The Birds
Ευελπιδης
Ευ.
Ευ.
1ὀρθὴν κελεύεις, ᾗ τὸ δένδρον φαίνεται;
Πισθεταιρος
Πι.
Πι.
2διαρραγείης · ἥδε δ’αὖ κρώζει πάλιν.
Ευελπιδης
Ευ.
Ευ.
3τί ὦ πόνηρ’ἄνω κάτω πλανύττομεν;
4ἀπολούμεθ’ἄλλως τὴν ὁδὸν προφορουμένω.
Πισθεταιρος
Πι.
Πι.
5τὸ δ’ἐμὲ κορώνῃ πειθόμενον τὸν ἄθλιον
6ὁδοῦ περιελθεῖν στάδια πλεῖν ἢ χίλια.
Ευελπιδης
Ευ.
Ευ.
7τὸ δ’ἐμὲ κολοιῷ πειθόμενον τὸν δύσμορον
8ἀποσποδῆσαι τοὺς ὄνυχας τῶν δακτύλων.
Πισθεταιρος
Πι.
Πι.
9ἀλλ’οὐ δ’ὅπου γῆς ἐσμὲν οἶδ’ἔγωγ’ἔτι.
Ευελπιδης
Ευ.
Ευ.
10ἐντευθενὶ τὴν πατρίδ’ἂν ἐξεύροις σύ που;
Πισθεταιρος
Πι.
Πι.
11οὐ δ’ἂν μὰ Δία γ’ἐντεῦθεν Ἐξηκεστίδης.
Ευελπιδης
Ευ.
Ευ.
12οἴμοι.
Πισθεταιρος
Πι.
Πι.
12bσὺ μὲν ὦ τᾶν τὴν ὁδὸν ταύτην ἴθι.
Ευελπιδης
Ευ.
Ευ.
13ἦ δεινὰ νὼ δέδρακεν οὑκ τῶν ὀρνέων,
14ὁ πινακοπώλης φιλοκράτης μελαγχολῶν,
15ὃς τώδ’ἔφασκε νῷν φράσειν τὸν Τηρέα
16τὸν ἔποφ’ὃς ὄρνις ἐγένετ’ἐκ τῶν ὀρνέων ·
17κα- κἀπέδοτο τὸν μὲν Θαρρελείδου τουτονὶ
18κολοιὸν ὀβολοῦ, τηνδεδὶ τριωβόλου.
19τὼ δ’οὐκ ἄρ’ᾔστην οὐδὲν ἄλλο πλὴν δάκνειν.
20καὶ νῦν τί κέχηνας; ἔσθ’ὅποι κατὰ τῶν πετρῶν
21ἡμᾶς ἔτ’ἔξεις. οὐ γάρ ἐστ’ἐνταῦθά τις
22ὁδός.
Πισθεταιρος
Πι.
Πι.
22bοὐ δὲ μὰ Δί’ἐνταῦθά γ’ἀτραπὸς οὐδαμοῦ.
Ευελπιδης
Ευ.
Ευ.
23οὐ δ’ἡ κορώνη τῆς ὁδοῦ τι λέγει πέρι;
Πισθεταιρος
Πι.
Πι.
24οὐ τα- ταὐτὰ κρώζει μὰ Δία νῦντε καὶ τότε.
Ευελπιδης
Ευ.
Ευ.
25τί δὴ λέγει περὶ τῆς ὁδοῦ;
Πισθεταιρος
Πι.
Πι.
25bτί δ’ἄλλο γ’ἢ
26βρύκουσ’ἀπέδεσθαί φησί μου τοὺς δακτύλους;
Ευελπιδης
Ευ.
Ευ.
27οὐ δεινὸν οὖν δῆτ’ἐστὶν ἡμᾶς δεομένους
28ἐς κόρακας ἐλθεῖν καὶ παρεσκευασμένους
29ἔπειτα μὴ ’ξευρεῖν δύνασθαι τὴν ὁδόν;
30ἡμεῖς γάρ, ὦνδρες οἱ παρόντες ἐν λόγῳ,
31νόσον νοσοῦμεν τὴν ἐναντίαν Σάκᾳ ·
32ὁ μὲν γὰρ ὢν οὐκ ἀστὸς ἐσβιάζεται,
33ἡμεῖς δὲ φυλῇ καὶ γένει τιμώμενοι,
34ἀστοὶ μετ’ἀστῶν, οὐ σοβοῦντος οὐδενὸς
35ἀνεπτόμεσθ’ἐκ τῆς πατρίδος ἀμφοῖν ποδοῖν,
36αὐτὴν μὲν οὐ μισοῦντ’ἐκείνην τὴν πόλιν
37τὸ μὴ οὐ μεγάλην εἶναι φύσει κα- κεὐδαίμονα
38καὶ πᾶσι κοινὴν ἐναποτεῖσαι χρήματα.
39οἱ μὲν γὰρ οὖν τέττιγες ἕνα μῆν’ἢ δύο
40ἐπὶ τῶν κραδῶν ᾄδουσ’, Ἀθηναῖοι δ’ἀεὶ
41ἐπὶ τῶν δικῶν ᾄδουσι πάντα τὸν βίον.
42διὰ ταῦτα τόνδε τὸν βάδον βαδίζομεν,
43κανοῦν δ’ἔχοντε καὶ χύτραν καὶ μυρρίνας
44πλανώμεθα ζητοῦντε τόπον ἀπράγμονα,
45ὅποι καθιδρυθέντε διαγενοίμεθ’ἄν.
46ὁ δὲ στόλος νῷν ἐστι παρὰ τὸν Τηρέα
47τὸν ἔποπα, παρ’ἐκείνου πυθέσθαι δεομένω,
48εἴ που τοιαύτην εἶδε πόλιν ᾗ ’πέπτετο.
Πισθεταιρος
Πι.
Πι.
49οὗτος.
Ευελπιδης
Ευ.
Ευ.
49bτί ἔστιν;
Πισθεταιρος
Πι.
Πι.
49cἡ κορώνη μοι πάλαι
50ἄνω τι φράζει.
Ευελπιδης
Ευ.
Ευ.
50bκα- χὠ κολοιὸς οὑτοσὶ
51ἄνω κέχηνεν ὡσπερεὶ δεικνύς τί μοι,
52κα- κοὐκ ἔσθ’ὅπως οὐκ ἔστιν ἐνταῦθ’ὄρνεα.
53εἰσόμεθα δ’αὐτίκ’, ἢν ποιήσωμεν ψόφον.
Πισθεταιρος
Πι.
Πι.
54ἀλλ’οἶσθ’ὃ δρᾶσον; τῷ σκέλει θένε τὴν πέτραν.
Ευελπιδης
Ευ.
Ευ.
55σὺ δὲ τῇ κεφαλῇ γ’, ἵν’ᾖ διπλάσιος ὁ ψόφος.
Πισθεταιρος
Πι.
Πι.
56σὺ δ’οὖν λίθῳ κόψον λαβών.
Ευελπιδης
Ευ.
Ευ.
56bπάνυ γ’, εἰ δοκεῖ.
57παῖ παῖ.
Πισθεταιρος
Πι.
Πι.
57bτί λέγεις οὗτος; τὸν ἔποπα παῖ καλεῖς;
58οὐκ ἀντὶ τοῦ παιδός σ’ἐχρῆν ἐποποῖ καλεῖν;
Ευελπιδης
Ευ.
Ευ.
59ἐποποῖ. ποιήσεις ἔτι με κόπτειν αὖθις αὖ.
60ἐποποῖ.
Θεραπων Εποπος
Θε.
Θε.
60bτίνες οὗτοι; τίς ὁ βοῶν τὸν δεσπότην;
Ευελπιδης
Ευ.
Ευ.
61Ἄπολλον ἀποτρόπαιε τοῦ χασμήματος.
Θεραπων Εποπος
Θε.
Θε.
62οἴμοι τάλας ὀρνιθοθήρα τουτωί.
Ευελπιδης
Ευ.
Ευ.
63οὕτως τι δεινὸν οὐ δὲ κάλλιον λέγειν.
Θεραπων Εποπος
Θε.
Θε.
64ἀπολεῖσθον.
Ευελπιδης
Ευ.
Ευ.
64bἀλλ’οὐκ ἐσμὲν ἀνθρώπω.
Θεραπων Εποπος
Θε.
Θε.
64cτί δαί;
Ευελπιδης
Ευ.
Ευ.
65ὑποδεδιὼς ἔγωγε Διβυκὸν ὄρνεον.
Θεραπων Εποπος
Θε.
Θε.
66οὐδὲν λέγεις.
Ευελπιδης
Ευ.
Ευ.
66bκαὶ μὴν ἐροῦ τὰ πρὸς ποδῶν.
Θεραπων Εποπος
Θε.
Θε.
67ὁδὶ δὲ δὴ τίς ἐστιν ὄρνις; οὐκ ἐρεῖς;
Πισθεταιρος
Πι.
Πι.
68ἐπικεχοδὼς ἔγωγε Φασιανικός.
Ευελπιδης
Ευ.
Ευ.
69ἀτὰρ σὺ τί θηρίον ποτ’εἶ πρὸς τῶν θεῶν;
Θεραπων Εποπος
Θε.
Θε.
70ὄρνις ἔγωγε δοῦλος.
Ευελπιδης
Ευ.
Ευ.
70bἡττήθης τινὸς
71ἀλεκτρυόνος;
Θεραπων Εποπος
Θε.
Θε.
71bοὐκ ἀλλ’ὅτε περ ὁ δεσπότης
72ἔποψ ἐγένετο, τότε γενέσθαι μ’ηὔξατο
73ὄρνιν, ἵν’ἀκόλουθον διάκονόντ’ἔχῃ.
Ευελπιδης
Ευ.
Ευ.
74δεῖται γὰρ ὄρνις καὶ διακόνου τινός;
Θεραπων Εποπος
Θε.
Θε.
75οὗτός γ’, ἅτ’οἶμαι πρότερον ἄνθρωπός ποτ’ὤν,
76τοτὲ μὲν ἐρᾷ φαγεῖν ἀφύας Φαληρικάς ·
77τρέχω ’π’ἀφύας λαβὼν ἐγὼ τὸ τρύβλιον.
78ἔτνους δ’ἐπιθυμεῖ, δεῖ τορύνης καὶ χύτρας ·
79τρέχω ’πὶ τορύνην.
Ευελπιδης
Ευ.
Ευ.
79bτροχίλος ὄρνις οὑτοσί.
80οἶσθ’οὖν ὃ δρᾶσον ὦ τροχίλε; τὸν δεσπότην
81ἡμῖν κάλεσον.
Θεραπων Εποπος
Θε.
Θε.
81bἀλλ’ἀρτίως νὴ τὸν Δία
82εὕδει καταφαγὼν μύρτα καὶ σέρφους τινάς.
Ευελπιδης
Ευ.
Ευ.
83ὅμως ἐπέγειρον αὐτόν.
Θεραπων Εποπος
Θε.
Θε.
83bοἶδα μὲν σαφῶς
84ὅτι ἀχθέσεται, σφῷν δ’αὐτὸν οὕνεκ’ἐπεγερῶ.
Πισθεταιρος
Πι.
Πι.
85κακῶς σύ γ’ἀπόλοι’, ὥς μ’ἀπέκτεινας δέει.
Ευελπιδης
Ευ.
Ευ.
86οἴμοι κακοδαίμων κα- χὠ κολοιός μο- μοἴχεται
87ὑπὸ τοῦ δέους.
Πισθεταιρος
Πι.
Πι.
87bὦ δειλότατον σὺ θηρίον,
88δείσας ἀφῆκας τὸν κολοιόν;
Ευελπιδης
Ευ.
Ευ.
88bεἰπέ μοι,
89σὺ δὲ τὴν κορώνην οὐκ ἀφῆκας καταπεσών;
Πισθεταιρος
Πι.
Πι.
90μὰ Δί’οὐκ ἔγωγε.
Ευελπιδης
Ευ.
Ευ.
90bποῦ γάρ ἐστ’;
Πισθεταιρος
Πι.
Πι.
90cἀπέπτετο.
Ευελπιδης
Ευ.
Ευ.
91οὐκ ἆρ’ἀφῆκας; ὠ- ὦγάθ’ὡς ἀνδρεῖος εἶ.
Εποψ
Επ.
Επ.
92ἄνοιγε τὴν ὕλην, ἵν’ἐξέλθω ποτέ.
Ευελπιδης
Ευ.
Ευ.
93ὦ Ἡράκλεις τουτὶ τί ποτ’ἐστὶ τὸ θηρίον;
94τίς ἡ πτέρωσις; τίς ὁ τρόπος τῆς τριλοφίας;
Εποψ
Επ.
Επ.
95τίνες εἰσί μ’οἱ ζητοῦντες;
Ευελπιδης
Ευ.
Ευ.
95bοἱ δώδεκα θεοὶ
96εἴξασιν ἐπιτρῖψαί σε.
Εποψ
Επ.
Επ.
96bμῶν με σκώπτετον
97ὁρῶντε τὴν πτέρωσιν; ἦν γὰρ ὦ ξένοι
98ἄνθρωπος.
Ευελπιδης
Ευ.
Ευ.
98bοὐ σοῦ καταγελῶμεν.
Εποψ
Επ.
Επ.
98cἀλλὰ τοῦ;
Ευελπιδης
Ευ.
Ευ.
99τὸ ῥάμφος ἡμῖν σου γέλοιον φαίνεται.
Εποψ
Επ.
Επ.
100τοιαῦτα μέντοι Σοφοκλέης λυμαίνεται
101ἐν ταῖς τραγῳδίαισιν ἐμὲ τὸν Τηρέα.
Ευελπιδης
Ευ.
Ευ.
102Τηρεὺς γὰρ εἶ σύ; πότερον ὄρνις ἢ ταὧς;
Εποψ
Επ.
Επ.
103ὄρνις ἔγωγε.
Ευελπιδης
Ευ.
Ευ.
103bκα- κᾆτά σοι ποῦ τὰ πτερά;
Εποψ
Επ.
Επ.
104ἐξερρύηκε.
Ευελπιδης
Ευ.
Ευ.
104bπότερον ὑπὸ νόσου τινός;
Εποψ
Επ.
Επ.
105οὔκ, ἀλλὰ τὸν χειμῶνα πάντα τω- τὤρνεα
106πτερορρυεῖτε κα- καὖθις ἕτερα φύομεν.
107ἀλλ’εἴπατόν μοι σφὼ τίν’ἐστόν;
Ευελπιδης
Ευ.
Ευ.
107bνώ; βροτώ.
Εποψ
Επ.
Επ.
108ποδαπὼ τὸ γένος;
Ευελπιδης
Ευ.
Ευ.
108bὅθεν αἱ τριήρεις αἱ καλαί.
Εποψ
Επ.
Επ.
109μῶν ἡλιαστά;
Ευελπιδης
Ευ.
Ευ.
109bμη- μἀλλὰ τα- θατέρου τρόπου,
110ἀπηλιαστά.
Εποψ
Επ.
Επ.
110bσπείρεται γὰρ τοῦτ’ἐκεῖ
111τὸ σπέρμ’;
Ευελπιδης
Ευ.
Ευ.
111bὀλίγον ζητῶν ἂν ἐξ ἀγροῦ λάβοις.
Εποψ
Επ.
Επ.
112πράγους δὲ δὴ τοῦ δεομένω δεῦρ’ἤλθετον;
Ευελπιδης
Ευ.
Ευ.
113σοὶ ξυγγενέσθαι βουλομένω.
Εποψ
Επ.
Επ.
113bτίνος πέρι;
Ευελπιδης
Ευ.
Ευ.
114ὅτι πρῶτα μὲν ἦσθ’ἄνθρωπος ὥσπερ νὼ ποτέ,
115κα- κἀργύριον ὠφείλησας ὥσπερ νὼ ποτέ,
116κα- κοὐκ ἀποδιδοὺς ἔχαιρες ὥσπερ νὼ ποτέ ·
117εἶτ’αὖθις ὀρνίθων μεταλλάξας φύσιν
118καὶ γῆν ἐπέπτου καὶ θάλατταν ἐν κύκλῳ,
119καὶ πάνθ’ὅσαπερ ἄνθρωπος ὅσατ’ὄρνις φρονεῖς ·
120ταῦτ οὖν ἱκέται νὼ πρὸς σὲ δεῦρ’ἀφίγμεθα,
121εἴ τινα πόλιν φράσειας ἡμῖν εὔερον
122ὥσπερ σισύραν ἐγκατακλινῆναι μαλθακήν.
Εποψ
Επ.
Επ.
123ἔμειτα μείζω τῶν Κραναῶν ζητεῖς πόλιν;
Ευελπιδης
Ευ.
Ευ.
124μείζω μὲν οὐδέν, προσφορωτέραν δὲ νῷν.
Εποψ
Επ.
Επ.
125ἀριστοκρατεῖσθαι δῆλος εἶ ζητῶν.
Ευελπιδης
Ευ.
Ευ.
125bἐγώ;
126ἥκιστα · καὶ γὰρ τὸν Σκελίου βδελύττομαι.
Εποψ
Επ.
Επ.
127ποίαν τιν’οὖν ἥδιστ’ἂν οἰκοῖτ’ἂν πόλιν;
Ευελπιδης
Ευ.
Ευ.
128ὅπου τὰ μέγιστα πράγματ’εἴη τοιάδε ·
129ἐπὶ τὴν θύραν μου πρῴ τις ἐλθὼν τῶν φίλων
130λέγοι ταδί · “πρὸς τοῦ Διὸς το- τοὐλυμπίου
131ὅπως παρέσει μοι καὶ σὺ καὶ τὰ παιδία
132λουσάμενα πρῴ · μέλλω γὰρ ἑστιᾶν γάμους ·
133καὶ μηδαμῶς ἄλλως ποιήσῃς · εἰ δὲ μή,
134μή μοι τότε γ’ἔλθῃς, ὅταν ἐγὼ πράττω κακῶς”.
Εποψ
Επ.
Επ.
135νὴ Δία ταλαιπώρων γε πραγμάτων ἐρᾷς.
136τί δαὶ σύ;
Πισθεταιρος
Πι.
Πι.
136bτοιούτων ἐρῶ κα- κἀγώ.
Εποψ
Επ.
Επ.
136cτίνων;
Πισθεταιρος
Πι.
Πι.
137ὅπου ξυναντῶν μοι ταδί τις μέμψεται
138ὥσπερ ἀδικηθεὶς παιδὸς ὡραίου πατήρ ·
139“καλῶς γέ μου τὸν υἱὸν ὦ Στιλβωνίδη
140εὑρὼν ἀπιόντ’ἀπὸ γυμνασίου λελουμένον
141οὐκ ἔκυσας, οὐ προσεῖπας, οὐ προσηγάγου,
142οὐκ ὠρχιπέδισας, ὢν ἐμοὶ πατρικὸς φίλος”.
Εποψ
Επ.
Επ.
143ὦ δειλακρίων σὺ τῶν κακῶν οἵων ἐρᾷς.
144ἀτὰρ ἔστι γ’ὁποίαν λέγετον εὐδαίμων πόλις
145παρὰ τὴν ἐρυθρὰν θάλατταν.
Ευελπιδης
Ευ.
Ευ.
145bοἴμοι μηδαμῶς
146ἡμῖν παρὰ τὴν θάλατταν, ἵν’ἀνακύψεται
147κλητῆρ’ἄγουσ’ἕωθεν ἡ Σαλαμινία.
148Ἑλληνικὴν δὲ πόλιν ἔχεις ἡμῖν φράσαι;
Εποψ
Επ.
Επ.
149τί οὐ τὸν Ἠλεῖον Λέπρεον οἰκίζετον
150ἐλθόνθ’;
Ευελπιδης
Ευ.
Ευ.
150bὁτιὴ νὴ τοὺς θεοὺς ὅσ’οὐκ ἰδὼν
151βδελύττομαι τὸν Λέπρεον ἀπὸ Μελανθίου.
Εποψ
Επ.
Επ.
152ἀλλ’εἰσὶν ἕτεροι τῆς Λοκρίδος Ὀπούντιοι,
153ἵνα χρὴ κατοικεῖν.
Ευελπιδης
Ευ.
Ευ.
153bἀλλ’ἔγωγ’Ὀπούντιος
154οὐκ ἂν γενοίμην ἐπὶ ταλάντῳ χρυσίου.
155οὗτος δὲ δὴ τίς ἔσθ’ὁ μετ’ὀρνίθων βίος;
156σὺ γὰρ οἶσθ’ἀκριβῶς.
Εποψ
Επ.
Επ.
156bοὐκ ἄχαρις ἐς τὴν τριβήν ·
157οὗ πρῶτα μὲν δεῖ ζῆν ἄνευ βαλλαντίου.
Ευελπιδης
Ευ.
Ευ.
158πολλήν γ’ἀφεῖλες τοῦ βίου κιβδηλίαν.
Εποψ
Επ.
Επ.
159νεμόμεσθα δ’ἐν κήποις τὰ λευκὰ σήσαμα
160καὶ μύρτα καὶ μήκωνα καὶ σισύμβρια.
Ευελπιδης
Ευ.
Ευ.
161ὑμεῖς μὲν ἆρα ζῆτε νυμφίων βίον.
Πισθεταιρος
Πι.
Πι.
161bφεῦ φεῦ ·
162ἦ μέγ’ἐνορῶ βούλευμ’ἐν ὀρνίθων γένει,
163καὶ δύναμιν ἣ γένοιτ’ἄν, εἰ πίθοισθέ μοι.
Εποψ
Επ.
Επ.
164τί σοι πιθώμεσθ’;
Πισθεταιρος
Πι.
Πι.
164bὅ τι πίθησθε; πρῶτα μὲν
165μὴ περιπέτεσθε πανταχῇ κεχηνότες ·
166ὡς τοῦτ’ἄτιμον το- τοὔργον ἐστίν. αὐτίκα
167ἐκεῖ παρ’ἡμῖν τοὺς πετομένους ἢν ἔρῃ,
168“τίς ὄρνις οὗτος”; ὁ Τελέας ἐρεῖ ταδί ·
169“ἅνθρωπος ὄρνις ἀστάθμητος πετόμενος,
170ἀτέκμαρτος, οὐδὲν οὐδέποτ’ἐν τα- ταὐτῷ μένων”.
Εποψ
Επ.
Επ.
171νὴ τὸν Διόνυσον εὖ γε μωμᾷ ταυταγί.
172τί ἂν οὖν ποιοῖμεν;
Πισθεταιρος
Πι.
Πι.
172bοἰκίσατε μίαν πόλιν.
Εποψ
Επ.
Επ.
173ποίαν δ’ἂν οἰκίσαιμεν ὄρνιθες πόλιν;
Πισθεταιρος
Πι.
Πι.
174ἄληθες; ὦ σκαιότατον εἰρηκὼς ἔπος,
175βλέψον κάτω.
Εποψ
Επ.
Επ.
175bκαὶ δὴ βλέπω.
Πισθεταιρος
Πι.
Πι.
175cβλέπε νῦν ἄνω.
Εποψ
Επ.
Επ.
176βλέπω.
Πισθεταιρος
Πι.
Πι.
176bπερίαγε τὸν τράχηλον.
Εποψ
Επ.
Επ.
176cνὴ Δία
177ἀπολαύσομαί τί γ’, εἰ διαστραφήσομαι.
Πισθεταιρος
Πι.
Πι.
178εἶδές τι;
Εποψ
Επ.
Επ.
178bτὰς νεφέλας γε καὶ τὸν οὐρανόν.
Πισθεταιρος
Πι.
Πι.
179οὐχ οὗτος οὖν δήπου ’στὶν ὀρνίθων πόλος;
Εποψ
Επ.
Επ.
180πόλος; τίνα τρόπον;
Πισθεταιρος
Πι.
Πι.
180bὥσπερ ἂν εἴποι τις τόπος.
181ὅτι δὲ πολεῖται τοῦτο καὶ διέρχεται
182ἅπαντα διὰ τούτου, καλεῖται νῦν πόλος.
183ἢν δ’οἰκίσητε τοῦτο καὶ φάρξηθ’ἅπαξ,
184ἐκ τοῦ πόλου τούτου κεκλήσεται πόλις.
185ὥστ’ἄρξετ’ἀνθρώπων μὲν ὥσπερ παρνόπων,
186τοὺς δ’αὖ θεοὺς ἀπολεῖτε λιμῷ Μηλίῳ.
Εποψ
Επ.
Επ.
187πῶς;
Πισθεταιρος
Πι.
Πι.
187bἐν μέσῳ δήπουθεν ἀήρ ἐστι γῆς.
188εἶθ’ὥσπερ ἡμεῖς, ἢν ἰέναι βουλώμεθα
189Πυθώδε, Βοιωτοὺς δίοδον αἰτούμεθα,
190οὕτως, ὅταν θύσωσιν ἄνθρωποι θεοῖς,
191ἢν μὴ φόρον φέρωσιν οἱ ὑμῖν οἱ θεοί,
192193
τῶν μηρίων τὴν κνῖσαν οὐ διαφρήσετε.
Εποψ
Επ.
Επ.
194ἰοὺ ἰού ·
194bμὰ γῆν μὰ παγίδας μὰ νεφέλας μὰ δίκτυα,
195μὴ ’γὼ νόημα κομψότερον ἤκουσά πω ·
196ὥστ’ἂν κατοικίζοιμι μετὰ σοῦ τὴν πόλιν,
197εἰ ξυνδοκοίη τοῖσιν ἄλλοις ὀρνέοις.
