Iliad, Book 1 (Α)
μῆνιν ἄειδε θεὰ Πηληϊάδεω Ἀχιλῆος
2οὐλομένην, ἣ μυρί’Ἀχαιοῖς ἄλγε’ἔθηκε,
3πολλὰς δ’ἰφθίμους ψυχὰς Ἄϊδι προΐαψεν
4ἡρώων, αὐτοὺς δὲ ἑλώρια τεῦχε κύνεσσιν
5οἰωνοῖσίτε πᾶσι, Διὸς δ’ἐτελείετο βουλή,
6ἐξ οὗ δὴ τὰ πρῶτα διαστήτην ἐρίσαντε
7Ἀτρεΐδηςτε ἄναξ ἀνδρῶν καὶ δῖος Ἀχιλλεύς.
8τίςτ’ἄρ σφωε θεῶν ἔριδι ξυνέηκε μάχεσθαι;
9Λητοῦς καὶ Διὸς υἱός · ὃ γὰρ βασιλῆϊ χολωθεὶς
10νοῦσον ἀνὰ στρατὸν ὄρσε κακήν, ὀλέκοντο δὲ λαοί,
11οὕνεκα τὸν Χρύσην ἠτίμασεν ἀρητῆρα
12Ἀτρεΐδης · ὃ γὰρ ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν
13λυσόμενόςτε θύγατρα φέρωντ’ἀπερείσι’ἄποινα,
14στέμματ’ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος
15χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,
16Ἀτρεΐδα δὲ μάλιστα δύω, κοσμήτορε λαῶν ·
1722Ἀτρεΐδαιτε καὶ ἄλλοι ἐϋκνήμιδες Ἀχαιοί,18ὑμῖν μὲν θεοὶ δοῖεν Ὀλύμπια δώματ’ἔχοντες19ἐκπέρσαι Πριάμοιο πόλιν, εὖ δ’οἴκαδ’ἱκέσθαι ·20παῖδα δ’ἐμοὶ λύσαιτε φίλην, τὰ δ’ἄποινα δέχεσθαι,21ἁζόμενοι Διὸς υἱὸν ἑκηβόλον Ἀπόλλωνα.
ἔνθ’ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ
23αἰδεῖσθαίθ’ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ·
24ἀλλ’οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,
25ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·
2633μή σε γέρον κοίλῃσιν ἐγὼ παρὰ νηυσὶ κιχείω27ἢ νῦν δηθύνοντ’ἢ ὕστερον αὖτις ἰόντα,28μή νύ τοι οὐ χραίσμῃ σκῆπτρον καὶ στέμμα θεοῖο ·29τὴν δ’ἐγὼ οὐ λύσω · πρίν μιν καὶ γῆρας ἔπεισιν30ἡμετέρῳ ἐνὶ οἴκῳ ἐν Ἄργεϊ τηλόθι πάτρης31ἱστὸν ἐποιχομένην καὶ ἐμὸν λέχος ἀντιόωσαν ·32ἀλλ’ἴθι μή μ’ἐρέθιζε σαώτερος ὥς κε νέηαι.
ὣς ἔφατ’, ἔδεισεν δ’ὃ γέρων καὶ ἐπείθετο μύθῳ ·
34βῆ δ’ἀκέων παρὰ θῖνα πολυφλοίσβοιο θαλάσσης ·
35πολλὰ δ’ἔπειτ’ἀπάνευθε κιὼν ἠρᾶθ’ὃ γεραιὸς
36Ἀπόλλωνι ἄνακτι, τὸν ἠΰκομος τέκε Λητώ ·
3743κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας38Κίλλάντε ζαθέην Τενέδοιότε ἶφι ἀνάσσεις,39Σμινθεῦ εἴ ποτέ τοι χαρίεντ’ἐπὶ νηὸν ἔρεψα,40ἢ εἰ δή ποτέ τοι κατὰ πίονα μηρί’ἔκηα41ταύρων ἠδ’αἰγῶν, τὸ δέ μοι κρήηνον ἐέλδωρ ·42τίσειαν Δαναοὶ ἐμὰ δάκρυα σοῖσι βέλεσσιν.
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Φοῖβος Ἀπόλλων,
44βῆ δὲ κατ’Οὐλύμποιο καρήνων χωόμενος κῆρ,
45τόξ’ὤμοισιν ἔχων ἀμφηρεφέατε φαρέτρην ·
46ἔκλαγξαν δ’ἄρ’ὀϊστοὶ ἐπ’ὤμων χωομένοιο,
47αὐτοῦ κινηθέντος · ὃ δ’ἤϊε νυκτὶ ἐοικώς.
48ἕζετ’ἔπειτ’ἀπάνευθε νεῶν, μετὰ δ’ἰὸν ἕηκε ·
49δεινὴ δὲ κλαγγὴ γένετ’ἀργυρέοιο βιοῖο ·
50οὐρῆας μὲν πρῶτον ἐπῴχετο καὶ κύνας ἀργούς,
51αὐτὰρ ἔπειτ’αὐτοῖσι βέλος ἐχεπευκὲς ἐφιεὶς
52βάλλ’· αἰεὶ δὲ πυραὶ νεκύων καίοντο θαμειαί.
53ἐννῆμαρ μὲν ἀνὰ στρατὸν ᾤχετο κῆλα θεοῖο,
54τῇ δεκάτῃ δ’ἀγορὴν δὲ καλέσσατο λαὸν Ἀχιλλεύς ·
55τῷ γὰρ ἐπὶ φρεσὶ θῆκε θεὰ λευκώλενος Ἥρη ·
56κήδετο γὰρ Δαναῶν, ὅτι ῥα θνήσκοντας ὁρᾶτο.
57οἳ δ’ἐπεὶ οὖν ἤγερθεν ὁμηγερέεςτε γένοντο,
58τοῖσι δ’ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
5968Ἀτρεΐδη νῦν ἄμμε παλιμπλαγχθέντας ὀΐω60ἂψ ἀπονοστήσειν, εἴ κεν θάνατόν γε φύγοιμεν,61εἰ δὴ ὁμοῦ πόλεμόςτε δαμᾷ καὶ λοιμὸς Ἀχαιούς ·62ἀλλ’ἄγε δή τινα μάντιν ἐρείομεν ἢ ἱερῆα63ἢ καὶ ὀνειροπόλον, καὶ γάρτ’ὄναρ ἐκ Διός ἐστιν,64ὅς κ’εἴποι ὅ τι τόσσον ἐχώσατο Φοῖβος Ἀπόλλων,65εἴτ’ἄρ’ὅ γ’εὐχωλῆς ἐπιμέμφεται ἠδ’ἑκατόμβης,66αἴ κέν πως ἀρνῶν κνίσης αἰγῶντε τελείων67βούλεται ἀντιάσας ἡμῖν ἀπὸ λοιγὸν ἀμῦναι.
ἤτοι ὅ γ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο · τοῖσι δ’ἀνέστη
69Κάλχας Θεστορίδης οἰωνοπόλων ὄχ’ἄριστος,
70ὃς ᾔδη τάτ’ἐόντα τάτ’ἐσσόμενα πρότ’ἐόντα,
71καὶ νήεσσ’ἡγήσατ’Ἀχαιῶν Ἴλιον εἴσω
72ἣν διὰ μαντοσύνην, τήν οἱ πόρε Φοῖβος Ἀπόλλων ·
73ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
7484ὦ Ἀχιλεῦ κέλεαί με Διῒ φίλε μυθήσασθαι75μῆνιν Ἀπόλλωνος ἑκατηβελέταο ἄνακτος ·76τοὶ γὰρ ἐγὼν ἐρέω · σὺ δὲ σύνθεο καί μοι ὄμοσσον77ἦ μέν μοι πρόφρων ἔπεσιν καὶ χερσὶν ἀρήξειν ·78ἦ γὰρ ὀΐομαι ἄνδρα χολωσέμεν, ὃς μέγα πάντων79Ἀργείων κρατέει καί οἱ πείθονται Ἀχαιοί ·80κρείσσων γὰρ βασιλεὺς ὅτε χώσεται ἀνδρὶ χέρηϊ ·81εἴ περ γάρτε χόλον γε καὶ αὐτῆμαρ καταπέψῃ,82ἀλλάτε καὶ μετόπισθεν ἔχει κότον, ὄφρα τελέσσῃ,83ἐν στήθεσσιν ἑοῖσι · σὺ δὲ φράσαι εἴ με σαώσεις.
