Testament of Solomon

Testament of Solomon

1

1.3ἐγὼ δὲ Σολομῶν ἐν μιᾷ τῶν ἡμερῶν ἀνακρίνας τὸ παιδάριον εἶπον αὐτῷ · οὐχὶ ὑπὲρ πάντας τοὺς τεχνίτας τοὺς ἐργαζομένους ἐν τῷ ναῷ τοῦ θεοῦ ἠγάπησα καὶ ἐπεδίδουν σοι ἐν διπλῷ τὸν μισθὸν καὶ τὰ σιτία καὶ πῶς ἐφ’ἑκάστην ἡμέραν λεπτύνῃ;

1.4τὸ δὲ παιδίον εἶπεν · δέομαί σου, βασιλεῦ, ἄκουσόν μου τὰ συμβάντα μοι. μετὰ τὸ ἀπολυθῆναι ἡμᾶς ἐκ τοῦ ἔργου τοῦ ναοῦ τοῦ θεοῦ μετὰ ἡλίου δυσμὰς ἐν τῷ ἀναπαύεσθαί με, ἔρχεται πονηρὸν δαιμόνιον καὶ ἀφαιρεῖ ἀπ’ἐμοῦ τὸ ἥμισυ τοῦ μισθοῦ μου καὶ τὸ ἥμισυ τῶν σιτίων μου, καὶ λαμβάνει μου τὴν δεξιὰν χεῖρα καὶ θηλάζει μου τὸν ἀντίχειρον. καὶ ἰδοὺ θλιβομένης μου τῆς ψυχῆς τὸ σῶμα μου λεπτύνεται καθ’ἑκάστην ἡμέραν.

1.5καὶ ταῦτα ἀκούσας ἐγὼ βασιλεὺς Σολομῶν εἰσῆλθον εἰς τὸν ναὸν τοῦ θεοῦ καὶ ἐδεήθην ἐξ ὅλης μου τῆς ψυχῆς ἐξομολογούμενος αὐτῷ νύκτα καὶ ἡμέραν ὅπως παραδοθῇ δαίμων εἰς τὰς χεῖράς μου καὶ ἐξουσιάσω αὐτόν.

1.6καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαί με πρὸς τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς ἐδόθη μοι παρὰ κυρίου Σαβαὼθ διὰ Μιχαὴλ τοῦ ἀρχαγγέλου δακτυλίδιον ἔχον σφραγῖδα γλυφῆς λίθου τιμίου ·

1.7καὶ εἶπέ μοι · λάβε, Σολομῶν υἱὸς Δαυείδ, δῶρον ἀπέστειλέ σοι κύριος θεὸς ὕψιστος Σαβαώθ, καὶ συγκλείσεις πάντα τὰ δαιμόνια τάτε θηλυκὰ καὶ ἀρσενικὰ καὶ δι’αὐτῶν οἰκοδομήσεις τὴν Ἱερουσαλὴμ ἐν τῷ τὴν σφραγῖδα ταύτην σε φέρειν τοῦ θεοῦ.

1.8καὶ περιχαρὴς γενόμενος ὕμνουν καὶ ἐδόξαζον τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς · καὶ τῇ ἐπαύριον ἐκέλευσα ἐλθεῖν πρός με τὸ παιδίον καὶ ἀπέδωκα αὐτῷ τὴν σφραγῖδα, καὶ εἶπον αὐτῷ ·

1.9ἐν ἂν ὥρᾳ ἐπιστῇ σοι τὸ δαιμόνιον ῥῖψον τὸ δακτυλίδιον τοῦτο εἰς τὸ στῆθος τοῦ δαίμονος λέγων αὐτῷ · δεῦρο καλεῖ σε Σολομῶν, καὶ δρομαίως παραγίνου πρός με μηδὲν λογισάμενος ὧν μέλλει σοι φοβῆσαι.

1.10καὶ ἰδοὺ κατὰ τὴν εἰθισμένην ὥραν ἦλθεν Ὀρνίας τὸ χαλεπὸν δαιμόνιον ὡς πῦρ φλεγόμενον ὥστε λαβεῖν κατὰ τὸ συνῆθες τὸν μισθὸν τοῦ παιδαρίου.