Πισθεταιρος
Πι.
Πι.
198τίς ἂν οὖν τὸ πρᾶγμ’αὐτοῖς διηγήσαιτο;
Εποψ
Επ.
Επ.
198bσύ.
199ἐγὼ γὰρ αὐτοὺς βαρβάρους ὄντας πρὸ τοῦ
200ἐδίδαξα τὴν φωνήν, ξυνὼν πολὺν χρόνον.
Πισθεταιρος
Πι.
Πι.
201πῶς δῆτ’ἂν αὐτοὺς ξυγκαλέσειας;
Εποψ
Επ.
Επ.
201bῥᾳδίως.
202δευρὶ γὰρ ἐσβὰς αὐτίκα μάλ’ἐς τὴν λόχμην,
203ἔπειτ’ἀνεγείρας τὴν ἐμὴν ἀηδόνα,
204καλοῦμεν αὐτούς · οἱ δὲ νῷν τοῦ φθέγματος
205ἐάνπερ ἐπακούσωσι θεύσονται δρόμῳ.
Πισθεταιρος
Πι.
Πι.
206ὦ φίλτατ’ὀρνίθων σὺ μή νυν ἕσταθι ·
207ἀλλ’ἀντιβολῶ σ’ἄγ’ὡς τάχιστ’ἐς τὴν λόχμην
208ἔσβαινε κα- κἀνέγειρε τὴν ἀηδόνα.
Εποψ
Επ.
Επ.
209ἄγε σύννομέ μοι παῦσαι μὲν ὕπνου,
210λῦσον δὲ νόμους ἱερῶν ὕμνων,
211οὓς διὰ θείου στόματος θρηνεῖς
212τὸν ἐμὸν καὶ σὸν πολύδακρυν Ἴτυν ·
213ἐλελιζομένης δ’ἱεροῖς μέλεσιν
214γένυος ξουθῆς
215καθαρὰ χωρεῖ διὰ φυλλοκόμου
216μίλακος ἠχὼ πρὸς Διὸς ἕδρας,
217ἵν’ὁ χρυσοκόμας Φοῖβος ἀκούων
218τοῖς σοῖς ἐλέγοις ἀντιψάλλων
219ἐλεφαντόδετον φόρμιγγα θεῶν
220ἵστησι χορούς · διὰ δ’ἀθανάτων
221στομάτων χωρεῖ ξύμφωνος ὁμοῦ
222θεία μακάρων ὀλολυγή.
222b(αὐλεῖ)
Πισθεταιρος
Πι.
Πι.
223ὦ Ζεῦ βασιλεῦ τοῦ φθέγματος το- τοὐρνιθίου ·
224οἶον κατεμελίτωσε τὴν λόχμην ὃλην.
Ευελπιδης
Ευ.
Ευ.
225οὗτος.
Πισθεταιρος
Πι.
Πι.
225bτί ἔστιν; οὐ σιωπήσει;
Ευελπιδης
Ευ.
Ευ.
225cτί δαί;
Πισθεταιρος
Πι.
Πι.
226οὕποψ μελῳδεῖν αὖ παρασκευάζεται.
Εποψ
Επ.
Επ.
227ἐποποῖ ποποποποποποποῖ,
228ἰὼ ἰὼ ἰτὼ ἰτὼ ἰτὼ ἰτὼ,
229ἴτω τις ὧδε τῶν ἐμῶν ὁμοπτέρων ·
230ὅσοιτ’εὐσπόρους ἀγροίκων γύας
231νέμεσθε, φῦλα μυρία κριθοτράγων
232σπερμολόγωντε γένη
233ταχὺ πετόμενα, μαλθακὴν ἱέντα γῆρυν ·
234ὅσατ’ἐν ἄλοκι θαμὰ
235βῶλον ἀμφιτιττυβίζεθ’ὧδε λεπτὸν
236ἡδομένᾳ φωνᾷ ·
237τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιό.
238ὅσαθ’ὑμῶν κατὰ κήπους ἐπὶ κισσοῦ
239κλάδεσι νομὸν ἔχει,
240τάτε κατ’ὄρεα τάτε κοτινοτράγα τάτε κομαροφάγα,
241ἀνύσατε πετόμενα πρὸς ἐμὰν αὐδάν ·
242τριοτὸ τριοτὸ τοτοβρίξ ·
243οἵθ’ἑλείας παρ’αὐλῶνας ὀξυστόμους
245ἐμπίδας κάπτεθ’, ὅσατ’εὐδρόσους γῆς τόπους
246ἔχετε λειμῶνάτ’ἐρόεντα Μαραθῶνος, ὄρνις
247πτερυγοποίκιλόςτ’ἀτταγᾶς ἀτταγᾶς.
250ὧντ’ἐπὶ πόντιον οἶδμα θαλάσσης
251φῦλα μετ’ἀλκυόνεσσι ποτῆται,
252δεῦρ’ἴτε πευσόμενοι τὰ νεώτερα,
253πάντα γὰρ ἐνθάδε φῦλ’ἀθροΐζομεν
254οἰωνῶν ταναοδείρων.
255ἥκει γὰρ τις δριμὺς πρέσβυς
256καινὸς γνώμην
257καινῶντ’ἔργων ἐγχειρητής.
258ἀλλ’ἴτ’ἐς λόγους ἅπαντα,
259δεῦρο δεῦρο δεῦρο δεῦρο.
Χορος
Χο.
Χο.
260τοροτοροτοροτοροτίξ.
261κικκαβαῦ κικκαβαῦ.
262τοροτοροτοροτορολιλιλίξ.
Πισθεταιρος
Πι.
Πι.
263ὁρᾷς τιν’ὄρνιν;
Ευελπιδης
Ευ.
Ευ.
263bμὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ ·
264καίτοι κέχηνά γ’ἐς τὸν οὐρανὸν βλέπων.
Πισθεταιρος
Πι.
Πι.
265ἄλλως ἄρ’οὕποψ, ὡς ἔοικ’, ἐς τὴν λόχμην
266ἐσβὰς ἐπῷζε χαραδριὸν μιμούμενος.
Ορνις Τις
Ορ.
Ορ.
267τοροτὶξ τοροτίξ.
Πισθεταιρος
Πι.
Πι.
268ὠ- ὦγάθ’ἀλλ’εἶς οὑτοσὶ καὶ δή τις ὄρνις ἔρχεται.
Ευελπιδης
Ευ.
Ευ.
269νὴ Δί’ὄρνις δῆτα. τίς ποτ’ἐστίν; οὐ δήπου ταὧς;
Πισθεταιρος
Πι.
Πι.
270οὗτος αὐτὸς νῷν φράσει · τίς ἐστιν ὄρνις οὑτοσί;
Εποψ
Επ.
Επ.
271οὗτος οὐ τῶν ἠθάδων τῶνδ’ὧν ὁρᾶθ’ὑμεῖς ἀεί,
272ἀλλὰ λιμναῖος.
Ευελπιδης
Ευ.
Ευ.
272bβαβαὶ καλός γε καὶ φοινικιοῦς.
Εποψ
Επ.
Επ.
273εἰκότως γε · καὶ γὰρ ὄνομ’αὐτῷ ’στὶ φοινικόπτερος.
Ευελπιδης
Ευ.
Ευ.
274οὗτος ὦ σέ τοι.
Πισθεταιρος
Πι.
Πι.
274bτί βωστρεῖς;
Ευελπιδης
Ευ.
Ευ.
274cἕτερος ὄρνις οὑτοσί.
Πισθεταιρος
Πι.
Πι.
275νὴ Δί’ἕτερος δῆτα κα- χοὖτος ἔξεδρον χρόαν ἔχων.
276τίς ποτ’ἔσθ’ὁ μουσόμαντις ἄτοπος ὄρνις ὀρειβάτης;
Εποψ
Επ.
Επ.
277ὄνομα τούτῳ Μῆδός ἐστο.
Πισθεταιρος
Πι.
Πι.
277bΜῆδος; ὠ- ὦναξ Ἡράκλεις ·
278εἶτα πῶς ἄνευ καμήλου Μῆδος ὤν εἰσέπτετο;
Ευελπιδης
Ευ.
Ευ.
279ἕτερος αὖ λόφον κατειληφώς τις ὄρνις οὑτοσί.
Πισθεταιρος
Πι.
Πι.
280τί τὸ τέρας τουτί ποτ’ἐστίν; οὐ σὺ μόνος ἄρ’ἦσθ’ἔποψ,
281ἀλλὰ κα- χοὖτος ἕτερος;
Εποψ
Επ.
Επ.
281bοὑτοσὶ μέν ἐστι Φιλοκλέους
282ἐξ ἔποπος, ἐγὼ δὲ τούτου πάππος, ὥσπερ εἰ λέγοις
283Ἱππόνικος Καλλίου κα- κἀξ Ἱππονίκου Καλλίας.
Πισθεταιρος
Πι.
Πι.
284Καλλίας ἄρ’οὗτος οὕρνις ἐστίν · ὡς πτερορρυεῖ.
Ευελπιδης
Ευ.
Ευ.
285ἅτε γὰρ ὢν γενναῖος ὑπότε συκοφαντῶν τίλλεται,
286αἵτε θήλειαι προσεκτίλλουσιν αὐτοῦ τὰ πτερά.
Πισθεταιρος
Πι.
Πι.
287ὦ Πόσειδον ἕτερος αὖ τις βαπτὸς ὄρνις οὑτοσί.
288τίς ὀνομάξεταί ποθ’οὗτος;
Εποψ
Επ.
Επ.
288bοὑτοσὶ κατωφαγᾶς.
Πισθεταιρος
Πι.
Πι.
289ἔστι γὰρ κατωφαγᾶς τις ἄλλος ἢ Κλεώνυμος;
Ευελπιδης
Ευ.
Ευ.
290πῶς ἂν οὖν Κλεώνυμός γ’ὢν οὐκ ἀπέβαλε τὸν λόφον;
Πισθεταιρος
Πι.
Πι.
291ἀλλὰ μέντοι τίς ποθ’ἡ λόφωσις ἡ τῶν ὀρνέων;
292ἦ ’πὶ τὸν δίαυλον ἦλθον;
Εποψ
Επ.
Επ.
292bὥσπερ οἱ Κᾶρες μὲν οὖν
293ἐπὶ λόφων οἰκοῦσιν ὠ- ὦγάθ’ἀσφαλείας οὔνεκα.
Πισθεταιρος
Πι.
Πι.
294ὦ Πόσειδον οὐχ ὁρᾷς ὅσον συνείλεκται κακὸν
295ὀρνέων;
Ευελπιδης
Ευ.
Ευ.
295bὠ- ὦναξ Ἄπολλον τοῦ νέφους. ἰοὺ ἰού,
296οὐ δ’ἰδεῖν ἔτ’ἔσθ’ὑπ’αὐτῶν πετομένων τὴν εἴσοδον.
Εποψ
Επ.
Επ.
297οὑτοσὶ πέρδιξ, ἐκεινοσί γε νὴ Δί’ἀτταγᾶς,
298οὑτοσὶ δὲ πηνέλοψ, ἐκεινηὶ δέ γ’ἀλκυών.
Πισθεταιρος
Πι.
Πι.
299τίς γάρ ἐσθ’οὕπισθεν αὐτῆς;
Εποψ
Επ.
Επ.
299bὅστις ἐστί; κειρύλος.
Πισθεταιρος
Πι.
Πι.
300κειρύλος γάρ ἐστιν ὄρνις;
Εποψ
Επ.
Επ.
300bοὐ γάρ ἐστι Σποργίλος;
301κα- χαὐτηί γε γλαῦξ.
Ευελπιδης
Ευ.
Ευ.
301bτί φῄς; τίς γλαῦκ’Ἀθήναζ’ἤγαγεν;
Εποψ
Επ.
Επ.
302κίττα τρυγὼν κορυδὸς ἐλεᾶς ὑποθυμὶς περιστερὰ
303νέρτος ἱέραξ φάττα κόκκυξ ἐρυθρόπους κεβλήπυρις
304πορφυρὶς κερχνῂς κολυμβὶς ἀμπελὶς φήην δρύοψ.
Πισθεταιρος
Πι.
Πι.
305ἰοὺ ἰοὺ τῶν ὀρνέων, ἰοὺ ἰοὺ τῶν κοψίχων ·
306οἶα πιππίζουσι καὶ τρέχουσι διακεκραγότες.
307ἆρ’ἀπειλοῦσίν γε νῷν; οἴμοι, κεχήνασίν γέ τοι
308καὶ βλέπουσιν ἐς σὲ κα- κἀμέ.
Ευελπιδης
Ευ.
Ευ.
309τοῦτο μὲν κα- κἀμοὶ δοκεῖ.
Χορος
Χο.
Χο.
310ποποποποποποποποποποῖ ποῦ μ’ἄρ’ὃς
311ἐκάλεσε; τίνα τόπον ἄρα ποτὲ νέμεται;
Εποψ
Επ.
Επ.
312οὑτοσὶ πάλαι πάρειμι κα- κοὐκ ἀποστατῶ φίλων.
Χορος
Χο.
Χο.
313τί τί τί τί τί τί τί τί · τίνα λόγον ἄρα ποτὲ
315πρὸς ἐμὲ φίλον ἔχων;
Εποψ
Επ.
Επ.
316κοινὸν ἀσφαλῆ δίκαιον ἡδὺν ὠφελήσιμον.
317ἄνδρε γὰρ λεπτὼ λογιστὰ δεῦρ’ἀφῖχθον ὡς ἐμέ.
Χορος
Χο.
Χο.
318ποῦ; πᾷ; πῶς φῄς;
Εποψ
Επ.
Επ.
320φήμ’ἀπ’ἀνθρώπων ἀφῖχθαι δεῦρο πρεσβύτα δύο ·
321ἥκετον δ’ἔχοντε πρέμνον πράγματος πελωρίου.
Χορος
Χο.
Χο.
322ὦ μέγιστον ἐξαμαρτὼν ἐξ ὅτου ’τράφην ἐγώ,
323πῶς λέγεις;
Εποψ
Επ.
Επ.
323bμήπω φοβηθῇς τὸν λόγον.
Χορος
Χο.
Χο.
323cτί μ’ἠργάσω;
Εποψ
Επ.
Επ.
324ἄνδρ’ἐδεξάμην ἐραστὰ τῆσδε τῆς ξυνουσίας.
Χορος
Χο.
Χο.
325καὶ δέδρακας τοῦτο το- τοὔργον;
Εποψ
Επ.
Επ.
325bκαὶ δεδρακώς γ’ἥδομαι.
Χορος
Χο.
Χο.
326κα- κἀστὸν ἤδη που παρ’ἡμῖν;
Εποψ
Επ.
Επ.
326bεἰ παρ’ὑμῖν εἴμ’ἐγώ.
Χορος
Χο.
Χο.
327ἔα ἔα,
328προδεδόμεθ’ἀνόσιάτ’ἐπάθομεν ·
329ὃς γὰρ φίλος ἦν ὁμότροφάθ’ἡμῖν
330ἐνέμετο πεδία παρ’ἡμῖν,
331παρέβη μὲν θεσμοὺς ἀρχαίους,
332παρέβη δ’ὅρκους ὀρνίθων ·
333ἐς δὲ δόλον ἐκάλεσε, παρέβαλέτ’ἐμὲ παρὰ
334γένος ἀνόσιον, ὅπερ ἐξότ’ἐγένετ’ἐπ’ἐμοὶ
335πολέμιον ἐτράφη.
336ἀλλὰ πρὸς τοῦτον μὲν ἡμῖν ἐστιν ὕστερος λόγος ·
337τὼ δὲ πρεσβύτα δοκεῖ μοι τώδε δοῦναι τὴν δίκην
338διαφορηθῆναίθ’ὑφ’ἡμῶν.
Πισθεταιρος
Πι.
Πι.
338bὡς ἀπωλόμεσθ’ἄρα.
Ευελπιδης
Ευ.
Ευ.
339αἴτιος μέντοι σὺ νῷν εἶ τῶν κακῶν τούτων μόνος.
340ἐπὶ τί γάρ μ’ἐκεῖθεν ἦγες;
Πισθεταιρος
Πι.
Πι.
340bἵν’ἀκολουθοίης ἐμοί.
Ευελπιδης
Ευ.
Ευ.
341ἵνα μὲν οὖν κλάοιμι μεγάλα.
Πισθεταιρος
Πι.
Πι.
341bτοῦτο μὲν ληρεῖς ἔχων
342κάρτα · πῶς κλαύσει γάρ, ἢν ἅπαξ γε τω- τὠφθαλμὼ ’κκοπῇς;
Χορος
Χο.
Χο.
343ἰὼ ἰώ,
344ἔπαγ’ἔπιθ’ἐπίφερε πολέμιον
345ὁρμὰν φονίαν, πτέρυγάτε παντᾷ
346ἐπίβαλε περίτε κύκλωσαι ·
347ὡς δεῖ τώδ’οἰμώζειν ἄμφω
348καὶ δοῦναι ῥύγχει φορβάν.
349οὔτε γὰρ ὄρος σκιερὸν οὔτε νέφος αἰθέριον
350οὔτε πολιὸν πέλαγος ἔστιν ὅ τι δέξεται
351τώδ’ἀποφυγόντε με.
352ἀλλὰ μὴ μέλλωμεν ἤδη τώδε τίλλειν καὶ δάκνειν.
353ποῦ ’σθ’ὁ ταξίαρχος; ἐπαγέτω τὸ δεξιὸν κέρας.
Ευελπιδης
Ευ.
Ευ.
354τοῦτ’ἐκεῖνο · ποῖφύγω δύστηνος;
Πισθεταιρος
Πι.
Πι.
354bοὗτος οὐ μενεῖς;
Ευελπιδης
Ευ.
Ευ.
355ἵν’ὑπὸ τούτων διαφορηθῶ;
Πισθεταιρος
Πι.
Πι.
355bπῶς γὰρ ἂν τούτους δοκεῖς
356ἐκφυγεῖν;
Ευελπιδης
Ευ.
Ευ.
356bοὐκ οἶδ’ὅπως ἄν.
Πισθεταιρος
Πι.
Πι.
356cἀλλ’ἐγώ τοί σοι λέγω,
357ὅτι μένοντε δεῖ μάχεσθαι λαμβάνειντε τῶν χυτρῶν.
Ευελπιδης
Ευ.
Ευ.
358τί δὲ χύτρα νώ γ’ὠφελήσει;
Πισθεταιρος
Πι.
Πι.
358bγλαῦξ μὲν οὐ πρόσεισι νῷν.
Ευελπιδης
Ευ.
Ευ.
359τοῖς δὲ γαμψώνυξι τοισδί;
Πισθεταιρος
Πι.
Πι.
359bτὸν ὀβελίσκον ἁρπάσας
360εἶτα κατάπηξον πρὸ σαυτοῦ.
Ευελπιδης
Ευ.
Ευ.
360bτοῖσι δ’ὀφθαλμοῖσι τί;
Πισθεταιρος
Πι.
Πι.
361ὀξύβαφον ἐντευθενὶ προσδοῦ λαβὼν ἢ τρύβλιον.
Ευελπιδης
Ευ.
Ευ.
362ὦ σοφώτατ’, εὖ γ’ἀνηῦρες αὐτὸ καὶ στρατηγικῶς ·
363ὑπερακοντίζεις σύ γ’ἤδη Νικίαν ταῖς μηχαναῖς.
Χορος
Χο.
Χο.
364ἐλελελεῦ χώρει κάθες τὸ ῥύγχος · οὐ μέλλειν ἐχρῆν.
365ἕλκε τίλλε παῖε δεῖρε, κόπτε πρώτην τὴν χύτραν.
Εποψ
Επ.
Επ.
366εἰπέ μοι τί μέλλετ’ὦ πάντων κάκιστα θηρίων
367ἀπολέσαι παθόντες οὐδὲν ἄνδρε καὶ διασπάσαι
368τῆς ἐμῆς γυναικὸς ὄντε ξυγγενεῖ καὶ φυλέτα;
Χορος
Χο.
Χο.
369φεισόμεσθα γάρ τι τῶνδε μᾶλλον ἡμεῖς ἢ λύκων;
370ἢ τίνας τεισαίμεθ’ἄλλους τῶνδ’ἂν ἐχθίους ἔτι;
Εποψ
Επ.
Επ.
371εἰ δὲ τὴν φύσιν μὲν ἐχθροὶ τὸν δὲ νοῦν εἰσιν φίλοι,
372καὶ διδάξοντές τι δεῦρ’ἥκουσιν ὑμᾶς χρήσιμον;
Χορος
Χο.
Χο.
373πῶς δ’ἂν οἵδ’ἡμᾶς τι χρήσιμον διδάξειάν ποτε
374ἢ φράσειαν, ὄντες ἐχθροὶ τοῖσι πάπποις τοῖς ἐμοῖς;
Εποψ
Επ.
Επ.
375ἀλλ’ἀπ’ἐχθρῶν δῆτα πολλὰ μανθάνουσιν οἱ σοφοί.
376ἡ γὰρ εὐλάβεια σῴζει πάντα. παρὰ μὲν οὖν φίλου
377οὐ μάθοις ἂν τοῦθ’, ὁ δ’ἐχθρὸς εὐθὺς ἐξηνάγκασεν.
378αὐτίχ’αἱ πόλεις παρ’ἀνδρῶν γ’ἔμαθον ἐχθρῶν κα- κοὐ φίλων
379ἐκπονεῖνθ’ὑψηλὰ τείχη ναῦςτε κεκτῆσθαι μακράς ·
380τὸ δὲ μάθημα τοῦτο σῴζει παῖδας οἶκον χρήματα.
Χορος
Χο.
Χο.
381ἔστι μὲν λόγων ἀκοῦσαι πρῶτον, ὡς ἡμῖν δοκεῖ,
382χρήσιμον · μάθοι γὰρ ἄν τις κα- κἀπὸ τῶν ἐχθρῶν σοφόν.
Πισθεταιρος
Πι.
Πι.
383οἵδε τῆς ὀργῆς χαλᾶν εἴξασιν. ἄναγ’ἐπὶ σκέλος.
Εποψ
Επ.
Επ.
384καὶ δίκαιόν γ’ἐστὶ κα- κἀμοὶ δεῖ νέμειν ὑμᾶς χάριν.
Χορος
Χο.
Χο.
385ἀλλὰ μὴν οὐ δ’ἄλλο σοί πω πρᾶγμ’ἐνηντιώμεθα.
Πισθεταιρος
Πι.
Πι.
386μᾶλλον εἰρήνην ἄγουσι νὴ Δί’, ὥστε τὴν χύτραν
387τώτε τρυβλίω καθίει ·
388καὶ τὸ δόρυ χρή, τὸν ὀβελίσκον,
389περιπατεῖν ἔχοντας ἡμᾶς
390τῶν ὅπλων ἐντός, παρ’αὐτὴν
391τὴν χύτραν ἄκραν ὁρῶντας
392ἐγγύς · ὡς οὐ φευκτέον νῷν.
Ευελπιδης
Ευ.
Ευ.
393ἐτεὸν ἢν δ’ἄρ’ἀποθάνωμεν,
394κατορυχθησόμεσθα ποῦ γῆς;
Πισθεταιρος
Πι.
Πι.
395ὁ Κεραμεικὸς δέξεται νώ.
396δημοσίᾳ γὰρ ἵνα ταφῶμεν,
397φήσομεν πρὸς τοὺς στρατηγοὺς
398μαχομένω τοῖς πολεμίοισιν
399ἀποθανεῖν ἐν Ὀρνεαῖς.
Χορος
Χο.
Χο.
400ἄναγ’ἐς τάξιν πάλιν ἐς τα- ταὐτόν,
401καὶ τὸν θυμὸν κατάθου κύψας
402παρὰ τὴν ὀργὴν ὥσπερ ὁπλίτης ·
403κα- κἀναπυθώμεθα τούσδε τίνες ποτὲ
404καὶ πόθεν ἔμολον
405† ἐπὶ τίνατ’ἐπίνοιαν. †
406ἰὼ ἔποψ σέ τοι καλῶ.
Εποψ
Επ.
Επ.
407καλεῖς δὲ τοῦ κλύειν θέλων;
Χορος
Χο.
Χο.
408τίνες ποθ’οἵδε καὶ πόθεν;
Εποψ
Επ.
Επ.
409ξείνω σοφῆς ἀφ’Ἑλλάδος.
Χορος
Χο.
Χο.
410τύχη δὲ ποία κομίζει
411ποτ’αὐτὼ πρὸς ὄρνιθας
412ἐλθεῖν;
Εποψ
Επ.
Επ.
412bἔρως
413βίου διαίτηςτε καὶ
414σοῦ ξυνοικεῖντέ σοι
415καὶ ξυνεῖναι τὸ πᾶν.
Χορος
Χο.
Χο.
416τί φῄς; λέγουσι δὴ τίνας λόγους;
Εποψ
Επ.
Επ.
416bἄπιστα καὶ πέρα κλύειν.
Χορος
Χο.
Χο.
417ὁρᾷ τι κέρδος ἐνθάδ’ἄξιον
418μονῆς, ὅτῳ πέποιθ’
419ἐμοὶ ξυνὼν
420κρατεῖν ἂν ἢ τὸν ἐχθρὸν ἢ
421φίλοισιν ὠφελεῖν ἔχειν;
Εποψ
Επ.
Επ.
