Sophocles

Women of Trachis    —    Τραχίνιαι

1 λόγος μέν εστ᾽ αρχαῖος ανθρώπων φανείς,
2ὡς ουκ ὰν αιῶν᾽ εκμάθοις βροτῶν, πρὶν ὰν
3θάνῃ τις, ού τ᾽ ει χρηστὸς ού τ᾽ εί τῳ κακός:

4εγὼ δὲ τὸν εμόν, καὶ πρὶν εις Ἅιδου μολεῖν,
5έξοιδ᾽ έχουσα δυστυχῆ τε καὶ βαρύν,
6ἥτις πατρὸς μὲν εν δόμοισιν Οινέως
7ναίουσ᾽ έτ᾽ εν Πλευρῶνι νυμφείων όκνον
8άλγιστον έσχον, εί τις Αιτωλὶς γυνή.

9μνηστὴρ γὰρ ῆν μοι ποταμός, Αχελῷον λέγω,
10ὅς μ᾽ εν τρισὶν μορφαῖσιν εξῄτει πατρός,
11φοιτῶν εναργὴς ταῦρος, άλλοτ᾽ αιόλος
12δράκων ἑλικτός, άλλοτ᾽ ανδρείῳ κύτει
13βούπρῳρος
εκ δὲ δασκίου γενειάδος
14κρουνοὶ διερραίνοντο κρηναίου ποτοῦ

15τοιόνδ᾽ εγὼ μνηστῆρα προσδεδεγμένη
16δύστηνος αιεὶ κατθανεῖν επηυχόμην,
17πρὶν τῆσδε κοίτης εμπελασθῆναί ποτε

18χρόνῳ δ᾽ εν ὑστέρῳ μέν, ασμένῃ δέ μοι,
19 κλεινὸς ῆλθε Ζηνὸς Αλκμήνης τε παῖς:

20ὃς εις αγῶνα τῷδε συμπεσὼν μάχης
21εκλύεταί με
καὶ τρόπον μὲν ὰν πόνων
22ουκ ὰν διείποιμ᾽
ου γὰρ οῖδ᾽ αλλ᾽ ὅστις ῆν
23θακῶν αταρβὴς τῆς θέας, ὅδ᾽ ὰν λέγοι

24εγὼ γὰρ ἥμην εκπεπληγμένη φόβῳ
25μή μοι τὸ κάλλος άλγος εξεύροι ποτέ

26τέλος δ᾽ έθηκε Ζεὺς αγώνιος καλῶς,
27ει δὴ καλῶς.
λέχος γὰρ Ἡρακλεῖ κριτὸν
28ξυστᾶσ᾽ αεί τιν᾽ εκ φόβου φόβον τρέφω,
29κείνου προκηραίνουσα
νὺξ γὰρ εισάγει
30καὶ νὺξ απωθεῖ διαδεδεγμένη πόνον

31κἀφύσαμεν δὴ παῖδας, οὓς κεῖνός ποτε,
32γῄτης ὅπως άρουραν έκτοπον λαβών,
33σπείρων μόνον προσεῖδε κἀξαμῶν ἅπαξ.

34τοιοῦτος αιὼν εις δόμους τε κἀκ δόμων
35αιεὶ τὸν άνδρ᾽ έπεμπε λατρεύοντά τῳ

36νῦν δ᾽ ἡνίκ᾽ άθλων τῶνδ᾽ ὑπερτελὴς έφυ,
37ενταῦθα δὴ μάλιστα ταρβήσασ᾽ έχω

38εξ οὗ γὰρ έκτα κεῖνος Ιφίτου βίαν,
39ἡμεῖς μὲν εν Τραχῖνι τῇδ᾽ ανάστατοι
40ξένῳ παρ᾽ ανδρὶ ναίομεν, κεῖνος δ᾽ ὅπου
41βέβηκεν ουδεὶς οῖδε
πλὴν εμοὶ πικρὰς
42ωδῖνας αυτοῦ προσβαλὼν αποίχεται.

43σχεδὸν δ᾽ επίσταμαί τι πῆμ᾽ έχοντά νιν

44χρόνον γὰρ ουχὶ βαιόν, αλλ᾽ ήδη δέκα
45μῆνας πρὸς άλλοις πέντ᾽ ακήρυκτος μένει

46κἀστίν τι δεινὸν πῆμα
τοιαύτην εμοὶ
47δέλτον λιπὼν έστειχε, τὴν εγὼ θαμὰ
48θεοῖς αρῶμαι πημονῆς άτερ λαβεῖν

49δέσποινα Δῃάνειρα, πολλὰ μέν σ᾽ εγὼ
50κατεῖδον ήδη πανδάκρυτ᾽ οδύρματα
51τὴν Ἡράκλειον έξοδον γοωμένην

52νῦν δ᾽, ει δίκαιον τοὺς ελευθέρους φρενοῦν
53γνώμαισι δούλαις, κἀμὲ χρὴ φράσαι τὸ σόν:

54πῶς παισὶ μὲν τοσοῖσδε πληθύεις, ατὰρ
55ανδρὸς κατὰ ζήτησιν ου πέμπεις τινά,
56μάλιστα δ᾽ ὅνπερ εικὸς Ὕλλον, ει πατρὸς
57νέμοι τιν᾽ ώραν τοῦ καλῶς πράσσειν δοκεῖν;

58εγγὺς δ᾽ ὅδ᾽ αυτὸς αρτίπους θρῴσκει δόμους,
59ὥστ᾽ εί τί σοι πρὸς καιρὸν εννέπειν δοκῶ,
60πάρεστι χρῆσθαι τἀνδρὶ τοῖς τ᾽ εμοῖς λόγοις

61 τέκνον, παῖ, κἀξ αγεννήτων άρα
62μῦθοι καλῶς πίπτουσιν
ἥδε γὰρ γυνὴ
63δούλη μέν, είρηκεν δ᾽ ελεύθερον λόγον.

64 ποῖον ;
δίδαξον, μῆτερ, ει διδακτά μοι.
65σὲ πατρὸς οὕτω δαρὸν εξενωμένου
66τὸ μὴ πυθέσθαι ποῦ στιν, αισχύνην φέρειν

67αλλ᾽ οῖδα, μύθοις εί τι πιστεύειν χρεών

68καὶ ποῦ κλύεις νιν, τέκνον, ἱδρῦσθαι χθονός

69τὸν μὲν παρελθόντ᾽ άροτον εν μήκει χρόνου
70Λυδῇ γυναικί φασί νιν λάτριν πονεῖν

71πᾶν τοίνυν, ει καὶ τοῦτ᾽ έτλη, κλύοι τις άν

72αλλ᾽ εξαφεῖται τοῦδέ γ᾽, ὡς εγὼ κλύω

73ποῦ δῆτα νῦν ζῶν θανὼν αγγέλλεται

74Ευβοΐδα χώραν φασίν, Ευρύτου πόλιν,
75επιστρατεύειν αυτὸν μέλλειν έτι

76ᾶρ᾽ οῖσθα δῆτ᾽, τέκνον, ὡς έλειπέ μοι
77μαντεῖα πιστὰ τῆσδε τῆς χώρας πέρι

78τὰ ποῖα, μῆτερ;
τὸν λόγον γὰρ αγνοῶ
79ὡς τελευτὴν τοῦ βίου μέλλει τελεῖν
80 τοῦτον άρας ᾶθλον εις τό γ᾽ ὕστερον
81τὸν λοιπὸν ήδη βίοτον ευαίων᾽ έχειν.

82εν οῦν ῥοπῇ, τοιᾷδε κειμένῳ, τέκνον,
83ουκ εῖ ξυνέρξων, ἡνίκ᾽ σεσώσμεθα
84[ἢ πίπτομεν σοῦ πατρὸς εξολωλότος]
85κείνου βίον σώσαντος, οιχόμεσθ᾽ ἅμα

86αλλ᾽ εῖμι, μῆτερ
ει δὲ θεσφάτων εγὼ
87βάξιν κατῄδη τῶνδε, κἂν πάλαι παρῆ

88νῦν δ᾽ ξυνήθης πότμος ουκ εία πατρὸς
89ἡμᾶς προταρβεῖν ου δὲ δειμαίνειν άγαν

90νῦν δ᾽ ὡς ξυνίημ᾽, ουδὲν ελλείψω τὸ μὴ ου
91πᾶσαν πυθέσθαι τῶνδ᾽ αλήθειαν πέρι

92χώρει νυν, παῖ
καὶ γὰρ ὑστέρῳ τό γ᾽ εῦ
93πράσσειν, επεὶ πύθοιτο, κέρδος εμπολᾷ

94ὃν αιόλα νὺξ εναριζομένα
95τίκτει κατευνάζει τε, φλογιζόμενον
96Ἅλιον Ἅλιον αιτῶ
97τοῦτο καρῦξαι, τὸν Αλκμήνας πόθι μοι πόθι παῖς
98ναίει ποτ᾽, λαμπρᾷ στεροπᾷ φλεγέθων,
99 ποντίας αυλῶνος δισσαῖσιν απείροις κλιθείς,
101είπ᾽, κρατιστεύων κατ᾽ όμμα.

102ποθουμένᾳ γὰρ φρενὶ πυνθάνομαι
103τὰν αμφινεικῆ Δηιάνειραν αεί,
104οἷά τιν᾽ άθλιον όρνιν,
106ούποτ᾽ ευνάζειν αδακρύτων βλεφάρων πόθον, αλλ᾽
107εύμναστον ανδρὸς δεῖμα τρέφουσαν ὁδοῦ
108ενθυμίοις ευναῖς ανανδρώτοισι τρύχεσθαι, κακὰν
111δύστανον ελπίζουσαν αῖσαν.

112πολλὰ γὰρ ὥστ᾽ ακάμαντος νότου βορέα τις
113κύματ᾽ ὰν ευρέϊ πόντῳ βάντ᾽ επιόντα τ᾽ ίδοι,
114οὕτῶ δὲ τὸν Καδμογενῆ τρέφει, τὸ δ᾽ αύξει,
115βιότου πολύπονον ὥσπερ πέλαγος
116Κρήσιον
αλλά τις θεῶν αιὲν αναμπλάκητον Ἅιδα
121σφε δόμων ερύκει

122ὧν επιμεμφομένα σ᾽ ἁδεῖα μέν, αντία δ᾽ οίσω.

123φαμὶ γὰρ ουκ αποτρύειν ελπίδα τὰν αγαθὰν
126χρῆναί σ᾽
ανάλγητα γὰρ ου δ᾽ πάντα κραίνων βασιλεὺς επέβαλε θνατοῖς Κρονίδας
127αλλ᾽ επὶ πῆμα καὶ χαρὰ πᾶσι κυκλοῦσιν, οἷον
128άρκτου στροφάδες κέλευθοι.

131μένει γὰρ ού τ᾽ αιόλα
132νὺξ βροτοῖσιν ού τε κῆρες ού τε
133πλοῦτος, αλλ᾽ άφαρ
134βέβακε, τῷ δ᾽ επέρχεται
135χαίρειν τε καὶ στέρεσθαι

136 καὶ σὲ τὰν άνασσαν ελπίσιν λέγω
137τάδ᾽ αιὲν ίσχειν
επεὶ τίς ὧδε
138τέκνοισι Ζῆν᾽ άβουλον εῖδεν;

141πεπυσμένη μέν, ὡς απεικάσαι, πάρει
142πάθημα τοὐμόν
ὡς δ᾽ εγὼ θυμοφθορῶ,
143μήτ᾽ εκμάθοις παθοῦσα νῦν δ᾽ άπειρος εῖ

144τὸ γὰρ νεάζον εν τοιοῖσδε βόσκεται
145χώροισιν αὑτοῦ, καί νιν ου θάλπος θεοῦ
146ου δ᾽ όμβρος ου δὲ πνευμάτων ουδὲν κλονεῖ,
147αλλ᾽ ἡδοναῖς άμοχθον εξαίρει βίον
148ες τοῦθ᾽ ἕως τις αντὶ παρθένου γυνὴ
149κληθῇ λάβῃ τ᾽ εν νυκτὶ φροντίδων μέρος,
150ήτοι πρὸς ανδρὸς τέκνων φοβουμένη

151τότ᾽ άν τις εισίδοιτο, τὴν αὑτοῦ σκοπῶν
152πρᾶξιν, κακοῖσιν οἷς εγὼ βαρύνομαι

153πάθη μὲν οῦν δὴ πόλλ᾽ έγωγ᾽ εκλαυσάμην

154ἓν δ᾽, οἷον ούπω πρόσθεν, αυτίκ᾽ εξερῶ.

155ὁδὸν γὰρ ῆμος τὴν τελευταίαν άναξ
156ὡρμᾶτ᾽ απ᾽ οίκων Ἡρακλῆς, τότ᾽ εν δόμοις
157λείπει παλαιὰν δέλτον εγγεγραμμένην
158ξυνθήμαθ᾽, ἁμοὶ πρόσθεν ουκ έτλη ποτέ,
159πολλοὺς αγῶνας εξιών, ούπω φράσαι,
160αλλ᾽ ὥς τι δράσων εἷρπε κοὐ θανούμενος

161νῦν δ᾽ ὡς έτ᾽ ουκ ὼν εῖπε μὲν λέχους τι
162χρείη μ᾽ ἑλέσθαι κτῆσιν εῖπε δ᾽ ἣν τέκνοις
163μοῖραν πατρῴας γῆς διαιρετὸν νέμοι,
164χρόνον προτάξας ὡς τρίμηνον ἡνίκα
165χώρας απείη κἀνιαύσιον βεβώς,
166τότ᾽ θανεῖν χρείη σφε τῷδε τῷ χρόνῳ
167 τοῦθ᾽ ὑπεκδραμόντα τοῦ χρόνου τέλος
168τὸ λοιπὸν ήδη ζῆν αλυπήτῳ βίῳ.

