Methodius

On Free Will

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

μὲν Ἰθακήσιος γέρων κατὰ τὸν τῶν Ἑλλήνων μῦθον, τῆς Σειρήνων βουλόμενος ἀκοῦσαι ᾠδῆς διὰ τὴν τῆς φωνῆς ἀκόλαστον ἡδονήν, δεσμώτης ἔπλει εἰς τὴν Σικελίαν καὶ τὰς τῶν ἑταίρων ἐνέφραττεν ἀκοάς, οὐκ ἐκείνοις ἕνεκα τῆς ἀκροάσεως φθονῶν, οὐ δὲ ἑαυτὸν δεσμῷ περιβάλλειν ἐπιθυμῶν, ἀλλ’ὅτι τέλος τῆς ἐκείνων ᾠδῆς τοῖς ἀκούουσι θάνατος ἦν · τοιαῦται γάρ ποτε παρ’Ἕλλησιν ᾖδον αἱ Σειρῆνες. ἐγὼ δὲ τοιαύτης μὲν ᾠδῆς ἀκροατὴς οὐ γίνομαι, οὐ δὲ ἀκούειν ἐπιθυμῶ Σειρήνων ἐπιτάφιον ἀνθρώπων ᾀδουσῶν, ὧν σιγὴ τῆς φωνῆς τοῖς ἀνθρώποις χρησιμωτέρα γίνεται · θείας δέ τινος ἀπολαύειν φωνῆς εὔχομαι, ἧς κἄν πολλάκις ἀκούσω, πάλιν ἀκούειν ἐπιθυμῶ, οὐκ ἀκολάστῳ τινὶ φωνῆς ἡδονῇ ἀλλὰ θεῖα διδασκόμενος μυστήρια καὶ τὸ τέλος οὐ θάνατον, ἀλλ’αἰώνιον ἀπεκδεχόμενος σωτηρίαν. ᾄδουσι γὰρ τὴν ᾠδὴν οὐχ αἱ θανατηφόροι Σειρῆνες Ἑλλήνων, ἀλλὰ θεῖός τις χορὸς προφητῶν, ἐφ’ὧν οὐκ ἔστιν ἀποφράττειν τῶν ἑταίρων τὰς ἀκοάς, οὐ δὲ ἑαυτόν τινα δεσμῷ περιβάλλειν, δεδοικότα τὴν ἐκ τῆς ἀκροάσεως τιμωρίαν. τῶν μὲν γὰρ μετὰ τῆς φωνῆς ἀκροατὴς τοῦ ζῆν παύεται, τῶν δὲ ἐπὶ πλεῖον ἀκούων τοῦ κρείττονος ἀπολαύσει βίου, ὑπὸ θείου πνεύματος χειραγωγούμενος. ἡκέτω τοίνυν σύμπας καὶ ἀκουέτω τῆς θείας ᾠδῆς, μηδὲν πεφοβημένος. οὐκ εἰσὶν παρ’ἡμῖν αἱ παρὰ Σικελίαν Σειρῆνες, οὐ δὲ τὰ Ὀδυσσέως δεσμά, οὐ κηρὸς τηκόμενος εἰς ἀνθρώπων ἀκοάς, ἀλλὰ δεσμῶν μὲν ἄνεσις πᾶσα, ἐλευθέρα δ’ἀκοὴ παρ’ἑκάστῳ τῶν προσιόντων. τοιαύτης γὰρ ᾠδῆς ἀκούειν ἄξιον, τοιούτους τοὺς ᾄδοντας ἔχειν εὐκτέον εἶναί μοι δοκεῖ. εἰ δέ τις καὶ τοῦ τῶν ἀποστόλων χοροῦ ἀκούειν ἐθέλοι, εὑρήσει τὴν αὐτὴν τῆς ᾠδῆς συμφωνίαν. οἱ μὲν γὰρ προῇδον μυστικῶς τὴν θείαν οἰκονομίαν, οἱ δ’ᾄδουσιν ἑρμηνεύοντες τὰ ὑπ’ἐκείνων μυστικῶς ἀπηγγελμένα. συμφώνου ἁρμονίας ὑπὸ θείου πνεύματος συγκειμένης · καλοῦ χοροῦ τῶν ᾀδόντων τὰ μυστήρια. τούτοις κἀγὼ συνᾴδειν εὔχομαι. ᾄσωμεν τοιγαροῦν καὶ ἡμεῖς τὴν ὁμοίαν ᾠδήν, καὶ τὸν ὕμνον ἀναπέμψωμεν τῷ ἁγίῳ πατρί, πνεύματι δοξάζοντες Ἰησοῦν τὸν ἐν κόλποις αὐτοῦ. μὴ φύγῃς, ἄνθρωπε, ὕμνον πνευματικόν, μη δὲ ἀπεχθῶς πρὸς τὴν ἀκρόασιν διαθῇς. θάνατον οὐκ ἔχει · σωτηρίας ἐστὶν διήγημα παρ’ἡμῖν ᾠδή. ἐγὼ μὲν οὖν ἤδη καὶ τῶν κρειττόνων ἀπολαύειν δοκῶ περὶ τοιούτων διαλεγόμενος, καὶ μάλιστα ὅτε τοιοῦτός μοι πάρεστιν ἀνθέων λειμών, τουτέστιν ὑμετέρα σύνοδος τῶν ἅματε καὶ ἀκουόντων καὶ συνᾳδόντων τὰ θεῖα μυστήρια. ἀφ’ὧν καὶ τὸ λέγειν θαρρῶ, ὅτι μοι παντὸς φθόνου καθαρὰς παρέχετε τὰς ἀκοάς, οὐ τὸν ζῆλον τὸν τοῦ Κάϊν μιμούμενοι, οὐχ ὁμοίως τῷ Ἠσαῦ διώκοντες τὸν ἀδελφόν, οὐ τοὺς τοῦ Ἰωσὴφ ἀδελφούς, ὅτι ἐφ’οἷς ἔλεγεν ἐμίσουν τὸν ἀδελφόν. ἀλλὰ τούτων ἁπάντων μακρὰν ἀφεστῶτες, διόπερ ἕκαστος ὑμῶν τὰ τοῦ πλησίον νομίζει λέγειν. καὶ διὰ τοῦτο ζῆλος πονηρὸς οὐκ ἔστιν ἐν ὑμῖν, τὰ λείποντα τῷ ἀδελφῷ ἀναπληροῦν δεδιδαγμένοις. ἀκροατηρίου καλοῦ καὶ συμποσίου σεμνοῦ καὶ πνευματικῶν ἐδεσμάτων. τοιούτοις ἀεὶ συνεῖναι δικαίως ἂν εὐξαίμην. χθὲς τὸ δειλινὸν περιπατῶν, φίλε, παρὰ τὸν τῆς θαλάσσης αἰγιαλὸν καὶ ὀξέως πως ἀτενίζων εἰς αὐτήν, ἑώρων ὑπερβολήν τινα θείας δυνάμεως καὶ σοφῆς ἐπιστήμης τέχνην, εἴ γε καὶ τέχνην τὸ τοιοῦτο καλεῖν χρή. ὥσπερ γὰρ Ὁμηρικὸς στίχος φθέγγεται ἐκεῖνος, ὠς δ’ἄνεμοι δύο πόντον ὀρίνετον ἰχθυόεντα, Βορέης καὶ Ζέφυρος, τώτε Θρῄκηθεν ἄητον, ἐλθόντ’ἐξαπίνης · ἄμυδις δέτε κῦμα κελαινὸν κορθύεται, πολλὸν δὲ παρὲξ ἅλα φῦκος ἔχευαν · οὕτω μοι καὶ χθὲς γεγονέναι δοκεῖ. κορυφαῖς γὰρ ὀρέων παραπλήσια ἑώρων κύματα, καὶ ὡς λόγον εἰπεῖν αὐτοῦ ἐφικνούμενα τοῦ οὐρανοῦ. τὸ δ’ἐντεῦθεν οὐδὲν ἕτερον προσεδόκων ἅπασαν ἐπικλυσθήσεσθαι τὴν γῆν, καί μοι φυγῆς ἐν τῷ νοῒ ἀνέπλαττον τόπον καὶ τὴν τοῦ Νῶε ἀνέπλαττον κιβωτόν. τὸ δ’οὐκ ἦν ἐνόμιζον. ἀλλ’ὅπου ἀνεκυρτώθη θάλασσα πάλιν ἀνελύετο εἰς ἑαυτήν, οὐχ ὑπερβαίνουσα τὸν οἰκεῖον τόπον, ὡς ἔπος εἰπεῖν θεῖόν τι πρόσταγμα πεφοβημένη. καὶ καθάπερ πολλάκις τῶν οἰκετῶν τις, ἄκων τι πρὸς τοῦ δεσπότου πράττειν ἀναγκαζόμενος, τῷ μὲν προστάγματι διὰ τὸν φόβον πείθεται, δὲ πάσχει, πράττειν μὴ θέλων, λέγειν ὅτι οὐ τολμᾷ, τονθορύζει δὲ ἐν ἑαυτῷ, θυμοῦ τινος πληρούμενος, οὕτω μοί πως ἐφαίνετο καὶ τὴν θάλασσαν, ὡσπερεὶ θυμουμένην καὶ ἐν ἑαυτῇ φράττουσαν τὴν ὀργήν, κρατοῦσάντε ἑαυτῆς, οὐ βουλομένην τῷ δεσπότῃ φανερὸν ποιῆσαι τὸν θυμόν. ταῦτα οὕτως γινόμενα σκοπῶν ἀτενίζειν ἠρχόμην, καὶ τὸν οὐρανὸν καὶ τὸν κύκλον αὐτοῦ τῷ νοῒ καταμετρεῖν ἤθελον, πόθεντε ἄρχεται καὶ ποῦ καταπαύει ἀνεζήτουν ἐγώ, ποίαντε κίνησιν ἔχει, πότερον τὴν μεταβατικήν, τουτέστιν τὴν ἀπὸ τόπου εἰς τόπον, τὴν κύκλῳ φοράν, πῶς δὲ καὶ τὴν ἐπίμονον βάσιν ἔχει. ἀλλά μοι καὶ περὶ τοῦ ἡλίου ζητεῖν ἐδόκει, τίςτε τρόπος αὐτοῦ τῆς ἐν οὐρανῷ θέσεως, τίς δὲ καὶ περίοδος τοῦ δρόμου, ποῦ δὲ καὶ μετ’ὀλίγον χωρεῖ, καὶ ὅτι μη δὲ οὗτος παρέρχεται τὸν οἰκεῖον δρόμον, ἀλλὰ καὶ αὐτός, ὡς ἔνεστιν εἰπεῖν. ἐντολήν τινα φυλάττει κρείττονος, καὶ φαίνει μὲν τότε παρ’ἡμῖν ὅτε ἔξεστιν αὑτῷ, ἀπέρχεται δὲ ὡς καλούμενος. καὶ τούτων τοίνυν τὴν ἐξέτασιν ποιούμενος ἑώρων παυόμενον μὲν τὸ τοῦ ἡλίου φέγγος, ἐπιλεῖπον δὲ καὶ τῆς ἡμέρας τὸ φῶς, εὐθέως δὲ γινόμενον σκότος, καὶ σελήνην διαδεχομένην τὸν ἥλιον, καὶ τὰ μὲν πρῶτα ἀνιοῦσαν μείονα, μετέπειτα δέ, προκόπτουσαν τῷ δρόμῳ, φαντασίαν παρέχουσαν μείζονος. οὐκ ἐπαυόμην δὲ καὶ περὶ ταύτης ζητῶν, καὶ τὴν αἰτίαν τῆς ἀφαιρέσεως καὶ τῆς προσθέσεως ἐνηρεύνων, ὅτιτε καὶ αὐτὴ τηρεῖ τὸν κύκλον τῶν ἡμερῶν. καί μοι ἐδόκει τὸ ἐντεῦθεν ὡς θεία τις ὑπάρχει οἰκονομία καὶ δύναμις κρειττόνων συνέχουσα τὰ ὅλα, ἥν καὶ θεὸν δικαίως ἂν εἴποιμεν. καὶ τὸ λοιπὸν τὸν δημιουργὸν ἐπαινεῖν ἠρχόμην, τήντε γῆν πεπηγυῖαν ὁρῶν καὶ ζῴων διαφορὰς καὶ ποικίλα φυτῶν τὰ ἐξανθήματα. οὐχ ἵστατο δέ μοι ἐπὶ τούτοις καὶ μόνοις νοῦς, ἀλλὰ τὸ λοιπὸν ὅθεν ταῦτα τὴν σύστασιν ἔχει ζητεῖν ἠρχόμην, πότερον ἔκ τινος συνόντος ἀεὶ τῷ θεῷ ἐξ αὐτοῦ καὶ μόνου, συνυπάρχοντος αὐτῷ οὐδενός. τὸ γὰρ ἐξ οὐκ ὄντων τι γεγονέναι οὐ δὲ σκοπεῖν μοι καλῶς ἐδόκει, μὴ τέλεον ἀπιθάνου τοῖς πολλοῖς ὑπάρχοντος τοῦ λόγου · τὰ γὰρ γινόμενα ἐξ ὄντων πέφυκε τὴν σύστασιν ἔχειν. καὶ ὁμοίως ἀληθῶς ἐδόκει μηδὲν λέγειν ἀεὶ συνεῖναι τῷ θεῷ ἕτερόν τι παρ’αὐτόν, ἀλλ’ἐξ αὐτοῦ μόνου τὰ ὄντα γεγονέναι · καὶ γάρ πως ἔπειθέ με τὸ εὔτακτον τῶν στοιχείων καὶ περὶ αὐτὰ τῆς φύσεως εὐκοσμία. οὑτωσὶ δέ πως εὖ διατεθεῖσθαι νομίζων ἐπὶ τὴν οἰκίαν ἀνεχώρουν τὴν ἐμήν. τῇ δ’ἐπιούσῃ, τουτέστιν σήμερον, ἐλθὼν ἑώρων δύο τινὰς ὁμογενεῖς (ἀνθρώπους δὲ λέγω) καὶ διαλοιδορουμένους ἀλλήλοις, ἕτερον δ’αὖ πάλιν ἀφιματῶσαι πειρώμενον τὸν πλησίον. ἤδη δέ τινες καὶ δεινότερα τολμᾶν ἤρχοντο. ὅς μὲν γὰρ ἐσκύλευσε νεκρόν, καὶ τὸ κρυφθὲν ἤδη σῶμα τῇ γῇ πάλιν ἐδείκνυεν ἡλίῳ, καὶ τὴν ὁμοίαν αὐτῷ ὕβριζεν εἰκόνα, βορὰν κυσὶ καταλείπων τὸν νεκρόν. δὲ ξίφος ἐγύμνου καὶ ἐπὶ τὸν ὅμοιον ἄνθρωπον ἐχώρει. καὶ μὲν φυγῇ τὴν σωτηρίαν πορίζειν ἤθελεν, δὲ διώκειν οὐκ ἐπαύετο, οὐ δὲ τοῦ θυμοῦ κρατεῖν ἤθελε. καὶ τί δεῖ πλείονα λέγειν, ἀλλ’ὅτι χωρήσας ἐπ’αὐτὸν εὐθέως ἔπαιεν τῷ ξίφει; δ’ἱκέτης τῷ πλησίον ἐγίνετο καὶ χεῖρας ἱκεσίας ὤρεγεν, καὶ τὴν μὲν ἐσθῆτα διδόναι ἤθελεν, μόνον δὲ τὸ ζῆν ἔχειν ἠξίου. δ’οὐκ ἔθραυεν τὸν θυμόν, οὐ δ’ἠλέει τὸν ὁμογενῆ, οὐ δὲ ἑαυτὸν διὰ τῆς εἰκόνος ἐν ἐκείνῳ βλέπειν ἤθελεν, ἀλλ’ὡς ἄγριος θὴρ τῷ ξίφει τῆς βορᾶς ἤρχετο, ἤδη δὲ καὶ τὸ στόμα τῷ ὁμοίῳ προσέφερε σώματι · τοσοῦτος γὰρ ἦν τῷ θυμῷ. καὶ ἦν ἰδεῖν τὸν μὲν ἤδη κείμενον, τὸν δὲ λοιπὸν σκυλεύοντα καὶ μη δὲ γῇ σκεπάζοντα τὸ σῶμα, τῆς ἐσθῆτος ἐγύμνωσεν. πρὸς δὲ τούτοις ἕτερος προσῆν, ὅς τοῦ πλησίον γυναῖκα παίζειν ἤθελε, λῃστεύων γάμον ἀλλότριον καὶ ἐπὶ παράνομον κοίτην τραπῆναι παρορμῶν, τὸν γεγαμηκότα γνήσιον πατέρα γίνεσθαι μὴ θέλων. ἐντεῦθεν καὶ ταῖς τραγῳδίαις πιστεύειν ἠρχόμην, καὶ τὸ Θυέστειον δεῖπνον ἀληθῶς ἐδόκει μοι γεγωνέναι, πιστεύω δὲ καὶ τῇ Οἰδιπόδαο παρανόμῳ ἐπιθυμίᾳ, καὶ τῇ τῶν ἀδελφῶν διὰ ξίφους φιλονεικίᾳ οὐκ ἀπιστῶ. τοσούτων τοίνυν καὶ τοιούτων θεατὴς γενόμενος ἐγώ, πόθεν ταῦτα ἀναζητεῖν ἠρχόμην, τίς δὲ καὶ τῆς κινήσεως αὐτῶν ἀρχὴ καὶ τίς τοσαῦτα κακὰ ἀνθρώποις μηχανησάμενος, πόθεντε εὕρεσις αὐτῶν καὶ τίς τούτων διδάσκαλος. καὶ τὸν μὲν θεὸν ποιητὴν τούτων λέγειν τολμᾶν οὐχ οἶόςτε ἦν, ἀλλὰ μὴν οὐ δὲ ἐξ αὐτοῦ τὴν ὑπόστασιν ἔχειν, οὐ δὲ τὴν τοῦ εἷναι σύστασιν. πῶς γὰρ οἶόντε ἦν ταῦτα περὶ θεοῦ ἐννοεῖν; ὅς μὲν γάρ ἐστιν ἀγαθὸς καὶ τῶν κρειττόνων ποιητής, τῶν δὲ φαύλων αὐτῷ πρόσεστιν οὐδέν · ἀλλ’οὐ δὲ τοῖς τοιούτοις χαίρειν πέφυκεν, ἀπαγορεύει δὲ καὶ τὴν γένεσιν αὐτῶν, καὶ τοὺς μὲν χαίροντας τούτοις ἀποβάλλεται, τοὺς δὲ φεύγοντας αὐτὰ προσίεται. καὶ πῶς οὐκ ἄτοπον ἦν τὸν θεὸν τούτων λέγειν εἶναι δημιουργόν, τὸν ταῦτα παραιτούμενον; οὐ δὲ γὰρ ἂν ἐβούλετο μὴ εἶναι αὐτά, εἰ πρῶτος αὐτῶν ποιητὴς ὑπῆρχεν αὐτός · τοὺς γὰρ προσιόντας αὐτῷ μιμητὰς αὐτοῦ γίνεσθαι θέλει. ὅθεν ἄλογον ἔδοξεν εἶναί μοι ταῦτα προσάπτειν αὐτῷ, ὡς ἐξ αὐτοῦ γεγονότα (εἰ καὶ τὰ μάλιστα συγχωρῆσαι δεῖ ἐξ οὐκ ὄντων δυνατὸν εἶναί τι γίνεσθαι) ὅτι καὶ τὰ κακὰ ἐποίησεν αὐτός. γὰρ ἐκ τοῦ οὐκ εἶναι εἰς τὸ εἶναι αὐτὰ ποιήσας οὐκ ἄν ἐκ τοῦ εἶναι εἰς τὸ μηκέτι εἶναι αὐτὰ ἀνῄρει πάλιν. τοῦτο ἀνάγκη λέγειν ὡς ἦν ποτε καιρός, ὅτε τοῖς κακοῖς ἔχαιρεν θεός, νῦν δὲ οὐκέτι; ὄπερ ἀδύνατον εἷναί μοι δοκεῖ, λέγειν τοῦτο περὶ θεοῦ · ἀνοίκειον γὰρ τῆς φύσεως αὐτοῦ τοῦτο προσαρμόζειν αὐτῷ. διόπερ ἔδοξέν μοι συνυπάρχειν τι αὐτῷ, τοὔνομα ὕλη, ἐξ ἧς τὰ ὄντα ἐδημιούργησεν, τέχνῃ σοφῇ διακρίνας καὶ διακοσμήσας καλῶς · ἐξ ἧς καὶ τὰ κακὰ εἶναι δοκεῖ. ἀποίουτε γὰρ καὶ ἀσχηματίστου οὔσης αὐτῆς, πρὸς δὲ τούτοις καὶ ἀτάκτως φερομένης, δεομένηςτε τῆς τοῦ θεοῦ τέχνης, οὐκ ἐφθόνησεν οὗτος ὥστε διὰ παντὸς καταλιπεῖν αὐτὴν οὕτως φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελεν, καὶ οὕτως γοῦν ἐδημιούργησεν ὅσα ἐξ αὐτῆς ἥρμοζεν θεῷ δημιουργεῖν. τὰ δ’ὅσα αὐτῆς ὡς ἔπος εἰπεῖν τρυγώδη ἐτύγχανεν, ταῦτα ἀνάρμοστα ὄντα πρὸς δημιουργίαν ὡς εἶχεν κατέλιπεν, κατ’οὐδὲν αὐτῷ προσήκοντα · ἐξ ὧν δοκεῖ μοι νῦν παρὰ ἀνθρώποις ἐπιρρεῖν τὰ κακά. οὕτως ἔδοξέν μοι εὖ ἔχειν φρονεῖν. σὺ δέ, φίλε, εἴ τινά σοι δοκεῖ μὴ καλῶς εἰρῆσθαι πρὸς ἐμοῦ, ἀναφέρων λέγε · καὶ γὰρ πάνυ περὶ τοιούτων ἀκούειν ποθῶ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