422λέγει μέγαν τιν’ὄλβον οὔτε
423λεκτὸν οὔτε πιστόν · ὡς
424σὰ γὰρ τὰ πάντα ταῦτα καὶ
425τὸ τῇδε καὶ τὸ κεῖσε καὶ
426τὸ δεῦρο προσβιβᾷ λέγων.
Χορος
Χο.
Χο.
427πότερα μαινόμενος;
Εποψ
Επ.
Επ.
428ἄφατον ὡς φρόνιμος.
Χορος
Χο.
Χο.
429ἔνι σοφόν τι φρενί;
Εποψ
Επ.
Επ.
430πυκνότατον κίναδος,
431σόφισμα κύρμα τρῖμμα παιπάλημ’ὅλον.
Χορος
Χο.
Χο.
432λέγειν λέγειν κέλευέ μοι.
433κλύων γὰρ ὧν σύ μοι λέγεις
433bλόγων ἀνεπτέρωμαι.
Εποψ
Επ.
Επ.
434ἄγε δὴ σὺ καὶ σὺ τὴν πανοπλίαν μὲν πάλιν
435ταύτην λαβόντε κρεμάσατον τυχ- τύχἀγαθῇ
436ἐς τὸν ἰπνὸν εἴσω πλησίον το- τοὐπιστάτου ·
437σὺ δὲ τούσδ’ἐφ’οἷσπερ τοῖς λόγοις συνέλεξ’ἐγὼ
438φράσον, δίδαξον.
Πισθεταιρος
Πι.
Πι.
438bμὰ τὸν Ἀπόλλω ’γὼ μὲν οὔ,
439ἢν μὴ διάθωνταί γ’οἵδε διαθήκην ἐμοὶ
440ἥνπερ ὁ πίθηκος τῇ γυναικὶ διέθετο,
441ὁ μαχαιροποιός, μήτε δάκνειν τούτους ἐμὲ
442μήτ’ὀρχίπεδ’ἕλκειν μήτ’ὀρύττειν —
Χορος
Χο.
Χο.
442bοὔτι που
443τόν —; οὐδαμῶς.
Πισθεταιρος
Πι.
Πι.
443bοὔκ, ἀλλὰ τω- τὠφθαλμὼ λέγω.
Χορος
Χο.
Χο.
444διατίθεμαι ’γώ.
Πισθεταιρος
Πι.
Πι.
444bκατόμοσόν νυν ταῦτά μοι.
Χορος
Χο.
Χο.
445ὄμνυμ’ἐπὶ τούτοις, πᾶσι νικᾶν τοῖς κριταῖς
446καὶ τοῖς θεαταῖς πᾶσιν.
Πισθεταιρος
Πι.
Πι.
446bἔσται ταυταγί.
Χορος
Χο.
Χο.
447εἰ δὲ παραβαίην, ἑνὶ κριτῇ νικᾶν μόνον.
Κηρυξ
Κη.
Κη.
448ἀκούετε λεῴ · τοὺς ὁπλίτας νυνμενὶ
449ἀνελομένους τω- θὤπλ’ἀπιέναι πάλιν οἴκαδε,
450σκοπεῖν δ’ὅ τι ἂν προγράφωμεν ἐν τοῖς πινακίοις.
Χορος
Χο.
Χο.
451δολερὸν μὲν ἀεὶ κατὰ πάντα δὴ τρόπον
452πέφυκεν ἄνθρωπος · σὺ δ’ὅμως λέγε μοι.
453τάχα γὰρ τύχοις ἂν
454χρηστὸν ἐξειπὼν ὅ τι μοι παρορᾷς, ἢ
455δύναμίν τινα μείζω
456παραλειπομένην ὑπ’ἐμῆς φρενὸς ἀξυνέτου ·
457σὺ δὲ τοῦθ’οὑρᾷς λέγ’ἐς κοινόν.
458ὃ γὰρ ἂν σὺ τύχῃς μοι
459ἀγαθὸν πορίσας, τοῦτο κοινὸν ἔσται.
460ἀλλ’ἐφ’ὅτῳπερ πράγματι τὴν σὴν ἥκεις γνώμην ἀναπείσας,
461λέγε θαρρήσας · ὡς τὰς σπονδὰς οὐ μὴ πρότεροι παραβῶμεν.
Πισθεταιρος
Πι.
Πι.
462καὶ μὴν ὀργῶ νὴ τὸν Δία καὶ προπεφύραται λόγος εἷς μοι,
463ὃν διαμάττειν οὐ κωλύει · φέρε παῖ στέφανον · καταχεῖσθαι
464κατὰ χειρὸς ὕδωρ φερέτω ταχύ τις.
Ευελπιδης
Ευ.
Ευ.
464bδειπνήσειν μέλλομεν; ἢ τί;
Πισθεταιρος
Πι.
Πι.
465μὰ Δί’ἀλλὰ λέγειν ζητῶ τι πάλαι μέγα καὶ λαρινὸν ἔπος τι,
466ὅ το τὴν τούτων θραύσει ψυχήν · οὕτως ὑμῶν ὑπεραλγῶ,
467οἵτινες ὄντες πρότερον βασιλῆς —
Χορος
Χο.
Χο.
467bἡμεῖς βασιλῆς; τίνος;
Πισθεταιρος
Πι.
Πι.
467cὑμεῖς
468πάντων ὁπόσ’ἔστιν, ἐμοῦ πρῶτον, τουδί, καὶ τοῦ Διὸς αὐτοῦ,
469ἀρχαιότεροι πρότεροίτε Κρόνου καὶ Τιτάνων ἐγένεσθε,
470καὶ γῆς.
Χορος
Χο.
Χο.
470bκαὶ γῆς;
Πισθεταιρος
Πι.
Πι.
470cνὴ τὸν Ἀπόλλω.
Χορος
Χο.
Χο.
470dτουτὶ μὰ Δί’οὐκ ἐπεπύσμην.
Πισθεταιρος
Πι.
Πι.
471ἀμαθὴς γὰρ ἔφυς κα- κοὐ πολυπράγμων, οὐ δ’Αἴσωπον πεπάτηκας,
472ὃς ἔφασκε λέγων κορυδὸν πάντων πρώτην ὄρνιθα γενέσθαι,
473προτέραν τῆς γῆς, κα- κἄπειτα νόσῳ τὸν πατέρ’αὐτῆς ἀποθνῄσκειν ·
474γῆν δ’οὐκ εἶναι, τὸν δὲ προκεῖσθαι πεμπταῖον · τὴν δ’ἀποροῦσαν
475ὑπ’ἀμηχανίας τὸν πατέρ’αὑτῆς ἐν τῇ κεφαλῇ κατορύξαι.
Ευελπιδης
Ευ.
Ευ.
476ὁ πατὴρ ἄρα τῆς κορυδοῦ νυνὶ κεῖται τεθνεὼς Κεφαλῆσιν.
Πισθεταιρος
Πι.
Πι.
477οὔκουν δῆτ’εἰ πρότεροι μὲν γῆς πρότεροι δὲ θεῶν ἐγένοντο,
478ὡς πρεσβυτάτων αὐτῶν ὄντῶν ὀρθῶς ἐσθ’ἡ βασιλεία;
Ευελπιδης
Ευ.
Ευ.
479νὴ τὸν Ἀπόλλω · πάνυ τοίνυν χρὴ ῥύγχος βόσκειν σε τὸ λοιπόν ·
480οὐκ ἀποδώσει ταχέως ὁ Ζεὺς τὸ σκῆπτρον τῷ δρυκολάπτῃ.
Πισθεταιρος
Πι.
Πι.
481ὡς δ’οὐχὶ θεοὶ τοίνυν ἦρχον τῶν ἀνθρώπων τὸ παλαιόν,
482ἀλλ’ὄρνιθες, κα- κἀβασίλευον, πόλλ’ἐστὶ τεκμήρια τούτων.
483αὐτίκα δ’ὑμῖν πρῶτ’ἐπιδείξω τὸν ἀλεκτρυόν’, ὡς ἐτυράννει
484ἦρχέτε Περσῶν πρῶτον πάντων Δαρείου καὶ Μεγαβάζου,
485ὥστε καλεῖται Περσικὸς ὄρνις ἀπὸ τῆς ἀρχῆς ἔτ’ἐκείνης.
Ευελπιδης
Ευ.
Ευ.
486διὰ ταῦτ’ἄρ’ἔχων καὶ νῦν ὥσπερ βασιλεὺς ὁ μέγας διαβάσκει
487ἐπὶ τῆς κεφαλῆς τὴν κυρβασίαν τῶν ὀρνίθων μόνος ὀρθήν.
Πισθεταιρος
Πι.
Πι.
488οὕτω δ’ἴσχυσέτε καὶ μέγας ἦν τότε καὶ πολύς, ὥστ’ἔτι καὶ νῦν
489ὑπὸ τῆς ῥώμης τῆς τότ’ἐκείνης, ὁπόταν μόνον ὄρθριον ᾄσῃ,
490ἀναπηδῶσιν πάντες ἐπ’ἔργον χαλκῆς κεραμῆς σκυλοδέψαι
491σκυτῆς βαλανῆς ἀλφιταμοιβοὶ τορνευτολυρασπιδοπηγοί ·
492οἱ δὲ βαδίζουσ’ὑποδησάμενοι νύκτωρ.
Ευελπιδης
Ευ.
Ευ.
492bἐμὲ τοῦτό γ’ἐρώτα.
493χλαῖναν γὰρ ἀπώλεσ’ὁ μοχθηρὸς Φρυγίων ἐρίων διὰ τοῦτον.
494ἐς δεκάτην γάρ ποτε παιδαρίου κληθεὶς ὑπέπινον ἐν ἄστει,
495κα- κἄρτι καθηῦδον, καὶ πρὶν δειπνεῖν τοὺς ἄλλους οὗτος ἄρ’ᾖσεν ·
496κα- κἀγὼ νομίσας ὄρθρον ἐχώρουν Ἀλιμουντάδε, κα- κἄρτι προκύπτω
497ἔξω τείχους καὶ λωποδύτης παίει ῥοπάλῳ με τὸ νῶτον ·
498κα- κἀγὼ πίπτω μέλλωτε βοᾶν, ὁ δ’ἀπέβλισε το- θοἰμάτιόν μου.
Πισθεταιρος
Πι.
Πι.
499ἰκτῖνος δ’οὖν τῶν Ἑλλήνων ἦρχεν τότε κα- κἀβασίλευεν.
Χορος
Χο.
Χο.
500τῶν Ἑλλήνων;
Πισθεταιρος
Πι.
Πι.
500bκαὶ κατέδειξέν γ’οὗτος πρῶτος βασιλεύων
501προκυλινδεῖσθαι τοῖς ἰκτίνοις.
Ευελπιδης
Ευ.
Ευ.
501bνὴ τὸν Διόνυσον, ἐγὼ γοῦν
502ἐκυλινδούμην ἰκτῖνον ἰδών · κα- κᾆθ’ὕπτιος ὢν ἀναχάσκων
503ὀβολὸν κατεβρόχθισα · κα- κᾆτα κενὸν τὸν θύλακον οἴκαδ’ἀφεῖλκον.
Πισθεταιρος
Πι.
Πι.
504Αἰγύπτου δ’αὖ καὶ Φοινίκης πάσης κόκκυξ βασιλεὺς ἦν ·
505κα- χὠπόθ’ὁ κόκκυξ εἴποι “κόκκυ,” τότ’ἂν οἱ Φοίνικες ἅπαντες
506τοὺς πυροὺς ἂν καὶ τὰς κριθὰς ἐν τοῖς πεδίοις ἐθέριζον.
Ευελπιδης
Ευ.
Ευ.
507τοῦτ’ἄρ’ἐκεῖν’ἦν το- τοὔπος ἀληθῶς · “κόκκυψωλοὶ πεδίονδε”.
Πισθεταιρος
Πι.
Πι.
508ἦρχον δ’οὕτω σφόδρα τὴν ἀρχήν, ὥστ’εἴ τις καὶ βασιλεύοι
509ἐν ταῖς πόλεσιν τῶν Ἑλλήνων Ἀγαμέμνων ἢ Μενέλαος,
510ἐπὶ τῶν σκήπτρων ἐκάθητ’ὄρνις μετέχων ὅ τι δωροδοκοίη.
Ευελπιδης
Ευ.
Ευ.
511τουτὶ τοίνυν οὐκ ᾔδη ’γώ · καὶ δῆτά μ’ἐλάμβανε θαῦμα,
512ὁπότ’ἐξέλθοι Πρίαμός τις ἔχων ὄρνιν ἐν τοῖσι τραγῳδοῖς,
513ὁ δ’ἄρ’εἱστήκει τὸν Λυσικράτη τηρῶν ὅ τι δωροδοκοίη.
Πισθεταιρος
Πι.
Πι.
514ὃ δὲ δεινότατόν γ’ἐστὶν ἁπάντων, ὁ Ζεὺς γὰρ ὁ νῦν βασιλεύων
515αἰετὸν ὄρνιν ἕστηκεν ἔχων ἐπὶ τῆς κεφαλῆς βασιλεὺς ὤν,
516ἡ δ’αὖ θυγάτηρ γλαῦχ’, ὁ δ’Ἀπόλλων ὥσπερ θεράπων ἱέρακα.
Ευελπιδης
Ευ.
Ευ.
517νὴ τὴν Δήμητρ’εὖ ταῦτα λέγεις. τίνος οὕνεκα ταῦτ’ἄρ’ἔχουσιν;
Πισθεταιρος
Πι.
Πι.
518ἵν’ὅταν θύων τις ἔπειτ’αὐτοῖς ἐς τὴν χεῖρ’, ὡς νόμος ἐστίν,
519τὰ σπλάγχνα διδῷ, τοῦ Διὸς αὐτοὶ πρότεροι τὰ σπλάγχνα λάβωσιν.
520ὤμνυτ’οὐδεὶς τότ’ἂν ἀνθρώπων θεόν, ἀλλ’ὄρνιθας ἅπαντες ·
521λάμπων δ’ὄμνυσ’ἔτι καὶ νυνὶ τὸν χῆν’, ὅταν ἐξαπατᾷ τι.
522οὕτως ὑμᾶς πάντες πρότερον μεγάλους ἁγίουςτ’ἐνόμιζον,
523νῦν δ’ἀνδράποδ’ἠλιθίους Μανᾶς ·
524ὥσπερ δ’ἤδη τοὺς μαινομένους
525βάλλουσ’ὑμᾶς, κα- κἀν τοῖς ἱεροῖς
526πᾶς τις ἐφ’ὑμῖν ὀρνιθευτὴς
527ἵστησι βρόχους παγίδας ῥάβδους
528ἕρκη νεφέλας δίκτυα πηκτάς ·
529εἶτα λαβόντες πωλοῦσ’ἁθρόους ·
530οἱ δ’ὠνοῦνται βλιμάζοντες ·
531κα- κοὐ δ’οὖν, εἴπερ ταῦτα δοκεῖ δρᾶν,
532ὀπτησάμενοι παρέθενθ’ὑμᾶς,
533ἀλλ’ἐπικνῶσιν τυρὸν ἔλαιον
534σίλφιον ὄξος καὶ τρίψαντες
535κατάχυσμ’ἕτερον γλυκὺ καὶ λιπαρόν,
536κα- κἄπειτα κατεσκέδασαν θερμὸν
537τοῦτο καθ’ὑμῶν
538αὐτῶν ὥσπερ κενεβρείων.
Χορος
Χο.
Χο.
539πολὺ δὴ πολὺ δὴ χαλεπωτάτους λόγους
540ἤνεγκας ἄνθρωφ’. ὡς ἐδάκρυσά γ’ἐμῶν
541πατέρων κάκην, οἳ
542τάσδε τὰς τιμὰς προγόνων παραδόντων
543ἐπ’ἐμοῦ κατέλυσαν.
544σὺ δέ μοι κατὰ δαίμονα καί τινα συντυχίαν
545ἀγαθὴν ἥκεις ἐμοὶ σωτήρ.
546ἀναθεὶς γὰρ ἐγώ σοι
547τὰ νεοττία κα- κἀμαυτὸν οἰκήσω.
548ἀλλ’ὅ τι χρὴ δρᾶν, σὺ δίδασκε παρών · ὡς ζῆν οὐκ ἄξιον ἡμῖν,
549εἰ μὴ κομιούμεθα παντὶ τρόπῳ τὴν ἡμετέραν βασιλείαν.
Πισθεταιρος
Πι.
Πι.
550καὶ δὴ τοίνυν πρῶτα διδάσκω μίαν ὀρνίθων πόλιν εἶναι,
551κα- κἄπειτα τὸν ἀέρα πάντα κύκλῳ καὶ πᾶν τουτὶ τὸ μεταξὺ
552περιτειχίζειν μεγάλαις πλίνθοις ὀπταῖς ὥσπερ Βαβυλῶνα.
Εποψ
Επ.
Επ.
553ὦ Κεβριόνη καὶ Πορφυρίων ὡς σμερδαλέον τὸ πόλισμα.
Πισθεταιρος
Πι.
Πι.
554κα- κἄπειτ’ἢν τοῦτ’ἐπανεστήκῃ, τὴν ἀρχὴν τὸν Δί’ἀπαιτεῖν ·
555κα- κἂν μὲν μὴ φῇ μη δ’ἐθελήσῃ μη δ’εὐθὺς γνωσιμαχήσῃ,
556ἱερὸν πόλεμον πρωὐδᾶν αὐτῷ, καὶ τοῖσι θεοῖσιν ἀπειπεῖν
557διὰ τῆς χώρας τῆς ὑμετέρας ἐστυκόσι μὴ διαφοιτᾶν,
558ὥσπερ πρότερον μοιχεύσοντες τὰς Ἀλκμήνας κατέβαινον
559καὶ τὰς Ἀλόπας καὶ τὰς Σεμέλας · ἤνπερ δ’ἐπίωσ’, ἐπιβάλλειν
560σφραγῖδ’αὐτοῖς ἐπὶ τὴν ψωλήν, ἵνα μὴ βινῶσ’ἔτ’ἐκείνας.
561τοῖς δ’ἀνθρώποις ὄρνιν ἕτερον πέμψαι κήρυκα κελεύω,
562ὡς ὀρνίθων βασιλευόντων θύειν ὄρνισι τὸ λοιπόν,
563κα- κἄπειτα θεοῖς ὕστερον αὖθις · προσνείμασθαι δὲ πρεπόντως
564τοῖσι θεοῖσιν τῶν ὀρνίθων ὃς ἂν ἁρμόττῃ καθ’ἕκαστον ·
565ἢν Ἀφροδίτῃ θύῃ, πυροὺς ὄρνιθι φαληρίδι θύειν ·
566ἢν δὲ Ποσειδῶνί τις οἶν θύῃ, νήττῃ πυροὺς καθαγίζειν ·
567ἢν δ’Ἡρακλέει θύῃ τι, λάρῳ ναστοὺς θύειν μελιτοῦντας ·
568κα- κἂν Διὶ θύῃ βασιλεῖ κριόν, βασιλεύς ἐστ’ὀρχίλος ὄρνις,
569ᾧ προτέρῳ δεῖ τοῦ Διὸς αὐτοῦ σέρφον ἐνόρχην σφαγιάζειν.
Ευελπιδης
Ευ.
Ευ.
570ἥσθην σέρφῳ σφαγιαζομένῳ. βροντάτω νῦν ὁ μέγας Ζάν.
Χορος
Χο.
Χο.
571καὶ πῶς ἡμᾶς νομιοῦσι θεοὺς ἄνθρωποι κα- κοὐχὶ κολοιούς,
572οἳ πετόμεσθα πτέρυγάςτ’ἔχομεν;
Πισθεταιρος
Πι.
Πι.
572bληρεῖς · καὶ νὴ Δί’ὅ γ’Ἑρμῆς
573πέτεται θεὸς ὢν πτέρυγάςτε φορεῖ, κα- κἄλλοι γε θεοὶ πάνυ πολλοί.
574αὐτίκα Νίκη πέτεται πτερύγοιν χρυσαῖν καὶ νὴ Δί’Ἔρως γε ·
575Ἥρην δέ γ’Ὅμηρος ἔφασκ’ἰκέλην εἶναι τρήρωνι πελείῃ.
Ευελπιδης
Ευ.
Ευ.
576ὁ Ζεὺς δ’ἡμῖν οὐ βροντήσας πέμψει πτερόεντα κεραυνόν;
Πισθεταιρος
Πι.
Πι.
577ἢν δ’οὖν ὑμᾶς μὲν ὑπ’ἀγνοίας εἶναι νομίσωσι τὸ μηδέν,
578τούτους δὲ θεοὺς τοὺς ἐν Ὀλύμπῳ τότε χρὴ στρούθων νέφος ἀρθὲν
579καὶ σπερμολόγων ἐκ τῶν ἀγρῶν τὸ σπέρμ’αὐτῶν ἀνακάψαι ·
580κα- κἄπειτ’αὐτοῖς ἡ Δημήτηρ πυροὺς πεινῶσι μετρείτω.
Ευελπιδης
Ευ.
Ευ.
581οὐκ ἐθελήσει μὰ Δί’, ἀλλ’ὄψει προφάσεις αὐτὴν παρέχουσαν.
Πισθεταιρος
Πι.
Πι.
582οἱ δ’αὖ κόρακες τῶν ζευγαρίων, οἷσιν τὴν γῆν καταροῦσιν,
583καὶ τῶν προβάτων τοὺς ὀφθαλμοὺς ἐκκοψάντων ἐπὶ πείρᾳ ·
584εἶθ’ὅ γ’Ἀπόλλων ἰατρός γ’ὢν ἰάσθω · μισθοφορεῖ δέ.
Ευελπιδης
Ευ.
Ευ.
585μὴ πρίν γ’ἂν ἐγὼ τὼ βοιδαρίω τω- τὠμὼ πρώτιστ’ἀποδῶμαι.
Πισθεταιρος
Πι.
Πι.
586ἢν δ’ἡγῶνται σὲ θεὸν σὲ βίον σὲ δὲ γῆν σὲ Κρόνον σὲ Ποσειδῶ,
587ἀγάθ’αὐτοῖσιν πάντα παρέσται.
Εποψ
Επ.
Επ.
587bλέγε δή μοι τῶν ἀγαθῶν ἕν.
Πισθεταιρος
Πι.
Πι.
588πρῶτα μὲν αὐτῶν τὰς οἰνάνθας οἱ πάρνοπες οὐ κατέδονται,
589ἀλλὰ γλαυκῶν λόχος εἷς αὐτοὺς καὶ κερχνῄδων ἐπιτρίψει.
590εἶθ’οἱ κνῖπες καὶ ψῆνες ἀεὶ τὰς συκᾶς οὐ κατέδονται,
591ἀλλ’ἀναλέξει πάντας καθαρῶς αὐτοὺς ἀγέλη μία κιχλῶν.
Εποψ
Επ.
Επ.
592πλουτεῖν δὲ πόθεν δώσομεν αὐτοῖς; καὶ γὰρ τούτου σφόδρ’ἐρῶσιν.
Πισθεταιρος
Πι.
Πι.
593τὰ μέταλλ’αὐτοῖς μαντευομένοις οὗτοι δώσουσι τὰ χρηστά,
594τάςτ’ἐμπορίας τὰς κερδαλέας πρὸς τὸν μάντιν κατεροῦσιν,
595ὥστ’ἀπολεῖται τῶν ναυκλήρων οὐδείς.
Εποψ
Επ.
Επ.
595bπῶς οὐκ ἀπολεῖται;
Πισθεταιρος
Πι.
Πι.
596προερεῖ τις ἀεὶ τῶν ὀρνίθων μαντευομένῳ περὶ τοῦ πλοῦ ·
597“νυνὶ μὴ πλεῖ, χειμὼν ἔσται” · “νυνὶ πλεῖ, κέρδος ἐπέσται”.
Ευελπιδης
Ευ.
Ευ.
598γαῦλον κτῶμαι καὶ ναυκληρῶ, κα- κοὐκ ἂν μείναιμι παρ’ὑμῖν.
Πισθεταιρος
Πι.
Πι.
599τοὺς θησαυρούςτ’αὐτοῖς δείξουσ’οὓς οἱ πρότεροι κατέθεντο
600τῶν ἀργυρίων · οὗτοι γὰρ ἴσασι · λέγουσι δέ τοι τάδε πάντες,
601“οὐδεὶς οἶδεν τὸν θησαυρὸν τὸν ἐμὸν πλὴν εἴ τις ἄρ’ὄρνις”.
Ευελπιδης
Ευ.
Ευ.
602πωλῶ γαῦλον, κτῶμαι σμινύην, καὶ τὰς ὑδρίας ἀνορύττω.
Εποψ
Επ.
Επ.
603πῶς δ’ὑγιείαν δώσουσ’αὐτοῖς, οὖσαν παρὰ τοῖσι θεοῖσιν;
Πισθεταιρος
Πι.
Πι.
604ἢν εὖ πράττωσ’, οὐχ ὑγιεία μεγάλη τοῦτ’ἐστί; σάφ’ἴσθι,
605ὡς ἄνθρωπός γε κακῶς πράττων ἀτεχνῶς οὐδεὶς ὑγιαίνει.
Εποψ
Επ.
Επ.
606πῶς δ’ἐς γῆράς ποτ’ἀφίξονται; καὶ γὰρ τοῦτ’ἔστ’ἐν Ὀλύμπῳ ·
607ἢ παιδάρι’ὄντ’ἀποθνῄσκειν δεῖ;
Πισθεταιρος
Πι.
