καίτοι τοῦτο πρῶτον εὐθὺς ἐγκαλέσειεν ἄν τις αὐτῷ παρὰ τὸ τῆς διαιρέσεως ἐλλιπὲς ἐσφαλμένῳ. τὸ γάρ τοι πάθος, οἷον ἔρως, ἤτοι κρίσις τίς ἐστι, κρίσεσιν ἐπιγιγνόμενον, κίνησις ἔκφορος τῆς ἐπιθυμητικῆς δυνάμεως. οὕτω δὲ καὶ χόλος ἤτοι κρίσις, ἑπόμενόν τι ταύτῃ πάθος ἄλογον, κίνησις σφοδρὰ τῆς θυμοειδοῦς δυνάμεως. δέ γ’οὐ δ’οὕτως ἐγχωρῶν εἰς τρία τέμνεσθαι τὸ πρόβλημα μεταχειρίζεται τὸν λόγον ἐπιδεικνύναι πειρώμενος, ὡς ἄμεινον εἴη κρίσεις ὑπολαμβάνειν αὐτὰ, καὶ οὐκ ἐπιγινόμενά τινα ταῖς κρίσεσιν, ἐπιλαθόμενος ὧν αὐτὸς ἐν τῷ προτέρῳ τῷ περὶ ψυχῆς ἔγραψε, τὸν μὲν ἔρωτα τῆς ἐπιθυμητικῆς εἶναι δυνάμεως, τὸν δὲ χόλον τῆς θυμοειδοῦς.

4.2

ὥσπερ δ’ἐν τούτοις ἐπελάθετότε ἅμα τῶν ἑαυτῷ γεγραμμένων, οὐκ ἠξίωσέτε πρὸς τὸ τῶν παλαιῶν ἀντειπεῖν δόγμα, κατὰ τὸν αὐτὸν τρόπον ἐν τοῖς ὁρισμοῖς τῶν γενικῶν παθῶν, οὓς πρώτους ἐξέθετο, τελέως ἀποχωρεῖ τῆς γνώμης αὐτῶν, τὴν λύπην ὁριζόμενος δόξαν πρόσφατον κακοῦ παρουσίας, τὸν δὲ φόβον προσδοκίαν κακοῦ, τὴν δ’ἡδονὴν δόξαν πρόσφατον ἀγαθοῦ παρουσίας. ἄντικρυς γὰρ ἐν τούτοις τοῦ λογιστικοῦ τῆς ψυχῆς μόνου μέμνηται, παραλείπων τότ’ἐπιθυμητικὸν καὶ τὸ θυμοειδές · καὶ γὰρ τὴν δόξαν καὶ τὴν προσδοκίαν ἐν τῷ λογικῷ μόνῳ συνίστασθαι νομίζει. κατὰ μέντοι τὸν τῆς ἐπιθυμίας ὅρον, ἣν ὄρεξιν ἄλογον εἶναί φησιν, ἐφάπτεται μέν πως ὅσον ἐπὶ τῇ λέξει τῆς ἀλόγου κατὰ τὴν ψυχὴν δυνάμεως, ἀποχωρεῖ δὲ κᾀνταῦθα κατὰ τὴν ἐξήγησιν αὐτῆς, εἴγε καὶ ὄρεξις, ἣν κατὰ τὸν ὁρισμὸν παρέλαβε, τῆς λογικῆς ἐστι δυνάμεως. ὁρίζεται γοῦν αὐτὴν ὁρμὴν λογικὴν ἐπί τι ὅσον χρὴ ἧδον. ἐν μέντοι δὴ τούτοις τοῖς ὅροις ὁρμὰς καὶ δόξας καὶ κρίσεις ὑπάρχειν οἴεται τὰ πάθη, κατὰ δέ τινας τῶν ἐφεξῆς Ἐπικούρῳ καὶ Ζήνωνι μᾶλλον, τοῖς ἑαυτοῦ δόγμασιν ἀκόλουθα γράφει. τήντε γὰρ λύπην ὁριζόμενος μείωσιν εἶναί φησιν ἐπὶ φευκτῷ δοκοῦντι ὑπάρχειν, τὴν δ’ἡδονὴν ἔπαρσιν ἐφ’αἱρετῷ δοκοῦντι ὑπάρχειν. καὶ γὰρ αἱ μειώσεις, καὶ αἱ ἐπάρσεις, καὶ αἱ συστολαὶ, καὶ αἱ διαχύσεις, (καὶ γὰρ τούτων ἐνίοτε μέμνηται,) τῆς ἀλόγου δυνάμεώς ἐστι παθήματα ταῖς δόξαις ἐπιγιγνόμενα. τοιαύτην δέ τινα τὴν οὐσίαν τῶν παθῶν Ἐπίκουρος καὶ Ζήνων, οὐκ αὐτὸς ὑπολαμβάνει. καὶ θαυμάζειν ἐπέρχεταί μοι τἀνδρὸς, ἐν ἐπαγγελίᾳ λογικῆςτε ἅμα καὶ ἀκριβοῦς διδασκαλίας οὐκ ἀκριβοῦντος. καὶ γὰρ οὐκ αὐτὰ ταῦτα μόνον αὐτὸς ἑαυτῷ διαφέρεται φανερῶς, ἀλλὰ κᾀπειδὰν ὑπὲρ τῶν κατὰ τὸ πάθος ὁρισμῶν γράφων ἄλογόντε καὶ παρὰ φύσιν κίνησιν ψυχῆς αὐτὸ φάσκῃ, καὶ πλεονάζουσαν ὁρμὴν, εἶτα τὸ μὲν ἄλογον ἐξηγούμενος τὸ χωρὶς λόγουτε καὶ κρίσεως εἰρῆσθαι φάσκει, τῆς δὲ πλεοναζούσης ὁρμῆς παράδειγμα τοὺς τρέχοντας σφοδρῶς παραλαμβάνει · ταυτὶ γὰρ ἀμφότερα μάχεται τῷ κρίσεις εἶναι τὰ πάθη. εἰσόμεθα δ’ἐναργέστερον αὐτὰς τὰς ῥήσεις αὐτοῦ παραγράψαντες. ἔχει δ’ μὲν ἑτέρα τόνδε τὸν τρόπον. δεῖ δὲ πρῶτον ἐντεθυμῆσθαι, ὅτι τὸ λογικὸν ζῶον ἀκολουθητικὸν φύσει ἐστὶ τῷ λόγῳ, καὶ κατὰ τὸν λόγον, ὡς ἂν ἡγεμόνα πρακτικόν. πολλάκις μέντοι καὶ ἄλλως φέρεται ἐπί τινα, καὶ ἀπό τινων ἀπειθῶς τῷ λόγῳ ὠθούμενον ἐπὶ πλεῖον, καθ’ἣν φορὰν ἀμφότεροι ἔχουσιν οἱ ὅροι τῆς παρὰ φύσιν κινήσεως ἀλόγως οὕτως γινομένης, καὶ τοῦ ἐν ταῖς ὁρμαῖς πλεονασμοῦ. τὸ γὰρ ἄλογον τουτὶ ληπτέον ἀπειθὲς λόγῳ, καὶ ἀπεστραμμένον τὸν λόγον, καθ’ἣν φορὰν καὶ ἐν τῷ ἔθει τινάς φαμεν ὠθεῖσθαι, καὶ ἀλόγως φέρεσθαι ἄνευ λόγου κρίσεως, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ταῦτ’ἐπισημαινόμεθα, ἀλλὰ μάλιστα καθ’ἣν ὑπογράφει φορὰν οὐ πεφυκότος τοῦ λογικοῦ ζώου κινεῖσθαι, οὕτως κατὰ τὴν ψυχὴν, ἀλλὰ κατὰ τὸν λόγον. μὲν οὖν ἑτέρα τῶν τοῦ Χρυσίππου ῥήσεων ἐξηγουμένη τὸν πρότερον τῶν ὅρων τοῦ πάθους ἐνταυθοῖ τελευτᾷ. τὴν δ’ὑπόλοιπον, ἐν τὸν ἕτερον ὅρον ἐξηγεῖται, γεγραμμένην ἐφεξῆς τῇδε κατὰ τὸ πρῶτον σύγγραμμα περὶ παθῶν ἤδη σοι παραθήσομαι. κατὰ τοῦτο δὲ καὶ πλεονασμὸς τῆς ὁρμῆς εἴρηται, διὰ τὸ τὴν καθ’αὑτοὺς καὶ φυσικὴν τῶν ὁρμῶν συμμετρίαν ὑπερβαίνειν. γένοιτο δ’ἂν τὸ λεγόμενον διὰ τούτων γνωριμώτερον, οἷον ἐπὶ τοῦ πορεύεσθαι καθ’ὁρμὴν οὐ πλεονάζει τῶν σκελῶν κίνησις, ἀλλὰ συναπαρτίζει τι τῆς ὁρμῆς, ὥστε καὶ στῆναι, ὅταν ἐθέλῃ, καὶ μεταβάλλειν. ἐπὶ δὲ τῶν τρεχόντων καθ’ὁρμὴν οὐκέτι τοιοῦτον γίνεται, ἀλλὰ πλεονάζει παρὰ τὴν ὁρμὴν τῶν σκελῶν κίνησις, ὥστε ἐκφέρεσθαι καὶ μὴ μεταβάλλειν εὐπειθῶς οὕτως εὐθὺς ἐναρξαμένων, αἷς οἶμαί τι παραπλήσιον καὶ ἐπὶ τῶν ὁρμῶν γίνεσθαι διὰ τὸ τὴν κατὰ λόγον ὑπερβαίνειν συμμετρίαν, ὥσθ’, ὅταν ὁρμᾷ, μὴ εὐπειθῶς ἔχειν πρὸς αὐτὸν, ἐπὶ μὲν τοῦ δρόμου τοῦ πλεονασμοῦ λεγομένου παρὰ τὴν ὁρμὴν, ἐπὶ δὲ τῆς ὁρμῆς παρὰ τὸν λόγον. συμμετρία γάρ ἐστι φυσικῆς ὁρμῆς κατὰ τὸν λόγον, καὶ ἕως τοσούτου, καὶ ἕως αὐτὸς ἀξιοῖ. διὸ δὴ καὶ τῆς ὑπερβάσεως κατὰ τοῦτο καὶ οὕτως γινομένης πλεονάζουσάτε ὁρμὴ λέγεται εἶναι καὶ παρὰ φύσιν καὶ ἄλογος κίνησις ψυχῆς. αἱ μὲν τοῦ Χρυσίππου ῥήσεις αὗται. σκεψώμεθα δ’ἀκριβέστερον ὑπὲρ ἑκατέρας αὐτῶν ἀπὸ τῆς προτέρας ἀπαρξάμενοι, καθ’ἣν ἐξηγεῖται, πῶς εἴρηται τὸ πάθος ἄλογος καὶ παρὰ φύσιν κίνησις ψυχῆς. ἐπειδὴ γὰρ ἠπίστατο δύο σημαινόμενα πρὸς τῆς ἄλογος φωνῆς, ὧν τὸ ἕτερον βούλεται μόνον δηλοῦσθαι κατὰ τὸν ὅρον, τὸ χωρὶς κρίσεως, ὀρθῶς. ἐποίησε μηδεμίαν ὑπολιπόμενος ἀμφιβολίαν, ἀλλ’αὐτὸς δηλώσας, ὅτι τὴν κατὰ τὸ πάθος ὁρμὴν ἄλογον εἶναί φησι, καθ’ὅσον ἀπέστραπται τὸν λόγον, καὶ ἀπειθεῖ τῷ λόγῳ, καὶ χωρὶς κρίσεως γίνεται. διὰ μὲν οὖν τοῦ ἀπεστράφθαι φάναι τὸν λόγον ἐχώρισε τὴν κατὰ τὸ πάθος ἄλογον κίνησιν τῶν ἀψύχωντε καὶ τῶν ἀλόγων ζώων. κινεῖται μὲν γὰρ καὶ λίθος καὶ ξύλον ἐνίοτε, καὶ τῶν ἄλλων ἕκαστον τῶν ἀψύχων, ἀλλ’οὐχ ὡς ἀπεστραμμένον τὸν λόγον, οὔθ’ὡς ἀπειθοῦν. γὰρ τὴν ἀρχὴν μὴ μέτεστι τοῦ πείθεσθαίτε καὶ ἕπεσθαι τῷ λόγῳ, τοῦτο πῶς ἂν ἀπειθεῖν, ἀπεστράφθαι ποτὲ δύναιτο τὸν λόγον; ἀλλ’ὅλως μὴ χρῆσθαι λέγοιτο ἂν εἰκότως. ἀπεστράφθαι δὲ καὶ ἀπειθεῖν λεχθήσεται τὸ φύσιν μὲν ἔχον ἕπεσθαίτε καὶ πείθεσθαί, παρὰ φύσιν δέ ποθ’ἑτέρως φερόμενον. ἐκ μὲν δὴ τῶν τοιούτων δείκνυται τὸ μήτ’ἀψύχῳ τινὶ μήτ’ἀλόγῳ ζώῳ πάθος ἐγγίνεσθαι ψυχικόν. ἐπειδὰν δὲ γράφῃ, χωρὶς λόγου καὶ κρίσεως γίγνεσθαι τὴν κατὰ τὸ πάθος κίνησιν, εἶτα συνάπτων ἐφεξῆς λέγῃ, οὐχὶ εἰ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, καὶ ἀπεστραμμένωςτε καὶ ἀπειθῶς αὐτῷ, διορίζει τῶν ἁμαρτημάτων τὰ πάθη καὶ πάνυ δεόντως. τὰ μὲν γὰρ ἁμαρτήματα μοχθηραὶ κρίσεις εἰσὶ, καὶ λόγος ἐψευσμένος τῆς ἀληθείας καὶ διημαρτημένος. τὸ δὲ πάθος ἔμπαλιν οὐδὲν μὲν ἡμαρτημένον, οὐ δὲ παρορώμενον κατὰ τὸν λογισμὸν, ἀπειθὴς δέ ἐστι τῷ λόγῳ κίνησις ψυχῆς. μὲν γὰρ ὑπὲρ τοῦ σῶσαι τὴν πατρίδα τῆς ζωῆς καὶ τῶν τέκνων καταφρονήσας, καὶ ἤτοι παραδοὺς ἑτέροις ἀποσφάττειν, αὐτὸς ὑπομείνας σφάξαι, τῇ γε τοῦ καλοῦ φαντασίᾳ τοῦτο δρᾷ καὶ λογισμῷ τινι χρησάμενος. Μήδεια δ’ἔμπαλιν οὐ μόνον ὑπ’οὐδενὸς ἐπείσθη λογισμοῦ κτείνειν τοὺς παῖδας, ἀλλὰ καὶ τοὐναντίον ἅπαν ὅσον ἐπὶ τῷ λογισμῷ μανθάνειν φησὶ, οἷα δρᾷν μέλλει κακὰ, τὸν θυμὸν δὲ εἶναι κρείττονα τῶν βουλευμάτων, τοὐτέστιν οὐχ ὑποτετάχθαι καὶ πείθεσθαι καὶ ἕπεσθαι καθάπερ τινὶ δεσπότῃ τῷ λόγῳ τὸ πάθος, ἀλλ’ἀφηνιάζειν, καὶ ἀποχωρεῖν, καὶ ἀπειθεῖν τῷ προστάγματι, ὡς ἑτέρας τινὸς ἔργον πάθημα δυνάμεως ὑπάρχον, οὐ τῆς λογιστικῆς. πῶς γὰρ ἂν ἀπειθεῖν ἑαυτῷ τι δύναιτο, ἀποστρέφεσθαι ἑαυτὸ, μὴ ἕπεσθαι