1Ἀνακρέων ἰδών με
2ὁ Τήϊος μελωιδός
3(ὄναρ λέγω) προσεῖπεν ·
4κα- κἀγὼ δραμὼν πρὸς αὐτόν
5περιπλάκην φιλήσας.
6γέρων μὲν ἦν, καλὸς δέ,
7καλὸς δὲ καὶ φίλευνος ·
8τὸ χεῖλος ὦζεν οἴνου ·
9τρέμοντα δ’αὐτὸν ἤδη
10Ἔρως ἐχειραγώγει.
11ὃ δ’ἐξελὼν καρήνου
12ἐμοὶ στέφος δίδωσι ·
13τὸ δ’ὦζ’Ἀνακρέοντος.
14ἐγὼ δ’ὁ μωρὸς ἄρας
15ἐδησάμην μετώπωι ·
16καὶ δῆθεν ἄχρι καὶ νῦν
17ἔρωτος οὐ πέπαυμαι.
1ἄγε, ζωγράφων ἄριστε,
2λυρικῆς ἄκουε Μούσης
3G_L
4G_L
5γράφε τὰς πόλεις τὸ πρῶτον
6ἱλαράςτε καὶ γελώσας ·
7ὁ δὲ κηρὸς ἂν δύναιτο,
8γράφε καὶ νόμους φιλούντων.
9φιλοπαίγμονες δὲ Βάκχαι
10ἑτεροπνόους ἐναύλους
11G_L
4a.1τὸν ἄργυρον τορεύσας
4a.2Ἥφαιστέ μοι ποίησον
4a.3πανοπλίας μὲν οὐχί ·
4a.4τί γὰρ μάχαισι κα- κἀμοί;
4a.5ποτήριον δὲ κοῖλον
4a.6ὅσον δύνηι βάθυνον.
4a.7καὶ μὴ ποίει κατ’αὐτό
4a.8μήτ’ἄστρα μήτ’Ἀμάξας,
4a.9μὴ στυγνὸν Ὠρίωνα ·
4a.10τί Πλειάδων μέλει μοι,
4a.11τί δ’ἀστέρος Βοώτεω;
4a.12ποίησον ἀμπέλους μοι,
4a.13καὶ βότρυας κατ’αὐτῶν,
4a.14ποίει δὲ ληνὸν οἴνου,
4a.15καὶ χρυσέους πατοῦντας
4a.16ὁμοῦ καλῶι Λυαίωι
4a.17Ἔρωτα καὶ Βάθυλλον.
4b.1τὸν ἄργυρον τορεύσας
4b.2Ἥφαιστέ μοι ποίησον
4b.3πανοπλίαν μὲν οὐχί ·
4b.4ποτήριον δὲ κοῖλον
4b.5ὅσον δύνηι βάθυνον.
4b.6ποίει δέ μοι κατ’αὐτοῦ
4b.7μήτ’ἄστρα μήτ’Ἀμάξας,
4b.8μὴ στυγνὸν Ὠρίωνα,
4b.9ἀλλ’ἀμπέλους χλοώσας
4b.10καὶ βότρυας γελῶντας
4b.11σὺν τῶι καλῶι Λυαίωι.
4c.1τὸν ἄργυρον τορεύων
4c.2Ἥφαιστέ μοι ποίησον
4c.3πανοπλίαν μὲν οὐχί ·
4c.4τί γὰρ μάχαισι κα- κἀμοί;
4c.5ποτήριον δὲ κοῖλον
4c.6ὅσον δύνηι βαθύνας.
4c.7ποίει δέ μοι κατ’αὐτοῦ
4c.8μήτ’ἄστρα μήτ’Ἄμαξαν,
4c.9μὴ στυγνὸν Ὠρίωνα ·
4c.10τί Πλειάδων μέλει μοι,
4c.11τί γὰρ καλοῦ Βοώτου;
4c.12ποίησον ἀμπέλους μοι,
4c.13καὶ βότρυας κατ’αὐτῶν,
4c.14καὶ Μαινάδας τρυγώσας ·
4c.15ποίει δὲ ληνὸν οἴνου
4c.16ληνοβάτας πατοῦντας
4c.17τοὺς Σατύρους γελῶντας
4c.18καὶ χρυσέους Ἔρωτας
4c.19καὶ Κυθέρην γελῶσαν
4c.20ὁμοῦ καλῶι Λυαίωι.