τὸν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
8592θαρσήσας μάλα εἰπὲ θεοπρόπιον ὅ τι οἶσθα ·86οὐ μὰ γὰρ Ἀπόλλωνα Διῒ φίλον, ᾧτε σὺ Κάλχαν87εὐχόμενος Δαναοῖσι θεοπροπίας ἀναφαίνεις,88οὔ τις ἐμεῦ ζῶντος καὶ ἐπὶ χθονὶ δερκομένοιο89σοὶ κοίλῃς παρὰ νηυσί βαρείας χεῖρας ἐποίσει90συμπάντων Δαναῶν, οὐ δ’ἢν Ἀγαμέμνονα εἴπῃς,91ὃς νῦν πολλὸν ἄριστος Ἀχαιῶν εὔχεται εἶναι.
καὶ τότε δὴ θάρσησε καὶ ηὔδα μάντις ἀμύμων ·
93101οὔτ’ἄρ ὅ γ’εὐχωλῆς ἐπιμέμφεται οὐ δ’ἑκατόμβης,94ἀλλ’ἕνεκ’ἀρητῆρος ὃν ἠτίμησ’Ἀγαμέμνων,95οὐ δ’ἀπέλυσε θύγατρα καὶ οὐκ ἀπεδέξατ’ἄποινα,96το- τοὔνεκ’ἄρ’ἄλγε’ἔδωκεν ἑκηβόλος ἠδ’ἔτι δώσει ·97οὐ δ’ὅ γε πρὶν Δαναοῖσιν ἀεικέα λοιγὸν ἀπώσει98πρίν γ’ἀπὸ πατρὶ φίλῳ δόμεναι ἑλικώπιδα κούρην99ἀπριάτην ἀνάποινον, ἄγεινθ’ἱερὴν ἑκατόμβην100ἐς Χρύσην · τότε κέν μιν ἱλασσάμενοι πεπίθοιμεν.
ἤτοι ὅ γ’ὣς εἰπὼν κατ’ἄρ’ἕζετο · τοῖσι δ’ἀνέστη
102ἥρως Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων
103ἀχνύμενος · μένεος δὲ μέγα φρένες ἀμφιμέλαιναι
104πίμπλαντ’, ὄσσε δέ οἱ πυρὶ λαμπετόωντι ἐΐκτην ·
105Κάλχαντα πρώτιστα κάκ’ὀσσόμενος προσέειπε ·
106121μάντι κακῶν οὐ πώ ποτέ μοι τὸ κρήγυον εἶπας ·107αἰεί τοι τὰ κάκ’ἐστὶ φίλα φρεσὶ μαντεύεσθαι,108ἐσθλὸν δ’οὔτέ τί πω εἶπας ἔπος οὔτ’ἐτέλεσσας ·109καὶ νῦν ἐν Δαναοῖσι θεοπροπέων ἀγορεύεις110ὡς δὴ τοῦδ’ἕνεκά σφιν ἑκηβόλος ἄλγεα τεύχει,111οὕνεκ’ἐγὼ κούρης Χρυσηΐδος ἀγλά’ἄποινα112οὐκ ἔθελον δέξασθαι, ἐπεὶ πολὺ βούλομαι αὐτὴν113οἴκοι ἔχειν · καὶ γάρ ῥα Κλυταιμνήστρης προβέβουλα114κουριδίης ἀλόχου, ἐπεὶ οὔ ἑθέν ἐστι χερείων,115οὐ δέμας οὐ δὲ φυήν, οὔτ’ἂρ φρένας οὔτέ τι ἔργα.116ἀλλὰ καὶ ὧς ἐθέλω δόμεναι πάλιν εἰ τό γ’ἄμεινον ·117βούλομ’ἐγὼ λαὸν σῶν ἔμμεναι ἢ ἀπολέσθαι ·118αὐτὰρ ἐμοὶ γέρας αὐτίχ’ἑτοιμάσατ’ὄφρα μὴ οἶος119Ἀργείων ἀγέραστος ἔω, ἐπεὶ οὐ δὲ ἔοικε ·120λεύσσετε γὰρ τό γε πάντες ὅ μοι γέρας ἔρχεται ἄλλῃ.
τὸν δ’ἠμείβετ’ἔπειτα ποδάρκης δῖος Ἀχιλλεύς ·
122130Ἀτρεΐδη κύδιστε φιλοκτεανώτατε πάντων,123πῶς γάρ τοι δώσουσι γέρας μεγάθυμοι Ἀχαιοί;124οὐ δέ τί που ἴδμεν ξυνήϊα κείμενα πολλά ·125ἀλλὰ τὰ μὲν πολίων ἐξεπράθομεν, τὰ δέδασται,126λαοὺς δ’οὐκ ἐπέοικε παλίλλογα ταῦτ’ἐπαγείρειν.127ἀλλὰ σὺ μὲν νῦν τήνδε θεῷ πρόες · αὐτὰρ Ἀχαιοὶ128τριπλῇ τετραπλῇτ’ἀποτείσομεν, αἴ κέ ποθι Ζεὺς129δῷσι πόλιν Τροίην εὐτείχεον ἐξαλαπάξαι.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
131148μὴ δ’οὕτως ἀγαθός περ ἐὼν θεοείκελ’Ἀχιλλεῦ132κλέπτε νόῳ, ἐπεὶ οὐ παρελεύσεαι οὐ δέ με πείσεις.133ἦ ἐθέλεις ὄφρ’αὐτὸς ἔχῃς γέρας, αὐτὰρ ἔμ’αὔτως134ἧσθαι δευόμενον, κέλεαι δέ με τήνδ’ἀποδοῦναι;135ἀλλ’εἰ μὲν δώσουσι γέρας μεγάθυμοι Ἀχαιοὶ136ἄρσαντες κατὰ θυμὸν ὅπως ἀντάξιον ἔσται ·137εἰ δέ κε μὴ δώωσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι138ἢ τεὸν ἢ Αἴαντος ἰὼν γέρας, ἢ Ὀδυσῆος139ἄξω ἑλών · ὃ δέ κεν κεχολώσεται ὅν κεν ἵκωμαι.140ἀλλ’ἤτοι μὲν ταῦτα μεταφρασόμεσθα καὶ αὖτις,141νῦν δ’ἄγε νῆα μέλαιναν ἐρύσσομεν εἰς ἅλα δῖαν,142ἐν δ’ἐρέτας ἐπιτηδὲς ἀγείρομεν, ἐς δ’ἑκατόμβην143θείομεν, ἂν δ’αὐτὴν Χρυσηΐδα καλλιπάρῃον144βήσομεν · εἷς δέ τις ἀρχὸς ἀνὴρ βουληφόρος ἔστω,145ἢ Αἴας ἢ Ἰδομενεὺς ἢ δῖος Ὀδυσσεὺς146ἠὲ σὺ Πηλεΐδη πάντων ἐκπαγλότατ’ἀνδρῶν,147ὄφρ’ἥμιν ἑκάεργον ἱλάσσεαι ἱερὰ ῥέξας.
τὸν δ’ἄρ’ὑπόδρα ἰδὼν προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
149172ὤ μοι ἀναιδείην ἐπιειμένε κερδαλεόφρον150πῶς τίς τοι πρόφρων ἔπεσιν πείθηται Ἀχαιῶν151ἢ ὁδὸν ἐλθέμεναι ἢ ἀνδράσιν ἶφι μάχεσθαι;152οὐ γὰρ ἐγὼ Τρώων ἕνεκ’ἤλυθον αἰχμητάων153δεῦρο μαχησόμενος, ἐπεὶ οὔ τί μοι αἴτιοί εἰσιν ·154οὐ γὰρ πώποτ’ἐμὰς βοῦς ἤλασαν οὐ δὲ μὲν ἵππους,155οὐ δέ ποτ’ἐν Φθίῃ ἐριβώλακι βωτιανείρῃ156καρπὸν ἐδηλήσαντ’, ἐπεὶ ἦ μάλα πολλὰ μεταξὺ157οὔρεάτε σκιόεντα θάλασσάτε ἠχήεσσα ·158ἀλλὰ σοὶ ὦ μέγ’ἀναιδὲς ἅμ’ἑσπόμεθ’ὄφρα σὺ χαίρῃς,159τιμὴν ἀρνύμενοι Μενελάῳ σοίτε κυνῶπα160πρὸς Τρώων · τῶν οὔ τι μετατρέπῃ οὐ δ’ἀλεγίζεις ·161καὶ δή μοι γέρας αὐτὸς ἀφαιρήσεσθαι ἀπειλεῖς,162ᾧ ἔπι πολλὰ μόγησα, δόσαν δέ μοι υἷες Ἀχαιῶν.163οὐ μὲν σοί ποτε ἶσον ἔχω γέρας ὁππότ’Ἀχαιοὶ164Τρώων ἐκπέρσωσ’εὖ ναιόμενον πτολίεθρον ·165ἀλλὰ τὸ μὲν πλεῖον πολυάϊκος πολέμοιο166χεῖρες ἐμαὶ διέπουσ’· ἀτὰρ ἤν ποτε δασμὸς ἵκηται,167σοὶ τὸ γέρας πολὺ μεῖζον, ἐγὼ δ’ὀλίγοντε φίλοντε168ἔρχομ’ἔχων ἐπὶ νῆας, ἐπεί κε κάμω πολεμίζων.169νῦν δ’εἶμι Φθίην δ’, ἐπεὶ ἦ πολὺ φέρτερόν ἐστιν170οἴκαδ’ἴμεν σὺν νηυσὶ κορωνίσιν, οὐ δέ σ’ὀΐω171ἐνθάδ’ἄτιμος ἐὼν ἄφενος καὶ πλοῦτον ἀφύξειν.
τὸν δ’ἠμείβετ’ἔπειτα ἄναξ ἀνδρῶν Ἀγαμέμνων ·
173188φεῦγε μάλ’εἴ τοι θυμὸς ἐπέσσυται, οὐ δέ σ’ἔγωγε174λίσσομαι εἵνεκ’ἐμεῖο μένειν · πάρ’ἔμοιγε καὶ ἄλλοι175οἵ κέ με τιμήσουσι, μάλιστα δὲ μητίετα Ζεύς.176ἔχθιστος δέ μοί ἐσσι διοτρεφέων βασιλήων ·177αἰεὶ γάρ τοι ἔριςτε φίλη πόλεμοίτε μάχαιτε ·178εἰ μάλα καρτερός ἐσσι, θεός που σοὶ τό γ’ἔδωκεν ·179οἴκαδ’ἰὼν σὺν νηυσίτε σῇς καὶ σοῖς ἑτάροισι180Μυρμιδόνεσσιν ἄνασσε, σέθεν δ’ἐγὼ οὐκ ἀλεγίζω,181οὐ δ’ὄθομαι κοτέοντος · ἀπειλήσω δέ τοι ὧδε ·182ὡς ἔμ’ἀφαιρεῖται Χρυσηΐδα Φοῖβος Ἀπόλλων,183τὴν μὲν ἐγὼ σὺν νηΐτ’ἐμῇ καὶ ἐμοῖς ἑτάροισι184πέμψω, ἐγὼ δέ κ’ἄγω Βρισηΐδα καλλιπάρῃον185αὐτὸς ἰὼν κλισίην δὲ τὸ σὸν γέρας ὄφρ’ἐῢ εἰδῇς186ὅσσον φέρτερός εἰμι σέθεν, στυγέῃ δὲ καὶ ἄλλος187ἶσον ἐμοὶ φάσθαι καὶ ὁμοιωθήμεναι ἄντην.
ὣς φάτο · Πηλεΐωνι δ’ἄχος γένετ’, ἐν δέ οἱ ἦτορ
189στήθεσσιν λασίοισι διάνδιχα μερμήριξεν,
190ἢ ὅ γε φάσγανον ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
191τοὺς μὲν ἀναστήσειεν, ὃ δ’Ἀτρεΐδην ἐναρίζοι,
192ἦε χόλον παύσειεν ἐρητύσειέτε θυμόν.
193ἧος ὃ ταῦθ’ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν,
194ἕλκετο δ’ἐκ κολεοῖο μέγα ξίφος, ἦλθε δ’Ἀθήνη
195οὐρανόθεν · πρὸ γὰρ ἧκε θεὰ λευκώλενος Ἥρη
196ἄμφω ὁμῶς θυμῷ φιλέουσάτε κηδομένητε ·
197στῆ δ’ὄπιθεν, ξανθῆς δὲ κόμης ἕλε Πηλεΐωνα
198οἴῳ φαινομένη · τῶν δ’ἄλλων οὔ τις ὁρᾶτο ·
199θάμβησεν δ’Ἀχιλεύς, μετὰ δ’ἐτράπετ’, αὐτίκα δ’ἔγνω
200Παλλάδ’Ἀθηναίην · δεινὼ δέ οἱ ὄσσε φάανθεν ·
201καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα ·
202206τίπτ’αὖτ’αἰγιόχοιο Διὸς τέκος εἰλήλουθας;203ἦ ἵνα ὕβριν ἴδῃ Ἀγαμέμνονος Ἀτρεΐδαο;204ἀλλ’ἔκ τοι ἐρέω, τὸ δὲ καὶ τελέεσθαι ὀΐω ·205ᾗς ὑπεροπλίῃσι τάχ’ἄν ποτε θυμὸν ὀλέσσῃ.
τὸν δ’αὖτε προσέειπε θεὰ γλαυκῶπις Ἀθήνη ·
207215ἦλθον ἐγὼ παύσουσα τὸ σὸν μένος, αἴ κε πίθηαι,208οὐρανόθεν · πρὸ δέ μ’ἧκε θεὰ λευκώλενος Ἥρη209ἄμφω ὁμῶς θυμῷ φιλέουσάτε κηδομένητε ·210ἀλλ’ἄγε λῆγ’ἔριδος, μη δὲ ξίφος ἕλκεο χειρί ·211ἀλλ’ἤτοι ἔπεσιν μὲν ὀνείδισον ὡς ἔσεταί περ ·212ὧδε γὰρ ἐξερέω, τὸ δὲ καὶ τετελεσμένον ἔσται ·213καί ποτέ τοι τρὶς τόσσα παρέσσεται ἀγλαὰ δῶρα214ὕβριος εἵνεκα τῆσδε · σὺ δ’ἴσχεο, πείθεο δ’ἡμῖν.
τὴν δ’ἀπαμειβόμενος προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
216219χρὴ μὲν σφωΐτερόν γε θεὰ ἔπος εἰρύσσασθαι217καὶ μάλα περ θυμῷ κεχολωμένον · ὧς γὰρ ἄμεινον ·218ὅς κε θεοῖς ἐπιπείθηται μάλατ’ἔκλυον αὐτοῦ.
ἦ καὶ ἐπ’ἀργυρέῃ κώπῃ σχέθε χεῖρα βαρεῖαν,
220ἂψ δ’ἐς κουλεὸν ὦσε μέγα ξίφος, οὐ δ’ἀπίθησε
221μύθῳ Ἀθηναίης · ἣ δ’Οὔλυμπον δὲ βεβήκει
222δώματ’ἐς αἰγιόχοιο Διὸς μετὰ δαίμονας ἄλλους.