τὴν μὲν προθυμίαν ἀποδέχομαι τὴν σήν, φίλε, καί σου τὴν περὶ τὸν λόγον σπουδὴν ἐπαινῶ · ὅτι δὲ περὶ τῶν ὄντων οὕτως διετέθης, ὡς ἄρα ἐξ ὑποκειμένης τινὸς οὐσίας ταῦτα ἐδημιούργησεν θεός, οὐ πάνυ τι μέμφομαι. ὡς ἀληθῶς γὰρ τῶν κακῶν γένεσις οὕτω τοὺς πολλοὺς διατεθῆναι ποιεῖ. καὶ γὰρ πρὸ σοῦτε καὶ ἐμοῦ πολλοί τινες ἄνδρες ἱκανοὶ περὶ τούτου τὴν μεγίστην ζήτησιν ἐποιήσαντο. καὶ οἱ μὲν ὁμοίως διετέθησάν σοι, οἱ δ’αὖ πάλιν τὸν θεὸν τούτων δημιοργὸν ἀπεφήναντο, σύγχρονον αὐτῷ ὑπόστασιν δοῦναι πεφοβημένοι · κάκεῖνοι ἐκ τοῦ φοβηθῆναι τῶν κακῶν ποιητὴν εἰπεῖν τὸν θεὸν σύγχρονον αὐτῷ δοῦναι τὴν ὕλην ἔδοξαν. καὶ συνέβη ἑκατέροις ἐκ τοῦ μὴ κατ’ἐπιστήμην τοῦ ἀληθοῦς φοβηθῆναι τὸν θεὸν τὸ μὴ καλῶς εἰπεῖν. ἔτεροι δὲ τὴν ἀρχὴν καὶ περὶ τοῦ τοιούτου ζητεῖν παρῃτήσαντο, ὡς οὐκ ἔχοντος τέλος τοῦ τοιούτου ζητήματος. ἐμὲ δὲ τὰ κοινὰ τῆς πρὸς σὲ φιλίας παραιτεῖσθαι τὸ ζητούμενον οὐκ ἐᾷ · καὶ μάλιστα ὅτε τὴν προαίρεσιν ἀπαγγέλλεις τὴν σὴν, ὡς οὐ προλήψει κρατούμενος (εἰ καὶ τὰ μάλιστα οὕτω πως ἐξ ὧν ὑπενόησας ἔδοξας ἔχειν τὰ πράγματα), ἀλλ’ἐν ἐπιθυμίᾳ τῆς τοῦ ἀληθοῦς γνώσεως καθεστάναι λέγεις. ὅθεν προθύμως κἀγὼ ἐπὶ τὸν τῆς ζητήσεως τραπήσομαι λόγον. βούλομαι δὲ καὶ τουτονὶ τὸν ἑταῖρον ἀκροατὴν γενέσθαι τῶν ἡμετέρων λόγων · καὶ γὰρ δοκεῖ πως κατά τι περὶ τούτων ὁμοίως σοὶ δοξάζειν καὶ αὐτός. διὸ κοινὸν κοινὸν πρὸς ἀμφοτέρους τὸν λόγον ποιεῖσθαι βούλομαι · γὰρ ἂν εἴποιμι πρὸς σὲ οὕτως ἔχοντα, ταῦτα καὶ πρὸς τοῦτον ὁμοίως λέξω. εἴ σοι τοίνυν ἀληθῶς περὶ τοῦ κρείττονος λέγειν εὐγνωμόνως δοκεῖ, πρὸς ἕκαστον ἀπόκριναι ὧν ἐρωτῶ · ἐκ γὰρ τούτων γενήσεται καὶ σὲ μὲν τὸ ἀληθὲς μανθάνειν, κἀμὲ δὲ μὴ μάτην τοὺς λόγους ποιεῖσθαι πρὸς σέ.

ΟΥΑΔ
ΟΥ.
ΟΥ.