4c.21
1στέφος πλέκων ποτ’εὗρον
2ἐν τοῖς ῥόδοις Ἔρωτα,
3καὶ τῶν πτερῶν κατασχών
4ἐβάπτισ’εἰς τὸν οἶνον,
5λαβὼν δ’ἔπιον αὐτόν ·
6καὶ νῦν ἔσω μελῶν μου
7πτεροῖσι γαργαλίζει.
1λέγουσιν αἱ γυναῖκες ·
2“Ἀνάκρεον, γέρων εἶ ·
3λαβὼν ἔσοπτρον ἄθρει
4κόμας μὲν οὐκέτ’οὔσας,
5ψιλὸν δέ σευ μέτωπον”.
6ἐγὼ δὲ τὰς κόμας μέν,
7εἴτ’εἰσὶν εἴτ’ἀπῆλθον,
8οὐκ οἶδα · τοῦτο δ’οἶδα,
9ὡς τῶι γέροντι μᾶλλον
10πρέπει τὸ τερπνὰ παίζειν,
11ὅσωι πέλας τὰ Μοίρης.
1οὔ μοι μέλει τὰ Γύγεω
2τοῦ Σαρδίων ἄνακτος,
3οὐ δ’εἷλέ πώ με ζῆλος,
4οὐ δὲ φθονῶ τυράννοις.
5ἐμοὶ μέλει μύροισιν
6καταβρέχειν ὑπήνην,
7ἐμοὶ μέλει ῥόδοισιν
8καταστέφειν κάρηνα ·
9τὸ σήμερον μέλει μοι,
10τὸ δ’αὔριον τίς οἶδεν;
11ὡς οὖν ἔτ’εὔδι’ἔστιν,
12καὶ πῖνε καὶ κύβευε
13καὶ σπένδε τῶι Λυαίωι,
14μὴ νοῦσος ἤν τις ἔλθηι
15λέγηι σε μη δὲ πίνειν.
1ἄφες με, τοὺς θεούς σοι,
2πιεῖν, πιεῖν ἀμυστί ·
3θέλω, θέλω μανῆναι.
4ἐμαίνετ’Ἀλκμέωντε
5κα- χὠ λευκόπους Ὀρέστης
6τὰς μητέρας κτανόντες ·
7ἐγὼ δὲ μηδένα κτάς,
8πιὼν δ’ἐρυθρὸν οἶνον
9θέλω, θέλω μανῆναι.
10ἐμαίνετ’Ἡρακλῆς πρίν,
11δεινὴν κλονῶν φαρέτρην
12καὶ τόξον Ἰφίτειον ·
13ἐμαίνετο πρὶν Αἴας,
14μετ’ἀσπίδος κραδαίνων
15τὴν Ἕκτορος μάχαιραν ·
16ἐγὼ δ’ἔχων κύπελλον
17καὶ στέμμα τοῦτο χαίτης
18
19θέλω, θέλω μανῆναι.
1τί σοι θέλεις ποιήσω,
2τί σοι, † λάλευ † χελιδόν;
3τὰ ταρσά σευ τὰ κοῦφα
4θέλεις λαβὼν ψαλίξω,
5ἢ μᾶλλον ἔνδοθέν σευ
6τὴν γλῶσσαν, ὡς ὁ Τηρεύς
7ἐκεῖνος, ἐκθερίξω;
8τί μευ καλῶν ὀνείρων
9ὑπορθρίαισι φωναῖς
10ἀφήρπασας Βάθυλλον;
1ἔρωτα κήρινόν τις
2νεηνίης ἐπώλει ·
3ἐγὼ δέ οἱ παραστάς
4“πόσου θέλεις” ἔφην “σοι
5τὸ τυχθὲν ἐκπρίωμαι”;
6ὃ δ’εἶπε δωριάζων
7“λάβ’αὐτὸν ὁππόσου λῆις.