223Πηλεΐδης δ’ἐξαῦτις ἀταρτηροῖς ἐπέεσσιν
224Ἀτρεΐδην προσέειπε, καὶ οὔ πω λῆγε χόλοιο ·
225245οἰνοβαρές, κυνὸς ὄμματ’ἔχων, κραδίην δ’ἐλάφοιο,226οὔτέ ποτ’ἐς πόλεμον ἅμα λαῷ θωρηχθῆναι227οὔτε λόχον δ’ἰέναι σὺν ἀριστήεσσιν Ἀχαιῶν228τέτληκας θυμῷ · τὸ δέ τοι κὴρ εἴδεται εἶναι.229ἦ πολὺ λώϊόν ἐστι κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν230δῶρ’ἀποαιρεῖσθαι ὅς τις σέθεν ἀντίον εἴπῃ ·231δημοβόρος βασιλεὺς ἐπεὶ οὐτιδανοῖσιν ἀνάσσεις ·232ἦ γὰρ ἂν Ἀτρεΐδη νῦν ὕστατα λωβήσαιο.233ἀλλ’ἔκ τοι ἐρέω καὶ ἐπὶ μέγαν ὅρκον ὀμοῦμαι ·234ναὶ μὰ τόδε σκῆπτρον, τὸ μὲν οὔ ποτε φύλλα καὶ ὄζους235φύσει, ἐπεὶ δὴ πρῶτα τομὴν ἐν ὄρεσσι λέλοιπεν,236οὐ δ’ἀναθηλήσει · περὶ γάρ ῥά ἑ χαλκὸς ἔλεψε237φύλλάτε καὶ φλοιόν · νῦν αὖτέ μιν υἷες Ἀχαιῶν238ἐν παλάμῃς φορέουσι δικασπόλοι, οἵτε θέμιστας239πρὸς Διὸς εἰρύαται · ὃ δέ τοι μέγας ἔσσεται ὅρκος ·240ἦ ποτ’Ἀχιλλῆος ποθὴ ἵξεται υἷας Ἀχαιῶν241σύμπαντας · τότε δ’οὔ τι δυνήσεαι ἀχνύμενός περ242χραισμεῖν, εὖτ’ἂν πολλοὶ ὑφ’Ἕκτορος ἀνδροφόνοιο243θνήσκοντες πίπτωσι · σὺ δ’ἔνδοθι θυμὸν ἀμύξεις244χωόμενος ὅτ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισας.
ὣς φάτο Πηλεΐδης, ποτὶ δὲ σκῆπτρον βάλε γαίῃ
246χρυσείοις ἥλοισι πεπαρμένον, ἕζετο δ’αὐτός ·
247Ἀτρεΐδης δ’ἑτέρωθεν ἐμήνιε · τοῖσι δὲ Νέστωρ
248ἡδυεπὴς ἀνόρουσε λιγὺς Πυλίων ἀγορητής,
249τοῦ καὶ ἀπὸ γλώσσης μέλιτος γλυκίων ῥέεν αὐδή ·
250τῷ δ’ἤδη δύο μὲν γενεαὶ μερόπων ἀνθρώπων
251ἐφθίαθ’, οἵ οἱ πρόσθεν ἅμα τράφεν ἠδ’ἐγένοντο
252ἐν Πύλῳ ἠγαθέῃ, μετὰ δὲ τριτάτοισιν ἄνασσεν ·
253ὅ σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν ·
254285ὦ πόποι ἦ μέγα πένθος Ἀχαιΐδα γαῖαν ἱκάνει ·255ἦ κεν γηθήσαι Πρίαμος Πριάμοιότε παῖδες256ἄλλοιτε Τρῶες μέγα κεν κεχαροίατο θυμῷ257εἰ σφῶϊν τάδε πάντα πυθοίατο μαρναμένοιϊν,258οἳ περὶ μὲν βουλὴν Δαναῶν, περὶ δ’ἐστὲ μάχεσθαι.259ἀλλὰ πίθεσθ’· ἄμφω δὲ νεωτέρω ἐστὸν ἐμεῖο ·260ἤδη γάρ ποτ’ἐγὼ καὶ ἀρείοσιν ἠέ περ ὑμῖν261ἀνδράσιν ὡμίλησα, καὶ οὔ ποτέ μ’οἵ γ’ἀθέριζον.262οὐ γάρ πω τοίους ἴδον ἀνέρας οὐ δὲ ἴδωμαι,263οἷον Πειρίθοόντε Δρύαντάτε ποιμένα λαῶν264Καινέατ’Ἐξάδιόντε καὶ ἀντίθεον Πολύφημον265Θησέατ’Αἰγεΐδην, ἐπιείκελον ἀθανάτοισιν ·266κάρτιστοι δὴ κεῖνοι ἐπιχθονίων τράφεν ἀνδρῶν ·267κάρτιστοι μὲν ἔσαν καὶ καρτίστοις ἐμάχοντο268φηρσὶν ὀρεσκῴοισι καὶ ἐκπάγλως ἀπόλεσσαν.269καὶ μὲν τοῖσιν ἐγὼ μεθομίλεον ἐκ Πύλου ἐλθὼν270τηλόθεν ἐξ ἀπίης γαίης · καλέσαντο γὰρ αὐτοί ·271καὶ μαχόμην κατ’ἔμ’αὐτὸν ἐγώ · κείνοισι δ’ἂν οὔ τις272τῶν οἳ νῦν βροτοί εἰσιν ἐπιχθόνιοι μαχέοιτο ·273καὶ μέν μευ βουλέων ξύνιεν πείθοντότε μύθῳ ·274ἀλλὰ πίθεσθε καὶ ὔμμες, ἐπεὶ πείθεσθαι ἄμεινον ·275μήτε σὺ τόνδ’ἀγαθός περ ἐὼν ἀποαίρεο κούρην,276ἀλλ’ἔα ὥς οἱ πρῶτα δόσαν γέρας υἷες Ἀχαιῶν ·277μήτε σὺ Πηλείδη ἔθελ’ἐριζέμεναι βασιλῆϊ278ἀντιβίην, ἐπεὶ οὔ ποθ’ὁμοίης ἔμμορε τιμῆς279σκηπτοῦχος βασιλεύς, ᾧτε Ζεὺς κῦδος ἔδωκεν.280εἰ δὲ σὺ καρτερός ἐσσι θεὰ δέ σε γείνατο μήτηρ,281ἀλλ’ὅ γε φέρτερός ἐστιν ἐπεὶ πλεόνεσσιν ἀνάσσει.282Ἀτρεΐδη σὺ δὲ παῦε τεὸν μένος · αὐτὰρ ἔγωγε283λίσσομ’Ἀχιλλῆϊ μεθέμεν χόλον, ὃς μέγα πᾶσιν284ἕρκος Ἀχαιοῖσιν πέλεται πολέμοιο κακοῖο.
τὸν δ’ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων ·
286292ναὶ δὴ ταῦτά γε πάντα γέρον κατὰ μοῖραν ἔειπες ·287ἀλλ’ὅδ’ἀνὴρ ἐθέλει περὶ πάντων ἔμμεναι ἄλλων,288πάντων μὲν κρατέειν ἐθέλει, πάντεσσι δ’ἀνάσσειν,289πᾶσι δὲ σημαίνειν, ἅ τιν’οὐ πείσεσθαι ὀΐω ·290εἰ δέ μιν αἰχμητὴν ἔθεσαν θεοὶ αἰὲν ἐόντες291το- τοὔνεκά οἱ προθέουσιν ὀνείδεα μυθήσασθαι;
τὸν δ’ἄρ’ὑποβλήδην ἠμείβετο δῖος Ἀχιλλεύς ·
293304ἦ γάρ κεν δειλόςτε καὶ οὐτιδανὸς καλεοίμην294εἰ δὴ σοὶ πᾶν ἔργον ὑπείξομαι ὅττί κεν εἴπῃς ·295ἄλλοισιν δὴ ταῦτ’ἐπιτέλλεο, μὴ γὰρ ἔμοιγε296σήμαιν’· οὐ γὰρ ἔγωγ’ἔτι σοὶ πείσεσθαι ὀΐω.297ἄλλο δέ τοι ἐρέω, σὺ δ’ἐνὶ φρεσὶ βάλλεο σῇσι ·298χερσὶ μὲν οὔ τοι ἔγωγε μαχήσομαι εἵνεκα κούρης299οὔτε σοὶ οὔτέ τῳ ἄλλῳ, ἐπεί μ’ἀφέλεσθέ γε δόντες ·300τῶν δ’ἄλλων ἅ μοί ἐστι θοῇ παρὰ νηῒ μελαίνῃ301τῶν οὐκ ἄν τι φέροις ἀνελὼν ἀέκοντος ἐμεῖο ·302εἰ δ’ἄγε μὴν πείρησαι ἵνα γνώωσι καὶ οἵδε ·303αἶψά τοι αἷμα κελαινὸν ἐρωήσει περὶ δουρί.