ταῦθ’ἅπερ εἶπας πράττειν ἑτοίμως ἔχω, καὶ διὰ τοῦτο μετὰ πάσης προθυμίας ἐκεῖνα πυνθάνου, ἐξ ὧνπερ νομίξεις δύνασθαί με τὴν ἐπιστήμην τοῦ κρείττονος μαθεῖν. οὐ γάρ μοι τὸ νικῆσαι πρόκειται κακῶς ἀλλὰ τὸ ἀληθὲς ἐκμαθεῖν καλῶς · οὕθεν ἔχου τὸ λοιπὸν τοῦ λόγου.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ὅτι μὲν οὖν ἀδύνατον ὑπάρχειν ἀγένητα δύο ἄμα, οὐ δὲ σὲ ἀγνοεῖν νομίζω, εἰ καὶ τὰ μάλιστα δοκεῖς προλαβὼν τοῦτο προστεθεικέναι τῷ λόγῳ, τὸ πάντως ἐξ ἀνάγκης τὸ ἕτερον δεῖν λέγειν, ὅτι κεχώρισται τῆς ὕλης θεός, οὖ πάλιν ὅτι ἀμέριστος αὐτῆς τυγχάνει. εἰ μὲν οὖν ἡνῶσθαι τις αὐτὸν εἰπεῖν ἐθέλοι, ἓν τὸ ἀγένητον λέξει. ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον · ἀλλήλων δὲ μέρη τυγχάνοντα οὐκ ἔσται ἀγένητα δύο, ἀλλ’ἓν ἐκ διαφόρων συνεστός. οὐ δὲ γὰρ τὸν ἄνθρωπον ἔχοντα διάφορα μέλη κατακερματίζομεν εἰς πολλὰ γενητά. ἀλλ’εἰ, ὡς λόγος ἀπαιτεῖ, ἕν τι γενητὸν τὸν ἄνθρωπον πολυμερὲς πρὸς τοῦ θεοῦ γεγονέναι φαμέν, οὕτως ἀνάγκη, εἰ μὲν μὴ κεχώρισται τῆς ὕλης θεός, ἐν τὸ εἶναι λέγειν. εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσιν. ἀδύνατον γὰρ ἐν διαστάσει ἐξετάζεσθαί τι ἀπό τινος, οὐκ ὄντος ἑτέρου καθ’ διάστασις ἑκατέρου γίνεται. ὅπερ οὐ μέχρι τούτου ἵσταται καὶ μόνου, ἀλλὰ καὶ πλείστων ὅσων. ὃν γὰρ ἐπὶ τῶν δύο ἀγενήτων εἴπαμεν λόγον, τοῦτον ἐξ ἀνάγκης ὁμοίως προχωρεῖν, εἰ τὰ ἀγένητα δοθείη τρία. καὶ γὰρ περὶ τούτων ἐροίμην ἄν, εἰ κεχώρισται ἀπ’ἀλλήλων αὖ πάλιν ἕκαστον ἥνωται τῷ πλησίον. εἰ μὲν γὰρ ἡνῶσθαί τις εἰπεῖν ἐθέλοι, τὸν αὐτὸν ἀκούσει τῷ πρώτῳ λόγον · εἰ δ’αὖ πάλιν κεχωρίσθαι, οὐ φεύξεται τὴν ἐξ ἀνάγκης τοῦ χωρίξοντος ὑπόστασιν. ἂν δ’ἄρα τις καὶ τρίτον εἶναι λέξῃ λόγον ὡς ἁρμόζοντα περὶ τῶν ἀγενήτων λέγεσθαι, τουτέστιν τὸ μήτε κεχωρίσθαι τὸν θεὸν τῆς ὕλης μήτ’αὖ πάλιν ὡς μέρη ἡνῶσθαι, εἶναι δὲ καθάπερ ἐν τόπῳ ἐν τῇ ὕλῃ τὸν θεὸν καὶ τὴν ὕλην ἐν τῷ θεῷ, τὸ συνέχον ἀκουέτω, ὅτι ἐὰν τόπον τοῦ θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης αὐτὸν καὶ χωρητὸν λέγειν δεῖ καὶ πρὸς τῆς ὕλης περιγραφόμενον. ἀλλὰ μὴν καὶ ὁμοίως αὐτὸν τῇ ὕλῃ ἀτάκτως φέρεσθαι δεῖ, μὴ ἵστασθαι δέ, μη δὲ μένειν αὐτὸν ἐφ’ἑαυτοῦ ἀνάγκη, τοῦ ἐν ἐστιν ἄλλοτε ἄλλως φερομένου. πρὸς δὲ τούτοις καὶ ἐν χείροσι γεγονέναι τὸν θεὸν εἰπεῖν ἀνάγκη. εἰ γάρ ποτε ἄκοσμος ἦν ὕλη, ἐκόσμησεν δὲ αὐτήν, εἰς τὸ κρεῖττον τρέψαι προαιρούμενος, ἦν ποτε ὅτ’ἐν ἀκοσμήτοις ἦν θεός. δικαίως δ’ἂν καὶ τοῦτο ἐροίμην, πότερον ἐπλήρου τὴν ὕλην θεὸς ἐν μέρει τινὶ ὑπῆρχεν αὐτῆς. εἰ μὲν γὰρ ἐν μέρει τινὶ τῆς ὕλης εἰπεῖν τις ἐθέλοι τὸν θεόν, πλεῖστον ὅσον μικρότερον αὐτὸν τῆς ὕλης λέγει, εἴ γε δὴ μέρος αὐτῆς ὅλον ἐχώρησεν τὸν θεόν. εἰ δὲ ἐν πάσῃ εἶναι λέγοι καὶ δι’ὅλης κεχωρηκέναι τῆς ὕλης, πῶς ταύτην ἐδημιούργησεν φρασάτω. ἀνάγκη γὰρ συστολήν τινα τοῦ θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργει ἐκεῖνο ἀφ’οὗ ὑπεχώρησεν, καὶ ἑαυτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὑκ ἔχοντα ὑποχωρήσεως τόπον. εἰ δὲ τὴν ὕλην ἐν τῷ θεῷ εἶναί τις λέξει, ὁμοίως ἐξετάζειν δεῖ, πότερον ὡς διισταμένου αὐτοῦ ἀφ’ἑαυτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζῴων ὑπάρχει γένη, διαιρουμένου καὶ μεριξομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γινομένων ἐν αὐτῷ, ὡς ἐν τόπῳ, τουτέστιν ὥσπερ ἐν γῇ ὕδωρ. εἰ μὲν γὰρ εἴποιμεν ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη τὸν θεὸν εἰπεῖν · εἰ δ’ὥσπερ ἐν γῇ ὕδωρ, ἦν δὲ ἄτακτος ὕλη καὶ ἀκόσμητος, πρὸς δὲ τούτοις ἔχουσα καὶ κακά, τὸν θεὸν λέγειν ἀνάγκη τόπον εἶναι τῶν ἀκοσμήτων καὶ τῶν κακῶν. ὅπερ οὐκ εὔφημον εἶναί μοι δοκεῖ, ἐπισφαλὲς δὲ μᾶλλον. ὕλην γὰρ εἶναι θέλεις, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν θεόν, καὶ τοῦτο φεύγειν προαιρούμενος δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις. εἰ μὲν οὖν τὴν ὕλην ἐκ τῶν ὑποστάντων γενητῶν ὑπονοεῖν ἀγένητον ὑπάρχειν ἔλεγες, πολὺν ἂν περὶ αὐτῆς ἐποιησάμην λόγον εἰς ἀπόδειξιν τοῦ ὅτι ἀδύνατον ὑπάρχειν αὐτὴν ἀγένητον. ἐπεὶ δὲ τὴν τῶν κακῶν γένεσιν αἰτίαν φῂς εἶναι τῆς τοιαύτης ὑπονοίας, διὰ τοῦτο ἐπὶ τὴν ἐξέτασιν τούτων ἔρχεσθαί μοι δοκῶ. φανεροῦ γὰρ γινομένου τῷ λόγῳ καθ’ὃν τρόπον ἐστὶ τὰ κακά, καὶ ὅτι οὐχ οἷόντέ ἐστιν ἀναίτιον τῶν κακῶν εἰπεῖν τὸν θεὸν ἐκ τοῦ ὕλην αὐτῷ ὑποτιθέναι, τὴν τοιαύτην ὑπόνοιαν ἀναιρεῖσθαί μοι δοκεῖ. φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ θεῷ, ἐξ ἧς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτω μοι δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ὕλη, γέγονεντε κόσμος πρὸς τοῦ θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονεν ποιητὴς θεός;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτως ἔχει.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ἐπεὶ δέ σου καὶ λέγοντος πρόσθεν ἤκουον ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀπόκριναι τὴν ἐμήν · δοκεῖ σοι τὰς τοῦ κόσμου ποιότητας μὴ ἐξ ὑποκειμένων ποιοτήτων γεγονέναι;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτως ἔχει.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν θεὸς, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσιν, τῷ μη δὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ τοῦ θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. ὅθεν περιττῶς ἐδόκεις μοι λέγειν ἀδύνατον εἶναι δοξάζειν ἐξ οὐκ ὄντων γεγονέναι τι πρὸς τοῦ θεοῦ. ἀλλ’ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. καὶ γὰρ παρ’ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, εἰ καὶ τὰ μάλιστα δοκοῦσιν οὗτοι ποιεῖν ἔν τινι. οἶον ἐπὶ τῶν ἀρχιτεκτόνων τὸ παράδειγμα λάβωμεν · καὶ γὰρ καὶ οὗτοι ποιοῦσιν πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς ὁμοίως οὐκ ἐκ ναῶν. εἰ δ’, ὅτι τούτοις οὐσίαι ὑπόκεινται, οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, σφάλλῃ τῷ λόγῳ. οὐ δὲ γὰρ οὐσία ἐστὶν ποιοῦσα τὴν πόλιν αὖ πάλιν τοὺς ναούς, ἀλλ’ περὶ τὴν οὐσίαν τέχνη · δὲ τέχνη οὐκ ἐξ ὑποκειμένης τινὸς ἐν ταῖς οὔσαις τέχνης γίνεται, ἀλλ’ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται. ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι τεχνίτης ἐξ ἧς ἔχει τέχνης τὴν ἐν τῇ οὐσίᾳ τέχνην ποιεῖ. πρὸς δὲ τοῦτο λέγεσθαι τοῦτ’εὖ ἔχειν μοι δοκεῖ, ὅτι οὐ δὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης προσγίνεται. οὐ δὲ γὰρ ἔνεστιν αὐτὴν ἐφ’ἑαυτῆς οὖσαν δοῦναι τὴν τέχνην · τῶν γὰρ συμβεβηκότων ἐστὶ καὶ τῶν τότε τὸ εἶναι λαγχανόντων, ὁπόταν ἐν οὐσίᾳ τινὶ γένηται. μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς ἀρχιτεκτονικῆς ἔσται. δ’οὐκ ἔσται, ἐὰν μὴ πρότερον ἄνθρωπος . ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. εἰ τοίνυν τοῦτο οὕτως ἔχον ἐπ’ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν ἀλλὰ καὶ οὐσίας; τῷ γὰρ δυνατὸν φανῆναι γίνεσθαί τι ἐξ οὐκ ὄντων τὸ καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται. ἐπειδὴ δὲ πόθος ἐστί σοι περὶ τῆς τῶν κακῶν γενέσεως ζητεῖν, ἐπὶ τὸν τούτων ἐλεύσομαι λόγον. καί σου βραχέα πυθέσθαι βούλομαι. τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ποιότητες οὐσιῶν;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

ποιότητες οὐσιῶν εὖ ἔχειν λέγειν μοι δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτως προλαβὼν ἐξεῖπον τῷ λόγῳ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκοῦν εἰ τὰ κακὰ ποιότητες ὑπάρχουσιν οὐσιῶν, δὲ ὕλη ἄποιος ἦν, τῶν δὲ ποιοτήτων ποιητὴν εἶπας τὸν θεὸν εἶναι, ἔσται καὶ τῶν κακῶν δημιουργὸς θεός. ὅτε τοίνυν οὐ δ’οὕτως ἀναίτιον τῶν κακῶν δυνατὸν εἰπεῖν τὸν θεόν, ὕλην αὐτῷ προσάπτειν περιττὸν εἶναί μοι δοκεῖ. εἰ δέ τι πρὸς ταῦτα λέγειν ἔχεις, ἄρχου τοῦ λόγου. εἰ μὲν ἐκ φιλονεικίας ἡμῖν ζήτησις ἐγίνετο, οὐκ ἂν δεύτερον περὶ τῶν κακῶν ἠξίουν ὁρίζεσθαι · ἐπεὶ δὲ φιλίας ἕνεκα μᾶλλον καὶ τῆς πρὸς τὸν πλησίον ὠφελείας τὴν ἐξέτασιν ποιούμεθα τῶν λόγων, ἄνωθεν περὶ τούτων ὁρίζεσθαι ἀξιῶ συγχωρεῖν.

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

τὴν μὲν προαίρεσιν τὴν ἐμὴν ἐκ πολλοῦ σοι φανερὰν εἶναι δοκῶ καὶ τὴν ἐν τοῖς λόγοις σπουδήν, ὅτι οὐ πιθανῶς εἰπὼν ψεῦδος νικῆσαι θέλω, ἀλλὰ δειχθῆναι τὴν ἀλήθειαν μετὰ ἀκριβοῦς ἐξετάσεως, καὶ σὲ δὲ οὕτω διακεῖσθαι σαφῶς ἐπίσταμαι · ὅθεν οἵῳ τρόπῳ χρώμενος νομίζεις δύνασθαι τὸ ἀληθὲς εὑρεῖν, τούτῳ χρῆσαι μηδὲν δυσωπούμενος. οὐ γὰρ σεαυτὸν ὠφελήσεις μόνον χρησάμενος τῷ κρείττονι, ἀλλὰ πάντως κἀμὲ περὶ ὧν ἀγνοῶ σαφῶς.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

παρστῆσαί μοι δοκεῖς καὶ τὰ κακὰ οὐσίας ὑπάρχειν τινάς · οὐ γὰρ ἐκτὸς οὐσιῶν αὐτὰ ὄντα βλέπω. ἐπεὶ τοίνυν, οὗτος, καὶ τὰ κακὰ οὐσίας εἶναι λέγεις, ἀνάγκη τὸν τῆς οὐσίας ἐξετάζειν λόγον. δοκεῖ σοι τὴν οὐσίαν σωματικήν τινα σύστασιν εἶναι;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

δὲ σωματικὴ σύστασις αὐτὴ ἐφ’ἑαυτῆς ὑπάρχει οὐ δεομένη τινὸς οὗ γενομένου τὸ εἶναι λήψεται;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτως ἔχει.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

δοκεῖ δέ σοι τὰ κακὰ ἐνεργείας εἶναί τινος;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτω μοι φαίνεται.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

αἱ δὲ ἐνέργειαι τότε τὸ εἶναι λαμβάνουσιν, ὁπότ’ἂν ἐνεργῶν παρῇ;

ΟΥΑΛ
ΟΥ.
ΟΥ.