8ὅπως δ’ἂν ἐκμάθηις πᾶν,
9οὐκ εἰμὶ κηροτέχνας,
10ἀλλ’οὐ θέλω συνοικεῖν
11Ἔρωτι παντορέκται”.
12“δὸς οὖν, δὸς αὐτὸν ἡμῖν
13δραχμῆς, καλὸν σύνευνον”.
14Ἔρως, σὺ δ’εὐθέως με
15πύρωσον · εἰ δὲ μή, σύ
16κατὰ φλογὸς τακήσηι.
1οἱ μὲν καλὴν Κυβήβην
2τὸν ἡμίθηλυν Ἄττιν
3ἐν οὔρεσιν βοῶντα
4λέγουσιν ἐκμανῆναι ·
5οἱ δὲ Κλάρου παρ’ὄχθαις
6δαφνηφόροιο Φοίβου
7λάλον πιόντες ὕδωρ
8μεμηνότες βοῶσιν ·
9ἐγὼ δὲ τοῦ Λυαίου
10καὶ τοῦ μύρου κορεσθείς
11καὶ τῆς ἐμῆς ἑταίρης
12θέλω, θέλω μανῆναι.
1
2Ἔπειθ’Ἔρως φιλεῖν με ·
3ἐγὼ δ’ἔχων νόημα
4ἄβουλον οὐκ ἐπείσθην.
5ὃ δ’εὐθὺ τόξον ἄρας
6καὶ χρυσέην φαρέτρην
7μάχηι με προυκαλεῖτο ·
8κα- κἀγὼ λαβὼν ἐπ’ὤμων
9θώρηχ’ὅπως Ἀχιλλεύς
10καὶ δοῦρα καὶ βοείην
11ἐμαρνάμην Ἔρωτι.
12ἔβαλλ’, ἐγὼ δ’ἔφευγον ·
13ὡς δ’οὐκέτ’εἶχ’ὀιστούς,
14ἤσχαλλεν, εἶτ’ἑαυτόν
15ἀφῆκεν εἰς βέλεμνον ·
16μέσος δὲ καρδίης μευ
17ἔδυνε καί μ’ἔλυσεν.
18μάτην δ’ἔχω βοείην ·
19τί γὰρ βάλωμεν ἔξω,
20μάχης ἔσω μ’ἐχούσης;
1εἰ φύλλα πάντα δένδρων
2ἐπίστασαι κατειπεῖν,
3εἰ κύματ’οἶδας εὑρεῖν
4τὰ τῆς ὅλης θαλάσσης,
5σὲ τῶν ἐμῶν ἐρώτων
6μόνον ποῶ λογιστήν.
7πρῶτον μὲν ἐξ Ἀθηνῶν
8ἔρωτας εἴκοσιν θές
9καὶ πεντεκαίδεκ’ἄλλους.
10ἔπειτα δ’ἐκ Κορίνθου
11θὲς ὁρμαθοὺς ἐρώτων ·
12Ἀχαΐης γάρ ἐστιν,
13ὅπου καλαὶ γυναῖκες.
14τίθει δὲ Λεσβίους μοι
15καὶ μέχρι τῶν Ἰώνων
16καὶ Καρίης Ῥόδουτε
17δισχιλίους ἔρωτας.
18τί φήις; ἄγει καρωθείς;
19οὔπω Σύρους ἔλεξα,
20οὔπω πόθους Κανώβου,
21οὐ τῆς ἅπαντ’ἐχούσης
22Κρήτης, ὅπου πόλεσσιν
23Ἔρως ἐποργιάζει.
24τί δ’οὐ θέλεις ἀριθμεῖν
25καὶ τοὺς Γαδείρων ἐκτός,
26τῶν Βακτρίωντε κα- κἰνδῶν
27ψυχῆς ἐμῆς ἔρωτας;
1ἐρασμίη πέλεια,
2πόθεν, πόθεν πέτασαι;
3πόθεν μύρων τοσούτων
4ἐπ’ἠέρος θέουσα
5πνέειςτε καὶ ψεκάζεις;
6τίς εἶ, τί σοι μέλει δέ;
7“Ἀνακρέων μ’ἔπεμψε
8πρὸς παῖδα, πρὸς Βάθυλλον
9τὸν ἄρτι τῶν ἁπάντων
10κρατοῦντα καὶ τυράννων.