ὣς τώ γ’ἀντιβίοισι μαχεσσαμένω ἐπέεσσιν
305ἀνστήτην, λῦσαν δ’ἀγορὴν παρὰ νηυσὶν Ἀχαιῶν ·
306Πηλεΐδης μὲν ἐπὶ κλισίας καὶ νῆας ἐΐσας
307ἤϊε σύντε Μενοιτιάδῃ καὶ οἷς ἑτάροισιν ·
308Ἀτρεΐδης δ’ἄρα νῆα θοὴν ἅλα δὲ προέρυσσεν,
309ἐν δ’ἐρέτας ἔκρινεν ἐείκοσιν, ἐς δ’ἑκατόμβην
310βῆσε θεῷ, ἀνὰ δὲ Χρυσηΐδα καλλιπάρῃον
311εἷσεν ἄγων · ἐν δ’ἀρχὸς ἔβη πολύμητις Ὀδυσσεύς.
312οἳ μὲν ἔπειτ’ἀναβάντες ἐπέπλεον ὑγρὰ κέλευθα,
313λαοὺς δ’Ἀτρεΐδης ἀπολυμαίνεσθαι ἄνωγεν ·
314οἳ δ’ἀπελυμαίνοντο καὶ εἰς ἅλα λύματα βάλλον,
315ἕρδον δ’Ἀπόλλωνι τεληέσσας ἑκατόμβας
316ταύρων ἠδ’αἰγῶν παρὰ θῖν’ἁλὸς ἀτρυγέτοιο ·
317κνίση δ’οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ.
318ὣς οἳ μὲν τὰ πένοντο κατὰ στρατόν · οὐ δ’Ἀγαμέμνων
319λῆγ’ἔριδος τὴν πρῶτον ἐπηπείλησ’Ἀχιλῆϊ,
320ἀλλ’ὅ γε Ταλθύβιόντε καὶ Εὐρυβάτην προσέειπε,
321τώ οἱ ἔσαν κήρυκε καὶ ὀτρηρὼ θεράποντε ·
322326ἔρχεσθον κλισίην Πηληϊάδεω Ἀχιλῆος ·323χειρὸς ἑλόντ’ἀγέμεν Βρισηΐδα καλλιπάρῃον ·324εἰ δέ κε μὴ δώῃσιν ἐγὼ δέ κεν αὐτὸς ἕλωμαι325ἐλθὼν σὺν πλεόνεσσι · τό οἱ καὶ ῥίγιον ἔσται.
ὣς εἰπὼν προΐει, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·
327τὼ δ’ἀέκοντε βάτην παρὰ θῖν’ἁλὸς ἀτρυγέτοιο,
328Μυρμιδόνων δ’ἐπίτε κλισίας καὶ νῆας ἱκέσθην,
329τὸν δ’εὗρον παράτε κλισίῃ καὶ νηῒ μελαίνῃ
330ἥμενον · οὐ δ’ἄρα τώ γε ἰδὼν γήθησεν Ἀχιλλεύς.
331τὼ μὲν ταρβήσαντε καὶ αἰδομένω βασιλῆα
332στήτην, οὐ δέ τί μιν προσεφώνεον οὐ δ’ἐρέοντο ·
333αὐτὰρ ὃ ἔγνω ᾗσιν ἐνὶ φρεσὶ φώνησέντε ·
334345χαίρετε κήρυκες Διὸς ἄγγελοι ἠδὲ καὶ ἀνδρῶν,335ἆσσον ἴτ’· οὔ τί μοι ὔμμες ἐπαίτιοι ἀλλ’Ἀγαμέμνων,336ὃ σφῶϊ προΐει Βρισηΐδος εἵνεκα κούρης.337ἀλλ’ἄγε διογενὲς Πατρόκλεες ἔξαγε κούρην338καί σφωϊν δὸς ἄγειν · τὼ δ’αὐτὼ μάρτυροι ἔστων339πρόςτε θεῶν μακάρων πρόςτε θνητῶν ἀνθρώπων340καὶ πρὸς τοῦ βασιλῆος ἀπηνέος εἴ ποτε δ’αὖτε341χρειὼ ἐμεῖο γένηται ἀεικέα λοιγὸν ἀμῦναι342τοῖς ἄλλοις · ἦ γὰρ ὅ γ’ὀλοιῇσι φρεσὶ θύει,343οὐ δέ τι οἶδε νοῆσαι ἅμα πρόσσω καὶ ὀπίσσω,344ὅππως οἱ παρὰ νηυσὶ σόοι μαχέοιντο Ἀχαιοί.
ὣς φάτο, Πάτροκλος δὲ φίλῳ ἐπεπείθεθ’ἑταίρῳ,
346ἐκ δ’ἄγαγε κλισίης Βρισηΐδα καλλιπάρῃον,
347δῶκε δ’ἄγειν · τὼ δ’αὖτις ἴτην παρὰ νῆας Ἀχαιῶν ·
348ἣ δ’ἀέκουσ’ἅμα τοῖσι γυνὴ κίεν · αὐτὰρ Ἀχιλλεὺς
349δακρύσας ἑτάρων ἄφαρ ἕζετο νόσφι λιασθείς,
350θῖν’ἔφ’ἁλὸς πολιῆς, ὁρόων ἐπ’ἀπείρονα πόντον ·
351πολλὰ δὲ μητρὶ φίλῃ ἠρήσατο χεῖρας ὀρεγνύς ·
352357μῆτερ ἐπεί μ’ἔτεκές γε μινυνθάδιόν περ ἐόντα,353τιμήν πέρ μοι ὄφελλεν Ὀλύμπιος ἐγγυαλίξαι354Ζεὺς ὑψιβρεμέτης · νῦν δ’οὐ δέ με τυτθὸν ἔτισεν ·355ἦ γάρ μ’Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων356ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.
ὣς φάτο δάκρυ χέων, τοῦ δ’ἔκλυε πότνια μήτηρ
358ἡμένη ἐν βένθεσσιν ἁλὸς παρὰ πατρὶ γέροντι ·
359καρπαλίμως δ’ἀνέδυ πολιῆς ἁλὸς ἠΰτ’ὀμίχλη,
360καί ῥα πάροιθ’αὐτοῖο καθέζετο δάκρυ χέοντος,
361χειρίτέ μιν κατέρεξεν ἔποςτ’ἔφατ’ἔκτ’ὀνόμαζε ·
362364τέκνον τί κλαίεις; τί δέ σε φρένας ἵκετο πένθος;363ἐξαύδα, μὴ κεῦθε νόῳ, ἵνα εἴδομεν ἄμφω.
