Galen

On Temperaments, 1

1.1

ὅτι μὲν οὖν ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὰ μὲν ζώων σώματα κέκραται, καὶ ὡς οὐκ ἴση πάντων ἐστὶν ἐν τῇ κράσει μοῖρα, παλαιοῖς ἀνδράσιν ἱκανῶς ἀποδέδεικται, φιλοσόφωντε καὶ ἰατρῶν τοῖς ἀρίστοις · εἴρηται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν τὰ εἰκότα δι’ἑτέρου γράμματος, ἐν περὶ τῶν καθ’Ἱπποκράτην στοιχείων ἐσκοπούμεθα. νυνὶ δὲ, ὅπερ ἐστὶν ἐφεξῆς ἐκείνῳ, τῶν κράσεων ἁπάσας ἐξευρεῖν τὰς διαφορὰς, ὁπόσαιτέ εἰσι καὶ ὁποῖαι, κατ’εἴδητε καὶ γένη διαιρούμενος, ἐν τῷδε τῷ γράμματι δίειμι, τὴν ἀρχὴν ἀπὸ τῆς τῶν ὀνομάτων ἐξηγήσεως ποιησάμενος. ἐπειδὰν μὲν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ κεκρᾶσθαι λέγωσι τὰ σώματα, τῶν ἄκρως τοιούτων ἀκούειν φασὶ χρῆναι, τοῦτ’ἔστι τῶν στοιχείων αὐτῶν, ἀέρος, καὶ πυρὸς, καὶ ὕδατος, καὶ γῆς. ἐπειδὰν δὲ ζῶον, φυτὸν, θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν, οὐκέθ’ὡσαύτως. οὐ δὲ γὰρ δύνασθαι ζῶον οὐδὲν οὔτ’ἄκρως θερμὸν ὑπάρχειν, ὡς πῦρ, οὔτ’ἄκροις ὑγρὸν, ὡς ὕδωρ · ὡσαύτως δὲ οὐ δὲ ψυχρὸν ξηρὸν ἐσχάτως · ἀλλ’ἀπὸ τοῦ πλεονεκτοῦντος ἐν τῇ κράσει γίνεσθαι τὰς προσηγορίας, ὑγρὸν μὲν καλούντων ἡμῶν, ἐν πλείονος ὑγρότητός ἐστι μοῖρα, ξηρὸν δὲ, ἐν ξηρότητος · οὕτω δὲ καὶ θερμὸν μὲν, ἐν τὸ θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖ, ψυχρὸν δὲ, ἐν τὸ ψυχρὸν τοῦ θερμοῦ. αὕτη μὲν τῶν ὀνομάτων χρῆσις.

1.2

ὥρα δ’ἂν εἴη λέγειν ἤδη καὶ περὶ τῶν κράσεων αὐτῶν. μὲν δὴ πλείστη δόξα τῶν ἐπιφανεστάτων ἰατρῶντε καὶ φιλοσόφων, ὑγρὰν εἶναι καὶ θερμὴν κρᾶσιν, ἑτέραν τῆς ὑγρᾶς καὶ ψυχρᾶς, καὶ τρίτην ἐπὶ ταύταις τὴν ξηρὰν καὶ ψυχρὰν, ἑτέραν τῆς ξηρᾶςτε ἅμα καὶ θερμῆς. ἔνιοι δ’ἐξ αὐτῶν ὑγρὰν μέν τινα καὶ ψυχρὰν ἅμα κρᾶσιν ὑπάρχειν φασὶ, θερμὴν ἅμα καὶ ξηρὰν ἑτέραν · οὐ μὴν οὔτε τὴν ὑγρὰν ἅμα καὶ θερμὴν, οὔτε τὴν ψυχρὰν ἅμα καὶ ξηράν. οὐ γὰρ ἐγχωρεῖν οὔθ’ὑγρότητα πλεονεκτούσῃ θερμότητι συνδραμεῖν, οὔτε ξηρότητα ψυχρότητι. δαπανᾶσθαι μὲν γὰρ ὑπὸ τοῦ θερμοῦ κρατοῦντος τὴν ὑγρότητα, καὶ οὕτως θερμὸν ἅμα καὶ ξηρὸν γίνεσθαι τὸ σῶμα, μένειν δὲ ἄπεπτόντε καὶ ἀκατέργαστον, ἐν οἶς ἂν σώμασιν ἀρρωστῇ τὸ θερμὸν, ὥστ’ἀναγκαῖον εἶναι, θερμότητος μὲν ἐπικρατούσης, ἕπεσθαι ξηρότητα, ψυχρότητος δὲ πλεονεκτούσης, ἀκολουθεῖν ὑγρότητα. οὗτοι μὲν οὖν κατὰ τάδε πεπείκασι σφᾶς αὐτοὺς, ὡς δύο εἰσὶ πᾶσαι τῶν κράσεων αἱ διαφοραί. ὅσοι δὲ τέτταρας εἶναι νομίζουσι, διχῶς τούτοις ἀντιλέγουσιν · ἔνιοι μὲν εὐθὺς τὸ πρῶτον ἀξίωμα μὴ συγχωροῦντες, ὡς ἐξικμάζεσθαι τὴν ὑγρότητα πρὸς τοῦ θερμοῦ κρατοῦντος ἀναγκαῖόν ἐστιν · ἔνιοι δὲ τοῦτο μὲν συγχωροῦσιν, ἀμφισβητοῦσι δὲ ἑτέρως. οἱ μὲν δὴ πρῶτοι τοῦ θερμοῦ μὲν ἔργον εἶναί φασι τὸ θερμαίνειν, ὥσπερ καὶ τοῦ ψυχροῦ τὸ ψύχειν, τοῦ ξηροῦ δ’αὖ τὸ ξηραίνειν, ὥσπερ καὶ τοῦ ὑγροῦ τὸ ὑγραίνειν. καὶ διὰ τοῦτο, ὅσα μὲν σώματα θερμὰ τὴν φύσιν ἐστὶν ἅμα καὶ ξηρὰ, καθάπερ τὸ πῦρ, μὲν θερμὰ, θερμαίνει, δὲ ξηρὰ, ξηραίνει. ὅσα δ’ὑγρὰ καὶ θερμὰ, καθάπερ ὕδωρ θερμὸν, ὑγραίνειν ταῦτα καὶ θερμαίνειν πέφυκεν ἀεὶ, ἓν ἑκατέρας κᾀνταῦθα ποιότητος ἔργον ἐχούσης ἀχώριστον. οὐκ οὖν συγχωροῦσιν, εἴ τι θερμαῖνόν ἐστιν, εὐθὺς τοῦτο καὶ ξηραίνειν · ἀλλ’εἰ μὲν ὑγρότης προσείη τῇ θερμότητι, θερμαίνειν ἅμα καὶ ὑγραίνειν, ὥσπερ τὰ λουτρὰ τῶν γλυκέων ὑδάτων · εἰ δ’, ὥσπερ θερμὸν, οὕτω καὶ ξηρὸν εἴη, καθάπερ τὸ πῦρ, οὐ θερμαίνειν μόνον, ἀλλὰ καὶ ξηραίνειν εὐθὺς, οὐκ ἐκ τῆς θερμότητος τοῦτο λαβὸν, ἀλλ’ἐκ τῆς συνούσης αὐτῇ ξηρότητος. ὑπομιμνήσκουσι δ’ἐνταῦθα τῶν ἐν ἡλίῳ θερινῷ διατριψάντων ἐπιπλέον, εἶθ’, ὡς εἰκὸς, αὐανθέντων, ὅλοντε τὸ σῶμα καὶ ξηρὸν καὶ αὐχμηρὸν ἐχόντων, καὶ διψώντων οὐκ ἀνεκτῶς. ἴασιν γὰρ αὐτοῖς εἶναί φασιν ἑτοίμηντε καὶ ῥᾴστην, οὐκ εἰ πίοιεν μόνον, ἀλλὰ εἰ καὶ λούσαιντο θερμοῖς ὕδασι καὶ γλυκέσιν, ὡς τῆς ὑγρότητος, εἴτε μετὰ ψυχρότητος, εἴτε μετὰ θερμότητος εἴη, τὸ ἑαυτῆς δρᾷν δυναμένης, ὑγραίνειν γὰρ τὰ πλησιάζοντα. κατὰ δὲ τὸν αὐτὸν λόγον φασὶ καὶ τὴν ξηρότητα ξηραίνειν ἀεί. τὸν γοῦν βορρᾶν, ξηρὸν καὶ ψυχρὸν ἄνεμον τυγχάνοντα, ξηραίνειν ἅπαντα καὶ ψύχειν. καὶ τοῦτ’εἶναι τὸ πρὸς Ὁμήρου λεγόμενον, Ὡς δ’ὅτ’ὀπωρινὸς βορέης νεοαρδέ’ἀλωὴν Αἶψα ξηραίνει. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ τὸν τοῦ μήκωνος ὀπὸν καὶ ἄλλα μυρία φάρμακα ξηραίνειν ἅμα καὶ ψύχειν. ὥστ’οὐκ ἀναγκαῖον, οὔτ’εἴ τι ψυχρὸν, εὐθὺς τοῦτο καὶ ὑγρὸν ὑπάρχειν, οὔτ’, εἴ τι θερμὸν, εὐθὺς καὶ ξηρόν · οὔκουν οὐ δὲ τὴν θερμὴν κρᾶσιν ἐξ ἀνάγκης εἶναι καὶ ξηρὰν, ἀλλὰ δύνασθαί ποτε τὸ μὲν θερμὸν τοῦ ψυχροῦ πλεονεκτεῖν ἐν τῇ κράσει τοῦ ζώου, τὸ δ’ὑγρὸν τοῦ ξηροῦ. καὶ γὰρ δὴ καὶ τὴν γένεσιν, καὶ τὴν ἀλλοίωσιν, καὶ τὴν μεταβολὴν ἐκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γίνεσθαι. τίς γὰρ οὖν εἰπὼν, ὅτι τὸ λευκὸν ἠλλοιώθητε καὶ μετέβαλεν, ἐγένετο γὰρ θερμὸν, οὐκ ἂν εἴη καταγέλαστος; ἐπιζητεῖ γὰρ λόγος, οὐ τὴν κατὰ ψυχρὸν καὶ θερμὸν ἀντίθεσιν, ἀλλὰ τὴν κατὰ τὸ χρῶμα μεταβολήν · μεταβάλλει γὰρ τὸ μὲν λευκὸν εἰς τὸ μέλαν, ὥσπερ καὶ τὸ μέλαν εἰς τὸ λευκὸν, καὶ τὸ θερμὸν αὖ εἰς τὸ ψυχρὸν, ὥσπερ καὶ τὸ ψυχρὸν εἰς τὸ θερμόν. οὕτω δὲ καὶ τὸ μὲν ὑγρὸν εἰς τὸ ξηρὸν, τὸ δ’αὖ ξηρὸν εἰς τὸ ὑγρόν. εἰ γὰρ δὴ φάσκει τις ἠλλοιῶσθαι τὸ σῶμα τῷ τέως ὑγρὸν ὑπάρχον εἶναι νῦν λευκὸν, τῷ τέως ξηρὸν ὂν τὸ νῦν φαίνεσθαι μέλαν, οὐκ ἂν ὑγιαίνειν δόξειεν. εἰ δέ γε τὸ τέως ὑγρὸν τὸ νῦν ξηρὸν φαίη γενέσθαι, τὸ πρότερον ὑπάρχον μέλαν νῦν εἶναι λευκὸν, ἐκ θερμοῦ ψυχρὸν, ἐκ ψυχροῦ θερμὸν γεγονέναι, σωφρονεῖν ἂν δόξειεν τοιοῦτος, καὶ λέγειν τὰ εἰκότα. τὸ γὰρ μεταβάλλον, μεταβάλλει, ταύτῃ μεταχωρεῖν δεῖ πρὸς τοὐναντίον. ἐγένετο γοῦν γίγνεται μουσικὸς ὅδε, φαμὲν, ἐξ οὐ μουσικοῦ δηλονότι, καὶ γραμματικὸς ἐξ οὐ γραμματικοῦ, καὶ ῥητορικὸς ἐξ οὐ ῥητορικοῦ · τὸ δ’ἐκ μουσικοῦ γραμματικὸν, ἐκ γραμματικοῦ μουσικὸν, ἐξ ἄλλου τινὸς τῶν ἑτερογενῶν γίνεσθαί τι λέγειν ἄτοπον. ἐγχωρεῖ γὰρ τὸν τέως γραμματικὸν νῦν μουσικὸν γεγονέναι, προσκτησάμενον τῇ γραμματικῇ τὴν μουσικὴν, οὐκ ἀποβαλόντα τὴν γραμματικήν. καὶ μὴν εἰ προσεκτήσατό τι, μένοντος τοῦ προτέρου, παντί που δῆλον, ὡς οὐκ ἠλλοιώθη κατὰ τὸ μένον. ὥστ’οὐκ ἐκ γραμματικοῦ μουσικὸς ἐγένετο · καὶ γὰρ καὶ νῦν ἔτι γραμματικός ἐστιν · ἀλλ’ἐξ ἀμούσου μουσικός · οὐ γὰρ ἔτ’ἐγχωρεῖ μένειν αὐτὸν ἄμουσον, μουσικόν γε ἤδη γεγονότα. πασῶν γοῦν τῶν μεταβολῶν ὑπὸ τῶν ἐναντίωντε κᾀκ τῶν ἐναντίων εἰς τὰ ἐναντία γιγνομένων, δηλονότι καὶ τὸ ὑγρὸν, εἰ μεταβάλλει ποτὲ, καθ’ὅσον ὑγρὸν, αὐτότε ξηρανθήσεται καὶ τὸ ξηραῖνον αὐτὸ ξηρὸν λεχθήσεται. μὴ τοίνυν λεγόντων, φασὶν, ὡς θερμὴν ἅμα καὶ ὑγρὰν κρᾶσιν οὐκ ἐγχωρεῖ γενέσθαι. θερμὴν μὲν γὰρ ἅμα καὶ ψυχρὰν εἶναι τὴν αὐτὴν, ὑγρὰν ἅμα καὶ ξηρὰν οὐκ ἐγχωρεῖ · συνυπάρχειν γὰρ ἀλλήλαις οὐχ οἷόντε καθ’ἓν καὶ ταὐτὸ σῶμα τὰς ἐναντίας ποιότητας · ἅμα δ’ὑγρόν τι καὶ θερμὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν εἶναι δυνατὸν, ὡς τε λόγος ἀπέδειξε καὶ τὰ σμικρῷ πρόσθεν εἰρημένα παραδείγματα. τοιοῦτος μὲν οὖν τῶν προτέρων λόγος. δὲ τῶν δευτέρων οὐδὲν ἄτοπον εἶναί φησιν, ὑποκειμένου τοῦ θερμοῦ δραστικωτάτου τῶν τεττάρων, ὡς μὴ μόνον εἰς τὸ ψυχρὸν, ἀλλὰ καὶ εἰς τὸ ὑγρὸν ἐνεργεῖν, εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ὅταν ἐς ταὐτὸ ἅμα συνέλθῃ πλῆθος ὑγρότητόςτε καὶ θερμότητος εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου. δὲ λόγος ἐκείνων οὐχ, ὡς οὐκ ἄν ποτε γένοιτο καθ’ἓν καὶ ταὐτὸ σῶμα τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ, δείκνυσιν, ἀλλ’ὡς οὐκ ἂν διαμείναι τοιοῦτο ἄχρι παντός · ἀεὶ γὰρ ἐξικμαζόμενον ὑπὸ τοῦ θερμοῦ τὸ ὑγρὸν ἐν τῷ χρόνῳ ξηρὸν ἀποδείξει τὸ σῶμα · καὶ οὕτως οὐκ ἂν ἔτι θερμὸν καὶ ὑγρὸν, ἀλλὰ θερμὸν εἴη καὶ ξηρόν · αὐτὸ δ’οὖν πάλιν τοῦτο, τὸ θερμὸν καὶ ξηρὸν, ἐπὶ προήκοντι τῷ χρόνῳ ξηρὸν ἔσται καὶ ψυχρόν. ἐπειδὰν γὰρ ἐκβοσκήσηται τὴν ἰκμάδα πᾶσαν αὐτοῦ τὸ θερμὸν, ἄρχεται τοὐντεῦθεν ἤδη, φασὶ, καὶ αὐτὸ μαραίνεσθαι, μηκέτ’εὐποροῦν τροφῆς, ὅθεν ἐξήπτετο. θαυμαστὸν οὖν οὐδὲν εἶναι νομίζουσι, καὶ κατ’ἀρχὰς μὲν εὐθὺς ἐν τῇ πρώτῃ γενέσει τοῦ ζώου συνδραμεῖν εἰς ταὐτὸ τὸ ὑγρὸν τοῦ ξηροῦ πλέον, τὸ θερμὸν τοῦ ψυχροῦ. δυνατὸν δὲ κᾀν τῷ χρόνῳ προϊόντι γίνεσθαι τὴν τέως θερμὴν καὶ ὑγρὰν κρᾶσιν αὖθις θερμὴν καὶ ξηρὰν, ὥσπερ γε καὶ αὖθις πάλιν τὴν ξηρὰν καὶ θερμὴν, ἀποσβεννυμένου τοῦ θερμοῦ, ψυχρὰν καὶ ξηρὰν ἀποτελεσθῆναι. ὅτι μὲν οὖν ἐγχωρεῖ καὶ θερμὴν ἅμα καὶ ὑγρὰν εἶναί τινα, καὶ ψυχρὰν καὶ ξηρὰν ἑτέραν τῆσδε κρᾶσιν, ἐκ τούτων ἀποδεικνύουσιν. ὅτι δὲ πλείους τῶν τεττάρων διαφορὰς κράσεων ἀδύνατον ὑπάρχειν, ἐκ τῶνδε πειρῶνται διδάσκειν. ὑποκειμένων γὰρ, φασὶ, τεττάρων ποιοτήτων, εἰς ἀλλήλαςτε τὸ δρᾷν καὶ πάσχειν ἐχουσῶν, θερμότητόςτε καὶ ψυχρότητος, καὶ ξηρότητος καὶ ὑγρότητος, ἀντιθέσεις γίνεσθαι δύο, τὴν μὲν ἑτέραν, ἐν τὸ θερμὸν ἀντίκειται τῷ ψυχρῷ, τὴν δ’ἑτέραν, ἐν τὸ ξηρὸν τῷ ὑγρῷ, καὶ διὰ τοῦτο τέτταρας ἀποτελεῖσθαι τὰς πάσας συζυγίας. ἓξ μὲν γὰρ γίνεσθαι τῶν τεττάρων ἀλλήλαις ἐπιπλεκομένων τὰς συζεύξεις, ἀλλὰ τὰς δύο τούτων ἀδυνάτους ὑπάρχειν. οὔτε γὰρ ὑγρὸν ἅμα καὶ ξηρὸν, οὔτε ψυχρὸν ἅμα καὶ θερμὸν δύναται γενέσθαι σῶμα. λείπεται γοῦν τέτταρας εἶναι συζυγίας κράσεων, ὑγρὰς μὲν δύο, ξηρὰς δὲ δύο, θερμότητι καὶ ψυχρότητι διῃρημένας. μὲν οὖν οἱ χαριέστατοι τῶν πρὸ ἡμῶν ἰατρῶντε καὶ φιλοσόφων εἰρήκασι, ταῦτά ἐστιν. δ’ἐγὼ παραλιπεῖν αὐτοὺς νομίζω, λέγειν ἤδη καιρός.