Πι.
607bμὰ Δί’ἀλλὰ τριακόσι’αὐτοῖς
608ἔτι προσθήσουσ’ὄρνιθες ἔτη.
Εποψ
Επ.
Επ.
608bπαρὰ τοῦ;
Πισθεταιρος
Πι.
Πι.
608cπαρ’ὅτου; παρ’ἑαυτῶν.
609οὐκ οἶσθ’ὅτι πέντ’ἀνδρῶν γενεὰς ζώει λακέρυζα κορώνη;
Ευελπιδης
Ευ.
Ευ.
610αἰβοῖ πολλῷ κρείττους οὗτοι τοῦ Διὸς ἡμῖν βασιλεύειν.
Πισθεταιρος
Πι.
Πι.
611οὐ γὰρ πολλῷ;
612πρῶτον μέν γ’οὐχὶ νεὼς ἡμᾶς
613οἰκοδομεῖν δεῖ λιθίνους αὐτοῖς,
614οὐ δὲ θυρῶσαι χρυσαῖσι θύραις,
615ἀλλ’ὑπὸ θάμνοις καὶ πρινιδίοις
616οἰκήσουσιν. τοῖς δ’αὖ σεμνοῖς
617τῶν ὀρνίθων δένδρον ἐλάας
618ὁ νεὼς ἔσται · κα- κοὐκ ἐς Δελφοὺς
619οὐ δ’εἰς Ἄμμων’ἐλθόντες ἐκεῖ
620θύσομεν, ἀλλ’ἐν ταῖσιν κομάροις
621καὶ τοῖς κοτίνοις στάντες ἔχοντες
622κριθὰς πυροὺς εὐξόμεθ’αὐτοῖς
623ἀνατείνοντες τὼ χεῖρ’ἀγαθῶν
624διδόναι τι μέρος · καὶ ταῦθ’ἡμῖν
625παραχρῆμ’ἔσται
626πυροὺς ὀλίγους προβαλοῦσιν.
Χορος
Χο.
Χο.
627ὦ φίλτατ’ἐμοὶ πολὺ πρεσβυτῶν ἐξ ἐχθίστου μεταπίπτων,
628οὐκ ἔστιν ὅπως ἂν ἐγώ ποθ’ἑκὼν τῆς σῆς γνώμης ἔτ’ἀφείμην.
629ἐπαυχήσας δὲ τοῖσι σοῖς λόγοις
630ἐπηπείλησα καὶ κατώμοσα,
631ἢν σὺ παρ’ἐμὲ θέμενος
632ὁμόφρονας λόγους δικαίους
633ἀδόλους ὁσίους
634ἐπὶ θεοὺς ἴῃς, ἐμοὶ
635φρονῶν ξυνῳδά, μὴ πολὺν χρόνον
636θεοὺς ἔτι σκῆπτρα τα- τἀμὰ τρίψειν.
637ἀλλ’ὅσα μὲν δεῖ ῥώμῃ πράττειν, ἐπὶ ταῦτα τεταξόμεθ’ἡμεῖς ·
638ὅσα δὲ γνώμῃ δεῖ βουλεύειν, ἐπὶ σοὶ τάδε πάντ’ἀνάκειται.
Εποψ
Επ.
Επ.
639καὶ μὴν μὰ τὸν Δί’οὐχὶ νυστάζειν ἔτι
640ὥρα ’στὶν ἡμῖν οὐ δὲ μελλονικιᾶν,
641ἀλλ’ὡς τάχιστα δεῖ τι δρᾶν · πρῶτον δέ γε
642εἰσέλθετ’ἐς νεοττιάν γε τὴν ἐμὴν
643καὶ τα- τἀμὰ κάρφη καὶ τὰ παρόντα φρύγανα, καὶ το- τοὔνομ’ἡμῖν φράσατον.
Πισθεταιρος
Πι.
Πι.
643bἀλλὰ ῥᾴδιον.
644ἐμοὶ μὲν ὄνομα Πισθέταιρος, τῳδεδὶ
645Εὐελπίδης Κριῶθεν.
Εποψ
Επ.
Επ.
645bἀλλὰ χαίρετον
646ἄμφω.
Πισθεταιρος
Πι.
Πι.
646bδεχόμεθα.
Εποψ
Επ.
Επ.
646cδεῦρο τοίνυν εἴσιτον.
Πισθεταιρος
Πι.
Πι.
647ἴωμεν · εἰσηγοῦ σὺ λαβὼν ἡμᾶς.
Εποψ
Επ.
Επ.
647bἴθι.
Πισθεταιρος
Πι.
Πι.
648ἀτὰρ τὸ δεῖνα, δεῦρ’ἐπανάκρουσαι πάλιν.
649φέρ’ἴδω, φράσον νῷν, πῶς ἐγώτε κα- χοὐτοσὶ
650ξυνεσόμεθ’ὑμῖν πετομένοις οὐ πετομένω;
Εποψ
Επ.
Επ.
651καλῶς.
Πισθεταιρος
Πι.
Πι.
651bὅρα νυν, ὡς ἐν Αἰσώπου λόγοις
652ἐστὶν λεγόμενον δή τι, τὴν ἀλώπεχ’, ὡς
653φλαύρως ἐκοινώνησεν αἰετῷ ποτέ.
Εποψ
Επ.
Επ.
654μηδὲν φοβηθῇς · ἔστι γάρ τι ῥιζίον,
655ὃ διατραγόντ’ἔσεσθον ἐπτερωμένω.
Πισθεταιρος
Πι.
Πι.
656οὕτω μὲν εἰσίωμεν. ἄγε δὴ Ξανθία
657καὶ Μανόδωρε λαμβάνετε τὰ στρώματα.
Χορος
Χο.
Χο.
658οὗτος σὲ καλῶ, σὲ λέγω.
Εποψ
Επ.
Επ.
658bτί καλεῖς;
Χορος
Χο.
Χο.
658cτούτους μὲν ἄγων μετὰ σαυτοῦ
659ἀρίστισον εὖ · τὴν δ’ἡδυμελῆ ξύμφωνον ἀηδόνα Μούσαις
660κατάλειφ’ἡμῖν δεῦρ’ἐκβιβάσας, ἵνα παίσωμεν μετ’ἐκείνης.
Πισθεταιρος
Πι.
Πι.
661ὦ τοῦτο μεντοι νὴ Δί’αὐτοῖσιν πιθοῦ ·
662ἐκβίβασον ἐκ τοῦ βουτόμου το- τοὐρνίθιον.
Ευελπιδης
Ευ.
Ευ.
663ἐκβίβασον αὐτοῦ πρὸς θεῶν αὐτήν, ἵνα
664καὶ νὼ θεασώμεσθα τὴν ἀηδόνα.
Εποψ
Επ.
Επ.
665ἀλλ’εἰ δοκεῖ σφῷν, ταῦτα χρὴ δρᾶν. ἡ Πρόκνη
666ἔκβαινε καὶ σαυτὴν ἐπιδείκνυ τοῖς ξένοις.
Πισθεταιρος
Πι.
Πι.
667ὦ Ζεῦ πολυτίμηθ’ὡς καλὸν το- τοὐρνίθιον,
668ὡς δ’ἁπαλόν, ὡς δὲ λευκόν.
Ευελπιδης
Ευ.
Ευ.
669ἆρά γ’οἶσθ’ὅτι
670ἐγὼ διαμηρίζοιμ’ἂν αὐτὴν ἡδέως;
Πισθεταιρος
Πι.
Πι.
670ὅσον δ’ἔχει τὸν χρυσόν, ὥσπερ παρθένος.
Ευελπιδης
Ευ.
Ευ.
671ἐγὼ μὲν αὐτὴν κα- κἂν φιλῆσαί μοι δοκῶ.
Πισθεταιρος
Πι.
Πι.
672ἀλλ’ὦ κακόδαιμον ῥύγχος ὀβελίσκοιν ἔχει.
Ευελπιδης
Ευ.
Ευ.
673ἀλλ’ὥσπερ ᾠὸν νὴ Δί’ἀπολέψαντα χρὴ
674ἀπὸ τῆς κεφαλῆς τὸ λέμμα κα- κᾆθ’οὕτω φιλεῖν.
Εποψ
Επ.
Επ.
675ἴωμεν.
Πισθεταιρος
Πι.
Πι.
675bἡγοῦ δὴ σὺ νῷν τυχ- τύχἀγαθῇ.
Χορος
Χο.
Χο.
676ὦ φίλη, ὦ ξουθή,
677ὦ φίλτατον ὀρνέων
678πάντων, ξύννομε τῶν ἐμῶν
679ὕμνων, ξύντροφ’ἀηδοῖ,
680ἦλθες ἦλθες ὤφθης,
681ἡδὺν φθόγγον ἐμοὶ φέρουσ’.
682ἀλλ’ὦ καλλιβόαν κρέκουσ’
683αὐλὸν φθέγμασιν ἠρινοῖς,
684ἄρχου τῶν ἀναπαίστων.
685ἄγε δὴ φύσιν ἄνδρες ἀμαυρόβιοι, φύλλων γενεᾷ προσόμοιοι,
686ὀλιγοδρανέες, πλάσματα πηλοῦ, σκιοειδέα φῦλ’ἀμενηνά,
687ἀπτῆνες ἐφημέριοι ταλαοὶ βροτοὶ ἀνέρες εἰκελόνειροι,
688προσέχετε τὸν νοῦν τοῖς ἀθανάτοις ἡμῖν τοῖς αἰὲν ἐοῦσιν,
689τοῖς αἰθερίοις τοῖσιν ἀγήρῳς τοῖς ἄφθιτα μηδομένοισιν,
690ἵν’ἀκούσαντες πάντα παρ’ἡμῶν ὀρθῶς περὶ τῶν μετεώρων.
691φύσιν οἰωνῶν γένεσίντε θεῶν ποταμῶντ’Ἐρέβουςτε Χάουςτε
692εἰδότες ὀρθῶς, Προδίκῳ παρ’ἐμοῦ κλάειν εἴπητε τὸ λοιπόν.
693Χάος ἦν καὶ Νὺξ Ἔρεβόςτε μέλαν πρῶτον καὶ Τάρταρος εὐρύς,
694γῆ δ’οὐ δ’ἀὴρ οὐ δ’οὐρανὸς ἦν · Ἐρέβους δ’ἐν ἀπείροσι κόλποις
695τίκτει πρώτιστον ὑπηνέμιον Νὺξ ἡ μελανόπτερος ᾠόν,
696ἐξ οὖ περιτελλομέναις ὥραις ἔβλαστεν Ἔρως ὁ ποθεινός,
697στίλβων νῶτον πτερύγοιν χρυσαῖν, εἰκὼς ἀνεμώκεσι δίναις.
698οὗτος δὲ Χάει πτερόεντι μιγεὶς νυχίῳ κατὰ Τάρταρον εὐρὺν
699ἐνεόττευσεν γένος ἡμέτερον, καὶ πρῶτον ἀνήγαγεν ἐς φῶς.
700πρότερον δ’οὐκ ἦν γένος ἀθανάτων, πρὶν Ἔρως ξυνέμειξεν ἅπαντα ·
701ξυμμιγνυμένων δ’ἑτέρων ἑτέροις γένετ’οὐρανὸς ὠκεανόςτε
702καὶ γῆ πάντωντε θεῶν μακάρων γένος ἄφθιτον. ὦδε μέν ἐσμεν
703πολὺ πρεσβύτατοι πάντων μακάρων. ἡμεῖς δ’ὡς ἐσμὲν Ἔρωτος
704πολλοῖς δῆλον · πετόμεσθάτε γὰρ καὶ τοῖσιν ἐρῶσι σύνεσμεν ·
705πολλοὺς δὲ καλοὺς ἀπομωμοκότας παῖδας πρὸς τέρμασιν ὥρας
706διὰ τὴν ἰσχὺν τὴν ἡμετέραν διεμήρισαν ἄνδρες ἐρασταί,
707ὁ μὲν ὄρτυγα δοὺς ὁ δὲ πορφυρίων’ὁ δὲ χῆν’ὁ δὲ Περσικὸν ὄρνιν.
708πάντα δὲ θνητοῖς ἐστὶν ἀφ’ἡμῶν τῶν ὀρνίθων τὰ μέγιστα.
709πρῶτα μὲν ὥρας φαίνομεν ἡμεῖς ἦρος χειμῶνος ὀπώρας ·
710σπείρειν μέν, ὅταν γέρανος κρώζουσ’ἐς τὴν Λιβύην μεταχωρῇ.
711καὶ πηδάλιον τότε ναυκλήρῳ φράζει κρεμάσαντι καθεύδειν,
712εἶτα δ’Ὀρέστῃ χλαῖναν ὑφαίνειν, ἵνα μὴ ῥιγῶν ἀποδύῃ.
713ἰκτῖνος δ’αὖ μετὰ ταῦτα φανεὶς ἑτέραν ὥραν ἀποφαίνει,
714ἡνίκα πεκτεῖν ὥρα προβάτων πόκον ἠρινόν · εἶτα χελιδών,
715ὅτε χρὴ χλαῖναν πωλεῖν ἤδη καὶ ληδάριόν τι πρίασθαι.
716ἐσμὲν δ’ὑμῖν Ἄμμων Δελφοὶ Δωδώνη Φοῖβος Ἀπόλλων.
717ἐλθόντες γὰρ πρῶτον ἐπ’ὄρνις οὕτω πρὸς ἅπαντα τρέπεσθε,
718πρόςτ’ἐμπορίαν, καὶ πρὸς βιότου κτῆσιν, καὶ πρὸς γάμον ἀνδρός.
719ὄρνιντε νομίζετε πάνθ’ὅσαπερ περὶ μαντείας διακρίνει ·
720φήμη γ’ὑμῖν ὄρνις ἐστί, πταρμόντ’ὄρνιθα καλεῖτε,
721ξύμβολον ὄρνιν, φωνὴν ὄρνιν, θεράποντ’ὄρνιν, ὄνον ὄρνιν.
722ἆρ’οὐ φανερῶς ἡμεῖς ὑμῖν ἐσμὲν μαντεῖος Ἀπόλλων;
723ἢν οὖν ἡμᾶς νομίσητε θεούς,
724ἕξετε χρῆσθαι μάντεσι Μούσαις
725αὔραις ὥραις χειμῶνι θέρει
726μετρίῳ πνίγει · κα- κοὐκ ἀποδράντες
727καθεδούμεθ’ἄνω σεμνυνόμενοι
728παρὰ ταῖς νεφέλαις ὥσπερ κα- χὠ Ζεύς ·
729ἀλλὰ παρόντες δώσομεν ὑμῖν
730αὐτοῖς, παισίν, παίδων παισίν,
731πλουθυγιείαν
732εὐδαιμονίαν βίον εἰρήνην
733νεότητα γέλωτα χοροὺς θαλίας
734γάλατ’ὀρνίθων. ὥστε παρέσται
735κοπιᾶν ὑμῖν ὑπὸ τῶν ἀγαθῶν ·
736οὕτω πλουτήσετε πάντες.
737Μοῦσα λοχμαία,
738τιὸ τιὸ τιὸ τιὸ τιὸ τιὸ τιοτίγξ,
739ποικίλη, μεθ’ἧς ἐγὼ
740νάπαισι καὶ κορυφαῖς ἐν ὀρείαις,
741τιὸ τιὸ τιὸ τιοτίγξ,
742ἱζόμενος μελίας ἐπὶ φυλλοκόμου,
743τιὸ τιὸ τιὸ τιοτίγξ,
744δι’ἐμῆς γένυος ξουθῆς μελέων
745Πανὶ νόμους ἱεροὺς ἀναφαίνω
746σεμνάτε μητρὶ χορεύματ’ὀρείᾳ,
747τοτοτοτοτοτοτοτοτοτίγξ,
748ἔνθεν ὡστερεὶ μέλιττα
749Φρύνιχος ἀμβροσίων μελέων ἀπεβόσκετο καρπὸν ἀεὶ
750φέρων γλυκεῖαν ᾠδάν.
751τιὸ τιὸ τιὸ τιοτίγξ.
752εἰ μετ’ὀρνίθων τις ὑμῶν ὦ θεαταὶ βούλεται
753διαπλέκειν ζῶν ἡδέως τὸ λοιπόν, ὡς ἡμᾶς ἴτω.
755ὅσα γάρ ἐστιν ἐνθάδ’αἰσχρὰ τῷ νόμῳ κρατούμενα,
756ταῦτα πάντ’ἐστὶν παρ’ἡμῖν τοῖσιν ὄρνισιν καλά.
757εἰ γὰρ ἐνθάδ’ἐστὶν αἰσχρὸν τὸν πατέρα τύπτειν νόμῳ,
758τοῦτ’ἐκεῖ καλὸν παρ’ἡμῖν ἐστιν, ἤν τις τῷ πατρὶ
759προσδραμὼν εἴπῃ πατάξας, “αἶρε πλῆκτρον, εἰ μαχεῖ”.
760εἰ δὲ τυγχάνει τις ὑμῶν δραπέτης ἐστιγμένος,
761ἀτταγᾶς οὗτος παρ’ἡμῖν ποικίλος κεκλήσεται.
762εἰ δὲ τυγχάνει τις ὢν Φρὺξ μηδὲν ἦττον Σπινθάρου,
763φρυγίλος ὄρνις ἐνθάδ’ἔσται, τοῦ Φιλήμονος γένους.
764εἰ δὲ δοῦλός ἐστι καὶ Κὰρ ὥσπερ Ἐξηκεστίδης,
765φυσάτω πάππους παρ’ἡμῖν, καὶ φανοῦνται φράτερες.
766εἰ δ’ὁ Πεισίου προδοῦναι τοῖς ἀτίμοις τὰς πύλας
767βούλεται, πέρδιξ γενέσθω, τοῦ πατρὸς νεοττίον ·
768ὡς παρ’ἡμῖν οὐδὲν αἰσχρόν ἐστιν ἐκπερδικίσαι.
769τοιάδε κύκνοι,
770τιὸ τιὸ τιὰ τιὸ τιὸ τιοτίγξ,
771συμμιγῆ βοὴν ὁμοῦ
772πτεροῖς κρέκοντες ἴακχον Ἀπόλλω,
773τιὸ τιὸ τιὸ τιοτίγξ,
774ὄχθῳ ἐφεζόμενοι παρ’Ἕβρον ποταμόν,
775τιὸ τιὸ τιὸ τιοτίγξ,
776διὰ δ’αἰθέριον νέφος ἦλθε βοά ·
777πτῆξε δὲ φῦλάτε ποικίλα θηρῶν,
778κύματάτ’ἔσβεσε νήνεμος αἴθρη,
779τοτοτοτοτοτοτοτοτοτίγξ ·
780πᾶς δ’ἐπεκτύπησ’Ὄλυμπος ·
781εἷλε δὲ θάμβος ἄνακτας · Ὀλυμπιάδες δὲ μέλος Χάριτες
782Μοῦσαίτ’ἐπωλόλυξαν.
783τιὸ τιὸ τιὸ τιοτίγξ.
785οὐδέν ἐστ’ἄμεινον οὐ δ’ἥδιον ἢ φῦσαι πτερά.
786αὐτίχ’ὑμῶν τῶν θεατῶν εἴ τις ἧν ὑπόπτερος,
787εἶτα πεινῶν τοῖς χοροῖσι τῶν τραγῳδῶν ἤχθετο,
788ἐκπτόμενος ἂν οὗτος ἠρίστησεν ἐλθὼν οἴκαδε,
789κα- κᾆτ’ἂν ἐμπλησθεὶς ἐφ’ἡμᾶς αὖθις αὖ κατέπτετο.
790εἴτε Πατροκλείδης τις ὑμῶν τυγχάνει χεζητιῶν,
791οὐκ ἂν ἐξίδισεν ἐς το- θοἰμάτιον, ἀλλ’ἀνέπτετο,
792κα- κἀποπαρδὼν κα- κἀναπνεύσας αὖθις αὖ κατέπτετο ·
793εἴτε μοιχεύων τις ὑμῶν ἐστιν ὅστις τυγχάνει,
794κα- κᾆθ’ὁρᾷ τὸν ἄνδρα τῆς γυναικὸς ἐν βουλευτικῷ,
795οὗτος ἂν πάλιν παρ’ὑμῶν πτερυγίσας ἀνέπτετο,
796εἶτα βινήσας ἐκεῖθεν αὖθις αὖ κατέπτετο.
797ἆρ’ὑπόπτερον γενέσθαι παντός ἐστιν ἄξιον;
798ὡς Διειτρέφης γε πυτιναῖα μόνον ἔχων πτερὰ
799ᾑρέθη φύλαρχος, εἶθ’ἵππαρχος, εἶτ’ἐξ οὐδενὸς
800μεγάλα πράττει κα- κἀστὶ νυνὶ ξουθὸς ἱππαλεκτρυών.
Πισθεταιρος
Πι.
Πι.
801ταυτὶ τοιαυτί · μὰ Δί’ἐγὼ μὲν πρᾶγμά πω
802γελοιότερον οὐκ εἶδον οὐδεπώποτε.
Ευελπιδης
Ευ.
Ευ.
803ἐπὶ τῷ γελᾷς;
Πισθεταιρος
Πι.
Πι.
803bἐπὶ τοῖσι σοῖς ὠκυπτέροις.
804οἶσθ’ᾧ μάλιστ’ἔοικας ἐπτερωμένος;
805εἰς εὐτέλειαν χηνὶ συγγεγραμμένῳ.
Ευελπιδης
Ευ.
Ευ.
806σὺ δὲ κοψίχῳ γε σκάφιον ἀποτετιλμένῳ.
Πισθεταιρος
Πι.
Πι.
807ταυτὶ μὲν ᾐκάσμεσθα κατὰ τὸν Αἰσχύλον ·
808τάδ’οὐχ ὑπ’ἄλλων ἀλλὰ τοῖς αὑτῶν πτεροῖς.
Εποψ
Επ.
Επ.
809ἄγε δὴ τί χρὴ δρᾶν;
Πισθεταιρος
Πι.
Πι.
809bπρῶτον ὄνομα τῇ πόλει
810θέσθαι τι μέγα καὶ κλεινόν, εἶτα τοῖς θεοῖς
811θῦσαι μετὰ τοῦτο.
Ευελπιδης
Ευ.
Ευ.
811bταῦτα κα- κἀμοὶ συνδοκεῖ.
Εποψ
Επ.
Επ.
812φέρ’ἴδω, τί δ’ἡμῖν το- τοὔνομ’ἔσται τῇ πόλει;
Ευελπιδης
Ευ.
Ευ.
813βούλεσθε τὸ μέγα τοῦτο το- τοὐκ Λακεδαίμονος
814Σπάρτην ὄνομα καλῶμεν αὐτήν;
Πισθεταιρος
Πι.
Πι.
814bἩράκλεις ·
815Σπάρτην γὰρ ἂν θείμην ἐγὼ τη- τἠμῇ πόλει;
816οὐ δ’ἂν χαμεύνῃ πάνυ γε κειρίαν γ’ἔχων.
Ευελπιδης
Ευ.
Ευ.
817τί δῆτ’ὄνομ’αὐτῇ θησόμεσθ’;
Εποψ
Επ.
Επ.
817bἐντευθενὶ
818ἐκ τῶν νεφελῶν καὶ τῶν μετεώρων χωρίων
819χαῦνόν τι πάνυ.
Πισθεταιρος
Πι.
Πι.
819bβούλει Νεφελοκοκκυγίαν;
Εποψ
Επ.
Επ.
820ἰοὺ ἰού ·
820bκαλόν γ’ἀτεχνῶς σὺ καὶ μέγ’ηὗρες το- τοὔνομα.
Ευελπιδης
Ευ.
Ευ.
821ἆρ’ἐστὶν αὑτηγὶ Νεφελοκοκκυγία,
822ἵνα καὶ τὰ Θεογένους τὰ πολλὰ χρήματα
823τάτ’Αἰσχίνου γ’ἅπαντα;
Πισθεταιρος
Πι.
Πι.
823bκαὶ λῷστον μὲν οὖν
824τὸ Φλέγρας πεδίον, ἵν’οἱ θεοὶ τοὺς γηγενεῖς
825ἀλαζονευόμενοι καθυπερηκόντισαν.
Εποψ
Επ.
Επ.
826λιπαρὸν τὸ χρῆμα τῆς πόλεως. τίς δαὶ θεὸς
827πολιοῦχος ἔσται; τῷ ξανοῦμεν τὸν πέπλον;
Ευελπιδης
Ευ.
Ευ.
828τί δ’οὐκ Ἀθηναίαν ἐῶμεν Πολιάδα;
Πισθεταιρος
Πι.
Πι.
829καὶ πῶς ἂν ἔτι γένοιτ’ἂν εὔτακτος πόλις,
830ὅπου θεὸς γυνὴ γεγονυῖα πανοπλίαν
831ἕστηκ’ἔχουσα, Κλεισθένης δὲ κερκίδα;
Ευελπιδης
Ευ.
Ευ.
832τίς δαὶ καθέξει τῆς πόλεως τὸ Πελαργικόν;
Εποψ
Επ.
Επ.
833ὄρνις ἀφ’ἡμῶν τοῦ γένους τοῦ Περσικοῦ,
834ὅσπερ λέγεται δεινότατος εἶναι πανταχοῦ
835Ἄρεως νεοττός.
Ευελπιδης
Ευ.
Ευ.