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς ·
365413οἶσθα · τί ἤ τοι ταῦτα ἰδυίῃ πάντ’ἀγορεύω;366ᾠχόμεθ’ἐς Θήβην ἱερὴν πόλιν Ἠετίωνος,367τὴν δὲ διεπράθομέντε καὶ ἤγομεν ἐνθάδε πάντα ·368καὶ τὰ μὲν εὖ δάσσαντο μετὰ σφίσιν υἷες Ἀχαιῶν,369ἐκ δ’ἕλον Ἀτρεΐδῃ Χρυσηΐδα καλλιπάρῃον.370Χρύσης δ’αὖθ’ἱερεὺς ἑκατηβόλου Ἀπόλλωνος371ἦλθε θοὰς ἐπὶ νῆας Ἀχαιῶν χαλκοχιτώνων372λυσόμενόςτε θύγατρα φέρωντ’ἀπερείσι’ἄποινα,373στέμματ’ἔχων ἐν χερσὶν ἑκηβόλου Ἀπόλλωνος374χρυσέῳ ἀνὰ σκήπτρῳ, καὶ λίσσετο πάντας Ἀχαιούς,375Ἀτρεΐδα δὲ μάλιστα δύω κοσμήτορε λαῶν.376ἔνθ’ἄλλοι μὲν πάντες ἐπευφήμησαν Ἀχαιοὶ377αἰδεῖσθαίθ’ἱερῆα καὶ ἀγλαὰ δέχθαι ἄποινα ·378ἀλλ’οὐκ Ἀτρεΐδῃ Ἀγαμέμνονι ἥνδανε θυμῷ,379ἀλλὰ κακῶς ἀφίει, κρατερὸν δ’ἐπὶ μῦθον ἔτελλε ·380χωόμενος δ’ὁ γέρων πάλιν ᾤχετο · τοῖο δ’Ἀπόλλων381εὐξαμένου ἤκουσεν, ἐπεὶ μάλα οἱ φίλος ἦεν,382ἧκε δ’ἐπ’Ἀργείοισι κακὸν βέλος · οἳ δέ νυ λαοὶ383θνῇσκον ἐπασσύτεροι, τὰ δ’ἐπῴχετο κῆλα θεοῖο384πάντῃ ἀνὰ στρατὸν εὐρὺν Ἀχαιῶν · ἄμμι δὲ μάντις385εὖ εἰδὼς ἀγόρευε θεοπροπίας ἑκάτοιο.386αὐτίκ’ἐγὼ πρῶτος κελόμην θεὸν ἱλάσκεσθαι ·387Ἀτρεΐωνα δ’ἔπειτα χόλος λάβεν, αἶψα δ’ἀναστὰς388ἠπείλησεν μῦθον ὃ δὴ τετελεσμένος ἐστί ·389τὴν μὲν γὰρ σὺν νηῒ θοῇ ἑλίκωπες Ἀχαιοὶ390ἐς Χρύσην πέμπουσιν, ἄγουσι δὲ δῶρα ἄνακτι ·391τὴν δὲ νέον κλισίηθεν ἔβαν κήρυκες ἄγοντες392κούρην Βρισῆος τήν μοι δόσαν υἷες Ἀχαιῶν.393ἀλλὰ σὺ εἰ δύνασαί γε περίσχεο παιδὸς ἑῆος ·394ἐλθοῦσ’Οὔλυμπον δὲ Δία λίσαι, εἴ ποτε δή τι395ἢ ἔπει ὤνησας κραδίην Διὸς ἠὲ καὶ ἔργῳ.396πολλάκι γάρ σεο πατρὸς ἐνὶ μεγάροισιν ἄκουσα397εὐχομένης ὅτ’ἔφησθα κελαινεφέϊ Κρονίωνι398οἴη ἐν ἀθανάτοισιν ἀεικέα λοιγὸν ἀμῦναι,399ὁππότε μιν ξυνδῆσαι Ὀλύμπιοι ἤθελον ἄλλοι400Ἥρητ’ἠδὲ Ποσειδάων καὶ Παλλὰς Ἀθήνη ·401ἀλλὰ σὺ τόν γ’ἐλθοῦσα θεὰ ὑπελύσαο δεσμῶν,402ὦχ’ἑκατόγχειρον καλέσασ’ἐς μακρὸν Ὄλυμπον,403ὃν Βριάρεων καλέουσι θεοί, ἄνδρες δέτε πάντες404Αἰγαίων’, ὃ γὰρ αὖτε βίην οὗ πατρὸς ἀμείνων ·405ὅς ῥα παρὰ Κρονίωνι καθέζετο κύδεϊ γαίων ·406τὸν καὶ ὑπέδεισαν μάκαρες θεοὶ οὐ δ’ἔτ’ἔδησαν.407τῶν νῦν μιν μνήσασα παρέζεο καὶ λαβὲ γούνων408αἴ κέν πως ἐθέλῃσιν ἐπὶ Τρώεσσιν ἀρῆξαι,409τοὺς δὲ κατὰ πρύμναςτε καὶ ἀμφ’ἅλα ἔλσαι Ἀχαιοὺς410κτεινομένους, ἵνα πάντες ἐπαύρωνται βασιλῆος,411γνῷ δὲ καὶ Ἀτρεΐδης εὐρὺ κρείων Ἀγαμέμνων412ἣν ἄτην ὅτ’ἄριστον Ἀχαιῶν οὐδὲν ἔτισεν.
τὸν δ’ἠμείβετ’ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα ·
414428ὤ μοι τέκνον ἐμόν, τί νύ σ’ἔτρεφον αἰνὰ τεκοῦσα;415αἴθ’ὄφελες παρὰ νηυσὶν ἀδάκρυτος καὶ ἀπήμων416ἧσθαι, ἐπεί νύ τοι αἶσα μίνυνθά περ οὔ τι μάλα δήν ·417νῦν δ’ἅματ’ὠκύμορος καὶ ὀϊζυρὸς περὶ πάντων418ἔπλεο · τώ σε κακῇ αἴσῃ τέκον ἐν μεγάροισι.419τοῦτο δέ τοι ἐρέουσα ἔπος Διὶ τερπικεραύνῳ420εἶμ’αὐτὴ πρὸς Ὄλυμπον ἀγάννιφον αἴ κε πίθηται.421ἀλλὰ σὺ μὲν νῦν νηυσὶ παρήμενος ὠκυπόροισι422μήνι’Ἀχαιοῖσιν, πολέμου δ’ἀποπαύεο πάμπαν ·423Ζεὺς γὰρ ἐς Ὠκεανὸν μετ’ἀμύμονας Αἰθιοπῆας424χθιζὸς ἔβη κατὰ δαῖτα, θεοὶ δ’ἅμα πάντες ἕποντο ·425δωδεκάτῃ δέ τοι αὖτις ἐλεύσεται Οὔλυμπον δέ,426καὶ τότ’ἔπειτά τοι εἶμι Διὸς ποτὶ χαλκοβατὲς δῶ,427καί μιν γουνάσομαι καί μιν πείσεσθαι ὀΐω.
ὣς ἄρα φωνήσασ’ἀπεβήσετο, τὸν δὲ λίπ’αὐτοῦ
429χωόμενον κατὰ θυμὸν ἐϋζώνοιο γυναικὸς
430τήν ῥα βίῃ ἀέκοντος ἀπηύρων · αὐτὰρ Ὀδυσσεὺς
431ἐς Χρύσην ἵκανεν ἄγων ἱερὴν ἑκατόμβην.
432οἳ δ’ὅτε δὴ λιμένος πολυβενθέος ἐντὸς ἵκοντο
433ἱστία μὲν στείλαντο, θέσαν δ’ἐν νηῒ μελαίνῃ,
434ἱστὸν δ’ἱστοδόκῃ πέλασαν προτόνοισιν ὑφέντες
435καρπαλίμως, τὴν δ’εἰς ὅρμον προέρεσσαν ἐρετμοῖς.
436ἐκ δ’εὐνὰς ἔβαλον, κατὰ δὲ πρυμνήσι’ἔδησαν ·
437ἐκ δὲ καὶ αὐτοὶ βαῖνον ἐπὶ ῥηγμῖνι θαλάσσης,
438ἐκ δ’ἑκατόμβην βῆσαν ἑκηβόλῳ Ἀπόλλωνι ·
439ἐκ δὲ Χρυσηῒς νηὸς βῆ ποντοπόροιο.
440τὴν μὲν ἔπειτ’ἐπὶ βωμὸν ἄγων πολύμητις Ὀδυσσεὺς
441πατρὶ φίλῳ ἐν χερσὶ τίθει καί μιν προσέειπεν ·
442446ὦ Χρύση, πρό μ’ἔπεμψεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων443παῖδάτε σοὶ ἀγέμεν, Φοίβῳθ’ἱερὴν ἑκατόμβην444ῥέξαι ὑπὲρ Δαναῶν ὄφρ’ἱλασόμεσθα ἄνακτα,445ὃς νῦν Ἀργείοισι πολύστονα κήδε’ἐφῆκεν.
ὣς εἰπὼν ἐν χερσὶ τίθει, ὃ δὲ δέξατο χαίρων
447παῖδα φίλην · τοὶ δ’ὦκα θεῷ ἱερὴν ἑκατόμβην
448ἑξείης ἔστησαν ἐΰδμητον περὶ βωμόν,
449χερνίψαντο δ’ἔπειτα καὶ οὐλοχύτας ἀνέλοντο.
450τοῖσιν δὲ Χρύσης μεγάλ’εὔχετο χεῖρας ἀνασχών ·
451457κλῦθί μευ ἀργυρότοξ’, ὃς Χρύσην ἀμφιβέβηκας452Κίλλαντε ζαθέην Τενέδοιότε ἶφι ἀνάσσεις ·453ἦ μὲν δή ποτ’ἐμεῦ πάρος ἔκλυες εὐξαμένοιο,454τίμησας μὲν ἐμέ, μέγα δ’ἴψαο λαὸν Ἀχαιῶν ·455ἠδ’ἔτι καὶ νῦν μοι τόδ’ἐπικρήηνον ἐέλδωρ ·456ἤδη νῦν Δαναοῖσιν ἀεικέα λοιγὸν ἄμυνον.