1.3

ἕν μὲν δὴ καὶ πρῶτον, ὅτι τὴν εὔκρατον φύσιν, ὥσπερ οὐκ ἀρετῇτε ἅμα καὶ δυνάμει προὔχουσαν, ἐπελάθοντότε καὶ τελέως παρέλιπον, ὥσπερ μη δ’ὅλως οὖσαν, καίτοι μη δὲ φθέγξασθαί τι χωρὶς ἐκείνης ὑπὲρ τῶν ἄλλων δυνάμενοι. τὸ γοῦν ἐν τῇ θερμῇ κράσει πλεονεκτεῖν τὸ θερμὸν, ἐν τῇ ψυχρᾷ τὸ ψυχρὸν, οὐ δ’ἐπινοῆσαι δυνατὸν ἄνευ τοῦ πρότερον ἐπιθέσθαι τὴν εὔκρατον. οὐ δὲ γὰρ οὐ δὲ τὴν ὑγιεινὴν δίαιταν εἰς ἄλλο τι βλέποντες ἐξευρίσκουσιν, τὴν εὔκρατον ἐκείνην φύσιν · τὸ μὲν θερμότερον τοῦ δέοντος σῶμα κελεύοντες ἐμψύχειν, τὸ δ’αὖ ψυχρότερον θερμαίνειν · ὡσαύτως τὸ μὲν ὑγρότερον ξηραίνειν, τὸ δὲ ξηρότερον ὑγραίνειν, ἀντεισάγοντες ἀεὶ δηλονότι τῷ πλεονάζοντι τὸ λεῖπον, ὡς εὔκρατόν τινα καὶ μέσην ἐργάσασθαι κατάστασιν. ἣν οὖν ἀεὶ μεταδιώκουσιν, καὶ πρὸς ἣν ἀποβλέποντες ἐπανορθοῦνται τὰς δυσκράτους, ἐγὼ μὲν ἠξίουν ἁπασῶν πρῶτον λέγεσθαι πρὸς αὐτῶν. οἳ δ’ἄρα τοσοῦτον ἀποδέουσι τοῦ μεμνῆσθαι ταύτης, ὥσθ’ὅλως παραλείπουσιν αὐτήν. ἀλλ’οὐ παραλέλειπται, φασὶν ἐξ αὐτῶν ἔνιοι, ἐν γὰρ τῇ θερμῇ καὶ ὑγρᾷ περιέχεται. καὶ πῶς οὐχὶ πέντε λέγετε τὰς πάσας εἶναι κράσεις, ἀλλὰ τέτταρας, εἴπερ τῆς ἀρίστης μέμνησθε; δυοῖν γὰρ θάτερον, τῶν δυσκράτων ἀνάγκη παραλελεῖφθαι μίαν, τὴν εὔκρατον. ἐγὼ μὲν δὴ σαφῶς οἶδα τὴν εὔκρατον αὐτοὺς παραλιπόντας, ἐξ ὧν ἀξιοῦσιν. ἐπειδὰν γὰρ θερμὴν καὶ ξηρὰν, καὶ ψυχρὰν καὶ ὑγρὰν, τινα ἄλλην λέγωσι κρᾶσιν, οὐ τῶν ἄκρων ἀκούειν ἡμᾶς χρῆναι ποιοτήτων, ἀλλὰ κατὰ τὴν πλεονεκτοῦσαν ἀεὶ γίνεσθαι προσηγορίαν. εἰ δ’οὐ βούλονται τὴν εὔκρατον παραλελεῖφθαι, τῶν ἄλλων τινὰ δειχθήσονται παραλιπόντες. ἔστω γὰρ εὔκρατον εἶναι τὴν ὑγρὰν καὶ θερμὴν, ὥσπερ αὐτοὶ βούλονται. παραλελοίπασιν ἄρα σαφῶς τὴν ἀντικειμένην τῇ ψυχρᾷ καὶ ξηρᾷ δυσκρασίᾳ, ἐν τὸ ὑγρὸν πλεονεκτεῖ καὶ τὸ θερμόν. ἀλλ’αὐτὴ, φασὶν, ἐστὶν ἥδε. καὶ πῶς ἐνδέχεται καὶ πλεονεκτεῖν ἅμα τὸ θερμὸν καὶ μὴ πλεονεκτεῖν, καὶ κρατεῖσθαι καὶ μὴ κρατεῖσθαι τὸ ψυχρόν; εἰ μὲν γὰρ εὔκρατός ἐστιν, οὐδὲν οὐδενὸς ἀμέτρως ἐπικρατεῖ, εἰ δὲ δύσκρατος, ἀνάγκη πλεονεκτεῖν τι τῶν ἐκ τῆς ἀντιθέσεως. ἀλλ’αὐτὸ τοῦτο, φασὶν, ἴδιόν ἐστι τῆς εὐκράτου, τὸ κρατεῖν ἐν αὐτῇ τὸ μὲν θερμὸν τοῦ ψυχροῦ, τὸ δ’ὑγρὸν τοῦ ξηροῦ · κρατήσαντος γὰρ τοῦ ψυχροῦ, μετρίως μὲν, οὐκ ἀγαθὴν εἶναι τὴν κρᾶσιν, ἔτι δὲ μᾶλλον, νόσον ἤδη γίνεσθαι, καθάπερ, εἰ καὶ σφοδρῶς κρατήσειε, θάνατον · οὕτω δὲ κᾀπὶ τοῦ ξηροῦ συμπίπτειν ἐν ἀρχῇ μὲν δυσκρασίαν, ἐπὶ πλέον δὲ νόσον, ἐπὶ πλεῖστον δὲ κρατήσαντος, θάνατον · ὥσπερ οὐχὶ κᾀπὶ τῆς ὑγρᾶς καὶ θερμῆς ταῦτα συμπίπτοντα. τίς γὰρ ἂν οὐχ ὁμολογήσειεν, ὡς, ἐπειδὰν μὲν ἐπ’ὀλίγον τὸ θερμὸν τοῦ ψυχροῦ τύχοι πλεονεκτῆσαν, τὸ ὑγρὸν τοῦ ξηροῦ, δυσκρασίαν οὕτως γιγνομένην · ἐπειδὰν δ’ἐπὶ πλέον, νόσον · ἐπειδὰν δ’ἐπὶ πλεῖστον, θάνατον. γὰρ αὐτὸς ἐπ’ἀμφοῖν λόγος. μη δὲ τὰς ἀμέτρως ὑγρὰς καὶ θερμὰς καταστάσεις αἰτιώμεθα, μη δ’ὅσα μεθ’ὑγρότητος ἀμέτρου νοσήματα συνίσταται θερμὰ, μη δὲ ταῦτ’ὁμολογῶμεν εἶναι νοσήματα. πρὸς δὴ τοὺς τοιούτους λόγους ἀπομαχόμενοί τινες τῶν ἀπ’Ἀθηναίου τοῦ Ἀτταλέως ὁμόσε χωροῦσιν, οὔτε κατάστασιν ὑγρὰν καὶ θερμὴν μέμφεσθαι λέγοντες, οὔθ’εὑρεθῆναί τι νόσημα φάσκοντες ὑγρὸν καὶ θερμὸν, ἀλλὰ πάντως θερμὸν καὶ ξηρὸν ὑπάρχειν, ὡς τὸν πυρετὸν, ψυχρὸν καὶ ὑγρὸν, ὡς τὸν ὕδερον, ψυχρὸν καὶ ξηρὸν, ὡς τὴν μελαγχολίαν. ἐπιμέμνηνται δ’ἐνταῦθα καὶ τῶν ὡρῶν τοῦ ἔτους, ὑγρὸν μὲν καὶ ψυχρὸν εἶναι τὸν χειμῶνα φάσκοντες, ξηρὸν δὲ καὶ θερμὸν τὸ θέρος, καὶ ψυχρὸν καὶ ξηρὸν τὸ φθινόπωρον, εὔκρατον δ’ἅμα καὶ θερμὴν καὶ ὑγρὰν ὥραν καλοῦσι τὸ ἔαρ · οὕτω δὲ καὶ τῶν ἡλικιῶν τὴν παιδικὴν εὔκρατόντε καὶ θερμὴν καὶ ὑγρὰν εἶναί φασι. δηλοῦσθαι δὲ τὴν εὐκρασίαν αὐτῆς νομίζουσι κᾀκ τῶν ἐνεργειῶν τῆς φύσεως, ἐρρωμένων τηνικαῦτα μάλιστα. καὶ μὲν δὴ καὶ τὸν θάνατόν φασιν εἰς ξηρότητα καὶ ψύξιν ἄγειν τὰ τῶν ζώων σώματα. καλεῖσθαι γοῦν ἀλίβαντας τοὺς νεκροὺς, ὡς ἂν μηκέτι λιβάδα καὶ ὑγρότητα κεκτημένους οὐδεμίαν, ἐξατμισθέντας ἅμα διὰ τὴν ἀποχώρησιν τοῦ θερμοῦ, καὶ παγέντας ὑπὸ τῆς ψύξεως. ἀλλ’εἴπερ θάνατος, φασὶ, τοιοῦτος, ἀναγκαῖον ἤδη τὴν ζωὴν, ὡς ἂν ἐναντίαν ὑπάρχουσαν αὐτῷ, θερμήντε εἶναι καὶ ὑγράν · καὶ μὴν εἴπερ ζωὴ, φασὶ, θερμόν τι χρῆμα καὶ ὑγρόν ἐστιν, ἀνάγκη πᾶσα, καὶ τὴν ὁμοιοτάτην αὐτῇ κρᾶσιν ἀρίστην ὑπάρχειν, εἰ δὲ τοῦτο παντί που δῆλον, ὡς εὐκρατοτάτην, ὥστ’εἰς ταὐτὸ συμβαίνειν ὑγρὰν καὶ θερμὴν φύσιν εὐκράτῳ, καὶ μηδὲν ἄλλο εἶναι τὴν εὐκρασίαν, τῆς ὑγρότητόςτε καὶ θερμότητος ἐπικρατούσης. οἱ μὲν δὴ τῶν ἀμφὶ τὸν Ἀθήναιον λόγοι τοιοίδε. δοκεῖ δέ πως αὐτὴ δόξα καὶ Ἀριστοτέλους εἶναι τοῦ φιλοσόφου, καὶ Θεοφράστου γε μετ’αὐτὸν, καὶ τῶν Στωϊκῶν, ὥστε καὶ τῷ πλήθει τῶν μαρτύρων ἡμᾶς δυσωποῦσιν. ἐγὼ δὲ περὶ μὲν Ἀριστοτέλους, ὅπως ἐγίνωσκεν ὑπὲρ θερμῆς καὶ ὑγρᾶς κράσεως, ἴσως ἂν, εἰ δεηθείη, ἐπὶ προήκοντι τῷ λόγῳ δείξαιμι · δοκοῦσι γάρ μοι παρακούειν αὐτοῦ.