11πέπρακέ μ’ἡ Κυθήρη
12λαβοῦσα μικρὸν ὕμνον
13ἐγὼ δ’Ἀνακρέοντι
14διακονῶ τοσαῦτα ·
15καὶ νῦν, ὁρᾶις, ἐκείνου
16ἐπιστολὰς κομίζω.
17καί φησιν εὐθέως με
18ἐλευθέρην ποιήσειν ·
19ἐγὼ δέ, κα- κἢν ἀφῆι με,
20δούλη μενῶ παρ’αὐτῶι.
21τί γάρ με δεῖ πέτασθαι
22ὄρητε καὶ κατ’ἀγρούς
23καὶ δένδρεσιν καθίζειν
24φαγοῦσαν ἄγριόν τι;
25τὰ νῦν ἔδω μὲν ἄρτον
26ἀφαρπάσασα χειρῶν
27Ἀνακρέοντος αὐτοῦ,
28πιεῖν δέ μοι δίδωσι
29τὸν οἶνον ὃν προπίνει,
30πιοῦσα δ’ἀγχορεύω
31καὶ δεσπότην κρέκοντα
32πτεροῖσι συγκαλύπτω ·
33κοιμωμένου δ’ἐπ’αὐτῶι
34τῶι βαρβίτωι καθεύδω.
35ἔχεις ἅπαντ’· ἄπελθε ·
36λαλιστέραν μ’ἔθηκας,
37ἄνθρωπε, καὶ κορώνης”.
1ἄγε, ζωγράφων ἄριστε,
2γράφε, ζωγράφων ἄριστε,
3Ῥοδίης κοίρανε τέχνης,
4ἀπεοῦσαν, ὡς ἂν εἴπω,
5γράφε τὴν ἐμὴν ἑταίρην.
6γράφε μοι τρίχας τὸ πρῶτον
7ἁπαλάςτε καὶ μελαίνας ·
8ὁ δὲ κηρὸς ἂν δύνηται,
9γράφε καὶ μύρου πνεούσας.
10γράφε δ’ἐξ ὅλης παρειῆς
11ὑπὸ πορφυραῖσι χαίταις
12ἐλεφάντινον μέτωπον.
13τὸ μεσόφρυον δὲ μή μοι
14διάκοπτε μήτε μίσγε,
15ἐχέτω δ’, ὅπως ἐκείνη,
16τὸ λεληθότως σύνοφρυν
17βλεφάρων ἴτυν κελαινήν.
18τὸ δὲ βλέμμα νῦν ἀληθῶς
19ἀπὸ τοῦ πυρὸς ποίησον,
20ἅμα γλαυκὸν ὡς Ἀθήνης,
21ἅμα δ’ὑγρὸν ὡς Κυθήρης.
22γράφε ῥῖνα καὶ παρειάς
23ῥόδα τῶι γάλακτι μίξας ·
24γράφε χεῖλος οἷα Πειθοῦς,
25προκαλούμενον φίλημα.
26τρυφεροῦ δ’ἔσω γενείου
27περὶ λυγδίνωι τραχήλωι
28Χάριτες πέτοιντο πᾶσαι.
29στόλισον τὸ λοιπὸν αὐτήν
30ὑποπορφύροισι πέπλοις,
31διαφαινέτω δὲ σαρκῶν
32ὀλίγον, τὸ σῶμ’ἐλέγχον.
33ἀπέχει · βλέπω γὰρ αὐτήν ·
34τάχα κηρὲ καὶ λαλήσεις.
1γράφε μοι Βάθυλλον οὕτω
2τὸν ἑταῖρον ὡς διδάσκω ·
3λιπαρὰς κόμας ποίησον,
4τὰ μὲν ἔνδοθεν μελαίνας,
5τὰ δ’ἐς ἄκρον ἡλιώσας ·
6ἕλικας δ’ἐλευθέρους μοι
7πλοκάμων ἄτακτα συνθείς
8ἄφες ὡς θέλωσι κεῖσθαι.