1.11τὸ δὲ παιδάριον κατὰ τὸ ῥηθὲν αὐτῷ παρὰ τοῦ Σολομῶντος ἔρριψε τὸ δακτυλίδιον ἐπὶ τὸ στῆθος τοῦ δαίμονος, λέγων αὐτῷ · δεῦρο καλεῖ σε Σολομῶν, καὶ ἀπῄει δρομαίως πρὸς τὸν Σολομῶντα.

1.12 δὲ δαίμων ἐκραύγασε, λέγων τῷ παιδαρίῳ · τί τοῦτο ἐποίησας; λάβε τὸ δακτυλίδιον καὶ ἐπίδος αὐτὸ πρὸς Σολομῶντα, κἀγώ σοι δώσω τὸ ἀργύριον καὶ τὸ χρυσίον πάσης τῆς γῆς · μόνον μή με ἀπαγάγῃς πρὸς Σολομῶντα.

1.13καὶ εἶπεν αὐτῷ τὸ παιδάριον · ζῇ κύριος θεὸς τοῦ Ἰσραήλ, οὐ μή σε ἀνέξομαι ἐὰν μὴ ἀπαγάγω σε πρὸς Σολομῶντα.

1.14καὶ ἦλθε τὸ παιδάριον καὶ εἶπε τῷ Σολομῶντι · βασιλεῦ Σολομῶν, ἤγαγόν σοι τὸν δαίμονα καθὼς ἐνετείλω μοι, καὶ ἰδοὺ στήκει πρὸ τῶν πυλῶν ἔξω δεδεμένος καὶ κράζων μεγάλῃ τῇ φωνῇ διδόναι μοι τὸ ἀργύριον καὶ τὸ χρυσίον πάσης τῆς γῆς τοῦ μή με ἀπαγαγεῖν αὐτὸν πρὸς σέ.

2

2.1καὶ ταῦτα ἀκούσας ἐγὼ Σολομῶν ἀναστὰς ἀπὸ τοῦ θρόνου μου εἶδον τὸν δαίμονα φρίσσοντα καὶ τρέμοντα καὶ εἶπον αὐτῷ · τίς εἶ σύ, καὶ τίς κλῆσις σου; δαίμων εἶπεν · Ὀρνίας καλοῦμαι.

2.2καὶ εἶπον αὐτῷ · λέγε μοι ἐν ποίῳ ζῳδίῳ κεῖσαι. καὶ ἀποκριθεὶς δαίμων λέγει · Ὑδροχόῳ · καὶ τοὺς ἐν Ὑδροχόῳ κειμένους διὰ ἐπιθυμίαν τῶν γυναικῶν ἐπὶ τὴν Παρθένον ζῴδιον κεκληκότας ἀποπνίγω.

2.3εἰμὶ δὲ καὶ ὑπνοτικόν, εἰς τρεῖς μορφὰς μεταβαλλόμενος, ποτὲ μὲν ὡς ἄνθρωπος ἔχων ἐπιθυμίαν εἴδους παιδίων θηλυκῶν ἀνήβων, καὶ ἁπτομένου μου ἀλγῶσι πάνυ, ποτὲ δὲ ὑπόπτερος γίνομαι ἐπὶ τοὺς οὐρανίους τόπους. ποτὲ δὲ ὄψιν λέοντος ἐμφαίνω.

2.4ἀπόγονος δέ εἰμι ἀρχαγγέλου τῆς δυνάμεως τοῦ θεοῦ, καταργοῦμαι δὲ ὑπὸ Οὐριὴλ τοῦ ἀρχαγγέλου.

2.5ὅτε δὲ ἤκουσα ἐγὼ Σολομῶν τὸ ὄνομα τοῦ ἀρχαγγέλου ηὐξάμην καὶ ἐδόξασα τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς, καὶ σφραγίσας αὐτὸν ἔταξα εἰς τὴν ἐργασίαν τῆς λιθοτομίας, τοῦ τέμνειν λίθους τοῦ ναοῦ ἀρθέντας διὰ θαλάσσης Ἀραβίας τοὺς κειμένους παρὰ αἰγιαλόν.

2.6φοβουμένου δὲ αὐτοῦ τοῦ σιδήρου προσψαῦσαι ἔφη μοι · δέομαί σου, βασιλεῦ Σολομῶν, ἔασόν με ἐν ἀνέσει εἶναι, κἀγώ σοι ἀναγάγω πάντας τοὺς δαίμονας.