835bὦ νεοττὲ δέσποτα ·
836ὡς δ’ὁ θεὸς ἐπιτήδειος οἰκεῖν ἐπὶ πετρῶν.
Πισθεταιρος
Πι.
Πι.
837ἄγε νυν σὺ μὲν βάδιζε πρὸς τὸν ἀέρα
838καὶ τοῖσι τειχίζουσι παραδιακόνει,
839χάλικας παραφόρει, πηλὸν ἀποδὺς ὄργασον,
840λεκάνην ἀνένεγκε, κατάπεσ’ἀπὸ τῆς κλίμακος,
841φύλακας κατάστησαι, τὸ πῦρ ἔγκρυπτ’ἀεί,
842κωδωνοφορῶν περίτρεχε καὶ κάθευδ’ἐκεῖ ·
843κήρυκα δὲ πέμψον τὸν μὲν ἐς θεοὺς ἄνω,
844ἕτερον δ’ἄνωθεν ἆυ παρ’ἀνθρώπους κάτω,
845κα- κἀκεῖθεν αὖθις παρ’ἐμέ.
Ευελπιδης
Ευ.
Ευ.
845bσὺ δέ γ’αὐτοῦ μένων
846οἴμωζε παρ’ἔμ’.
Πισθεταιρος
Πι.
Πι.
846bἴθ’ὠ- ὦγάθ’οἷ πέμπω σ’ἐγώ.
847οὐδὲν γὰρ ἄνευ σοῦ τῶνδ’ἃ λέγω πεπράξεται.
848ἐγὼ δ’ἵνα θύσω τοῖσι καινοῖσιν θεοῖς,
849τὸν ἱερέα πέμψοντα τὴν πομπὴν καλῶ.
850παῖ παῖ, τὸ κανοῦν αἴρεσθε καὶ τὴν χέρνιβα.
Ιερευς
Ιε.
Ιε.
851ὁμορροθῶ, συνθέλω,
852συμπαραινέσας ἔχω
853προσόδια μεγάλα σεμνὰ προσιέναι θεοῖσιν,
855ἅμα δὲ προσέτι χάριτος ἕνεκα προβάτιόν τι θύειν.
856ἴτω ἴτω δὲ Πυθιὰς βοὰ θεῷ,
857συνᾳδέτω δὲ Χαῖρις ᾠδάν.
Πισθεταιρος
Πι.
Πι.
858παῦσαι σὺ φυσῶν. Ἡράκλεις τουτὶ τί ἦν;
860τουτὶ μὰ Δί’ἐγὼ πολλὰ δὴ καὶ δείν’ἰδὼν
861οὔπω κόρακ’εἶδον ἐμπεφορβειωμένον.
862ἱερεῦ σὸν ἔργον, θῦε τοῖς καινοῖς θεοῖς.
Ιερευς
Ιε.
Ιε.
864δράσω τάδ’. ἀλλὰ ποῦ ’στιν ὁ τὸ κανοῦν ἔχων;
865εὔχεσθε τῇ Ἑστίᾳ τῇ ὀρνιθείῳ καὶ τῷ ἰκτίνῳ τῷ ἑστιούχῳ καὶ ὄρνισιν Ὀλυμπίοις καὶ Ὀλυμπίῃσι πᾶσι καὶ πάσῃσιν —
Πισθεταιρος
Πι.
Πι.
866ὦ Σουνιέρακε χαῖρ’ἄναξ Πελαργικέ.
Ιερευς
Ιε.
Ιε.
867καὶ κύκνῳ Πυθίῳ καὶ Δηλίῳ καὶ Λητοῖ Ὀρτυγομήτρᾳ καὶ Ἀρτέμιδι Ἀκαλανθίδι —
Πισθεταιρος
Πι.
Πι.
868οὐκέτι Κολαινὶς ἀλλ’Ἀκαλανθὶς Ἄρτεμις.
Ιερευς
Ιε.
Ιε.
876καὶ φρυγίλῳ Σαβαζίῳ καὶ στρούθῳ μεγάλῃ μητρὶ θεῶν καὶ ἀνθρώπων —
Πισθεταιρος
Πι.
Πι.
877δέσποινα Κυβέλη, στροῦθε, μῆτερ Κλεοκρίτου.
Ιερευς
Ιε.
Ιε.
878διδόναι Νεφελοκοκκυγιεῦσιν ὑγιείαν καὶ σωτηρίαν αὐτοῖσι καὶ Χίοισι —
Πισθεταιρος
Πι.
Πι.
880Χίοισιν ἥσθην πανταχοῦ προσκειμένοις.
Ιερευς
Ιε.
Ιε.
881καὶ ἥρωσιν ὄρνισι καὶ ἡρώων παισί, πορφυρίωνι καὶ πελεκᾶντι καὶ πελεκίνῳ καὶ φλέξιδι καὶ τέτρακι καὶ ταὧνι καὶ ἐλεᾷ καὶ βασκᾷ καὶ ἐλασᾷ καὶ ἐρωδιῷ καὶ καταρράκτῃ καὶ μελαγκορύφῳ καὶ αἰγιθάλλῳ —
Πισθεταιρος
Πι.
Πι.
882παῦ’ἐς κόρακας, παῦσαι καλῶν. ἰοὺ ἰού,
890ἐπὶ ποῖον ὦ κακόδαιμον ἱερεῖον καλεῖς
891ἁλιαιέτους καὶ γῦπας; οὐχ ὁρᾷς ὅτι
892ἰκτῖνος εἷς ἂν τοῦτό γ’οἴχοιθ’ἁρπάσας;
893ἄπελθ’ἀφ’ἡμῶν καὶ σὺ καὶ τὰ στέμματα ·
894ἐγὼ γὰρ αὐτὸς τουτογὶ θύσω μόνος.
Ιερευς
Ιε.
Ιε.
895εἶτ’αὖθις αὖ τα- τἄρα σοι
896δεῖ με δεύτερον μέλος
897χέρνιβι θεοσεβὲς ὅσιον ἐπιβοᾶν, καλεῖν δὲ
900μάκαρας, ἕνα τινὰ μόνον, εἴπερ ἱκανὸν ἕξετ’ὄψον.
901τὰ γὰρ παρόντα θύματ’οὐδὲν ἄλλο πλὴν
902γένειόν ἐστι καὶ κέρατα.
Πισθεταιρος
Πι.
Πι.
903θύοντες εὐξώμεσθα τοῖς πτερίνοις θεοῖς.
Ποιητης
Πο.
Πο.
904Νεφελοκοκκυγίαν τὰν εὐδαίμονα
905κλῇσον ὦ Μοῦσα τεαῖς ἐν ὓμνων ἀοιδαῖς.
Πισθεταιρος
Πι.
Πι.
906τουτὶ τὸ πρᾶγμα ποδαπόν; εἰπέ μοι τίς εἶ;
Ποιητης
Πο.
Πο.
907ἐγὼ μελιγλώσσων ἐπέων ἱεὶς ἀοιδὰν
908Μουσάων θεράπων ὀτρηρός,
910κατὰ τὸν Ὅμηρον.
Πισθεταιρος
Πι.
Πι.
911ἔπειτα δῆτα δοῦλος ὢν κόμην ἔχεις;
Ποιητης
Πο.
Πο.
912οὔκ, ἀλλὰ πάντες ἐσμὲν οἱ διδάσκαλοι
913Μουσάων θεράποντες ὀτρηροί,
914κατὰ τὸν Ὅμηρον.
Πισθεταιρος
Πι.
Πι.
915οὐκ ἐτὸς ὀτρηρὸν καὶ τὸ ληδάριον ἔχεις.
916ἀτὰρ ὦ ποιητὰ κατὰ τί δεῦρ’ἀνεφθάρης;
Ποιητης
Πο.
Πο.
917μέλη πεποίηκ’ἐς τὰς Νεφελοκοκκυγίας
918τὰς ὑμετέρας κύκλιάτε πολλὰ καὶ καλὰ
919καὶ παρθένεια καὶ κατὰ τὰ Σιμωνίδου.
Πισθεταιρος
Πι.
Πι.
920ταυτὶ σὺ πότ’ἐποίησας; ἀπὸ ποίου χρόνου;
Ποιητης
Πο.
Πο.
921πάλαι πάλαι δὴ τήνδ’ἐγὼ κλῄζω πόλιν.
Πισθεταιρος
Πι.
Πι.
922οὐκ ἄρτι θύω τὴν δεκάτην ταύτης ἐγώ,
923καὶ το- τοὔνομ’ὥσπερ παιδίῳ νῦν δὴ ’θέμην;
Ποιητης
Πο.
Πο.
924ἀλλά τις ὠκεῖα Μουσάων φάτις
925οἷάπερ ἵππων ἀμαρυγά.
926σὺ δὲ πάτερ κτίστορ Αἴτνας,
927ζαθέων ἱερῶν ὁμώνυμε,
928δὸς ἐμὶν ὅ τι περ
929τεᾷ κεφαλᾷ θέλῃς
930πρόφρων δόμεν ἐμὶν τείν.
Πισθεταιρος
Πι.
Πι.
931τουτὶ παρέξει τὸ κακὸν ἡμῖν πράγματα,
932εἰ μή τι τούτῳ δόντες ἀποφευξούμεθα.
933οὗτος, σὺ μέντοι σπολάδα καὶ χιτῶν’ἔχεις,
934ἀπόδυθι καὶ δὸς τῷ ποιητῇ τῷ σοφῷ.
935ἔχε τὴν σπολάδα · πάντως δέ μοι ῥιγῶν δοκεῖς.
Ποιητης
Πο.
Πο.
936τόδε μὲν οὐκ ἀέκουσα φίλα
937Μοῦσα δῶρον δέχεται ·
938τὺ δὲ τεᾷ φρενὶ μάθε Πινδάρειον ἔπος —
Πισθεταιρος
Πι.
Πι.
940ἅνθρωπος ἡμῶν οὐκ ἀπαλλαχθήσεται.
Ποιητης
Πο.
Πο.
941νομάδεσσι γὰρ ἐν Σκύθαις
942ἀλᾶται Στράτων,
943ὃς ὑφαντοδόνατον ἔσθος οὐ πέπαται ·
944ἀκλεὴς δ’ἔβα σπολὰς ἄνευ χιτῶνος.
945ξύνες ὅ τοι λέγω.
Πισθεταιρος
Πι.
Πι.
946ξυνῆχ’ὅτι βούλει τὸν χιτωνίσκον λαβεῖν.
947ἀπόδυθι · δεῖ γὰρ τὸν ποιητὴν ὠφελεῖν.
948ἄπελθε τουτονὶ λαβών.
Ποιητης
Πο.
Πο.
948bἀπέρχομαι,
949κα- κἀς τὴν πόλιν γ’ἐλθὼν ποιήσω τοιαδί ·
950“κλῇσον ὦ χρυσόθρονε τὰν τρομερὰν κρυεράν ·
951νιφόβολα πεδία πολύποράτ’ἤλυθον ἀλαλάν”.
Πισθεταιρος
Πι.
Πι.
952νὴ τὸν Δί’ἀλλ’ἤδη πέφευγας ταυταγὶ
955τὰ κρυερὰ τονδὶ τὸν χιτωνίσκον λαβών.
956τουτὶ μὰ Δί’ἐγὼ τὸ κακὸν οὐδέποτ’ἤλπισα,
957οὕτω ταχέως τοῦτον πεπύσθαι τὴν πόλιν.
958αὖθις σὺ περιχώρει λαβὼν τὴν χέρνιβα.
959εὐφημία ’στω.
Χρησμολογος
Χρ.
Χρ.
959bμὴ κατάρξῃ τοῦ τράγου.
Πισθεταιρος
Πι.
Πι.
960σὺ δ’εἶ τίς;
Χρησμολογος
Χρ.
Χρ.
960bὅστις; χρησμολόγος.
Πισθεταιρος
Πι.
Πι.
960cοἴμωζέ νυν.
Χρησμολογος
Χρ.
Χρ.
961ὦ δαιμόνιε τὰ θεῖα μὴ φαύλως φέρε ·
962ὡς ἔστι Βάκιδος χρησμὸς ἄντικρυς λέγων
963ἐς τὰς Νεφελοκοκκυγίας.
Πισθεταιρος
Πι.
Πι.
963bκα- κὔπειτα πῶς
964ταῦτ’οὐκ ἐχρησμολόγεις σὺ πρὶν ἐμὲ τὴν πόλιν
965τήνδ’οἰκίσαι;
Χρησμολογος
Χρ.
Χρ.
965bτὸ θεῖον ἐνεπόδιζέ με.
Πισθεταιρος
Πι.
Πι.
966ἀλλ’οὐδὲν οἷόν ἐστ’ἀκοῦσαι τῶν ἐπῶν.
Χρησμολογος
Χρ.
Χρ.
967ἀλλ’ὅταν οἰκήσωσι λύκοι πολιαίτε κορῶναι
968ἐν τα- ταὐτῷ τὸ μεταξὺ Κορίνθου καὶ Σικυῶνος, —
Πισθεταιρος
Πι.
Πι.
969τί οὖν προσήκει δῆτ’ἐμοὶ Κορινθίων;
Χρησμολογος
Χρ.
Χρ.
970ᾐνίξαθ’ὁ Βάκις τοῦτο πρὸς τὸν ἀέρα.
971πρῶτον Πανδώρᾳ θῦσαι λευκότριχα κριόν ·
972ὃς δέ κ’ἐμῶν ἐπέων ἔλθῃ πρώτιστα προφήτης,
973τῷ δόμεν ἱμάτιον καθαρὸν καὶ καινὰ πέδιλα —
Πισθεταιρος
Πι.
Πι.
974ἔνεστι καὶ τὰ πέδιλα;
Χρησμολογος
Χρ.
Χρ.
974bλαβὲ τὸ βιβλίον.
975καὶ φιάλην δοῦναι, καὶ σπλάγχνων χεῖρ’ἐπιπλῆσαι.
Πισθεταιρος
Πι.
Πι.
976καὶ σπλάγχνα διδόν’ἔνεστι;
Χρησμολογος
Χρ.
Χρ.
976bλαβὲ τὸ βιβλίον.
977κα- κἂν μὲν θέσπιε κοῦρε ποιῇς ταῦθ’ὡς ἐπιτέλλω,
978αἰετὸς ἐν νεφέλῃσι γενήσεαι · αι’δέ κε μὴ δῷς,
979οὐκ ἔσει οὐ τρυγὼν οὐ δ’αἰετὸς οὐ δρυκολάπτης.
Πισθεταιρος
Πι.
Πι.
980καὶ ταῦτ’ἔνεστ’ἐνταῦθα;
Χρησμολογος
Χρ.
Χρ.
980bλαβὲ τὸ βιβλίον.
Πισθεταιρος
Πι.
Πι.
981οὐδὲν ἄρ’ὅμοιός ἐσθ’ὁ χρησμὸς τουτῳί,
982ὃν ἐγὼ παρὰ τα- τἀπόλλωνος ἐξεγραψάμην ·
983αὐτὰρ ἐπὴν ἄκλητος ἰὼν ἄνθρωπος ἀλαζὼν
984λυπῇ θύοντας καὶ σπλαγχνεύειν ἐπιθυμῇ,
985δὴ τότε χρὴ τύπτειν αὐτὸν πλευρῶν τὸ μεταξὺ —
Χρησμολογος
Χρ.
Χρ.
986οὐδὲν λέγειν οἶμαί σε.
Πισθεταιρος
Πι.
Πι.
986bλαβὲ τὸ βιβλίον.
987καὶ φείδου μηδὲν μη δ’αἰετοῦ ἐν νεφέλῃσιν,
988μήτ’ἢν Λάμπων ᾖ μήτ’ἢν ὁ μέγας Διοπείθης.
Χρησμολογος
Χρ.
Χρ.
989καὶ ταῦτ’ἔνεστ’ἐνταῦθα;
Πισθεταιρος
Πι.
Πι.
989bλαβὲ τὸ βιβλίον.
990οὐκ εἶ θύραζ’; ἐς κόρακας.
Χρησμολογος
Χρ.
Χρ.
990bοἴμοι δείλαιος.
Πισθεταιρος
Πι.
Πι.
991οὔκουν ἑτέρωσε χρησμολογήσεις ἐκτρέχων;
Μετων
Με.
Με.
992ἥκω παρ’ὑμᾶς —
Πισθεταιρος
Πι.
Πι.
992bἕτερον αὖ τουτὶ κακόν.
993τί δ’αὖ σὺ δράσων; τίς δ’ἰδέα βουλεύματος;
994τίς ἡ ’πίνοια, τίς ὁ κόθορνος τῆς ὁδοῦ;
Μετων
Με.
Με.
995γεωμετρῆσαι βούλομαι τὸν ἀέρα
996ὑμῖν διελεῖντε κατὰ γύας.
Πισθεταιρος
Πι.
Πι.
996bπρὸς τῶν θεῶν
997σὺ δ’εἶ τίς ἀνδρῶν;
Μετων
Με.
Με.
997bὅστις εἴμ’ἐγώ; Μέτων,
998ὃν οἶδεν Ἑλλὰς κα- χὠ Κολωνός.
Πισθεταιρος
Πι.
Πι.
998bεἰπέ μοι,
999ταυτὶ δέ σοι τί ἔστι;
Μετων
Με.
Με.
999bκανόνες ἀέρος.
1000αὐτίκα γὰρ ἀήρ ἐστι τὴν ἰδέαν ὅλος
1001κατὰ πνιγέα μάλιστα. προσθεὶς οὖν ἐγὼ
1002τὸν κανόν’, ἄνωθεν τουτονὶ τὸν καμπύλον
1003ἐνθεὶς διαβήτην — μανθάνεις;
Πισθεταιρος
Πι.
Πι.
1003bοὐ μανθάνω.
Μετων
Με.
Με.
1004ὀρθῷ μετρήσω κανόνι προστιθείς, ἵνα
1005ὁ κύκλος γένηται σοι τετράγωνος κα- κἀν μέσῳ
1006ἀγορά, φέρουσαι δ’ὦσιν εἰς αὐτὴν ὁδοὶ
1007ὀρθαὶ πρὸς αὐτὸ τὸ μέσον, ὥσπερ δ’ἀστέρος
1008αὐτοῦ κυκλοτεροῦς ὄντος ὀρθαὶ πανταχῇ
1009ἀκτῖνες ἀπολάμπωσιν.
Πισθεταιρος
Πι.
Πι.
1009bἅνθρωπος Θαλῆς.
1010Μέτων —
Μετων
Με.
Με.
1010bτί ἔστιν;
Πισθεταιρος
Πι.
Πι.
1010cοἶσθ’ὁτιὴ φιλῶ σ’ἐγώ,
1011κα- κἀμοὶ πιθόμενος ὑπαποκίνει τῆς ὁδοῦ.
Μετων
Με.
Με.
1012τί δ’ἐστὶ δεινόν;
Πισθεταιρος
Πι.
Πι.
1012bὥσπερ ἐν Λακεδαίμονι
1013ξενηλατοῦνται καὶ κεκίνηνταί τινες ·
1014πληγαὶ συχναὶ κατ’ἄστυ.
Μετων
Με.
Με.
1014bμῶν στασιάζετε;
Πισθεταιρος
Πι.
Πι.
1015μὰ τὸν Δί’οὐ δῆτ’.
Μετων
Με.
Με.
1015bἀλλὰ πῶς;
Πισθεταιρος
Πι.
Πι.
1015cὁμοθυμαδὸν
1016σποδεῖν ἅπαντας τοὺς ἀλαζόνας δοκεῖ.
Μετων
Με.
Με.
1017ὑπάγοιμί τα- τἄρ’ἄν.
Πισθεταιρος
Πι.
Πι.
1017bνὴ Δί’ὡς οὐκ οἶδ’ἂν εἰ
1018φθαίης ἄν · ἐπίκεινται γὰρ ἐγγὺς αὑταιί.
Μετων
Με.
Με.
1019οἴμοι κακοδαίμων.
Πισθεταιρος
Πι.
Πι.
1019bοὐκ ἔλεγον ἐγὼ πάλαι;
1020οὐκ ἀναμετρήσεις σαυτὸν ἀπιὼν ἀλλαχῇ;
Επισκοπος
Επ.
Επ.
1021ποῦ πρόξενοι;
Πισθεταιρος
Πι.
Πι.
1021bτίς ὁ Σαρδανάπαλλος οὑτοσί;
Επισκοπος
Επ.
Επ.
1022ἐπίσκοπος ἥκω δεῦρο τῷ κυάμῳ λαχὼν
1023ἐς τὰς Νεφελοκοκκυγίας.
Πισθεταιρος
Πι.
Πι.
1023bἐπίσκοπος;
1024ἔπεμψε δὲ τίς σε δεῦρο;
Επισκοπος
Επ.
Επ.
1024bφαῦλον βιβλίον
1025Τελέου.
Πισθεταιρος
Πι.
Πι.
1025bτί; βούλει δῆτα τὸν μισθὸν λαβὼν
1026μὴ πράγματ’ἔχειν ἀλλ’ἀπιέναι;
Επισκοπος
Επ.
Επ.
1026bνὴ τοὺς θεούς.
1027ἐκκλησιάσαι δ’οὖν ἐδεόμην οἴκοι μένων.
1028ἔστιν γὰρ ἃ δι’ἐμοῦ πέπρακται Φαρνάκῃ.
Πισθεταιρος
Πι.
Πι.
1029ἄπιθι λαβών · ἔστιν δ’ὁ μισθὸς οὑτοσί.
Επισκοπος
Επ.
Επ.
1030τουτὶ τί ἦν;
Πισθεταιρος
Πι.
Πι.
1030bἐκκλησία περὶ Φαρνάκου.
Επισκοπος
Επ.
Επ.
1031μαρτύρομαι τυπτόμενος ὢν ἐπίσκοπος.
Πισθεταιρος
Πι.
Πι.
1032οὐκ ἀποσοβήσεις; οὐκ ἀποίσεις τὼ κάδω;
1033οὐ δεινά; καὶ πέμπουσιν ἤδη ’πισκόπους
1034ἐς τὴν πόλιν, πρὶν καὶ τεθύσθαι τοῖς θεοῖς;
Ψηφισματοπωλης
Ψη.
Ψη.
1035ἐὰν δ’ὁ Νεφελοκοκκυγιεὺς τὸν Ἀθηναῖον ἀδικῇ —
Πισθεταιρος
Πι.
Πι.
1037τουτὶ τί ἔστιν αὖ κακὸν τὸ βιβλίον;
Ψηφισματοπωλης
Ψη.
Ψη.
1038ψηφισματοπώλης εἰμὶ καὶ νόμους νέους
1039ἥκω παρ’ὑμᾶς δεῦρο πωλήσων.
Πισθεταιρος
Πι.
Πι.
1039bτὸ τί;
Ψηφισματοπωλης
Ψη.
Ψη.
1040χρῆσθαι Νεφελοκοκκυγιᾶς τοῖσδε τοῖς μέτροισι
1041καὶ σταθμοῖσι καὶ ψηφίσμασι καθάπερ Ὀλοφύξιοι.
Πισθεταιρος
Πι.
Πι.
1043σὺ δέ γ’οἷσπερ ὡτοτύξιοι χρήσει τάχα.
Ψηφισματοπωλης
Ψη.
Ψη.
1044οὗτος τί πάσχεις;
Πισθεταιρος
Πι.
Πι.
1044bοὐκ ἀποίσεις τοὺς νόμους;
1045πικροὺς ἐγώ σοι τήμερον δείξω νόμους.
Επισκοπος
Επ.
Επ.
1046καλοῦμαι Πισθέταιρον ὕβρεως ἐς τὸν Μουνιχιῶνα μῆνα.
Πισθεταιρος
Πι.
Πι.
1048ἄληθες οὗτος; ἔτι γὰρ ἐνταῦθ’ἦσθα σύ;
Ψηφισματοπωλης
Ψη.
Ψη.
1050ἐὰν δέ τις ἐξελαύνῃ τοὺς ἄρχοντας καὶ μὴ δέχηται κατὰ τὴν στήλην —
Πισθεταιρος
Πι.
Πι.
1051οἴμοι κακοδαίμων, καὶ σὺ γὰρ ἐνταῦθ’ἦσθ’ἔτι;
Επισκοπος
Επ.
Επ.
1052ἀπολῶ σε καὶ γράφω σε μυρίας δραχμάς.
Πισθεταιρος
Πι.
Πι.
1053ἐγὼ δὲ σοῦ γε τὼ κάδω διασκεδῶ.
Ψηφισματοπωλης
Ψη.
Ψη.
1054μέμνησ’ὅτε τῆς στήλης κατετίλας ἑσπέρας;
Πισθεταιρος
Πι.
Πι.
1055αἰβοῖ · λαβέτω τις αὐτόν. οὗτος οὐ μενεῖς;
1056ἀπίωμεν ἡμεῖς ὡς τάχιστ’ἐντευθενὶ
1057θύσοντες εἴσω τοῖς θεοῖσι τὸν τράγον.
Χορος
Χο.
Χο.
1058ἤδη ’μοὶ τῷ παντόπτᾳ
1059καὶ παντάρχᾳ θνητοὶ πάντες
1060θύσουσ’εὐκταίαις εὐχαῖς.