9ἁπαλὸν δὲ καὶ δροσῶδες
10στεφέτω μέτωπον ὀφρῦς
11κυανωτέρη δρακόντων.
12μέλαν ὄμμα γοργὸν ἔστω,
13κεκερασμένον γαλήνηι,
14τὸ μὲν ἐξ Ἄρηος ἕλκον,
15τὸ δὲ τῆς καλῆς Κυθήρης,
16ἵνα τις τὸ μὲν φοβῆται,
17τὸ δ’ἀπ’ἐλπίδος κρεμᾶται.
18ῥοδέην δ’ὁποῖα μῆλον
19χνοΐην ποίει παρειήν ·
20ἐρύθημα δ’ὡς ἂν Αἰδοῦς
21δύνασαι βαλεῖν ποίησον.
22τὸ δὲ χεῖλος οὐκέτ’οἶδα
23τίνι μοι τρόπωι ποιήσεις
24ἁπαλόν, γέμοντε Πειθοῦς ·
25τὸ δὲ πᾶν ὁ κηρὸς αὐτός
26ἐχέτω λαλῶν σιωπῆι.
27μετὰ δὲ πρόσωπον ἔστω
28τὸν Ἀδώνιδος παρελθών
29ἐλεφάντινος τράχηλος.
30μεταμάζιον δὲ ποίει
31διδύμαςτε χεῖρας Ἑρμοῦ,
32Πολυδεύκεος δὲ μηρούς,
33Διονυσίην δὲ νηδύν ·
34ἁπαλῶν δ’ὕπερθε μηρῶν,
35μαλερὸν τὸ πῦρ ἐχόντων,
36ἀφελῆ ποίησον αἰδῶ
37Παφίην θέλουσαν ἤδη.
38φθονερὴν ἔχεις δὲ τέχνην,
39ὅτι μὴ τὰ νῶτα δεῖξαι
40δύνασαι · τὰ δ’ἦν ἀμείνω.
41τί με δεῖ πόδας διδάσκειν ·
42λάβε μισθὸν ὅσσον εἴπηις,
43τὸν Ἀπόλλωνα δὲ τοῦτον
44καθελὼν ποίει Βάθυλλον ·
45ἢν δ’ἐς Σάμον ποτ’ἔλθηις,
46γράφε Φοῖβον ἐκ Βαθύλλου.
1δότε μοι, δότ’ὦ γυναῖκες
2Βρομίου πιεῖν ἀμυστί ·
3ἀπὸ καύματος γὰρ ἤδη
4προδοθεὶς ἀναστενάζω ·
5δότε δ’ἀνθέων, ἑλίνου ·
6στεφάνους δότ’οἷς πυκάζω
7τὰ μέτωπά μου, ’πικαίει.
8τὸ δὲ καῦμα τῶν ἐρώτων,
9κραδίη, τίνι σκεπάζω;
10παρὰ τὴν σκιὴν Βαθύλλου
11καθίσω · καλὸν τὸ δένδρον,
12ἁπαλὰς δ’ἔσεισε χαίτας
13μαλακωτάτωι κλαδίσκωι ·
14παρὰ δ’αὐτὸ νέρθε ῥοιζεῖ
15πηγὴ ῥέουσα Πειθοῦς.
16τίς ἂν οὖν ὁρῶν παρέλθοι
17καταγώγιον τοιοῦτο;
1αἱ Μοῦσαι τὸν Ἔρωτα
2δήσασαι στεφάνοισι
3τῶι Κάλλει παρέδωκαν ·
4καὶ νῦν ἡ Κυθέρεια
5ζητεῖ λύτρα φέρουσα
6λύσασθαι τὸν Ἔρωτα.
7κα- κἂν λύσηι δέ τις αὐτόν,
8οὐκ ἔξεισι, μενεῖ δέ ·
9δουλεύειν δεδίδακται.
1ἡδυμελὴς Ἀνακρέων,
2ἡδυμελὴς δὲ Σαπφώ ·
3Πινδαρικὸν δ’ἔτι μοι μέλος
4συγκεράσας τις ἐγχέοι.