ἑαυτῷ; ταυτὶ μὲν οὖν ἅπαντα πρὸς τῷ μηδὲν ἔχειν μεμπτὸν ἔτι καὶ ἀληθῶςτε καὶ διωρισμένως καὶ κατὰ τὴν Πλάτωνος εἴρηται γνώμην. παραπλησίως δὲ καὶ τὰ κατὰ τὴν ἐξήγησιν τοῦ δευτέρου τῶν ὅρων ὑπ’αὐτοῦ γεγραμμένα, δι’ἧς ἐμνημόνευσε καὶ τῶν τρεχόντων ὠκέως, οἳ μη δ’εἰ στῆναι βούλοιντο, παραχρῆμα δύναιντο πράττειν αὐτό. σαφῶς γὰρ κᾀνταῦθα ἔνδειξις γίγνεται δυνάμεως ἑτέρας παρὰ τὸν λόγον, ὑφ’ἧς ἀπο τελεῖται τὰ παθήματα. γνοίημεν δ’ἂν ἐναργέστερον, εἰ τὴν αἰτίαν ἐξεύροιμεν, ὑφ’ἧς συμβαίνει μὴ δύνασθαι στῆναι παραχρῆμα πολλοὺς τῶν θεόντων. δ’εὕρεσις ἐξ αὐτοῦ γένοιτ’ἂν ἡμῖν τοῦ μὴ πᾶσιν οὕτως συμβαίνειν, ἀλλ’ὅσοι δι’ὁμαλοῦς τινος κατάντους φέρονται. τῶν μὲν γὰρ ἀνάντη χωρία διαθεόντων οὐκ ἔτι οὕτω τοῦτο συμπίπτει · παραχρῆμα γοῦν ἵστανται βουληθέντες, ὡς ἂν τῆς ῥοπῆς τοῦ σώματος μὴ φερούσης αὐτοὺς βιαίως κάτω, καθάπερ ἐκείνους ἔφερε. σύνθετος γὰρ αὐτῶν ἔνεστιν τῆς φορᾶς αἰτία, μέν τις ὡς ζώων ὑφ’ὁρμῆς κινουμένων, δ’ὡς ἀψύχων σωμάτων τῷ βάρει ῥεπόντων. οὕτω γοῦν καὶ λίθοι πολλάκις ὀρῶν καταφέρονται στῆναι μεταξὺ μὴ δυνάμενοι, πρὶν ἐξικέσθαι πρός τι χωρίον ὁμαλὸν κοῖλον. ὥστε καὶ κατὰ τοῦτο τὸ παράδειγμα δυνάμεώς ἐστιν ἔνδειξις ἑτέρας παρὰ τὸν λογισμὸν, ἀλόγου τὴν φύσιν, οἵα πέρ ἐστιν ἐν τοῖς τῶν ζώων σώμασι τὸ βάρος. ὅτι δ’οὐ δύνανται διὰ τοῦτο στῆναι βουληθέντες, οὐ μόνον ἐκ τῆς τῶν ἀναντῶντε καὶ καταντῶν χωρίων διαφορᾶς ἔνεστι μαθεῖν, ἀλλὰ καὶ ἐκ τῆς ἐν αὐτοῖς τοῖς ὁμαλέσι διαφόρου κινήσεως. μὲν γὰρ εἰς τοὐπίσω τὴν ῥοπὴν τοῦ σώματος ποιησάμενος ἐν τῷ τρέχειν αὐτοκράτωρ ἐστὶ τοῦ στῆναι, δ’εἰς τὸ ἔμπροσθεν ὑπ’ἐκείνης κωλύεται. καὶ δι’αὐτό γε τοῦτο οὕτω θέουσιν ἅπαντες, ὑπ’αὐτῆς τοῦ πράγματος · τῆς φύσεως διδασκόμενοι συντελεῖν τὴν εἰς τὸ πρόσω ῥοπὴν τῷ τάχει τῆς κινήσεως. ὥσπερ οὖν ἐπὶ τοῦ παραδείγματος, γενναιότατε Χρύσιππε, τοῖς μὲν μηδὲν ὑπὸ τοῦ κατὰ τὸ σῶμα βάρους εἰς τάχος κινήσεως ὠφελουμένοις ἕτοιμον τὸ στῆναι, τοῖς δ’ἐκ διττῆς αἰτίας τὸ τάχος γεννῶσιν οὐκ ἔθ’ βούλησις ἱκανὴ, κατὰ τὸν αὐτὸν τρόπον ἐπὶ τῶν τῆς ψυχῆς ὁρμῶν, ὅταν μὲν λογισμὸς μόνος ἔχη τὴν αἰτίαν, ἐπ’αὐτῷ παῦσαι τὴν ὁρμήν · ὅταν δ’ἤτοι θυμὸς ἐπιθυμία τις αὐτῷ προσέλθῃ, δυνάμεις ἄλογοίτε καὶ παραπλήσιαι τῷ κατὰ τὸ σῶμα βάρει, παραχρῆμα μὲν οὐχ οἷόντε στῆναι, χρόνῳ δ’ἂν ἴσως γένοιτο καὶ τοῦτο, καθάπερ ἐπὶ τῶν θεόντων. τὸ δ’ἴσως τῷ λόγῳ προσέθηκα διὰ τὴν τῶν κατὰ μέρος αἰτίων, ὅσατε κινεῖ τὴν ὁρμὴν, ἄνισον δύναμιν. ἐπειδὴ γὰρ καὶ λογισμὸς αὐτὴν κινεῖ, καὶ ἐπιθυμία, καὶ θυμὸς, μὲν ὑφ’ἑνὸς αὐτῶν συστᾶσα, τῶν ἄλλων ἡσυχαζόντων, ὑπ’ἐκείνου μόνου δεσπόζεται. ὥστ’, εἰ μὲν ὑπὸ τοῦ λογισμοῦ γένοιτο, καὶ καταπαύειν αὐτὴν καὶ αὖθις ἐπεγείρειν οἷόντε διὰ μόνου τοῦ βουληθῆναι, εἰ δ’ὑπὸ θυμοῦ τινος ἐπιθυμίας, ὅταν ἐκεῖνα λωφήσῃ, εἰ δ’ὑφ’ἑκατέρων ἐνεργούντων γίγνοιτο, λογισμοῦθ’ἅμα καί τινος ἀλόγου δυνάμεως. εἰ μὲν οὖν ἀντισπῶντος τοῦ λογισμοῦ, κρατήσει τὸ ἰσχυρότερον, εἰ δὲ συνεκθέοντος, οὐδέποτε παύσεται. λέγω δὲ συνεκθεῖν τῷ πάθει τὸν λογισμὸν, ὅταν, ἅπερ ἐκεῖνο πράττει, καὶ λογισμὸς δοξάζῃ, ὥσπερ ἐπὶ τῶν ἀκολάστων. δοξάζουσι γὰρ ἀγαθὸν εἶναι μέγιστον οὗτοι τὴν ἀπόλαυσιν τῶν ἡδίστων, ἑκουσίως ἑπομένου κατὰ τὴν ψυχὴν αὐτῶν τοῦ λογισμοῦ τῇ ἐπιθυμίᾳ. ἀντιτείνειν δέ φημι τὸν λογισμὸν τῷ πάθει, μὴ δοξάζοντος μὲν τἀνθρώπου, καλὸν ἀγαθὸν εἶναι τὴν ἀπόλαυσιν τῆς προκειμένης ἡδονῆς, ἑλκομένου δέ πως ἐπ’αὐτὴν διὰ τὴν τῆς ἐπιθυμητικῆς δυνάμεως ἰσχυρὰν κίνησιν. ἀλλ’εἰ μὲν λογισμὸς κρατήσειεν, ἐγκρατὴς ἑαυτοῦτε καὶ τῶν ἑαυτοῦ παθῶν τοιοῦτος ἄνθρωπός ἐστιτε καὶ λέγεται, εἰ δ’ἐπιθυμία, τοὐναντίον τῷδε πρόσρημα λαβὼν ἀκρατὴς ὀνομάζεται. ὅταν δ’ὑπὸ τοῦ λογισμοῦ μόνου πρὸς τὴν τῶν ἡδέων ἄγηται χρῆσιν, τοιοῦτος σώφρων καλεῖται, σκοπὸν τῆς αἱρέσεως αὐτῶν οὐ τὴν ἀπόλαυσιν, ἀλλὰ τὴν ὠφέλειαν πεποιημένος, ὥσπερ γε καὶ ἀκόλαστος πρὸς τῆς ἐπιθυμίας μόνης ἀγόμενος, ἀκολουθοῦντος αὐτῇ τοῦ λόγου, καθάπερ τινὸς οἰκέτου. τῇ τοιαύτῃ συμπλοκῇ τῶν τὰς ὁρμὰς κινούντων αἰτίων μαρτυρεῖ καὶ τὸ τοῦ Χρυσίππου παράδειγμα. τῶν μὲν γὰρ πρὸς ἄναντες θεόντων λογικὴ μόνη δύναμις ἡγεῖται, τῶν δ’ἀκουσίως ἐπὶ κρημνὸν φερομένων ἄλογος, ἥνπερ δὴ τὸ βάρος τοῦ σώματος ἔφαμεν ὑπάρχειν, τῶν δ’ἐς τὸ κάταντες θεόντων ἀμφότεραι. οὕτω δὲ καὶ τῶν ἐφ’ὁμαλοῦς, εἰ πρόσω ῥέποιεν, ὡς, εἴγε ἀνανεύοιεν ὀπίσω, θέοιεν μὲν ἂν οὕτω γε τῶν ἑτέρων ἧττον, ἵσταιντο δ’ἂν, ὁπότε βουληθεῖεν. ὥστε οὐδὲν ἄχρι γε τῆς τῶν ὅρων ἐξηγήσεως Χρύσιππος ἐναντίον ἀπεφήνατο τοῖς παλαιοῖς.

4.3

ὁπόταν δ’ἐφεξῆς ἐπισκέπτηται, πότερον κρίσεις τινὰς κρίσεσιν ἑπόμενα χρὴ νομίζειν εἶναι τὰ πάθη, καθ’ἑκάτερα μὲν ἀποχωρεῖ τῶν παλαιῶν, πολὺ δὲ μᾶλλον ἐν τῷ τὸ φαυλότερον ἡγεῖσθαι. καὶ γὰρ Ζήνωνι κατά γε τοῦτο, καὶ ἑαυτῷ, καὶ πολλοῖς ἄλλοις μάχεται τῶν Στωϊκῶν, οἳ οὐ τὰς κρίσεις αὐτὰς τῆς ψυχῆς, ἀλλὰ καὶ τὰς ἐπὶ ταύταις ἀλόγους συστολὰς, καὶ ταπεινώσεις, καὶ δείξεις, ἐπάρσειςτε καὶ διαχύσεις ὑπολαμβάνουσιν εἶναι τὰ τῆς ψυχῆς πάθη. Ποσειδώνιος μέν γε τελέως ἀπεχώρησεν ἀμφοτέρων τῶν δοξῶν, οὔτε γὰρ κρίσεις, οὔτε ἐπιγινόμενα κρίσεσιν, ἀλλ’ὑπὸ τῆς θυμοειδοῦςτε καὶ ἐπιθυμητικῆς δυνάμεως ἡγεῖται γίγνεσθαι τὰ πάθη, κατὰ πᾶν ἀκολουθήσας τῷ παλαιῷ λόγῳ. καὶ πυνθάνεταί γε τοὺς περὶ τὸν Χρύσιππον οὐκ ὀλιγάκις ἐν τῇ περὶ παθῶν ἑαυτοῦ πραγματείᾳ, τίς τῆς πλεοναζούσης ὁρμῆς ἐστιν αἰτία. μὲν γὰρ λόγος οὐκ ἂν δύναιτό γε πλεονάζειν παρὰ τὰ ἑαυτοῦ πράγματάτε καὶ μέτρα. πρόδηλον οὖν, ὡς ἑτέρα τις ἄλογός ἐστι δύναμις αἰτία τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν ὑπὲρ τὰ μέτρα τοῦ λόγου, καθάπερ τοῦ πλεονάζεσθαι τὸν δρόμον ὑπὲρ τὰ μέτρα τῆς προαιρέσεως ἄλογος αἰτία, τὸ βάρος τοῦ σώματος. ἀλλ’οὐ τοῦτο θαυμαστὸν, εἰ πολλοῖς ἐναντία λέγει Χρύσιππος, ὥσπερ οὐ δ’ὅτι τῆς ἀληθείας ἀπέσφαλται, (συγγνώμη γὰρ ἀνθρώπῳ γε ὄντι καὶ ἁμαρτάνοντι ὡραῖόν τι,) ἀλλ’ὅτι μήτε ἐπεχείρησεν ὅλως τὰ πρὸς τῶν παλαιῶν εἰρημένα διαλύσασθαι, καὶ πρὸς αὑτὸν διαφέρεται, νυνὶ μὲν γίνεσθαι νομίζων τὰ πάθη ἄνευ λόγου καὶ κρίσεως, νυνὶ δ’οὐ μόνον κρίσεσιν ἕπεσθαι φάσκων, ἀλλ’αὐτὸ δὴ τοῦτο κρίσεις εἶναι. τὸ γὰρ μη δ’ὅλως ἐφάπτεσθαι κρίσεως ἐναντιώτατον δήπου τῷ κρίσιν εἶναι τὸ πάθος, εἰ μὴ νὴ Δία βοηθῶν τις αὐτῷ φαίη, πλείω σημαίνειν τὸ τῆς κρίσεως ὄνομα, καὶ κατὰ μὲν τὴν ἐξήγησιν τοῦ ὅρου τὴν οἷον περίσκεψιν εἰρῆσθαι κρίσιν, ὡς εἶναι τὸ ἄνευ κρίσεως ἴσον τῷ ἄνευ περισκέψεως, ἔνθα δὲ κρίσεις εἶναί φησι τὰ πάθη, τὰς ὁρμάςτε καὶ τὰς συγκαταθέσεις ὀνομάζεσθαι κρίσεις. ἀλλ’εἴπερ τοῦτό τις δέξαιτο, πλεονάζουσα συγκατάθεσις ἔσται τὸ πάθος, καὶ πάλιν Ποσειδώνιος ἐρήσεται τὴν αἰτίαν, ὑφ’ἧς πλεονάζεται, πρὸς τῷ καὶ μέγιστον ἁμάρτημα κατὰ τὴν διδασκαλίαν ἡμαρτῆσθαι τῷ Χρυσίππῳ. εἰ γὰρ ἐν αὐτῷ δὴ τούτῳ τὸ κῦρος τοῦ δόγματός ἐστιν, ἐν τῷ διαστείλασθαι τὴν ὁμωνυμίαν καὶ δεῖξαι, κατὰ τί μὲν σημαινόμενον ἄνευ κρίσεως γίνεται τὰ πάθη, κατὰ τί δὲ κρίσεις εἰσὶν, δ’οὐ δὲ καθ’ἓν τῶν τεττάρων βιβλίων, περὶ τῶν παθῶν ἔγραψεν, ἐποίησεν αὐτὸ, πῶς οὐκ ἄν τις αὐτὸν δικαίως μέμψαιτο; τάχα μὲν γὰρ οὐ δὲ βραχυλογίαν τις ἄκραν ἐζηλωκὼς ὀρθῶς ἂν ὑπερβαίνοι τὰ οὕτως ἀναγκαῖα, πολὺ δ’οὖν μᾶλλον, ὅταν ἐπὶ μήκιστον ἐκτείνῃ τοὺς λόγους, ὥσπερ Χρύσιππος. ἀλλὰ περὶ μὲν τούτων καὶ μικρὸν ὕστερον ἐπισκεψόμεθα.

