Testament of Solomon

Testament of Solomon

0εὐλογητὸς εἶ, κύριε ὁ θεός, ὁ δοὺς τῷ Σολομῶντι τὴν ἐξουσίαν ταύτην · σοὶ δόξα καὶ κράτος εἰς τοὺς αἰῶνας · ἀμήν.
1καὶ ἰδοὺ οἰκοδομουμένου τοῦ ναοῦ πόλεως Ἱερουσαλὴμ καὶ ἐργαζομένων τῶν τεχνιτῶν ἐν αὐτῷ, ἤρχετο ὁ Ὀρνίας τὸ δαιμονικὸν κατὰ ἡλίου δυσμὰς καὶ ἐλάμβανε τὸ ἥμισυ τοῦ μισθοῦ καὶ πρωτομαΐστορος παιδαρίου ὄντος καὶ τὰ ἥμισυ σιτία.
2καὶ ἐθήλαζε τὸν ἀντίχειρον τῆς δεξιᾶς αὐτοῦ χειρὸς ἐφ’ἑκάστην ἡμέραν. καὶ ἐλεπτύνετο τὸ παιδίον ὅπερ ἦν ἀγαπώμενον ὑπ’ἐμοῦ σφόδρα.