169τοιαῦτ᾽ έφραζε πρὸς θεῶν εἱμαρμένα
170τῶν Ἡρακλείων εκτελευτᾶσθαι πόνων,
171ὡς τὴν παλαιὰν φηγὸν αυδῆσαί ποτε
172Δωδῶνι δισσῶν εκ Πελειάδων έφη

173καὶ τῶνδε ναμέρτεια συμβαίνει χρόνου
174τοῦ νῦν παρόντος, ὡς τελεσθῆναι χρεών:

175ὥσθ᾽ ἡδέως εὕδουσαν εκπηδᾶν εμὲ
176φόβῳ, φίλαι, ταρβοῦσαν, εί με χρὴ μένειν
177πάντων αρίστου φωτὸς εστερημένην.

178ευφημίαν νῦν ίσχ᾽
επεὶ καταστεφῆ
179στείχονθ᾽ ὁρῶ τιν᾽ άνδρα πρὸς χαρὰν λόγων.

180δέσποινα Δῃάνειρα, πρῶτος αγγέλων
181όκνου σε λύσω
τὸν γὰρ Αλκμήνης τόκον
182καὶ ζῶντ᾽ επίστω καὶ κρατοῦντα κἀκ μάχης
183άγοντ᾽ απαρχὰς θεοῖσι τοῖς εγχωρίοις

184τίν᾽ εῖπας, γεραιέ, τόνδε μοι λόγον

185τάχ᾽ ες δόμους σοὺς τὸν πολύζηλον πόσιν
186ἥξειν φανέντα σὺν κράτει νικηφόρῳ.

187καὶ τοῦ τόδ᾽ αστῶν ξένων μαθὼν λέγεις

188εν βουθερεῖ λειμῶνι πρὸς πολλοὺς θροεῖ
189Λίχας κῆρυξ ταῦτα
τοῦδ᾽ εγὼ κλύων
191απῇξ᾽, ὅπως τοι πρῶτος αγγείλας τάδε
192πρὸς σοῦ τι κερδάναιμι καὶ κτῴμην χάριν

193αυτὸς δὲ πῶς άπεστιν, είπερ ευτυχεῖ

194ουκ ευμαρείᾳ χρώμενος πολλῇ, γύναι.

195κύκλῳ γὰρ αυτὸν Μηλιεὺς ἅπας λεὼς
196κρίνει παραστάς, ου δ᾽ έχει βῆναι πρόσω

197τὸ γὰρ ποθοῦν ἕκαστος εκμαθεῖν θέλων
198ουκ ὰν μεθεῖτο, πρὶν καθ᾽ ἡδονὴν κλύειν

199οὕτως εκεῖνος ουχ ἑκών, ἑκοῦσι δὲ
200ξύνεστιν:
όψει δ᾽ αυτὸν αυτίκ᾽ εμφανῆ Ζεῦ, τὸν Οίτης άτομον ὃς λειμῶν᾽ έχεις,
201έδωκας ἡμῖν αλλὰ σὺν χρόνῳ χαράν

202φωνήσατ᾽, γυναῖκες, αἵ τ᾽ είσω στέγης
203αἵ τ᾽ εκτὸς αυλῆς, ὡς άελπτον όμμ᾽ εμοὶ
204φήμης ανασχὸν τῆσδε νῦν καρπούμεθα

205ανολολυξάτω δόμοις εφεστίοις
206αλαλαγαῖς μελλόνυμφος, εν δὲ
207κοινὸς αρσένων ίτω
208κλαγγὰ τὸν ευφαρέτραν
209Απόλλω προστάταν
ὁμοῦ δὲ
210παιᾶνα παιᾶν᾽ ανάγετ᾽, παρθένοι,
211βοᾶτε τὰν ὁμόσπορον
212Άρτεμιν Ορτυγίαν
213ελαφαβόλον αμφίπυρον,
214γείτονάς τε Νύμφας

215αείρομαι ου δ᾽ απώσομαι
216τὸν αυλόν, τύραννε τᾶς εμᾶς φρενός

217ιδού μ᾽ αναταράσσει,
218ευοῖ μ᾽,
219 κισσὸς άρτι βακχίαν
220ὑποστρέφων ἅμιλλαν
ιὼ ιὼ Παιάν.
221ίδ᾽, φίλα γύναι,
222τάδ᾽ αντίπρῳρα δή σοι
223βλέπειν πάρεστ᾽ εναργῆ

224ὁρῶ, φίλαι γυναῖκες, ου δέ μ᾽ όμματος
226φρουρὰν παρῆλθε, τόνδε μὴ λεύσσειν στόλον:

227χαίρειν δὲ τὸν κήρυκα προυννέπω, χρόνῳ
228πολλῷ φανέντα, χαρτὸν εί τι καὶ φέρεις

229αλλ᾽ εῦ μὲν ἵγμεθ᾽, εῦ δὲ προσφωνούμεθα,
230γύναι, κατ᾽ έργου κτῆσιν
άνδρα γὰρ καλῶς
231πράσσοντ᾽ ανάγκη χρηστὰ κερδαίνειν έπη.

232 φίλτατ᾽ ανδρῶν, πρῶθ᾽ πρῶτα βούλομαι
233δίδαξον, ει ζῶνθ᾽ Ἡρακλῆ προσδέξομαι

234έγωγέ τοι σφ᾽ έλειπον ισχύοντά τε
235καὶ ζῶντα καὶ θάλλοντα κοὐ νόσῳ βαρύν

236ποῦ γῆς;
πατρῴας είτε βαρβάρου; λέγε
237ακτή τις έστ᾽ Ευβοιίς, ένθ᾽ ὁρίζεται
238βωμοὺς τέλη τ᾽ έγκαρπα Κηναίῳ Διί

239ευκταῖα φαίνων απὸ μαντείας τινός;

240ευχαῖς ὅθ᾽ ᾕρει τῶνδ᾽ ανάστατον δορὶ
241χώραν γυναικῶν ὧν ὁρᾷς εν όμμασιν.

242αὗται δέ, πρὸς θεῶν, τοῦ ποτ᾽ εισὶ καὶ τίνες

243οικτραὶ γάρ, ει μὴ ξυμφοραὶ κλέπτουσί με.

244ταύτας εκεῖνος Ευρύτου πέρσας πόλιν
245εξείλεθ᾽ αὑτῷ κτῆμα καὶ θεοῖς κριτόν

246 κἀπὶ ταύτῃ τῇ πόλει τὸν άσκοπον
247χρόνον βεβὼς ῆν ἡμερῶν ανήριθμον

248ούκ, αλλὰ τὸν μὲν πλεῖστον εν Λυδοῖς χρόνον
249κατείχεθ᾽, ὥς φησ᾽ αυτός, ουκ ελεύθερος,
250αλλ᾽ εμποληθείς:
τοῦ λόγου δ᾽ ου χρὴ φθόνον,
251γύναι, προσεῖναι, Ζεὺς ὅτου πράκτωρ φανῇ

252κεῖνος δὲ πραθεὶς Ομφάλῃ τῇ βαρβάρῳ
253ενιαυτὸν εξέπλησεν, ὡς αυτὸς λέγει

254χοὔτως εδήχθη τοῦτο τοὔνειδος λαβὼν
255ὥσθ᾽ ὅρκον αὑτῷ προσβαλὼν διώμοσεν,
256 μὴν τὸν αγχιστῆρα τοῦδε τοῦ πάθους
257ξὺν παιδὶ καὶ γυναικὶ δουλώσειν έτι

258κοὐχ ἡλίωσε τοὔπος, αλλ᾽ ὅθ᾽ ἁγνὸς ῆν,
259στρατὸν λαβὼν επακτὸν έρχεται πόλιν
260τὴν Ευρυτείαν
τόνδε γὰρ μεταίτιον
261μόνον βροτῶν έφασκε τοῦδ᾽ εῖναι πάθους

262ὃς αυτὸν ελθόντ᾽ ες δόμους εφέστιον,
263ξένον παλαιὸν όντα, πολλὰ μὲν λόγοις
264επερρόθησε, πολλὰ δ᾽ ατηρᾷ φρενί,
265λέγων χεροῖν μὲν ὡς άφυκτ᾽ έχων βέλη
266τῶν ὧν τέκνων λείποιτο πρὸς τόξου κρίσιν,
267φωνεῖ δὲ δοῦλος ανδρὸς ὡς ελευθέρου
268ῥαίοιτο
δείπνοις δ᾽ ἡνίκ᾽ ῆν ῳνωμένος,
269έρριψεν εκτὸς αυτόν
ὧν έχων χόλον,
270ὡς ἵκετ᾽ αῦθις Ίφιτος Τιρυνθίαν
271πρὸς κλιτύν, ἵππους νομάδας εξιχνοσκοπῶν,
272τότ᾽ άλλοσ᾽ αυτὸν όμμα, θατέρᾳ δὲ νοῦν
273έχοντ᾽, απ᾽ άκρας ἧκε πυργώδους πλακός.

274έργου δ᾽ ἕκατι τοῦδε μηνίσας άναξ
275 τῶν ἁπάντων Ζεὺς πατὴρ Ολύμπιος
276πρατόν νιν εξέπεμψεν ου δ᾽ ηνέσχετο,
277ὁθούνεκ᾽ αυτὸν μοῦνον ανθρώπων δόλῳ
278έκτεινεν
ει γὰρ εμφανῶς ημύνατο,
279Ζεύς τἂν συνέγνω ξὺν δίκῃ χειρουμένῳ

280ὕβριν γὰρ ου στέργουσιν ου δὲ δαίμονες

281κεῖνοι δ᾽ ὑπερχλίοντες εκ γλώσσης κακῆς
282αυτοὶ μὲν Ἅιδου πάντες είσ᾽ οικήτορες,
283πόλις δὲ δούλη:
τάσδε δ᾽ ἅσπερ εισορᾷς
284εξ ολβίων άζηλον εὑροῦσαι βίον
285χωροῦσι πρὸς σέ
ταῦτα γὰρ πόσις τε σὸς
286εφεῖτ᾽, εγὼ δὲ πιστὸς ὼν κείνῳ τελῶ

287αυτὸν δ᾽ εκεῖνον, εῦτ᾽ ὰν ἁγνὰ θύματα
288ῥέξῃ πατρῴῳ Ζηνὶ τῆς ἁλώσεως,
289φρόνει νιν ὡς ἥξοντα
τοῦτο γὰρ λόγου
290πολλοῦ καλῶς λεχθέντος ἥδιστον κλύειν.

291άνασσα, νῦν σοι τέρψις εμφανὴς κυρεῖ,
292τῶν μὲν παρόντων, τὰ δὲ πεπυσμένῃ λόγῳ

293πῶς δ᾽ ουκ εγὼ χαίροιμ᾽ άν, ανδρὸς ευτυχῆ
294κλύουσα πρᾶξιν τήνδε, πανδίκῳ φρενί

295πολλή στ᾽ ανάγκη τῇδε τοῦτο συντρέχειν

296ὅμως δ᾽ ένεστι τοῖσιν εῦ σκοπουμένοις
297ταρβεῖν τὸν εῦ πράσσοντα, μὴ σφαλῇ ποτε

298εμοὶ γὰρ οῖκτος δεινὸς εισέβη, φίλαι,
299ταύτας ὁρώσῃ δυσπότμους επὶ ξένης
300χώρας αοίκους απάτοράς τ᾽ αλωμένας,
301αἳ πρὶν μὲν ῆσαν εξ ελευθέρων ίσως
302ανδρῶν, τανῦν δὲ δοῦλον ίσχουσιν βίον

303 Ζεῦ τροπαῖε, μή ποτ᾽ εισίδοιμί σε
304πρὸς τοὐμὸν οὕτω σπέρμα χωρήσαντά ποι,
305μη δ᾽, εί τι δράσεις, τῆσδέ γε ζώσης έτι.

306οὕτως εγὼ δέδοικα τάσδ᾽ ὁρωμένη

307 δυστάλαινα, τίς ποτ᾽ εῖ νεανίδων

308άνανδρος τεκνοῦσσα;
πρὸς μὲν γὰρ φύσιν
309πάντων άπειρος τῶνδε, γενναία δέ τις.

310Λίχα, τίνος ποτ᾽ εστὶν ξένη βροτῶν

311τίς τεκοῦσα, τίς δ᾽ φιτύσας πατήρ;

312 έξειπ᾽
επεί νιν τῶνδε πλεῖστον ῴκτισα
313βλέπουσ᾽, ὅσῳπερ καὶ φρονεῖν οῖδεν μόνη.

314τί δ᾽ οῖδ᾽ εγώ, τί δ᾽ άν με καὶ κρίνοις
ίσως
315γέννημα τῶν εκεῖθεν ουκ εν ὑστάτοις.

316μὴ τῶν τυράννων;
Ευρύτου σπορά τις ῆν
317ουκ οῖδα
καὶ γὰρ ου δ᾽ ανιστόρουν μακράν ου δ᾽
318όνομα πρός του τῶν ξυνεμπόρων έχεις

319 ἥκιστα :
σιγῇ τοὐμὸν έργον ήνυτον
320είπ᾽, τάλαιν᾽, αλλ᾽ ἡμὶν εκ σαυτῆς, επεὶ
321καὶ ξυμφορά τοι μὴ ειδέναι σέ γ᾽ ἥτις εῖ.