οὕτως ἔχει.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκ ὄντος δὲ τοῦ ἐνεργοῦντος, οὐ δ’ὅπερ ἐνεργεῖ ἔσται ποτέ; οὐκ ἔσται. οὐκοῦν εἰ οὐσία σωματική τίς ἐστι σύστασις, δὲ σωματικὴ σύστασις οὐ δεῖταί τινος ἐν γενομένη τὸ εἶναι λήψεται, τὰ δὲ κακὰ ἐνέργειαι ὑπάρχουσί τινος, οἱ δὲ ἐνέργειαι δέονταί τινος ἐν γενόμεναι τὸ εἶναι λαμβάνουσιν, οὐκ ἔσονται αὐταὶ αἱ οὐσίαι τὰ κακά. εἰ δὲ οὐσίαι τὰ κακά, κακὸν δὲ φόνος, οὐσία ἔσται φόνος · ἀλλὰ μὴν φόνος ἐνέργεια ὑπάρχει τινός, οὐκ ἔστιν ἄρα οὐσία φόνος. εἰ δὲ τὸν ἐνεργοῦντα οὐσίαν εἶναι θέλεις, σύμφημι κἀγώ. οἶον ἄνθρωπος φονεύς, καθ’ὃν μὲν λόγον ἄνθρωπός ἐστιν, ὑπάρχει οὐσία · δὲ φόνος ὃν ποιεῖ οὐκ ἔστιν οὐσία, ἀλλ’ἔργον τι τῆς οὐσίας. λέγομεν γε τὸν ἄνθρωπον ποτὲ μὲν κακὸν διὰ τὸ φονεύειν, ποτὲ δ’αὖ πάλιν διὰ τὸ εὐεργετεῖν ἀγαθόν. καὶ πέπλεκται ταῦτα τὰ ὀνόματα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ, ἅτινα οὐκ ἔστιν αὐτή. οὔτε γὰρ ἐστὶν φόνος οὐσία οὔτ’αὖ πάλιν μοιχεία οὔτε τι τῶν ὁμοίων κακῶν. ἀλλ’ὥσπερ ἀπὸ τῆς γραμματικῆς γραμματικὸς λέγεται καὶ ἀπὸ τῆς ῥητορικῆς ῥήτωρ καὶ ἀπὸ τῆς ἰατρικῆς ἰατρός, τῆς οὐσίας οὔτε ἰατρικῆς οὔσης οὔτε μὴν ῥητορικῆς οὔτε γραμματικῆς. ἀλλ’ἀπὸ τῶν συμβεβηκότων αὐτῇ τὴν προσηγορίαν λαμβανούσης, ἀφ’ὧν οὕτως, ὀνομάζεσθαι δοκεῖ, οὐ δ’ὁπότερον αὐτῶν οὖσα, ὁμοίως μοι φαίνεται καὶ ἀπὸ τῶν δοκούντων εἶναι κακῶν τὴν οὐσίαν ὄνομα προσλαμβάνειν, οὐ δ’ὁπότερον οὖσαν αὐτῶν. καί μοι ὁμοίως ἐπινόησον, εἴ τινα ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ τῶν κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος, καθὸ ἐν τούτοις ἐνεργεῖ καὶ ὑποβάλλει ποιεῖν τὰ κακά, ἔστι καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ. διὰ τοῦτο γὰρ κἀκεῖνος κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτός, ἀλλ’αἱ ἐνέργειαι αὐτοῦ, ἀφ’ὦν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει. εἰ γὰρ αὐτὸν ὑπάρχειν εἴποιμεν ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ κλοπὰς καὶ ὅσα τούτοις ὅμοια, αὑτὸς ἔσται ταῦτα. εἰ δὲ ταῦτ’ἐστιν αὐτός, ταῦτα δ’ὅτε γίνεται τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων, ἔσονται τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι. εἰ δὲ ταῦτα αὐτοῦ ἐνεργείας εἶναι φῄς, ἐξ ὧν ποιεῖ τὸ κακὸς εἶναι ἔχει, οὐκ ἐξ ὦν ἐστιν οὐσία. κακὸν δὲ εἴπομεν λέγεσθαι ἀπὸ τῶν συμβεβηκότων τῇ οὐσίᾳ, ἅτινα οὐκ ἔστιν οὐσία, ὡς ἀπὸ τῆς ἰατρικῆς ἰατρός. εἰ δὲ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακός, δὲ ἐνεργεῖ ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταυτὶ τὰ κακά. εἱ δὲ οὕτως ἔχει, οὐκ ἔσται ἀνάρχως κακός, οὐ δ’ἀγένητα τὰ κακά, τῷ γενητὰ πρὸς αὐτοῦ εἶναι φάναι.

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

ἀλλὰ τὸν μὲν πρὸς τὸν ἑταῖρον, φίλε, λόγον ἱκανῶς μοι πεποιηκέναι δοκεῖς. ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ὕλη, τῶν δὲ ποιοτήτων δημιουργὸς ὑπάρχει θεός, ποιότητες δὲ τὰ κακά, τῶν κακῶν ἔσται ποιητὴς θεός. οὗτος μὲν οὖν λόγος πρὸς ἐκεῖνον εἰρήσθω καλῶς, ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον εἶναι λέγειν. οὐ δὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ ἡστινοσοῦν οὐσίας ὡς ἔστιν ἄποιος. ἀλλὰ μὴν καὶ ἐν ἄποιον εἶναι λέγει τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ὕλη διαγραφόμενος, ὅπερ ἐστὶ ποιότητος εἶδος. ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἔχου πρὸς ἐμὲ τοῦ λόγου. ἐμοὶ γὰρ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ. οὕτως γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω, ἵνα τῶν κακῶν μὲν θεὸς ἀναίτιος , τούτων δὲ ἀπάντων ὕλη αἰτία.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

τὴν μὲν προθυμίαν τὴν σὴν ἀποδέχομαι, φίλε, καί σου τὴν ἐν τοῖς λόγοις σπουδὴν ἐπαινῶ. προσῆκε γὰρ ὡς ἀληθῶς ἕκαστον τῶν φιλομαθῶν μὴ ἀπλῶς καὶ ὡς ἔτυχε συγκατατίθεσθαι τοῖς λεγομένοις ἀλλ’ἀκριβῆ ποιεῖσθαι τὴν ἐξέτασιν τῶν λόγων. οὐ δὲ γὰρ εἰ προσζητῶν παρὰ λόγον ὁρισάμενος ἀφορμὴν παρέσχε τῷ προσδιαλεγομένῳ συνάγειν ὡς θέλει, τοῦτο καὶ τὸν ἀκροατὴν πείσει τὸ λοιπόν, ἀλλ’εἰ τι δοκεῖ δυνατὸν εἶναι λέγεσθαι καλῶς, οὗτος λέξει παρών · δυοῖν γὰρ θάτερον ἔσται. γὰρ καὶ πρὸς κινεῖσθαι δοκεῖ ἀκούσας τέλεον ὠφεληθήσεται, τὸν προσδιαλεγόμενον ἐλέγξει οὐ τἀληθῆ λέγοντα. οὐ δοκεῖς δέ μοι δεόντως εἰρηκέναι τὴν ὕλην ἄνωθεν ποιότητας ἔχειν. εἰ γὰρ τοῦθ’οὕτως ἔχει, τίνος ἔσται ποιητὴς θεός; εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναι ταύτας φαμέν · εἴτ’αὖ πάλιν ποιότητας, καὶ ταύτας ὑπάρχειν λέγομεν. οὐκοῦν οὐσίαςτε οὔσης καὶ ποιοτήτων περιττὸν εἶναί μοι δοκεῖ δημιουργὸν λέγειν τὸν θεόν. ἵνα δὲ καὶ μὴ ἐμαυτῷ κατασκευάξειν τινὰ δόξω λόγον, ἀπόκριναί μοι νῦν ἐρωτώμενος · τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν θεόν; πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν εἰς τὸ μηκέτι ὑπάρχειν ἐκείνας, ὅπερ ἦσάν ποτε, ἀλλ’ἑτέρας παρ’αὐτὰς γενέσθαι, ὅτι τὰς μὲν οὐσίας ἐφύλαξεν ἐκείνας, αἵπερ ἦσαν πρὸ τούτου, τὰς δὲ ποιότητας ἔτρεψεν αὐτῶν;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγονέναι · καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται · τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημί, καθ’ἃς δημιουργὸν εἶναι λέγω τὸν θεόν. καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ οἰκία γενόμενοι οἱ λίθοι τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος οὕτω μοι δοκεῖ καὶ τὸν θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ἥν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φῄς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δή, εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἀρχὴν ἔσχον τοῦ εἶναι;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐχὶ δὲ τὸν θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

τοῦτό φημι.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

πότερον οὖν εἰς τὸ κρεῖττον εἰς τὸ χεῖρον;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκοῦν εἰ ποιότητες ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν θεός, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη. οὐ γὰρ ἔμειναν αἱ ποιότητες ὁποῖαί ποτ’ἦσαν τῇ φύσει. , εἰ μὲν πρότερον οὐκ ἦσαν αἱ ποιότητες κακαί, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν θεός, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς · τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεόν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

οὕτως ἄνωθεν εἶχον ἐγώ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δέ, τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δέ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. εἰ γὰρ μη δ’ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει μένειν · ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι αὐτῆς οὕτως ἐᾷ, δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἶναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους. ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ’ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γὰρ τις ἐξετάζοι ἐπ’ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι τὸ μη δὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ · νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. καί μοι ἐπ’ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν. ἀφ’οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει. καὶ τοῦθ’, ὅπερ ἐπὶ εὐεργεσίᾳ τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. εἰ δ’ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρὸς τινος κρείττονος. εἱ μὲν οὖν τὸν θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς. εἱ δὲ τῷ νικᾶσθαι φόβῳ πρὸς τοῦ μείζονος, μείζονα λέξεις τοῦ θεοῦ τὰ κακά, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν · ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ. διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ἔσονται θεοί, νικᾶν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεόν, εἴπερ θεὸν ἐκεῖνό φαμεν, τὴν ἁπάντων ἐξουσίαν ἔχει; βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυθέσθαι βούλομαι, καί μοι φέρων λέγε · πότερον ἁπλῆ τις ἦν ὕλη σύνθετος; γὰρ διαφορὰ τῶν γεγονότων εἰς τοιαύτην με περιίστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ὕλη καὶ μονοειδής, σύνθετος δὲ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶντε καὶ κράσεων τὴν σύστασιν ἔχει, ἀδύνατον τοῦτον ἐξ ὕλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόντε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν · τὸ γὰρ σύνθετον ἁπλῶν τινων μῖξιν μηνύει. εἰ δ’αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ’ἑαυτὰ τὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ὕλη, ἐξ οὗπερ καὶ γενητὴ οὖσα δείκνυται. εἰ γὰρ σύνθετος ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε τὸ ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ὕλη. τὸ δ’ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. εἰ γὰρ ἦν ἀγένητος θεός, ἦν δὲ ἀγένητα καὶ τὰ ἁπλᾶ ἐξ ὧν ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

ἀντικεῖσθαί μοι φαίνεται.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμόν, πρὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

οὕτως ἔχειν μοι δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐ δὲ μὴ ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

εἶναι δὲ τῆς ὕλης μέρη τότε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

οὕτως ἔχω.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

τί δέ; οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τὰ ἄλλα ὅσα τούτοις παραπλήσια;

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

δοκεῖ.