2.7μὴ θέλοντος δὲ αὐτοῦ ὑποταγῆναί μοι, ηὐξάμην τὸν ἀρχάγγελον Οὐριὴλ ἐλθεῖν μοι εἰς βοήθειαν · καὶ εὐθέως εἶδον τὸν ἀρχάγγελον Οὐριὴλ ἐκ τοῦ οὐρανοῦ κατερχόμενον πρός με.

2.8καὶ ἐκέλευσε ἀνελθεῖν ἐκ τῆς θαλάσσης κήτη καὶ ἐξήρανεν αὐτῶν τὴν μερίδα καὶ ἔρριψεν αὐτοῦ τὴν μοῖραν ἐπὶ τῆς γῆς, κἀκείνους καὶ οὕτως ὑπέταξε τὸν δαίμονα τὸν Ὀρνίαν τὸν μέγαν τοῦ κόπτειν λίθους καὶ συντελεῖν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ ὃν ᾠκοδόμουν ἐγὼ Σολομῶν.

2.9καὶ πάλιν ἐδόξασα τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ ἐκέλευσα περιέναι τὸν Ὀρνίαν εἰς τὴν μοῖραν αὐτοῦ καὶ ἔδωκα αὐτῷ τὴν σφραγῖδα, λέγων · ἄπελθε καὶ ἄγαγέ μοι ὧδε τὸν ἄρχοντα τῶν δαιμονίων.

3

3.1 δὲ Ὀρνίας λαβὼν τὸ δακτυλίδιον ἀπῆλθε πρὸς τὸν Βεελζεβοὺλ καὶ ἔφη αὐτῷ · δεῦρο καλεῖ σε Σολομῶν.

3.2 δὲ Βεελζεβοὺλ λέγει αὐτῷ · λέγε μοι, τίς ἐστι οὗτος Σολομῶν ὃν σὺ λέγεις;

3.3 δὲ Ὀρνίας ἔρριψε τὸ δακτυλίδιον εἰς τὸ στῆθος τοῦ Βεελζεβούλ, λέγων · καλεῖ σε Σολομῶν βασιλεύς.

3.4καὶ ἀνέκραξεν Βεελζεβοὺλ ὡς ἀπὸ πυρὸς φλογὸς καιομένης μεγάλης καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ μετὰ βίας καὶ ἦλθε πρός με.

3.5καὶ ὡς εἶδον ἐγὼ τὸν ἄρχοντα τῶν δαιμονίων ἐρχόμενον, ἐδόξασα τὸν θεὸν καὶ εἶπον · εὐλογητὸς εἶ, κύριε θεὸς παντοκράτωρ δοὺς τῷ παιδί σου Σολομῶντι τὴν τῶν σῶν θρόνων πάρεδρον σοφίαν καὶ ὑποτάξας εἰς ἐμὲ πᾶσαν τὴν τῶν δαιμόνων δύναμιν.

3.6καὶ ἐπηρώτησα αὐτὸν καὶ εἶπον · λέγε μοι, τίς εἶ σύ; δαίμων ἔφη · ἐγώ εἰμι Βεελζεβοὺλ τῶν δαιμονίων ἔξαρχος.

3.7ἀπῄτουν δὲ τοῦτον ἀδιαλείπτως ἐγγύθεν μοι προσεδρεύειν καὶ ἐμφανίζειν μοι τὴν κατὰ τῶν δαιμόνων φαντασίαν. αὐτὸς δέ μοι ἐπηγγείλατο πάντα τὰ ἀκάθαρτα πνεύματα ἀγαγεῖν πρός με δέσμια. καὶ ἐγὼ πάλιν ἐδόξασα τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς εὐχαριστῶν αὐτῷ πάντοτε.

4

4.1ἐπυθόμην δὲ τοῦ δαίμονος εἰ ἔστι δαιμόνων θήλεια. τοῦ δὲ φήσαντος εἶναι ἐβουλόμην εἰδέναι.

4.2καὶ ἀπελθὼν Βεελζεβοὺλ ἔδειξέ μοι τὴν Ὀνοσκελίδα μορφὴν ἔχουσαν περικαλλῆ, καὶ δέμας γυναικὸς εὐχρώτου, κνήμας δὲ ἡμιόνου.

4.3ἐλθούσης δὲ αὐτῆς πρός με εἶπον αὐτῇ · λέγε μοι σὺ τίς εἶ.