1061πᾶσαν μὲν γὰρ γᾶν ὀπτεύω,
1062σῴζω δ’εὐθαλεῖς καρποὺς
1063κτείνων παμφύλων γένναν
1064θηρῶν, ἂ πάντ’ἐν γαίᾳ
1065ἐκ κάλυκος αὐξανόμενον γένυσι παμφάγοις
1066δένδρεσίτ’ἐφημένα καρπὸν ἀποβόσκεται ·
1067κτείνω δ’οἳ κήπους εὐώδεις
1068φθείρουσιν λύμαις ἐχθίσταις,
1069ἑρπετάτε καὶ δάκετα πάνθ’ὅσαπερ
1070ἔστιν ὑπ’ἐμᾶς πτέρυγος ἐν φοναῖς ὄλλυται.
1071τῇδε μέντοι τη- θἠμέρᾳ μάλιστ’ἐπαναγορεύεται,
1072ἢν ἀποκτείνῃ τις ὑμῶν Διαγόραν τὸν Μήλιον,
1073λαμβάνειν τάλαντον, ἤντε τῶν τυράννων τίς τινα
1075τῶν τεθνηκότων ἀποκτείνῃ, τάλαντον λαμβάνειν.
1076βουλόμεσθ’οὖν νυν ἀνειπεῖν τα- ταὐτὰ κα- χἠμεῖς ἐνθάδε.
1077ἢν ἀποκτείνῃ τις ὑμῶν Φιλοκράτη τὸν Στρούθιον,
1078λήψεται τάλαντον, ἢν δὲ ζῶντά γ’ἀγάγῃ, τέτταρα,
1079ὅτι συνείρων τοὺς σπίνους πωλεῖ καθ’ἑπτὰ το- τοὐβολοῦ,
1080εἶτα φυσῶν τὰς κίχλας δείκνυσι καὶ λυμαίνεται,
1081τοῖςτε κοψίχοισιν ἐς τὰς ῥῖνας ἐγχεῖ τὰ πτερά,
1082τὰς περιστεράςθ’ὁμοίως ξυλλαβὼν εἵρξας ἔχει,
1083κα- κἀπαναγκάζει παλεύειν δεδεμένας ἐν δικτύῳ.
1084ταῦτα βουλόμεσθ’ἀνειπεῖν · κα- κεἴ τις ὄρνιθας τρέφει
1085εἱργμένους ὑμῶν ἐν αὐλῇ, φράζομεν μεθιέναι.
1086ἢν δὲ μὴ πίθησθε, συλληφθέντες ὑπὸ τῶν ὀρνέων
1087αὖθις ὑμεῖς αὖ παρ’ἡμῖν δεδεμένοι παλεύσετε.
1088εὔδαιμον φῦλον πτηνῶν
1089οἰωνῶν, οἳ χειμῶνος μὲν
1090χλαίνας οὐκ ἀμπισχνοῦνται ·
1091οὐ δ’αὖ θερμὴ πνίγους ἡμᾶς
1092ἀκτὶς τηλαυγὴς θάλπει ·
1093ἀλλ’ἀνθηρῶν λειμώνων
1094φύλλωντ’ἐν κόλποις ναίω,
1095ἡνίκ’ἂν ὁ θεσπέσιος ὀξὺ μέλος ἀχέτας
1096θάλπεσι μεσημβρινοῖς ἡλιομανὴς βοᾷ.
1097χειμάζω δ’ἐν κοίλοις ἄντροις
1098νύμφαοις οὐρείαις ξυμπαίζων ·
1099ἠρινάτε βοσκόμεθα παρθένια
1100λευκότροφα μύρτα Χαρίτωντε κηπεύματα.
1101τοῖς κριταῖς εἰπεῖν τι βουλόμεσθα τῆς νίκης πέρι,
1102ὅσ’ἀγάθ’, ἢν κρίνωσιν ἡμᾶς, πᾶσιν αὐτοῖς δώσομεν,
1103ὥστε κρείττω δῶρα πολλῷ τῶν Ἀλεξάνδρου λαβεῖν.
1105πρῶτα μὲν γὰρ οὗ μάλιστα πᾶς κριτὴς ἐφίεται,
1106γλαῦκες ὑμᾶς οὔποτ’ἐπιλείψουσι Λαυρειωτικαί ·
1107ἀλλ’ἐνοικήσουσιν ἔνδον, ἔντε τοῖς βαλλαντίοις
1108ἐννεοττεύσουσι κα- κἀκλέψουσι μικρὰ κέρματα.
1109εἶτα πρὸς τούτοισιν ὥσπερ ἐν ἱεροῖς οἰκήσετε ·
1110τὰς γὰρ ὑμῶν οἰκίας ἐρέψομεν πρὸς αἰετόν ·
1111κα- κἂν λαχόντες ἀρχίδιον εἶθ’ἁρπάσαι βούλησθέ τι,
1112ὀξὺν ἱερακίσκον ἐς τὰς χεῖρας ὑμῖν δώσομεν.
1113ἢν δέ που δειπνῆτε, πρηγορεῶνας ὑμῖν πέμψομεν.
1114ἢν δὲ μὴ κρίνητε, χαλκεύεσθε μηνίσκους φορεῖν
1115ὥσπερ ἀνδριάντες · ὡς ὑμῶν ὃς ἂν μὴ μῆν’ἔχῃ,
1116ὅταν ἔχητε χλανίδα λευκήν, τότε μάλισθ’οὕτω δίκην
1117δώσεθ’ἡμῖν, πᾶσι τοῖς ὄρνισι κατατιλώμενοι.
Πισθεταιρος
Πι.
Πι.
1118τὰ μὲν ἱέρ’ἡμῖν ἐστιν ὠ- ὦρνιθες καλά ·
1119ἀλλ’ὡς ἀπὸ τοῦ τείχους πάρεστιν ἄγγελος
1120οὐδείς, ὅτου πευσόμεθα τα- τἀκεῖ πράγματα.
1121ἀλλ’οὑτοσὶ τρέχει τις Ἀλφειὸν πνέων.
Αγγελος Α
Αγ.
Αγ.
1122ποῦ ποῦ ’στι, ποῦ ποῦ ποῦ ’στι, ποῦ ποῦ ποῦ ’στι ποῦ,
1123ποῦ Πισθέταιρός ἐστιν ἅρχων;
Πισθεταιρος
Πι.
Πι.
1123bοὑτοσί.
Αγγελος Α
Αγ.
Αγ.
1124ἐξῳκοδόμηταί σοι τὸ τεῖχος.
Πισθεταιρος
Πι.
Πι.
1124bεὖ λέγεις.
Αγγελος Α
Αγ.
Αγ.
1125κάλλιστον ἔργον καὶ μεγαλοπρεπέστατον ·
1126ὥστ’ἂν ἐπάνω μὲν Προξενίδης ὁ Κομπασεὺς
1127καὶ Θεογένης ἐναντίω δύ’ἅρματε,
1128ἵππων ὑπόντων μέγεθος ὅσον ὁ δούριος,
1129ὑπὸ τοῦ πλάτους ἂν παρελασαίτην.
Πισθεταιρος
Πι.
Πι.
1129bἩράκλεις.
Αγγελος Α
Αγ.
Αγ.
1130τὸ δὲ μῆκός ἐστι, καὶ γὰρ ἐμέτρησ’αὔτ’ἐγώ,
1131ἑκατοντορόγυιον.
Πισθεταιρος
Πι.
Πι.
1131bὦ Πόσειδον τοῦ μάκρους.
1132τίνες ᾠκοδόμησαν αὐτὸ τηλικουτονί;
Αγγελος Α
Αγ.
Αγ.
1133ὄρνιθες, οὐδεὶς ἄλλος, οὐκ Αἰγύπτιος
1134πλινθοφόρος, οὐ λιθουργός, οὐ τέκτων παρῆν,
1135ἀλλ’αὐτόχειρες, ὥστε θαυμάζειν ἐμέ.
1136ἐκ μέν γε Λιβύης ἧκον ὡς τρισμύριαι
1137γέρανοι θεμελίους καταπεπωκυῖαι λίθους.
1138τούτους δ’ἐτύκιζον αἱ κρέκες τοῖς ῥύγχεσιν.
1139ἕτεροι δ’ἐπλινθοφόρουν πελαργοὶ μύριοι ·
1140ὕδωρ δ’ἐφόρουν κάτωθεν ἐς τὸν ἀέρα
1141οἱ χαραδριοὶ καὶ τα- τἄλλα ποτόμι’ὄρνεα.
Πισθεταιρος
Πι.
Πι.
1142ἐπηλοφόρουν δ’αὐτοῖσι τίνες;
Αγγελος Α
Αγ.
Αγ.
1142bἐρωδιοὶ
1143λεκάναισι.
Πισθεταιρος
Πι.
Πι.
1143bτὸν δὲ πηλὸν ἐνεβάλλοντο πῶς;
Αγγελος Α
Αγ.
Αγ.
1144τοῦτ’ὠ- ὦγάθ’ἐξηύρητο καὶ σοφώτατα ·
1145οἱ χῆνες ὑποτύπτοντες ὥσπερ ταῖς ἄμαις
1146ἐς τὰς λεκάνας ἐνέβαλλον αὐτοῖς τοῖν ποδοῖν.
Πισθεταιρος
Πι.
Πι.
1147τί δῆτα πόδες ἂν οὐκ ἂν ἐργασαίατο;
Αγγελος Α
Αγ.
Αγ.
1148καὶ νὴ Δί’αἱ νῆτταί γε περιεζωσμέναι
1149ἐπλινθοφόρουν · ἄνω δὲ τὸν ὑπαγωγέα
1150ἐπέτοντ’ἔχουσαι κατόπιν † ὥσπερ παιδία
1151τὸν πηλὸν ἐν τοῖς στόμασιν † αἱ χελιδόνες.
Πισθεταιρος
Πι.
Πι.
1152τί δῆτα μισθωτοὺς ἂν ἔτι μισθοῖτό τις;
1153φέρ’ἴδω, τί δαί; τὰ ξύλινα τοῦ τείχους τίνες
1154ἀπηργάσαντ’;
Αγγελος Α
Αγ.
Αγ.
1154bὄρνιθες ἦσαν τέκτονες
1155σοφώτατοι πελεκᾶντες, οἳ τοῖς ῥύγχεσιν
1156ἀπεπελέκησαν τὰς πύλας · ἦν δ’ὁ κτύπος
1157αὐτῶν πελεκώντων ὥσπερ ἐν ναυπηγίῳ.
1158καὶ νῦν ἅπαντ’ἐκεῖνα πεπύλωται πύλαις
1159καὶ βεβαλάνωται καὶ φυλάττεται κύκλῳ,
1160ἐφοδεύεται, κωδωνοφορεῖται, πανταχῇ,
1161φυλακαὶ καθεστήκασι καὶ φρυκτωρίαι
1162ἐν τοῖσι πύργοις. ἀλλ’ἐγὼ μὲν ἀποτρέχων
1163ἀπονίψομαι · σὺ δ’αὐτὸς ἤδη τα- τἄλλα δρᾶ.
Χορος
Χο.
Χο.
1164οὗτος τί ποιεῖς; ἆρα θαυμάζεις ὅτι
1165οὕτω τὸ τεῖχος ἐκτετείχισται ταχύ;
Πισθεταιρος
Πι.
Πι.
1166νὴ τοὺς θεοὺς ἔγωγε · καὶ γὰρ ἄξιον ·
1167ἴσα γὰρ ἀληθῶς φαίνεταί μοι ψεύδεσιν.
1168ἀλλ’ὅδε φύλαξ γὰρ τῶν ἐκεῖθεν ἄγγελος
1169ἐσθεῖ πρὸς ἡμᾶς δεῦρο πυρρίχην βλέπων.
Αγγελος Β
Αγ.
Αγ.
1170ἰοὺ ἰού, ἰοὺ ἰού, ἰοὺ ἰού.
Πισθεταιρος
Πι.
Πι.
1171τί τὸ πρᾶγμα τουτί;
Αγγελος Β
Αγ.
Αγ.
1171bδεινότατα πεπόνθαμεν.
1172τῶν γὰρ θεῶν τις ἄρτι τῶν παρὰ τοῦ Διὸς
1173διὰ τῶν πυλῶν εἰσέπτετ’ἐς τὸν ἀέρα,
1174λαθὼν κολοιοὺς φύλακας ἡμεροσκόπους.
Πισθεταιρος
Πι.
Πι.
1175ὦ δεινὸν ἔργον καὶ σχέτλιον εἰργασμένος.
1176τίς τῶν θεῶν;
Αγγελος Β
Αγ.
Αγ.
1176bοὐκ ἴσμεν · ὅτι δ’εἶχε πτερά,
1177τοῦτ’ἴσμεν.
Πισθεταιρος
Πι.
Πι.
1177bοὔκουν δῆτα περιπόλους ἐχρῆν
1178πέμψαι κατ’αὐτὸν εὐθύς;
Αγγελος Β
Αγ.
Αγ.
1178bἀλλ’ἐπέμψαμεν
1179τρισμυρίους ἱέρακας ἱπποτοξότας,
1180χωρεῖ δὲ πᾶς τις ὄνυχας ἠγκυλωμένος,
1181κερχνῂς τριόρχης γὺψ κύμινδις αἰετός ·
1182ῥύμῃτε καὶ πτεροῖσι καὶ ῥοιζήμασιν
1183αἰθὴρ δονεῖται τοῦ θεοῦ ζητουμένου ·
1184κα- κἄστ’οὐ μακρὰν ἄπωθεν, ἀλλ’ἐνταῦθά που
1185ἤδη ’στίν.
Πισθεταιρος
Πι.
Πι.
1185bοὔκουν σφενδόνας δεῖ λαμβάνειν
1186καὶ τόξα; χώρει δεῦρο πᾶς ὑπηρέτης ·
1187τόξευε παῖε, σφενδόνην τίς μοι δότω.
Χορος
Χο.
Χο.
1188πόλεμος αἴρεται, πόλεμος οὐ φατὸς
1190πρὸς ἐμὲ καὶ θεούς. ἀλλὰ φύλαττε πᾶς
1191ἀέρα περινέφελον, ὃν ἔρεβος ἐτέκετο,
1195μή σε λάθῃ θεῶν τις ταύτῃ περῶν ·
1196[…] ἄθρει δὲ πᾶς κύκλῳ σκοπῶν,
1197ὡς ἐγγὺς ἤδη δαίμονος πεδαρσίου
1198δίνης πτερωτὸς φθόγγος ἐξακούεται.
Πισθεταιρος
Πι.
Πι.
1199αὕτη σύ, ποῖ ποῖ ποῖ πέτει; μέν’ἥσυχος,
1200ἔχ’ἀτρέμας · αὐτοῦ στῆθ’· ἐπίσχες τοῦ δρόμου.
1201τίς εἶ; ποδαπή; λέγειν ἐχρῆν ὁπόθεν πότ’εἶ.
Ιρις
Ιρ.
Ιρ.
1202παρὰ τῶν θεῶν ἔγωγε τῶν Ὀλυμπίων.
Πισθεταιρος
Πι.
Πι.
1203ὄνομα δέ σο. τί ἐστι; πλοῖον ἢ κυνῆ;
Ιρις
Ιρ.
Ιρ.
1204Ἶρις ταχεῖα.
Πισθεταιρος
Πι.
Πι.
1204bΠάραλος ἢ Σαλαμινία;
Ιρις
Ιρ.
Ιρ.
1205τί δὲ τοῦτο;
Πισθεταιρος
Πι.
Πι.
1205bταυτηνί τις οὐ συλλήψεται
1206ἀναπτόμενος τρίορχος;
Ιρις
Ιρ.
Ιρ.
1206bἐμὲ συλλήψεται;
1207τί ποτ’ἐστὶ τουτὶ τὸ κακόν;
Πισθεταιρος
Πι.
Πι.
1207bοἰμώξει μακρά.
Ιρις
Ιρ.
Ιρ.
1208ἄτοπόν γε τουτὶ πρᾶγμα.
Πισθεταιρος
Πι.
Πι.
1208bκατὰ ποίας πύλας
1209εἰσῆλθες ἐς τὸ τεῖχος ὦ μιαρωτάτη;
Ιρις
Ιρ.
Ιρ.
1210οὐκ οἶδα μὰ Δί’ἔγωγε κατὰ ποίας πύλας.
Πισθεταιρος
Πι.
Πι.
1211ἤκουσας αὐτῆς οἷον εἰρωνεύεται;
1212πρὸς τοὺς κολοιάρχας προσῆλθες; οὐ λέγεις;
1213σφραγῖδ’ἔχεις παρὰ τῶν πελαργῶν;
Ιρις
Ιρ.
Ιρ.
1213bτί τὸ κακόν.
Πισθεταιρος
Πι.
Πι.
1214οὐκ ἔλαβες;
Ιρις
Ιρ.
Ιρ.
1214bὑγιαίνεις μέν;
Πισθεταιρος
Πι.
Πι.
1214cοὐ δὲ σύμβολον
1215ἐπέβαλεν ὀρνίθαρχος οὐδείς σοι παρών;
Ιρις
Ιρ.
Ιρ.
1216μὰ Δί’οὐκ ἔμοιγ’ἐπέβαλεν οὐδεὶς ὦ μέλε.
Πισθεταιρος
Πι.
Πι.
1217κα- κἄπειτα δῆθ’οὕτω σιωπῇ διαπέτει
1218διὰ τῆς πόλεως τῆς ἀλλοτρίας καὶ τοῦ χάους;
Ιρις
Ιρ.
Ιρ.
1219ποίᾳ γὰρ ἄλλῃ χρὴ πέτεσθαι τοὺς θεούς;
Πισθεταιρος
Πι.
Πι.
1220οὐκ οἶδα μὰ Δί’ἔγωγε · τῇδε μὲν γὰρ οὔ.
1221ἀδικεῖς δὲ καὶ νῦν. ἆρά γ’οἶσθα τοῦθ’ὅτι
1222δικαιότατ’ἂν ληφθεῖσα πασῶν Ἰρίδων
1223ἀπέθανες, εἰ τῆς ἀξίας ἐτύγχανες;
Ιρις
Ιρ.
Ιρ.
1224ἀλλ’ἀθάνατός εἰμ’.
Πισθεταιρος
Πι.
Πι.
1224bἀλλ’ὅμως ἂν ἀπέθανες.
1225δεινότατα γάρ τοι πεισόμεσθ’, ἐμοὶ δοκεῖ,
1226εἰ τῶν μὲν ἄλλων ἄρχομεν, ὑμεῖς δ’οἱ θεοὶ
1227ἀκολαστανεῖτε, κα- κοὐδέπω γνώσεσθ’ὅτι
1228ἀκροατέον ὑμῖν ἐν μέρει τῶν κρειττόνων.
1229φράσον δέ τοί μοι τὼ πτέρυγε ποῖ ναυστολεῖς;
Ιρις
Ιρ.
Ιρ.
1230ἐγώ; πρὸς ἀνθρώπους πέτομαι παρὰ τοῦ πατρὸς
1231φράσουσα θύειν τοῖς Ὀλυμπίοις θεοῖς
1232μηλοσφαγεῖντε βουθύτοις ἐπ’ἐσχάραις
1233κνισᾶντ’ἀγυιάς.
Πισθεταιρος
Πι.
Πι.
1233bτί σὺ λέγεις; ποίοις θεοῖς;
Ιρις
Ιρ.
Ιρ.
1234ποίοισιν; ἡμῖν τοῖς ἐν οὐρανῷ θεοῖς.
Πισθεταιρος
Πι.
Πι.
1235θεοὶ γὰρ ὑμεῖς;
Ιρις
Ιρ.
Ιρ.
1235bτίς γάρ ἐστ’ἄλλος θεός;
Πισθεταιρος
Πι.
Πι.
1236ὄρνιθες ἀνθρώποισι νῦν εἰσιν θεοί,
1237οἷς θυτέον αὐτούς, ἀλλὰ μὰ Δί’οὐ τῷ Διί.
Ιρις
Ιρ.
Ιρ.
1238ὦ μῶρε μῶρε μὴ θεῶν κίνει φρένας
1239δεινάς, ὅπως μή σου γένος πανώλεθρον
1240Διὸς μακέλλῃ πᾶν ἀναστρέψῃ Δίκη,
1241λιγνὺς δὲ σῶμα καὶ δόμων περιπτυχὰς
1242καταιθαλώσῃ σου Λικυμνίαις βολαῖς.
Πισθεταιρος
Πι.
Πι.
1243ἄκουσον αὕτη · παῦε τῶν παφλασμάτων ·
1244ἔχ’ἀτρέμα. φέρ’ἴδω, πότερα Λυδὸν ἢ Φρύγα
1245ταυτὶ λέγουσα μορμολύττεσθαι δοκεῖς;
1246ἆρ’οἶσθ’ὅτι Ζεὺς εἴ με λυπήσει πέρα,
1247μέλαθρα μὲν αὐτοῦ καὶ δόμους Ἀμφίονος
1248καταιθαλώσω πυρφόροισιν αἰετοῖς;
1249πέμψω δὲ πορφυρίωνας ἐς τὸν οὐρανὸν
1250ὄρνις ἐπ’αὐτὸν παρδαλᾶς ἐνημμένους
1251πλεῖν ἑξακοσίους τὸν ἀριθμόν. καὶ δή ποτε
1252εἷς Πορφυρίων αὐτῷ παρέσχε πράγματα.
1253σὺ δ’εἴ με λυπήσεις τι, τῆς διακόνου
1254πρώτης ἀνατείνας τὼ σκέλει διαμηριῶ
1255τὴν Ἶριν αὐτήν, ὥστε θαυμάζειν ὅπως
1256οὕτω γέρων ὢν στύομαι τριέμβολον.
Ιρις
Ιρ.
Ιρ.
1257διαρραγείης ὦ μέλ’αὐτοῖς ῥήμασιν.
Πισθεταιρος
Πι.
Πι.
1258οὐκ ἀποσοβήσεις; οὐ ταχέως; εὐρὰξ πατάξ.
Ιρις
Ιρ.
Ιρ.
1259ἦ μήν σε παύσει τῆς ὕβρεως ὁ- οὑμὸς πατήρ.
Πισθεταιρος
Πι.
Πι.
1260οἴμοι τάλας. οὔκουν ἑτέρωσε πετομένη
1261καταιθαλώσεις τῶν νεωτέρων τινά;
Χορος
Χο.
Χο.
1262ἀποκεκλῄκαμεν διογενεῖς θεοὺς
1263μηκέτι τὴν ἐμὴν διαπερᾶν πόλιν,
1265μη δέ γέ τιν’ἱερόθυτον ἀνὰ δάπεδον ἔτι
1266τῇδε βροτῶν θεοῖσι πέμπειν καπνόν.
Πισθεταιρος
Πι.
Πι.
1267δεινόν γε τὸν κήρυκα τὸν παρὰ τοὺς βροτοὺς
1270οἰχόμενον, εἰ μηδέποτε νοστήσει πάλιν.
Κηρυξ
Κη.
Κη.
1271ὦ Πισθέταιρ’ὦ μακάρι’ὦ σοφώτατε,
1272ὦ κλεινότατ’ὦ σοφώτατ’ὦ γλαφυρώτατε,
1273ὦ τρισμακάρι’ὦ κατακέλευσον.
Πισθεταιρος
Πι.
Πι.
1273bτί σὺ λέγεις;
Κηρυξ
Κη.
Κη.
1274στεφάνῳ σε χρυσῷ τῷδε σοφίας οὕνεκα
1275στεφανοῦσι καὶ τιμῶσιν οἱ πάντες λεῴ.
Πισθεταιρος
Πι.
Πι.
1276δέχομαι. τί δ’οὕτως οἱ λεῲ τιμῶσί με;
Κηρυξ
Κη.
Κη.
1277ὦ κλεινοτάτην αἰθέριον οἰκίσας πόλιν,
1278οὐκ οἷσθ’ὅσην τιμὴν παρ’ἀνθρώποις φέρει,
1279ὅσουςτ’ἐραστὰς τῆσδε τῆς χώρας ἔχεις.
1280πρὶν μὲν γὰρ οἰκίσαι σε τήνδε τὴν πόλιν,
1281ἐλακωνομάνουν ἅπαντες ἄνθρωποι τότε,
1282ἐκόμων ἐπείνων ἐρρύπων ἐσωκράτουν
1283σκυτάλι’ἐφόρουν, νυνὶ δ’ὑποστρέψαντες αὖ
1284ὀρνιθομανοῦσι, πάντα δ’ὑπὸ τῆς ἡδονῆς
1285ποιοῦσιν ἅπερ ὄρνιθες ἐκμιμούμενοι ·
1286πρῶτον μὲν εὐθὺς πάντες ἐξ εὐνῆς ἅμα
1287ἐπέτονθ’ἕωθεν ὥσπερ ἡμεῖς ἐπὶ νομόν ·
1288κα- κἄπειτ’ἂν ἅμα κατῆραν ἐς τὰ βιβλία ·
1289εἶτ’ἀπενέμοντ’ἐνταῦθα τὰ ψηφίσματα.
1290ὠρνιθομάνουν δ’οὕτω περιφανῶς ὥστε καὶ
1291πολλοῖσιν ὀρνίθων ὀνόματ’ἦν κείμενα.
1292πέρδιξ μὲν εἷς κάπηλος ὠνομάζετο
1293χωλός, Μενίππῳ δ’ἦν χελιδὼν το- τοὔνομα,
1294Ὀπουντίῳ δ’ὀφθαλμὸν οὐκ ἔχων κόραξ,
1295κορυδὸς Φιλοκλέει, χηναλώπηξ Θεογένει,
1296ἶβις Λυκούργῳ, Χαιρεφῶντι νυκτερίς,
1297Συρακοσίῳ δὲ κίττα · μειδίας δ’ἐκεῖ
1298ὄρτυξ ἐκαλεῖτο · καὶ γὰρ ᾔκειν ὄρτυγι
1299ὑπὸ στυφοκόπου τὴν κεφαλὴν πεπληγμένῳ.