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, ταῦτα δὲ ἀλλήλων ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη · εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐ δ’αὐτὰ ἔσονται ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένου λόγον. οὐ δὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον · τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πέφυκεν. οἷον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται · καὶ τὸ φῶς ὁμοίως αὐτὸ ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται, πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα. εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ ἑαυτῇ ἀντέκειτο. οὕτως δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. ἐπεὶ καὶ σὲ οἶμαι περὶ τοῦ κακοῦ τὴν ζήτησιν ἑτοίμως ἔχειν ποιεῖσθαι, τὸν μὲν περὶ τῆς ὕλης παραλιπεῖν μοι λόγον δοκεῖ. πρὸς γὰρ τὴν ἀπόδειξιν τοῦ μὴ τὴν ὕλην ὑπάρχειν αὐτάρκως εἰρῆσθαί μοι φαίνεται. ἐπὶ δὲ τὴν τῶν κακῶν ἐξέτασιν ἔρχεσθαι δεῖ καὶ ἀναγκαίως ἀναζητεῖν τὰ παρὰ ἀνθρώποις. τὰ παρ’ἀνθρώποις κακὰ πότερον εἴδη τυγχάνει κακοῦ μέρη; εἰ γὰρ εἴδη ταῦτα ἐκείνου φάναι θέλοις, οὐκ ἔστιν ἕτερον παρὰ ταῦτα καθ’ἑαυτὸ τὸ κακὸν τῷ τὰ γένη ἐν τοῖς εἴδεσιν ἐξετάζεσθαι · οἷον τὸ ζῷον γένος ἐστὶν κατ’εἶδος κατηγορούμενον, τουτέστιν κατά γε ἀνθρώπου καὶ τῶν ὁμοίων, ὅσατε ἔμψυχα ὄντα τὴν προαιρετικὴν κίνησιν ἔχει · ἄλλ’οὐχ οἷόντε δείκνυται τοῦτο. οὐ γὰρ γένος εἶναί φαμεν ἕτερόν τι καθ’ἑαυτὸ ὑπάρχον παρὰ τὰ εἴδη · οὕτω δὴ καὶ περὶ τοῦ κακοῦ λέγειν ἀνάγκη. τὸ γὰρ γένος εἴπαμεν τὴν σύστασιν ἐν τοῖς εἴδεσιν ἔχειν, μὴ εἶναι δέ τι ἕτερον καθ’ἑαυτό. εἰ δὲ οὕτως ἔχει, γενητὸν ἔσται τὸ κακόν · τὰ γὰρ εἴδη γενητὰ ὄντα δείκνυται, οἷον φόνος καὶ μοιχεία καὶ τὰ τούτοις παραπλήσια. εἰ δ’αὖ πάλιν μέρη τινὸς κακοῦ ταῦτα εἶναι ἐθέλοις, ἔστιν δὲ ταῦτα γενητά, ἀνάγκη κἀκεῖνο γενητὸν ὑπάρχειν. ὧν γὰρ τὰ μέρη γενητά, ταῦτα ὁμοίως ἐξ ἀνάγκης εἶναι γενητά · τὸ γὰρ ὅλον ἐκ μερῶν συνέστηκεν. καὶ τὸ μὲν ὅλον οὐκ ἔσται μὴ τῶν μερῶν ὄντων, ἔσται δὲ τὰ μέρη, κἂν μὴ τὸ ὅλον παρῇ. οὐδενὸς δὲ τῶν ὄντων μέρος μέν ἐστιν γενητόν, μέρος δὲ πάλιν ἀγένητον. εἰ δὲ καὶ τοῦτο συγχωρήσαιμι τῷ λόγῳ, ἦν ποτε τὸ κακόν, ὅτε ὁλόκληρον οὖν ἦν, τουτέστιν πρὶν δημιουργῆσαι τὴν ὕλην τὸν θεόν. τότε δὲ ὁλόκληρον γίνεται, ὅτε πρὸς τοῦ θεοῦ γέγονεν ἄνθρωπος · τῶν γὰρ μερῶν τοῦ κακοῦ ἄνθρωπος ὑπάρχει ποιητής. καὶ τοῦ ἐντεῦθεν τοῦ ὁλόκληρον εἶναι τὸ κακὸν αἴτιος ἔσται δημιουργήσας θεός, ὅπερ οὐκ εὖ ἔχειν μοι τοῦτο περὶ θεοῦ λέγειν δοκεῖ. εἰ οὐ δ’ὁπότερον τούτων εἰπεῖν ἐθέλοις, πρᾶξιν δέ τινος κακοῦ εἶναι λέγοις, γενητὸν αὐτὸ ὑπάρχειν μηνύεις · γὰρ τοῦ τινὸς πρᾶξις ἀρχὴν τοῦ εἶναι λαμβάνει. πρὸς δὴ τούτοις οὐδὲν ἕτερον παρὰ ταῦτα τὸ κακὸν εἰπεῖν ἔχεις. ποίαν γὰρ πρᾶξιν κακὴν ἑτέραν παρὰ τὰς ἐν ἀνθρώποις δεικνύειν ἔχεις; ὅτι γὰρ ἐνεργῶν οὐ κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχει κακία, κατὰ δὲ τὸν τῆς προαιρέσεως τρόπον, τοιαῦτα πράττειν ἐπαναιρούμενος, ἐξ ὧν τοῦ κακῶς λέγεσθαι τὴν προσηγορίαν λαμβάνει, προλαβὼν ἔδειξα τῷ λόγῳ. ἐγὼ πρῶτον μὲν τῇ φύσει οὐδὲν φαῦλον λέγω, τῷ δὲ τῆς χρήσεως τρόπῳ κακὸν εἶναι λέγεσθαι […]. τὸ γὰρ τῆς μοιχείας ὄνομα κοινωνίας ἐστὶν ἀνδρὸς καὶ γυναικὸς σημαντικόν · ἀλλ’ἐὰν κοινωνῇ τις τῇ γυναικὶ παιδοποιίας ἕνεκα καὶ τῆς τοῦ γένους διαδοχῆς, ἀγαθή τις κοινωνία γίνεται. εἰ δέ τις καταλιπὼν τὴν νομίμην κοινωνίαν ἐνυβρίζοι γάμοις ἀλλοτρίοις […], λίαν ἔργον πράττει κακόν · καὶ μὲν κοινωνία αὐτή, δὲ τῆς χρήσεως τρόπος οὐχ ὅμοιος […] καὶ ἐπὶ τῆς πορνείας δὲ αὐτὸ λόγος […]. κοινωνία τοίνυν χωρὶς τοῦ τρόπου τῆς χρήσεως ἐξεταζομένη κακὸν οὐκ ἔστι · τότε δὲ γίνεται ὁπότε τρόπος ἔσται σαφής. ἀλλὰ καὶ τὸν φόνον ὁμοίως ἔχειν φημί. ἐὰν γάρ τις τὸν ἐπὶ μοιχείᾳ ληφθέντα […] ἀποκτεῖναι θέλῃ, δίκας ὧν ἐτόλμησεν ἀπαιτῶν, κακὸν οὐκ ἐργάζεται. ἐὰν δέ τις τὸν μηδέν τι τῶν ἀπηγορευμένων πεποιηκότα ἀναιρήσῃ οὐδενὸς ἄλλης προφάσεως λόγου χάριν, ἀλλὰ τῆς τῶν οἰκείων ἀφαιρέσεως ἕνεκα, τουτέστιν χρημάτων κτημάτων, φαῦλον ἐργάζεται. καὶ τὸ μὲν ἔργον τὸ αὐτὸ ἐπ’ἀμφοτέρων γίνεται, δὲ τρόπος τοῦ ἔργου τὴν διαφορὰν ἐμποιεῖ. πρὸς δὴ τούτοις καὶ τὸ χρήματα λαμβάνειν τινὸς τῶ τρόπῳ τῆς λήψεως γίνεται κακόν. ἐὰν μὲν γάρ τις δῴη κοινωνῶν […] ἐξ ὧν ἔχει, λαμβάνων οὐδὲν φαῦλον ποιεῖ · εἰ δ’αὖ πάλιν ἄκοντος […] ἀφέλοιτο λεληθότως, ἔργον τι πονηρὸν πράττει. καὶ τὸ μὲν ἀλλότρια λαμβάνειν ἐπ’ἀμφοτέρων ἐστίν, δὲ τῆς λήψεως τρόπος κακὸν λέγεσθαι τοῦτο ἀγαθὸν ποιεῖ. ὁμοίως δὲ καὶ τὸ θεοσεβεῖν τρόπῳ ἀγαθὸν κακὸν γίνεται. εἰ μὲν γάρ τις τὸν ἀληθῆ σέβει θεόν, ἔργον ποιεῖ ἀγαθόν · εἰ δὲ τοῦτον καταλιπὼν τὸν οὐκ ὄντα σέβει, καὶ τὴν τοῦ κρείττονος τιμὴν ξύλοις λίθοις προσάπτειν ἐθέλει, κακὸν πράττει. καὶ τὸ μὲν τῆς θεοσεβείας ὄνομα τὸ αὐτό, δὲ τῆς χρήσεως τρόπος ἐναλλάσσει τὸ γινόμενον.

ΕΤΑΙΡ
ΕΤ.
ΕΤ.