4.4 δὲ ἔφη · ἐγὼ Ὀνοσκελὶς καλοῦμαι, πνεῦμα σεσωματοποιημένον φωλεῦον ἐπὶ τῆς γῆς · ἐν σπηλαίοις μὲν ἔχω τὴν κατοίκησιν, ἔχω δὲ πολυποίκιλον τρόπον.

4.5ποτὲ μὲν ἄνθρωπον πνίγω, ποτὲ δὲ ἀπὸ τῆς φύσεως σκολιάζω αὐτούς. τὰ δὲ πλεῖστά ἐστί μοι οἰκητήρια κρημνοὶ σπήλαια φάραγγες.

4.6πολλάκις δὲ καὶ συγγίνομαι τοῖς ἀνθρώποις ὡς γυναῖκα εἶναί με νομίζοντες, πρὸ πάντων δὲ τοῖς μελιχρόοις ὅτι οὗτοι συναστροί μού εἰσιν, καὶ γὰρ τὸ ἄστρον μου οὗτοι λάθρᾳ καὶ φανερῶς προσκυνοῦσι καὶ οὐκ οἴδασιν ὅτι ἑαυτοὺς βλάπτουσι καὶ πλεῖόν με κακοῦργον εἶναι ἐρεθίζουσιν ·

4.7θέλουσι γὰρ διὰ τῆς μνήμης χρυσίον πορίζειν. ἐγὼ δὲ παρέχω ὀλίγον τοῖς καλῶς με προσκυνοῦσιν.

4.8ἐπηρώτησα δὲ αὐτὴν πόθεν γεννᾶται. δὲ εἶπεν · ἀπὸ φωνῆς ἀκαίρου τῆς καλουμένης ἤχου οὐρανοῦ μολύβδου φωνὴν ἀφέντος ἐν ὕλῃ ἐγεννήθην.

4.9εἶπον δὲ αὐτῇ · ἐν ποίῳ ἄστρῳ διέρχῃ; δὲ εἶπεν · ἐν πανσελήνῳ, διότι καὶ ἐν σελήνῃ τὰ πλείονα ὁδεύω.

4.10ἐγὼ δὲ εἶπον · ποῖος ἄγγελός ἐστιν καταργῶν σε; δὲ ἔφη · καὶ ἐν σοί, βασιλεῦ.

4.11 κἀγὼ εἰς χλεύην αὐτὰ λογισάμενος ἐκέλευσα στρατιώτην κροῦσαι αὐτήν. δὲ ἀνακράξασα εἶπεν · λέγω σοι, βασιλεῦ, ἐγώ, ὑπὸ τῆς δεδομένης σοι σοφίας τοῦ θεοῦ.

4.12καὶ εἶπον τὸ ὄνομα τοῦ Ἁγίου Ἰσραὴλ καὶ ἐκέλευσα αὐτὴν νήθειν τὴν κάνναβιν εἰς τὰ σχοινία τοῦ ἔργου τοῦ ναοῦ τοῦ θεοῦ. καὶ οὕτως σφραγισθὲν καὶ δεθὲν κατηργήθη ὥστε ἱστάναι νύκτα καὶ ἡμέραν νήθειν τὴν κάνναβιν.

5

5.1καὶ ἐκέλευσα ἀχθῆναί μοι ἕτερον δαίμονα · καὶ ἤγαγέ μοι Ἀσμοδαῖον τὸν πονηρὸν δαίμονα δεδεμένον.

5.2καὶ ἐπηρώτησα αὐτόν · σὺ τίς εἶ; δὲ ἀπειλητικὸν βλέμμα ῥίψας λέγει · σὺ τίς εἶ;

5.3καὶ εἶπον αὐτῷ · οὕτως τετιμωρημένος ἀποκρίνῃ; δὲ τῷ αὐτῷ βλέμματι προσχὼν εἶπέ μοι · πῶς ἔχω σοι ἀποκριθῆναι; σὺ μὲν υἱὸς ἀνθρώπου εἶ, κἀγὼ ἀγγέλου, καὶ διὰ θυγατρὸς ἀνθρώπου ἐγεννήθην, ὥστε οὐδὲν ὑπερήφανον ῥῆμα οὐρανίου γένους πρὸς γηγενῆ.

5.4τὸ ἄστρον μου ἐν οὐρανῷ φωλεύει καὶ οἱ ἄνθρωποί με καλοῦσιν ἅμαξαν, οἱ δὲ τὸν δρακοντόποδα · διὰ τοῦτο καὶ μικρότερα ἄστρα συμπάρεισι τῷ ἐμῷ ἄστρῳ, καὶ γὰρ τοῦ πατρός μου τὸ ἀξίωμα καὶ θρόνος μέχρι σήμερον ἐν τῷ οὐρανῷ ἐστιν.