1300ᾖδον δ’ὑπὸ φιλορνιθίας πάντες μέλη,
1301ὅπου χελιδὼν ἦν τις ἐμπεποιημένη
1302ἢ πηνέλοψ ἢ χήν τις ἢ περιστερὰ
1303ἢ πτέρυγες, ἢ πτεροῦ τι καὶ σμικρὸν προσῆν.
1304τοιαῦτα μὲν τα- τἀκεῖθεν. ἓν δέ σοι λέγω ·
1305ἥξουσ’ἐκεῖθεν δεῦρο πλεῖν ἢ μύριοι
1306πτερῶν δεόμενοι καὶ τρόπων γαμψωνύχων ·
1307ὥστε πτερῶν σοι τοῖς ἐποίκοις δεῖ ποθέν.
Πισθεταιρος
Πι.
Πι.
1308οὐκ ἆρα μὰ Δί’ἡμῖν ἔτ’ἔργον ἑστάναι.
1309ἀλλ’ὡς τάχιστα σὺ μὲν ἰὼν τὰς ἀρρίχους
1310καὶ τοὺς κοφίνους ἅπαντας ἐμπίμπλη πτερῶν ·
1311Μανῆς δὲ φερέτω μοι θύραζε τὰ πτερά ·
1312ἐγὼ δ’ἐκείνων τοὺς προσιόντας δέξομαι.
Χορος
Χο.
Χο.
1313ταχὺ δὴ πολυάνορα τάνδε πόλιν
1314καλεῖ τις ἀνθρώπων.
Πισθεταιρος
Πι.
Πι.
1315τύχη μόνον προσείη.
Χορος
Χο.
Χο.
1316κατέχουσι δ’ἔρωτες ἐμᾶς πόλεως.
Πισθεταιρος
Πι.
Πι.
1317θάττον φέρειν κελεύω.
Χορος
Χο.
Χο.
1318τί γὰρ οὐκ ἔνι ταύτῃ
1319καλὸν ἀνδρὶ μετοικεῖν;
1320σοφία Πόθος Ἀμβροσία Χάριτες
1321τότε τῆς ἀγανόφρονος Ἡσυχίας
1322εὐήμερον πρόσωπον.
Πισθεταιρος
Πι.
Πι.
1323ὡς βλακικῶς διακονεῖς · οὐ θᾶττον ἐγκονήσεις;
Χορος
Χο.
Χο.
1325φερέτω κάλαθον ταχύ τις πτερύγων,
1326σὺ δ’αὖθις ἐξόρμα —
Πισθεταιρος
Πι.
Πι.
1327τύπτων γε τοῦτον ὡδί.
Χορος
Χο.
Χο.
1328πάνυ γὰρ βραδύς ἐστί τις ὥσπερ ὄνος.
Πισθεταιρος
Πι.
Πι.
1329Μανῆς γάρ ἐστι δειλός.
Χορος
Χο.
Χο.
1330σὺ δὲ τὰ πτερὰ πρῶτον
1331διάθες τάδε κόσμῳ,
1332τάτε μουσίχ’ὁμοῦ τάτε μαντικὰ καὶ
1333τὰ θαλάττι’. ἔπειτα δ’ὅπως φρονίμως
1334πρὸς ἄνδρ’ὁρῶν πτερώσεις.
Πισθεταιρος
Πι.
Πι.
1335οὔ τοι μὰ τὰς κερχνῇδας ἔτι σοῦ σχήσομαι,
1336οὕτως ὁρῶν σε δειλὸν ὄντα καὶ βραδύν.
Πατραλοιας
Πα.
Πα.
1337γενοίμαν αἰετὸς ὑψιπέτας,
1338ὡς ἀμποταθείην ὑπὲρ ἀτρυγέτου
1339γλαυκᾶς ἐπ’οἶδμα λίμνας.
Πισθεταιρος
Πι.
Πι.
1340ἔοικεν οὐ ψευδαγγελήσειν ἅγγελος.
1341ᾄδων γὰρ ὅδε τις αἰετοὺς προσέρχεται.
Πατραλοιας
Πα.
Πα.
1342αἰβοῖ ·
1343οὐκ ἔστιν οὐδὲν τοῦ πέτεσθαι γλυκύτερον ·
1344ὀρνιθομανῶ γὰρ καὶ πέτομαι καὶ βούλομαι
1345οἰκεῖν μεθ’ὑμῶν κα- κἀπιθυμῶ τῶν νόμων.
Πισθεταιρος
Πι.
Πι.
1346ποίων νόμων; πολλοὶ γὰρ ὀρνίθων νόμοι.
Πατραλοιας
Πα.
Πα.
1347πάντων · μάλιστα δ’ὅτι καλὸν νομίζεται
1348τὸν πατέρα τοῖς ὄρνισιν ἄγχειν καὶ δάκνειν.
Πισθεταιρος
Πι.
Πι.
1349καὶ νὴ Δί’ἀνδρεῖόν γε πάνυ νομιζομεν,
1350ὃς ἂν πεπλήγῃ τὸν πατέρα νεοττὸς ὤν.
Πατραλοιας
Πα.
Πα.
1351διὰ ταῦτα μέντοι δεῦρ’ἀνοικισθεὶς ἐγὼ
1352ἄγχειν ἐπιθυμῶ τὸν πατέρα καὶ πάντ’ἔχειν.
Πισθεταιρος
Πι.
Πι.
1353ἀλλ’ἔστιν ἡμῖν τοῖσιν ὄρνισιν νόμος
1354παλαιὸς ἐν ταῖς τῶν πελαργῶν κύρβεσιν ·
1355ἐπὴν ὁ πατὴρ ὁ πελαργὸς ἐκπετησίμους
1356πάντας ποιήσῃ τοὺς πελαργιδέας τρέφων,
1357δεῖ τοὺς νεοττοὺς τὸν πατέρα πάλιν τρέφειν.
Πατραλοιας
Πα.
Πα.
1358ἀπέλαυσά τα- τἄρα νὴ Δί’ἐλθὼν ἐνθαδί,
1359εἴπερ γέ μοι καὶ τὸν πατέρα βοσκητέον.
Πισθεταιρος
Πι.
Πι.
1360οὐδέν γ’. ἐπειδήπερ γὰρ ἦλθες ὦ μέλε
1361εὔνους, πτερώσω σ’ὥσπερ ὄρνιν ὀρφανόν.
1362σοὶ δ’ὦ νεανίσκ’οὐ κακῶς ὑποθήσομαι,
1363ἀλλ’οἷάπερ αὐτὸς ἔμαθον ὅτε παῖς ἦ. σὺ γὰρ
1364τὸν μὲν πατέρα μὴ τύπτε · ταυτηνδὶ λαβὼν
1365τὴν πτέρυγα καὶ τουτὶ τὸ πλῆκτρον τα- θἀτέρᾳ,
1366νομίσας ἀλεκτρυόνος ἔχειν τονδὶ λόφον,
1367φρούρει στρατεύου μισθοφορῶν σαυτὸν τρέφε,
1368τὸν πατέρ ἔα ζῆν · ἀλλ’ἐπειδὴ μάχιμος εἶ,
1369ἐς τα- τἀπὶ Θρᾴκης ἀποπέτου κα- κἀκεῖ μάχου.
Πατραλοιας
Πα.
Πα.
1370νὴ τὸν Διόνυσον εὖ γέ μοι δοκεῖς λέγειν,
1371καὶ πείσομαί σοι.
Πισθεταιρος
Πι.
Πι.
1371bνοῦν ἄρ’ἔξεις νὴ Δία.
Κινησιας
Κι.
Κι.
1372ἀναπέτομαι δὴ πρὸς Ὄλυμπον πτερύγεσσι κούφαις ·
1374πέτομαι δ’ὁδὸν ἄλλοτ’ἐπ’ἄλλαν μελέων —
Πισθεταιρος
Πι.
Πι.
1375τουτὶ τὸ πρᾶγμα φορτίου δεῖται πτερῶν.
Κινησιας
Κι.
Κι.
1376ἀφόβῳ φρενὶ σώματίτε νέαν ἐφέπων —
Πισθεταιρος
Πι.
Πι.
1377ἀσπαζόμεσθα φιλύρινον Κινησίαν.
1378τί δεῦρο πόδα σὺ κυλλὸν ἀνὰ κύκλον κυκλεῖς;
Κινησιας
Κι.
Κι.
1380ὄρνις γενέσθαι βούλομαι λιγύφθογγος ἀηδών.
Πισθεταιρος
Πι.
Πι.
1381παῦσαι μελῳδῶν, ἀλλ’ὅ τι λέγεις εἰπέ μοι.
Κινησιας
Κι.
Κι.
1382ὑπὸ σοῦ πτερωθεὶς βούλομαι μετάρσιος
1383ἀναπτόμενος ἐκ τῶν νεφελῶν καινὰς λαβεῖν
1385ἀεροδονήτους καὶ νιφοβόλους ἀναβολάς.
Πισθεταιρος
Πι.
Πι.
1386ἐκ τῶν νεφελῶν γὰρ ἄν τις ἀναβολὰς λάβοι;
Κινησιας
Κι.
Κι.
1387κρέμαται μὲν οὖν ἐντεῦθεν ἡμῶν ἡ τέχνη.
1388τῶν διθυράμβων γὰρ τὰ λαμπρὰ γίγνεται
1389ἀέρια καὶ σκότιά γε καὶ κυαναυγέα
1390καὶ πτεροδόνητα · σὺ δὲ κλύων εἴσει τάχα.
Πισθεταιρος
Πι.
Πι.
1391οὐ δῆτ’ἔγωγε.
Κινησιας
Κι.
Κι.
1391bνὴ τὸν Ἡρακλέα σύ γε.
1392ἅπαντα γὰρ δίειμί σοι τὸν ἀέρα.
1393εἴδωλα πετεινῶν
1393bαἰθεροδρόμων
1394οἰωνῶν ταναοδείρων —
Πισθεταιρος
Πι.
Πι.
1395ὠόπ.
Κινησιας
Κι.
Κι.
1395bτὸν ἁλάδρομον ἁλάμενος
1396ἅμ’ἀνεμων πνοαῖσι βαίην.
Πισθεταιρος
Πι.
Πι.
1397νὴ τὸν Δί’ἦ ’γώ σου καταπαύσω τὰς πνοάς.
Κινησιας
Κι.
Κι.
1398τοτὲ μὲν νοτίαν στείχων πρὸς ὁδόν,
1399τοτὲ δ’αὖ βορέᾳ σῶμα πελάζων
1400ἀλίμενον αἰθέρος αὔλακα τέμνων.
1401χαρίεντά γ’ὦ πρεσβῦτ’ἐσοφίσω καὶ σοφά.
Πισθεταιρος
Πι.
Πι.
1402οὐ γὰρ σὺ χαίρεις πτεροδόνητος γενόμενος;
Κινησιας
Κι.
Κι.
1403ταυτὶ πεποίηκας τὸν κυκλιοδιδάσκαλον,
1404ὂς ταῖσι φυλαῖς περιμάχητός εἰμ’ἀεί;
Πισθεταιρος
Πι.
Πι.
1405βούλει διδάσκειν καὶ παρ’ἡμῖν οὖν μένων
1406Λεωτροφίδῃ χορὸν πετομένων ὀρνέων
1407Κεκροπίδα φυλήν;
Κινησιας
Κι.
Κι.
1407bκαταγελᾷς μου, δῆλος εἶ.
1408ἀλλ’οὖν ἔγωγ’οὐ παύσομαι, τοῦτ’ἴσθ’ὅτι,
1409πρὶν ἂν πτερωθεὶς διαδράμω τὸν ἀέρα.
Συκοφαντης
Συ.
Συ.
1410ὄρνιθες τίνες οὐδὲν ἔχοντες πτεροποίκιλοι,
1411τανυσίπτερε ποικίλα χελιδοῖ;
Πισθεταιρος
Πι.
Πι.
1412τουτὶ τὸ κακὸν οὐ φαῦλον ἐξεγρήγορεν.
1413ὅδ’αὖ μινυρίζων δεῦρό τις προσέρχεται.
Συκοφαντης
Συ.
Συ.
1415τανυσίπτερε ποικίλα μάλ’αὖθις.
Πισθεταιρος
Πι.
Πι.
1416ἐς το- θοἰμάτιον τὸ σκόλιον ᾄδειν μοι δοκεῖ,
1417δεῖσθαι δ’ἔοικεν οὐκ ὀλίγων χελιδόνων.
Συκοφαντης
Συ.
Συ.
1418τίς ὁ πτερῶν δεῦρ’ἐστὶ τοὺς ἀφικνουμένους;
Πισθεταιρος
Πι.
Πι.
1419ὁδὶ πάρεστιν · ἀλλ’ὅτου δεῖ χρὴ λέγειν.
Συκοφαντης
Συ.
Συ.
1420πτερῶν πτερῶν δεῖ · μὴ πύθῃ τὸ δεύτερον.
Πισθεταιρος
Πι.
Πι.
1421μῶν εὐθὺ Πελλήνης πέτεσθαι διανοεῖ;
Συκοφαντης
Συ.
Συ.
1422μὰ Δί’ἀλλὰ κλητήρ εἰμι νησιωτικὸς
1423καὶ συκοφάντης —
Πισθεταιρος
Πι.
Πι.
1423bὦ μακάριε τῆς τέχνης.
Συκοφαντης
Συ.
Συ.
1424καὶ πραγματοδίφης. εἶτα δέομαι πτερὰ λαβὼν
1425κύκλῳ περισοβεῖν τὰς πόλεις καλούμενος.
Πισθεταιρος
Πι.
Πι.
1426ὑπὸ πτερύγων τι προσκαλεῖ σοφώτερον;
Συκοφαντης
Συ.
Συ.
1427μὰ Δί’ἀλλ’ἵν’οἱ λῃσταίτε μὴ λυπῶσί με,
1428μετὰ τῶν γεράνωντ’ἐκεῖθεν ἀναχωρῶ πάλιν,
1429ἀνθ’ἕρματος πολλὰς καταπεπωκὼς δίκας.
Πισθεταιρος
Πι.
Πι.
1430τουτὶ γὰρ ἐργάζει σὺ το- τοὔργον; εἰπέ μοι,
1431νεανίας ὢν συκοφαντεῖς τοὺς ξένους;
Συκοφαντης
Συ.
Συ.
1432τί γὰρ πάθω; σκάπτειν γὰρ οὐκ ἐπίσταμαι.
Πισθεταιρος
Πι.
Πι.
1433ἀλλ’ἔστιν ἕτερα νὴ Δί’ἔργα σώφρονα,
1434ἀφ’ὧν διαζῆν ἄνδρα χρῆν τοσουτονὶ
1435ἐκ τοῦ δικαίου μᾶλλον ἢ δικορραφεῖν.
Συκοφαντης
Συ.
Συ.
1436ὦ δαιμόνιε μὴ νουθέτει μ’ἀλλὰ πτέρου.
Πισθεταιρος
Πι.
Πι.
1437νῦν τοι λέγων πτερῶ σε.
Συκοφαντης
Συ.
Συ.
1437bκαὶ πῶς ἂν λόγοις
1438ἄνδρα πτερώσειας σύ;
Πισθεταιρος
Πι.
Πι.
1438bπάντες τοῖς λόγοις
1439ἀναπτεροῦνται.
Συκοφαντης
Συ.
Συ.
1439bπάντες;
Πισθεταιρος
Πι.
Πι.
1439cοὐκ ἀκήκοας,
1440ὅταν λέγωσιν οἱ πατέρες ἑκάστοτε
1441τοῖς μειρακίοις ἐν τοῖσι κουρείοις ταδί;
1442“δεινῶς γέ μου τὸ μειράκιον Διειτρέφης
1443λέγων ἀνεπτέρωκεν ὥσθ’ἱππηλατεῖν”.
1444ὁ δέ τις τὸν αὑτοῦ φησιν ἐπὶ τραγῳδίᾳ
1445ἀνεπτερῶσθαι καὶ πεποτῆσθαι τὰς φρένας.
Συκοφαντης
Συ.
Συ.
1446λόγοισί τα- τἄρα καὶ πτεροῦνται;
Πισθεταιρος
Πι.
Πι.
1446bφήμ’ἐγώ.
1447ὑπὸ γὰρ λόγων ὁ νοῦςτε μετεωρίζεται
1448ἐπαίρεταίτ’ἄνθρωπος. οὕτω καί σ’ἐγὼ
1449ἀναπτερώσας βούλομαι χρηστοῖς λόγοις
1450τρέψαι πρὸς ἔργον νόμιμον.
Συκοφαντης
Συ.
Συ.
1450bἀλλ’οὐ βούλομαι.
Πισθεταιρος
Πι.
Πι.
1451τί δαὶ ποιήσεις;
Συκοφαντης
Συ.
Συ.
1451bτὸ γένος οὐ καταισχυνῶ.
1452παππῷος ὁ βίος συκοφαντεῖν ἐστί μοι.
1453ἀλλὰ πτέρου με ταχέσι καὶ κούφοις πτεροῖς
1454ἱέρακος ἢ κερχνῇδος, ὡς ἂν τοὺς ξένους
1455καλεσάμενος κα- κᾆτ’ἐγκεκληκὼς ἐνθαδὶ
1456κατ’αὖ πέτωμαι πάλιν ἐκεῖσε.
Πισθεταιρος
Πι.
Πι.
1456bμανθάνω.
1457ὡδὶ λέγεις · ὅπως ἂν ὠφλήκῃ δίκην
1458ἐνθάδε πρὶν ἥκειν ὁ ξένος.
Συκοφαντης
Συ.
Συ.
1458bπάνυ μανθάνεις.
Πισθεταιρος
Πι.
Πι.
1459κα- κἄπειθ’ὁ μὲν πλεῖ δεῦρο, σὺ δ’ἐκεῖσ’αὖ πέτει
1460ἁρπασόμενος τὰ χρήματ’αὐτοῦ.
Συκοφαντης
Συ.
Συ.
1460bπάντ’ἔχεις.
1461βέμβικος οὐδὲν διαφέρειν δεῖ.
Πισθεταιρος
Πι.
Πι.
1461bμανθάνω
1462βέμβικα · καὶ μὴν ἔστι μοι νὴ τὸν Δία
1463κάλλιστα Κορκυραῖα τοιαυτὶ πτερά.
Συκοφαντης
Συ.
Συ.
1464οἴμοι τάλας μάστιγ’ἔχεις.
Πισθεταιρος
Πι.
Πι.
1464bπτερὼ μὲν οὖν,
1465οἷσί σε ποιήσω τήμερον βεμβικιᾶν.
Συκοφαντης
Συ.
Συ.
1466οἴμοι τάλας.
Πισθεταιρος
Πι.
Πι.
1466bοὐ πτερυγιεῖς ἐντευθενί;
1467οὐκ ἀπολιβάξεις ὦ κάκιστ’ἀπολούμενος;
1468πικρὰν τάχ’ὄψει στρεψοδικοπανουργίαν.
1469ἀπίωμεν ἡμεῖς ξυλλαβόντες τὰ πτερά.
Χορος
Χο.
Χο.
1470πολλὰ δὴ καὶ καινὰ καὶ θαυμάστ’
1471ἐπεπτόμεσθα καὶ
1472δεινὰ πράγματ’εἴδομεν.
1473ἔστι γὰρ δένδρον πεφυκὸς
1474ἔκτοπόν τι Καρδίας
1475ἀπωτέρω Κλεώνυμος,
1476χρήσιμον μὲν οὐδέν, ἄλλως
1477δὲ δειλὸν καὶ μέγα.
1478τοῦτο τοῦ μὲν ἦρος ἀεὶ
1479βλαστάνει καὶ συκοφαντεῖ,
1480τοῦ δὲ χειμῶνος πάλιν τὰς
1481ἀσπίδας φυλλορροεῖ.
1482ἔστι δ’αὗ χώρα πρὸς αὐτῷ
1483τῷ σκότῳ πόρρω τις ἐν
1484τῇ λύχνων ἐρημίᾳ,
1485ἔνθα τοῖς ἥρωσιν ἄνθρωποι
1486ξυναριστῶσι καὶ
1487ξύνεισι πλὴν τῆς ἑσπέρας.
1488τηνικαῦτα δ’οὐκέτ’ἦν
1489ἀσφαλὲς ξυντυγχάνειν.
1490εἰ γὰρ ἐντύχοι τις ἥρῳ
1491τῶν βροτῶν νύκτωρ Ὀρέστῃ,
1492γυμνὸς ἦν πληγεὶς ὑπ’αὐτοῦ
1493πάντα τα- τἀπιδέξια.
Προμηθευς
Πρ.
Πρ.
1494οἴμοι τάλας, ὁ Ζεὺς ὅπως μή μ’ὄψεται.
1495ποῦ Πισθέταιρός ἐστ’;
Πισθεταιρος
Πι.
Πι.
1495bἔα τουτὶ τί ἦν;
1496τίς ὁ συγκαλυμμός;
Προμηθευς
Πρ.
Πρ.
1496bτῶν θεῶν ὁρᾷς τινα
1497ἐμοῦ κατόπιν ἐνταῦθα;
Πισθεταιρος
Πι.
Πι.
1497bμὰ Δί’ἐγὼ μὲν οὔ.
1498τίς δ’εἶ σύ;
Προμηθευς
Πρ.
Πρ.
1498bπηνίκ’ἐστὶν ἄρα τῆς ἡμέρας;
Πισθεταιρος
Πι.
Πι.
1499ὁπηνίκα; σμικρόν τι μετὰ μεσημβρίαν.
1500ἀλλὰ σὺ τίς εἶ;
Προμηθευς
Πρ.
Πρ.
1500bβουλυτὸς ἢ περαιτέρω;
Πισθεταιρος
Πι.
Πι.
1501οἴμ’ὡς βδελύττομαί σε.
Προμηθευς
Πρ.
Πρ.
1501bτί γὰρ ὁ Ζεὺς ποιεῖ;
1502ἀπαιθριάζει τὰς νεφέλας ἢ ξυννέφει;
Πισθεταιρος
Πι.
Πι.
1503οἴμωζε μεγάλ’.
Προμηθευς
Πρ.
Πρ.
1503bοὕτω μὲν ἐκκεκαλύψομαι.
Πισθεταιρος
Πι.
Πι.
1504ὦ φίλε Προμηθεῦ.
Προμηθευς
Πρ.
Πρ.
1504bπαῦε παῦε, μὴ βόα.
Πισθεταιρος
Πι.
Πι.
1505τί γὰρ ἔστι;
Προμηθευς
Πρ.
Πρ.
1505bσίγα, μὴ κάλει μου το- τοὔνομα ·
1506ἀπὸ γάρ μ’ὀλεῖς, εἴ μ’ἐνθάδ’ὁ Ζεὺς ὄψεται.
1507ἀλλ’ἵνα φράσω σοι πάντα τα- τἄνω πράγματα,
1508τουτὶ λαβών μου τὸ σκιάδειον ὑπέρεχε
1509ἄνωθεν, ὡς ἂν μή μ’ὁρῶσιν οἱ θεοί.
Πισθεταιρος
Πι.
Πι.
1510ἰοὺ ἰού ·
1511εὖ γ’ἐπενόησας αὐτὸ καὶ προμηθικῶς.
1512ὑπόδυθι ταχὺ δὴ κα- κᾆτα θαρρήσας λέγε.
Προμηθευς
Πρ.
Πρ.
1513ἄκουε δή νυν.
Πισθεταιρος
Πι.
Πι.
1513bὡς ἀκούοντος λέγε.
Προμηθευς
Πρ.
Πρ.
1514ἀπόλωλεν ὁ Ζεύς.
Πισθεταιρος
Πι.
Πι.
1514bπηνίκ’ἄττ’ἀπώλετο;
Προμηθευς
Πρ.
Πρ.
1515ἐξ οὗπερ ὑμεῖς ᾠκίσατε τὸν ἀέρα.
1516θύει γὰρ οὐδεὶς οὐδὲν ἀνθρώπων ἔτι
1517θεοῖσιν, οὐ δὲ κνῖσα μηρίων ἄπο
1518ἀνῆλθεν ὡς ἡμᾶς ἀπ’ἐκείνου τοῦ χρόνου,
1519ἀλλ’ὡσπερεὶ Θεσμοφορίοις νηστεύομεν
1520ἄνευ θυηλῶν · οἱ δὲ βάρβαροι θεοὶ
1521πεινῶντες ὥσπερ Ἰλλυριοὶ κεκριγότες
1522ἐπιστρατεύσειν φάσ’ἄνωθεν τῷ Διί,
1523εἰ μὴ παρέξει τα- τἀμπόρι’ἀνεῳγμένα,
1524ἵν’εἰσάγοιτο σπλάγχνα κατατετμημένα.
Πισθεταιρος
Πι.
Πι.
1525εἰσὶν γὰρ ἕτεροι βάρβαροι θεοί τινες
1526ἄνωθεν ὑμῶν;
Προμηθευς
Πρ.
Πρ.
1526bοὐ γάρ εἰσι βάρβαροι,
1527ὅθεν ὁ πατρῷός ἐστιν Ἐξηκεστίδῃ;
Πισθεταιρος
Πι.
Πι.