ὣς ἔφατ’εὐχόμενος, τοῦ δ’ἔκλυε Φοῖβος Ἀπόλλων.
458αὐτὰρ ἐπεί ῥ’εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
459αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
460μηρούςτ’ἐξέταμον κατάτε κνίσῃ ἐκάλυψαν
461δίπτυχα ποιήσαντες, ἐπ’αὐτῶν δ’ὠμοθέτησαν ·
462καῖε δ’ἐπὶ σχίζῃς ὁ γέρων, ἐπὶ δ’αἴθοπα οἶνον
463λεῖβε · νέοι δὲ παρ’αὐτὸν ἔχον πεμπώβολα χερσίν.
464αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
465μίστυλλόντ’ἄρα τα- τἆλλα καὶ ἀμφ’ὀβελοῖσιν ἔπειραν,
466ὤπτησάντε περιφραδέως, ἐρύσαντότε πάντα.
467αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντότε δαῖτα
468δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
469αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
470κοῦροι μὲν κρητῆρας ἐπεστέψαντο ποτοῖο,
471νώμησαν δ’ἄρα πᾶσιν ἐπαρξάμενοι δεπάεσσιν ·
472οἳ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο
473καλὸν ἀείδοντες παιήονα κοῦροι Ἀχαιῶν
474μέλποντες ἑκάεργον · ὃ δὲ φρένα τέρπετ’ἀκούων.
475ἦμος δ’ἠέλιος κατέδυ καὶ ἐπὶ κνέφας ἦλθε,
476δὴ τότε κοιμήσαντο παρὰ πρυμνήσια νηός ·
477ἦμος δ’ἠριγένεια φάνη ῥοδοδάκτυλος Ἠώς,
478καὶ τότ’ἔπειτ’ἀνάγοντο μετὰ στρατὸν εὐρὺν Ἀχαιῶν ·
479τοῖσιν δ’ἴκμενον οὖρον ἵει ἑκάεργος Ἀπόλλων ·
480οἳ δ’ἱστὸν στήσαντ’ἀνάθ’ἱστία λευκὰ πέτασσαν,
481ἐν δ’ἄνεμος πρῆσεν μέσον ἱστίον, ἀμφὶ δὲ κῦμα
482στείρῃ πορφύρεον μεγάλ’ἴαχε νηὸς ἰούσης ·
483ἣ δ’ἔθεεν κατὰ κῦμα διαπρήσσουσα κέλευθον.
484αὐτὰρ ἐπεί ῥ’ἵκοντο κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν,
485νῆα μὲν οἵ γε μέλαιναν ἐπ’ἠπείροιο ἔρυσσαν
486ὑψοῦ ἐπὶ ψαμάθοις, ὑπὸ δ’ἕρματα μακρὰ τάνυσσαν ·
487αὐτοὶ δ’ἐσκίδναντο κατὰ κλισίαςτε νέαςτε.
488αὐτὰρ ὃ μήνιε νηυσὶ παρήμενος ὠκυπόροισι
489διογενὴς Πηλῆος υἱὸς πόδας ὠκὺς Ἀχιλλεύς ·
490οὔτέ ποτ’εἰς ἀγορὴν πωλέσκετο κυδιάνειραν
491οὔτέ ποτ’ἐς πόλεμον, ἀλλὰ φθινύθεσκε φίλον κῆρ
492αὖθι μένων, ποθέεσκε δ’ἀϋτήντε πτόλεμόντε.
493ἀλλ’ὅτε δή ῥ’ἐκ τοῖο δυωδεκάτη γένετ’ἠώς,
494καὶ τότε δὴ πρὸς Ὄλυμπον ἴσαν θεοὶ αἰὲν ἐόντες
495πάντες ἅμα, Ζεὺς δ’ἦρχε · Θέτις δ’οὐ λήθετ’ἐφετμέων
496παιδὸς ἑοῦ, ἀλλ’ἥ γ’ἀνεδύσετο κῦμα θαλάσσης.
497ἠερίη δ’ἀνέβη μέγαν οὐρανὸν Οὔλυμπόντε.
498εὗρεν δ’εὐρύοπα Κρονίδην ἄτερ ἥμενον ἄλλων
499ἀκροτάτῃ κορυφῇ πολυδειράδος Οὐλύμποιο ·
500καί ῥα πάροιθ’αὐτοῖο καθέζετο, καὶ λάβε γούνων
501σκαιῇ, δεξιτερῇ δ’ἄρ’ὑπ’ἀνθερεῶνος ἑλοῦσα
502λισσομένη προσέειπε Δία Κρονίωνα ἄνακτα ·
503511Ζεῦ πάτερ εἴ ποτε δή σε μετ’ἀθανάτοισιν ὄνησα504ἢ ἔπει ἢ ἔργῳ, τόδε μοι κρήηνον ἐέλδωρ ·505τίμησόν μοι υἱὸν ὃς ὠκυμορώτατος ἄλλων506ἔπλετ’· ἀτάρ μιν νῦν γε ἄναξ ἀνδρῶν Ἀγαμέμνων507ἠτίμησεν · ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.508ἀλλὰ σύ πέρ μιν τῖσον Ὀλύμπιε μητίετα Ζεῦ ·509τόφρα δ’ἐπὶ Τρώεσσι τίθει κράτος ὄφρ’ἂν Ἀχαιοὶ510υἱὸν ἐμὸν τίσωσιν ὀφέλλωσίντέ ἑ τιμῇ.
ὣς φάτο · τὴν δ’οὔ τι προσέφη νεφεληγερέτα Ζεύς,
512ἀλλ’ἀκέων δὴν ἧστο · Θέτις δ’ὡς ἥψατο γούνων
513ὣς ἔχετ’ἐμπεφυυῖα, καὶ εἴρετο δεύτερον αὖτις ·
514517νημερτὲς μὲν δή μοι ὑπόσχεο καὶ κατάνευσον515ἢ ἀπόειπ’, ἐπεὶ οὔ τοι ἔπι δέος, ὄφρ’ἐῢ εἰδέω516ὅσσον ἐγὼ μετὰ πᾶσιν ἀτιμοτάτη θεός εἰμι.
τὴν δὲ μέγ’ὀχθήσας προσέφη νεφεληγερέτα Ζεύς ·
518528ἦ δὴ λοίγια ἔργ’ὅτέ μ’ἐχθοδοπῆσαι ἐφήσεις519Ἥρῃ ὅτ’ἄν μ’ἐρέθῃσιν ὀνειδείοις ἐπέεσσιν ·520ἣ δὲ καὶ αὔτως μ’αἰεὶ ἐν ἀθανάτοισι θεοῖσι521νεικεῖ, καίτέ μέ φησι μάχῃ Τρώεσσιν ἀρήγειν.522ἀλλὰ σὺ μὲν νῦν αὖτις ἀπόστιχε μή τι νοήσῃ523Ἥρη · ἐμοὶ δέ κε ταῦτα μελήσεται ὄφρα τελέσσω ·524εἰ δ’ἄγε τοι κεφαλῇ κατανεύσομαι ὄφρα πεποίθῃς ·525τοῦτο γὰρ ἐξ ἐμέθεν γε μετ’ἀθανάτοισι μέγιστον526τέκμωρ · οὐ γὰρ ἐμὸν παλινάγρετον οὐ δ’ἀπατηλὸν527οὐ δ’ἀτελεύτητον ὅ τί κεν κεφαλῇ κατανεύσω.
ἦ καὶ κυανέῃσιν ἐπ’ὀφρύσι νεῦσε Κρονίων ·
529ἀμβρόσιαι δ’ἄρα χαῖται ἐπερρώσαντο ἄνακτος
530κρατὸς ἀπ’ἀθανάτοιο · μέγαν δ’ἐλέλιξεν Ὄλυμπον.
531τώ γ’ὣς βουλεύσαντε διέτμαγεν · ἣ μὲν ἔπειτα
532εἰς ἅλα ἆλτο βαθεῖαν ἀπ’αἰγλήεντος Ὀλύμπου,
533Ζεὺς δὲ ἑὸν πρὸς δῶμα · θεοὶ δ’ἅμα πάντες ἀνέσταν
534ἐξ ἑδέων σφοῦ πατρὸς ἐναντίον · οὐ δέ τις ἔτλη
535μεῖναι ἐπερχόμενον, ἀλλ’ἀντίοι ἔσταν ἅπαντες.