1.4

τὸ δέ γε νῦν εἶναι, πειράσομαι πρῶτον ἐνδείξασθαι τοῖς λέγουσι ταῦτα, πῆ ποτε σοφίζονται σφᾶς αὐτοὺς, εἶτ’ἐφεξῆς ἐπιδεῖξαι τὸν ἅπαντα λόγον, εἰς ἓν ἀθροίσας κεφάλαιον. ὅτι μὲν δὴ τὸ ἔαρ οἴονται θερμὸν εἶναι καὶ ὑγρὸν ἅμα καὶ εὔκρατον, ἐντεῦθεν σοφίζονται προφανῶς. οὔτε γὰρ ὑγρὸν ὡς χειμὼν, οὔτε θερμὸν ὡς τὸ θέρος, ὥστ’οὐδέτερον ἀμέτρως. ἀμετρίας δ’ἦν ἕκαστον τῶν τοιούτων ὀνομάτων, καὶ κατ’αὐτοὺς ἐκείνους, δηλωτικόν. διχῶς δ’ἐσφάλησαν, πρῶτον μὲν ἐκ τοῦ βούλεσθαι πάντως ἐν ταῖς ὥραις εὑρεῖν τὴν τετάρτην συζυγίαν τῶν κράσεων, ἔπειτα δ’ἐκ τοῦ καὶ θερμότερον κατὰ τὸν χειμῶνα, καὶ ὑγρότερον κατὰ τὸ θέρος ὑπάρχειν αὐτό. ἀλλ’οὔτ’ἀναγκαῖον ἐν ταῖς ὥραις ὑποτίθεσθαι τὴν τετάρτην συζυγίαν τῶν κράσεων, εἰ μὴ καὶ φαίνοιτο, καὶ τὸ παραβάλλειν αὐτὸ ταῖς ἑκατέρωθεν ὥραις οὐδὲν μᾶλλον ὑγρὸν καὶ θερμὸν ψυχρὸν ἀποδείξει καὶ ξηρόν. εἰ μὲν γὰρ ἀμετρίας ἐστὶν ὀνόματα τὸ ὑγρὸν καὶ τὸ θερμὸν, οὐκ ἀληθεύεται κατ’αὐτούς · σύμμετρον γὰρ ἐν ἅπασι τὸ ἔαρ. εἰ δ’, ὅτι θέρους μέν ἐστιν ὑγρότερον, χειμῶνος δὲ θερμότερον, ὑγρόν ἐστι καὶ θερμὸν, οὐδὲν ἦττον αὐτὸ ψυχρὸν καὶ ξηρὸν νομίζεσθαι προσήκει, διότι θέρους μέν ἐστι ψυχρότερον, χειμῶνος δὲ ξηρότερον. τίς ἀποκλήρωσις, ἓν μὲν τῶν ἐκ τῆς ἀντιθέσεως ἀπὸ τοῦ χειμῶνος, ἓν δὲ ἀπὸ τοῦ θέρους λαμβάνειν; ἐν ἑκατέραις γὰρ ἀμφοτέρων διαφέρον, οὐκ ἐξ ἡμίσεως ὀφείλει τὴν παραβολὴν, ἀλλ’ὁλόκληρον ἴσχειν. καὶ μὴν εἴπερ οὕτως γίνοιτο, τἀναντία φήσομεν ὑπάρχειν αὐτῷ. θερμὸν μὲν γὰρ ἔσται καὶ ξηρὸν, εἰ τῷ χειμῶνι, ψυχρὸν δ’αὖ καὶ ὑγρὸν, εἰ τῷ θέρει παραβάλλοιτο. κατ’οὐδετέραν οὖν τῶν παραβολῶν ὁλοκλήρως γινομένην ὑγρὸν καὶ θερμὸν ἔσται. εἰ δ’ἔξεστιν ἐκείνοις ἐξ ἑκατέρας αὐτῶν ἥμισυ λαβοῦσιν ὑγρὸν ἀποφαίνειν αὐτὸ καὶ θερμὸν, ἐξέσται δήπου καὶ ἡμῖν ἐπὶ θάτερον ἥμισυ μετελθοῦσιν ξηρὸν καὶ ψυχρὸν ἀποφῇναι, ξηρὸν μὲν ὡς πρὸς, τὸν χειμῶνα, ψυχρὸν δὲ ὡς πρὸς τὸ θέρος. ἅπαντα οὖν οὕτως ἔσται τὸ ἔαρ, ὑγρὸν, ξηρὸν, θερμὸν, ψυχρόν. ἀλλ’οὐ δὲ κατ’αὐτοὺς ἐκείνους οἶόντέ ἐστιν ἐν ἑνὶ καὶ ταὐτῷ πράγματι τὰς τέτταρας ἐπικρατῆσαι ποιότητας · οὔκουν οὔτε θέρει παραβαλεῖν · οὔτε χειμῶνι τὸ ἔαρ, ἀλλ’αὐτὸ καθ’αὑτὸ σκοπεῖσθαι δίκαιον. οὐ δὲ γὰρ οὐ δὲ τὸν χειμῶνα διὰ τοῦτο λέγομεν ὑγρὸν εἶναι καὶ ψυχρὸν, ὅτι τῶν ἄλλων ὡρῶν ἐστιν ὑγρότατος καὶ ψυχρότατος. ἀλλὰ τοῦτο μὲν καὶ ἄλλως αὐτῷ συμβέβηκεν · ὅτι δὲ πλεονεκτεῖ κατ’αὐτὸν μὲν ὑγρότης τῆς ξηρότητος, δὲ ψυχρότης τῆς θερμότητος, διὰ τοῦτο ψυχρὸς εἶναι καὶ ὑγρὸς λέγεται. κατὰ ταὐτὸ δὲ καὶ τὸ θέρος, ὅτι κᾀν τούτῳ τὸ μὲν ὑγρὸν ἀπολείπεται τοῠ ξηροῦ, τὸ δὲ ψυχρὸν τοῦ θερμοῦ, διὰ τοῦτο θερμὸν εἶναι λέγεται καὶ ξηρόν. καὶ γὰρ δίκαιον, ἐκ τῆς οἰκείας φύσεως ἑκάστην τῶν ὡρῶν ἐξεταζομένην, οὐ πρὸς ἄλλην τινὰ παραβαλλομένην, θερμὴν, ψυχρὰν, ξηρὰν, ὑγρὰν ὀνομάζεσθαι. καὶ δὴ καὶ σκοπουμένῳ σοι κατὰ τάδε φανεῖται τὸ ἔαρ ἀκριβῶς μέσων ἁπασῶν τῶν ὑπερβολῶν. οὔτε γὰρ ὡς ἐν χειμῶνι πλεονεκτεῖ τὸ ψυχρὸν ἐν αὐτῷ τοῦ θερμοῦ, οὔθ’ὡς ἐν θέρει πλεονεκτεῖται. κατὰ ταὐτὰ δὲ καὶ ξηρότητόςτε καὶ ὑγρότητος ἰσομοιρία τίς ἐστιν ἐν αὐτῷ, μήθ’ὡς ἐν θέρει κρατοῦντος τοῦ ξηροῦ, μήθ’ὡς ἐν χειμῶνι τοῦ ὑγροῦ. διὰ τοῦτο ὀρθῶς εἴρηται πρὸς Ἱπποκράτους, ἦρ δὲ ὑγιεινότατον καὶ ἥκιστα θανατῶδες. ἀλλὰ καὶ τὸ φθινόπωρον ἧττον μὲν τὸ θέρος θερμὸν, ἧττον δὲ χειμὼν ψυχρόν. ὥστε ταύτῃ μὲν οὔτε θερμὸν ἁπλῶς, οὔτε ψυχρὸν, ἀμφότερα γάρ ἐστι, καὶ οὐδέτερον ἄκρως. ἕτερον δέ τι πρόσεστιν αὐτῷ κακὸν, ὅπερ ἐπεσημήνατο καὶ Ἱπποκράτης ἐν ἀφορισμοῖς λέγων · ὁκόταν τῆς αὐτῆς ἡμέρης, ὁτὲ μὲν θάλπος, ὁτὲ δὲ ψύχος γίγνηται, φθινοπωρινὰ τὰ νοσήματα προσδέχεσθαι χρή. καὶ τοῦτό ἐστι τὸ μάλιστα νοσῶδες ἐργαζόμενον τὸ φθινόπωρον, ἀνωμαλία τῆς κράσεως. οὐκ ὀρθῶς οὖν εἴρηται ψυχρὸν καὶ ξηρὸν, οὐ γάρ ἐστι ψυχρὸν αὐτὸ καθ’αὑτὸ θεωρούμενον, ὥσπερ χειμὼν, ἀλλὰ τῷ θέρει παραβαλλόμενον, ἐκείνου ψυχρότερον. οὐ μὴν οὐ δ’ὁμαλῶς εὔκρατον, ὡς τὸ ἔαρ, ἀλλ’ὅτι μάλιστα τούτῳ διενήνοχεν ἐκείνης τῆς ὥρας, ὅτι τὴν εὐκρασίαντε καὶ τὴν ὁμαλότητα διὰ παντὸς ἴσην οὐ κέκτηται. πολὺ γὰρ θερμότερόν ἐστι κατὰ τὴν μεσημβρίαν, κατὰ τὴν ἕωτε καὶ τὴν ἑσπέραν. ὑγρότητι δὲ καὶ ξηρότητι μέσον μὲν οὐκ ἔστιν ἀκριβῶς, ὡς τὸ ἔαρ, ἀλλ’ἐπὶ τὸ ξηρότερον ῥέπει. λείπεται δὲ κᾀν τούτῳ τοῦ θέρους, οὐ μὴν τοσοῦτόν γε, ὅσον θερμότητι. δῆλον οὖν, ὡς οὐ δὲ τὸ φθινόπωρον ἁπλῶς οὕτως ῥητέον, ὡς ἐκεῖνοι λέγουσι, ψυχρόντε εἶναι καὶ ξηρόν. ἄκρως μὲν γὰρ οὐδέτερόν ἐστιν, ἐπικρατεῖ δ’ἐν αὐτῷ τὸ ξηρὸν τοῦ ὑγροῦ. καὶ δικαίως ἂν λεχθείη ταύτῃ μὲν ξηρὸν, ἐν δὲ τῇ κατὰ θερμότητα καὶ ψυχρότητα διαφορᾷ μικτὸν ἐξ ἀμφοῖν καὶ ἀνώμαλον. ὥστ’εἴπερ τὰς τέσσαρας συζυγίας τῶν κράσεων εἰς τὰς τέσσαρας ὥρας διανεῖμαι σπεύδουσιν, ἴστωσαν οὐ μόνον ἦρι κακῶς προσάψαντες ὑγρότητα καὶ θερμότητα κράσεως, ἀλλὰ καὶ φθινοπώρῳ ψυχρότητα καὶ ξηρότητα. καίτοι γε, εἰ καὶ τοῦτο συνεχωρεῖτο ξηρὸν εἶναι καὶ ψυχρὸν, οὐκ ἦν ἀναγκαῖον εὐθέως, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ἔαρ. οὐ γὰρ, εἰ τέτταρες αἱ πᾶσαι συζυγίαι τῶν ἀμέτρων κράσεων εἰσὶν, ἤδη πάσας ἀναγκαῖον εἰς τὰς τέσσαρας ὥρας νενεμῆσθαι. ἀλλ’εἴπερ ἄρα τάξις τίς ἐστιν ἐν τῷ κόσμῳ, καὶ κατὰ τὸ βέλτιον, οὐ κατὰ τὸ χεῖρον ἅπαντα κεκόσμηται, πιθανώτερον ἦν, εὐκράτους μὲν τὰς πλείους ὥρας γεγενῆσθαι, μίαν δὲ ἐξ αὐτῶν, εἴπερ ἄρα, τὴν δύσκρατον. οἱ δέ γε τοὐναντίον ἀποδεῖξαι σπεύδουσιν, ὡς οὐδεμία τῶν ὡρῶν ἐστιν εὔκρατος, ἀλλ’ἐξ ἀνάγκης ἐν αὐταῖς ἐπικρατεῖ νῦν μὲν τὸ θερμὸν, αὖθις δὲ τὸ ψυχρὸν, καὶ νῦν μὲν, εἰ τύχῃ, τὸ ξηρὸν, αὖθις δὲ τὸ ὑγρόν. ἐγὼ δὲ τοσοῦτον ἀποδέω τοῦ ὑγρὸν καὶ θερμὸν ἀποφαίνειν τὸ ἔαρ, , τί περ ἂν εὔκρατον , θερμὸν καὶ ὑγρὸν εἶναι συγχωρεῖν, ὥστε πᾶν τοὐναντίον ἀποφαίνομαι, χειρίστην εἶναι κατάστασιν κράσεως τοῦ περιέχοντος ἀέρος τὴν θερμὴν καὶ ὑγρὰν, ἣν ἐν μὲν ταῖς ὥραις οὐκ ἂν εὕροις ὅλως, ἐν δὲ ταῖς νοσώδεσίτε καὶ λοιμώδεσι καταστάσεσιν ἐνίοτε συμπίπτει, καθάπερ που καὶ Ἱπποκράτης ἐμνημόνευσε, λέγων · ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ὅλου. τοῦτο γάρ ἐστιν ἴδιον ὑγρᾶς καὶ θερμῆς καταστάσεως, ὕειν συνεχῶς ἐν καύμασιν. εἰ δ’ἤτοι μόνον εἴη καῦμα, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν ἔχοντος θέρους, ὕει μὲν, ἀλλ’ἐν κρύει, καθάπερ ἐν χειμῶνι, θερμὴν καὶ ὑγρὰν οὐχ οἶόντε τὴν τοιαύτην εἶναι κατάστασιν. ἆρ’οὖν ἄνοσον ἐκεῖνο τὸ θέρος, ἐν , φησὶν, ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ὅλου; καὶ μὴν ἄνθρακας ἐν αὐτῷ γενέσθαι διηγεῖται, σαπέντων δηλονότι τῶν ἐν τῷ σώματι περιττωμάτων, καί τινας ἰχῶρας θερμοὺς καὶ ὑγροὺς ἀμέτρως γεννησάντων. εἴσῃ δὲ ἐξ αὐτῆς τῆς ῥήσεως, εἰ πᾶσαν αὐτήν σοι παραγράψαιμι, τόνδε τὸν τρόπον ἔχουσαν. ἄνθρακες ἐν Κρανῶνι θερινοί. ὗεν ἐν καύμασιν ὕδατι λάβρῳ δι’ὅλου. ἐγίνοντο δὲ μᾶλλον Νότῳ · καὶ ὑπεγίνοντο μὲν ὑπὸ τὸ δέρμα ἰχῶρες · ἐγκαταλαμβανόμενοι δὲ ἐθερμαίνοντο, καὶ κνησμὸν ἐνεποίεον · εἶτα φλύκταιναι ὥσπερ πυρίκαυστοι ἐπανίσταντο, καὶ ὑπὸ τὸ δέρμα καίεσθαι ἐδόκεον. ἀλλ’ἐνταῦθα μὲν, ὡς ἂν μιᾶς ὥρας μετακοσμηθείσης, ἧττον τὸ κακόν · εἰ δὲ δύο τρεῖς ὑπαλλαχθεῖεν, καὶ σύμπαν τὸ ἔτος ὑγρὸν καὶ θερμὸν γένοιτο, μέγιστον ἀνάγκη συμπεσεῖν οὕτω λοιμὸν, οἶον ἐν τῷ τρίτῳ τῶν ἐπιδημιῶν διηγεῖται. παραγράψω δὲ πρῶτον μὲν περὶ τῆς τῶν ὡρῶν ἀκοσμίας εἶπεν, ἐφεξῆς δὲ καὶ τὰ περὶ τῆς ἐπιγινομένης φθορᾶς τῶν ἀνθρώπων. ἐν ἅπασι δ’αὐτοῖς προσέχειν σε τὸν νοῦν ἀκριβῶς ἀξιῶ καὶ σκοπεῖσθαι, πρῶτον μὲν, ὁποῖόν τι πρᾶγμα θερμὴ καὶ ὑγρὰ κρᾶσίς ἐστιν, ὡς οὐδὲν ἦρι παρόμοιον, εὐκράτῳ χρήματι · δεύτερον δὲ, ὡς ἀναγκαῖον ἐν αὐτῇ σήπεσθαι πάντα. ἄρχεται μὲν οὖν Ἱπποκράτης τῆς διηγήσεως ὧδε. ἔτος νότιον, ἔπομβρον, ἄπνοια διὰ τέλεος. εἶτα τούτοις ἐπιφέρει τὰ κατὰ μέρος ἁπάσης τῆς καταστάσεως, ὄμβρους πολλοὺς ἐν θερμῇ καὶ νοτίᾳ καταστάσει γενέσθαι γράφων, εἶτ’αὖθις τὸν σύμπαντα λόγον εἰς ἕν ἐπὶ τέλει κεφάλαιον ἀγαγὼν οὕτως. γενομένου δὲ τοῦ ἔτεος ὅλου, φησὶ, νοτίου, καὶ ὑγροῦ, καὶ μαλακοῦ, τάδε καὶ τάδε συνέπεσεν, ξύμπαντα μὲν ἀναγράφειν ἐν τῷδε τῷ λόγῳ μακρόν · ἔνεστι δὲ τῷ βουλομένῳ, λαβόντι τὸ τρίτον τῶν ἐπιδημιῶν, ἀναγινώσκειν τὰ κατὰ μέρος, εἰς ἕν ἅπαντα κεφάλαιον ἀναγόμενα, σηπεδόνα μεγίστην, ἧς καὶ αὐτῆς ὀνομαστὶ πολλάκις Ἱπποκράτης ἐπιμέμνηται, ποτὲ μὲν ὡδί πως λέγων · ἦν δὲ καὶ τὸ ῥεῦμα τὸ συνιστάμενον οὐ πύῳ ἴκελον, ἀλλὰ σηπεδών τις ἄλλη, καὶ ῥεῦμα πολὺ καὶ ποικίλον · ὁτὲ δὲ πάλιν ὡδί · καὶ ἐν αἰδοίοισιν ἄνθρακες οἱ κατὰ θέρος, καὶ ἄλλα, σῆψις καλέεται, καὶ ὡς ἐκ τῆς σήψεως ταύτης πολλοῖσι μὲν βραχίων καὶ πῆχυς ὅλως ἀπερρύη, πολλοῖσι δὲ μηρὸς τὰ περὶ τὴν κνήμην ἀπεψιλοῦτο, καὶ ποῦς ὅλος. ἀλλὰ καὶ ὀστῶν, καὶ σαρκῶν, καὶ νεύρων, καὶ ἄρθρων ἐκπτώσεις ἐγίγνοντο μεγάλαι. καὶ ὅλως οὐδέν ἐστιν εὑρεῖν ὧν ἔγραψε παθημάτων, μὴ σηπεδόνος ἔγγονον ὑπάρχει, δεόντως. οὔτε γὰρ ὑπὸ τοῦ ξηροῦ τι σήπεσθαι πέφυκεν, οὔθ’ὑπὸ τοῦ ψυχροῦ. μάθοις δ’ἂν, εἰ θεάσαιο τάτε κρέα καὶ τὰ ἄλλα σύμπαντα τὰ πρὸς τῶν ἀνθρώπων ταριχευόμενα, τὰ μὲν ἁλσὶ, τὰ δ’ἅλμῃ, τὰ δ’ὄξει, τὰ δ’ἄλλῳ τινὶ τῶν ξηραινόντων σκευαζόμενα καλῶς. μάθοις δὲ καὶ ὡς ἐν τῷ βορρᾷ, ξηρῷ καὶ ψυχρῷ τὴν φύσιν ὑπάρχοντι, ἄσηπτα μέχρι πλεῖστον διαμένει πάντα · σήπεται δ’ἑτοίμως ταῖς νοτίαις καταστάσεσιν. ἔστι γὰρ οὖν καὶ οὗτος ἄνεμος ὑγρὸς καὶ θερμός. ὥστε πᾶν τοὐναντίον ἡμεῖς ἀποφαινόμεθα τοῖς ὑγρὸν καὶ θερμὸν ὑπολαμβάνουσιν εἶναι τὸ ἔαρ. οὔτε γὰρ τοιοῦτό ἐστιν, οὔθ’ὑγιεινὸν ἂν ἦν, εἴπερ ἦν τοιοῦτο. οἱ δὲ καὶ τοιοῦτο εἶναί φασιν αὐτὸ, καὶ διὰ τοῦθ’ὑγιεινὸν ὑπάρχειν, ἐν ἀμφοτέροις ἁμαρτάνοντες, ὅσατε ταῖς αἰσθήσεσιν ἔνεστι διαγνῶναι, καὶ ὅσα τῷ λόγῳ διασκέψασθαι. ταῖς μὲν γὰρ αἰσθήσεσιν ἔνεστιν ἐναργῶς μαθεῖν εὔκρατον ἀκριβῶς αὐτὸ, τῷ λόγῳ δ’ἐξευρεῖν, ὡς διὰ τοῦτ’ἔστιν ὑγιεινὸν, διότι μηδὲν ἐν αὐτῷ τῶν τεττάρων ἐπικρατεῖ. εἰ δέ γ’ἤτοι τὸ θερμὸν ἐπεκράτει πολλῷ τοῦ ψυχροῦ, τὸ ὑγρὸν τοῦ ξηροῦ, σηπεδόνωντε ἂν ἦν εὔφορον οὕτω καὶ πασῶν τῶν ὡρῶν νοσωδέστατον. ἀλλ’ τῆς τῶν τεττάρων κράσεων ἰσομοιρία τῆςτε εὐκρασίας αὐτοῦ καὶ τῆς ὑγιείας αἰτία. πόθεν οὖν ἐπῆλθέ τισιν ἰατροῖςτε καὶ φιλοσόφοις ὑγρὸν καὶ θερμὸν ἀποφῄνασθαι τὸ ἔαρ; ἐκ τοῦ βουληθῆναι δηλονότι τὰς τέτταρας συζυγίας τῶν κράσεων εἰς τὰς τέτταρας ὥρας διανεῖμαι. τοῦτο δ’αὐτὸ πάλιν ἐκ τοῦ παραλιπεῖν τὴν πρώτην ἁπασῶν, τὴν εὔκρατον, ἐγένετο. καὶ γὰρ οὖν καὶ διαιτημάτων, καὶ φαρμάκων, ἁπάντωντε τῶν ὄντων, εἰς τὰς τέτταρας ταύτας συζυγίας ἀνάγουσι τὰς διαφοράς.