4.4

περὶ δὲ τοῦ μὴ φροντίζειν τῆς πρὸς ἑαυτὸν ἐναντιολογίας αὐτὸν ἔχων ἔτι μυρία λέγειν, τάχ’ἂν καὶ ὕστερον, εἰ μακροτέρας ἐπιλαβοίμην σχολῆς, εἰς μίαν ἀθροίσαιμι πραγματείαν ἅπαντα, παραλιπὼν τἄλλα μόνων τῶν οἰκείων τοῖς νῦν προκειμένοις μνημονεύσω. τὴν τοίνυν ἐπιθυμίαν ἐν τῷ πρώτῳ περὶ παθῶν ὁρισάμενος ὄρεξιν ἄλογον, αὐτὴν πάλιν τὴν ὄρεξιν ἐν ἕκτῳ τῶν κατὰ γένος ὅρων ὁρμὴν λογικὴν εἶναί φησιν ἐπί τι, ὅσον χρὴ, ἧδον αὐτῷ. οὕτω δὲ αὐτὴν ὁρίζεται κᾀν τοῖς περὶ τῆς ὁρμῆς. ὥστε τὸν τῆς ἐπιθυμίας ὅρον ἀναπτυσσόμενον γίγνεσθαι τοιοῦτον · ἐπιθυμία ἐστὶν ὁρμὴ λογικὴ ἐπί τι, ὅσον χρὴ, ἧδον αὐτῷ, ἄλογος. ἀλλὰ τὸ μὲν ἐν διαφέρουσιν ἤτοι βιβλίοις χωρίοις βίβλων ἀναισθήτως ἔχειν τῆς ἐναντιολογίας ἧττον δεινόν · ὅταν δ’ἐν αὐτοῖς οἷς φθέγγεταί τις ἐναντίατε καὶ παντοίως μαχόμενα συμπλέξῃ, συγχεῖ καὶ ταράσσει τὴν διδασκαλίαν ἐν τῷδε καὶ πολλὴν ἀπορίαν παρέχει τοῖς ἐξελέγχειν αὐτὰ πειρωμένοις, ὥσπερ ἂν εἰ καὶ οὕτω τις εἴποι γε, καταβὰς ἄνω, καὶ διαλεχθεὶς τῷ λίθῳ, καὶ πλεύσας διὰ μέσης τῆς πέτρας, ἀνελθεῖν εἰς τὸν βυθὸν τῆς λίμνης. ἄντε γὰρ ὡς οὐ καταβάντα διελέγχῃς, φάσκων αὐτὸν ἄνω μεμενηκέναι καταβάντα, τοῦτ’αὐτὸ δήπου φήσει καὶ αὐτὸς εἰρηκέναι κατὰ τὸν λόγον ἐν τῷ προσθεῖναι τὸ ἄνω, ἄνθ’, ὡς οὐδενὶ διελέχθη, καὶ τοῦτ’εἰρῆσθαι φήσει, ταὐτὸ γὰρ εἶναι τὸ λίθῳ διαλέγεσθαι τῷ μη δὲ λίθῳ, τῷ λίθῳ γὰρ οὐδεὶς διαλέγεται. καὶ τἄλλα οὕτως ἅπαντα σοφιστικῶς ἐπανορθοῦσθαι δυνήσεταί τις. ὥστε κατ’ἀρχὰς εὐθὺς δεῖν ἀποδρᾶναι λόγων εἶδος τοιούτων, ἐν χρὴ τοὺς ἀκούοντας οὐχ σημαίνεται συνήθως ὑφ’ἑκάστου τῶν ὀνομάτων μανθάνειν, ἀλλ’ἕτερ’ἄττα. τοιοῦτον γάρ τι καὶ Χρύσιππος ἀξιώσει, ἐπειδὰν μὲν ἄνευ κρίσεως λέγῃ τις γίνεσθαι τὰ πάθη τῆς ψυχῆς, ἀκούειν ἡμᾶς ἀξιῶν, ὅτι μετὰ κρίσεώςτε γίνεται καὶ κρίσεις εἰσίν · ἐπειδὰν δ’ἄνευ λόγου καὶ ἄλογα, τὸ μήτ’ἄλογα, μήτ’ἐν ἀλόγῳ τινὶ δυνάμει τῆς ψυχῆς, ἀλλ’ἐν τῇ λογιζομένῃ καὶ λογικά · τὸ γὰρ κρίνειν ταύτης ἔργον ὑπάρχειν · ἐπειδὰν δ’ἀπειθῶςτε καὶ ἀπεστραμμένως τοῦ λόγου, τὸ μηδεμίαν ἐπιζητεῖν ἑτέραν ἐν τῇ ψυχῇ δύναμιν, ἧς κινουμένης ἀπειθῶς τῷ λόγῳ γίγνεσθαι τὰ πάθη · μηδὲν γὰρ εἶναί τινα τοιαύτην, ὡς ἔνιοι τῶν φιλοσόφων ὑπολαμβάνουσιν ἐπιθυμητικήντε καὶ θυμοειδῆ προσαγορεύοντες, τὸ ὅλον γὰρ εἶναι τὸ τῶν ἀνθρώπων ἡγεμονικὸν λογικόν. εἰ μὲν γὰρ εἰς πρόβλημά τις ἀπὸ στόματος ἐπικαίρου λέγοι, κάλλιον μὲν καὶ τούτῳ διωρισμένωςτε χρῆσθαι καὶ σαφῶς τοῖς ὀνόμασιν, ἕξει δ’οὖν ὅμως συγγνώμην αὐτοῦ τὰ σφάλματα. τὸ δ’ἐπιστημονικὴν καὶ λογικὴν πραγματείαν ἐπαγγειλάμενον γράφειν ἀπειθῆ μὲν τῷ λόγῳ τινὰ κίνησιν ὀνομάζειν, ἀξιοῦν δ’ἡμᾶς ἀκούεν αὐτὴν λογικὴν, ἀπεστράφθαι μὲν τὸν λόγον, εἶναι δ’οὐδὲν ἄλλο λόγοντε καὶ κρίσιν αὐτὴν, οὐκ οἶδ’εἰ μὴ τῆς μεγίστης μέμψεως ἄξιος ὑπάρχει ἄνθρωπος, μὴ συγχωρῶν ἐπὶ ταὐτοῦ λέγειν αἰσχύνεσθαι καὶ αἰδεῖσθαι, μη δ’ἥδεσθαι καὶ χαίρειν, ἀλλ’ἀκριβοῦν ἅπαντα καὶ μέχρι τῶν ὀνομάτων ἀξιῶν αὐτὸν ἐν τοῖς συγγράμμασιν, μικρὸν ἔμπροσθεν οὐκ ἐκ λόγου καὶ κρίσεως ἔφησε γίγνεσθαι, προελθὼν ἐν λόγῳ καὶ κρίσει συνίστασθαί φησιν, ἐνὸν ἐκφυγεῖν μὲν ἁπάσας τὰς οὕτως ἀκαίρουςτε ἅμα καὶ παρὰ τὸ τῶν Ἑλλήνων ἔθος ἀναπιμπλαμένας ὁμωνυμίας, ἀκριβῶσαι δὲ καὶ διαρθρῶσαι τὸν λόγον Ἑλληνικοῖςτε καὶ σαφέσιν ὀνόμασιν. τὸ γοῦν ἄλογον ὡσαύτως ἀφώνῳτε καὶ ἀτραχήλῳ διχῶς ἅπαντες ἄνθρωποι λέγουσιν, καὶ τρίτον οὐδέν ἐστιν ἐπ’αὐτῶν σημαινόμενον εὑρεῖν οὔτε παρὰ τοῖς νῦν Ἕλλησιν, οὔτε παρὰ τοῖς παλαιοῖς, εἴ τι χρὴ τεκμαίρεσθαι τοῖς βιβλίοις αὐτῶν. ἄφωνον δὲ δή πως λέγουσι καὶ ἀτράχηλον · ἀναγκάζει γὰρ ἡμᾶς τὰ ῥήματα Χρυσίππειος ἑρμηνεία καὶ ταῦτ’ἐξηγεῖσθαι · τὸ μὲν, οἶμαι, στερήσει φωνῆς τραχήλου, τὸ δὲ κακώσει, εἰ μὲν γάρ τις φάσκει, τοὺς ἰχθῦς ἀφώνους ὑπάρχειν, τὰ φυτὰ, τῷ μη δ’ὅλως ἔχειν φωνὴν οὕτως αὐτὰ προσαγορεύει · εἰ δέ τις ἄφωνον εἶναι λέγοι τὸν κιθαρῳδὸν τὸν κήρυκα, κάκωσίν τινα ἐνδείκνυται τῆς φωνῆς τἀνθρώπου, γὰρ μικρόφωνον, τραχύφωνον, μελάμφωνον, τι τοιοῦτον ἕτερον εἶναί φησιν αὐτὸν, οὐ μὴν παντελῶς γ’ἐστερῆσθαι φωνῆς. οὕτω δὲ καὶ ἀτραχήλους τινὰς ὀνομάζουσιν ἀνθρώπους, οὐ μὰ Δία ὥσπερ τοὺς ἰχθῦς ἀτραχήλους ἄν τις εἴποι, διότι μη δ’ὅλως αὐτοῖς ὑπάρχει τράχηλος. οὐδεὶς γὰρ ἂν οὕτως γε ἄνθρωπος ἀτράχηλος εἴη, ὡς ἐστερῆσθαι τὸ πάμπαν τραχήλου, ἀλλὰ τῷ μικρὸν ἔχειν τὸν τράχηλον ὀνομάζονταί τινες οὕτως. καὶ μένει κᾀνταῦθα τὰ παραπλήσια δύο σημαινόμενα, καθάπερ ἐπὶ τῆς ἄφωνος προσηγορίας. οὕτω δὲ καὶ ἄπους, καὶ ἀσκελὴς, καὶ ἀκοίλιος, καὶ ἄπλευρος, καὶ ἄχειρ, καὶ πάνθ’ὅσα τοιαῦτα, ποτὲ μὲν ἀναιρούσης τῆς αʹ φωνῆς τὸ σημαινόμενον ἑκάστου τῶν ὀνομάτων, οὗ προτάττεται, ποτὲ δ’οὐκ ἀναιρούσης. οὕτως εὑρίσκω καὶ τὸ ἄλογον ὄνομα παρὰ τοῖς παλαιοῖς ἅπασιν εἰρημένον ὑπότε τῶν νῦν ἀνθρώπων λεγόμενον. ἐπειδὰν μὲν γὰρ τὸν ἰχθῦν τις τὸν καρκῖνον ἄλογον εἶναι φάσκῃ, παντάπασιν ἀναιρεῖ τὸ σημαινόμενον ἐκ τῆς ἄλογος φωνῆς · ἐπειδὰν δὲ τόδε τι τὸ ὑπὸ τοῦδε λεγόμενον ἐπιμεμφόμενοι φάσκωσιν ἄλογον, οὐχ ὡς οὐδένα λόγον ἔχον, ἀλλ’ὡς μεμπτέον καὶ πονηρῶς ἔχον οὕτως ὀνομάζουσιν. ἄλλο δὲ τρίτον καὶ νὴ Δία τέταρτον, ὡς οὗτοι βιάζονται, σημαινόμενον οὐκ ἔστιν ἐν ἔθει τοῖς Ἕλλησιν, ἐξηγεῖσθαι τὴν φωνὴν ἐπαγγέλλονται. δηλοῖ δὲ τοῦτο καὶ αὐτὸς Χρύσιππος ἐν τῇδε τῇ ῥήσει. διὸ καὶ οὐκ ἄπο τρόπου λέγεται ὑπό τινων τὸ τῆς ψυχῆς πάθος εἶναι κίνησις παρὰ φύσιν, ὡς ἐπὶ φόβου ἔχει καὶ ἐπιθυμίας καὶ τῶν ὁμοίων. πᾶσαι γὰρ αἱ τοιαῦται κινήσειςτε καὶ καταστάσεις ἀπειθεῖςτε τῷ λόγῳ εἰσὶ καὶ ἀπεστραμμέναι · καθ’ καὶ ἀλόγως φαμὲν φέρεσθαι τοὺς τοιούτους, οὐχ οἷον κακῶς ἐν τῷ διαλογίζεσθαι, ὡς ἄν τις εἴποι κατὰ τὸ ἔχειν ἐναντίως πρὸς τὸ εὐλόγως, ἀλλὰ κατὰ τὴν τοῦ λόγου ἀποστροφήν. ἐναργῶς ἐν τούτοις Χρύσιππος ἐνδείκνυται τὰ δύο σημαινόμενα τῆς ἄλογον φωνῆς, ἅπερ καὶ ὄντως ἐστὶ παρὰ τοῖς Ἕλλησι, τὸ μὲν ἕτερον, τὸ εὔλογον ἐναντίον ἐστὶ, τὸ δ’ἕτερον, μηδὲν μέτεστι λόγου. τὸ μὲν οὖν ἀντικείμενον τῷ εὐλόγῳ ἁμάρτημά ἐστι καὶ κρίσις μοχθηρά · τὸ δ’ἕτερον, χωρὶς λόγου γίγνεται παντὸς, κατὰ τὸ πάθος ὁρμὴ καὶ κίνησις. εἰ δέ γε ἦν πλείω τὰ σημαινόμενα τοῦ ἄλογον ὀνόματος, οὐκ ἂν ὤκνησεν οὐ δὲ περὶ ἐκείνων εἰπεῖν, ἐπιδεικνὺς, ὡς οὐ δὲ καθ’ἓν αὐτῶν ἄλογον εἰρῆσθαι τὸ τῆς ψυχῆς πάθος, ἀλλὰ κατὰ μόνον ὅπερ αὐτὸς ὠνόμασε τὸ κατὰ τὴν ἀποστροφὴν τοῦ λόγου γινόμενον. ὅσα μὲν γάρ τις ἔκρινε κακῶς, οὐκ ἀπέστραπται τὸν λόγον, ἀλλ’ἔσφαλται κατ’αὐτόν · ὅσαι δ’ὁρμαὶ κατὰ θυμὸν ἐπιθυμίαν ἀποτελοῦνται, μὴ προσχρώμεναι λόγῳ, ταύτας ἀλόγους ὀνομάζει κατὰ τὸ ἕτερον τῶν σημαινομένων, ἐν τὴν αʹ φωνὴν ἀποφάσκειντε καὶ ἀναιρεῖν ἐλέγομεν τὸ σημαινόμενον τῆς μετ’αὐτοῦ τεταγμένης. γὰρ ἀπειθὴς λόγῳ κίνησις ψυχῆς ἄλογός ἐστι κατὰ τοῦτο τὸ σημαινόμενον, ἐν τὸ μη δὲ ὅλως χρῆσθαι λόγῳ περιέχεται. ὡς εἴγε χρώμεθα λόγῳ, καὶ κατ’αὐτὴν οὐκ ὀρθῶς Χρύσιππος εἶπεν, ἔντε τῷ πρώτῳ περὶ παθῶν, οὐχὶ διημαρτημένως φέρεται, καὶ παριδών τι κατὰ τὸν λόγον, ἀλλ’ἀπεστραμμένωςτε καὶ ἀπειθῶς αὐτῷ, καὶ πάλιν ἐν τῷ θεραπευτικῷ τῶν παθῶν, αὐτὰ δὴ ταῦτα τὰ μικρῷ πρόσθεν μοι παραγεγραμμένα διὰ τῆς ῥήσεως, ἐν τὸ μὲν ἐναντίως τῷ εὐλόγως λεγόμενον ἄλογον οὐκ ἔφασκεν ἐν τῷ τοῦ πάθους ὁρισμῷ σημαίνεσθαι, θάτερον δὲ τὸ ἀπειθέςτε καὶ ἀπεστραμμένον τὸν λόγον. ἐπιφέρων γοῦν φησιν · οἷαι καὶ ἀκρατεῖς αἱ τοιαῦται καταστάσεις εἰσὶν, ὡς ἂν οὐ κρατούντων ἑαυτῶν, ἀλλ’ἐκφερομένων, καθάπερ οἱ τῷ τόνῳ τρέχοντες προσεκφέρονται, οὐ κρατοῦντες τῆς τοιαύτης κινήσεως. οἱ δὲ κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, κᾂν ὁποιοσοῦν , κρατοῦσιν ἤτοι ἀπαθεῖς εἰσι τῆς τοιαύτης κινήσεως καὶ τῶν κατ’αὐτὴν ὁρμῶν. ἐνταῦθα γὰρ πάλιν τὸ κᾂν ὁποιοσοῦν προκείμενον ἐπὶ τοῦ λόγου σαφῶς ἐνδείκνυται τὸν ἀπὸ τῶν ἁμαρτημάτων διορισμὸν τοῦ πάθους. εἴτε γὰρ ὑγιὴς εἴη καὶ ἀληθὴς λόγος, εἴτε μοχθηρόςτε καὶ ψευδὴς, κινούμενος κατ’αὐτὸν οὐκ ἄν ποτε γένοιτ’ἐν πάθει. κατὰ μὲν γὰρ τὸν ἀληθῆ προσηκόντωςτε καὶ κατωρθωμένως κινεῖται, κατὰ δὲ τὸν ψευδῆ μοχθηρῶςτε καὶ διημαρτημένως. ἵνα γὰρ λόγος ἡγεμών ἐστιν, ἀρετὴ ἕπεται, ἁμάρτημα, πάθος οὐδέποτε. τὸ γοῦν οἰηθῆναι τὴν ἡδονὴν ἀγαθὸν εἶναι, καθάπερ Ἐπίκουρος, ἡμαρτημένοςτε λόγος ἐστὶ καὶ ψευδὴς, ἁπάσαςτε τὰς ἐνεργείας καὶ κατὰ μέρος κινήσεις ἐκ τῆς ψυχῆς, ὅσαι τῆς ἡδονῆς ὡς τέλους στοχάζονται μοχθηρῶς, μοχθηρὰς μὲν ἐξ ἀνάγκης ἔχει καὶ διημαρτημένας, οὐ μὴν ἤδη γέ πω καὶ πάθη · τὸ γὰρ ἴδιον τοῦ πάθους αὐτὸ δὴ τοῦτ’ἔστι τὸ χωρὶς λόγου κινεῖσθαι τὴν ψυχήν. ὅθεν καὶ δεόντως Χρύσιππος ἔγραψεν · οἱ δὲ κατὰ λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες τὰς κατὰ μέρος δηλονότι κινήσεις τῆς ψυχῆς κρατοῦσι τῶν κατ’αὐτὰς ὁρμῶν ἀνάλογον τοῖς περιπατοῦσιν, ἀλλ’οὐχ ὑπ’αὐτῶν ἐκφέρονται βιαίως, ὥσπερ οἳ κατὰ πρανοῦς θέοντες. συνάπτων γοῦν τῇ προγεγραμμένῃ ῥήσει καὶ ταυτὶ προσγράφει · οἱ δέ γε κατὰ τὸν λόγον κινούμενοι ὡς ἂν ἡγεμόνα καὶ τούτῳ οἰακίζοντες, καὶ ἐὰν ὁποιοσοῦν , κρατοῦσι τῶν κινήσεων καὶ τῶν κατ’αὐτὰς ὁρμῶν, ὥστε πεισθῆναι ἐάν περ ἐνδείκνυται αὐτὸς παραπλησίως τοῖς περιπατοῦσιν. οὐκ ἀρκεσθεὶς δὲ τούτοις ἐπιφέρει · διὸ καὶ αἱ οὕτως ἄλογοι κινήσεις πάθητε λέγονται καὶ παρὰ φύσιν εἶναι, ἅτ’ἐκβαίνουσαι τὴν λογικὴν σύστασιν. πῶς οὕτως; δηλονότι χωρὶς λόγου παντὸς, καὶ ἀπεστραμμέναι τὸν λόγον, ὃν ἡγεμόνα ἔδωκεν ἡμῖν φύσις ἁπασῶν τῶν κατὰ μέρος ἐνεργειῶν; οὐχ ἡγεῖται δ’ἐν τοῖς πάθεσιν · ὅθεν ἐκβεβηκέναι φησὶ τὴν λογικὴν σύστασιν ἁπάσας τὰς κατὰ πάθος κινήσεις, ὀρθότατα λέγων. εἰ γὰρ μὲν λογικὴ τοῦ ζώου σύστασις ἡγεμόνα κέκτηται τὸν λόγον, οὐ κρατεῖ δ’οὗτος οὐ δ’ἡγεῖται τῶν κατὰ τὸ πάθος κινήσεων, ἐκβέβηκε τὴν λογικὴν φύσιν κατὰ πάθος κινούμενος. καὶ μὴν, εἴπερ οὐ λόγος ὁρμῆς ἡγεῖται, ἀποκρινάσθωσαν ἡμῖν οἱ περὶ τὸν Χρύσιππον, τί ποτέ ἐστι τὸ ἡγούμενον. οὐ γὰρ δή γε ἀποχρήσει αὐτοῖς εἰπεῖν, ὡς οὔτε λόγος, οὔτε ἄλλη δύναμις οὐδεμία. συγχωροῦσι γὰρ οὕτως ἀναίτιόν τινα κίνησιν, παντὸς μᾶλλον φυλάττεσθαι παραινοῦσι, καὶ μέμφονταί γε τὸν Ἐπίκουρον, ἐπειδάν τινα τοιαύτην ὑποτίθηται. εἴπερ οὖν μηδὲν ἀναιτίως γίγνεται, καὶ τοῦτ’ἔστιν ἁπάντων σχεδόν τι τῶν φιλοσόφων ὁμολόγημα κοινὸν, οὐ Χρυσίππου μόνον, Ἀριστοτέλους, Πλάτωνος, ἀποκρινάσθωσαν ἡμῖν, τίς ποτ’ἐστὶν αἰτία τῆς κατὰ πάθη κινήσεως. οὐ γὰρ δὴ λόγος γε νῦν ἡγεμὼν οὐ δ’αἴτιος αὐτοῖς ὑπάρχει, καθάπερ ἔντε τοῖς ἁμαρτήμασι καὶ κατορθώμασιν. μὲν οὖν Ποσειδώνιος, ὡς ἂν, οἶμαι, τεθραμμένος ἐν γεωμετρίᾳ καὶ μᾶλλον τῶν ἄλλων Στωϊκῶν ἀποδείξεσιν ἕπεσθαι συνειθισμένος, ᾐδέσθη τήντε πρὸς τὰ σαφῶς φαινόμενα μάχην καὶ τὴν αὐτὴν πρὸς αὑτὸν ἐναντιολογίαν τοῦ Χρυσίππου, καὶ πειρᾶται μὴ μόνον ἑαυτὸν τοῖς Πλατωνικοῖς, ἀλλὰ καὶ τὸν Κιττιέα Ζήνωνα προσάγειν · οἱ δ’ἄλλοι Στωϊκοὶ σχεδὸν ἅπαντες οὐκ οἶδ’ὅπως ἕπεσθαι μᾶλλον οἷς ἐσφάλη Χρύσιππος ὑπομένουσιν, τἀληθὲς αἱρεῖσθαι.