322ού τἄρα τῷ γε πρόσθεν ουδὲν εξ ίσου
323χρόνῳ διήσει γλῶσσαν, ἥτις ουδαμὰ
324προύφηνεν ού τε μείζον᾽ ού τ᾽ ελάσσονα,
325αλλ᾽ αιὲν ωδίνουσα συμφορᾶς βάρος
326δακρυρροεῖ δύστηνος, εξ ὅτου πάτραν
327διήνεμον λέλοιπεν
δέ τοι τύχη
328κακὴ μὲν αυτῇ γ᾽, αλλὰ συγγνώμην έχει.

329 δ᾽ οῦν εάσθω, καὶ πορευέσθω στέγας
330οὕτως ὅπως ἥδιστα, μη δὲ πρὸς κακοῖς
331τοῖς οῦσιν άλλην πρός γ᾽ εμοῦ λύπην λάβοι:

332ἅλις γὰρ παροῦσα.
πρὸς δὲ δώματα
333χωρῶμεν ήδη πάντες, ὡς σύ θ᾽ οἷ θέλεις
334σπεύδῃς, εγώ τε τἄνδον εξαρκῆ τιθῶ

335αυτοῦ γε πρῶτον βαιὸν αμμείνασ᾽, ὅπως
336μάθῃς άνευ τῶνδ᾽, οὕστινάς τ᾽ άγεις έσω,
337ὧν τ᾽ ουδὲν εισήκουσας εκμάθῃς δεῖ:

338τούτων έχω γὰρ πάντ᾽ επιστήμην εγώ

339τί δ᾽ εστί
τοῦ με τήνδ᾽ εφίστασαι βάσιν
340σταθεῖσ᾽ άκουσον
καὶ γὰρ ου δὲ τὸν πάρος
341μῦθον μάτην ήκουσας, ου δὲ νῦν δοκῶ.

342πότερον εκείνους δῆτα δεῦρ᾽ αῦθις πάλιν
343καλῶμεν, μοὶ ταῖσδέ τ᾽ εξειπεῖν θέλεις

344σοὶ ταῖσδέ τ᾽ ουδὲν είργεται, τούτους δ᾽ έα

345καὶ δὴ βεβᾶσι, χὠ λόγος σημαινέτω

346ἁνὴρ ὅδ᾽ ουδὲν ὧν έλεξεν αρτίως
347φωνεῖ δίκης ες ορθόν, αλλ᾽ νῦν κακὸς
348 πρόσθεν ου δίκαιος άγγελος παρῆν.

349τί φής
σαφῶς μοι φράζε πᾶν ὅσον νοεῖς
350 μὲν γὰρ εξείρηκας αγνοία μ᾽ έχει

351τούτου λέγοντος τἀνδρὸς εισήκουσ᾽ εγώ,
352πολλῶν παρόντων μαρτύρων, ὡς τῆς κόρης
353ταύτης ἕκατι κεῖνος Εύρυτόν θ᾽ ἕλοι
354τήν θ᾽ ὑψίπυργον Οιχαλίαν, Έρως δέ νιν
355μόνος θεῶν θέλξειεν αιχμάσαι τάδε,
356ου τἀπὶ Λυδοῖς ου δ᾽ ὑπ᾽ Ομφάλῃ πόνων
357λατρεύματ᾽ ου δ᾽ ῥιπτὸς Ιφίτου μόρος

358ὃν νῦν παρώσας οὗτος έμπαλιν λέγει

359αλλ᾽ ἡνίκ᾽ ουκ έπειθε τὸν φυτοσπόρον
360τὴν παῖδα δοῦναι, κρύφιον ὡς έχοι λέχος,
361έγκλημα μικρὸν αιτίαν θ᾽ ἑτοιμάσας
362επιστρατεύει πατρίδα τὴν ταύτης, εν
363τὸν Εύρυτον τόνδ᾽ εῖπε δεσπόζειν θρόνων,
364κτείνει τ᾽ άνακτα πατέρα τῆσδε καὶ πόλιν
365έπερσε
καὶ νῦν, ὡς ὁρᾷς, ἥκει δόμους
366ὡς τούσδε πέμπων ουκ αφροντίστως, γύναι,
367ου δ᾽ ὥστε δούλην:
μη δὲ προσδόκα τόδε ου δ᾽
368εικός, είπερ εντεθέρμανται πόθῳ.

369έδοξεν οῦν μοι πρὸς σὲ δηλῶσαι τὸ πᾶν,
370δέσποιν᾽, τοῦδε τυγχάνω μαθὼν πάρα

371καὶ ταῦτα πολλοὶ πρὸς μέσῃ Τραχινίων
372αγορᾷ συνεξήκουον ὡσαύτως εμοί,
373ὥστ᾽ εξελέγχειν
ει δὲ μὴ λέγω φίλα,
374ουχ ἥδομαι, τὸ δ᾽ ορθὸν εξείρηχ᾽ ὅμως

375οίμοι τάλαινα, ποῦ ποτ᾽ ειμὶ πράγματος

376τίν᾽ εισδέδεγμαι πημονὴν ὑπόστεγον
377λαθραῖον
δύστηνος: ᾶρ᾽ ανώνυμος
378πέφυκεν, ὥσπερ οὑπάγων διώμνυτο

379 κάρτα λαμπρὰ καὶ κατ᾽ όνομα καὶ φύσιν,
380πατρὸς μὲν οῦσα γένεσιν Ευρύτου ποτὲ
381Ιόλη καλεῖτο, τῆς εκεῖνος ουδαμὰ
382βλάστας εφώνει, δῆθεν ουδὲν ἱστορῶν.

383όλοιντο - μή τι πάντες οἱ κακοί, τὰ δὲ
384λαθραῖ᾽ ὃς ασκεῖ μὴ πρέποντ᾽ αυτῷ κακά

385τί χρὴ ποεῖν, γυναῖκες
ὡς εγὼ λόγοις
386τοῖς νῦν παροῦσιν εκπεπληγμένη κυρῶ

387πεύθου μολοῦσα τἀνδρός, ὡς τάχ᾽ ὰν σαφῆ
388λέξειεν, εί νιν πρὸς βίαν κρίνειν θέλοις

389αλλ᾽ εῖμι
καὶ γὰρ ουκ απὸ γνώμης λέγεις
390ἡμεῖς δὲ προσμένωμεν
τί χρὴ ποεῖν
391μίμν᾽, ὡς ὅδ᾽ ανὴρ ουκ εμῶν ὑπ᾽ αγγέλων,
392αλλ᾽ αυτόκλητος εκ δόμων πορεύεται

393τί χρή, γύναι, μολόντα μ᾽ Ἡρακλεῖ λέγειν

394δίδαξον, ὡς ἕρποντος, ὡς ὁρᾷς, εμοῦ

395ὡς εκ ταχείας σὺν χρόνῳ βραδεῖ μολὼν
396ᾴσσεις, πρὶν ἡμᾶς κἀννεώσασθαι λόγους

397αλλ᾽ εί τι χρῄζεις ἱστορεῖν, πάρειμ᾽ εγώ

398 καὶ τὸ πιστὸν τῆς αληθείας νεμεῖς

399ίστω μέγας Ζεύς, ὧν γ᾽ ὰν εξειδὼς κυρῶ.

400τίς γυνὴ δῆτ᾽ εστὶν ἣν ἥκεις άγων

401 Ευβοιίς :
ὧν δ᾽ έβλαστεν ουκ έχω λέγειν
402οὗτος, βλέφ᾽ ὧδε
πρὸς τίν᾽ εννέπειν δοκεῖς
403σὺ δ᾽ εις τί δή με τοῦτ᾽ ερωτήσας έχεις

404τόλμησον ειπεῖν, ει φρονεῖς, σ᾽ ἱστορῶ

405πρὸς τὴν κρατοῦσαν Δῃάνειραν, Οινέως
406κόρην δάμαρτά θ᾽ Ἡρακλέους, ει μὴ κυρῶ
407λεύσσων μάταια, δεσπότιν τε τὴν εμήν.

408τοῦτ᾽ αύτ᾽ έχρῃζον, τοῦτό σου μαθεῖν
λέγεις δέσποιναν εῖναι τήνδε σήν
409δίκαια γάρ.

410τί δῆτα;
ποίαν αξιοῖς δοῦναι δίκην,
411ὴν εὑρεθῇς ες τήνδε μὴ δίκαιος ών

412πῶς μὴ δίκαιος;
τί ποτε ποικίλας έχεις
413 ουδέν :
σὺ μέντοι κάρτα τοῦτο δρῶν κυρεῖς
414 άπειμι
μῶρος δ᾽ πάλαι κλύων σέθεν
415ού, πρίν γ᾽ ὰν είπῃς ἱστορούμενος βραχύ.

416λέγ᾽, εί τι χρῄζεις
καὶ γὰρ ου σιγηλὸς εῖ
417τὴν αιχμάλωτον, ἣν έπεμψας ες δόμους, κάτοισθα δήπου

418 φημί
πρὸς τί δ᾽ ἱστορεῖς
419ούκουν σὺ ταύτην, ἣν ὑπ᾽ αγνοίας ὁρᾷς,
420Ιόλην έφασκες Ευρύτου σπορὰν άγειν;

421ποίοις εν ανθρώποισι;
τίς πόθεν μολὼν
422σοὶ μαρτυρήσει ταῦτ᾽ εμοῦ κλύειν πάρα

423πολλοῖσιν αστῶν:
εν μέσῃ Τραχινίων
424αγορᾷ πολύς σου ταῦτά γ᾽ εισήκουσ᾽ όχλος

425κλύειν γ᾽ έφασκον
ταὐτὸ δ᾽ ουχὶ γίγνεται
426δόκησιν ειπεῖν κἀξακριβῶσαι λόγον.

427ποίαν δόκησιν;
ουκ επώμοτος λέγων
428δάμαρτ᾽ έφασκες Ἡρακλεῖ ταύτην άγειν

429εγὼ δάμαρτα;
πρὸς θεῶν, φράσον, φίλη
430δέσποινα, τόνδε τίς ποτ᾽ εστὶν ξένος.

431ὃς σοῦ παρὼν ήκουσεν, ὡς ταύτης πόθῳ
432πόλις δαμείη πᾶσα, κοὐχ Λυδία
433πέρσειεν αυτήν, αλλ᾽ τῆσδ᾽ έρως φανείς.

434ἅνθρωπος, δέσποιν᾽, αποστήτω
τὸ γὰρ
435νοσοῦντι ληρεῖν ανδρὸς ουχὶ σώφρονος.

436μή, πρός σε τοῦ κατ᾽ άκρον Οιταῖον νάπος
437Διὸς καταστράπτοντος, εκκλέψῃς λόγον

438ου γὰρ γυναικὶ τοὺς λόγους ερεῖς κακῇ
439ου δ᾽ ἥτις ου κάτοιδε τἀνθρώπων, ὅτι
440χαίρειν πέφυκεν ουχὶ τοῖς αυτοῖς αεί

441Έρωτι μέν νυν ὅστις αντανίσταται
442πύκτης ὅπως ες χεῖρας, ου καλῶς φρονεῖ:

443οὗτος γὰρ άρχει καὶ θεῶν ὅπως θέλει,
444κἀμοῦ γε
πῶς δ᾽ ου χἀτέρας οἵας γ᾽ εμοῦ;
445ὥστ᾽ εί τι τὠμῷ τ᾽ ανδρὶ τῇδε τῇ νόσῳ
446ληφθέντι μεμπτός ειμι, κάρτα μαίνομαι,
447 τῇδε τῇ γυναικὶ τῇ μεταιτίᾳ
448τοῦ μηδὲν αισχροῦ μη δ᾽ εμοὶ κακοῦ τινος.

449ουκ έστι ταῦτ᾽
αλλ᾽ ει μὲν εκ κείνου μαθὼν
450ψεύδει, μάθησιν ου καλὴν εκμανθάνεις

451ει δ᾽ αυτὸς αὑτὸν ὧδε παιδεύεις, ὅταν
452θέλῃς γενέσθαι χρηστός, οφθήσει κακός

453αλλ᾽ ειπὲ πᾶν τἀληθές
ὡς ελευθέρῳ
454ψευδεῖ καλεῖσθαι κὴρ πρόσεστιν ου καλή.

455ὅπως δὲ λήσεις, ουδὲ τοῦτο γίγνεται

456πολλοὶ γὰρ οἷς είρηκας, οἳ φράσουσ᾽ εμοί.