5τὰ τρία ταῦτά μοι δοκεῖ
6καὶ Διόνυσος ἐλθών
7καὶ Παφίη λιπαρόχροος
8κα- καὐτὸς Ἔρως ἂν ἐκπιεῖν.
1ἡ γῆ μέλαινα πίνει,
2πίνει δένδρεα δ’αὖ γῆν
3πίνει θάλασσ’ἀναύρους,
4ὁ δ’ἥλιος θάλασσαν,
5τὸν δ’ἥλιον σελήνη ·
6τί μοι μάχεσθ’, ἑταῖροι,
7κα- καὐτῶι θέλοντι πίνειν;
1ἡ Ταντάλου ποτ’ἔστη
2λίθος Φρυγῶν ἐν ὄχθαις,
3καὶ παῖς ποτ’ὄρνις ἔπτη
4Πανδίονος χελιδών.
5ἐγὼ δ’ἔσοπτρον εἴην,
6ὅπως ἀεὶ βλέπηις με ·
7ἐγὼ χιτὼν γενοίμην,
8ὅπως ἀεὶ φορῆις με.
9ὕδωρ θέλω γενέσθαι,
10ὅπως σε χρῶτα λούσω ·
11μύρον, γύναι, γενοίμην,
12ὅπως ἐγώ σ’ἀλείψω.
13καὶ ταινίη δὲ μασθῶι
14καὶ μάργαρον τραχήλωι
15καὶ σάνδαλον γενοίμην ·
16μόνον ποσὶν πάτει με.
1θέλω λέγειν Ἀτρείδας,
2θέλω δὲ Κάδμον ἄιδειν,
3ὁ βάρβιτος δὲ χορδαῖς
4ἔρωτα μοῦνον ἠχεῖ.
5ἤμειψα νεῦρα πρώην
6καὶ τὴν λύρην ἅπασαν ·
7κα- κἀγὼ μὲν ἦιδον ἄθλους
8Ἡρακλέους, λύρη δέ
9ἔρωτας ἀντεφώνει.
10χαίροιτε λοιπὸν ἡμῖν,
11ἥρωες · ἡ λύρη γάρ
12μόνους ἔρωτας ἄιδει.
1φύσις κέρατα ταύροις,
2ὁπλὰς δ’ἔδωκεν ἵπποις,
3ποδωκίην λαγωοῖς,
4λέουσι χάσμ’ὀδόντων,
5τοῖς ἰχθύσιν τὸ νηκτόν,
6τοῖς ὀρνέοις πέτασθαι,
7τοῖς ἀνδράσιν φρόνημα ·
8γυναιξὶν οὐκέτ’εἶχεν.
9τί οὖν; δίδωσι κάλλος
10ἀντ’ἀσπίδων ἁπασῶν,
11ἀντ’ἐγχέων ἁπάντων ·
12νικᾶι δὲ καὶ σίδηρον
13καὶ πῦρ καλή τις οὖσα.
1σὺ μέν, φίλη χελιδόν,
2ἐτησίη μολοῦσα
3θέρει πλέκεις καλιήν,
4χειμῶνι δ’εἶς ἄφαντος
5ἢ Νεῖλον ἢ ’πὶ Μέμφιν ·
6Ἔρως δ’ἀεὶ πλέκει μευ
7ἐν καρδίηι καλιήν.
8πόθος δ’ὃ μὲν πτεροῦται,
9ὃ δ’ὠιόν ἐστιν ἀκμήν,
10ὃ δ’ἡμίλεπτος ἤδη ·
11βοὴ δὲ γίνετ’ἀεί
12κεχηνότων νεοττῶν ·
13ἐρωτιδεῖς δὲ μικρούς
14οἱ μείζονες τρέφουσιν ·
15οἳ δὲ τραφέντες εὐθύς
16πάλιν κύουσιν ἄλλους.
17τί μῆχος οὖν γένηται;
18οὐ γὰρ σθένω τοσούτους
19Ἔρωτας ἐκσοβῆσαι.