4.5

καὶ οἵ γε νῦν αὐτῶν ἐνδοξότατοι, πυνθανομένων ἡμῶν ἑκάστοτε, τίνα ποτὲ χρὴ τίθεσθαι τὴν αἰτίαν τῆς κατὰ τὰ πάθη κινήσεως, ἄνω μὲν καὶ κάτω τοὺς λόγους ἑλίττουσιν, ἀποσαφοῦσι δ’οὐδὲν, ἀλλ’ἐνίοτε μὲν τὸν ἡμαρτημένον λόγον φασὶν καὶ τὴν δόξαν τὴν ψευδῆ τῶν κατὰ τὰ πάθη κινήσεων αἴτιον ὑπάρχειν, δυσωπούμενοι δ’αὖθις ὑπὸ τῶν Χρυσίππου ῥήσεων ὑποχωροῦσίτε τούτων, καὶ κινήσεις τινὰς ἀναιτίους ὑποτίθενται, καὶ μένουσιν οὐδέποτ’ἐπὶ τῶν αὐτῶν ἀποκρίσεων, ἀλλ’Εὐρίπου δίκην ἑκάστοτε μεταρρέουσιν, ἀπὸ μὲν τοῦ τὸν λόγοντε καὶ τὴν δόξαν αἰτιᾶσθαι τῶν παθῶν ἐπὶ τὸ χωρὶς αἰτίας οὑτωσί πως κινουμένην τὴν ψυχὴν ἐμπίπτειν τοῖς πάθεσιν, ἀπὸ δ’αὖ τῆς εἰκαίαςτε καὶ ἀναιτίου κινήσεως ἐπὶ τὸ λογικὰς εἶναι τὰς κινήσεις τῶν παθῶν. γὰρ ἔλεγχος ἑκατέρων τῶν ἀποκρίσεων ἐκ προχείρου παρακείμενος οὐκ ἐᾷ καταμένειν ἐπ’οὐδετέρας αὐτῶν, ἐν μὲν τῷ τὰς κατὰ τὰ πάθη κινήσεις ὑπὸ τοῦ λόγου γίγνεσθαι φάσκειν οὐκ ἐχόντων αὐτῶν ἁμάρτημα διακρῖναι πάθους, ἐν δὲ τῷ καὶ τοῦτον ἀφελεῖν εἰς ἀναίτιόν τινα κίνησιν ἐμπιπτόντων, ἐνὸν αὐτοῖς ἐξ ἑτοίμου φυγεῖν ἀμφοτέρας τὰς ἀτοπίας, τὴν μὲν τοῦ μὴ δύνασθαι διορίσαι πάθους ἁμάρτημα, χωρίζοντας τοῦ λόγου τὰ πάθη, τὴν δὲ τοῦ γίνεσθαί τι χωρὶς αἰτίας, ὁμολογήσαντας, ἀλόγους τινὰς εἶναι δυνάμεις ἐν τῇ ψυχῇ τῶν κατ’αὐτὴν παθῶν αἰτίας. οὐ μόνον τοίνυν οἱ ἄλλοι, ἀλλὰ καὶ Χρύσιππος αὐτὸς ἐν τοῖς περὶ παθῶν συγγράμμασιν ἐπ’οὐδεμιᾶς ὁρίζει βεβαίως δόξης, ἀλλ’ἀεὶ σαλεύει καθάπερ ἐν κλύδωνι. καὶ γὰρ καὶ χωρὶς λόγου παντὸς γίγνεσθαί φησι τὰ πάθη, καὶ αὖθις τῆς λογικῆς εἶναι δυνάμεως μόνης, ὥστε διὰ τοῦτο μη δὲ ἐν τοῖς ἀλόγοις ζώοις συνίστασθαι, καὶ χωρὶς κρίσεως γίνεσθαι, καὶ αὖθις κρίσεις εἶναι. ἐμπίπτει δέ ποτε καὶ εἰς τὸ φάσκειν, εἰκῆ γίνεσθαι τὰς κατὰ τὰ πάθη κινήσεις, ὅπερ οὐδὲν ἄλλο ἐστὶν, ἀναιτίως, εἴ τις ἀκριβῶς ἐξετάζοι τὸ ῥῆμα. αἷς γοῦν ὀλίγον ἔμπροσθεν γέγραφε ῥήσεσιν ἐφεξῆς φησιν · οἰκείως δὲ τῷ τῶν παθῶν γένει ἀποδίδοται καὶ πτοιὰ κατὰ τὸ ἐνσεσοβημένον τοῦτο καὶ φερόμενον εἰκῆ. ἀλλ’εἰ μὲν τὸ ἀναιτίως εἰκῆ λέγεις, Χρύσιππε, καὶ σεαυτῷ μάχῃ, καὶ Ἀριστοτέλει, καὶ Πλάτωνι, καὶ ταῖς ἁπάντων ἀνθρώπων ἐννοίαις, καὶ πολὺ πρότερον αὐτῇ τῶν πραγμάτων τῇ φύσει, μηδενὸς ἀναιτίως γίγνεσθαι δυναμένου. εἰ δὲ τὸ χωρὶς λόγου σημαίνει σοι τὸ εἰκῆ, τὸ μὲν ἄλογον οὕτω γε μετειλημμένον ἂν εἴη, τὸ δ’ἐξ ἀρχῆς ζητούμενον ἔτι μένει. τὴν παράλογον ταύτην κίνησιν, ὑπὸ λόγου μὲν μὴ γινομένην, ὑπ’αἰτίας δέ τινος γινομένην, ἐρωτῶμέν σε, τίς ἐδημιούργησεν αἰτία; ἡμεῖς μὲν γάρ φαμεν ἐνίοτε μὲν τὴν θυμοειδῆ δύναμιν, ἐνίοτε δὲ τὴν ἐπιθυμητικήν. σὺ δὲ οὔτε ταῦτα ὁμολογεῖς, οὔτε τὴν λογικὴν εἰπεῖν τολμᾷς, ἀλλ’εἰκῆ γίνεσθαι φήσας ἀπηλλάχθαι νομίζεις τοῦ ζητήματος, οὐκ εἰδὼς, ὅτι πᾶν, τί περ ἂν εἰκῆ καὶ ἀπὸ ταὐτομάτου γίνεσθαι λέγηται, κατὰ τὴν ὡς πρὸς ἡμᾶς γνῶσιν οὕτω προσαγορεύεται, ταῖς δ’ἀληθείαις οὐδὲν αὐτῶν οὕτω γίγνεται, καθάπερ καὶ θειότατος Ἱπποκράτης εἶπεν · ἡμῖν μὲν αὐτόματον, αἰτίᾳ δ’οὐκ αὐτόματον. οὕτω δὲ καὶ τὸ πλεονάζουσαν ὁρμὴν εἶναι τὸ πάθος ἐξηγούμενος Χρύσιππος ἔντε τῷ περὶ παθῶν ἠθικῷ κᾀν τῷ πρώτῳ τῶν λογικῶν ὑπὲρ τὴν τοῦ λόγου συμμετρίαν γίνεσθαί φησιν τὴν ὑπερβολὴν τῆς κινήσεως, οὐ μὴν τήν γ’αἰτίαν αὐτῆς προστίθησιν. ἐχρῆν δέ γε κᾀνταῦθα μὴ περιπλέκειν καὶ ταράττειν τὸν λόγον εἰς περιττὸν ἐκτείνοντα μῆκος, ἀλλὰ τοῦ πλεονάζεσθαι τὴν ὁρμὴν εἰπόντα τὴν αἰτίαν ἀπηλλάχθαι. ὡς γὰρ ἐπὶ τῶν εἰς τὸ κάταντες θεόντων ἅμα τῇ βουλήσει τὸ βάρος τοῦ σώματος αἴτιον ὑπάρχει τῆς κινήσεως, οὕτως ἐν τοῖς τῆς ψυχῆς πάθεσιν τί ποτ’ἄλλο τῇ λογικῇ δυνάμει προσιὸν αἴτιον γίνεται τῆς ἀμέτρου καὶ, ὡς αὐτὸς εἴωθεν ὀνομάζειν, ἐκφόρου κινήσεως, ἐχρῆν αὐτὸν διελθεῖν. δ’οὖν ῥῆσις κατὰ τὸ θεραπευτικὸν τῶν παθῶν βιβλίον ᾧδ’ἔχει · οἰκείως δὲ καὶ ὁρμὴ πλεονάζουσα λέγεται εἶναι τὸ πάθος, ὡς ἄν τις ἐπὶ τῶν ἐκφερομένων κινήσεων πλεονάζουσαν κίνησιν εἴποι, τοῦ πλεονασμοῦ ἐν αὐτῇ γινομένου κατὰ τὴν τοῦ λόγου ἀποστροφὴν καὶ τὸ ἄνευ τοῦ πλεονασμοῦ τούτου σωστικόν. ὑπερβαίνουσα γὰρ τὸν λόγον ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη οἰκείωςτ’ἂν πλεονάζειν ῥηθείη καὶ κατὰ τοῦτο παρὰ φύσιν γίγνεσθαι καὶ εἶναι ἄλογος, ὡς ὑπογράφομεν. ὑπερβαίνουσα, φησὶ, τὸν λόγον ὁρμὴ καὶ παρὰ τοῦτον ἀθρόως φερομένη τὴν κατὰ τὸ πάθος ἔκφορον ἀπεργάζεται κίνησιν. οὔκουν λόγος αἴτιος, Χρύσιππε, τῆς ἐκφόρουτε καὶ ἀμέτρου κινήσεως. αὐτὸς γὰρ ὁμολογεῖς, αὐτὴν γίνεσθαι παρὰ τὸν λόγον, οὐκ ἐγχωρεῖ δ’ἅματε παρὰ τὸν λόγον γίνεσθαί τι καὶ ὑπὸ τοῦ λόγου, πάντως δ’ὑπό τινος αἰτίας. οὐκ ἔστι δ’ἐκείνη λογικὴ, ἄλογος ἄρα τις τὸ πάθος ἐργαζομένη δύναμις. καὶ τάχ’οὐχ ὑπ’ἄλλων, ἀλλὰ τοῖς αὑτῶν πτεροῖς ἁλισκόμεθα, καίτοι γ’ἐνὸν ἡμῖν λέγειν, γενναιότατε Χρύσιππε, δυοῖν θάτερον, ὡς οὐδὲν διαφέρει πάθος ἁμαρτήματος, ὡς ἐπιγίνεται τοῖς ἁμαρτήμασι τὰ πάθη. τούτων γὰρ ὁποτερονοῦν εἰπόντες οὐκ ἀναγκαζόμεθα τὴν αἰτίαν οὐκ ἀποκρίνεσθαι τῆς παρὰ τὸν λόγον ἀμέτρου κινήσεως. ἀλλὰ τούτων μὲν οὐδέτερον ὑπέμεινας εἰπεῖν, αἰδούμενος ἐναντία λέγειν τοῖς ἐναργῶς φαινομένοις, αὐτὸς δὲ πρὸς αὑτὸν ἐναντιολογούμενος οὐκ αἰσθάνῃ παρὰ τὸν λόγον γίνεσθαι φάσκων τινὰς κινήσεις, καὶ ἀπεστράφθαι τὸν λόγον καὶ ἀφηνιάζειν αὐτὸν, κᾄπειτα μικρὸν ὕστερον τὰς αὐτὰς ταύτας ὑπὸ λογικῆς γίνεσθαι δυνάμεως φάσκων. δ’αὐτὴ μάχη κᾂν ἐν τῷ κρίσειςτε φάσκειν εἶναι τὰ πάθη τῆς ψυχῆς καὶ χωρὶς κρίσεως γίνεσθαι. τὴν μὲν οὖν ἐκ τοῦ πρώτου περὶ παθῶν ῥῆσιν, ἔνθα φησὶν χωρὶς κρίσεως γίνεσθαι τὰ πάθη, παρεθέμην ἔμπροσθεν. ὅτι δὲ καὶ κατὰ τὸ θεραπευτικὸν αὑτοῦ βιβλίον, δὴ καὶ ἠθικὸν ἐπιγράφεται, τῆς αὐτῆς δόξης ἔχεται, μαθεῖν ἔστιν ἐκ τῆσδε τῆς ῥήσεως. οὐ γὰρ ἐν τῷ κρίνειν ἀγαθὰ ἕκαστα τούτων λέγεται ἀρρωστήματα ταῦτα, ἀλλὰ κατὰ τὸ ἐπὶ πλέον ἐκπεπτωκέναι πρὸς ταῦτα τοῦ κατὰ φύσιν. ἴσως δ’ἄν τινος ἐν τῇδε τῇ ῥήσει λέξαντος, οὐκ ἀπεστέρηκε μὲν τοῦ κρίσιν εἶναι τὸ ἀρρώστημα, οὐ μὴν ἐν αὐτῇ γε μόνῃ τῇ ψευδεῖ κρίσει τὴν γένεσιν αὐτοῦ τίθεται, ἀλλὰ προσέρχεσθαί φησι τὸ ἐπὶ πλέον, ἐκ τῶν ἐπιφερομένων γνώμη τοῦ Χρυσίππου καταφανήσεται, ὅθεν οὐκ ἀλόγως γυναικομανεῖς τινες λέγονται καὶ ὀρνιθομανεῖς. εἰ γὰρ δὴ μὴ μάτην ἐγκείσεται τὸ τῆς μανίας ὄνομα τῷ τοῦ ἀρρωστήματος προσαρτήματι, μανία δ’ὑπὸ τῆς ἀλόγου κατὰ τὸ σῶμα γίνεται δυνάμεως, οὐδὲν ἧττον