457κεἰ μὲν δέδοικας, ου καλῶς ταρβεῖς, επεὶ
458τὸ μὴ πυθέσθαι, τοῦτό μ᾽ αλγύνειεν άν

459τὸ δ᾽ ειδέναι τί δεινόν;
ουχὶ χἀτέρας
460πλείστας ανὴρ εἷς Ἡρακλῆς έγημε δή;

461κοὔπω τις αυτῶν έκ γ᾽ εμοῦ λόγον κακὸν
462ηνέγκατ᾽ ου δ᾽ όνειδος
ἥδε τ᾽ ου δ᾽ ὰν ει
463κάρτ᾽ εντακείη τῷ φιλεῖν, επεί σφ᾽ εγὼ
464ῴκτιρα δὴ μάλιστα προσβλέψασ᾽, ὅτι
465τὸ κάλλος αυτῆς τὸν βίον διώλεσεν,
466καὶ γῆν πατρῴαν ουχ ἑκοῦσα δύσμορος
467έπερσε κἀδούλωσεν.
αλλὰ ταῦτα μὲν
468ῥείτω κατ᾽ οῦρον
σοὶ δ᾽ εγὼ φράζω κακὸν
469πρὸς άλλον εῖναι, πρὸς δ᾽ έμ᾽ αψευδεῖν αεί

470πείθου λεγούσῃ χρηστά, κοὐ μέμψει χρόνῳ
471γυναικὶ τῇδε κἀπ᾽ εμοῦ κτήσει χάριν

472αλλ᾽, φίλη δέσποιν᾽, επεί σε μανθάνω
473θνητὴν φρονοῦσαν θνητὰ κοὐκ αγνώμονα,
474πᾶν σοι φράσω τἀληθὲς ου δὲ κρύψομαι

475έστιν γὰρ οὕτως ὥσπερ οὗτος εννέπει

476ταύτης δεινὸς ἵμερός ποθ᾽ Ἡρακλῆ
477διῆλθε, καὶ τῆσδ᾽ εἵνεχ᾽ πολύφθορος
478καθῃρέθη πατρῷος Οιχαλία δόρει

479καὶ ταῦτα, δεῖ γὰρ καὶ τὸ πρὸς κείνου λέγειν,
480ού τ᾽ εῖπε κρύπτειν ού τ᾽ απηρνήθη ποτέ,
481αλλ᾽ αυτός, δέσποινα, δειμαίνων τὸ σὸν
482μὴ στέρνον αλγύνοιμι τοῖσδε τοῖς λόγοις,
483ἥμαρτον, εί τι τήνδ᾽ ἁμαρτίαν νέμεις

484επεί γε μὲν δὴ πάντ᾽ επίστασαι λόγον,
485κείνου τε καὶ σὴν εξ ίσου κοινὴν χάριν
486καὶ στέργε τὴν γυναῖκα καὶ βούλου λόγους,
487οὓς εῖπας ες τήνδ᾽, εμπέδως ειρηκέναι

488ὡς τἄλλ᾽ εκεῖνος πάντ᾽ αριστεύων χεροῖν
489τοῦ τῆσδ᾽ έρωτος εις ἅπανθ᾽ ἥσσων έφυ.

490αλλ᾽ ὧδε καὶ φρονοῦμεν ὥστε ταῦτα δρᾶν,
491κοὔτοι νόσον γ᾽ επακτὸν εξαρούμεθα,
492θεοῖσι δυσμαχοῦντες
αλλ᾽ είσω στέγης
493χωρῶμεν, ὡς λόγων τ᾽ επιστολὰς φέρῃς,
494 τ᾽ αντὶ δώρων δῶρα χρὴ προσαρμόσαι,
495καὶ ταῦτ᾽ άγῃς
κενὸν γὰρ ου δίκαιά σε
496χωρεῖν προσελθόνθ᾽ ὧδε σὺν πολλῷ στόλῳ.

497μέγα τι σθένος Κύπρις, εκφέρεται νίκας αεί.

498καὶ τὰ μὲν θεῶν
499παρέβαν, καὶ ὅπως Κρονίδαν απάτασεν ου λέγω,
501ου δὲ τὸν έννυχον Ἅιδαν
502 Ποσειδάωνα τινάκτορα γαίας:

503αλλ᾽ επὶ τάνδ᾽ άρ᾽ άκοιτιν
504τίνες αμφίγυοι κατέβαν πρὸ γάμων,
505τίνες πάμπληκτα παγκόνιτά τ᾽ εξῆλθον άεθλ᾽ αγώνων

506 μὲν ῆν ποταμοῦ σθένος, ὑψίκερω τετραόρου
507φάσμα ταύρου,
508Αχελῷος απ᾽ Οινιαδᾶν, δὲ Βακχίας απὸ
511ῆλθε παλίντονα Θήβας
512τόξα καὶ λόγχας ῥόπαλόν τε τινάσσων,
513παῖς Διός
οἳ τότ᾽ αολλεῖς
514ίσαν ες μέσον ἱέμενοι λεχέων

515μόνα δ᾽ εύλεκτρος εν μέσῳ Κύπρις ῥαβδονόμει ξυνοῦσα

516τότ᾽ ῆν χερός, ῆν δὲ τόξων πάταγος,
517ταυρείων τ᾽ ανάμιγδα κεράτων:

518ῆν δ᾽ αμφίπλεκτοι κλίμακες,
521ῆν δὲ μετώπων ολόεντα
522πλήγματα, καὶ στόνος αμφοῖν

523 δ᾽ ευῶπις ἁβρὰ
524τηλαυγεῖ παρ᾽ όχθῳ
525ἧστο, τὸν ὃν προσμένουσ᾽ ακοίταν

526εγὼ δὲ θατὴρ μὲν οἷα φράζω

527τὸ δ᾽ αμφινείκητον όμμα νύμφας
528ελεινὸν αμμένει

529κἀπὸ ματρὸς άφαρ βέβακεν,
530ὥστε πόρτις ερήμα.

531ῆμος, φίλαι, κατ᾽ οῖκον ξένος θροεῖ
532ταῖς αιχμαλώτοις παισὶν ὡς επ᾽ εξόδῳ,
533τῆμος θυραῖος ῆλθον ὡς ὑμᾶς λάθρᾳ,
534τὰ μὲν φράσουσα χερσὶν ἁτεχνησάμην,
535τὰ δ᾽ οἷα πάσχω συγκατοικτιουμένη

536κόρην γάρ, οῖμαι δ᾽ ουκέτ᾽, αλλ᾽ εζευγμένην,
537παρεισδέδεγμαι φόρτον ὥστε ναυτίλος,
538λωβητὸν εμπόλημα τῆς εμῆς φρενός.

539καὶ νῦν δύ᾽ οῦσαι μίμνομεν μιᾶς ὑπὸ
540χλαίνης ὑπαγκάλισμα
τοιάδ᾽ Ἡρακλῆς,
541 πιστὸς ἡμῖν κἀγαθὸς καλούμενος,
542οικούρι᾽ αντέπεμψε τοῦ μακροῦ χρόνου.

543εγὼ δὲ θυμοῦσθαι μὲν ουκ επίσταμαι
544νοσοῦντι κείνῳ πολλὰ τῇδε τῇ νόσῳ

545τὸ δ᾽ αῦ ξυνοικεῖν τῇδ᾽ ὁμοῦ τίς ὰν γυνὴ
546δύναιτο, κοινωνοῦσα τῶν αυτῶν γάμων

547ὁρῶ γὰρ ἥβην τὴν μὲν ἕρπουσαν πρόσω,
548τὴν δὲ φθίνουσαν
ὧν αφαρπάζειν φιλεῖ
549οφθαλμὸς άνθος, τῶν δ᾽ ὑπεκτρέπει πόδα

550ταῦτ᾽ οῦν φοβοῦμαι μὴ πόσις μὲν Ἡρακλῆς
551εμὸς καλῆται, τῆς νεωτέρας δ᾽ ανήρ

552αλλ᾽ ου γάρ, ὥσπερ εῖπον, οργαίνειν καλὸν
553γυναῖκα νοῦν έχουσαν:
δ᾽ έχω, φίλαι,
554λυτήριον λώφημα, τῇδ᾽ ὑμῖν φράσω

555ῆν μοι παλαιὸν δῶρον αρχαίου ποτὲ
556θηρός, λέβητι χαλκέῳ κεκρυμμένον,
557 παῖς έτ᾽ οῦσα τοῦ δασυστέρνου παρὰ
558Νέσσου φθίνοντος εκ φονῶν ανειλόμην,
559ὃς τὸν βαθύρρουν ποταμὸν Εύηνον βροτοὺς
560μισθοῦ πόρευε χερσίν, ού τε πομπίμοις
561κώπαις ερέσσων ού τε λαίφεσιν νεώς

562ὃς κἀμέ, τὸν πατρῷον ἡνίκα στόλον
563ξὺν Ἡρακλεῖ τὸ πρῶτον εῦνις ἑσπόμην,
564φέρων επ᾽ ώμοις, ἡνίκ᾽ μέσῳ πόρῳ,
565ψαύει ματαίαις χερσίν
εκ δ᾽ ήυσ᾽ εγώ,
566χὠ Ζηνὸς ευθὺς παῖς επιστρέψας χεροῖν
567ἧκεν κομήτην ιόν
ες δὲ πλεύμονας
568στέρνων διερροίζησεν
εκθνῄσκων δ᾽ θὴρ
569τοσοῦτον εῖπε
παῖ γέροντος Οινέως,
570τοσόνδ᾽ ονήσει τῶν εμῶν, εὰν πίθῃ,
571πορθμῶν, ὁθούνεχ᾽ ὑστάτην σ᾽ έπεμψ᾽ εγώ

572εὰν γὰρ αμφίθρεπτον αἷμα τῶν εμῶν
573σφαγῶν ενέγκῃ χερσίν, μελαγχόλους
574έβαψεν ιοὺς θρέμμα Λερναίας ὕδρας,
575έσται φρενός σοι τοῦτο κηλητήριον
576τῆς Ἡρακλείας, ὥστε μήτιν᾽ εισιδὼν
577στέρξει γυναῖκα κεῖνος αντὶ σοῦ πλέον

578τοῦτ᾽ εννοήσασ᾽, φίλαι, δόμοις γὰρ ῆν
579κείνου θανόντος εγκεκλῃμένον καλῶς,
580χιτῶνα τόνδ᾽ έβαψα, προσβαλοῦσ᾽ ὅσα
581ζῶν κεῖνος εῖπε
καὶ πεπείρανται τάδε
582κακὰς δὲ τόλμας μήτ᾽ επισταίμην εγὼ
583μήτ᾽ εκμάθοιμι, τάς τε τολμώσας στυγῶ

584φίλτροις δ᾽ εάν πως τήνδ᾽ ὑπερβαλώμεθα
585τὴν παῖδα καὶ θέλκτροισι τοῖς εφ᾽ Ἡρακλεῖ,
586μεμηχάνηται τοὔργον, εί τι μὴ δοκῶ
587πράσσειν μάταιον
ει δὲ μή, πεπαύσομαι.
588αλλ᾽ εί τις εστὶ πίστις εν τοῖς δρωμένοις,
589δοκεῖς παρ᾽ ἡμῖν ου βεβουλεῦσθαι κακῶς

590οὕτως έχει γ᾽ πίστις, ὡς τὸ μὲν δοκεῖν
591ένεστι, πείρᾳ δ᾽ ου προσωμίλησά πω

592αλλ᾽ ειδέναι χρὴ δρῶσαν, ὡς ου δ᾽ ει δοκεῖς
593έχειν, έχοις ὰν γνῶμα, μὴ πειρωμένη

594αλλ᾽ αυτίκ᾽ εισόμεσθα, τόνδε γὰρ βλέπω
595θυραῖον ήδη
διὰ τάχους δ᾽ ελεύσεται
596μόνον παρ᾽ ὑμῶν εῦ στεγοίμεθ᾽
ὡς σκότῳ
597κἂν αισχρὰ πράσσῃς, ούποτ᾽ αισχύνῃ πεσεῖ.

598τί χρὴ ποεῖν
σήμαινε, τέκνον Οινέως,
599ὡς εσμὲν ήδη τῷ μακρῷ χρόνῳ βραδεῖς

600αλλ᾽ αυτὰ δή σοι ταῦτα καὶ πράσσω, Λίχα,
601ἕως σὺ ταῖς έσωθεν ηγορῶ ξέναις,
602ὅπως φέρῃς μοι τόνδε ταναϋφῆ πέπλον,
603δώρημ᾽ εκείνῳ τἀνδρὶ τῆς εμῆς χερός

604διδοὺς δὲ τόνδε φράζ᾽ ὅπως μηδεὶς βροτῶν
605κείνου πάροιθεν αμφιδύσεται χροΐ,
606μη δ᾽ όψεταί νιν μήτε φέγγος ἡλίου
607μήθ᾽ ἕρκος ἱερὸν μήτ᾽ εφέστιον σέλας,
608πρὶν κεῖνος αυτὸν φανερὸς εμφανῶς σταθεὶς
609δείξῃ θεοῖσιν ἡμέρᾳ ταυροσφάγῳ

610οὕτω γὰρ ηύγμην, εί ποτ᾽ αυτὸν ες δόμους
611ίδοιμι σωθέντ᾽ κλύοιμι πανδίκως,
612στελεῖν χιτῶνι τῷδε καὶ φανεῖν θεοῖς
613θυτῆρα καινῷ καινὸν εν πεπλώματι

614καὶ τῶνδ᾽ αποίσεις σῆμ᾽, κεῖνος ευμαθὲς
615σφραγῖδος ἕρκει τῷδ᾽ επὸν μαθήσεται

616αλλ᾽ ἕρπε, καὶ φύλασσε πρῶτα μὲν νόμον,
617τὸ μὴ πιθυμεῖν πομπὸς ὼν περισσὰ δρᾶν

618έπειθ᾽ ὅπως ὰν χάρις κείνου τέ σοι
619κἀμοῦ ξυνελθοῦσ᾽ εξ ἁπλῆς διπλῆ φανῇ.