1σὺ μὲν λέγεις τὰ Θήβης,
2ὃ δ’αὖ Φρυγῶν ἀυτάς,
3ἐγὼ δ’ἐμὰς ἁλώσεις.
4οὐχ ἵππος ὤλεσέν με,
5οὐ πεζός, οὐχὶ νῆες,
6στρατὸς δὲ καινὸς ἄλλος
7ἀπ’ὀμμάτων με βάλλων.
1ἐν ἰσχίοις μὲν ἵπποι
2πυρὸς χάραγμ’ἔχουσιν ·
3καὶ Παρθίους τις ἄνδρας
4ἐγνώρισεν τιάραις ·
5ἐγὼ δὲ τοὺς ἐρῶντας
6ἰδὼν ἐπίσταμ’εὐθύς ·
7ἔχουσι γάρ τι λεπτόν
8ψυχῆς ἔσω χάραγμα.
1ὁ ἀνὴρ ὁ τῆς Κυθήρης
2παρὰ Λημνίαις καμίνοις
3τὰ βέλη τὰ τῶν Ἐρώτων
4ἐπόει λαβὼν σίδηρον ·
5ἀκίδας δ’ἔβαπτε Κύπρις
6μέλι τὸ γλυκὺ λαβοῦσα ·
7ὁ δ’Ἔρως χολὴν ἔμισγε.
8ὁ δ’Ἄρης ποτ’ἐξ ἀυτῆς
9στιβαρὸν δόρυ κραδαίνων
10βέλος ηὐτέλιζ’Ἔρωτος ·
11ὁ δ’Ἔρως “τόδ’ἐστὶν” εἶπεν
12“βαρύ · πειράσας νοήσεις”.
13ἔλαβεν βέλεμνον Ἄρης ·
14ὑπεμειδίασε Κύπρις ·
15ὁ δ’Ἄρης ἀναστενάξας
16“βαρύ” · φησιν, “ἆρον αὐτό”.
17ὁ δ’Ἔρως “ἔχ’αὐτό” φησιν.
1χαλεπὸν τὸ μὴ φιλῆσαι,
2χαλεπὸν δὲ καὶ φιλῆσαι ·
3χαλεπώτερον δὲ πάντων
4ἀποτυγχάνειν φιλοῦντα.
29A.1γένος οὐδὲν εἰς ἔρωτα ·
29A.2σοφίη, τρόπος πατεῖται ·
29A.3μόνον ἄργυρον βλέπουσιν.
29A.4ἀπόλοιτο πρῶτος αὐτός
29A.5ὁ τὸν ἄργυρον φιλήσας.
29A.6διὰ τοῦτον οὐκ ἀδελφός,
29A.7διὰ τοῦτον οὐ τοκῆες ·
29A.8πόλεμοι, φόνοι δι’αὐτόν ·
29A.9τὸ δὲ χεῖρον, ὀλλύμεσθα
29A.10διὰ τοῦτον οἱ φιλοῦντες.
1ἐδόκουν ὄναρ τροχάζειν
2πτέρυγας φέρων ἐπ’ὤμων,
3ὁ δ’Ἔρως ἔχων μόλιβδον
4περὶ τοῖς καλοῖς ποδίσκοις
5ἐδίωκε καὶ κίχανεν.
6τί θέλει δ’ὄναρ τόδ’εἶναι;
7δοκέω δ’ἔγωγε · πολλοῖς
8ἐν ἔρωσί με πλακέντα
9διολισθάνειν μὲν ἄλλους,
10ἑνί τωι δὲ συνδεθῆναι.
1ὑακινθίνηι με ῥάβδωι
2χαλεπῶς Ἔρως ῥαπίζων
3ἐκέλευε συντροχάζειν.
4διὰ δ’ὀξέων μ’ἀναύρων
5ξυλόχωντε καὶ φαράγγων
6τροχάοντα τεῖρεν ἱδρώς ·
7κραδίη δὲ ῥινὸς ἄχρις
8ἀνέβαινε, κα- κἂν ἀπέσβην.