τὸ ἀρρώστημα τῶν λογικῶν. ἀλλὰ νὴ Δία ἴσως ἄν τις φήσειε, τὸ μανιῶδες οὐ διὰ τὴν ἄλογον γίνεσθαι δύναμιν, ἀλλὰ διὰ τὸ ἐπὶ πλέον προσῆκεν ἐξῆχθαι τήντε κρίσιν καὶ τὴν δόξαν, ὡς εἰ καὶ οὕτως ἔλεγεν, ἀρρωστήματα γίνεσθαι κατὰ τὴν ψυχὴν, οὐχ ἁπλῶς τῷ ψευδῶς ὑπειληφέναι περί τινων, ὡς ἀγαθῶν κακῶν, ἀλλὰ τῷ μέγιστα νομίζειν αὐτά · μηδέπω γὰρ ἀρρώστημα τὴν περὶ τῶν χρημάτων εἶναι δόξαν, ὡς ἀγαθῶν, ἀλλ’ἐπειδάν τις αὐτὰ μέγιστον ἀγαθὸν εἶναι νομίζῃ καὶ μη δὲ ζῇν ἄξιον ὑπολαμβάνῃ τῷ στερηθέντι χρημάτων · ἐν τούτῳ γὰρ συνίστασθαι τήντε φιλοχρηματίαν καὶ τὴν φιλαργυρίαν ἀρρωστήματα οὔσας. ἀλλὰ τῷ ταῦτα φάσκοντι Ποσειδώνιος ἀντιλέγων ᾧδέ πώς φησι · τοιούτων δ’ὑπὸ τοῦ Χρυσίππου λεγομένων, διαπορήσειεν ἄν τις, πρῶτον μὲν, πῶς οἱ σοφοὶ, μέγιστα καὶ ἀνυπέρβλητα νομίζοντες εἶναι ἀγαθὰ τὰ καλὰ πάντα, οὐκ ἐμπαθῶς κινοῦνται ὑπ’αὐτῶν ἐπιθυμοῦντέςτε ὧν ὀρέγονται καὶ περιχαρεῖς γινόμενοι ἐπὶ τοῖς αὐτοῖς, ὅταν τύχωσιν αὐτῶν. εἰ γὰρ τὸ μέγεθος τῶν φαινομένων ἀγαθῶν κακῶν κινεῖ τὸ νομίζειν καθῆκον καὶ κατ’ἀξίαν εἶναι παρόντων αὐτῶν παραγινομένων, καὶ μηδένα λόγον προσίεσθαι περὶ τοῦ ἄλλως δεῖν ὑπ’αὐτῶν κινεῖσθαι, τοὺς ἀνυπέρβλητα νομίζοντας εἶναι τὰ περὶ αὑτοὺς τοῦτ’ἔδει πάσχειν, ὅπερ οὐχ ὁρᾶται γινόμενον. ὁμοίως δὲ καὶ εἰς τοὺς προκόπτοντας μεγάλας βλάβας ὑπὸ τῆς κακίας ὑπολαμβάνοντας παρεῖναι, ἔδει δὲ καὶ ὑποφέρεσθαι φόβοις, καὶ λύπαις περιπίπτειν μὴ μετρίαις, ὅπερ οὐ δ’αὐτὸ συμβαίνει. τούτοις δ’ἐφεξῆς Ποσειδώνιος καὶ τάδε γράφει · εἴτε πρὸς τῷ μεγέθει τῶν φαινομένων καὶ τὴν ἀσθένειαν τῆς ψυχῆς αἰτιάσοιντο, καὶ διὰ τοῦτο τοὺς μὲν σοφοὺς τὸ παράπαν ἐροῦσιν ἀπηλλάχθαι τῶν παθῶν, τοὺς δὲ φαύλους, ὅτε ἀσθενεῖς ὦσι μὴ κατὰ τὴν κοινὴν ἀσθένειαν, ἀλλὰ κατὰ τὴν ἐπὶ πλεῖον ἐρρυκυῖαν, οὐ δ’οὕτως λέλυται τὸ ζητούμενον. ὅτι γὰρ διὰ τὴν νόσον τῆς ψυχῆς ἐν τοῖς πάθεσι γίνονται, πάντες ὁμολογοῦσι · πῶς μέντοι γε κινηθείσης, καὶ πῶς κινούσης, ζητεῖται μὲν, οὐχ ὑποδείκνυται δέ. εἶτ’ἐφεξῆς καὶ τάδε γράφει · οὐ μόνον δ’οἱ ἐπὶ πλέον ἐρρυκυῖαν ἔχοντες τὴν κακίαν καὶ ἐν ταῖς εὐεμπτωσίαις ὄντες ἐμπίπτουσιν εἰς τὰ πάθη, ἀλλὰ πάντας οἱ ἄφρονες, ἕως ἂν ἔχωσι τὴν κακίαν, καὶ εἰς μεγάλα πάθη καὶ εἰς μικρὰ ἐμπίπτουσι. καὶ τούτων ἑξῆς τάδε · τὸ δ’ὑπολαμβάνειν, κατ’ἀξίαν εἶναι τῶν συμβεβηκότων οὕτως κεκινῆσθαι, ὥστε ἀποστρέφεσθαι τὸν λόγον, μέγα πάθος ἐμφαίνει, οὐ καλῶς ὑπολαμβάνειν ἐστί. γίνεται δὲ καὶ διὰ σύμμετρον καὶ μικρόν. ἐχόμενα δὲ τούτων Ποσειδώνιος καὶ τάδε γράφει · δυοῖντε τὴν αὐτὴν ἀσθένειαν ἐχόντων καὶ τὴν ὁμοίαν λαμβανόντων φαντασίαν ἀγαθοῦ κακοῦ μὲν ἐν πάθει γίνεται, δὲ οὒ, καὶ μὲν ἧττον, δὲ μᾶλλον. καὶ ἐνίοτε ἀσθενέστερος μεῖζον ὑπολαμβάνων τὸ προσπεπτωκὸς οὐ κινεῖται, καὶ αὐτὸς ἐπὶ τοῖς αὐτοῖς ὁτὲ μὲν ἐν πάθεσι γίνεται, ἔστιν ὅτε δ’οὒ, καὶ ὁτὲ μὲν μᾶλλον, ὁτὲ δ’ἧττον. οἱ οὖν ἀήθεις μᾶλλον πάσχουσιν ἐν φόβοις, ἐν λύπαις, ἐν ἐπιθυμίαις, ἐν ἡδοναῖς, καὶ οἱ κακώτεροι συναρπάζονται ταχέως ὑπὸ τῶν παθῶν. ἐφεξῆς δὲ τούτων Ποσειδώνιος ῥήσειςτε ποιητικὰς παρατίθεται καὶ ἱστορίας παλαιῶν πράξεων μαρτυρούσας οἷς λέγει. καὶ μετὰ ταῦτα ἐπιφέρων φησί · τὸ μὲν ἄρα κακὸν ὑπὸ τοῦ ἀσυνήθους ταχὺ συναρπάζεται, τὸ δ’ἐναντίως ἠγμένον χρόνῳ μετασυνεθιζόμενον · ἐν οἷς αἱ μὲν ὑπολήψεις ἴσαι πολλάκις καὶ τὰ τῆς ἀσθενείας, τὰ πάθη δ’οὔτ’ἐπ’ἴσης οὔτ’ἴσα γίγνεται. καὶ μὴν καὶ τούτων ἑξῆς τοιάσδε τινὰς ἐρωτήσεις ἐρωτᾷ · παραγράψω δὲ καὶ ταύτας αὐτοῖς ὀνόμασι, κᾂν μακρότεραί πως αἱ ῥήσεις ὦσι. διὰ τί δέ τινες τῶν μεγάλων νομιζόντων, καί περ ἀσθενεῖς ὄντες ταῖς γνώμαις, βουλεύονταίτε καὶ συμφράδμονας ἄλλους παραλαμβάνουσιν, ὡς διαγρυπνῶν Ἀγαμέμνων; οὗτος γὰρ διὰ τὴν τροπὴν εὐθὺς ἅμα τοῖς ἄλλοις ἀριστεῦσιν ἀρρήτῳ τινὶ πένθει βέβλητο κατὰ τὸν ποιητήν. λωφήσαντος δὲ τοῦ πάθους, καί περ τῆς τῶν συμβεβηκότων ὑπολήψεως ἅμα καὶ τῆς τῶν λογισμῶν ἀσθενείας διαμενούσης, οὐδαμῶς ἡσυχάζειν ἐδοκίμαζεν. ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλὴ, Νέστορ’ἐπὶ πρῶτον Νηλήϊον ἐλθέμεν ἀνδρῶν, Εἴ τινά οἱ σὺν μῆτιν ἀμύμονα τεκτῄναιτο, Ἥτις ἀλεξίκακος πᾶσιν Δαναοῖσι γένοιτο. ἐπεὶ δὲ καὶ αὐτὸς Νέστωρ θεασάμενος διὰ τῆς ὁρμῆς πόρρωθεν προσιόντα τίς ἐστιν ἐπερωτᾷ, δηλώσας μετά τινος σχετλιασμοῦ φησί · πλάζομαι ᾧδ’, ἐπεὶ οὔ μοι ἐπ’ὄμμασι νήδυμος ὕπνος Ἱζάνει, ἀλλὰ μέλει πόλεμος καὶ κήδε’Ἀχαιῶν. αἰνῶς γὰρ Δαναῶν περιδείδια, οὐ δέ μοι ἦτορ Ἔμπεδον, ἀλλ’ἀλαλύκτημαι, κραδίη δέ μοι ἔξω Στηθέων ἐκθρώσκει, τρομέει δ’ὕπο φαίδιμα γυῖα. εἰ μὲν δὴ τὴν καρδίαν σαλευόμενος οὕτως ὑπὸ τοῦ φόβου πάρεστι συμβουλευσόμενος, οἱ ἐν τοῖς πάθεσιν ὄντες, οὐ κατ’ἀξίαν τῶν συμβεβηκότων καθήκειν νομίζοντες μηδένα λόγον προσίεσθαι, κινοῦνται κατὰ τὰ πάθη · εἰ δὲ μηκέτι φοβούμενος, ἀνανεούμενος δὲ τὰ ἐν τῷ φόβῳ ταῦτά φησι, διὰ τί ποτε, τῆς αὐτῆς ὑπολήψεως καὶ ἀσθενείας ὑποκειμένης, οἱ μὲν ἀποκλίνουσι τὸν λόγον, οἱ δὲ προσίενται, διαπορήσειεν ἄν τις εὐλόγως. τὸ δ’αἴτιον τοῦ πάθους παντὸς οὐκ εἴρηκεν. ἑξῆς τούτοις Ποσειδώνιος καὶ τάδε φησί · τὸ δὲ δὴ μὴ μόνον ἀποστρέφεσθαι τὸν λόγον ἐν ταῖς ἐπιθυμίαις, ὥς φησιν, ἀλλὰ καὶ προσυπολαμβάνειν, ὅτι, εἰ καὶ μὴ συμφέρον ἐστὶ, καὶ οὕτως ἑκτέον, μάχην περιέχει φέρεσθαίτε, ὡς ἐπὶ μέγα συμφέρον, καὶ διὰ τὸ μέγεθος αὐτοῦ, εἰ καὶ ἀσύμφορόν ἐστιν, ἄξιον ἡγεῖσθαι τοῦ μεγέθους αὐτοῦ, εἰ καὶ μηδὲν ἔχει μέγεθος, ἀλλὰ καὶ τοὐναντίον, ὅμως ἀντέχεσθαι οὕτως αὐτοῦ. ἔστω γὰρ τοὺς λέγοντας, ὅτι οὐκ ἔστι συμφέρον ἀποστρέφεσθαι, καὶ τοὺς ἐπαγγελλομένους δείξειν, ὅτι ἀσύμφορόν ἐστι, λήρους ἡγεῖσθαι, καὶ διὰ τὸ μέγα ὄφελος εἶναι τὸ διωκόμενον. ἀλλ’ἐκεῖνό γε ἀπίθανον, διὰ τὸ μέγα αὐτὸ ἀγαθὸν ὑπολαμβάνειν οἴεσθαι δεῖν, κᾂν μέγιστον κακὸν, ὅμως αὐτὸ λαμβάνειν ἐπιφωνοῦντας, ἐὰν ἀπολέσθαι τοῦτό μοι νῦν συμφέρῃ. τούτου γὰρ τὴν αἰτίαν οὐ πιθανόν ἐστιν ἐν τῇ ὑπολήψει κεῖσθαι τοῦ μέγα ἀγαθὸν ὑπάρχειν, ἐφ’ ὠθοῦνται. ζητητέον δέ. ἐγὼ μὲν οὐκ ἔχω πρὸς ταῦτα οὐ δὴ ἀποκρίνασθαι τῷ Ποσειδωνίῳ, νομίζω δὲ μη δ’ἄλλον τινὰ ἕξειν, εἴ γε χρὴ τεκμαίρεσθαι τῇτε φύσει τῶν πραγμάτων αὐτῇ καὶ τοῖς νῦν οὖσι Στωϊκοῖς. οὐκ ὀλίγων γὰρ οὐ δὲ τῶν ἐπιτυχόντων ἐν τοῖς καθ’ἡμᾶς χρόνοις γεγονότων, οὐδενὸς αὐτῶν οὐδὲν ἤκουσα πιθανὸν εἰπόντος εἰς τὰς ὑπὸ τοῦ Ποσειδωνίου προβληθείσας ἀπορίας. ἀλλὰ περὶ μὲν ἐκείνων καὶ αὖθις ἐροῦμεν.