620αλλ᾽ είπερ Ἑρμοῦ τήνδε πομπεύω τέχνην
621βέβαιον, ού τι μὴ σφαλῶ γ᾽ εν σοί ποτε,
622τὸ μὴ ου τόδ᾽ άγγος ὡς έχει δεῖξαι φέρων,
623λόγων τε πίστιν ὧν λέγεις εφαρμόσαι

624στείχοις ὰν ήδη
καὶ γὰρ εξεπίστασαι
625τά γ᾽ εν δόμοισιν ὡς έχοντα τυγχάνει

626επίσταμαί τε καὶ φράσω σεσωσμένα

627αλλ᾽ οῖσθα μὲν δὴ καὶ τὰ τῆς ξένης ὁρῶν
628προσδέγματ᾽, αυτὴν ὡς εδεξάμην φίλως

629ὥστ᾽ εκπλαγῆναι τοὐμὸν ἡδονῇ κέαρ.

630τί δῆτ᾽ ὰν άλλο γ᾽ εννέποις
δέδοικα γὰρ
631μὴ πρῲ λέγοις ὰν τὸν πόθον τὸν εξ εμοῦ,
632πρὶν ειδέναι τἀκεῖθεν ει ποθούμεθα.

633 ναύλοχα καὶ πετραῖα
634θερμὰ λουτρὰ καὶ πάγους
635Οίτας παραναιετάοντες, οἵ τε μέσσαν Μηλίδα πὰρ λίμναν
636χρυσαλακάτου τ᾽ ακτὰν κόρας,
637ένθ᾽ Ἑλλάνων αγοραὶ
638Πυλάτιδες κλέονται:

639 καλλιβόας τάχ᾽ ὑμῖν
641αυλὸς ουκ αναρσίαν
642αχῶν καναχὰν επάνεισιν, αλλὰ θείας αντίλυρον μούσας

643 γὰρ Διὸς Αλκμήνας κόρος
644σοῦται πάσας αρετᾶς
646λάφυρ᾽ έχων επ᾽ οίκους

647ὃν απόπτολιν είχομεν παντᾷ,
648δυοκαιδεκάμηνον αμμένουσαι
649χρόνον, πελάγιον, ίδριες ουδέν

650 δέ οἱ φίλα δάμαρ
651τάλαιναν δυστάλαινα καρδίαν
652πάγκλαυτος αιὲν ώλλυτο

653νῦν δ᾽ Άρης οιστρηθεὶς
654εξέλυσ᾽ επίπονον ἁμέραν

655αφίκοιτ᾽ αφίκοιτο
μὴ σταίη
656πολύκωπον όχημα ναὸς αυτῷ,
657πρὶν τάνδε πρὸς πόλιν ανύσειε,
658νασιῶτιν ἑστίαν
659αμείψας, ένθα κλῄζεται θυτήρ

660ὅθεν μόλοι πανίμερος,
661τᾶς πειθοῦς παγχρίστῳ
662συγκραθεὶς επὶ προφάσει φάρους

663γυναῖκες, ὡς δέδοικα μὴ περαιτέρω
664πεπραγμέν᾽ μοι πάνθ᾽ ὅσ᾽ αρτίως έδρων

665τί δ᾽ έστι, Δῃάνειρα, τέκνον Οινέως

666ουκ οῖδ᾽
αθυμῶ δ᾽, ει φανήσομαι τάχα
667κακὸν μέγ᾽ εκπράξασ᾽ απ᾽ ελπίδος καλῆς

668ου δή τι τῶν σῶν Ἡρακλεῖ δωρημάτων;

669μάλιστά γ᾽, ὥστε μήποτ᾽ ὰν προθυμίαν
670άδηλον έργου τῳ παραινέσαι λαβεῖν.

671δίδαξον, ει διδακτόν, εξ ὅτου φοβεῖ.

672τοιοῦτον εκβέβηκεν οἷον, ὴν φράσω,
673γυναῖκες, ὑμῖν θαῦμ᾽ ανέλπιστον μαθεῖν.

674 γὰρ τὸν ενδυτῆρα πέπλον αρτίως
675έχριον, αργὴς οιὸς ευέρου πόκος,
676τοῦτ᾽ ηφάνισται διάβορον πρὸς ουδενὸς
677τῶν ένδον, αλλ᾽ εδεστὸν εξ αὑτοῦ φθίνει,
678καὶ ψῇ κατ᾽ άκρας σπιλάδος
ὡς δ᾽ ειδῇς ἅπαν,
679 τοῦτ᾽ επράχθη, μείζον᾽ εκτενῶ λόγον

680εγὼ γὰρ ὧν θήρ με Κένταυρος, πονῶν
681πλευρὰν πικρᾷ γλωχῖνι, προυδιδάξατο
682παρῆκα θεσμῶν ουδέν, αλλ᾽ εσῳζόμην
683χαλκῆς ὅπως δύσνιπτον εκ δέλτου γραφήν.

684καί μοι τάδ᾽ ῆν πρόρρητα καὶ τοιαῦτ᾽ έδρων

685τὸ φάρμακον τοῦτ᾽ άπυρον ακτῖνός τ᾽ αεὶ
686θερμῆς άθικτον εν μυχοῖς σῴζειν εμέ,
687ἕως νιν αρτίχριστον ἁρμόσαιμί που.

688κἄδρων τοιαῦτα
νῦν δ᾽, ὅτ᾽ ῆν εργαστέον,
689έχρισα μὲν κατ᾽ οῖκον εν δόμοις κρυφῇ
690μαλλῷ, σπάσασα κτησίου βοτοῦ λάχνην,
691κἄθηκα συμπτύξασ᾽ αλαμπὲς ἡλίου
692κοίλῳ ζυγάστρῳ δῶρον, ὥσπερ είδετε

693είσω δ᾽ αποστείχουσα δέρκομαι φάτιν
694άφραστον, αξύμβλητον ανθρώπῳ μαθεῖν

695τὸ γὰρ κάταγμα τυγχάνω ῥίψασά πως
696τῆς οιός, προύχριον, ες μέσην φλόγα,
697ακτῖν᾽ ες ἡλιῶτιν
ὡς δ᾽ εθάλπετο,
698ῥεῖ πᾶν άδηλον καὶ κατέψηκται χθονί,
699μορφῇ μάλιστ᾽ εικαστὸν ὥστε πρίονος
700εκβρώματ᾽ ὰν βλέψειας εν τομῇ ξύλου

701τοιόνδε κεῖται προπετές
εκ δὲ γῆς, ὅθεν
702προύκειτ᾽, αναζέουσι θρομβώδεις αφροί,
703γλαυκῆς οπώρας ὥστε πίονος ποτοῦ
704χυθέντος εις γῆν Βακχίας απ᾽ αμπέλου

705ὥστ᾽ ουκ έχω τάλαινα ποῖ γνώμης πέσω:

706ὁρῶ δέ μ᾽ έργον δεινὸν εξειργασμένην

707πόθεν γὰρ άν ποτ᾽, αντὶ τοῦ θνῄσκων θὴρ
708εμοὶ παρέσχ᾽ εύνοιαν, ἧς έθνῃσχ᾽ ὕπερ

709ουκ έστιν, αλλὰ τὸν βαλόντ᾽ αποφθίσαι
710χρῄζων έθελγέ μ᾽
ὧν εγὼ μεθύστερον,
711ὅτ᾽ ουκέτ᾽ αρκεῖ, τὴν μάθησιν άρνυμαι

712μόνη γὰρ αυτόν, εί τι μὴ ψευσθήσομαι
713γνώμης, εγὼ δύστηνος εξαποφθερῶ

714τὸν γὰρ βαλόντ᾽ άτρακτον οῖδα καὶ θεὸν
715Χείρωνα πημήναντα, χὦνπερ ὰν θίγῃ,
716φθείρει τὰ πάντα κνώδαλ᾽
εκ δὲ τοῦδ᾽ ὅδε
717σφαγῶν διελθὼν ιὸς αἵματος μέλας
718πῶς ουκ ολεῖ καὶ τόνδε
δόξῃ γοῦν εμῇ.
719καίτοι δέδοκται, κεῖνος ει σφαλήσεται,
720ταύτῃ σὺν ὁρμῇ κἀμὲ συνθανεῖν ἅμα

721ζῆν γὰρ κακῶς κλύουσαν ουκ ανασχετόν,
722ἥτις προτιμᾷ μὴ κακὴ πεφυκέναι.

723ταρβεῖν μὲν έργα δείν᾽ αναγκαίως έχει,
724τὴν δ᾽ ελπίδ᾽ ου χρὴ τῆς τύχης κρίνειν πάρος

725ουκ έστιν εν τοῖς μὴ καλοῖς βουλεύμασιν
726ου δ᾽ ελπίς, ἥτις καὶ θράσος τι προξενεῖ

727αλλ᾽ αμφὶ τοῖς σφαλεῖσι μὴ ξ ἑκουσίας
728οργὴ πέπειρα, τῆς σε τυγχάνειν πρέπει.

729τοιαῦτα δ᾽ ὰν λέξειεν ουχ τοῦ κακοῦ
730κοινωνός, αλλ᾽ μηδέν εστ᾽ οίκοι βαρύ

731σιγᾶν ὰν ἁρμόζοι σε τὸν πλείω λόγον,
732ει μή τι λέξεις παιδὶ τῷ σαυτῆς
επεὶ
733πάρεστι, μαστὴρ πατρὸς ὃς πρὶν ῴχετο

734 μῆτερ, ὡς ὰν εκ τριῶν σ᾽ ἓν εἱλόμην,
735 μηκέτ᾽ εῖναι ζῶσαν, σεσωσμένην
736άλλου κεκλῆσθαι μητέρ᾽, λῴους φρένας
737τῶν νῦν παρουσῶν τῶνδ᾽ αμείψασθαί ποθεν

738τί δ᾽ εστίν, παῖ, πρός γ᾽ εμοῦ στυγούμενον

739τὸν άνδρα τὸν σὸν ίσθι, τὸν δ᾽ εμὸν λέγω
740πατέρα, κατακτείνασα τῇδ᾽ εν ἡμέρᾳ

741οίμοι, τιν᾽ εξήνεγκας, τέκνον, λόγον

742ὃν ουχ οἷόν τε μὴ ου τελεσθῆναι:
τὸ γὰρ
743φανθὲν τίς ὰν δύναιτ᾽ ὰν αγένητον ποεῖν

744πῶς εῖπας, παῖ
τοῦ παρ᾽ ανθρώπων μαθὼν
745άζηλον οὕτως έργον ειργάσθαι με φής

746αυτὸς βαρεῖαν ξυμφορὰν εν όμμασιν
747πατρὸς δεδορκὼς κοὐ κατὰ γλῶσσαν κλύων.

748ποῦ δ᾽ εμπελάζεις τἀνδρὶ καὶ παρίστασαι

749ει χρὴ μαθεῖν σε, πάντα δὴ φωνεῖν χρεών.

750ὅθ᾽ εἷρπε κλεινὴν Ευρύτου πέρσας πόλιν,
751νίκης άγων τροπαῖα κἀκροθίνια,
752ακτή τις αμφίκλυστος Ευβοίας άκρον
753Κήναιόν εστιν, ένθα πατρῴῳ Διὶ
754βωμοὺς ὁρίζει τεμενίαν τε φυλλάδα:

755οὗ νιν τὰ πρῶτ᾽ εσεῖδον άσμενος πόθῳ

756μέλλοντι δ᾽ αυτῷ πολυθύτους τεύχειν σφαγὰς
757κῆρυξ απ᾽ οίκων ἵκετ᾽ οικεῖος Λίχας,
758τὸ σὸν φέρων δώρημα, θανάσιμον πέπλον

759ὃν κεῖνος ενδύς, ὡς σὺ προυξεφίεσο,
760ταυροκτονεῖ μὲν δώδεκ᾽ εντελεῖς έχων
761λείας απαρχὴν βοῦς
ατὰρ τὰ πάνθ᾽ ὁμοῦ
762ἑκατὸν προσῆγε συμμιγῆ βοσκήματα

763καὶ πρῶτα μὲν δείλαιος ἵλεῳ φρενί,
764κόσμῳ τε χαίρων καὶ στολῇ, κατηύχετο

765ὅπως δὲ σεμνῶν οργίων εδαίετο
766φλὸξ αἱματηρὰ κἀπὸ πιείρας δρυός,
767ἱδρὼς ανῄει χρωτί, καὶ προσπτύσσεται
768πλευραῖσιν αρτίκολλος, ὥστε τέκτονος,
769χιτὼν ἅπαν κατ᾽ άρθρον:
ῆλθε δ᾽ οστέων
770αδαγμὸς αντίσπαστος
εῖτα φοινίας
771εχθρᾶς εχίδνης ιὸς ὣς εδαίνυτο

772ενταῦθα δὴ βόησε τὸν δυσδαίμονα
773Λίχαν, τὸν ουδὲν αίτιον τοῦ σοῦ κακοῦ,
774ποίαις ενέγκοι τόνδε μηχαναῖς πέπλον

775 δ᾽ ουδὲν ειδὼς δύσμορος τὸ σὸν μόνης
776δώρημ᾽ έλεξεν, ὥσπερ ῆν εσταλμένον.