1.5

ὧι καὶ δῆλον, εἰς ὅσον οἱ περὶ φύσεως ἀνθρώπου λογισμοὶ, σφαλέντες τῆς ἀληθείας, εἰς τὰς ἰάσεις βλάπτουσι, καὶ βέλτιόν ἐστι δυοῖν θάτερον, μη δ’ὅλως ἅπτεσθαι τῶν τοιούτων λόγων, ἀλλ’ἐπιτρέψαι τῇ πείρᾳ τὸ πᾶν, πρότερον ἐν τῇ λογικῇ θεωρίᾳ γυμνάσασθαι. τὸ δὲ μήτε τῇ πείρᾳ προσέχειν τὸν νοῦν, ἐπιχειρεῖντε θεωρίᾳ φυσικῇ πρὸ τοῦ τὸν λογισμὸν, μέλλοιμεν εὑρίσκειν αὐτὴν, ἀσκῆσαι πρεπόντως, ἀναγκαῖον ἀπάγειν εἰς τὰ τοιαῦτα σοφίσματα, καὶ περί γε τῶν φαινομένων ὡς ἀναισθήτους ἀναγκάζει διαλέγεσθαι, μάρτυράτε καλεῖν Ἀριστοτέλη, παρακούοντας ὧν διδάσκει. πολλαχῶς γὰρ ἐκεῖνος οἶδε καὶ τὸ θερμὸν λεγόμενον, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρόν · οἱ δ’οὐκ ἀκούουσιν αὐτοῦ πολλαχῶς, ἀλλ’ὡσαύτως ἀεί. καὶ μὲν δὴ καὶ ὡς οὐ ταὐτό ἐστιν, οἰκείῳ τινὶ καὶ συμφύτῳ θερμῷ θερμὸν ὑπάρχειν, ἐπικτήτῳ καὶ ἀλλοτρίῳ, διῆλθεν Ἀριστοτέλης · οἱ δέ γε καὶ τούτου παρακούουσιν. ἔτιτε πρὸς τούτοις μὲν Ἀριστοτέλης, ὡσαύτως δὲ καὶ Θεόφραστος, ἐς τι χρὴ βλέποντας εὔκρατον δύσκρατον ὑπολαμβάνειν εἶναι τὴν φύσιν, ἀκριβῶς εἰρήκασιν. οἱ δ’οὐ δὲ τοῦτο γινώσκουσιν, ἀλλ’ὅταν ἀκούσωσι λεγόντων αὐτῶν, ὑγρὸν εἶναι καὶ θερμὸν τὸ ζῶον, τὴν τοῦ παιδὸς κρᾶσιν ὑγρὰν καὶ θερμὴν, οὔθ’ὅπως εἴρηται ταῦτα συνίασιν, ἐμπλήκτωςτε μεταφέρουσι τὸν λόγον ἐπὶ τὰς ὥρας, ὥσπερ ταὐτὸ ὂν, ἀλλ’οὐ μακρῷ διαφέρον, τὴν οἰκείαν κρᾶσιν ὑγρὰν εἶναι καὶ θερμὴν, τὴν τοῦ περιέχοντος ἡμᾶς ἀέρος. οὔτε γὰρ ταὐτό ἐστιν οὔθ’ὁμοίως ὑγρὰ καὶ θερμὴ ζώου κρᾶσις ἀέρος ὑγρᾷ καὶ θερμῇ κράσει λέγεται. τί δ’ἦν τὸ τούτων ἁπάντων αἴτιον, ἤδη διηγήσομαι, καὶ δείξω σαφῶς τοῖς προσέχειν τὸν νοῦν βουλομένοις, ὡς μικρὰ πταίσματα τῶν ἐν ἀρχῇ τῆς λογικῆς θεωρίας διδασκομένων αἴτια μεγίστων ἁμαρτημάτων γίνεται, καὶ κινδυνεύει πάντα τὰ κακῶς πραττόμενα κατάτε τὰς τέχνας ἁπάσας καὶ μέντοι καὶ κατὰ τὰς ἐν τῷ βίῳ πράξεις ἕπεσθαι σοφίσμασιν. ἕπεται τοιγαροῦν καὶ τάδε τὰ σοφίσματα τῷ μὴ διελέσθαι περὶ τῶν σημαινομένων ὀρθῶς. ἀλλ’οἰηθῆναι τὸ θερμὸν λέγεσθαι διχῶς, τὸ μὲν ὡς ἄκρατον καὶ ἄμικτον καὶ ἁπλοῦν, τὸ δὲ ὡς ἐν τῇ πρὸς τὸ ἐναντίον ἐπιμιξίᾳ πλεονεκτοῦν. ὅτι δὲ καὶ παραβάλλοντες ἑτέρᾳ κράσει πολλάκις ἑτέραν ἀποφαινόμεθα τὴν ἑτέραν αὐτῶν εἶναι θερμὴν, ἐπιλανθάνονται καὶ τοῦδε. καὶ μὴν οὕτω τὰ ζῶα θερμὰ καὶ ὑγρὰ λέγεται πρὸς τῶν παλαιῶν, οὐ κατὰ τὴν ἰδίαν κρᾶσιν ἁπλῶς, ἀλλὰ τοῖς γε φυτοῖς καὶ τοῖς τεθνεῶσι παραβαλλόμενα. καὶ γὰρ τῶν τεθνεώτων ζῶα καὶ τῶν φυτῶν ἐστι θερμότερα καὶ ὑγρότερα. καὶ μὲν δὴ καὶ τῶν ζώων αὐτῶν ἀλλήλοις κατ’εἴδη παραβαλλομένων, ξηρότερον μὲν κύων, ὑγρότερον δὲ ἄνθρωπος. εἰ δὲ μύρμηκι καὶ μελίττῃ παραβάλλοις τὸν κύνα, ξηρότερα μὲν ἐκεῖνα, τὸν κύνα δ’ὑγρότερον εὑρήσεις. ὥστε ταὐτὸ ζῶον ξηρὸν μὲν ὡς πρὸς ἄνθρωπον ὑπάρχειν, ὑγρὸν δ’ὡς πρὸς μέλιτταν · οὕτω δὲ καὶ θερμὸν μὲν, ὡς πρὸς ἄνθρωπον, ψυχρὸν δ’, ὡς πρὸς λέοντα. καὶ θαυμαστὸν οὐδὲν, εἰ τὸ πρὸς ἕτερόν τι λεγόμενον τὰς ἐναντίας ἅμα κατηγορίας ἐπιδέχεται. οὐ γὰρ τοῦτ’ἄτοπον, εἰ ταὐτὸ σῶμα θερμὸν ἅμα λέγεται καὶ ψυχρὸν, ἀλλ’εἰ καὶ πρὸς ταὐτό. οὐ γὰρ, ὅτι δεξιὸς ἅμα καὶ ἀριστερὸς αὐτὸς ἄνθρωπος, ἄτοπον · εἰ δέ γε πρὸς ἄλλον μὲν δεξιὸς, πρὸς ἄλλον δὲ ἀριστερὸς, οὐδὲν ἄτοπον. οὕτως οὖν καὶ κύων ὑγρὸς ἅμα καὶ ξηρὸς, καὶ θερμὸς ἅμα καὶ ψυχρὸς ἀλλ’οὐ πρὸς ταὐτό · πρὸς μὲν γὰρ ἄνθρωπον ξηρὸς, ὑγρὸς δ’ὡς πρὸς μύρμηκα, καὶ πρὸς μὲν ἄνθρωπον θερμὸς, ψυχρὸς δ’ὡς πρὸς λέοντα. καὶ γὰρ δὴ καὶ θερμὸς μὲν, ὡς ζῶν · εἰ γάρ τι τέθνηκεν, οὐ θερμόν · οὐ θερμὸς δ’ὡς πρὸς ἕτερον, εἰ οὕτως ἔτυχε, κύνα. ταυτὶ μὲν οὖν ἅπαντα πρὸς ἄλληλα ἐκ παραβολῆς λέγεται, τὰ δ’ὡς ἐν ζώων γένει καθ’ἕτερον τρόπον, ὥσπερ αὖ καὶ κατ’εἶδος ζώου. κύων γὰρ, ὡς πρὸς μὲν μύρμηκα καὶ μέλιτταν, ὑγρὸς, ὡς δ’ἐν ζώων γένει, ξηρός. αὐτῶν δὲ τῶν κυνῶν κατ’εἶδος, ὁδὶ μὲν ξηρὸς, ὁδὶ δὲ ὑγρὸς, ἄλλος δέ τις, ὡς κύων, εὔκρατος.