4.6

ὅτι δ’ Χρύσιππος οὐχ ἅπαξ δὶς, ἀλλὰ πάνυ πολλάκις αὐτὸς ὁμολογεῖ, δύναμίν τινα ἑτέραν εἶναι τῆς λογικῆς ἐν ταῖς ψυχαῖς τῶν ἀνθρώπων αἰτίαν τῶν παθῶν, ἔνεστιν ἡμῖν ἐκ τῶν τοιούτων καταμαθεῖν, ἐν οἷς αἰτιᾶται τῶν πραττομένων οὐκ ὀρθῶς ἀτονίαντε καὶ ἀσθένειαν τῆς ψυχῆς · οὕτω γὰρ αὐτὰς ὀνομάζει, καθάπερ γε καὶ τἀναντία, τὸ μὲν εὐτονίαν, τὸ δ’ἰσχύν. ὅσα γὰρ οὐκ ὀρθῶς πράττουσιν ἄνθρωποι, τὰ μὲν εἰς μοχθηρὰν κρίσιν ἀναφέρει, τὰ δ’εἰς ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ γε καὶ ὧν κατορθοῦσιν ὀρθὴ κρίσις ἐξηγεῖται μετὰ τῆς κατὰ τὴν ψυχὴν εὐτονίας. ἀλλὰ τοιούτων ὥσπερ κρίσις ἔργον ἐστὶ τῆς λογικῆς δυνάμεως, οὕτως εὐτονία ῥώμητε καὶ ἀρετὴ δυνάμεως ἑτέρας παρὰ τὴν λογικὴν, ἣν αὐτὸς Χρύσιππος ὀνομάζει τόνον, ἀφίστασθαίτέ φησιν ἔστιν ὅτε τῶν ὀρθῶς ἐγνωσμένων ἡμῖν, ἐνδόντος τοῦ τόνου τῆς ψυχῆς, καὶ μὴ παραμείναντος ἕως παντὸς, μήτ’ἐξυπηρετήσαντος τοῖς τοῦ λόγου προστάγμασιν, ἐναργῶς ἐν τοῖς τοιούτοις ἐνδεικνύμενος, οἷόν τι τὸ πάθος ἐστίν. ἤδη δὲ καὶ ῥῆσιν αὐτοῦ τινα παραγράψω περὶ τούτων ἐκδιδάσκουσαν · ἔστι δ’ἐκ τοῦ περὶ παθῶν ἠθικοῦ. ἔτι δὲ καὶ κατὰ τοῦτ’ἴσως οἱ ἐπὶ τοῦ σώματος λέγονται τόνοι ἄτονοι καὶ εὔτονοι εἶναι κατὰ τὸ νευρῶδες, τῷ δύνασθαι ἡμᾶς ἀδυνατεῖν ἐν τοῖς διὰ τούτων ἐπιτελουμένοις ἔργοις. καὶ ἐν τῇ ψυχῇ λέγεται τόνος, ὡς εὐτονία καὶ ἀτονία. καὶ ἐφεξῆς · ὥσπερ γὰρ ἐν τρόμῳ καὶ ἀνθέξει τινὸς καὶ τῶν παραπλησίων ἤδη, διὰ τῶν νεύρων ἐνεργεῖται, ἔστι τις ἐπιτελεστικὴ κατάστασις καὶ ἐνδοτικὴ, τῶν νεύρων προεκλελυμένων καὶ ἀνειμένων, ἀναλόγως καὶ ἐπὶ ψυχῆς ἐστι τοιοῦτον νευρῶδες, καθ’ καὶ κατὰ μεταφορὰν ἀνεύρους τινὰς λέγομεν, καὶ νεῦρα ἔχειν. εἶθ’ἑξῆς ἐξηγούμενος αὐτὸ τοῦτο τάδε γράφει · μὲν δειμῶν ἐπιγινομένων ἀφίσταται, δὲ κέρδους ζημίας φερομένης ἐξελύθη καὶ ἐνέδωκεν, δὲ καθ’ἕτερα τοιαῦτα οὐκ ὀλίγα. ἕκαστον γὰρ τῶν τοιούτων τρέπεταίτε καὶ δουλοῦται ἡμᾶς, ὡς ἐνδιδόντας αὐτοῖς, καὶ φίλους, καὶ πόλεις προδιδόναι, καὶ αὐτοὺς εἰς πολλὰς καὶ ἀσχήμονας πράξεις ἐπιδιδόναι, τῆς πρὸς θέατρα φορᾶς ἐκλυθείσης. οἷος εἰσῆκται καὶ τῷ Εὐριπίδῃ Μενέλαος · σπασάμενος γὰρ τὴν μάχαιραν φέρεται ἐπὶ τὴν Ἑλένην ὡς ἀναιρήσων, ἰδὼν δὲ καὶ καταπλαγεὶς εἰς τὸ κάλλος ἐξέβαλε τὴν μάχαιραν, οὐ δὲ ταύτης ἔτι δυνάμενος κρατεῖν, καθὰ καὶ ἐπίπληξις αὐτῆς εἴρηκεν αὐτῷ · σὺ δ’ὡς ἐσεῖδες μαστὸν ἐκείνης, ἐκβαλὼν ξίφος φίλημ’ἐδέξω προδότιν αἰκάλλων κύνα. ἅπαντα εἴρηται ὀρθῶς τῷ Χρυσίππῳ, μάχεται δὲ τῷ κρίσεις εἶναι τὰ πάθη. κρίνας γοῦν Μενέλαος ἀποκτεῖναι τὴν Ἑλένην καὶ σπασάμενος τὸ ξίφος, ἐπειδὴ πλησίον ἧκεν αὐτῆς, ἐκπλαγεὶς τοῦ κάλλους διὰ τὴν ἀτονίαν καὶ ἀσθένειαν τῆς ψυχῆς (τοῦτο γάρ ἐστιν, κατασκευάζει παρ’ὅλον τὸν λόγον Χρύσιππος) οὐ μόνον ἀπέρριψε τὸ ξίφος, ἀλλὰ καὶ καταφιλεῖ τὴν γυναῖκα, καὶ, ὥσπερ ἂν εἴποι τις, αὑτὸν δοῦλον ἐγχειρίζει, οὐ μεταπεισθεὶς ὑπὸ λόγου τινὸς, ὡς ἑτέραν κτήσασθαι κρίσιν, ἀλλ’ἀκρίτωςτε καὶ ἀλόγως ὁρμήσας ἐπὶ τἀναντία τοῖς ἐξ ἀρχῆς κεκριμένοις. ὅθεν καὶ αὐ τὸς Χρύσιππος ἐπιφέρων ἐρεῖ · διὸ πάντων τῶν φαύλων οὕτω πραττόντων ἀποστατικῶς καὶ ἐνδοτικῶς κατὰ πολλὰς αἰτίας ἀσθενῶς καὶ κακῶς ἔκαστα πράττειν ἂν λέγοιτο. τὸ μὲν οὖν ἀποστατικῶς μὲν τοῦ λόγου, τοῖς πάθεσι δ’ἐνδοτικῶς ἁπάντων τῶν φαύλων πραττόντων, ἀσθένειάν τινα καὶ ἀτονίαν ἐμφαίνεσθαι κατὰ τὴν ψυχὴν αὐτῶν ἀληθέστατα λέγεται. τὸ δὲ κατὰ πολλὰς αἰτίας, δὴ καὶ αὐτὸς προσέθηκεν ἐν τῇ ῥήσει, καλῶς μὲν εἴρηται πρὸς αὐτοῦ, κάλλιον δ’ἦν, εἰ καὶ τὰς πολλὰς ταύτας αἰτίας, αἵτινές ποτ’εἰσὶν, ἐφεξῆς αὐτὸς διεληλύθει. εἰ γάρ τις προσέχοι τὸν νοῦν, οὐδὲν οὕτως εὑρήσει συνέχον τὴν περὶ τῶν παθῶν πραγματείαν, καὶ μάλιστα τὴν θεραπευτικὴν, ἐν ταῦτ’ἔγραψεν, ὡς τὸ πάσας γνῶναι τὰς αἰτίας, ὑφ’ὧν ἀποχωροῦσι τῶν ἐξ ἀρχῆς κρίσεων οἱ κατὰ πάθος τι πράττοντες. δέ γε τοσούτου δεῖ συμπάσας ἀκριβῶς ἐκδιδάσκειν, ὥστ’οὐ δ’αὐτὴν ταύτην, ἧς μέμνηται νῦν, ἐδήλωσε σαφῶς. οὐ γὰρ δὴ ἀποχρήσει γ’ἡμῖν εἰπεῖν, ὡς τῆς ψυχῆς ἐστιν ἀσθένεια · κοινὴ γὰρ αὕτη γε κατὰ πάντα τὰ πάθη καὶ μία. Χρύσιππος δὲ πολλὰς εἶναί φησιν αἰτίας τὰς ἐξελεγχούσας δηλονότι τὴν ἀσθένειαν τῆς ψυχῆς, ὥσπερ ἐπὶ μὲν τοῦ Μενέλεω τὸ κάλλος τῆς Ἑλένης, ἐπὶ δὲ τῆς Ἐριφύλης τὸν χρυσὸν, ἐπ’ἄλλου δέ τινος ἄλλο. μυρία γάρ ἐστι τὰ κατὰ μέρος, ὑφ’ὧν ἐξίστανται τῆς ἀρχαίας κρίσεως οἱ κατὰ πάθος ζῶντες. ἀλλ’οὐ χρὴ τῶν μυρίων τούτων μνημονεύειν, ἀλλ’εἰς ὀλίγα κεφάλαια τὸν λόγον ἄγειν, ὡς Πλάτων ἐποίησε, βασιλικὸν μέν τι λέγων εἶναι καὶ δεσποτικὸν ἐπιστήμην, καὶ μήποτε ἂν ἁμαρτεῖν μηδένα κατὰ μηδὲν, ἐπιστήμης παρούσης, τοὺς μέντοι μεταπεισθέντας, ἐπιλαθομένους αὐτῶν, βιασθέντας, δελεασθέντας, ἐξαμαρτάνειν ἄλλον ἐν ἄλλῃ πράξει. ἀλλὰ τὸ μὲν ἐπιλαθέσθαι καὶ τὸ μεταπεισθῆναι πάθος οὐδέπω, καθάπερ οὐ δὲ τὸ μη δὲ ὅλως ἔχειν ἐπιστήμην · ἀμαθία γὰρ τοῦτο καὶ ἄγνοιά ἐστιν, οὐ πάθος. εἰ δέ τις ὑπὸ θυμοῦ βιασθεὶς δελεασθεὶς ὑφ’ἡδονῆς ἀπέστη τῶν ἐξ ἀρχῆς κεκριμένων, ἀσθενὴς μὲν ψυχὴ τούτῳ καὶ ἄτονος, κίνησις δ’αὐτῆς τὸ πάθος ἐστὶν, ὥσπερ που καὶ τοῦ κατὰ τραγῳδίαν ὑποκειμένου Μενέλεω ψυχὴ δελεασθεῖσα πρὸς τῆς ἐπιθυμίας ἐξέστη τῶν κεκριμένων, δέ γε Μήδεια βιασθεῖσα πρὸς τοῦ θυμοῦ, περὶ ἧς καὶ αὐτῆς οὐκ οἶδ’ὅπως Χρύσιππος οὐκ αἰσθάνεται καθ’ἑαυτοῦ τῶν Εὐριπίδου μεμνημένος ἐπῶν · καὶ μανθάνω μὲν, οἷα δρᾷν μέλλω κακὰ, Θυμὸς δὲ κρείσσων τῶν ἐμῶν βουλευμάτων. οὐ γὰρ μανθάνειν ἐχρῆν εἰρηκέναι τὸν Εὐριπίδην, εἰ τοῖς τοῦ Χρυσίππου δόγμασιν ἔμελλε μαρτυρήσειν, ἀλλ’αὐτὸ τὸ ἐναντιώτατον, ἀγνοεῖντε καὶ μὴ μανθάνειν, οἷα δρᾷν μέλλει κακά. τὸ δὲ γινώσκειν μὲν αὐτὸ, νικᾶσθαι δ’ὑπὸ τοῦ θυμοῦ, τί ἄλλο ἐστὶν, δύο ἀρχὰς εἰσάγοντος ἀνθρώπου τῶν τῆς Μηδείας ὁρμῶν; ἑτέραν μὲν, γιγνώσκομέντε τὰ πράγματα καὶ ἐπιστήμην ἔχομεν αὐτῶν, ἥτις ἐστὶν λογικὴ δύναμις, ἑτέραν δ’ἄλογον, ἧς ἔργον τὸ θυμοῦσθαι. αὕτη μὲν οὖν Μηδείας ἐβιάσατο τὴν ψυχήν · δὲ ἑτέρα ἐπιθυμητικὴ τὴν τοῦ Μενέλεω δελεάσασα κατηνάγκασεν ἀκολουθεῖν οἷς αὐτὴ προσέταττε. Χρύσιππος δ’οὔτε τῆς ἐν τούτοις ἐναντιώσεως αἰσθάνεται, καὶ μυρία ἕτερα γράφει τοιαῦτα, καθάπερ ἐπειδὰν λέγῃ · ἔστι δ’, ὡς οἶμαι, κοινότατον ἄλογος αὐτὴ φορὰ καὶ ἀπεστραμμένη τὸν λόγον, καθ’ καὶ θυμῷ φαμέν τινας φέρεσθαι. καὶ πάλιν · διὸ καὶ ἐπὶ τῶνδε τῶν ἐμπαθῶν ὡς περὶ ἐξεστηκότων ἔχομεν, καὶ ὡς πρὸς παρηλλαχότας ποιούμεθα τὸν λόγον, καὶ οὐ παρ’ἑαυτοῖς, οὐ δ’ἐν ἑαυτοῖς ὄντας. καὶ ἐφεξῆς δὲ πάλιν ἐξηγούμενος αὐτὰ ταῦτα · δὲ παραλλαγὴ γίγνεται καὶ ἐξ αὑτοῦ ἀναχώρησις οὐ κατ’ἄλλο τι τὴν τοῦ λόγου ἀποστροφὴν, ὡς προείπομεν. τῷτε γὰρ θυμῷ φέρεσθαι, καὶ ἐξεστηκέναι, καὶ οὐ παρ’ἑαυτοῖς, οὐ δ’ἐν ἑαυτοῖς εἶναι, καὶ πάνθ’ὅσα τοιαῦτα φανερῶς μαρτυρεῖ τῷ κρίσεις εἶναι τὰ πάθη, κᾀν τῇ λογικῇ δυνάμει τῆς ψυχῆς συνίστασθαι, καθάπερ καὶ τὰ οὕτως ἔχοντα. διὸ καὶ τοιαύτας ἔστιν ἀκοῦσαι φωνὰς ἐπίτε τῶν ἐρώντων καὶ τῶν ἄλλως σφόδρα ἐπιθυμούντων, καὶ ἐπὶ τῶν ὀργιζομένων, ὅτιτε τῷ θυμῷ θέλουσι χαρίζεσθαι, καὶ ἐᾷν αὐτοὺς, εἴτ’ἄμεινον, εἴτε μὴ, καὶ μηθὲν λέγειν αὐτοῖς, καὶ ὡς τοῦτο ἐκ παντός γε τρόπου ποιητέον, καὶ εἰ διαμαρτάνουσι, καὶ εἰ ἀσύμφορόν ἐστιν αὐτοῖς. καὶ γὰρ καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα τὴν θυμοειδῆ δύναμιν ἑτέραν τινὰ τῆς λογιζομένης ἐνδείκνυται, καὶ τὴν ὁρμὴν τοῦ ζώου ποτὲ μὲν ὑπ’ἐκείνης ἄρχεσθαι διδάσκει, ποτὲ δ’ὑπὸ τῆς ἐπιθυμητικῆς, ὅταν γ’ἐν πάθει καθεστήκῃ, καθάπερ, ὅταν ἔξω πάθους, ὑπὸ τῆς λογικῆς. ὅμοια δὲ τοῖς προγεγραμμένοις καὶ τὰ οὕτως ὑπὸ τοῦ Χρυσίππου λεγόμενα, καθάπερ ἔχει καὶ τάδε · οἵας μάλιστα φορὰς καὶ οἱ ἐρώμενοι ἀξιοῦσι πρὸς ἑαυτοὺς ἔχειν τοὺς ἐραστὰς, ἀπερισκεπτότερον καὶ ἄνευ ἐπιστροφῆς λογικῆς ἱσταμένους, καὶ ἔτι τοῦ παραινοῦντος λόγου αὐτοῖς ὑπερβατικοὺς ὄντας, μᾶλλον δ’οὐ δ’ὅλως ὑπομονητικοὺς ἀκοῦσαί τινος τοιούτου. καὶ γὰρ καὶ τὰ τοιαῦτα πάντα τῇ παλαιᾷ δόξῃ μαρτυρεῖ, καθάπερ καὶ τὰ ἐφεξῆς αὐτῶν τάδε. οὕτωςτε μακρὰν ἀπέχουσιν ἀπὸ τοῦ λόγου, ὡς ἂν ἀκοῦσαι προσέχειν τινὶ τοιούτῳ, ὥστε