777κἀκεῖνος ὡς ήκουσε καὶ διώδυνος
778σπαραγμὸς αυτοῦ πλευμόνων ανθήψατο,
779μάρψας ποδός νιν, άρθρον λυγίζεται,
780ῥιπτεῖ πρὸς αμφίκλυστον εκ πόντου πέτραν

781κόμης δὲ λευκὸν μυελὸν εκραίνει, μέσου
782κρατὸς διασπαρέντος αἵματός θ᾽ ὁμοῦ

783ἅπας δ᾽ ανηυφήμησεν οιμωγῇ λεώς,
784τοῦ μὲν νοσοῦντος, τοῦ δὲ διαπεπραγμένου

785κοὐδεὶς ετόλμα τἀνδρὸς αντίον μολεῖν

786εσπᾶτο γὰρ πέδονδε καὶ μετάρσιος,
787βοῶν, ιύζων:
αμφὶ δ᾽ εκτύπουν πέτραι,
788Λοκρῶν τ᾽ όρειοι πρῶνες Ευβοίας τ᾽ άκραι

789επεὶ δ᾽ απεῖπε, πολλὰ μὲν τάλας χθονὶ
790ῥίπτων ἑαυτόν, πολλὰ δ᾽ οιμωγῇ βοῶν,
791τὸ δυσπάρευνον λέκτρον ενδατούμενος
792σοῦ τῆς ταλαίνης, καὶ τὸν Οινέως γάμον
793οἷον κατακτήσαιτο λυμαντὴν βίου,
794τότ᾽ εκ προσέδρου λιγνύος διάστροφον
795οφθαλμὸν άρας εῖδέ μ᾽ εν πολλῷ στρατῷ
796δακρυρροοῦντα, καί με προσβλέψας καλεῖ:

797 παῖ, πρόσελθε, μὴ φύγῃς τοὐμὸν κακόν,
798μη δ᾽ εί σε χρὴ θανόντι συνθανεῖν εμοί

799αλλ᾽ ᾶρον έξω, καὶ μάλιστα μέν με θὲς
800ενταῦθ᾽ ὅπου με μή τις όψεται βροτῶν

801ει δ᾽ οῖκτον ίσχεις, αλλά μ᾽ έκ γε τῆσδε γῆς
802πόρθμευσον ὡς τάχιστα, μη δ᾽ αυτοῦ θάνω

803τοσαῦτ᾽ επισκήψαντος, εν μέσῳ σκάφει
804θέντες σφε πρὸς γῆν τήνδ᾽ εκέλσαμεν μόλις
805βρυχώμενον σπασμοῖσι
καί νιν αυτίκα
806 ζῶντ᾽ εσόψεσθ᾽ τεθνηκότ᾽ αρτίως

807τοιαῦτα, μῆτερ, πατρὶ βουλεύσασ᾽ εμῷ
808καὶ δρῶσ᾽ ελήφθης, ὧν σε ποίνιμος Δίκη
809τίσαιτ᾽ Ερινύς τ᾽
ει θέμις δ᾽, επεύχομαι:
810θέμις δ᾽, επεί μοι τὴν θέμιν σὺ προύβαλες,
811πάντων άριστον άνδρα τῶν επὶ χθονὶ
812κτείνασ᾽, ὁποῖον άλλον ουκ όψει ποτέ.

813τί σῖγ᾽ αφέρπεις
ου κάτοισθ᾽ ὁθούνεκα
814ξυνηγορεῖς σιγῶσα τῷ κατηγόρῳ

815εᾶτ᾽ αφέρπειν
οῦρος οφθαλμῶν εμῶν
816αυτῇ γένοιτ᾽ άπωθεν ἑρπούσῃ καλός

817όγκον γὰρ άλλως ονόματος τί δεῖ τρέφειν
818μητρῷον, ἥτις μηδὲν ὡς τεκοῦσα δρᾷ

819αλλ᾽ ἑρπέτω χαίρουσα
τὴν δὲ τέρψιν ἣν
820τὠμῷ δίδωσι πατρί, τήνδ᾽ αυτὴ λάβοι

821ίδ᾽ οἷον, παῖδες, προσέμιξεν άφαρ
822τοὔπος τὸ θεοπρόπον ἡμῖν
823τᾶς παλαιφάτου προνοίας,
824 τ᾽ έλακεν, ὁπότε τελεόμηνος εκφέροι
825δωδέκατος άροτος, αναδοχὰν τελεῖν πόνων
826τῷ Διὸς αυτόπαιδι
καὶ τάδ᾽ ορθῶς
827έμπεδα κατουρίζει
πῶς γὰρ ὰν μὴ λεύσσων
828έτι ποτ᾽ έτ᾽ επίπονον πόνων έχοι θανὼν λατρείαν

831ει γάρ σφε Κενταύρου φονίᾳ νεφέλᾳ
832χρίει δολοποιὸς ανάγκα
833πλευρά, προστακέντος ιοῦ,
834ὃν τέκετο θάνατος, έτεκε δ᾽ αιόλος δράκων,
835πῶς ὅδ᾽ ὰν αέλιον ἕτερον τανῦν ίδοι,
836δεινοτάτῳ μὲν ὕδρας προστετακὼς
837φάσματι;
μελαγχαίτα δ᾽ άμμιγά νιν αικίζει
838Νέσσου ὑποφόνια δολιόμυθα κέντρ᾽ επιζέσαντα

841ὧν ἅδ᾽ τλάμων άοκνος μεγάλαν προσορῶσα
842δόμοισι βλάβαν νέων
843αΐσσουσαν γάμων τὰ μὲν αυτὰ προσέβαλε, τὰ
844δ᾽ απ᾽ αλλόθρου
845γνώμας μολόντ᾽ ολεθρίαισι συναλλαγαῖς
846 που ολοὰ στένει,
847 που αδινῶν χλωρὰν
848τέγγει δακρύων άχναν

849 δ᾽ ερχομένα μοῖρα προφαίνει δολίαν
851καὶ μεγάλαν άταν

852έρρωγεν παγὰ δακρύων
κέχυται νόσος, πόποι,
853οἷον αναρσίων
854ούπω Ἡρακλέους αγακλειτὸν επέμολε πάθος οικτίσαι

855ιὼ κελαινὰ λόγχα προμάχου δορός,
856 τότε θοὰν νύμφαν
857άγαγες απ᾽ αιπεινᾶς
858τάνδ᾽ Οιχαλίας αιχμᾷ:

859 δ᾽ αμφίπολος Κύπρις άναυδος φανερὰ
861τῶνδ᾽ εφάνη πράκτωρ

862πότερον εγὼ μάταιος, κλύω τινὸς
863οίκτου δι᾽ οίκων αρτίως ὁρμωμένου;
τί φημι
864ηχεῖ τις ουκ άσημον, αλλὰ δυστυχῆ
865κωκυτὸν είσω, καί τι καινίζει στέγη

866ξύνες δὲ
867τήνδ᾽ ὡς κατηφὴς καὶ συνωφρυωμένη
868χωρεῖ πρὸς ἡμᾶς γραῖα σημανοῦσά τι.

871 παῖδες, ὡς άρ᾽ ἡμὶν ου σμικρῶν κακῶν
872ῆρξεν τὸ δῶρον Ἡρακλεῖ τὸ πόμπιμον

873τί δ᾽, γεραιά, καινοποιηθὲν λέγεις

874βέβηκε Δῃάνειρα τὴν πανυστάτην
875ὁδῶν ἁπασῶν εξ ακινήτου ποδός

876ου δή ποθ᾽ ὡς θανοῦσα;

877πάντ᾽ ακήκοας

878τέθνηκεν τάλαινα

879δεύτερον κλύεις

880τάλαιν᾽ ολεθρία:
τίνι τρόπῳ θανεῖν σφε φής
881σχετλιώτατά γε πρὸς πρᾶξιν.

882ειπὲ τῷ μόρῳ, γύναι, ξυντρέχει

881αὑτὴν διηΐστωσε

882τίς θυμὸς τίνες νόσοι
883τάνδ᾽ αιχμᾷ βέλεος κακοῦ ξυνεῖλε
πως εμήσατο
884πρὸς θανάτῳ θάνατον ανύσασα μόνα

886στονόεντος εν τομᾷ σιδάρου.

887επεῖδες, ματαία, τάνδε τὴν ὕβριν

888επεῖδον, ὡς δὴ πλησία παραστάτις

889τίς ῆν
πῶς ; φέρ᾽ ειπέ
891αυτὴ πρὸς αὑτῆς χειροποιεῖται τάδε

892τί φωνεῖς

893 σαφηνῆ .

894έτεκεν έτεκε δὴ μεγάλαν
895 νέορτος ἅδε νύμφα δόμοισι τοῖσδ᾽ ερινύν

896άγαν γε:
μᾶλλον δ᾽, ει παροῦσα πλησία
897έλευσσες οἷ᾽ έδρασε, κάρτ᾽ ὰν ῴκτισας

898καὶ ταῦτ᾽ έτλη τις χεὶρ γυναικεία κτίσαι

899δεινῶς γε:
πεύσει δ᾽, ὥστε μαρτυρεῖν εμοί
900επεὶ γὰρ ῆλθε δωμάτων είσω μόνη
901καὶ παῖδ᾽ εν αυλαῖς εῖδε κοῖλα δέμνια
902στορνύνθ᾽, ὅπως άψορρον αντῴη πατρί,
903κρύψασ᾽ ἑαυτὴν ένθα μή τις εισίδοι,
904βρυχᾶτο μὲν βωμοῖσι προσπίπτουσ᾽ ὅτι
905γένοιντ᾽ έρημοι , ᾽ κλαιε δ᾽ οργάνων ὅτου
906ψαύσειεν οἷς εχρῆτο δειλαία πάρος

907άλλῃ δὲ κἄλλῃ δωμάτων στρωφωμένη,
908εί του φίλων βλέψειεν οικετῶν δέμας,
909έκλαιεν δύστηνος εισορωμένη,
910αυτὴ τὸν αὑτῆς δαίμον᾽ ανακαλουμένη
911καὶ τὰς άπαιδας ες τὸ λοιπὸν ουσίας.

912επεὶ δὲ τῶνδ᾽ έληξεν, εξαίφνης σφ᾽ ὁρῶ
913τὸν Ἡράκλειον θάλαμον εισορμωμένην

914κἀγὼ λαθραῖον όμμ᾽ επεσκιασμένη
915φρούρουν
ὁρῶ δὲ τὴν γυναῖκα δεμνίοις
916τοῖς Ἡρακλείοις στρωτὰ βάλλουσαν φάρη

917ὅπως δ᾽ ετέλεσε τοῦτ᾽, επενθοροῦσ᾽ άνω
918καθέζετ᾽ εν μέσοισιν ευνατηρίοις,
919καὶ δακρύων ῥήξασα θερμὰ νάματα
920έλεξεν
λέχη τε καὶ νυμφεῖ᾽ εμά,
921τὸ λοιπὸν ήδη χαίρεθ᾽, ὡς έμ᾽ ούποτε
922δέξεσθ᾽ έτ᾽ εν κοίταισι ταῖσδ᾽ ευνάτριαν

923τοσαῦτα φωνήσασα συντόνῳ χερὶ
924λύει τὸν αὑτῆς πέπλον, χρυσήλατος
925προύκειτο μαστῶν περονίς, εκ δ᾽ ελώπισεν
926πλευρὰν ἅπασαν ωλένην τ᾽ ευώνυμον

927κἀγὼ δρομαία βᾶσ᾽, ὅσονπερ έσθενον,
928τῷ παιδὶ φράζω τῆς τεχνωμένης τάδε

929κἀν τὸ κεῖσε δεῦρό τ᾽ εξορμώμεθα,
930ὁρῶμεν αυτὴν αμφιπλῆγι φασγάνῳ
931πλευρὰν ὑφ᾽ ἧπαρ καὶ φρένας πεπληγμένην

932ιδὼν δ᾽ παῖς ῴμωξεν
έγνω γὰρ τάλας
933τοὔργον κατ᾽ οργὴν ὡς εφάψειεν τόδε,
934όψ᾽ εκδιδαχθεὶς τῶν κατ᾽ οῖκον οὕνεκα
935άκουσα πρὸς τοῦ θηρὸς έρξειεν τάδε

936κἀνταῦθ᾽ παῖς δύστηνος ού τ᾽ οδυρμάτων
937ελείπετ᾽ ουδέν, αμφί νιν γοώμενος,
938ού τ᾽ αμφιπίπτων στόμασιν, αλλὰ πλευρόθεν
939πλευρὰν παρεὶς έκειτο πόλλ᾽ αναστένων,
940ὥς νιν ματαίως αιτίᾳ βάλοι κακῇ,
941κλαίων ὁθούνεκ᾽ εκ δυοῖν έσοιθ᾽ ἅμα,
942πατρός τ᾽ εκείνης τ᾽, ωρφανισμένος βίον.

943τοιαῦτα τἀνθάδ᾽ εστίν
ὥστ᾽ εί τις δύο
944 καί τι πλείους ἡμέρας λογίζεται,
945μάταιός εστιν:
ου γὰρ έσθ᾽ γ᾽ αύριον,
946πρὶν εῦ πάθῃ τις τὴν παροῦσαν ἡμέραν

947πότερα πρότερον επιστένω,
948πότερα μέλεα περαιτέρω,
949δύσκριτ᾽ έμοιγε δυστάνῳ.

950τάδε μὲν έχομεν ὁρᾶν δόμοις,
951τάδε δὲ μένομεν επ᾽ ελπίσιν

952κοινὰ δ᾽ έχειν τε καὶ μέλλειν.

953είθ᾽ ανεμόεσσά τις
954γένοιτ᾽ έπουρος ἑστιῶτις αύρα,
956ἥτις μ᾽ αποικίσειεν εκ τόπων, ὅπως
957τὸν Δῖον άλκιμον γόνον
958μὴ ταρβαλέα θάνοιμι
961μοῦνον εισιδοῦσ᾽ άφαρ

962επεὶ εν δυσαπαλλάκτοις οδύναις
963χωρεῖν πρὸ δόμων λέγουσιν
964άσπετόν τι θαῦμα.