1528ὄνομα δὲ τούτοις τοῖς θεοῖς τοῖς βαρβάροις
1529τί ἔστιν;
Προμηθευς
Πρ.
Πρ.
1529bὅ τι ἔστιν; Τριβαλλοί.
Πισθεταιρος
Πι.
Πι.
1529cμανθάνω.
1530ἐντεῦθεν ἆρα το- τοὐπιτριβείης ἐγένετο;
Προμηθευς
Πρ.
Πρ.
1531μάλιστα πάντων. ἓν δέ σοι λέγω σαφές ·
1532ἥξουσι πρέσβεις δεῦρο περὶ διαλλαγῶν
1533παρὰ τοῦ Διὸς καὶ τῶν Τριβαλλῶν τῶν ἄνω ·
1534ὑμεῖς δὲ μὴ σπένδεσθ’, ἐὰν μὴ παραδιδῷ
1535τὸ σκῆπτρον ὁ Ζεὺς τοῖσιν ὄρνισιν πάλιν,
1536καὶ τὴν Βασίλειάν σοι γυναῖκ’ἔχειν διδῷ.
Πισθεταιρος
Πι.
Πι.
1537τίς ἐστιν ἡ Βασίλεια;
Προμηθευς
Πρ.
Πρ.
1537bκαλλίστη κόρη,
1538ἥπερ ταμιεύει τὸν κεραυνὸν τοῦ Διὸς
1539καὶ τα- τἄλλ’ἁπαξάπαντα, τὴν εὐβουλίαν
1540τὴν εὐνομίαν τὴν σωφροσύνην τὰ νεώρια,
1541τὴν λοιδορίαν τὸν κωλακρέτην τὰ τριώβολα.
Πισθεταιρος
Πι.
Πι.
1542ἅπαντά γ’ἆρ’αὐτῷ ταμιεύει;
Προμηθευς
Πρ.
Πρ.
1542bφήμ’ἐγώ.
1543ἥν γ’ἢν σὺ παρ’ἐκείνου παραλάβῃς, πάντ’ἔχεις.
1544τούτων ἕνεκα δεῦρ’ἦλθον, ἵνα φράσαιμί σοι.
1545ἀεί ποτ’ἀνθρώποις γὰρ εὔνους εἴμ’ἐγώ.
Πισθεταιρος
Πι.
Πι.
1546μόνον θεῶν γὰρ διὰ σ’ἀπανθρακίζομεν.
Προμηθευς
Πρ.
Πρ.
1547μισῶ δ’ἅπαντας τοὺς θεούς, ὡς οἶσθα σύ.
Πισθεταιρος
Πι.
Πι.
1548νὴ τὸν Δί’ἀεὶ δῆτα θεομισὴς ἔφυς.
Προμηθευς
Πρ.
Πρ.
1549Τίμων καθαρός. ἀλλ’ὡς ἂν ἀποτρέχω πάλιν,
1550φέρε τὸ σκιάδειον, ἵνα με κα- κἂν ὁ Ζεὺς ἴδῃ
1551ἄνωθεν, ἀκολουθεῖν δοκῶ κανηφόρῳ.
Πισθεταιρος
Πι.
Πι.
1552καὶ τὸν δίφρον γε διφροφόρει τονδὶ λαβών.
Χορος
Χο.
Χο.
1553πρὸς δὲ τοῖς Σκιάποσιν λίμνη
1554τις ἔστ’ἄλουτος οὗ
1555ψυχαγωγεῖ Σωκράτης ·
1556ἔνθα καὶ Πείσανδρος ἦλθε
1557δεόμενος ψυχὴν ἰδεῖν ἣ
1558ζῶντ’ἐκεῖνον προὔλιπε,
1559σφάγι’ἔχων κάμηλον ἀμνόν
1560τιν’, ἧς λαιμοὺς τεμὼν ὥσπερ
1561ποθ’οὑδυσσεὺς ἀπῆλθε,
1562κα- κᾆτ’ἀνῆλθ’αὐτῷ κάτωθεν
1563πρὸς τὸ λαῖτμα τῆς καμήλου
1564Χαιρεφῶν ἡ νυκτερίς.
Ποσειδων
Πο.
Πο.
1565τὸ μὲν πόλισμα τῆς Νεφελοκοκκυγίας
1566ὁρᾶν τοδὶ πάρεστιν, οἷ πρεσβεύομεν.
1567οὗτος τί δρᾷς; ἐπ’ἀριστέρ’οὕτως ἀμπέχει;
1568οὐ μεταβαλεῖς το- θοἰμάτιον ὧδ’ἐπιδέξια;
1569τί ὦ κακόδαιμον; Λαισποδίας εἶ τὴν φύσιν;
1570ὦ δημοκρατία ποῖ προβιβᾷς ἡμᾶς ποτε,
1571εἰ τουτονί γ’ἐχειροτόνησαν οἱ θεοί;
Τριβαλλος
Τρ.
Τρ.
1572ἕξεις ἀτρέμας;
Ποσειδων
Πο.
Πο.
1572bοἴμωζε · πολὺ γὰρ δή σ’ἐγὼ
1573ἑόρακα πάντων βαρβαρώτατον θεῶν.
1574ἄγε δὴ τί δρῶμεν Ἡράκλεις;
Ηρακλης
Ηρ.
Ηρ.
1574bἀκήκοας
1575ἐμοῦ γ’ὅτι τὸν ἄνθρωπον ἄγχειν βούλομαι,
1576ὅστις ποτ’ἔσθ’ὁ τοὺς θεοὺς ἀποτειχίσας.
Ποσειδων
Πο.
Πο.
1577ἀλλ’ὠ- ὦγάθ’ᾑρήμεσθα περὶ διαλλαγῶν
1578πρέσβεις.
Ηρακλης
Ηρ.
Ηρ.
1579διπλασίως μᾶλλον ἄγχειν μοι δοκεῖ.
Πισθεταιρος
Πι.
Πι.
1580τὴν τυρόκνηστίν τις δότω · φέρε σίλφιον · τυρὸν φερέτω τις · πυρπόλει τοὺς ἄνθρακας.
Ποσειδων
Πο.
Πο.
1581τὸν ἄνδρα χαίρειν οἱ θεοὶ κελεύομεν
1582τρεῖς ὄντες ἡμεῖς.
Πισθεταιρος
Πι.
Πι.
1582bἀλλ’ἐπικνῶ τὸ σίλφιον.
Ηρακλης
Ηρ.
Ηρ.
1583τὰ δὲ κρέα τοῦ ταῦτ’ἐστίν;
Πισθεταιρος
Πι.
Πι.
1583bὄρνιθές τινες
1584ἐπανιστάμενοι τοῖς δημοτικοῖσιν ὀρνέοις
1585ἔδοξαν ἀδικεῖν.
Ηρακλης
Ηρ.
Ηρ.
1585bεἶτα δῆτα σίλφιον
1586εἴπικνῇς πρότερον αὐτοῖσιν;
Πισθεταιρος
Πι.
Πι.
1586bὦ χαῖρ’Ἡράκλεις.
1587τί ἔστι;
Ποσειδων
Πο.
Πο.
1587bπρεσβεύοντες ἡμεῖς ἥκομεν
1588παρὰ τῶν θεῶν περὶ πολέμου καταλλαγῆς.
Πισθεταιρος
Πι.
Πι.
1589ἔλαιον οὐκ ἔνεστιν ἐν τῇ ληκύθῳ.
Ηρακλης
Ηρ.
Ηρ.
1590καὶ μὴν τά γ’ὀρνίθεια λιπάρ’εἶναι πρέπει.
Ποσειδων
Πο.
Πο.
1591ἡμεῖςτε γὰρ πολεμοῦντες οὐ κερδαίνομεν,
1592ὑμεῖςτ’ἂν ἡμῖν τοῖς θεοῖς ὄντες φίλοι
1593ὄμβριον ὕδωρ ἂν εἴχετ’ἐν τοῖς τέλμασιν,
1594ἀλκυονίδαςτ’ἂν ἤγεθ’ἡμέρας ἀεί.
1595τούτων περὶ πάντων αὐτοκράτορες ἥκομεν.
Πισθεταιρος
Πι.
Πι.
1596ἀλλ’οὔτε πρότερον πώποθ’ἡμεῖς ἤρξαμεν
1597πολέμου πρὸς ὑμᾶς, νῦντ’ἐθέλομεν, εἰ δοκεῖ,
1598ἐάν τι δίκαιον ἀλλὰ νῦν ἐθέλητε δρᾶν,
1599σπονδὰς ποιεῖσθαι. τὰ δὲ δίκαι’ἐστὶν ταδί,
1600τὸ σκῆπτρον ἡμῖν τοῖσιν ὄρνισιν πάλιν
1601τὸν Δί’ἀποδοῦναι · κα- κἂν διαλλαττώμεθα
1602ἐπὶ τοῖσδε, τοὺς πρέσβεις ἐπ’ἄριστον καλῶ.
Ηρακλης
Ηρ.
Ηρ.
1603ἐμοὶ μὲν ἀπόχρη ταῦτα καὶ ψηφίζομαι.
Ποσειδων
Πο.
Πο.
1604τί ὦ κακόδαιμον; ἠλίθιος καὶ γάστρις εἶ.
1605ἀποστερεῖς τὸν πατέρα τῆς τυραννίδος;
Πισθεταιρος
Πι.
Πι.
1606ἄληθες; οὐ γὰρ μεῖζον ὑμεῖς οἱ θεοὶ
1607ἰσχύσετ’, ἢν ὄρνιθες ἄρξωσιν κάτω;
1608νῦν μέν γ’ὑπὸ ταῖς νεφέλαισιν ἐγκεκρυμμένοι
1609κύψαντες ἐπιορκοῦσιν ὑμᾶς οἱ βροτοί ·
1610ἐὰν δὲ τοὺς ὄρνις ἔχητε συμμάχους,
1611ὅταν ὀμνύῃ τις τὸν κόρακα καὶ τὸν Δία,
1612ὁ κόραξ παρελθὼν το- τοὐπιορκοῦντος λάθρᾳ
1613προσπτόμενος ἐκκόψει τὸν ὀφθαλμὸν θενών.
Ποσειδων
Πο.
Πο.
1614νὴ τὸν Ποσειδῶ ταῦτά γέ τοι καλῶς λέγεις.
Ηρακλης
Ηρ.
Ηρ.
1615κα- κἀμοὶ δοκεῖ.
Πισθεταιρος
Πι.
Πι.
1615bτί δαὶ σὺ φῄς;
Τριβαλλος
Τρ.
Τρ.
1615cναβαισατρεῦ.
Πισθεταιρος
Πι.
Πι.
1616ὁρᾷς; ἐπαινεῖ κα- χοὖτος. ἕτερόν νυν ἔτι
1617ἀκούσαθ’ὅσον ὑμᾶς ἀγαθὸν ποιήσομεν.
1618ἐάν τις ἀνθρώπων ἱερεῖόν τῳ θεῶν
1619εὐξάμενος εἶτα διασοφίζηται λέγων,
1620“μενετοὶ θεοί,” καὶ μα- μἀποδιδῷ μισητίᾳ,
1621ἀναπράξομεν καὶ ταῦτα.
Ποσειδων
Πο.
Πο.
1621bφέρ’ἴδω τῷ τρόπῳ;
Πισθεταιρος
Πι.
Πι.
1622ὅταν διαριθμῶν ἀργυρίδιον τύχῃ
1623ἅνθρωπος οὗτος, ἢ καθῆται λούμενος,
1624καταπτόμενος ἰκτῖνος ἁρπάσας λάθρᾳ
1625προβάτοιν δυοῖν τιμὴν ἀνοίσει τῷ θεῷ.
Ηρακλης
Ηρ.
Ηρ.
1626τὸ σκῆπτρον ἀποδοῦναι πάλιν ψηφίζομαι
1627τούτοις ἐγώ.
Ποσειδων
Πο.
Πο.
1627bκαὶ τὸν Τριβαλλόν νυν ἐροῦ.
Ηρακλης
Ηρ.
Ηρ.
1628ὁ Τριβαλλός, οἰμώζειν δοκεῖ σοι;
Τριβαλλος
Τρ.
Τρ.
1628bσαυνάκα
1629βακταρικροῦσα.
Ηρακλης
Ηρ.
Ηρ.
1629bφησί μ’εὖ λέγειν πάνυ.
Ποσειδων
Πο.
Πο.
1630εἴ τοι δοκεῖ σφῷν ταῦτα, κα- κἀμοὶ συνδοκεῖ.
Ηρακλης
Ηρ.
Ηρ.
1631οὗτος, δοκεῖ δρᾶν ταῦτα τοῦ σκήπτρου πέρι.
Πισθεταιρος
Πι.
Πι.
1632καὶ νὴ Δί’ἕτερόν γ’ἐστὶν οὗ ’μνήσθην ἐγώ.
1633τὴν μὲν γὰρ Ἥραν παραδίδωμι τῷ Διί,
1634τὴν δὲ Βασίλειαν τὴν κόρην γυναῖκ’ἐμοὶ
1635ἐκδοτέον ἐστίν.
Ποσειδων
Πο.
Πο.
1635bοὐ διαλλαγῶν ἐρᾷς.
1636ἀπίωμεν οἴκαδ’αὖθις.
Πισθεταιρος
Πι.
Πι.
1636bὀλίγον μοι μέλει.
1637μάγειρε τὸ κατάχυσμα χρὴ ποιεῖν γλυκύ.
Ηρακλης
Ηρ.
Ηρ.
1638ὦ δαιμόνι’ἀνθρώπων Πόσειδον ποῖ φέρει;
1639ἡμεῖς περὶ γυναικὸς μιᾶς πολεμήσομεν;
Ποσειδων
Πο.
Πο.
1640τί δαὶ ποιῶμεν;
Ηρακλης
Ηρ.
Ηρ.
1640bὅ τι; διαλλαττώμεθα.
Ποσειδων
Πο.
Πο.
1641τί δ’ᾠζύρ’; οὐκ οἶσθ’ἐξαπατώμενος πάλαι;
1642βλάπτεις δέ τοι σὺ σαυτόν. ἢν γὰρ ἀποθάνῃ
1643ὁ Ζεὺς παραδοὺς τούτοισι τὴν τυραννίδα,
1644πένης ἔσει σύ. σοῦ γὰρ ἅπαντα γίγνεται
1645τὰ χρήμαθ’, ὅσ’ἂν ὁ Ζεὺς ἀποθνῄσκων καταλίπῃ.
Πισθεταιρος
Πι.
Πι.
1646οἴμοι τάλας οἷόν σε περισοφίζεται.
1647δεῦρ’ὡς ἔμ’ἀποχώρησον, ἵνα τί σοι φράσω.
1648διαβάλλεταί σ’ὁ θεῖος ὦ πόνηρε σύ.
1649τῶν γὰρ πατρῴων οὐ δ’ἀκαρῆ μέτεστί σοι
1650κατὰ τοὺς νόμους · νόθος γὰρ εἶ κα- κοὐ γνήσιος.
Ηρακλης
Ηρ.
Ηρ.
1651ἐγὼ νόθος; τί λέγεις;
Πισθεταιρος
Πι.
Πι.
1651bσὺ μέντοι νὴ Δία
1652ὤν γε ξένης γυναικός. ἢ πῶς ἄν ποτε
1653ἐπίκληρον εἶναι τὴν Ἀθηναίαν δοκεῖς,
1654οὖσαν θυγατέρ’, ὄντων ἀδελφῶν γυησίων;
Ηρακλης
Ηρ.
Ηρ.
1655τί δ’ἢν ὁ πατὴρ ἐμοὶ διδῷ τὰ χρήματα
1656νοθεῖ’ἀποθνῄσκων;
Πισθεταιρος
Πι.
Πι.
1656bὁ νόμος αὐτὸν οὐκ ἐᾷ.
1657οὗτος ὁ Ποσειδῶν πρῶτος, ὃς ἐπαίρει σε νῦν,
1658ἀνθέξεταί σου τῶν πατρῴων χρημάτων
1659φάσκων ἀδελφὸς αὐτὸς εἶναι γνήσιος.
1660ἐρῶ δὲ δὴ καὶ τὸν Σόλωνός σοι νόμον ·
1661“νόθῳ δὲ μὴ εἶναι ἀγχιστείαν παίδων ὄντων
1665γνησίων. ἐὰν δὲ παῖδες μὴ ὦσι γνήσιοι, τοῖς
1666ἐγγυτάτω γένους μετεῖναι τῶν χρημάτων”.
Ηρακλης
Ηρ.
Ηρ.
1667ἐμοὶ δ’ἄρ’οὐδὲν τῶν πατρῴων χρημάτων
1668μέτεστιν;
Πισθεταιρος
Πι.
Πι.
1668bοὐ μέντοι μὰ Δία. λέξον δέ μοι,
1669ἤδη σ’ὁ πατὴρ εἰσήγαγ’ἐς τοὺς φράτερας;
Ηρακλης
Ηρ.
Ηρ.
1670οὐ δῆτ’ἐμέ γε. καὶ δῆτ’ἐθαύμαζον πάλαι.
Πισθεταιρος
Πι.
Πι.
1671τί δῆτ’ἄνω κέχηνας αἴκειαν βλέπων;
1672ἀλλ’ἢν μεθ’ἡμῶν ᾖς, καταστήσας σ’ἐγὼ
1673τύραννον ὀρνίθων παρέξω σοι γάλα.
Ηρακλης
Ηρ.
Ηρ.
1674δίκαι’ἔμοιγε καὶ πάλαι δοκεῖς λέγειν
1675περὶ τῆς κόρης, κα- κἄγωγε παραδίδωμί σοι.
Πισθεταιρος
Πι.
Πι.
1676τί δαὶ σὺ φῄς;
Ποσειδων
Πο.
Πο.
1676bτα- τἀναντία ψηφίζομαι.
Πισθεταιρος
Πι.
Πι.
1677ἐν τῷ Τριβαλλῷ πᾶν τὸ πρᾶγμα. τί σὺ λέγεις;
Τριβαλλος
Τρ.
Τρ.
1678καλάνι κόραυνα καὶ μεγάλα βασιλιναῦ
1679ὄρνιτο παραδίδωμι.
Ηρακλης
Ηρ.
Ηρ.
1679bπαραδοῦναι λέγει.
Ποσειδων
Πο.
Πο.
1680μὰ τὸν Δί’οὐχ οὗτός γε παραδοῦναι λέγει,
1681εἰ μὴ † βαδίζειν † ωἅσπερ αἱ χελιδόσιν λέγει.
Πισθεταιρος
Πι.
Πι.
1682οὐκοῦν παραδοῦναι ταῖς χελιδόσιν λέγει.
Ποσειδων
Πο.
Πο.
1683σφὼ νῦν διαλλάττεσθε καὶ ξυμβαίνετε ·
1684ἐγὼ δ’, ἐπειδὴ σφῷν δοκεῖ, σιγήσομαι.
Ηρακλης
Ηρ.
Ηρ.
1685ἡμῖν ἃ λέγεις σὺ πάντα συγχωρεῖν δοκεῖ.
1686ἀλλ’ἴθι μεθ’ἡμῶν αὐτὸς ἐς τὸν οὐρανόν,
1687ἵνα τὴν Βασίλειαν καὶ τὰ πάντ’ἐκεῖ λάβῃς.
Πισθεταιρος
Πι.
Πι.
1688ἐς καιρὸν ἆρα κατεκόπησαν οὑτοιὶ
1689ἐς τοὺς γάμους.
Ηρακλης
Ηρ.
Ηρ.
1689bβούλεσθε δῆτ’ἐγὼ τέως
1690ὀπτῶ τὰ κρέα ταυτὶ μένων; ὑμεῖς δ’ἴτε.
Ποσειδων
Πο.
Πο.
1691ὀπτᾷς τὰ κρέα; πολλήν γε τενθείαν λέγεις.
1692οὐκ εἶ μεθ’ἡμῶν;
Ηρακλης
Ηρ.
Ηρ.
1692bεὖ γε μεντ- μέντἂν διετέθην.
Πισθεταιρος
Πι.
Πι.
1693ἀλλὰ γαμικὴν χλανίδα δότω τις δεῦρό μοι.
Χορος
Χο.
Χο.
1694ἔστι δ’ἐν Φαναῖσι πρὸς τῇ
1695Κλεψύδρᾳ πανοῦργον
1696ἐγγλωττογαστόρων γένος,
1697οἳ θερίζουσίντε καὶ σπείρουσι
1698καὶ τρυγῶσι ταῖς γλώτταισι
1699συκάζουσίτε ·
1700βάρβαροι δ’εἰσὶν γένος,
1701Γοργίαιτε καὶ Φίλιπποι.
1702κα- κἀπὸ τῶν ἐγγλωττογαστόρων
1703ἐκείνων τῶν Φιλίππων
1704πανταχοῦ τῆς Ἀττικῆς ἡ
1705γλῶττα χωρὶς τέμνεται.
Αγγελος
Αγ.
Αγ.
1706ὦ πάντ’ἀγαθὰ πράττοντες, ὦ μείζω λόγου,
1707ὦ τρισμακάριον πτηνὸν ὀρνίθων γένος,
1708δέχεσθε τὸν τύραννον ὀλβίοις δόμοις.
1709προσέρχεται γὰρ οἷς οὔτε παμφαὴς
1710ἀστὴρ ἰδεῖν ἔλαμψε χρυσαυγεῖ δόμῳ,
1711οὔθ’ἡλίου τηλαυγὲς ἀκτίνων σέλας
1712τοιοῦτον ἐξέλαμψεν, οἶον ἔρχεται
1713ἔχων γυναικὸς κάλλος οὐ φατὸν λέγειν,
1714πάλλων κεραυνόν, πτεροφόρον Διὸς βέλος ·
1715ὀσμὴ δ’ἀνωνόμαστος ἐς βάθος κύκλου
1716χωρεῖ, καλὸν θέαμα · θυμιαμάτων δ’
1717αὖραι διαψαίρουσι πλεκτάνην καπνοῦ.
1718ὁδὶ δὲ κα- καὐτός ἐστιν. ἀλλὰ χρὴ θεᾶς
1719Μούσης ἀνοίγειν ἱερὸν εὔφημον στόμα.
Χορος
Χο.
Χο.
1720ἄναγε δίεχε πάραγε πάρεχε.
1721περιπέτεσθε
1722τὸν μάκαρα μάκαρι σὺν τύχᾳ.
1723ὦ φεῦ φεῦ τῆς ὥρας τοῦ κάλλους.
1725ὦ μακαριστὸν σὺ γάμον τῇδε πόλει γημας.
1726μεγάλαι μεγάλαι κατέχουσι τύχαι
1727γένος ὀρνίθων
1728διὰ τόνδε τὸν ἄνδρ’. ἀλλ’ὑμεναίοις
1729καὶ νυμφιδίοισι δέχεσθ’ᾠδαῖς
1730αὐτὸν καὶ τὴν Βασίλειαν.
1731Ἥρᾳ ποτ’Ὀλυμπίᾳ
1732τῶν ἠλιβάτων θρόνων
1733ἄρχοντα θεοῖς μέγαν
1734Μοῖραι ξυνεκοίμισαν
1735ἐν τοιῷδ’ὑμεναίῳ.
1736Ὑμὴν ὦ Ὑμέναι’ὦ,
1736bὙμὴν ὦ Ὑμέναι’ὦ.
1737ὁ δ’ἀμφιθαλὴς Ἔρως
1738χρυσόπτερος ἡνίας
1739ηὔθυνε παλιντόνους,
1740Ζηνὸς πάροχος γάμων
1741τῆςτ’εὐδαίμονος Ἥρας.
1742Ὑμὴν ὦ Ὑμέναι’ὦ,
1742bὙμὴν ὦ Ὑμέναι’ὦ.
Πισθεταιρος
Πι.
Πι.
1743ἐχάρην ὕμνοις, ἐχάρην ᾠδαῖς ·
1744ἄγαμαι δὲ λόγων. ἄγε νυν αὐτοῦ
1745καὶ τὰς χθονίας κλῄσατε βροντὰς
1746τάςτε πυρώδεις Διὸς ἀστεροπὰς
1747δεινόντ’ἀργῆτα κεραυνόν.
Χορος
Χο.
Χο.
1748ὦ μέγα χρύσεον ἀστεροπῆς φάος,
1749ὦ Διὸς ἄμβροτον ἔγχος πυρφόρον,
1750ὦ χθόνιαι βαρυαχέες ὀμβροφόροιθ’ἅμα βρονταί,
1751αἷς ὅδε νῦν χθόνα σείει.
1752διὰ σὲ τὰ πάντα κρατήσας
1753καὶ πάρεδρον Βασίλειαν ἔχει Διός.
1754Ὑμὴν ὦ Ὑμέναι’ὦ.
Πισθεταιρος
Πι.
Πι.
1755ἔπεσθε νῦν γάμοισιν ὦ
1756φῦλα πάντα συννόμων
1757πτεροφόρ’ἐπὶ δάπεδον Διὸς
1758καὶ λέχος γαμήλιον.
1759ὄρεξον ὦ μάκαιρα σὴν
1760χεῖρα καὶ πτερῶν ἐμῶν
1761λαβοῦσα συγχόρευσον · αἴρων
1762δὲ κουφιῶ σ’ἐγώ.
Χορος
Χο.
Χο.
1763ἀλαλαλαὶ ἰὴ παιών,
1764τήνελλα καλλίνικος, ὦ
1765δαιμόνων ὑπέρτατε.