μη δὲ τὰ τοιαῦτα ἄπο τρόπου ἔχειν γ’αὐτοῖς λέγεσθαι · Κύπρις γὰρ οὐδὲν νουθετουμένη χαλᾷ. ἂν γὰρ βιάζῃ, μᾶλλον ἐντείνειν φιλεῖ. νουθετούμενος δ’ἔρως μᾶλλον πιέζει. καὶ γὰρ καὶ ταῦτα καὶ τὰ ἐφεξῆς λεγόμενα τῷ παλαιῷ μαρτυρεῖ δόγματι περὶ τῆς τῶν παθῶν γενέσεως · ἔχει δ’οὕτως. ὅτι δ’ὥσπερ ἄκαιρον ἐπιτιμητὴν καὶ οὐκ ἐπιγνώμονα τοῖς γινομένοις ἐν τῷ ἐρᾷν ἀποκλίνουσι τὸν λόγον, καθάπερ ἄνθρωπον ἀκαίρως δοκοῦντα νουθετεῖν, ἡνίκα δὴ καὶ οἱ θεοὶ δοκοῦσιν αὐτοῖς ἐφιέναι ἐπιορκεῖν. καὶ ἔτι τὰ τούτων ἑξῆς. ἔτι μᾶλλον ἐξείη, φησὶν, αὐτοῖς τὸ ἐπιὸν ποιεῖν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ. ἐνταῦθα μέν γε ναὶ μὰ τὸν Δία σαφῶς εἶπεν ἀκολουθοῦσι τῇ ἐπιθυμίᾳ, καθάπερ ἔμπροσθεν ἔφην τῷ θυμῷ. λόγῳ δ’οὔτ’ἐν τούτοις οὔτ’ἐν ἄλλῳ τινὶ τῶν ἑξῆς ἀκολουθεῖν φήσει τοὺς ἐν πάθει καθεστηκότας, ἀλλ’ἀπεστράφθαι διὰ παντὸς αὐτὸν, καὶ φεύγειν, καὶ μὴ προσίεσθαι, καὶ πάνθ’ὅσα τοιαῦτα. καὶ μὲν δὴ καὶ ὅταν μνημονεύῃ τοῦ Μενανδρείου ἔπους, ἐν φησι, τὸν νοῦν ὑποχείριον ἔχων εἰς τὸν πίθον δέδωκα, φανερῶς κᾀνταῦθα μαρτυροῦσαν ἀπόφασιν τῇ παλαιᾷ δόξῃ παρατίθεται, καθάπερ κᾀπειδὰν ἐξηγούμενος τὸ μὴ παρ’ἑαυτοῖς εἶναι μη δ’ἐν ἑαυτοῖς λέγῃ ταυτί · οἰκείως δὲ καὶ ἐκφέρεσθαι λέγονται οἱ οὕτως ὀργιζόμενοι τοῖς ἐπὶ τῶν δρομέων προεκφερομένοις παραπλησίως κατὰ τὸ πλεονάζον, τῶν μὲν παρὰ τὴν ἐν τῷ τρέχειν ὁρμὴν, τῶν δὲ παρὰ τὸν ἴδιον λόγον. οὐ γὰρ ἂν οὕτως οἵ γε κρατοῦντες τῆς κινήσεως καθ’ἑαυτοὺς ἂν κινεῖσθαι λέγοιντο, ἀλλὰ κατ’ἄλλην τινὰ βίαν ἔξωθεν αὐτῶν. ὁμολογεῖ κᾀνταῦθα βίαν τινὰ τὴν κινοῦσαν εἶναι πᾶσι τοῖς πάθεσιν ὁρμὰς ὀρθότατα γινώσκων, πλὴν ὅτι τὴν βίαν ἔξωθεν αὐτῶν ἔφησεν εἶναι, δέον οὐκ ἔξωθεν, ἀλλ’ἐν τοῖς ἀνθρώποις ὑπάρχειν εἰπεῖν. οὐ γὰρ δι’αὐτὸ λέγομεν αὐτοὺς ἑαυτοῖς ἔξω καθεστηκέναι, καὶ μὴ ἐν ἑαυτοῖς εἶναι, διότι τὸ βιαζόμενον αὐτοὺς ὁρμᾷν κατὰ τὸ πάθος ἔξωθέν ἐστιν, ἀλλ’ὅτι παρὰ φύσιν ἔχουσιν, εἴγε τὸ λογικὸν τῆς ψυχῆς, κρατεῖν καὶ ἄρχειν τῶν ἄλλων ἦν κατὰ φύσιν, οὐ κρατεῖ νῦν, ἀλλὰ κρατεῖται καὶ ἄρχεται πρὸς τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων · ὅπερ, οἶμαι, καὶ διὰ τῶν τοιούτων παραδειγμάτων Χρύσιππος κατασκευάζων οὐκ αἰσθάνεται. παρατίθεται γοῦν τὸν Εὐριπίδου γεγραμμένον Ἡρακλεῖ πρὸς Ἄδμητον διάλογον. ἔχει δ’ᾧδε · τί δ’ἂν προκόπτοις, εἰ θέλοις στένειν ἀεί; ταυτὶ μὲν Ἡρακλῆς λέγει, δ’Ἄδμητος ἀποκρίνεται · ἔγνωκα κ’αὐτὸς, ἀλλ’ἔρως τις ἐξάγει. δῆλον γὰρ ὅτι τῆς ἐπιθυμητικῆς δυνάμεως, οὐ τῆς λογικῆς ἔρως πάθος ὑπάρχων ἐξάγει τὴν ὅλην ψυχὴν, καὶ ἄγει τὸν ἄνθρωπον εἰς ἐναντίας πράξεις ὧν ἐξ ἀρχῆς ἐκεκρίκει. παρατίθεται δὲ καὶ τὰ τοῦ Ἀχιλλέως πρὸς τὸν Πρίαμον εἰρημένα · ἄνσχεο μη δ’ἀλίαστον ὀδύρεο σὸν κατὰ θυμόν · οὐ γάρ τι πρήξεις ἀκαχήμενος υἷος ἑῆος, Οὐ δέ μιν ἀνστήσεις, πρὶν καὶ κακὸν ἄλλο πάθῃσθα. ταῦτα μέν φησι λέγειν αὐτὸν παρ’αὐτῷ διαλεγόμενον, οὕτω γὰρ ἔγραψεν αὐτοῖς ὀνόμασιν, ἐξίστασθαι δ’οὐκ ὀλιγάκις ἐκ τῶν αὐτῶν τούτων κρίσεων ἐν τοῖς συμπίπτουσιν, καὶ μὴ κρατεῖν ἑαυτοῦ νικωμένου ὑπὸ τῶν παθῶν. καὶ γὰρ οὖν κᾀνταῦθα τότε τῶν κρίσεων ἐξίστασθαι, καὶ τὸ μὴ κρατεῖν ἑαυτοῦ, καὶ τὸ ποτὲ μὲν εἶναι παρ’ἑαυτῷ, ποτὲ δ’οὒ, καὶ πάνθ’ὅσα τοιαῦτα, τοῖςτε φαινομένοις ἐναργῶς ὁμολογεῖ καὶ τῇ παλαιᾷ δόξῃ περὶ παθῶντε καὶ ψυχῆς δυνάμεων, οὐ μὴν οἷς ὑπέθετο Χρύσιππος. ὁμοίως δ’εἴρηται καὶ τὰ τοιαῦτα κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον · τὸ γὰρ δὴ σεσοβημένον καὶ παρηλλαχὸς ἐν ἡμῖν καὶ ἀπειθὲς τῷ λόγῳ οὐχ ἧττον ἐπὶ τῆς ἡδονῆς καταγίνεται. καὶ πάλιν · οὕτω γὰρ ἐξιστάμεθα, καὶ ἔξω γινόμεθα ἑαυτῶν, καὶ τελέως ἀποτυφλούμεθα ἐν τοῖς σφαλλομένοις, ὥστ’ἔστιν ὅτε σπόγγον ἔχοντες ἔριον ἐν ταῖς χερσὶν τοῦτον διαράμενοι βάλλομεν ὡς δή τι περανοῦντες δι’αὐτῶν. εἰ δ’ἐτυγχάνομεν μάχαιραν ἔχοντες ἄλλο τι, τούτῳ ἂν ἐχρησάμεθα παραπλησίως. καὶ ἐφεξῆς · πολλάκις δὲ κατὰ τὴν τοιαύτην τυφλότητα τὰς κλεῖς δάκνομεν, καὶ τὰς θύρας τύπτομεν, οὐ ταχὺ αὐτῶν ἀνοιγομένων, πρόςτε τοὺς λίθους ἐὰν προσπταίσωμεν, τιμωρητικῶς προσφερόμεθα καταγνύντες καὶ ῥιπτοῦντες αὐτοὺς εἴς τινας τόπους, καὶ ἐπιλέγοντες καθ’ἕκαστα τούτων ἀτοπώτατα. ὡσαύτως δὲ κᾀν τοῖς ἑξῆς φησιν · ἐννοήσεις δ’ἄν τις ἐκ τῶν τοιούτων καὶ τὴν ἐν τοῖς πάθεσιν ἀλογιστίαν, καὶ ὡς ἐν τοῖς τοιούτοις ἀποτυφλούμεθα καιροῖς, ὡς ἂν ἕτεροί τινες γεγονότες τῶν προδιαλελογισμένων. ὅλως δ’, εἴ τις ἐκλέγοι πάντα καὶ παραγράφοι νῦν, ὅσα κατὰ τὸ περὶ παθῶν εἴρηται βιβλίον αὐτῷ, μαχόμενα μὲν οἷς αὐτὸς ὑπέθετο δόγμασιν, ὁμολογοῦντα δὲ τοῖςτε φαινομένοις ἐναργῶς καὶ τῇ Πλάτωνος δόξῃ, μῆκος ἂν ἄμετρόν τι γένοιτο τοῦ βιβλίου. μεστὸν γάρ ἐστιν αὐτῷ τὸ γραμμάτωντε καὶ κρίσεων ἐξίστασθαι λέγοντι, καὶ τῶν προδιαλελογισμένων διὰ τὸν θυμὸν, τὴν ἐπιθυμίαν, τὴν ἡδονὴν, τι τοιοῦτον μανιωδῶςτε κινεῖσθαι, καὶ οὐκ ἐν ἑαυτῷ, οὐ δὲ παρ’ἑαυτῷ εἶναι, τετυφλῶσθαίτε τὴν διάνοιαν, ἀλογίστωςτε φέρεσθαι, καὶ πάνθ’ὅσα τοιαῦτα. τὰς μὲν δὴ τοιαύτας ῥήσεις αὐτοῦ τινὶ κατὰ σχολὴν ἐκλέγειν ἐπιτρέπω.

4.7

δεδειγμένου δὲ ἤδη σαφῶς αὐτῶν τοῦ τύπου, μεταβήσομαι δὴ ἐπί τινα τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων. γοῦν ὅρος οὗτος, φησὶν, τῆς ἄσης, ὥσπερ οὖν καὶ ἄλλοι πολλοὶ τῶν παθῶν, ὑπότε Ζήνωνος εἰρημένοι καὶ πρὸς τοῦ Χρυσίππου γεγραμμένοι, σαφῶς ἐξελέγχουσι τὴν γνώμην αὐτοῦ. δόξαν γὰρ εἶναι, πρόσφατον τὸ κακὸν αὐτῷ παρεῖναι, φησὶ τὴν λύπην. ἐν καὶ συντομώτερον ἐνίοτε λέγοντες ᾧδέ πως προφέρονται · λύπη ἐστὶ δόξα πρόσφατος κακοῦ παρουσίας. εἶναι μὲν δὴ τὸ πρόσφατόν φησι τὸ ὑπόγυον κατὰ τὸν χρόνον, ἀξιοῖ δὲ τὴν αἰτίαν αὐτῶν ῥηθῆναι, δι’ἣν τοῦ κακοῦ δόξα πρόσφατος μὲν οὖσα συστέλλειτε τὴν ψυχὴν καὶ λύπην ἐργάζεται, χρονισθεῖσα δ’ οὐ δ’ὅλως, οὐκ ἔθ’ὁμοίως συστέλλει. καίτοι οὐ δὲ τὸ πρόσφατον ἐχρῆν ἐγκεῖσθαι κατὰ τὸν ὅρον, εἴπερ ἀληθῆ τὰ Χρυσίππου. κατὰ γὰρ τὴν γνώμην αὐτοῦ μᾶλλον τοῦ μεγάλου κακοῦ, ἀνυπομονήτου, ἀκαρτερήτου, καθάπερ αὐτὸς εἴωθεν ὀνομάζειν τὴν λύπην, εἰρῆσθαι ἔδει δόξαν, οὐ προσφάτου. ἔνθα καὶ διχόθεν Ποσειδώνιος ἀντιλέγει τῷ Χρυσίππῳ, κατὰ μὲν τοῦτον τὸν δεύτερον ὁρισμὸν ἀναμιμνήσκων τῶντε σοφῶν καὶ τῶν προκοπτόντων, ὡς ἔμπροσθεν εἴρηται · οἱ μὲν γὰρ ἐν μεγίστοις ἀγαθοῖς, οἱ δ’ἐν μεγίστοις κακοῖς ἑαυτοὺς ὑπολαμβάνοντες εἶναι, ὅμως οὐ γίνονται διὰ τοῦτ’ἐν πάθει · κατὰ δὲ τὸν πρῶτον ἐρωτᾷ τὴν αἰτίαν, δι’ἣν οὐχ τῆς τοῦ κακοῦ παρουσίας δόξα τὴν λύπην, ἀλλ’ πρόσφατος ἐργάζεται μόνη, καί φησι, διότι πᾶν τὸ ἀμέτρητον καὶ ξένον ἀθρόως προσπίπτον ἐκπλήττειτε καὶ τῶν παλαιῶν ἐξίστησι κρίσεων, ἀσκηθὲν δὲ καὶ συνεθισθὲν καὶ χρονίσαν οὐ δ’ὅλως ἐξίστησιν, ὡς κατὰ πάθος κινεῖν, ἐπὶ μικρὸν κομιδῇ, διὸ καὶ προενδημεῖν δεῖν φησι τοῖς πράγμασι, καὶ μήπω παροῦσιν οἷον παροῦσι χρῆσθαι. βούλεται δὲ τὸ προενδημεῖν ῥῆμα τῷ Ποσειδωνίῳ τὸ οἷον προαναπλάττειντε καὶ προτυποῦν τὸ πρᾶγμα παρ’ἑαυτῷ τὸ μέλλον γενήσεσθαι, καὶ ὡς πρὸς ἤδη γενόμενον ἐθισμόν τινα ποιεῖσθαι κατὰ βραχύ. διὸ καὶ τὸ τοῦ Ἀναξαγόρου παρείληφεν ἐνταῦθα, ὡς ἄρα, τινὸς ἀπαγγείλαντος αὐτῷ, τεθνάναι τὸν υἱὸν, εὖ μάλα καθεστηκότως εἶπεν, ᾔδειν θνητὸν γεννήσας, καὶ ὡς τοῦτο λαβὼν Εὐριπίδης τὸ νόημα τὸν Θησέα πεποίηκε λέγοντα · ἐγὼ δὲ παρὰ σοφοῦ τινος μαθὼν Εἰς φροντίδας νοῦν συμφοράςτ’ἐβαλλόμην, Φυγάςτ’ἐμαυτῷ προστιθεὶς πάτρας ἐμῆς Θανάτουςτ’ἀώρους καὶ κακὰς ἄλλας ὁδοὺς, Ὥστ’, εἴ τι πάσχοιμ’ὧν ἐδόξαζόν ποτε, Μή μοι νεαραῖς προσπεσὸν ψυχὴν δάκοι. οὕτω δὲ εἰρῆσθαί φησι καὶ τὰ τοιαῦτα · εἰ μὲν τόδ’ἦμαρ πρῶτον ἦν κακουμένῳ, Καὶ μὴ μακρὰ δὴ διὰ πόνων ἐναυστόλουν, Εἰκὸς σφαδάζειν ἦν ἂν ὡς νεόζυγα Πῶλον, χαλινὸν ἀρτίως δεδεγμένον · νῦν δ’ἀμβλύς εἰμι καὶ κατηρτυκὼς κακῶν. ἔσθ’ὅτε τὰ τοιαῦτα μακρὸς Χρόνος μαλάξει, νῦν δ’ἔθ’ἡβάσκει κακόν. ὅτι δ’ἐν τῷ χρόνῳ μαλάττεται τὰ πάθη, κᾂν αἱ δόξαι μένωσι τοῦ κακόν τι αὐτοῖς γεγονέναι, καὶ Χρύσιππος ἐν τῷ δευτέρῳ περὶ παθῶν μαρτυρεῖ γράφων ᾧδε · ζητήσαι δ’ἄν τις καὶ περὶ τῆς ἀνέσεως τῆς λύπης, πῶς γίνεται, πότερον