536ὣς ὃ μὲν ἔνθα καθέζετ’ἐπὶ θρόνου · οὐ δέ μιν Ἥρη
537ἠγνοίησεν ἰδοῦσ’ὅτι οἱ συμφράσσατο βουλὰς
538ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος.
539αὐτίκα κερτομίοισι Δία Κρονίωνα προσηύδα ·
540544τίς δ’αὖ τοι δολομῆτα θεῶν συμφράσσατο βουλάς;541αἰεί τοι φίλον ἐστὶν ἐμεῦ ἀπὸ νόσφιν ἐόντα542κρυπτάδια φρονέοντα δικαζέμεν · οὐ δέ τί πώ μοι543πρόφρων τέτληκας εἰπεῖν ἔπος ὅττι νοήσῃς.
τὴν δ’ἠμείβετ’ἔπειτα πατὴρ ἀνδρῶντε θεῶντε ·
545551Ἥρη μὴ δὴ πάντας ἐμοὺς ἐπιέλπεο μύθους546εἰδήσειν · χαλεποί τοι ἔσοντ’ἀλόχῳ περ ἐούσῃ ·547ἀλλ’ὃν μέν κ’ἐπιεικὲς ἀκουέμεν οὔ τις ἔπειτα548οὔτε θεῶν πρότερος τὸν εἴσεται οὔτ’ἀνθρώπων ·549ὃν δέ κ’ἐγὼν ἀπάνευθε θεῶν ἐθέλωμι νοῆσαι550μή τι σὺ ταῦτα ἕκαστα διείρεο μη δὲ μετάλλα.
τὸν δ’ἠμείβετ’ἔπειτα βοῶπις πότνια Ἥρη ·
552560αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες;553καὶ λίην σε πάρος γ’οὔτ’εἴρομαι οὔτε μεταλλῶ,554ἀλλὰ μάλ’εὔκηλος τὰ φράζεαι ἅσσ’ἐθέλῃσθα.555νῦν δ’αἰνῶς δείδοικα κατὰ φρένα μή σε παρείπῃ556ἀργυρόπεζα Θέτις θυγάτηρ ἁλίοιο γέροντος ·557ἠερίη γὰρ σοί γε παρέζετο καὶ λάβε γούνων ·558τῇ σ’ὀΐω κατανεῦσαι ἐτήτυμον ὡς Ἀχιλῆα559τιμήσῃς, ὀλέσῃς δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
τὴν δ’ἀπαμειβόμενος προσέφη νεφεληγερέτα Ζεύς ·
561568δαιμονίη αἰεὶ μὲν ὀΐεαι οὐ δέ σε λήθω ·562πρῆξαι δ’ἔμπης οὔ τι δυνήσεαι, ἀλλ’ἀπὸ θυμοῦ563μᾶλλον ἐμοὶ ἔσεαι · τὸ δέ τοι καὶ ῥίγιον ἔσται.564εἰ δ’οὕτω τοῦτ’ἐστὶν ἐμοὶ μέλλει φίλον εἶναι ·565ἀλλ’ἀκέουσα κάθησο, ἐμῷ δ’ἐπιπείθεο μύθῳ,566μή νύ τοι οὐ χραίσμωσιν ὅσοι θεοί εἰσ’ἐν Ὀλύμπῳ567ἆσσον ἰόνθ’, ὅτε κέν τοι ἀάπτους χεῖρας ἐφείω.
ὣς ἔφατ’ἔδεισεν δὲ βοῶπις πότνια Ἥρη,
569καί ῥ’ἀκέουσα καθῆστο ἐπιγνάμψασα φίλον κῆρ ·
570ὄχθησαν δ’ἀνὰ δῶμα Διὸς θεοὶ Οὐρανίωνες ·
571τοῖσιν δ’Ἥφαιστος κλυτοτέχνης ἦρχ’ἀγορεύειν
572μητρὶ φίλῃ ἐπίηρα φέρων λευκωλένῳ Ἥρῃ ·
573584ἦ δὴ λοίγια ἔργα τάδ’ἔσσεται οὐ δ’ἔτ’ἀνεκτά,574εἰ δὴ σφὼ ἕνεκα θνητῶν ἐριδαίνετον ὧδε,575ἐν δὲ θεοῖσι κολῳὸν ἐλαύνετον · οὐ δέ τι δαιτὸς576ἐσθλῆς ἔσσεται ἦδος, ἐπεὶ τὰ χερείονα νικᾷ.577μητρὶ δ’ἐγὼ παράφημι καὶ αὐτῇ περ νοεούσῃ578πατρὶ φίλῳ ἐπίηρα φέρειν Διί, ὄφρα μὴ αὖτε579νεικείῃσι πατήρ, σὺν δ’ἡμῖν δαῖτα ταράξῃ.580εἴ περ γάρ κ’ἐθέλῃσιν Ὀλύμπιος ἀστεροπητὴς581ἐξ ἑδέων στυφελίξαι · ὃ γὰρ πολὺ φέρτατός ἐστιν.582ἀλλὰ σὺ τὸν ἐπέεσσι καθάπτεσθαι μαλακοῖσιν ·583αὐτίκ’ἔπειθ’ἵλαος Ὀλύμπιος ἔσσεται ἡμῖν.
ὣς ἄρ’ἔφη καὶ ἀναΐξας δέπας ἀμφικύπελλον
585μητρὶ φίλῃ ἐν χειρὶ τίθει καί μιν προσέειπε ·
586595τέτλαθι μῆτερ ἐμή, καὶ ἀνάσχεο κηδομένη περ,587μή σε φίλην περ ἐοῦσαν ἐν ὀφθαλμοῖσιν ἴδωμαι588θεινομένην, τότε δ’οὔ τι δυνήσομαι ἀχνύμενός περ589χραισμεῖν · ἀργαλέος γὰρ Ὀλύμπιος ἀντιφέρεσθαι ·590ἤδη γάρ με καὶ ἄλλοτ’ἀλεξέμεναι μεμαῶτα591ῥῖψε ποδὸς τεταγὼν ἀπὸ βηλοῦ θεσπεσίοιο,592πᾶν δ’ἦμαρ φερόμην, ἅμα δ’ἠελίῳ καταδύντι593κάππεσον ἐν Λήμνῳ, ὀλίγος δ’ἔτι θυμὸς ἐνῆεν ·594ἔνθά με Σίντιες ἄνδρες ἄφαρ κομίσαντο πεσόντα.
ὣς φάτο, μείδησεν δὲ θεὰ λευκώλενος Ἥρη,
596μειδήσασα δὲ παιδὸς ἐδέξατο χειρὶ κύπελλον ·
597αὐτὰρ ὃ τοῖς ἄλλοισι θεοῖς ἐνδέξια πᾶσιν
598οἰνοχόει γλυκὺ νέκταρ ἀπὸ κρητῆρος ἀφύσσων ·
599ἄσβεστος δ’ἄρ’ἐνῶρτο γέλως μακάρεσσι θεοῖσιν
600ὡς ἴδον Ἥφαιστον διὰ δώματα ποιπνύοντα.
601ὣς τότε μὲν πρόπαν ἦμαρ ἐς ἠέλιον καταδύντα
602δαίνυντ’, οὐ δέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης,
603οὐ μὲν φόρμιγγος περικαλλέος ἣν ἔχ’Ἀπόλλων,
604Μουσάωνθ’αἳ ἄειδον ἀμειβόμεναι ὀπὶ καλῇ.
605αὐτὰρ ἐπεὶ κατέδυ λαμπρὸν φάος ἠελίοιο,
606οἳ μὲν κακκείοντες ἔβαν οἶκον δὲ ἕκαστος,
607ἧχι ἑκάστῳ δῶμα περικλυτὸς ἀμφιγυήεις
608Ἥφαιστος ποίησεν ἰδυίῃσι πραπίδεσσι ·
609Ζεὺς δὲ πρὸς ὃν λέχος ἤϊ’Ὀλύμπιος ἀστεροπητής,
610ἔνθα πάρος κοιμᾶθ’ὅτε μιν γλυκὺς ὕπνος ἱκάνοι ·
611ἔνθα καθεῦδ’ἀναβάς, παρὰ δὲ χρυσόθρονος Ἥρη.