ἐπεὶ τοίνυν περὶ τῶν κακῶν ἐποιήσω τὸν λόγον, δεικνύναι βουλόμενος ὡς ἔστιν τὰ κακά, καὶ ὅτι τούτων οἱ ἄνθρωποι τυγχάνουσι ποιηταί, βραχύ τι πάλιν πυθέσθαι βούλομαι · πότερον οἱ ἂνθρωποι τὴν ἀφορμὴν ἀφ’ἑαυτῶν λαμβάνοντες ἔχουσι, τουτέστιν αὐτοὶ τῆς τοιαύτης χρήσεως εὑρεταὶ γενόμενοι, τοιοῦτοι ὑπὸ θεοῦ γεγόνασιν, αὖ πάλιν ἕτερός τις ὑπάρχει εἰς τὰ τοιαῦτα τοὺς ἀνθρώπους παρορμῶν;

ΟΡΘΟΔ
ΟΡ.
ΟΡ.

πρὸς μὲν τοῦ θεοῦ τοὺς ἀνθρώπους τοιούτους γεγονέναι οὔτι μοι δοκεῖ λέγειν · αὐτεξούσιον δὲ τὸν πρῶτον ἄνθρωπον γεγονέναι λέγω, τουτέστιν ἐλεύθερον, ἀφ’οὗ καὶ οἱ διάδοχοι τοῦ γένους τὴν ὁμοίαν ἐλευθερίαν ἐκληρώσαντο. φημὶ τοιγαροῦν ἐλεύθερον γεγονέναι τὸν ἄνθρωπον, δουλεύοντα δὲ αὐτὸν βούλεται · τοῦτο γὰρ αὐτῷ καὶ μέγιστον πρὸς τοῦ θεοῦ κεχαρίσθαι λέγω. ὅτι τὰ μὲν γὰρ ἄλλα πάντα ἀνάγκῃ δουλεύει τῷ θείῳ προστάγματι · ἐάντε γὰρ οὐρανὸν εἴπῃς, ἕστηκε φέρων τὸν δεσπότην, οὐ μετακινούμενος τοῦ ὡρισμένου τόπου · καὶ ἐάντε περὶ ἡλίου τὸν λόγον ποιεῖσθαι θέλῃς, ἐκτελεῖ οὗτος τὴν ὡρισμένην κίνησιν, οὐ παραιτούμενος τὸν δρόμον, ἀλλὰ ἀνάγκῃ τινὶ δουλεύων τῷ δεσπότῃ. καὶ γῆν ὁμοίως πεπηγυῖαν ὁρᾷς καὶ φέρουσαν τὸ πρόσταγμα τοῦ κεκελευκότος. ὁμοίως δὲ καὶ τὰ ἄλλα ἀνάγκῃ δουλεύει τῷ πεποιηκότι. οὐ δ’ὁπότερον αὐτῶν δυνάμενον ἕτερόν τι παρὰ τὸ εἰς γέγονεν ποιεῖν. διόπερ οὐκ ἐπαινοῦμεν ταῦτα οὕτω πειθόμενα τῷ δεσπότῃ, οὐ δέ τις αὐτοῖς ἀπόκειται κρείττων ἐλπίς, ὅτι τὸ προσταχθὲν ἄκοντες ἐφύλαξαν. ἄνθρωπος δὲ τὴν βούλεται πείθεσθαι προσέλαβεν ἐξουσίαν ἑαυτὸν δουλαγωγῶν, οὐκ ἀνάγκῃ τῆς φύσεως κρατούμενος, οὐ δὲ τῆς δυνάμεως ἀφαιρούμενος · ὅπερ αὐτῷ τῶν κρειττόνων ἕνεκα κεχαρίσθαι φημί, ἵνα τι πλεῖον ὧν ἔχει προσλάβῃ παρὰ τοῦ κρείττονος, ὅπερ αὐτῷ ἐκ τῆς ὑπακοῆς προσγίνεται καὶ ὡς ὀφειλὴν ἀπαιτεῖ παρὰ τοῦ πεποιηκότος. οὐ γὰρ ἐπὶ βλάβῃ οὕτω γεγονέναι τὸν ἄνθρωπον φημί, ἕνεκα δὲ τῶν κρειττόνων. εἰ γὰρ ὡς ἕν τι γέγονε τῶν στοιχείων τῶν ὁμοίως ἀνάγκῃ δουλευόντων θεῷ, οὐκέτι μισθὸν ἄξιον τῆς προαιρέσεως λαμβάνει, ἀλλ’ὥσπερ ὄργανον ἂν ἦν τοῦ δημιουργοῦ, […] τὴν ἐφ’οἷς οὐ καλῶς ἔπραξεν ἀλόγως μέμψιν ὑπομένων · τούτων γὰρ αἴτιος ἦν χρώμενος. ἀλλ’οὐ δὲ τὸ κρεῖττον ἄνθρωπος ἠπίστατο, μηδὲν ἕτερον εἰδώς, ἀλλ’ἐκεῖνο μόνον εἰς πέφυκεν εἶναι. φημὶ τοιγαροῦν τὸν θεὸν οὕτω τὸν ἄνθρωπον τιμῆσαι προαιρούμενον καὶ τῶν κρειττόνων ἐπιστήμονα γίνεσθαι, τὴν ἐξουσίαν αὐτῷ τοῦ δύνασθαι ποιεῖν βούλεται δεδωκέναι, καὶ τὴν ἐξουσίαν αὐτοῦ εἰς κρεῖττον τρέπειν παραινεῖν, οὐκ ἀφαιρούμενον πάλιν τὸ αὐτεξούσιον, ἀλλὰ τὸ κρεῖττον μηνύειν θέλοντα. τὸ μὲν γὰρ δύνασθαι πάρεστιν αὐτῷ, κἂν τὴν ἐντολὴν λαμβάνῃ, τὴν δὲ τοῦ δύνασθαι προαίρεσιν εἰς τὸ κρεῖττον τρέπειν θεὸς παραινεῖ. ὥσπερ γὰρ πατὴρ παιδὶ παραινεῖ, ἐξουσίαν ἔχοντι ἐκμανθάνειν τὰ μαθήματα καὶ μὴ μανθάνειν, μᾶλλον ἔχεσθαι τῶν μαθημάτων, ὅτι κρεῖττον τοῦτο μηνύων, οὐ τὴν τοῦ δύνασθαι τοῦ παιδὸς ἐξουσίαν ἀφαιρεῖ, κἂν μὴ ἑκὼν μανθάνειν βούληται, οὕτω μοι καὶ τὸν θεὸν οὐ δοκεῖ προτρέποντα τὸν ἄνθρωπον πείθεσθαι τοῖς προστάγμασιν ἀφαιρεῖν αὐτοῦ τὴν ἐξουσίαν τῆς προαιρέσεως, τοῦ δύνασθαι καὶ μὴ ὑπακούειν τοῖς προστάγμασιν. καὶ γὰρ τὴν ἀρχὴν τὸ οὕτως παραινεῖν ὅτι μὴ ἀφεῖλεν τὴν ἐξουσίαν μηνύει. προστάττει δέ, ἵνα τῶν κρειττόνων ἂνθρωπος ἀπολαύειν δυνηθῇ · τοῦτο γὰρ ἕπεται τῷ πεισθῆναι τῷ τοῦ θεοῦ προστάγματι. ὥστε οὐχ ἵνα τὴν ἐξουσίαν ἣν ἔδωκεν ἀφέλῃ προστάττειν βούλεται, ἀλλ’ἵνα κρεῖττον δωρήσηται ὡς ἀξίῳ μειζόνων τυχεῖν, ἀνθ’ὧν ὑπήκουσεν τῷ θεῷ καὶ τὴν τοῦ μὴ ὑπακούειν ἐξουσίαν ἔχων […]. αὐτεξούσιον δέ φημι γεγονέναι τὸν ἄνθρωπον · οὐχ ὡς προϋποκειμένου τινὸς ἤδη κακοῦ, οὗ τὴν ἐξουσίαν εἰ βούλοιτο τοῦ ἑλέσθαι, ἄνθρωπος ἐλάμβανεν, ἀλλὰ τὴν τοῦ ὑπακούειν τῷ θεῷ καὶ μὴ ὑπακούειν αἰτίαν μόνην. τοῦτο γὰρ τὸ αὐτεξούσιον ἐβούλετο. καὶ γενόμενος ἄνθρωπος ἐντολὴν λαμβάνει παρὰ τοῦ θεοῦ, καὶ ἐντεῦθεν ἤδη τὸ κακὸν ἄρχεται · οὐ γὰρ πείθεται τῷ θείῳ προστάγματι. καὶ τοῦτο καὶ μόνον ἦν τὸ κακόν, παρακοή, ἥτις τοῦ εἶναι ἤρξατο. οὐ δὲ γὰρ ἀγένητον ταύτην τις εἰπεῖν ἔχει, τοῦ ποιήσαντος αὐτὴν ὄντος γενητοῦ. πάντως δὲ πόθεν τοῦτο τὸ παρακοῦσαι ζητήσεις. ἀλλὰ κεῖται τοῦτο σαφῶς ἔν τινι θείᾳ γραφῇ. ὅθεν οὐ δὲ τοιοῦτον τὸν ἄνθρωπον πρὸς τοῦ θεοῦ γεγονέναι φημί, κατὰ δὲ τήν τινος διδασκαλίαν τοῦτο πεπονθέναι λέγω · οὐ δὲ γὰρ τοιαύτην φύσιν εἰληφὼς ἄνθρωπος. εἰ γὰρ αὕτως εἶχεν, οὐκ ἂν αὐτῷ κατὰ διδασκαλίαν τοῦτο προσεγένετο, τῆς φύσεως αὐτῆς οὕτως ἐχούσης. λέγει δέ τις θεία φωνὴ μεμαθηκέναι τὸν ἄνθρωπον τὰ πονηρά · διδάσκεσθαι οὖν φημι τὸ παρακούειν θεοῦ (τοῦτο γὰρ καὶ μόνον ἐστὶ τὸ κακόν, παρὰ τὴν τοῦ θεοῦ προαίρεσιν γίνεται). οὐ γὰρ δὴ καθ’ἑαυτὸν τὸ πονηρὸν ἄνθρωπος διδάσκεται. διδάσκων τοίνυν τὸ κακόν ἐστιν δράκων. τὴν μὲν οὖν ἀρχὴν τοῦ κακοῦ τὸν φθόνον εἶπον ἔγωγε, τὸν δὲ φθόνον ἐκ τοῦ κρείττονι τιμῇ κατηξιῶσθαι