965αγχοῦ δ᾽ άρα κοὐ μακρὰν
966προύκλαιον, οξύφωνος ὡς αηδών.

967ξένων γὰρ εξόμιλος ἥδε τις βάσις.

968πᾷ δ᾽ αῦ φορεῖ νιν
ὡς φίλου
969προκηδομένα βαρεῖαν
970άψοφον φέρει βάσιν

971αιαῖ, ὅδ᾽ αναύδατος φέρεται
τί χρὴ θανόντα νιν καθ᾽
971ὕπνον όντα κρῖναι;

972οίμοι εγὼ σοῦ,
973πάτερ, οίμοι εγὼ σοῦ μέλεος.

974τί πάθω
τί δὲ μήσομαι οίμοι .
975σίγα, τέκνον, μὴ κινήσῃς αγρίαν οδύνην πατρὸς ωμόφρονος

976ζῇ γὰρ προπετής
αλλ᾽ ίσχε δακὼν στόμα σόν
977πῶς φής, γέρον
ζῇ
978ου μὴ ξεγερεῖς τὸν ὕπνῳ κάτοχον
979κἀκκινήσεις κἀναστήσεις
980φοιτάδα δεινὴν νόσον, τέκνον.

981αλλ᾽ επί μοι μελέῳ
982βάρος άπλετον:
εμμέμονεν φρήν
983 Ζεῦ,
984ποῖ γᾶς ἥκω
παρὰ τοῖσι βροτῶν
985κεῖμαι πεπονημένος αλλήκτοις
986οδύναις
οίμοι μοι εγὼ τλάμων:
987 δ᾽ αῦ μιαρὰ βρύκει
φεῦ .
988ᾶρ᾽ εξῄδη σ᾽ ὅσον ῆν κέρδος
989σιγῇ κεύθειν καὶ μὴ σκεδάσαι
990τῷδ᾽ απὸ κρατὸς βλεφάρων θ᾽ ὕπνον

991ου γὰρ έχω πῶς ὰν
992στέρξαιμι κακὸν τόδε λεύσσων

993 Κηναία κρηπὶς βωμῶν,
994ἱερῶν οἵαν οἵων επί μοι
995μελέῳ χάριν ηνύσω
Ζεῦ.
996οἵαν μ᾽ άρ᾽ έθου λώβαν, οἵαν

997ἣν μή ποτ᾽ εγὼ προσιδεῖν τάλας
998ώφελον όσσοις, τόδ᾽ ακήλητον
999μανίας άνθος καταδερχθῆναι

1000τίς γὰρ αοιδός, τίς χειροτέχνης
1001ιατορίας, ὃς τήνδ᾽ άτην
1002χωρὶς Ζηνὸς κατακηλήσει;

1003θαῦμ᾽ ὰν πόρρωθεν ιδοίμην

1004 έ,
1005εᾶτέ μ᾽, εᾶτέ με δύσμορον ὕστατον,
1006εᾶθ᾽ ὕστατον ευνᾶσθαι

1007πᾷ πᾷ μου ψαύεις
ποῖ κλίνεις
1008απολεῖς μ᾽, απολεῖς

1009ανατέτροφας τι καὶ μύσῃ

1010ἧπταί μου, τοτοτοῖ, ἥδ᾽ αῦθ᾽ ἕρπει
πόθεν έστ᾽,
1011πάντων Ἑλλάνων αδικώτατοι ανέρες, οὓς δὴ
1012πολλὰ μὲν εν πόντῳ κατά τε δρία πάντα καθαίρων
1013ωλεκόμαν τάλας, καὶ νῦν επὶ τῷδε νοσοῦντι
1014ου πῦρ, ουκ έγχος τις ονήσιμον ουκ επιτρέψει

1015 έ, ου δ᾽ απαράξαι κρᾶτα βίᾳ θέλει
1016μολὼν τοῦ στυγεροῦ
φεῦ φεῦ.
1017 παῖ τοῦδ᾽ ανδρός, τοὔργον τόδε μεῖζον ανήκει
1018 κατ᾽ εμὰν ῥώμαν:
σὺ δὲ σύλλαβε σοὶ γὰρ ἑτοίμα
1019ες πλέον δι᾽ εμοῦ σῴζειν.

1020ψαύω μὲν έγωγε,
1021λαθίπονον δ᾽ οδυνᾶν ού τ᾽ ένδοθεν ού τε θύραθεν
1022έστι μοι εξανύσαι βίοτον
τοιαῦτα νέμει Ζεύς
1023 παῖ, ποῦ ποτ᾽ εῖ
τᾷδέ με τᾷδέ με
1024πρόσλαβε κουφίσας
έ, ιὼ δαῖμον.
1026θρῴσκει δ᾽ αῦ, θρῴσκει δειλαία
1027διολοῦσ᾽ ἡμᾶς
1028αποτίβατος αγρία νόσος

1031 Παλλὰς Παλλάς, τόδε μ᾽ αῦ λωβᾶται
ιὼ παῖ,
1032τὸν φύτορ᾽ οικτίρας, ανεπίφθονον είρυσον έγχος,
1033παῖσον εμᾶς ὑπὸ κλῇδος
ακοῦ δ᾽ άχος, μ᾽ εχόλωσεν
1036σὰ μάτηρ άθεος, τὰν ὧδ᾽ επίδοιμι πεσοῦσαν
1037αύτως, ὧδ᾽ αύτως ὥς μ᾽ ώλεσεν
γλυκὺς Ἅιδας,
1041 Διὸς αυθαίμων, εύνασον εύνασον μ᾽
1042ωκυπέτᾳ μόρῳ τὸν μέλεον φθίσας

1043κλύουσ᾽ έφριξα τάσδε συμφοράς, φίλαι,
1044άνακτος, οἵαις οἷος ὼν ελαύνεται

1046 πολλὰ δὴ καὶ θερμὰ κοὐ λόγῳ κακὰ
1047καὶ χερσὶ καὶ νώτοισι μοχθήσας εγώ

1048κοὔπω τοιοῦτον ού τ᾽ άκοιτις Διὸς
1049προύθηκεν ούθ᾽ στυγνὸς Ευρυσθεὺς εμοί,
1050οἷον τόδ᾽ δολῶπις Οινέως κόρη
1051καθῆψεν ώμοις τοῖς εμοῖς Ερινύων
1052ὑφαντὸν αμφίβληστρον, διόλλυμαι

1053πλευραῖσι γὰρ προσμαχθὲν εκ μὲν εσχάτας
1054βέβρωκε σάρκας, πλεύμονός τ᾽ αρτηρίας
1055ῥοφεῖ ξυνοικοῦν, εκ δὲ χλωρὸν αἷμά μου
1056πέπωκεν ήδη, καὶ διέφθαρμαι δέμας
1057τὸ πᾶν, αφράστῳ τῇδε χειρωθεὶς πέδῃ

1058κοὐ ταῦτα λόγχη πεδιάς, ούθ᾽ γηγενὴς
1059στρατὸς Γιγάντων ού τε θήρειος βία,
1060ούθ᾽ Ἑλλὰς ού τ᾽ άγλωσσος ούθ᾽ ὅσην εγὼ
1061γαῖαν καθαίρων ἱκόμην, έδρασέ πω

1062γυνὴ δέ, θῆλυς φῦσα κοὐκ ανδρὸς φύσιν,
1063μόνη με δὴ καθεῖλε φασγάνου δίχα.

1064 παῖ, γενοῦ μοι παῖς ετήτυμος γεγώς,
1065καὶ μὴ τὸ μητρὸς όνομα πρεσβεύσῃς πλέον

1066δός μοι χεροῖν σαῖν αυτὸς εξ οίκου λαβὼν
1067ες χεῖρα τὴν τεκοῦσαν, ὡς ειδῶ σάφα
1068ει τοὐμὸν αλγεῖς μᾶλλον κείνης ὁρῶν
1069λωβητὸν εῖδος εν δίκῃ κακούμενον.

1070ίθ᾽, τέκνον, τόλμησον
οίκτιρόν τέ με
1071πολλοῖσιν οικτρόν, ὅστις ὥστε παρθένος
1072βέβρυχα κλαίων, καὶ τόδ᾽ ου δ᾽ ὰν εἷς ποτε
1073τόνδ᾽ άνδρα φαίη πρόσθ᾽ ιδεῖν δεδρακότα,
1074αλλ᾽ αστένακτος αιὲν εἱπόμην κακοῖς.

1075νῦν δ᾽ εκ τοιούτου θῆλυς ηὕρημαι τάλας

1076καὶ νῦν προσελθὼν στῆθι πλησίον πατρός,
1077σκέψαι θ᾽ ὁποίας ταῦτα συμφορᾶς ὕπο
1078πέπονθα
δείξω γὰρ τάδ᾽ εκ καλυμμάτων
1079ιδού, θεᾶσθε πάντες άθλιον δέμας,
1080ὁρᾶτε τὸν δύστηνον, ὡς οικτρῶς έχω

1081αιαῖ, τάλας,
1082έθαλψεν άτης σπασμὸς αρτίως ὅδ᾽ αῦ,
1083διῇξε πλευρῶν, ου δ᾽ αγύμναστόν μ᾽ εᾶν
1084έοικεν τάλαινα διάβορος νόσος

1085ῶναξ Αίδη, δέξαι μ᾽,
1086 Διὸς ακτίς, παῖσον,
1087ένσεισον, ῶναξ, εγκατάσκηψον βέλος,
1088πάτερ, κεραυνοῦ
δαίνυται γὰρ αῦ πάλιν,
1089ήνθηκεν, εξωρμήκεν
χέρες χέρες,
1090 νῶτα καὶ στέρν᾽, φίλοι βραχίονες,
1091ὑμεῖς δὲ κεῖνοι δὴ καθέσταθ᾽, οἵ ποτε
1092Νεμέας ένοικον, βουκόλων αλάστορα
1093λέοντ᾽, άπλατον θρέμμα κἀπροσήγορον,
1094βίᾳ κατειργάσασθε, Λερναίαν θ᾽ ὕδραν,
1095διφυῆ τ᾽ άμικτον ἱπποβάμονα στρατὸν
1096θηρῶν, ὑβριστὴν άνομον, ὑπέροχον βίαν,
1097Ερυμάνθιόν τε θῆρα, τόν θ᾽ ὑπὸ χθονὸς
1098Ἅιδου τρίκρανον σκύλακ᾽, απρόσμαχον τέρας,
1099δεινῆς Εχίδνης θρέμμα, τόν τε χρυσέων
1100δράκοντα μήλων φύλακ᾽ επ᾽ εσχάτοις τόποις.

1101άλλων τε μόχθων μυρίων εγευσάμην,
1102κοὐδεὶς τροπαῖ᾽ έστησε τῶν εμῶν χερῶν

1103νῦν δ᾽ ὧδ᾽ άναρθρος καὶ κατερρακωμένος
1104τυφλῆς ὑπ᾽ άτης εκπεπόρθημαι τάλας,
1105 τῆς αρίστης μητρὸς ωνομασμένος,
1106 τοῦ κατ᾽ άστρα Ζηνὸς αυδηθεὶς γόνος

1107αλλ᾽ εῦ γέ τοι τόδ᾽ ίστε, κἂν τὸ μηδὲν
1108κἂν μηδὲν ἕρπω, τήν γε δράσασαν τάδε
1109χειρώσομαι κἀκ τῶνδε
προσμόλοι μόνον,
1110ἵν᾽ εκδιδαχθῇ πᾶσιν αγγέλλειν ὅτι
1111καὶ ζῶν κακούς γε καὶ θανὼν ετισάμην

1112 τλῆμον Ἑλλάς, πένθος οἷον εισορῶ
1113ἕξουσαν, ανδρὸς τοῦδέ γ᾽ ει σφαλήσεται

1114επεὶ παρέσχες αντιφωνῆσαι, πάτερ,
1115σιγὴν παρασχὼν κλῦθί μου, νοσῶν ὅμως

1116αιτήσομαι γάρ σ᾽ ὧν δίκαια τυγχάνειν.

1117δός μοι σεαυτόν, μὴ τοσοῦτον ὡς δάκνει
1118θυμῷ δύσοργος
ου γὰρ ὰν γνοίης εν οἷς
1119χαίρειν προθυμεῖ κἀν ὅτοις αλγεῖς μάτην.

1120ειπὼν χρῄζεις λῆξον
ὡς εγὼ νοσῶν
1121ουδὲν ξυνίημ᾽ ὧν σὺ ποικίλλεις πάλαι.

1122τῆς μητρὸς ἥκω τῆς εμῆς φράσων εν οἷς
1123νῦν εστιν ὥς θ᾽ ἥμαρτεν ουχ ἑκουσία.

1124 παγκάκιστε, καὶ παρεμνήσω γὰρ αῦ
1125τῆς πατροφόντου μητρός, ὡς κλύειν εμέ

1126έχει γὰρ οὕτως ὥστε μὴ σιγᾶν πρέπειν

1127ου δῆτα τοῖς γε πρόσθεν ἡμαρτημένοις.

1128αλλ᾽ ου δὲ μὲν δὴ τοῖς γ᾽ εφ᾽ ἡμέραν ερεῖς

1129λέγ᾽, ευλαβοῦ δὲ μὴ φανῇς κακὸς γεγώς

1130 λέγω
τέθνηκεν αρτίως νεοσφαγής
1131πρὸς τοῦ;
τέρας τοι διὰ κακῶν εθέσπισας
1132αυτὴ πρὸς αὑτῆς, ουδενὸς πρὸς εκτόπου.