5.5πολλὰ δὲ μή με ἐρώτα, Σολομῶν, καὶ γὰρ τὸ βασίλειόν σου διαρραγήσεται ἐν καιρῷ καὶ αὕτη σου δόξα πρόσκαιρός ἐστι καὶ ὀλίγον χρόνον βασανίσαι ἡμῶν ἔχεις, καὶ πάλιν νομὴν ἔχωμεν ἐπ’ἀνθρωπότητα ὥστε σέβεσθαι ἡμᾶς ὡς θεούς, μὴ γινωσκόντων τῶν ἀνθρώπων τὰ ὀνόματα τῶν καθ’ἡμῶν τεταγμένων ἀγγέλων.

5.6ἐγὼ δὲ Σολομῶν ἀκούσας ταῦτα ἐπιμελέστερον αὐτὸν δεσμεύσας ἐκέλευσα ῥαβδίζεσθαι καὶ ἀπολογηθῆναι τίς καλεῖται καὶ τίς ἐργασία αὐτοῦ.

5.7 δαίμων εἶπεν · Ἀσμοδαῖος καλοῦμαι περικλυτός · οἰδαίνομαι κακουργίαν ἀνθρώπων ἐν ὅλῳ τῷ κόσμῳ. νεονύμφων ἐπίβουλός εἰμι · παρθένων κάλλος ἀφανίζω καὶ καρδίας ἀλλοιῶ.

5.8ἔφην δὲ αὐτῷ · μόνη αὕτη σου ἐργασία; δὲ πάλιν λέγει · διὰ τῶν ἄστρων στρώνω θηλυμανίας καὶ ἔπειτα εἰς τρικυμίας καὶ ἕως ἑπτὰ ἐφόνευσα.

5.9καὶ οὕτως ὥρκισα αὐτὸν τὸ ὄνομα κυρίου Σαβαώθ · φοβήθητι, Ἀσμοδαῖε, τὸν θεὸν καὶ εἰπέ μοι ἐν ποίῳ ἀγγέλῳ καταργῆσαι. δὲ δαίμων λέγει · Ῥαφαὴλ παρεστὼς ἐνώπιον τοῦ θεοῦ · διώκει δέ με καὶ ἧπαρ μετὰ χολῆς ἰχθύος ἐπὶ κροκίνων ἀνθράκων καπνιζόμενον.

5.10ἐπηρώτησα πάλιν αὐτὸν λέγων · μὴ κρύψῃς ἀπ’ἐμοῦ ῥῆμα, ὅτι ἐγώ εἰμι Σολομῶν υἱὸς Δαυείδ, καὶ εἰπέ μοι τὸ ὄνομα τοῦ ἰχθύος οὗ σὺ σέβῃ. δὲ λέγει · τὸ ὄνομα κέκληται γλάνις · ἐν τοῖς ποταμοῖς τῶν Ἀσσυρίων εὑρίσκεται · μόνος γὰρ ἐκεῖ γεννᾶται, ὅτι κἀγὼ ἐν τοῖς μέρεσιν ἐκείνοις εὑρίσκομαι.

5.11καὶ λέγω αὐτῷ · οὐδὲν ἕτερον παρά σου, Ἀσμοδαῖε; καὶ εἶπέ μοι · ἐπίσταται δύναμις τοῦ θεοῦ τοῦ διὰ τῆς αὐτοῦ σφραγῖδος δεσμεύσαντός με ἀλύτοις δεσμοῖς ὅτι ἅπερ σοι εἶπον ἀληθῆ εἰσιν. ἀξιῶ δέ σε, βασιλεῦ Σολομῶν, μή με κατακρίνῃς εἰς ὕδωρ.

5.12ἐγὼ δὲ μειδιάσας εἶπον · ζῇ κύριος θεὸς τῶν πατέρων μου σίδηρα ἔχεις φορέσαι καὶ πηλὸν ποιήσεις εἰς ὅλην τὴν σκευὴν τοῦ ναοῦ ἀνατρίβων τὴν χορηγίαν τῆς κώμης. καὶ ἐκέλευσα γενέσθαι ὑδρίας δέκα καὶ περιχώννυσθαι αὐτόν. καὶ δεινῶς στενάξας δαίμων τὰ κελευσθέντα αὐτὸν κατειργάζετο. τοῦτο δὲ ἐποίησε διότι καὶ τὸ προγνωστικὸν εἶχεν Ἀσμοδαῖος.