1.6

λέλεκται μὲν οὖν ἐπὶ πλεῖστον ἡμῖν ὑπὲρ ἁπάσης τῆς τοιαύτης χρήσεως τῶν ὀνομάτων ἐν δευτέρῳ περὶ διαγνώσεως σφυγμῶν. ἀνάγκη δὲ, ὡς ἔοικεν, εἰπεῖν τι καὶ νῦν ὑπὲρ αὐτῶν διὰ κεφαλαίων, ὅσον εἰς τὰ παρόντα χρήσιμον. τὸ μὲν ἁπλῶς ξηρὸν, πρὸς μηδὲν ἕτερον λέγεται, μόνοις τοῖς στοιχείοις ὑπάρχει, πυρίτε καὶ γῇ · καὶ μὲν δὴ καὶ τὸ ὑγρὸν ὕδατι καὶ ἀέρι. κατὰ ταὐτὰ δὲ καὶ περὶ θερμοῦ καὶ ψυχροῦ χρὴ νοεῖν. οὐδὲν γὰρ τῶν ἄλλων σωμάτων ἀκριβῶς οὔτε θερμὸν οὔτε ψυχρόν ἐστιν, ἀλλ’ τὰ στοιχεῖα μόνον. τι δ’ἂν τῶν ἄλλων λάβῃς, ἐκ τούτων κέκραται, καὶ διὰ τοῦτο τὸ δεύτερον σημαινόμενον οὐκ ἔθ’ἁπλῶς θερμὸν ψυχρὸν, ὡς ἄμικτόντε καὶ εἰλικρινὲς, ἀλλ’ὡς ἤτοι πλέονος μὲν τοῦ θερμοῦ, τοῦ ψυχροῦ δ’ἐλάττονος, τοῦ μὲν ψυχροῦ πλέονος, ἐλάττονος δὲ τοῦ θερμοῦ μετέχον, ἕκαστον τῶν ἄλλων θερμὸν ψυχρὸν λέγεται. δύο μὲν δὴ ταῦτα σημαινόμενα τοῦ θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ · τὸ μὲν, ἁπλῶς λεγόντων ἡμῶν, ἄμικτόντε καὶ εἰλικρινές · ἕτερον δὲ, μικτὸν μὲν ἐκ τῶν ἐναντίων, ἀλλὰ τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορευόμενον. οὕτως μὲν οὖν ὑγρὸν αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ οἶνος, ἔλαιόντε καὶ μέλι, καὶ τῶν ἄλλων τῶν τοιούτων ἕκαστον λέγεται. ὀστᾶ δὲ καὶ χόνδροι, καὶ ὄνυχες, καὶ ὁπλαὶ, καὶ κέρατα, καὶ τρίχες, καὶ λίθοι, καὶ ξύλα, καὶ ψάμμος, καὶ κέραμος, ἐλάττονα μὲν ὑγροῦ μοῖραν ἕχει, πλείονα δὲ ξηροῦ, καὶ διὰ τοῦτο πάλιν ἅπαντα τὰ τοιαῦτα ξηρὰ προσαγορεύεται. μύρμηξ δὲ ξηρὸν, καὶ σκώληξ ὑγρὸν, ὡς ζῶα. καὶ πάλιν ἐν αὐτοῖς τοῖς σκώληξιν ὁδὶ μὲν ξηρότερος, ὁδὶ δὲ ὑγρότερος, ἁπλῶς ὡς σκώληξ, τῷδέ τινι παραβαλλόμενος ἑτέρῳ. αὐτὸ δὲ τοῦτο τί δή ποτέ ἐστιν, ὅταν οὕτως λέγωμεν, ὡς σκώληξ ξηρὸς, ὡς ἄνθρωπος θερμὸς, ὡς κύων ψυχρὸς, εἰ μή τις ἀκριβῶς ἀκούσειέτε καὶ νοήσειε πρότερον, ἀνάγκη συγκεχύσθαι τὸν λόγον ἅπαντα. τὸ δ’ἀκριβῶς ἐστιν, κᾀν τῷ δευτέρῳ περὶ τῆς τῶν σφυγμῶν διαγνώσεως λέγεται, τὸ κατὰ γένος εἶδος ὀνομάζεσθαι τηνικαῦθ’ἕκαστον, οὐ θερμὸν μόνον, ψυχρὸν, ξηρὸν, ὑγρὸν, ἀλλὰ καὶ μέγα, καὶ μικρὸν, καὶ βραδὺ, καὶ ταχὺ, καὶ τῶν τοιούτων ἕκαστον, ὅταν ὑπὲρ τὸ σύμμετρόντε καὶ μέσον , ζῶον θερμὸν, ὅταν ὑπὲρ τὸ μέσον τῇ κράσει ζῶον, ἵππος θερμὸς, ὅταν ὑπὲρ τὸν μέσον ἵππον . τὰ δ’ἐν ἑκάστῳ γένειτε καὶ εἴδει μέσα τὰ σύμμετρά ἐστιν. ἴσον γὰρ ἀπέχει τῶν ἄκρων ἐν ἐκείνῳ τῷ γένειτε καὶ εἴδει. γένος μὲν οὖν τὸ ζῶον, ἵππος δὲ καὶ βοῦς καὶ κύων εἴδη. καὶ δὴ καὶ μέσον μέν ἐστι τῇ κράσει καθ’ὅλον τὸ γένος τῶν ζώων ἄνθρωπος · ἐν γὰρ τοῖς ἐφεξῆς τοῦτο δειχθήσεται. μέσος δ’ὡς ἐν ἀνθρώποις κατ’εἶδος καλούμενος εὔσαρκος. οὗτος δ’ἐστὶν, ὃν οὔτε λεπτὸν, οὔτε παχὺν ἔχομεν εἰπεῖν, οὔτε θερμὸν, οὔτε ψυχρὸν, οὔτ’ἄλλῳ τινὶ τῶν τὴν ἀμετρίαν ἐνδεικνυμένων ὀνομάτων προσαγορεῦσαι. ὅστις δ’ἂν ὑπὲρ τοῦτον , πάντως οὗτος θερμότερός ἐστιν, ψυχρότερος, ξηρότερος, ὑγρότερος. ὀνομάζεται δὲ πῇ μὲν ἁπλῶς τοιοῦτος, πῇ δ’οὐχ ἁπλῶς. ἁπλῶς μὲν, ὅτι θερμὸς ψυχρὸς, ξηρὸς ὑγρὸς εἶναι λέγεται, μηκέτι παραβαλλόμενος ἀφωρισμένως ἑνὶ τῷδε. καθ’ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳτε καὶ μέσῳ παντὸς τοῦ εἴδους παραβάλλεται. οὕτω δὲ καὶ κύων ζῶον ξηρὸν ἁπλῶς μὲν, ὡς ἄν τῳ δόξειε, λέγεται, μηκέτι παραβαλλόμενος, εἰ τύχῃ, μύρμηκι, καθ’ἕτερον δὲ τρόπον οὐχ ἁπλῶς, ὅτι τῷ συμμέτρῳτε καὶ μέσῳ τῇ κράσει παντὸς τοῦ εἴδους τῶν ζώων ἁπάντων, τί ποτ’ἂν τοῦτο, παραβάλλεται. πρόδηλον οὖν ἤδη γέγονεν, ὡς ἕκαστον τῶν οὕτω λεγομένων ἑνὶ παραβάλλοντες ὅτῳ δήποτε θερμὸν ψυχρὸν, ξηρὸν ὑγρὸν πρὸς ἐκεῖνο λέγομεν, τῷ μέσῳ, καθ’ὅπερ ἂν εἶδος γένος τὸ λεγόμενον · οἷον εἶδος μὲν ἵππον, καὶ βοῦν, καὶ κύνα, καὶ πλάτανον, καὶ κυπάριττον, καὶ συκῆν, γένος δὲ ζῶον, φυτόν. ἐπὶ τούτοις τρίτον ἄλλο σημαινόμενον ἦν τῶν ἁπλῶς λεγομένων, δὴ καὶ τὰς ἀμίκτουςτε καὶ ἄκρας ἔφαμεν ἔχειν ποιότητας, ὀνομάζεσθαίτε στοιχεῖα. καὶ μὲν δὴ καὶ τὰς ποιότητας αὐτὰς ὀνομάζομεν ἐνίοτε τοῖς ποιοῖς σώμασιν ὁμωνύμως. ἀλλὰ περὶ μὲν τούτου μετ’ὀλίγον ἐροῦμεν. εἰς δὲ τὰ παρόντα, τῶν ποιῶν σωμάτων τριχῶς λεγομένων, ἐπισκοπεῖσθαι προσήκει, πῶς ἐν ἑκάστῃ ῥήσει κέχρηταί τις τῇ προσηγορίᾳ, πότερον ὡς ἁπλοῦν τι καὶ ἄμικτον δηλῶν, ὡς πρὸς τὸ σύμμετρον ὁμογενὲς ὁμοειδὲς παραβάλλων, πρὸς ὁτιοῦν τὸ ἐπιτυχόν · οἷον ὅταν ὀστοῦν εἴπῃ τις ξηρὸν ψυχρὸν, ἁπλῶς οὑτωσὶ μόνον ὀνομάσας, ἄνευ τοῦ προσθεῖναι λέοντος, κυνὸς, ἀνθρώπου. δῆλον γὰρ, ὡς πρὸς τὴν ὅλην φύσιν ἀποβλέπων ἁπάντων τῶν ἐν τῷ κόσμῳ σωμάτων ἐπινοεῖ τι μέσον, παραβάλλων αὐτὸ ξηρὸν εἶναί φησι. ἂν δέ γε τὸ τοῦ λέοντος, τὸ τοῦ κυνὸς, τὸ τοῦ ἀνθρώπου ὀστοῦν εἴπῃ ξηρὸν εἶναι, δῆλον ὡς ἐν αὐτοῖς πάλιν τοῖς τῶν ζώων ὀστοῖς τῷ μέσῳ παραβάλλει. καὶ χρὴ κᾀνταῦθά τι νοῆσαι πάντων τῶν ζώων, τῶν μὲν μᾶλλον, τῶν δὲ ἧττον ἐχόντων ὀστᾶ ξηρὰ, μέσον εἶναι τὴν κρᾶσιν ὀστοῦν ἔν τινι γένει ζώων, οἷον ἀνθρώπου, εἰ τύχοι, καὶ τούτῳ τἄλλα παραβαλλόμενα, τὰ μὲν ὑγρὰ, τὰ δὲ ξηρὰ προσαγορεύεσθαι. καὶ μὲν δὴ κᾀν τοῖς ἀνθρώποις αὐτοῖς πάλιν μέν τις ξηρὸν, δ’ὑγρὸν ὀστοῦν ἔχειν λεχθήσεται, τῷ μέσῳ παραβαλλόμενος ὡς ἐν ἀνθρώποις. ὅτι δ’ἐν ἅπασι τοῖς οὖσι τὸ μέσον τῶν ἄκρων ἐστὶ τὸ σύμμετρον καὶ κατ’ἐκεῖνο τὸ γένος εἶδος εὔκρατον, ἀεὶ χρὴ προσυπακούειν ἐν ἅπαντι τῷ λόγῳ, κᾂν παρελθόντες ποτὲ τῇ λέξει τύχωμεν αὐτῇ. καὶ μὲν δὴ τούτων οὕτως ἐχόντων, ὅταν ὑγρὰν εἶναί τις εἴπῃ τήνδε τὴν κρᾶσιν, θερμὴν, ἐρωτᾷν, ὅπως εἴρηκεν, ἆρά γε τῷδέ τινι παραβάλλων ἀφωρισμένως ἑνὶ, καθάπερ, εἰ τύχοι, τῷ Πλάτωνι τὸν Θεόφραστον, κατὰ γένος ὁτιοῦν, εἶδος. γὰρ ὡς ἄνθρωπον, ὡς ζῶον, ὡς οὐσίαν ἁπλῶς. τὸ γὰρ δὴ τρίτον σημαινόμενον ἑκάστῳ τῶν τοιούτων ὀνομάτων, ὅπερ ἁπλοῦν ἐλέγομεν εἶναι καὶ ἄμικτον, οὐκ ἔστιν ἐν τοῖς κεκραμένοις, ἀλλ’ἐν αὐτοῖς τοῖς πρώτοις, δὴ καὶ στοιχεῖα προσαγορεύομεν. ὥστε, τριχῶς ἑκάστου τῶν ποιῶν σωμάτων λεγομένου, τῶν δύο μόνων ἡμᾶς χρήζειν εἰς τὴν περὶ κράσεων πραγματείαν, πρὸς τὸ τυχὸν ὁτιοῦν παραβάλλοντας, πρὸς τὸ σύμμετρον ὁμογενές. ἐπεὶ δὲ πολλὰ τὰ γένη, καθάπερ οὖν καὶ τὰ ἄτομα, δυνήσεται ταὐτὸ σῶμα καὶ θερμὸν καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν εἶναι κατὰ πολλοὺς τοὺς τρόπους. ἀλλ’ὅταν μὲν ἑνὶ τῷ τυχόντι παραβάλληται, πάνυ σαφές ἐστιν, ὡς ἐγχωρεῖ τἀναντία λέγεσθαι ταὐτὸν, οἷον Δίωνα Θέωνος μὲν καὶ Μέμνονος ξηρότερον, Ἀρίστωνος δὲ καὶ Γλαύκωνος ὑγρότερον. ὅταν δὲ πρὸς τὸ σύμμετρον, ὁμογενὲς ὁμοειδὲς, ἐνταῦθ’ἤδη συγχεῖσθαίτε καὶ ταράττεσθαι συμβαίνει τοὺς ἀγυμνάστους. γὰρ αὐτὸς ἄνθρωπός ὑγρὸς ἅμα καὶ θερμὸς εἷναι δύναται, καὶ ξηρὸς καὶ ψυχρός · ξηρὸς μὲν καὶ ψυχρὸς, ὡς πρὸς τὸν σύμμετρον ἄνθρωπον παραβαλλόμενος, ὑγρὸς δὲ καὶ θερμὸς, ὡς πρὸς ἄλλο τι ζῶον, φυτὸν, οὐσίαν ἡντιναοῦν · οἷον ὡς πρὸς μὲν ζῶον, εἰ τύχοι, μέλιττάντε καὶ μύρμηκα, πρὸς δὲ φυτὸν, ἐλαίαν, συκῆν, δάφνην, πρὸς οὐσίαν δὲ τινα ἑτέραν, μήτε ζῶόν ἐστι, μήτε φυτὸν, οἷον λίθον, σίδηρον, χαλκόν ἐν τούτοις δὲ τὸ μὲν πρὸς ἄνθρωπον παραβάλλειν, πρὸς ὁμοειδές ἐστιν παραβολὴ, τὸ δὲ πρὸς μέλιτταν μύρμηκα πρὸς ὁμογενὲς, ὡσαύτως δὲ καὶ πρὸς φυτὸν ὁτιοῦν. ἔστι γὰρ ἀνωτέρω τοῦ ζώου τοῦτο τὸ γένος, ὥσπερ οὖν καὶ αὐτοῦ τούτου λίθος καὶ σίδηρος καὶ χαλκὸς ἐκ τῶν ἄνωθεν γενῶν. καλείσθω γοῦν ὁμογενὲς ἕνεκα συντόμου διδασκαλίας τοιαύτη σύμπασα παραβολή · τοσόνδε μόνον ἐν αὐτῇ διελομένων ἡμῶν, ὡς, ἐπειδὴ μὲν ἁπλῶς οὐσία τις εὔκρατος λέλεκται, καὶ ταύτης δέ τις ἑτέρα ξηροτέρα καὶ θερμοτέρα, καὶ ψυχροτέρα καὶ ὑγροτέρα, τὴν μὲν εὔκρατον ἐνταῦθα τὴν ἐκ τῶν ἐναντίων ἀκριβῶς ἴσων συνελθόντων ὀνομάζομεν, ὅσον δ’ἀπολείπεται τῆσδε καὶ πλεονεκτεῖ κατά τι, τῷ τοῦ πλεονεκτοῦντος ὀνόματι προσαγορεύομεν · ἐπειδὰν δ’ἤτοι φυτὸν ζῶον εὔκρατον ὁτιοῦν εἴπωμεν, οὐκ ἔθ’ἁπλῶς ἐν τῇ τοιαύτῃ τάξει τἀναντία παραβάλλομεν ἀλλήλοις, ἀλλὰ πρὸς τὴν τοῦ φυτοῦ φύσιν τὴν τοῦ ζώου τὴν ἀναφορὰν ποιούμεθα, συκῆν μὲν εὔκρατον, εἰ τύχοι, λέγοντες, ὅταν, οἵαν μάλιστα πρέπει τὴν φύσιν ὑπάρχειν συκῇ, τοιαύτη τις , κύνα δ’αὖ, καὶ σῦν, καὶ ἵππον, καὶ ἄνθρωπον, ἐπειδὰν καὶ τούτων ἕκαστον ἄριστα τῆς οἰκείας ἔχῃ φύσεως. αὐτὸ δὴ τοῦτο, τὸ τῆς οἰκείας φύσεως ἔχειν ἄριστα, ταῖς ἐνεργείαις κρίνεται, καὶ γὰρ καὶ φυτὸν καὶ ζῶον ὁτιοῦν ἄριστα διακεῖσθαι τηνικαῦτά φαμεν, ὅταν ἐνεργῇ κάλλιστα. συκῆς μὲν γὰρ ἀρετὴ βέλτιστάτε καὶ πλεῖστα τελεσφορεῖν σῦκα · κατὰ ταὐτὰ δὲ καὶ τῆς ἀμπέλου, τὸ πλείσταςτε καὶ καλλίστας εὐφορεῖν σταφυλὰς, ἵππου δὲ, τὸ θεῖν ὠκύτατα, καὶ κυνὸς, πρὸς μὲν θήρας καὶ φυλακὰς ἄκρως εἶναι θυμοειδῆ, πρὸς δὲ τοὺς οἰκείους πραότατον. ἅπαντα οὖν ταῦτα, τάτε ζῶα λέγω καὶ τὰ φυτὰ, τὴν ἀρίστηντε καὶ μέσην ἐν τῷ σφετέρῳ γένει κρᾶσιν ἔχειν ἐροῦμεν οὐχ ἁπλῶς, ὅταν ἰσότης ἀκριβῶς τῶν ἐναντίων, ἀλλ’ὅταν κατὰ δύναμιν αὐτῆς ὑπάρχῃ συμμετρία. τοιοῦτο δέ τι καὶ τὴν δικαιοσύνην εἶναί φαμεν, οὐ σταθμῷ καὶ μέτρῳ τὸ ἴσον, ἀλλὰ τῷ προσήκοντί γε καὶ κατὰ τὴν ἀξίαν ἐξετάζοντες. ἰσότης οὖν κράσεως ἐν ἅπασι τοῖς εὐκράτοις ζώοιςτε καὶ φυτοῖς ἐστιν, οὐχ κατὰ τῶν κερασθέντων στοιχείων ὄγκον, ἀλλ’ τῇ φύσει τοῦτε ζώου καὶ τοῦ φυτοῦ πρέπουσα. πρέπει δ’ἔσθ’ὅτε, τὸ μὲν ὑγρὸν τοῦ ξηροῦ, τὸ δὲ θερμὸν τοῦ ψυχροῦ πλέον ὑπάρχειν. οὐ γὰρ ὁμοίαν χρὴ κρᾶσιν ἔχειν ἄνθρωπον, καὶ λέοντα, καὶ μέλιτταν, καὶ κύνα. πρὸς δὲ τὸν ἐρόμενον, ἧστινός ἐστι κράσεως ἄνθρωπος, ἵππος, βοῦς, κύων, ὁτιοῦν ἄλλο τῶν πάντων, οὐχ ἁπλῶς ἀποκριτέον. οὐ γὰρ ἐγχωρεῖ τὰ πολλαχῶς λεγόμενάτε καὶ κρινόμενα, καθ’ἕνα τρόπον ἀποκρινάμενον, ἀνέγκλητον εἶναι. χρὴ τοίνυν δυοῖν θάτερον, πάσας ἐπεξέρχεσθαι τὰς διαφορὰς, , περὶ τίνος ἤρετο, πυθόμενον, ἐκείνην μόνην εἰπεῖν. εἰ μὲν γὰρ ὡς ἐν ζώοις ἐπυνθάνετο, τίνος εἴη κράσεως, ἐπὶ τὸ μέσον ἁπάντων ζώων τῇ κράσει βλέποντα, τὴν ἀπόκρισιν αὐτὴν ποιητέον · εἰ δ’ἁπλῶςτε καὶ ὡς πρὸς ἅπασαν οὐσίαν, οὕτως ἤδη παραβάλλειν τὰ ἐναντία τῶν ἐν αὐτῷ πρὸς ἄλληλα, καὶ σκοπεῖσθαι, μηκέτι πρὸς τὰς ἐνεργείας ἀναφέροντα τὴν κρᾶσιν, ἀλλὰ πρὸς τοὺς ὄγκους τῶν στοιχείων. εἰ δ’ἀφωρισμένως τῷδέ τινι παραβάλλων ἤρετο, πρὸς ἐκεῖνο μόνον παραβλητέον. ἔτι δὲ μᾶλλον, εἴ τινος τῶν ἀτόμων οὐσιῶν, οἷον, εἰ τύχοι, Δίωνος, τοῦδέ τινος τοῦ κυνὸς, ἐρωτηθείημεν ὁποία τις κρᾶσίς ἐστιν, οὐχ ἁπλῶς ἀποκριτέον. ἀφορμὴ γὰρ οὐ σμικρὰ τοῖς σοφισταῖς ἐντεῦθεν εἰς τὸ συκοφαντεῖν. εἰ γὰρ εἴποις, θερμῆς καὶ ξηρᾶς κράσεως εἶναι τὸν Δίων, ῥᾷστον αὐτῷ, προχειρισαμένῳ τῶν ξηροτέρων καὶ θερμοτέρων ἐκείνου τὴν κρᾶσιν ἄνθρωπον ὁντιναοῦν, ὑγρὸν καὶ ψυχρὸν ὡς πρὸς ἐκεῖνον ἀποφῇναι τὸν Δίωνα · τοῦτο δ’ἄλλο τι ζῶον φυτὸν, οἷον, εἰ τύχοι, λέοντάτε καὶ κύνα, καὶ τούτων ὑγρότερόν τινα καὶ ξηρότερον ἀποδεῖξαι τὸν Δίωνα. χρὴ τοίνυν, ὃς μήθ’ἑαυτὸν ἐξαπατῆσαι βούλεται, μήθ’ὑπ’ἄλλου σοφισθῆναι, τοῦτον ἀπὸ τῶν ἁπλῶς λεγομένων θερμῶν, καὶ ψυχρῶν, καὶ ξηρῶν, καὶ ὑγρῶν οὐσιῶν ἀρξάμενον, οὕτως ἐπὶ τὰς ἄλλας μετιέναι, καὶ πρῶτον μὲν αὐτὸ δὴ τοῦτο ἐπ’αὐτῶν διορίσασθαι, τὸ μη δὲ ταύτας, εἰ καὶ ὅτι μάλιστα δοκοῦσιν ἁπλῶς λέγεσθαι, πεφευγέναι τὴν πρὸς τὸ σύμμετρον ὁμογενὲς παραβολήν. ὥσπερ γὰρ κύνα μέσον ἁπάντων κυνῶν τῇ κράσει λέγομεν, ὅταν ἴσον ἀπέχῃ τῶν ἄκρων, οὕτω καὶ οὐσίαν ἐροῦμεν εἶναι μέσην τῇ κράσει τὴν ἴσον ἀπέχουσαν τῶν ἄκρων, δὴ καὶ πρῶτάτέ εἰσι πάντων καὶ στοιχεῖα. ἴσον δ’ἀφέξει δηλονότι τῶν ἄκρων, ἐξ ἴσου κερασθέντων ἁπάντων. τὴν οὖν ὑπερβάλλουσαν, ἐλλείπουσαν τῆσδε, θερμὴν, ψυχρὰν, ξηρὰν, ὑγρὰν εἶναι φήσομεν, ἅμα μὲν τῇ μέσῃ παραβάλλοντες, ἅμα δὲ καὶ τῶν ἐναντίων στοιχείων ἐξέτασιν ἐπ’αὐτῆς ποιούμενοι. καὶ δὴ καὶ κατὰ τοῦτο μὲν ἁπλῶς ἐροῦμεν αὐτὴν θερμὴν, ξηρὰν, ψυχρὰν, ὑγράν ὑπάρχειν. ἐπειδὰν δὲ τῇ μέσῃ κράσει παραβάλλωμεν, οὐχ ἁπλῶς, ἀλλ’ὅτι πρὸς τὸ σύμμετρον ὁμογενὲς οὕτως ἔχει. γένος δ’ἦν αὐτῶν οὐσία. πάντα γὰρ ὑπ’αὐτὴν πέπτωκεν, ὡς ἀνώτατον τὸ γένος, ἔμψυχάτε καὶ ἄψυχα, καὶ κοινόν ἐστιν ἥδε, καὶ ἀνθρώπου, καὶ κυνὸς, καὶ πλατάνου, καὶ συκῆς, καὶ χαλκοῦ, καὶ σιδήρου, καὶ τῶν ἄλλων ἁπάντων γένος. ὑπ’αὐτῇ δ’ἐστὶν ἕτερα γένη πολλά · τὸ μὲν ζῶον ὄρνιθόςτε καὶ ἰχθύος, τὸ δὲ φυτὸν δένδρουτε καὶ βοτάνης · ἀετοῦ δὲ καὶ κόρακος ὄρνις, καὶ λάβρακος καὶ φωκίδος ἰχθύς. ὡσαύτως δὲ καὶ τὸ μὲν δένδρον ἐλαίαςτε καὶ συκῆς γένος · βοτάνη δὲ ἀναγαλλίδοςτε καὶ παιονίας. ἔσχατα δ’ἤδη γένη ταῦτα · καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται, κόραξ, καὶ φωκὶς, καὶ συκῆ, καὶ ἀναγαλλίς · οὕτω δὲ καὶ ἄνθρωπος, καὶ βοῦς, καὶ κύων. ἄνωθεν μὲν οὖν κατιόντων, ἔσχατα γένη ταῦτα, καὶ διὰ τοῦτο καὶ εἴδη προσαγορεύεται · κάτωθεν δ’ἀνιόντων ἀπὸ τῶν ἀτόμων οὐσιῶν, πρῶτα. καὶ δέδεικται πρὸς ἑτέρου γράμματος, ὡς εὐλόγως οἱ παλαιοὶ ταῦτα ξύμπαντα τὰ μεταξὺ τῶν ἀτόμωντε καὶ τῶν πρώτων γενῶν εἴδητε ἅμα καὶ γένη προσαγορεύουσιν.