τὸν ἄνθρωπον πρὸς τοῦ θεοῦ · τὸ δὲ κακὸν παρακοὴ ἐκ τοῦ προστίμῳ περιπεσεῖν τὸν ἄνθρωπον ὑπερβάντα τὴν τοῦ θεοῦ ἐντολήν. […] πολλάκις εἰ καὶ τὰ μάλιστα τὸ γινόμενον τῇ φύσει φαῦλον οὐκ ἔστιν, ἀλλά γε δὴ διὰ τὸ μὴ βούλεσθαι τὸν θεὸν γίνεσθαι αὐτό […] σαφῶς […] τοῦτο ὑπάρχειν κακόν. ἦν ποτε γὰρ καιρός, ὅτε προσέταξεν θεὸς τῷ πρώτῳ λαῷ εἰς τὴν τῆς ἐπαγγελίας εἰσάγειν γῆν, καὶ τότε μὲν οὐκ ἐπείσθη τῷ θείῳ προστάγματι οὐ δὲ τῆς ἐπαγγελίας ἀπολαύειν ἤθελεν · ὕστερον δ’αὖ πάλιν ἐπέχοντος τοῦ θεοῦ τὴν εἴσοδον τὴν ἐκεῖ ἔλαττον ἐφρόντισεν παρακούειν τοῦ θεοῦ δεδιδαγμένος καὶ παρὰ τὴν θείαν βουλὴν εἰσελθὼν δικαίαν ἀπῃτήθη τιμωρίαν. φημὶ τοιγαροῦν πολλὰς ὑποθέσεις ὑπάρχειν τῷ θεῷ, καθ’ἃς δημιουργεῖν αὐτὸν ἔδει · πρῶτον μὲν τῆς τέχνης ἐπιστήμην, ἣν ἀργεῖν μὲν οὐκ ἐχρῆν, ἡττωμένου τοῦ δύνασθαι ποιεῖν ταῦτα ἅπερ ἠπίστατο · ὕστερον δὲ καὶ τὸ τῇ φύσει ἀγαθὸν ὑπάρχειν αὐτῷ, ὅπερ ἀνωφελὲς μένειν οὐκ ἐδόκει · πολλὰ δὲ καὶ τούτοις ὅμοια προσῆν τῷ θεῷ, δι’ἅπερ κόσμου γένεσιν ἤρξατο ποιεῖν. ὥσπερ γὰρ εἴ τις ἐπιστήμην ἔχων μουσικῆς αὖ πάλιν ἰατρικῆς τεκτονικῆς, εἰς ὅσον τοῦ ἔργου μὴ ἔχεται μη δὲ δι’αὐτοῦ τὴν ἐπιστήμην δείκνυσιν, μάτην τέχνην ἔχειν δοκεῖ, μήτε αὐτὸς ἀπολαύων ὧν ἐπίσταται, μήτε ἑτέροις γνῶσιν παρέχων τούτων τῶν ἔργων, καὶ τὸ ἐντεῦθεν ὅμοιος τῷ μη δὲ τὴν ἀρχὴν ἐπισταμένῳ γίνεται, μὴ οὔσης τῆς τέχνης ἐνεργοῦς (ἐκάστη γὰρ τῶν τεχνῶν διὰ τῆς ἐνεργείας τὴν δεῖξιν λαμβάνει καὶ ὡς λόγον εἰπεῖν τὴν τοῦ εἶναι σύστασιν) · ὁμοίως δὲ πάλιν εἴ τις ἀγαθὸς ὢν μὴ ἔχοι οὓς εὐεργετῆσαι δεῖ, μάτην ἀγαθὸς εἶναι δοκεῖ (τὸ γὰρ ἀγαθὸν τῶν πρὸς ἕτερον πέφυκεν εἶναι · οὐκ ὄντων δέ τινων πρὸς οὕς ἐστιν τοῦτο, τὴν ἀρχὴν οὐ δ’ἀγαθὸν ἔσται, κρυπτόμενον ἐν ἐκείνῳ τῷ ἔχοντι καὶ μόνῳ γνωστὸν ὑπάρχον, διὰ τὸ τὴν ἀρχὴν μη δὲ παρεῖναι τοὺς τούτου δεομένους · εἰ δὲ πάρεισίν τινες οὓς εὐεργετεῖν δύναται, τηνικαῦτα δείκνυται μὲν αὐτοῦ πρῶτον τὸ ἀγαθόν · ἔπειτα δὲ τὸ εὔχρηστον γίνεται τῷ τῆς τοιαύτης φύσεως εἰληχότι, πολλῶν τῆς ἀγαθοσύνης αὐτοῦ ἀπολαύειν δυναμένων), τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ θεοῦ σκοπεῖν χρή, ὅτι πάσης τέχνης τὴν ἐπιστήμην ἔχων, εἰ μηδὲν ἐδημιούργησεν, μάτην ἐδόκει τὴν ἐπιστήμην ἔχειν, μὴ ὄντων τινῶν οἷς κἂν ὅτι ἐπιστήμων τις ὑπῆρχεν δεικνύναι δυνηθείη. διὰ τοῦτο τὸ ἔργον πεποιηκέναι αὐτὸν λέγω, τὴν τέχνην αὐτοῦ ἐν αὐτοῖς τοῖς ἔργοις ἐπιδεῖξαι προαιρούμενον · οὐ γὰρ ἤρκει ἐπιστήμη μόνη, ἄνευ τῶν ἐν οἷς ὑπάρχειν ἔδει, τῷ θεῷ. ἄχρηστον γὰρ αὐτῷ, μᾶλλον δὲ ἀργὸν τὸ τοιοῦτον μένειν ἐφαίνετο · τε δύναμις οὐκ ἐνεργοῦσα οὐκ ἂν εὔχρηστος εἴη τῷ κεκτημένῳ, καὶ ἀγαθὸς ὤν, οὐκ ἀπέλαυε τῆς ἀγαθοσύνης αὐτοῦ, τοὺς δεομένους αὐτῆς οὐκ ἔχων. διόπερ ἀγαθὸς ὢν ἐδημιούργησεν καὶ τὰ οὐκ ὄντα πεποίηκεν, διὰ τούτου καὶ πρώτου τὴν ἀγαθοσύνην αὐτοῦ δεῖξαι προαιρούμενος (τουτὶ γὰρ ὑπερβαλλούσης φύσεως ἔστιν ἀγαθῆς τὸ εἶναι παρασχεῖν τοῖς οὐκ οὖσιν ποτέ) · ἔπειτα δὲ καὶ διὰ τῆς τῶν κρειττόνων ὑποσχέσεως, δὴ τοῖς πρὸς αὐτοῦ γενομένοις ἐπηγγείλατο · οὐ γὰρ τὸ εἶναι μόνον παρέσχεν αὐτοῖς, ἀλλὰ καὶ τῶν κρεττόνων ἀπολαύειν, οὕτως αὐτοῦ τὸ ἀγαθὸν ἐπιδεικνύναι προαιρούμενος · διὰ τούτου γὰρ καὶ ὅτι ἔστιν τὸ ἀγαθὸν φαίνεται, τοὺς χρῄζοντας ἔχων. πρὸς δὲ τούτοις, εἰ μὴ κόσμου γένεσιν ἐποίησεν θεός, τὴν ἀρχὴν ὅτι ἐστὶν θεός, ἄγνωστος ἦν, οὐκ ὄντων τῶν γινώσκειν αὐτὸν δυναμένων · ὅθεν καὶ εἰς γνῶσιν ἑαυτοῦ τισιν προάγειν βουλόμενος, καὶ ὅτι ἔστιν δεῖξαι θέλων, ἐδημιούργησεν, ἐν γνωστὸν παρασχεῖν ἑαυτόν […]. τὸ μὲν οὖν λοιπὸν τοῦ κόσμου σύστημα διὰ τὸν ἄνθρωπον γεγονέναι φημί, πρὸς ὑπηρεσίαν τῶν ἀναγκαίων αὐτῷ, τὸν δὲ ἄνθρωπον δι’αὐτὸν τὸν θεόν, ὅπως δοξάζῃ τὸν δεσπότην, καὶ ὅπως τὸ ἀγαθὸν εἴς τινας ἐνεργήσῃ τοῦ θεοῦ. ἐγὼ δὲ καὶ πρὶν δημιουργὸν γενέσθαι τὸν θεὸν τοῦ κόσμου τοῦδε, ἐφ’οἷς ἔμελλεν ποιεῖν τέρπεσθαι αὐτὸν λέγω · οὐ δὲ γὰρ ἤργει οὐδέποτε, τῷ λογισμῷ ἀνατυπούμενος ἐν ἑαυτῷ τὸ κάλλος αὐτοῦ τῆς τέχνης · διὰ τοῦτο δὲ αὐτῷ μηδέποτε τὴν ἐπιστήμην ἄχρηστον παρεῖναι λέγω, τὸ ἔργον αὐτῆς ἄνωθεν τῇ δυνάμει φέροντος · ἀλλὰ μὴν οὐ δὲ μάτην πρότερον αὐτὸν ἀγαθὸν εἶναι λέγω. μηδὲν τοιγαροῦν, ἄνθρωπε, αὐτοσύστατον εἶναι λέγε σὺν τῷ θεῷ μη δὲ τὸ μέγιστον αὐτοῦ τῆς δυνάμεως περιαιρεῖσθαι θέλε · πᾶσιν τὸ εἶναι αὐτὸς παρέσχεν, οὐκ οὖσιν πρότερον, οὐ δὲ τὴν σύστασιν ἀνάρχως ἔχουσιν. τί τεχνίτην μόνον θέλεις εἶναι τὸν θεόν; τί τὴν δωρεὰν αὐτοῦ παραιτῇ, ὡς τέχνην καὶ μόνην τῇ ὕλῃ χαρισάμενον, οὐχὶ δὲ καὶ τὴν τοῦ εἶναι σύστασιν; οὐκ ἦν σύγχρονόν τι τῷ θεῷ · οὐ δὲ ποθὲν ταῦτα λαβὼν ἐδημιούργησεν αὐτός · οὐ δὲ τὸν νῦν ἄνθρωπον πρότερον ἐμιμήσατο · κρείττων αὐτός ἐστιν τῆς ἀνθρωπίνης φύσεως · οὐ σχημάτων μόνον γέγονεν ποιητής, οὐ δὲ τὴν οὖσαν αὐτῷ οὐσίαν εἰς οὐσίαν συνεκέρασεν · αὐτὸς γάρ ἐστιν καὶ τῶν οὐσιῶν πασῶν δημιουργός.