δόξης τινος μετακινουμένης, πασῶν διαμενουσῶν, καὶ διὰ τί τοῦτ’ἔσται. εἶτ’ἐπιφέρων φησί · δοκεῖ δέ μοι μὲν τοιαύτη δόξα διαμένειν, ὅτι κακὸν αὐτὸ, δὴ πάρεστιν, ἐγχρονιζομένης δ’ἀνίεσθαι συστολὴ καὶ, ὡς οἶμαι, ἐπὶ τὴν συστολὴν ὁρμή. τυχὸν δὲ καὶ ταύτης διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν δυσλόγιστον τούτων γινομένων. οὕτω γὰρ καὶ κλαίοντες παύονται, καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν μὴ ὁμοίας τὰς φαντασίας τὰ ὑποκείμενα ποιῇ, καὶ ἐνίστηταί τι μηθέν. ὃν τρόπον γὰρ θρήνων παῦσις γίνεται, καὶ κλαυθμοὶ, τοιαῦτα εὔλογον καὶ ἐπ’ἐκείνων συντυγχάνειν, ἐν ταῖς ἀρχαῖς μᾶλλον τῶν πραγμάτων κινούντων, καθάπερ ἐπὶ τῶν τὸν γέλωτα κινούντων γίνεσθαι ἔφην, καὶ τὰ ὅμοια τούτοις. ὅτι μὲν οὖν ἐν τῷ χρόνῳ παύεται τὰ πάθη, καίτοι τῆς δόξης διαμενούσης, αὐτὸς Χρύσιππος ὁμολογεῖ · διὰ τίνα μέντοι τὴν αἰτίαν τοῦτο γίνεται, δυσλόγιστον εἶναί φησιν. εἶθ’ἑξῆς ἕτερα παραπλησίως γινόμενα γράφει, περὶ ὧν οὐ δ’αὐτῶν δηλονότι τὴν αἰτίαν ἐπαγγέλλεται γινώσκειν. ἀλλ’οὐ Ποσειδώνιός γε, Χρύσιππε, τὰς αἰτίας τῶν τοιούτων ἀγνοεῖν φησιν, ἀλλ’ἐπαινεῖ καὶ ἀποδέχεται τὰ ὑπὸ τῶν παλαιῶν εἰρημένα, ἐφεξῆς ἐρῶ. σὺ δ’οὔτ’ἐκείνων μνημονεύσας, οὔτ’ἄλλην αὐτὸς εἰπὼν, οἴει λελῦσθαι τὸ ζητούμενον, ἂν ὁμολογήσῃς ἀγνοεῖν τὴν αἰτίαν. καίτοι τό γε συνέχον ὅλην τὴν πραγματείαν τήντε τῶν λογικῶν ζητημάτων καὶ τὴν θεραπευτικὴν τῶν παθῶν οὐδὲν ἄλλο ἐστὶν, τὸ τὰς αἰτίας ἐξευρεῖν, ὑφ’ὧν γίνεταίτε καὶ παύεται τὰ πάθη. οὕτω γὰρ ἄν τις, οἶμαι, καὶ τὴν γένεσιν αὐτῶν κωλύσειε, καὶ γενομένας παῦσαι δυνηθείη. συναναιρεῖσθαι γὰρ εὔλογον οἶμαι ταῖς αἰτίαις τὰςτε γενέσεις καὶ τὰς ὑπάρξεις τῶν πραγμάτων. ταῦτά τοι καὶ ἀπορεῖς κατὰ τὸ περὶ τῶν παθῶν βιβλίον τι καὶ γράψαι τοιοῦτον ἡμῖν, προσέχοντες τὸν νοῦν κωλύσομέντε τῶν παθῶν ἕκαστον γίνεσθαι καὶ γενόμενον ἰασόμεθα, καίτοι καὶ τοῦ Πλάτωνος θαυμαστῶς γράψαντος, ὡς καὶ Ποσειδώνιος ἐπισημαίνεται θαυμάζων τὸν ἄνδρα, καὶ θεῖον ἀποκαλεῖ, ὡς καὶ πρεσβεύων αὐτοῦ τάτε περὶ τῶν παθῶν δόγματα, καὶ τὰ περὶ τῶν τῆς ψυχῆς δυνάμεων, ὅσατε περὶ τοῦ μὴ γίνεσθαι τὴν ἀρχὴν γενόμενα παύεσθαι τάχιστα τῆς ψυχῆς τὰ πάθη γέγραπται πρὸς αὐτοῦ. συνῆφθαι δὲ καὶ τὴν περὶ τῶν ἀρετῶν διδασκαλίαν τούτοις φησὶ, καὶ τὴν περὶ τοῦ τέλους, καὶ ὅλως πάντα τὰ δόγματα τῆς ἠθικῆς φιλοσοφίας ὥσπερ ἐκ μιᾶς μηρίνθου δεδέσθαι τῆς γνώσεως τῶν κατὰ τὴν ψυχὴν δυνάμεων, αὐτόςτε δείκνυσιν, ὡς ὑπὸ θυμοῦ καὶ ἐπιθυμίας γίγνεται τὰ πάθη, καὶ διὰ τίνα τὴν αἰτίαν ἐν τῷ χρόνῳ καθίσταται, κᾂν αἱ δόξαιτε καὶ αἱ κρίσεις ἔτι μένωσι τοῦ κακὸν ὑπάρχειν αὐτοῖς γεγονέναι. προσχρῆται δ’εἰς τοῦτο μάρτυρι καὶ αὐτῷ τῷ Χρυσίππῳ κατὰ τὸ δεύτερον περὶ τῶν παθῶν ᾧδέ πως γράφοντι · περὶ δὲ τῆς λύπης, καὶ ὡς ἂν ἐμπλησθέντες τινὲς, ὁμοίως φαίνονται ἀφίστασθαι, καθάπερ καὶ ἐπὶ Ἀχιλλέως ταῦτα λέγει ποιητὴς πενθοῦντος τὸν Πάτροκλον · ἀλλ’ὅτε δὴ κλαίωντε κυλινδόμενόςτ’ἐκορέσθη, καὶ, Οἱ ἀπὸ πραπίδων ἦλθ’ἵμερος ἠδ’ἀπὸ γυίων, ἐπὶ τὸ παρακαλεῖν ὥρμησε τὸν Πρίαμον τὴν τῆς λύπης ἀλογίαν αὐτῷ παριστάς. εἶτ’ἐφεξῆς ἐπιφέρει καὶ ταῦτα · καθ’ὃν λόγον οὐκ ἂν ἀπελπίσαι τις οὕτως τῶν πραγμάτων ἐγχρονιζομένων, καὶ τῆς παθητικῆς φλεγμονῆς ἀνιεμένης, τὸν λόγον παρεισδυόμενον, καὶ οἱονεὶ χώραν λαμβάνοντα παριστάναι τὴν τοῦ πάθους ἀλογίαν. ἐναργῶς γὰρ ἐν τούτοις Χρύσιππος ὁμολογεῖ, τήντε παθητικὴν φλεγμονὴν ἀνίεσθαι κατὰ τὸν χρόνον, ἔτι τῆς ὑπολήψεώςτε καὶ δόξης μενούσης, ἐμπίπλασθαίτε τῶν παθητικῶν κινήσεων τοὺς ἀνθρώπους, καὶ διὰ τοῦτο παῦλάν τινα λαμβάνοντος τοῦ πάθους καὶ ἡσυχάσαντος, τὸν λόγον ἐπικρατέστερον γίνεσθαι. ταῦτα γὰρ ἀληθῆ μέν ἐστιν, εἴπερ τινὰ καὶ ἄλλα, μάχεται δὲ ταῖς ὑποθέσεσιν αὐτοῦ, καθάπερ καὶ τὰ ἐπιφερόμενα τόνδε τὸν τρόπον ἔχοντα. λέγεται δὲ καὶ τοιαῦτα εἰς τὴν μεταβολὴν τῶν παθῶν · λαιψηρὸς δὲ κόρος στυγεροῖο γόοιο. καὶ ἔτι τὰ τοιαῦτα εἰς τὸ κατὰ τὴν λύπην ἀγωγόν · τοῖς δὲ δυστυχοῦσί πως Τερπνὸν τὸ κλαῦσαι κἀποδύρασθαι τύχας. καὶ ἔτι τούτων ἐφεξῆς · ὡς φάτο, τοῖσι δὲ πᾶσιν ὑφ’ἵμερον ὦρσε γόοιο. καί · τὸν αὐτὸν ἀνέγειρε γόον, ἄναγε πολύδακρυν ἁδονάν. ἔτι δὲ ἀμέλει πάμπολλα καὶ ἄλλα τοιαῦτα παρὰ τῶν ποιητῶν ἀθροῖσαι μαρτύρια τοῦ καὶ λύπης, καὶ δακρύων, καὶ κλαυθμῶν, καὶ θρήνου, καὶ νίκης, καὶ τιμῆς, καὶ πάντωντε τῶν τοιούτων ἐμπίπλασθαι τούς ἀνθρώπους, ἐφ’οἷς οὐδὲν χαλεπόν ἐστι συλλογίζεσθαι τὴν αἰτίαν, δι’ἢν ἐν τῷ χρόνῳ παύεται μὲν τὰ πάθη, κρατεῖ δὲ τῶν ὁρμῶν λόγος. ὡς γὰρ ἐφίεται τὸ παθητικὸν τῆς ψυχῆς οἰκείων τινῶν ὀρεκτικῶν, οὕτως καὶ τυγχανόντων αὐτῶν ἐμπίπλαται, κᾀν τούτῳ τὴν ἑαυτῶν κίνησιν καθίστησιν, ἥτις ἐκράτει τῆς ὁρμῆς τοῦ ζώου, καὶ καθ’ἑαυτὴν ἦγεν ἐφ’ τι παρήγετο. οὔκουν ἀσυλλόγιστοι τῆς παύλας τῶν παθῶν εἰσιν αἱ αἰτίαι, καθάπερ Χρύσιππος ἔλεγεν, ἀλλὰ καὶ πάνυ σαφεῖς τῷ γε μὴ βουλομένῳ φιλονεικεῖν τοῖς παλαιοῖς. οὐδὲν γὰρ οὕτως ἐναργές ἐστιν, ὡς τὸ δυνάμεις τινάς ἐν ταῖς ἡμετέραις εἶναι ψυχαῖς ἐφιεμένας φύσει, τὴν μὲν ἡδονῆς, τὴν δὲ κράτους καὶ νίκης, ἃς ἐναργῶς ὁρᾶσθαί φησι κᾀν τοῖς ἄλλοις ζώοις Ποσειδώνιος, ὥσπερ καὶ ἡμεῖς ἐπεδείξαμεν εὐθὺς ἐν ἀρχῇ τοῦ πρώτου γράμματος. ἐπιμέμφεται δ’ὀρθῶς τοῦ Χρυσίππου κᾀν τῷ φάναι · τυχὸν δὲ, τῆς ὁρμῆς διαμενούσης, οὐχ ὑπακούσεται τὰ ἑξῆς διὰ ποιὰν ἄλλην ἐπιγινομένην διάθεσιν. ἀμήχανον γὰρ εἶναί φησι, παρεῖναι μὲν τὴν ὁρμὴν, ὑπ’ἄλλης δέ τινος αἰτίας κωλύεσθαι τὴν κατ’αὐτὴν ἐνέργειαν. ὅθεν κᾀπειδὰν λέγῃ, οὕτω γὰρ καὶ κλαίοντες παύονται, καὶ μὴ βουλόμενοι κλαίειν κλαίουσιν, ὅταν ὁμοίας τὰ ὑποκείμενα φαντασίας ποιῇ, τὴν αἰτίαν ἐρωτᾷ κᾀνταῦθα Ποσειδώνιος, δι’ἣν καὶ οἱ πολλοὶ μὴ βουλόμενοι πολλάκις κλαίουσιν, ἐπισχεῖν μὴ δυνάμενοι τὰ δάκρυα, καὶ ἄλλοι κλαίειν ἔτι βουλόμενοι φθάνουσιν ἔτι παυόμενοι ἤτοι διὰ τὰς παθητικὰς κινήσεις σφόδρα ἐγκειμένας, ὡς μὴ κρατεῖσθαι πρὸς τῆς βουλήσεως, παντελῶς πεπαυμένας, ὡς μηκέτ’ἐπεγείρεσθαι δύνασθαι πρὸς αὐτῶν. οὕτω γὰρ τε τοῦ λόγου μάχητε καὶ διαφορὰ πρὸς τὸ πάθος εὑρεθήσεται, καὶ τῆς ψυχῆς αἱ δυνάμεις ἐναργῶς σωθήσονται, οὐ μὰ Δία, ὡς Χρύσιππός φησι, διά τινας αἰτίας ἀσυλλογίστους τούτων γινομένων, ἀλλὰ διὰ τὰς ὑπὸ τῶν παλαιῶν εἰρημένας. οὐ γὰρ Ἀριστοτέλης μόνον Πλάτων ἐδόξαζον οὕτως, ἀλλ’ἔτι πρόσθεν ἄλλοιτέ τινες καὶ Πυθαγόρας, ὡς καὶ Ποσειδώνιός φησιν, ἐκείνου πρώτουτε εἶναι λέγων τὸ δόγμα, Πλάτωνα δ’ἐξεργάσασθαι καὶ κατασκευάσαι τελεώτερον αὐτό. διὰ τοῦτο τοίνυν καὶ τὰ ἔθη φαίνεται πλεῖστον δυνάμενα καὶ ὅλος χρόνος εἰς τὰς παθητικὰς κινήσεις. ἐν μὲν γὰρ τοῖς ἔθεσιν οἰκειοῦται κατὰ βραχὺ τὸ τῆς ψυχῆς ἄλογον, οἷς ἂν ἐντρέφηται, κατὰ δὲ τὸν χρόνον, ὡς προείρηται, παῦλα γίνεται τῶν παθῶν ἐμπιπλαμένων τῶν ἀλόγων τῆς ψυχῆς δυνάμεων, ὧν ἐπεθύμουν ἔμπροσθεν. αἱ δὲ λογικαὶ γνώσειςτε καὶ κρίσεις καὶ ὅλως ἐπι στῆμαι πᾶσαι καὶ τέχναι διὰ τὸν χρόνον αὐτὸν μόνον ψιλὸν οὔτε δύσλυτοι φαίνονται γίγνεσθαι, καθάπερ οἱ κατὰ πάθος ἐθισμοὶ, οὔτε μετατίθεσθαίτε καὶ παύεσθαι, καθάπερ λύπη καὶ ἄλλα πάθη τίς γὰρ τοῦ τὰ δὶς δύο τέσσαρα εἶναι διὰ τὸν χρόνον ἐμπλησθεὶς ἀπέστη καὶ μετεδόξασεν; τίς τοῦ μὴ πάσας εἶναι τὰς ἐκ τοῦ κέντρου τοῦ κύκλου; καθ’ἕκαστόντε τῶν ἄλλων θεωρημάτων οὐδείς ἐστιν ὅστις ἐμπλησθεὶς ἀπέθετο τὴν παλαιὰν δόξαν, ὥσπερ ἀποτίθεται τὸ κλαίειντε καὶ λυπεῖσθαι, καὶ στένειν, οἰμώζειντε καὶ θρηνεῖν, ὅσατε ἄλλα τοιαῦτα, κᾂν αἱ περὶ τῶν γεγενημένων ὡς κακῶν ὁμοίαι διαμένωσιν ὑπολήψεις. ἱκανὰ μὲν οἶν ἀμέλει καὶ ταῦτα πρὸς ἔνδειξιν ὧν οὐκ ὀρθῶς ἔγραψεν Χρύσιππος ὑπέρτε τῶν τῆς ψυχῆς παθῶν, καὶ πολὺ πρότερον ἔτι περὶ τῶν ἐργαζομένων αὐτὰ δυνάμεων. οὐ μὴν ἀλλὰ διὰ τοῦ πέμπτου γράμματος ἔγνωκα περὶ τῶν αὐτῶν ἔτι διαλεχθῆναι, παραλείπων μὲν τὰ πλεῖστα τῶν οὐκ ὀρθῶς εἰρημένων αὐτῷ, μόνων δὲ ἐκείνων μνημονεύων, ἐν οἷς ἐναντιολογεῖται πρὸς ἑαυτὸν, ἐναντίατε τολμᾷ φθέγγεσθαι τοῖς ἐναργῶς φαινομένοις. ἐπιμνησθήσομαι δ’ἐν αὐτοῖς ἔτι καὶ τῶν ὑπὸ τοῦ Ποσειδωνίου πρὸς τὸν Χρύσιππον ἀντειρημένων.