1.7

ὁπότ’οὖν διῄρηται τὰ σημαινόμενα, καὶ ὡς οὐχ ἁπλῶς ἀποφαίνεσθαι χρὴ θερμόντε καὶ ψυχρὸν, καὶ ξηρὸν καὶ ὑγρὸν σῶμα, σαφῶς ἀποδέδεικται, ζητητέον ἐφεξῆς αὐτῶν τὰ γνωρίσματα. καίτοι κᾷνταῦθα χρὴ πρότερον ὑπὲρ τῶν ὀνομάτων διελέσθαι τῶν ἐμπίπτειν ἐξ ἀνάγκης μελλόντων εἰς τὸν ἐφεξῆς λόγον, ἐξαπλῶσαίτέ τι πρᾶγμα, δυνάμει μὲν ἤδη προαποδεδειγμένον, οὐ μὴν ἐναργῶς γε πᾶσι τοῖς ἐντυγχάνουσι τῷδε τῷ γράμματι νοηθῆναι δυνάμενον. ὑπὲρ τῶν ὀνομάτων οὖν πρῶτον εἰπὼν, οὕτως ἐπάνειμι ἐπὶ τὸ πρᾶγμα. τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ὅτι μὲν οὐχ ἕν τι σημαίνει, ἐπειδὰν ἐπὶ σωμάτων λέγηται, δέδεικται πρόσθεν · ὅτι δὲ καὶ τὰς ἐν τοῖς σώμασι ποιότητας αὐτὰς μόνας, ἄνευ τῶν δεδεγμένων αὐτὰς οὐσιῶν, οὕτως ὀνομάζουσιν ἐνίοτε, τοῦτο μὲν οὔπω εἴρηται πρόσθεν, ἤδη δὲ αὐτὸ λέγεσθαι καιρός. ὥσπερ οὖν τὸ, λευκὸν, ὄνομα, κατάτε τοῦ χρώματος ἐπιφέρουσιν, ἐπειδὰν οὕτω λέγωσιν, ἐναντίον ἐστὶ τὸ λευκὸν χρῶμα τῷ μέλανι, κατάτε τοῦ δεδεγμένου τὸ χρῶμα σώματος, ἐπειδὰν τὸ τοῦ κύκνου σῶμα λευκὸν εἶναι φάσκωσιν, οὕτω καὶ τὸ, θερμὸν, ὄνομα, κατάτε τῆς ποιότητος ἐπιφέρουσιν, ὡς εἰ καὶ θερμότητα προσηγόρευον, ἀλλὰ καὶ κατὰ τοῦ σώματος, τὴν θερμότητα δέδεκται. τὴν γὰρ δὴ ποιότητα παρὰ τὸ δεδεγμένον αὐτὴν σῶμα ἑτέραν χρὴ νομίζειν εἶναί τινα φύσιν ἔχουσαν ἰδίαν, ὡς ἐν τοῖς περὶ τῶν στοιχείων λόγοις δείκνυται. θερμότης μὲν οὖν ποιότης · δ’αὐτὴ καὶ θερμὸν ὀνομάζεται, καθάπερ λευκότης καὶ λευκόν. αὐτὸ δὲ σῶμα τὸ θερμὸν ἓν τοῦτο μόνον ὄνομα κέκτηται, τὸ θερμὸν, ὥσπερ τὸ λευκόν · οὐ μὴν οὔτε θερμότης, οὔτε λευκότης αὐτὸ τὸ σῶμά ποτε προσαγορεύεται. κατὰ δὲ τὸν αὐτὸν τρόπον καὶ ξηρὸν, καὶ ψυχρὸν, καὶ ὑγρὸν ὀνομάζεται αὐτότε τὸ σῶμα καὶ ποιότης. οὐ μὴν ψυχρότης, ξηρότης, ὑγρότης ἔτι τὸ σῶμα καλεῖται, καθάπερ ἐν αὐτῷ ποιότης. τούτων δ’οὕτως ἐχόντων, εὔλογον, ἐπειδὰν μὲν ἤτοι θερμότητά τις ψυχρότητα διαλεγόμενος εἴπῃ, μηδὲν γίνεσθαι σόφισμα · μόναι γὰρ ἐκ τῶν τοιούτων ὀνομάτων αἱ ποιότητες δηλοῦνται · θερμὸν δ’εἰπόντος, ψυχρὸν, ἐπειδὴ καὶ ποιότης οὕτω καὶ τὸ σῶμα τὸ δεδεγμένον αὐτὴν ὀνομάζεται, πρόχειρον γίνεσθαι τῷ κακουργεῖν ἐθέλοντι, τὸ μὴ δηλούμενον ὑπὸ τοῦ λέγοντος ἀκούειν, ἵν’ἔχῃ σοφίζεσθαι. τοιοῦτο γάρ τοι δρῶσι καὶ πρὸς τὸν ἀφορισμὸν ἀντιλέγοντες, ἐν φησιν Ἱπποκράτης · τὰ αὐξανόμενα πλεῖστον ἔχει τὸ ἔμφυτον θερμόν. οὐ γὰρ σῶμά τι θερμὸν τὸ ἔμφυτον τῷ ζώῳ λέγεσθαι πρὸς Ἱπποκράτους ἀκούσαντες, οὐ δὲ ζητήσαντες, τί ποτέ ἐστι τοῦτο, κατὰ τῆς ποιότητος μόνης, ἣν δὴ καὶ θερμότητα καλοῦμεν, εἰρῆσθαι τοὔνομα δεξάμενοι, τὴν ἀντιλογίαν οὕτω ποιοῦνται. καίτοι φαίνεται σμικρὸν ὂν τὸ διαστέλλεσθαι τὰς ὁμωνυμίας, ἐν τῇ χρείᾳ τῶν πραγμάτων ἱκανῶς ἀξιόλογον ὑπάρχον.