1133 οίμοι :
πρὶν ὡς χρῆν σφ᾽ εξ εμῆς θανεῖν χερός;
1134κἂν σοῦ στραφείη θυμός, ει τὸ πᾶν μάθοις

1135δεινοῦ λόγου κατῆρξας
ειπὲ δ᾽ νοεῖς
1136ἅπαν τὸ χρῆμ᾽ ἥμαρτε χρηστὰ μωμένη

1137χρήστ᾽, κάκιστε, πατέρα σὸν κτείνασα δρᾷ

1138στέργημα γὰρ δοκοῦσα προσβαλεῖν σέθεν
1139απήμπλαχ᾽, ὡς προσεῖδε τοὺς ένδον γάμους

1140καὶ τίς τοσοῦτος φαρμακεὺς Τραχινίων;

1141Νέσσος πάλαι Κένταυρος εξέπεισέ νιν
1142τοιῷδε φίλτρῳ τὸν σὸν εκμῆναι πόθον

1143ιοὺ ιοὺ δύστηνος, οίχομαι τάλας

1144όλωλ᾽ όλωλα, φέγγος ουκέτ᾽ έστι μοι

1145οίμοι, φρονῶ δὴ ξυμφορᾶς ἵν᾽ ἕσταμεν

1146ίθ᾽, τέκνον, πατὴρ γὰρ ουκέτ᾽ έστι σοι

1147κάλει τὸ πᾶν μοι σπέρμα σῶν ὁμαιμόνων,
1148κάλει δὲ τὴν τάλαιναν Αλκμήνην, Διὸς
1149μάτην άκοιτιν, ὡς τελευταίαν εμοῦ
1150φήμην πύθησθε θεσφάτων ὅσ᾽ οῖδ᾽ εγώ

1151αλλ᾽ ού τε μήτηρ ενθάδ᾽, αλλ᾽ επακτίᾳ
1152Τίρυνθι συμβέβηκεν ὥστ᾽ έχειν ἕδραν.

1153παίδων δὲ τοὺς μὲν ξυλλαβοῦσ᾽ αυτὴ τρέφει,
1154τοὺς δ᾽ ὰν τὸ Θήβης άστυ ναίοντας μάθοις

1155ἡμεῖς δ᾽ ὅσοι πάρεσμεν, εί τι χρή, πάτερ,
1156πράσσειν, κλύοντες εξυπηρετήσομεν

1157σὺ δ᾽ οῦν άκουε τοὔργον
εξήκεις δ᾽ ἵνα
1158φανεῖς ὁποῖος ὼν ανὴρ εμὸς καλεῖ

1159εμοὶ γὰρ ῆν πρόφαντον εκ πατρὸς πάλαι,
1160τῶν εμπνεόντων μηδενὸς θανεῖν ὕπο,
1161αλλ᾽ ὅστις Ἅιδου φθίμενος οικήτωρ πέλοι

1162ὅδ᾽ οῦν θὴρ Κένταυρος, ὡς τὸ θεῖον ῆν
1163πρόφαντον, οὕτω ζῶντά μ᾽ έκτεινεν θανών

1164φανῶ δ᾽ εγὼ τούτοισι συμβαίνοντ᾽ ίσα
1165μαντεῖα καινά, τοῖς πάλαι ξυνήγορα,
1166 τῶν ορείων καὶ χαμαικοιτῶν εγὼ
1167Σελλῶν εσελθὼν άλσος εισεγραψάμην
1168πρὸς τῆς πατρῴας καὶ πολυγλώσσου δρυός,
1169 μοι χρόνῳ τῷ ζῶντι καὶ παρόντι νῦν
1170έφασκε μόχθων τῶν εφεστώτων εμοὶ
1171λύσιν τελεῖσθαι
κἀδόκουν πράξειν καλῶς
1172τὸ δ᾽ ῆν άρ᾽ ουδὲν άλλο πλὴν θανεῖν εμέ

1173τοῖς γὰρ θανοῦσι μόχθος ου προσγίγνεται

1174ταῦτ᾽ οῦν επειδὴ λαμπρὰ συμβαίνει, τέκνον,
1175δεῖ σ᾽ αῦ γενέσθαι τῷδε τἀνδρὶ σύμμαχον
1176καὶ μὴ πιμεῖναι τοὐμὸν οξῦναι στόμα,
1177αλλ᾽ αυτὸν εικαθόντα συμπράσσειν, νόμον
1178κάλλιστον εξευρόντα, πειθαρχεῖν πατρί

1179αλλ᾽, πάτερ, ταρβῶ μὲν εις λόγου στάσιν
1180τοιάνδ᾽ επελθών, πείσομαι δ᾽ σοι δοκεῖ

1181έμβαλλε χεῖρα δεξιὰν πρώτιστά μοι

1182ὡς πρὸς τί πίστιν τήνδ᾽ άγαν επιστρέφεις

1183ου θᾶσσον οίσεις μη δ᾽ απιστήσεις εμοί

1184ιδοὺ προτείνω, κοὐδὲν αντειρήσεται

1185όμνυ Διός νυν τοῦ με φύσαντος κάρα

1186 μὴν τί δράσειν;
καὶ τόδ᾽ εξειρήσεται
1187 μὴν εμοὶ τὸ λεχθὲν έργον εκτελεῖν.

1188όμνυμ᾽ έγωγε, Ζῆν᾽ έχων επώμοτον

1189ει δ᾽ εκτὸς έλθοις, πημονὰς εύχου λαβεῖν

1190ου μὴ λάβω
δράσω γάρ εύχομαι δ᾽ ὅμως
1191οῖσθ᾽ οῦν τὸν Οίτης Ζηνὸς ὕψιστον πάγον

1192οῖδ᾽, ὡς θυτήρ γε πολλὰ δὴ σταθεὶς άνω

1193ενταῦθά νυν χρὴ τοὐμὸν εξάραντά σε
1194σῶμ᾽ αυτόχειρα καὶ ξὺν οἷς χρῄζεις φίλων,
1195πολλὴν μὲν ὕλην τῆς βαθυρρίζου δρυὸς
1196κείραντα, πολλὸν δ᾽ άρσεν᾽ εκτεμόνθ᾽ ὁμοῦ
1197άγριον έλαιον, σῶμα τοὐμὸν εμβαλεῖν,
1198καὶ πευκίνης λαβόντα λαμπάδος σέλας
1199πρῆσαι.
γόου δὲ μηδὲν εισίτω δάκρυ,
1200αλλ᾽ αστένακτος κἀδάκρυτος, είπερ εῖ
1201τοῦδ᾽ ανδρός, έρξον:
ει δὲ μή, μενῶ σ᾽ εγὼ
1202καὶ νέρθεν ὼν αραῖος εισαεὶ βαρύς.

1203οίμοι, πάτερ, τί δ᾽ εῖπας
οἷά μ᾽ είργασαι
1204ὁποῖα δραστέ᾽ εστίν:
ει δὲ μή, πατρὸς
1205άλλου γενοῦ του μη δ᾽ εμὸς κληθῇς έτι.

1206οίμοι μάλ᾽ αῦθις, οἷά μ᾽ εκκαλεῖ, πάτερ,
1207φονέα γενέσθαι καὶ παλαμναῖον σέθεν

1208ου δῆτ᾽ έγωγ᾽, αλλ᾽ ὧν έχω παιώνιον
1209καὶ μοῦνον ιατῆρα τῶν εμῶν κακῶν.

1210καὶ πῶς ὑπαίθων σῶμ᾽ ὰν ιῴμην τὸ σόν

1211αλλ᾽ ει φοβεῖ πρὸς τοῦτο, τἄλλα γ᾽ έργασαι

1212φορᾶς γέ τοι φθόνησις ου γενήσεται

1213 καὶ πυρᾶς πλήρωμα τῆς ειρημένης;

1214ὅσον γ᾽ ὰν αυτὸς μὴ ποτιψαύων χεροῖν:

1215τὰ δ᾽ άλλα πράξω κοὐ καμεῖ τοὐμὸν μέρος

1216αλλ᾽ αρκέσει καὶ ταῦτα
πρόσνειμαι δέ μοι
1217χάριν βραχεῖαν πρὸς μακροῖς άλλοις διδούς

1218ει καὶ μακρὰ κάρτ᾽ εστίν, εργασθήσεται

1219τὴν Ευρυτείαν οῖσθα δῆτα παρθένον

1220Ιόλην έλεξας, ὥς γ᾽ επεικάζειν εμέ

1221 έγνως
τοσοῦτον δή σ᾽ επισκήπτω, τέκνον
1222ταύτην εμοῦ θανόντος, είπερ ευσεβεῖν
1223βούλει, πατρῴων ὁρκίων μεμνημένος,
1224προσθοῦ δάμαρτα, μη δ᾽ απιστήσῃς πατρί
μη δ᾽
1225άλλος ανδρῶν τοῖς εμοῖς πλευροῖς ὁμοῦ
1226κλιθεῖσαν αυτὴν αντὶ σοῦ λάβῃ ποτέ,
1227αλλ᾽ αυτός, παῖ, τοῦτο κήδευσον λέχος

1228 πείθου
τὸ γάρ τοι μεγάλα πιστεύσαντ᾽ εμοὶ
1229σμικροῖς απιστεῖν τὴν πάρος συγχεῖ χάριν

1230 οίμοι :
τὸ μὲν νοσοῦντι θυμοῦσθαι κακόν,
1231τὸ δ᾽ ὧδ᾽ ὁρᾶν φρονοῦντα τίς ποτ᾽ ὰν φέροι;

1232ὡς εργασείων ουδὲν ὧν λέγω θροεῖς

1233τίς γάρ ποθ᾽, μοι μητρὶ μὲν θανεῖν μόνη
1234μεταίτιος σοί τ᾽ αῦθις ὡς έχεις έχειν,
1235τίς ταῦτ᾽ άν, ὅστις μὴ ξ αλαστόρων νοσοῖ,
1236ἕλοιτο;
κρεῖσσον κἀμέ γ᾽, πάτερ, θανεῖν
1237 τοῖσιν εχθίστοισι συνναίειν ὁμοῦ.

1238ἁνὴρ ὅδ᾽, ὡς έοικεν, ου νεμεῖν εμοὶ
1239φθίνοντι μοῖραν
αλλά τοι θεῶν αρὰ
1240μενεῖ σ᾽ απιστήσαντα τοῖς εμοῖς λόγοις

1241ώμοι, τάχ᾽, ὡς έοικας, ὡς νοσεῖς φράσεις

1242σὺ γάρ μ᾽ απ᾽ ευνασθέντος εκκινεῖς κακοῦ

1243δείλαιος, ὡς ες πολλὰ τἀπορεῖν έχω

1244ου γὰρ δικαιοῖς τοῦ φυτεύσαντος κλύειν

1245αλλ᾽ εκδιδαχθῶ δῆτα δυσσεβεῖν, πάτερ

1246ου δυσσέβεια, τοὐμὸν ει τέρψεις κέαρ.

1247πράσσειν άνωγας οῦν με πανδίκως τάδε

1248 έγωγε :
τούτων μάρτυρας καλῶ θεούς
1249τοιγὰρ ποήσω κοὐκ απώσομαι, τὸ σὸν
1250θεοῖσι δεικνὺς έργον
ου γὰρ άν ποτε
1251κακὸς φανείην σοί γε πιστεύσας, πάτερ

1252καλῶς τελευτᾷς, κἀπὶ τοῖσδε τὴν χάριν
1253ταχεῖαν, παῖ, πρόσθες, ὡς πρὶν εμπεσεῖν
1254σπαραγμὸν ή τιν᾽ οῖστρον, ες πυράν με θῇς

1255άγ᾽ εγκονεῖτ᾽, αίρεσθε
παῦλά τοι κακῶν
1256αὕτη, τελευτὴ τοῦδε τἀνδρὸς ὑστάτη.

1257αλλ᾽ ουδὲν είργει σοὶ τελειοῦσθαι τάδε,
1258επεὶ κελεύεις κἀξαναγκάζεις, πάτερ.

1259άγε νυν, πρὶν τήνδ᾽ ανακινῆσαι
1260νόσον, ψυχὴ σκληρά, χάλυβος
1261λιθοκόλλητον στόμιον παρέχουσ᾽,
1262ανάπαυε βοήν, ὡς επίχαρτον
1263τελέουσ᾽ αεκούσιον έργον

1264αίρετ᾽, οπαδοί, μεγάλην μὲν εμοὶ
1265τούτων θέμενοι συγγνωμοσύνην,
1266μεγάλην δὲ θεῶν αγνωμοσύνην
1267ειδότες έργων τῶν πρασσομένων,
1268οἳ φύσαντες καὶ κλῃζόμενοι
1269πατέρες τοιαῦτ᾽ εφορῶσι πάθη

1270τὰ μὲν οῦν μέλλοντ᾽ ουδεὶς εφορᾷ,
1271τὰ δὲ νῦν ἑστῶτ᾽ οικτρὰ μὲν ἡμῖν,
1272αισχρὰ δ᾽ εκείνοις,
1273χαλεπώτατα δ᾽ οῦν ανδρῶν πάντων
1274τῷ τήνδ᾽ άτην ὑπέχοντι.

1275λείπου μη δὲ σύ, παρθέν᾽, απ᾽ οίκων,
1276μεγάλους μὲν ιδοῦσα νέους θανάτους,
1277πολλὰ δὲ πήματα καὶ καινοπαθῆ,
1278κοὐδὲν τούτων τι μὴ Ζεύς.