9ὁ δ’Ἔρως † μέτωπα σείων †
10ἁπαλοῖς πτεροῖσιν εἶπεν ·
11“σὺ γὰρ οὐ δύνηι φιλῆσαι”;
1ἐπὶ μυρσίναις τερείναις
2ἐπὶ λωτίναιςτε ποίαις
3στορέσας θέλω προπίνειν ·
4ὁ δ’Ἔρως χιτῶνα δήσας
5ὑπὲρ αὐχένος παπύρωι
6μέθυ μοι διακονείτω.
7τροχὸς ἅρματος γὰρ οἷα
8βίοτος τρέχει κυλισθείς,
9ὀλίγη δὲ κεισόμεσθα
10κόνις ὀστέων λυθέντων.
11τί σε δεῖ λίθον μυρίζειν;
12τί δὲ γῆι χέειν μάταια;
13ἐμὲ μᾶλλον, ὡς ἔτι ζῶ,
14μύρισον, ῥόδοις δὲ κρᾶτα
15πύκασον, κάλει δ’ἑταίρην ·
16πρίν, Ἔρως, ἐκεῖ μ’ἀπελθεῖν
17ὑπὸ νερτέρων χορείας,
18σκεδάσαι θέλω μερίμνας.
1μεσονυκτίοις ποτ’ὥραις,
2στρέφετ’ἦμος Ἄρκτος ἤδη
3κατὰ χεῖρα τὴν Βοώτου,
4μερόπων δὲ φῦλα πάντα
5κέαται κόπωι δαμέντα,
6τότ’Ἔρως ἐπισταθείς μευ
7θυρέων ἔκοπτ’ὀχῆας.
8“τίς” ἔφην “θύρας ἀράσσει,
9κατά μευ σχίσας ὀνείρους”;
10ὁ δ’Ἔρως “ἄνοιγε,” φησίν,
11“βρέφος εἰμί, μὴ φόβησαι ·
12βρέχομαι δὲ κα- κἀσέληνον
13κατὰ νύκτα πεπλάνημαι”.
14ἐλέησα ταῦτ’ἀκούσας,
15ἀνὰ δ’εὐθὺ λύχνον ἅψας
16ἀνέωιξα, καὶ βρέφος μέν
17ἐσορῶ φέροντα τόξον
18πτέρυγάςτε καὶ φαρέτρην ·
19παρὰ δ’ἱστίην καθίξας
20παλάμαιςτε χεῖρας αὐτοῦ
21ἀνέθαλπον, ἐκ δὲ χαίτης
22ἀπέθλιβον ὑγρὸν ὕδωρ.
23ὃ δ’ἐπεὶ κρύος μεθῆκε
24“φέρε” φησὶ “πειράσωμεν
25τόδε τόξον, εἴ τί μοι νῦν
26βλάβεται βραχεῖσα νευρή”.
27τανύει δέ, καί με τύπτει
28μέσον ἧπαρ ὥσπερ οἶστρος ·
29ἀνὰ δ’ἅλλεται καχάζων ·
30“ξένε” δ’εἶπε “συγχάρηθι ·
31κέρας ἀβλαβὲς μένει μοι ·
32σὺ δὲ καρδίαν πονήσεις”.
1μακαρίζομέν σε, τέττιξ,
2ὅτε δενδρέων ἐπ’ἄκρων
3ὀλίγην δρόσον πεπωκώς
4βασιλεὺς ὅπως ἀείδεις.
5σὰ γάρ ἐστι κεῖνα πάντα,
6ὁπόσα βλέπεις ἐν ἀγροῖς
7κα- χὠπόσα φέρουσιν ὗλαι.
8σὺ δὲ φείδεαι γεωργῶν,
9ἀπὸ μηδενός τι βλάπτων ·
10σὺ δὲ τίμιος βροτοῖσιν,
11θέρεος γλυκὺς προφήτης.
12φιλέουσι μέν σε Μοῦσαι,
13φιλέει δὲ Φοῖβος αὐτός,
14λιγυρὴν δ’ἔδωκεν οἴμην ·
15τὸ δὲ γῆρας οὔ σε τείρει.
16σοφέ, γηγενής, φίλυμνε,
17ἀπαθής, ἀναιμόσαρκε ·
18σχεδὸν εἶ θεοῖς ὅμοιος.