1.8

ἀλλ’ἐπειδὴ καὶ τοῦτο σαφῶς ἤδη διώρισται, ἐπὶ τὸ ὑπόλοιπον αὖθις ἐπανιτέον. οὔσης γάρ τινος ἀκράτου καὶ ἀμίκτου ποιότητος, ὑγρότητόςτε καὶ ξηρότητος, καὶ θερμότητος καὶ ψυχρότητος, ὅσα ταύτας διεδέξαντο σώματα, θερμὰ δηλονότι καὶ ψυχρὰ καὶ ξηρὰ καὶ ὑγρὰ τελέωςτε καὶ ἀκριβῶς ἔσται. ταυτὶ μὲν οὖν μοι νόει τὰ τῶν γινομένωντε καὶ φθειρομένων στοιχεῖα · τὰ δ’ἄλλα σώματα, τάτε τῶν ζώων, καὶ τὰ τῶν φυτῶν, καὶ τὰ τῶν ἀψύχων ἁπάντων, οἷον χαλκοῦ, καὶ σιδήρου, καὶ λίθων, καὶ ξύλων, ἐν τῷ μεταξὺ τῶν πρώτων ἐκείνων τετάχθαι. οὐδὲν γὰρ αὐτῶν οὔτ’ἄκρως θερμὸν, οὔτ’ἄκρως ψυχρὸν, οὔτ’ἄκρως ὑγρὸν, οὔτ’ἄκρως ξηρόν ἐστιν. ἀλλ’ἤτοι μέσον ἀκριβῶς ὑπάρχει τῶν ἐναντίων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν, θατέρῳ τῶν ἄκρων προσκεχώρηκεν, ὡς μᾶλλον εἶναι θερμὸν ψυχρὸν, μᾶλλον ὑγρὸν ξηρόν. εἰ μὲν δὴ μέσον ἀκριβῶς εἴη καθ’ἑκατέραν τῶν ἐναντιώσεων, ὡς μηδὲν μᾶλλον εἶναι θερμὸν, ψυχρὸν, ξηρὸν, ὑγρὸν, εὔκρατον ἁπλῶς τοῦτο λεχθήσεται. θατέρου δὲ πλεονεκτήσαντος, ἤτοι κατὰ τὴν ἑτέραν ἀντίθεσιν, κατ’ἀμφοτέραν, οὐκ ἔτ’εὔκρατον. εἰ μὲν δὴ θερμὸν εἴη μᾶλλον, ψυχρὸν, μᾶλλόν ἐστι, τοῦτο λεχθήσεται · ὡσαύτως δὲ καὶ ξηρὸν καὶ ὑγρόν · κατὰ ταὐτὰ δὲ καὶ εἰ ψυχρὸν εἴη μᾶλλον, ὀνομασθήσεται ψυχρόν. εἰ δ’ἐξ ἑκατέρας τῆς ἀντιθέσεως ἐπικρατοίη θάτερον, ἤτοι θερμὸν ἅμα καὶ ὑγρὸν, θερμὸν ἅμα καὶ ξηρὸν, ψυχρὸν ἅμα καὶ ὑγρὸν, ψυχρὸν ἅμα καὶ ξηρὸν, ὀνομασθήσεται τὸ σῶμα κατὰ τὸ ἐπικρατοῦν. ταύτας μὲν οὖν τὰς τέτταρας δυσκρασίας, ὡς καὶ πρόσθεν εἴπομεν, οἱ πλεῖστοι γινώσκουσιν ἰατροίτε καὶ φιλόσοφοι. τὰς δ’ἄλλας τέτταρας ἐξ ἡμίσεως τούτων γιγνομένας οὐκ οἶδ’ὅπως παραλείπουσιν, ὥσπερ καὶ τὴν πρώτην ἁπασῶν κρᾶσιν, τὴν ἀρίστην. ἀλλ’ὅτι γε δυνατὸν, ἐπικρατοῦντος τοῦ θερμοῦ, μηδὲν μᾶλλον ὑγρὰν καὶ ξηρὰν εἶναι τὴν κρᾶσιν, ὅσον ἐπὶ ταύτῃ τῇ συζυγίᾳ, πρόδηλον μὲν οἶμαι κᾀκ τῶν ἤδη προειρημένων εἶναι. ῥᾷστον δὲ, κᾂν εἰ μηδὲν προείρητο, συλλογίσασθαι, συγχωρησάντων γε ἅπαξ αὐτῶν, ἑτέραν μὲν εἶναι κρᾶσιν ὑγρὰν καὶ θερμὴν, ἑτέραν δὲ ξηρὰν καὶ θερμήν. εἰ γὰρ οὐκ ἀναγκαῖόν ἐστι πάντως εἶναι ξηρὰν τὴν θερμὴν, ἀλλ’ἐγχωρεῖ καὶ ὑγρὰν ὑπάρχειν αὐτὴν, ἐγχωρήσει δηλονότι καὶ μέσην · ἐγγυτέρω γάρ ἐστιν μέση τῆς ξηρᾶς κράσεως, ἤπερ ὑγρά. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐστί τις ἑτέρα ψυχρὰ κρᾶσις, ἐφ’ἧς ἐστιν ἰσχυρότερον τὸ ψυχρόν · οὐ μὴν οὔθ’ὑγρὰν, οὔτε ξηρὰν ὑπάρχειν αὐτὴν ἀνάγκη, ἀλλ’ἐγχωρεῖ καὶ μέσην γενέσθαι · πάλιν γὰρ κᾀνταῦθα τὸν αὐτὸν ἐπάξεις λόγον. ὥστ’, εἴπερ οὐκ ἀναγκαῖόν ἐστιν ὑγρὰν εἶναι τὴν ψυχρὰν, ἀλλ’, χωρεῖ καὶ ξηρὰν γενέσθαι, πρόδηλον, ὡς καὶ τὴν μέσην ἐγχωρήσει, ἐγγυτέρω γάρ ἐστιν αὕτη τῆς ὑγρᾶς, ἤπερ ξηρά. ὡς οὖν αὗται αἱ δύο δυσκρασίαι κατὰ τὴν ἑτέραν ἀντίθεσιν ἐδείχθησαν, μὲν θερμὴ μόνον, δὲ ψυχρά · κατὰ τὸν αὐτὸν τρόπον ἕτεραι δύο γενήσονται κατὰ τὴν ἑτέραν ἀντίθεσιν, μὲν ξηρὰ μόνον, δ’ὑγρὰ, συμμέτρως ἐχόντων πρὸς ἄλληλα τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ. πάλιν γὰρ κᾀνταῦθα φήσομεν, ὥσπερ οὐκ ἔστιν ἀναγκαῖον, τίς ἐστι ξηρὰ κρᾶσις, εὐθὺς ταύτην εἶναι καὶ θερμὴν, ἀλλ’ἐνδέχεται καὶ ψυχρὰν ὑπάρχειν, οὐκ ἀδύνατον ἔσται καὶ τὸ μήτε ψυχρὰν εἶναί τινα, μήτε θερμὴν, ἀλλ’εὔκρατον μὲν κατὰ τοῦτο, ξηρὰν δὲ κατὰ τὴν ἑτέραν ἀντίθεσιν. ὡσαύτως δὲ καὶ τὴν ὑγρὰν κρᾶσιν οὐκ ἀναγκαῖον οὔτε θερμὴν, οὔτε ψυχρὰν ὑπάρχειν, ἀλλ’ἐνδέχεται μέσην ἀμφοῖν εἶναι κατά γε ταύτην τὴν ἀντίθεσιν. εἰ τοίνυν οὐκ ἀναγκαῖον, οὔτε τῇ κατὰ τὸ ψυχρὸν καὶ θερμὸν δυσκρασίᾳ τὴν ἐκ τῆς ἑτέρας ἀντιθέσεως ἕπεσθαι, οὔτ’ἐκείνῃ τὴν ἐκ ταύτης, ἐνδέχεταί ποτε καὶ τὴν εὔκρατον ὅσον ἐπὶ θερμότητι καὶ ψυχρότητι φύσιν ἤτοι ξηρὰν ὑγρὰν γενέσθαι, καὶ τὴν ἐν τούτοις πάλιν εὔκρατον ἤτοι θερμὴν ψυχράν. ὥστ’εἶναι καὶ ταύτας τέτταρας ἑτέρας ἐκείνων δυσκρασίας, ὡς οἱ πρόσθεν ἰατροίτε καὶ φιλόσοφοι παρέδοσαν ἡμῖν, καὶ μέσας γε ταύτας τετάχθαι τῶν εὐκράτων ἕξεων καὶ τῶν κατ’ἀμφοτέρας τὰς ἀντιθέσεις δυσκράτων. μὲν γὰρ ἄκρως εὔκρατος οὐδετέραν ἀντίθεσιν ἔχει πλεονεκτοῦσαν, δ’ἐξ ὑπεναντίου τῆσδε δύσκρατος ἀμφοτέρας μοχθηράς. ἐν μέσῳ δ’ἐστὶν κατὰ μὲν τὴν ἑτέραν εὔκρατος, κατὰ δὲ τὴν ἑτέραν δύσκρατος ὑπάρχουσα, ἥτις ἐξ ἡμίσεως μὲν εὔκρατος, ἐξ ἡμίσεως δὲ δύσκρατος οὖσα, μέση δεόντως ἂν εἶναι λέγοιτο τῆς ὅλης εὐκράτουτε καὶ δυσκράτου. καὶ εἴπερ ταῦθ’οὕτως ἔχει, ὥσπερ οὖν καὶ ἔχει, θαρρούντως ἤδη λέγομεν, ἐννέα τὰς πάσας εἶναι τῶν κράσεων διαφορὰς, εὔκρατον μὲν μίαν, οὐκ εὐκράτους δὲ τὰς ὀκτὼ, τέτταρας μὲν ἁπλᾶς, ὑγρὰν, καὶ ξηρὰν, καὶ θερμὴν, καὶ ψυχρὰν, ἄλλας δὲ τέτταρας συνθέτους, ὑγρὰν ἅμα καὶ θερμὴν, καὶ ξηρὰν ἅμα καὶ θερμὴν, καὶ ψυχρὰν ἅμα καὶ ὑγρὰν, καὶ ψυχρὰν ἅμα καὶ ξηράν.

1.9

ἐν ἑκάστῃ δὲ τῶν εἰρημένων κράσεων τὸ μᾶλλόντε καὶ τὸ ἦττον πάμπολυ, κατάτε τὰς ἁπλᾶς λεγομένας κράσεις, ἐπίτε τῆς ὅλης οὐσίας, ἤδη δὲ καὶ καθ’ἕν ὁτιοῦν γένος. εἰ δή τις βούλεται διαγνωστικὸς εἶναι κράσεων, ἄρχεσθαι τούτῳ προσήκει τῆς γυμνασίας ἀπὸ τῶν καθ’ἕκαστον γένος εὐκράτωντε καὶ μέσων φύσεων. ἐκείναις γὰρ τὰς ἄλλας παραβάλλων, ῥᾳδίως ἐξευρήσει τὸ πλεονάζον τὸ λεῖπον ἐν ἑκάστῃ. περὶ πρώτων οὖν ῥητέον τῶν ἁπλῶς λεγομένων εὐκράτωντε καὶ δυσκράτων, ἅς ἐπὶ πάσης οὐσίας γεννητῆς, οὐκ ἐπὶ ζώων μόνον, φυτῶν, ἔφαμεν ἐξετάζεσθαι. πάλιν δὲ κᾀνταῦθα τό γε τοσοῦτο χρὴ διαστείλασθαι περὶ ὀνομάτων, ὡς θερμὴ κρᾶσις ἄλλη μέν ἐστιν ἐνεργείᾳ, δυνάμει δ’ἄλλη, καὶ ὡς δυνάμει ταῦτ’εἶναι λέγομεν, ὅσα μήπω μέν ἐστιν λέγεται, ῥᾷστον δ’αὐτοῖς γενέσθαι, φυσικήν τινα ἐπιτηδειότητα κεκτημένοις εἰς τὸ γενέσθαι. περὶ πρώτων οὖν διέλθωμεν τῶν ἐνεργείᾳ θερμῶν καὶ ψυχρῶν, καὶ ξηρῶν καὶ ὑγρῶν, ἀπὸ τῆς συμπάσης οὐσίας ἀρξάμενοι, κᾄπειτα μεταβῶμεν ἐπίτε τὰ ζῶα καὶ τὰ φυτά. τελέως γὰρ ἂν οὕτως ἡμῖν ἀπειργασμένον εἴη τὸ προτεθέν. ἐπειδὴ τοίνυν τὸ μέσον ἐν ἅπαντι γένει, καὶ μάλιστα κατὰ τὰς συμπάσας οὐσίας, ἐκ τῆς τῶν ἄκρων μίξεως γίνεται, χρὴ καὶ τὴν νόησιν αὐτοῦ καὶ τὴν διάγνωσιν ἐξ ἐκείνων συνίστασθαι. τὸ μὲν δὴ τῆς νοήσεως ῥᾶστον. ἀπὸ γὰρ τοῦ θερμοτάτου πάντων τῶν εἰς αἴσθησιν ἡκόντων, οἷον ἤτοι πυρὸς, τινος ὕδατος ἄκρως ζέοντος, ἐπὶ τὸ ψυχρότατον κατελθόντες ἁπάντων ὧν ἴσμεν, οἶον κρύσταλλον, χιόνα, νοήσαντές τι διάστημα, μέσον ἀκριβῶς τοῦτο τέμνομεν. οὕτω γὰρ ἐξευρήσομεν τῇ νοήσει τὸ σύμμετρον, ὅπερ ἑκατέρου τῶν ἄκρων ἴσον ἀπέχει. ἀλλὰ καὶ κατασκευάσαι πως αὐτὸ δυνάμεθα, τὸν ἴσον ὄγκον κρυστάλλου μίξαντες ὕδατι ζέοντι. τὸ γὰρ ἐξ ἀμφοῖν κραθὲν ἴσον ἑκατέρου τῶν ἄκρων ἀφέξει, τοῦτε καίοντος καὶ τοῦ ναρκοῦντος διὰ ψύξιν. οὔκουν οὐδὲν ἔτι χαλεπόν ἐστι, τοῦ κραθέντος οὕτως ἁψαμένους, ἔχειν τὸ μέσον ἁπάσης οὐσίας ἐν τῇ κατὰ τὸ θερμόντε καὶ ψυχρὸν ἀντιθέσει, καὶ μεμνῆσθαι τούτου, καὶ κρίνειν ἅπαντα τἄλλα καθάπερ τινὶ κανόνι παραβάλλοντας. καὶ μὲν δὴ καὶ ξηρὰν γῆν, τέφραν, τι τοιοῦτο ἕτερον ἀκριβῶς αὐχμηρὸν ἀναδεύσας ὕδατι κατὰ τὸν ὄγκον ἴσῳ, τὸ μέσον ἐργάσῃ σῶμα τῆς κατὰ τὸν ξηρόντε καὶ ὑγρὸν ἀντιθέσεως. οὔκουν οὐ δὲ ἐνταῦθα χαλεπὸν οὐδὲν, ὄψειτε ἅμα καὶ ἁφῇ τὸ τοιοῦτο σῶμα διαγνόντας, παραθέσθαι τῇ μνήμῃ, καὶ τούτῳ κανόνιτε καὶ κριτηρίῳ χρῆσθαι πρὸς τὴν τῶν ἐλλειπόντων πλεοναζόντων ὑγρῶν καὶ ξηρῶν διάγνωσιν. ἔστω δὲ δηλονότι τὸ κρινόμενον σῶμα συμμέτρως θερμόν. εἰ γὰρ εἰς ἄκρον ἤτοι θερμότητος ψύξεως ἄγοιτο, τουτὶ τὸ μέσον ὑγροῦ καὶ ξηροῦ σῶμα φαντασίαν ἐνίοτε παρέξει ψευδῆ, καὶ δόξει ποτὲ μὲν ὑγρότερον εἶναι τοῦ συμμέτρου, ποτὲ δὲ ξηρότερον. εἰ μὲν γὰρ θερμανθείη πλέον, δεῖ, τηκόμενόντε καὶ ῥέον, ὑγροτέρου φαντασίαν ἑαυτοῦ παρέξει. ψυχόμενον δὲ περαιτέρω τοῦ προσήκοντος, ἵσταταίτε καὶ πήγνυται, καὶ ἀκίνητον γίνεται, καὶ σκληρὸν ἁπτομένοις φαίνεται, κᾀκ τούτου φαντασίαν προβάλλει ψευδῆ ξηρότητος. εἰ δ’, ὥσπερ ὑγροῦ καὶ ξηροῦ μετέσχεν ἴσον, οὕτω καὶ θερμότητόςτε καὶ ψύξεως εἴη μέσον, οὔτε σκληρὸν, οὔτε μαλακὸν ἁπτομένῳ φαίνεται τὸ τοιοῦτο σῶμα. τὸ μὲν οὖν ὅλα δι’ὅλων αὐτὰ κεράσαι, τὸ θερμὸν λέγω καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν καὶ τὸ ὑγρὸν, ἀδύνατον ἀνθρώπῳ. γῆ γὰρ ὑγρῷ φυραθεῖσα μέμικται μὲν, ὡς ἄν τῳ δόξειε, καὶ οὕτω κέκραται πᾶσα παντὶ, παράθεσις μήν ἐστι τὸ τοιοῦτο κατὰ σμικρὰ, καὶ οὐ δι’ὅλων κρᾶσις, ἀλλὰ τὸ δι’ὅλων ἄμφω κεράσαι θεοῦ καὶ φύσεως ἔργον. ἔτι δὲ μᾶλλον, εἰ τὸ θερμὸν καὶ τὸ ψυχρὸν ὅλα δι’ὅλων ἀλλήλοις κεραννύοιτο. τὸ μέντοι παράθεσιν ἐργάσασθαι τοιαύτην, ὡς ἐκφεύγειν τὴν αἴσθησιν ἕκαστον τῶν ἁπλῶν σωμάτων, οὐ φύσεως τοῦτό γε μόνης θεοῦ τὸ ἔργον, ἀλλὰ καὶ ἡμέτερόν ἐστιν. οὐ δὲ γὰρ χαλεπὸν ὑγροῦ καὶ ξηροῦ μέσον ἐργάσασθαι πηλὸν ἐκ τῆς τοιαύτης μίξεως · ὡσαύτως δὲ καὶ θερμοῦ καὶ ψυχροῦ. καί σοι φανεῖται τὸ τοιοῦτο σῶμα καὶ τῇ θερμότητι μὲν καὶ τῇ ψυχρότητι εὔκρατον, ἀλλὰ καὶ σκληρότητόςτε καὶ μαλακότητος ἐν τῷ μέσῳ. τοιοῦτο δ’ἐστὶ καὶ τὸ τῶν ἀνθρώπων δέρμα, μέσον ἀκριβῶς ἁπάντων τῶν ἐσχάτων, θερμοῦ καὶ ψυχροῦ, καὶ σκληροῦ καὶ μαλακοῦ, καὶ τούτου μάλιστα τὸ κατὰ τὴν χεῖρα. γνώμων γὰρ αὕτη πάντων ἔμελλεν ἔσεσθαι τῶν αἰσθητῶν, ὄργανον ἁπτικὸν ὑπὸ τῆς φύσεως ἀπεργασθεῖσα τῷ φρονιμωτάτῳ τῶν ζώων οἰκεῖον. ἴσον οὖν ἀπέχειν αὐτὴν ἐχρῆν ἁπάντων τῶν ἄκρων, θερμοῦ καὶ ψυχροῦ, καὶ ξηροῦ καὶ ὑγροῦ. καὶ δὴ καὶ γέγονεν ἐκ τῆς τούτων ἁπάντων ἰσομοιρίας, οὐ μιχθέντων μόνον, ἀλλὰ καὶ δι’ὅλων ἀλλήλοις κερασθέντων, ὅπερ οὐκ ἔτ’οὐδεὶς ἡμῶν ἐργάσασθαι δυνατός ἐστιν, ἀλλὰ φύσεως τὸ ἔργον. ὅσα μὲν οὖν σκληρότερα τοῦ δέρματός ἐστι μόρια, καθάπερ ὀστᾶ, καὶ χόνδροι, καὶ κέρατα, καὶ τρίχες, ὄνυχέςτε καὶ σύνδεσμοι, καὶ ὁπλαὶ, καὶ πλῆκτρα, πλέον ἐν τούτοις ἐστὶ τὸ ξηρόν · ὅσα δὲ μαλακώτερα, καθάπερ αἷμα, καὶ φλέγμα, καὶ πιμελὴ, καὶ στέαρ, καὶ μυελὸς, ἐγκέφαλόςτε καὶ νωτιαῖος, ὑγροῦ πλέον ἐν τούτοις ἐστὶν, ξηροῦ. καὶ μὲν δὴ καὶ ὅσῳ τὸ πάντων ξηρότατον ἐν ἀνθρώπῳ μόριον ὑπερβάλλει ξηρότητι τοῦ δέρματος, τοσούτῳ πάλιν ἀπολείπεται τὸ ὑγρότατον. ἔοικε δέ πως λόγος ἤδη τῶν χρησιμωτάτων αὐτῶν ἐφάπτεσθαι, καὶ διδάσκειν, ἅμα μὲν ὡς οὐχὶ ζώων μόνον, ἀλλὰ καὶ τῶν ἄλλων ἁπάντων σωμάτων εὐκρατότατός ἐστιν ἄνθρωπος, ἅμα δ’ὡς τῶν ἐν αὐτῷ μορίων τὸ τῆς χειρὸς δέρμα τὸ ἔσωθεν ἁπάσας ἐκπέφευγεν ἀκριβῶς τὰς ὑπερβολάς. ἐπιστήσαντες οὖν πάλιν ἐνταῦθα τὸν λόγον ἐπισκεψώμεθα, τίς ἄριστα πάντων κέκραται ἄνθρωπος, ὃν καὶ τῆς ὅλης μὲν οὐσίας, ἔτι δὲ μᾶλλον ἀνθρώπων καὶ τῶν ἄλλων ζώων ἐν τῷ μέσῳ χρὴ τάξαντας, καθάπερ τινὰ κανόνα καὶ γνώμονα, τοὺς ἄλλους ἅπαντας τούτῳ παραβάλλοντας, θερμοὺς καὶ ψυχροὺς, καὶ ξηροὺς καὶ ὑγροὺς ὀνομάζειν. δεῖ δὲ συνδραμεῖν ἐς ταὐτὸν ἐπὶ τοῦδε πολλὰ γνωρίσματα. καὶ γὰρ ὡς πρὸς τὴν ὅλην οὐσίαν ἐξετάζοντι μέσον φαίνεσθαι χρὴ τὸν τοιοῦτον, ἔτι δὲ μᾶλλον ὡς πρὸς ἀνθρώπουςτε καὶ ζῶα. τὰ μὲν οὖν ἁπάσης τῆς οὐσίας γνωρίσματα κοινὰ προείρηται · τὰ δ’ὡς ἐν ζώων εἴδεσιν ἐνεργείας τελειότητι κρίνεται τῆς ἑκάστῳ πρεπούσης. πρέπει δ’ἀνθρώπῳ μὲν εἶναι σοφωτάτῳ, κυνὶ δὲ πρᾳοτάτῳτε ἅμα καὶ ἀλκιμωτάτῳ, λέοντι δὲ ἀλκιμωτάτῳ μόνον, ὥσπερ γε καὶ προβάτῳ πρᾳοτάτω. καὶ μέν με καὶ ὡς τὰς τοῦ σώματος ἐνεργείας οἰκείας εἶναι χρὴ τῷ τῆς ψυχῆς ἤθει, δέδεικται μὲν καὶ πρὸς Ἀριστοτέλους ἐν τοῖς περὶ ζώων μορίων · λέλεκται δὲ καὶ πρὸς ἡμῶν ὑπὲρ αὐτῶν οὐδὲν ἦττον. μὲν δὴ μέθοδος ἥδε. τὸ δ’ἀσκῆσαι γνωρίζειν ἑτοίμως ἐν ἑκάστῳ γένει ζώου καὶ κατὰ τὰ σύμπαντα τὸ μέσον, οὐ τοῦ τυχόντος ἀνδρὸς, ἀλλ’ἐσχάτως ἐστὶ φιλοπόνου, καὶ διὰ μακρᾶς ἐμπειρίας καὶ πολλῆς γνώσεως ἁπάντων τῶν κατὰ μέρος ἐξευρίσκειν δυναμένου τὸ μέσον. οὕτω γοῦν καὶ πλάσται, καὶ γραφεῖς, ἀνδριαντοποιοίτε καὶ ὅλως ἀγαλματοποιοὶ τὰ κάλλιστα γράφουσίτε καὶ πλάττουσι καθ’ἕκαστον εἶδος, οἶον ἄνθρωπον εὐμορφότατον, ἵππον, βοῦν, λέοντα, τὸ μέσον ἐν ἐκείνῳ τῷ γένει σκοποῦντες. καί πού τις ἀνδριὰς ἐπαινεῖται, Πολυκλείτου κανὼν ὀνομαζόμενος, ἐκ τοῦ πάντων τῶν μορίων ἀκριβῆ τὴν πρὸς ἄλληλα συμμετρίαν ἔχειν ὀνόματος τοιούτου τυχών. ἔστι μὲν οὖν ἐπιπλέον, ὃν νῦν ἡμεῖς ἐζητοῦμεν, κανὼν οὗτος. οὐ μόνον γὰρ ὑγρότητόςτε καὶ ξηρότητος ἐν τῷ μέσῳ καθέστηκεν οὕτως εὔσαρκος ἄνθρωπος, ἀλλὰ καὶ διαπλάσεως ἀρίστης τετύχηκεν, ἴσως μὲν ἑπομένης τῇ τῶν τεσσάρων στοιχείων εὐκρασίᾳ, τάχα δέ τινα θειοτέραν ἀρχὴν ἑτέραν ἐχούσης ἄνωθεν. ἀλλὰ τό γε πάντως εὔκρατον εἶναι τὸν τοιοῦτον ἐξ ἀνάγκης ὑπάρχει · τὸ γὰρ ἐν εὐσαρκίᾳ σύμμετρον εὐκρασίας ἐστὶν ἔγγονον. εὐθὺς δ’ὑπάρχει τῷ τοιούτῳ σώματι, καὶ ταῖς ἐνεργείαις ἄριστα διακεῖσθαι, καὶ σκληρότητόςτε καὶ μαλακότητος ἔχειν μετρίως, θερμότητόςτε καὶ ψυχρότητος · καὶ ταῦθ’ὑπάρχειν ἅπαντα τῷ δέρματι, καὶ τούτῳ μάλιστα τῷ τῆς χειρὸς ἐντὸς, ὅταν μηδένα τύλον ἔχῃ τοιοῦτον, οἷον τοῖς ἐρέττουσίτε καὶ σκάπτουσι γίνεται. διττῆς γὰρ ἕνεκα χρείας τῶν χειρῶν γεγενημένων, ἁφῆς καὶ ἀντιλήψεως, αἱ μαλακαὶ μὲν εἰς τὴν τῆς ἁφῆς ἀκρίβειαν, αἱ σκληραὶ δὲ εἰς τὴν τῆς ἀντιλήψεως ἰσχὺν ἐπιτηδειότεραι. καὶ δὴ καὶ τὸ δέρμα τὸ μέσον οὐ μόνον ἁπάντων ἀνθρωπίνων μορίων, ἀλλὰ καὶ τῆς ὅλης οὐσίας, καὶ πάντων τῶν ἐν γενέσει καὶ φθορᾷ σωμάτων, οὐ τὸ τετυλωμένον ἐστὶ καὶ σκληρὸν καὶ λιθῶδες, ἀλλὰ τὸ κατὰ φύσιν ἔχον, δὴ καὶ μάλιστά φαμεν ἀκριβοῦσθαι τὴν ἁφήν. ὅτι μὲν οὖν σκληρότητόςτε καὶ μαλακότητος ἐν τῷ μέσῳ καθέστηκεν ἁπάντων μορίων, ἱκανῶς ἐναργές · ὅτι δὲ καὶ θερμότητος καὶ ψυχρότητος, ἐκ τῆς οὐσίας ἂν αὐτοῦ μάλιστα καταμάθοις. ἔστι γὰρ οἷον ἔναιμόν τι νεῦρον, ἀκριβῶς μέσον ὑπάρχον νεύρουτε καὶ σαρκὸς, ὡς εἰ καὶ κραθέντων ἀμφοῖν ἐγένετο. ἀλλὰ νεῦρον μὲν ἅπαν ἄναιμόντε καὶ ψυχρόν · σὰρξ δὲ πολύαιμόςτε καὶ θερμή · μέσον δ’ἀμφοῖν τὸ δέρμα, μήτ’ἄναιμον τὸ πάμπαν, ὡς νεῦρον, ἀλλὰ μη δὲ πολύαιμον, ὡς σὰρξ, γενόμενον. εἰ δὴ τοῦτο κανόνατε καὶ οἷον κριτήριον ἁπάντων τῶν τοῦ ζώου μορίων προστησάμενος ἐξετάζειςτε καὶ παραβάλλεις αὐτῷ τἄλλα, τὰς ὀκτὼ διαφορὰς εὑρήσεις τῆς δυσκρασίας ἐν αὐτοῖς. καὶ δὴ καὶ κατὰ μέρος δίειμί σοι περὶ πάντων ἑξῆς. φλέγμα μὲν οὖν ὑγρότατόν ἐστι καὶ ψυχρότατον, αἷμα δὲ θερμότατον, ἀλλ’οὐχ οὕτως ὑγρὸν, ὡς τὸ φλέγμα. θρὶξ δὲ ξηροτάτητε καὶ ψυχροτάτη · ἧττον δὲ αὐτῆς ὀστοῦν ψυχρόν ἐστι καὶ ξηρὸν, καὶ τοῦδε χόνδρος ἧττον ξηρός. ἐφεξῆς δὲ χόνδρῳ σύνδεσμος, καὶ ὃν χονδροσύνδεσμον ὀνομάζουσιν, ἔπειτα τένων, εἶθ’ὑμὴν, καὶ ἀρτηρία, καὶ φλὲψ, αὐτὰ δηλονότι τὰ σώματα τῶν ἀγγείων, εἶθ’ὅσα νεῦρα σκληρά. τὰ δὲ μαλακὰ νεῦρα κατὰ τὴν τοῦ δέρματος ὑπάρχει φύσιν ἐν τῇ καθ’ὑγρότητάτε καὶ ξηρότητα μεσότητι. κατὰ γὰρ τὴν ἑτέραν ἀντίθεσιν οὐκ ἔτι μέσον θερμοῦ καὶ ψυχροῦ τὸ νεῦρον μαλακὸν, ἀλλὰ τοσοῦτον ἀπολείπεται θερμότητος, ὅσον καὶ αἵματος. οὕτω δὲ καὶ τἄλλα σύμπαντα τὰ πρόσθεν εἰρημένα τοσούτῳ ψυχρότερα δέρματος, ὅσῳ καὶ ἀναιμότερα. καὶ οἵ γε χιτῶνες αὐτοὶ τῶν ἐναιμοτάτων ἀγγείων, ἀρτηρίας λέγω καὶ φλεβὸς, ἄναιμοίτέ εἰσι καὶ ψυχροὶ τῇ φύσει · τῇ γειτνιάσει δὲ τοῦ αἵματος θερμαίνονται, καὶ εἰς μέσην ἀφικνοῦνται κατάστασιν κράσεως. τὸ δὲ αἷμα πάλιν αὐτὸ παρὰ τῆς καρδίας ἔχει τὴν θερμασίαν. φύσει γὰρ ἐκεῖνο τὸ σπλάγχνον ἁπάντων ἐστὶ τῶν τοῦ ζώου μορίων ἐναιμότατόντε ἅμα καὶ θερμότατον · ἐφεξῆς δ’αὐτῷ τὸ ἧπαρ. ἀλλ’ μὲν καρδία βραχὺ δέρματος ἀποδεῖ σκληρότητι, τὸ δ’ἧπαρ πολύ. καὶ τοίνυν ὑγροτέρα τοσούτῳ δέρματός ἐστιν, ὅσῳ μαλακωτέρα. καὶ μὴν δὴ καὶ σὰρξ ὑγροτέρα δέρματος · ἀλλ’αὕτη μὲν καὶ θερμοτέρα. νωτιαῖος δὲ ὑγρότερος μὲν, ἀλλὰ καὶ ψυχρότερος · καὶ τοῦδε μᾶλλον ἐγκέφαλος υγρότερος, ἔτι δὲ τούτου μᾶλλον πιμελή, καὶ πῆξις αὐτῆς, διὰ τὴν τῶν ὑμένων γειτνίασιν · ἐλαίῳ γὰρ ἔοικε παχεῖ, καὶ διὰ τοῦτο πήγνυται, ψυχροῖς καὶ ἀναίμοις ὁμιλοῦσα μορίοις. οὔτε δ’ἥπατι περιπήγνυσθαι πιμελὴν, οὔτ’ἀρτηρίαις καὶ φλεψὶν, οὔτε καρδίᾳ δυνατὸν, ἀλλ’οὐ δ’ἄλλῳ τινὶ θερμῷ πάνυ μορίῳ. διότι δὲ πέπηγε πάνυ ψυχρῷ, διὰ τοῦτο χεῖται θερμαινομένη τοῖς ἄλλοις ὁμοίως πεπηγόσιν. οὐ μὴν ἐγκέφαλός γε θερμαινόμενος χεῖται, καὶ διὰ τοῦτο ἦττον ὑγρός ἐστι πιμελῆς. ἧττον δ’ὑγρὰ πιμελῆς ἐστι καὶ τοῦ πνεύμονος σὰρξ, οὐ δὲ γὰρ αὕτη χεῖται θερμαινομένη. πολὺ δ’ἔτι μᾶλλον τοῦ σπληνόςτε καὶ τῶν νεφρῶν ἧττόν ἐστιν ὑγρὰ πιμελῆς. ἅπαντα μέντοι ταῦτα δέρματός ἐστιν ὑγρότερα. τὰς δὲ τούτων ἀποδείξεις ἐν τῷ μεταξὺ λόγῳ διέξειμι · καὶ μὲν δὴ καὶ ὅσα λείπει τῇ συμπάσῃ περὶ κράσεων πραγματείᾳ διὰ τῶν ἐφεξῆς δυοῖν ὑπομνημάτων εἰρήσεται.