5.13καὶ ἐδόξασα τὸν θεὸν ἐγὼ Σολομῶν τὸν δόντα μοι τὴν ἐξουσίαν ταύτην · τὸ δὲ ἧπαρ τοῦ ἰχθύος καὶ τὴν χολὴν μετὰ κλάσματος στύρακος λευκοῦ ὑπέκαιον τὸν Ἀσμοδαῖον διὰ τὸ εἶναι αὐτὸν δυνατόν, καὶ κατηργεῖτο αὐτοῦ φωνὴ καὶ πλήρης ὀδοὺς πικρίας.

6

6.1καὶ ἐκέλευσα πάλιν παραστῆναι ἔμπροσθέν μου τὸν Βεελζεβοὺλ καὶ προσκαθίσας ἔδοξέ μοι ἐπερωτῆσαι αὐτόν · διὰ τί σὺ μόνος ἄρχων τῶν δαιμόνων;

6.2 δὲ λέγει μοι · διὰ τὸ μόνον με ὑπολειφθῆναι τῶν οὐρανίων ἀγγέλων. ἐγὼ γὰρ ἤμην ἐν πρώτοις οὐράνιος ἄγγελος προσαγορευόμενος Βεελζεβούλ.

6.3καὶ μετ’ἐμοῦ δεύτερος ἄθεος ὃν ἐπέταμε θεός, καὶ νῦν κατακλεισθεὶς ὧδε κρατεῖ τὸ ἐν Ταρτάρῳ τῷ δεσμῷ ἐμοῦ γένος · καὶ τρέφεται ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ · ὃς ἐν καιρῷ ἰδίῳ ἐλεύσεται εἰς θρίαμβον.

6.4καὶ εἶπον αὐτῷ · τίνες εἰσὶν αἱ πράξεις σου; καὶ εἶπέ μοι · κἀγὼ καθαιρῶ διὰ τυράννων καὶ τὰ δαιμόνια ποιῶ παρὰ ἀνθρώποις σέβεσθαι καὶ τοὺς ἁγίους καὶ τοὺς ἐκλεκτοὺς ἱερεῖς εἰς ἐπιθυμίαν ἐγείρω. καὶ φθόνους ἐν πόλεσι καὶ φόνους ἀποτελῶ καὶ πολέμους ἐπάγω.

6.5καὶ εἶπα αὐτῷ · προσένεγκέ μοι τὸν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ ὃν εἶπας τρεφόμενον. δὲ λέγει · οὐκ ἀνενέγκω πρός σε οὐδένα. ἐλεύσεται δέ τις ὀνόματι Ἐφιππᾶς ὃς ἐκεῖνον δεσμεύσει καὶ ἀναγάγει ἐκ τοῦ βυθοῦ.

6.6καὶ εἶπον αὐτῷ · λέγε μοι πῶς ἐκεῖνός ἐστι ἐν τῷ βυθῷ τῆς Ἐρυθρᾶς θαλάσσης καὶ τί τὸ ὄνομα αὐτοῦ. δὲ ἔφη · μή με ἐρωτᾷς · οὐ δύνασαι παρ’ἐμοῦ μαθεῖν, αὐτὸς γὰρ ἐλεύσεται πρός σε διὰ τὸ καὶ ἐμὲ πρός σε εἶναι.

6.7εἶπον δὲ αὐτῷ · λέγε μοι ἐν ποίῳ ἄστρῳ προσοικεῖσαι. δὲ λέγει · τὸ καλούμενον παρὰ ἀνθρώποις Ἑσπερία.

6.8ἐγὼ δὲ λέγω · φράσον μοι ὑπὸ ποίου ἀγγέλου καταργεῖσαι. δὲ ἔφη · ὑπὸ τοῦ παντοκράτορος θεοῦ · καλεῖται δὲ παρ’Ἑβραίοις Πατικῆ. ἀφ’ὕψους κατελθών · ἔστι δὲ τῶν Ἑλληνιστῶν Ἐμμανουήλ. οὗ δέδοικα τρέμων. ἐάν τίς με ὁρκίσῃ τὸ Ἐλωΐ, μέγα ὄνομα τῆς δυνάμεως αὐτοῦ, ἀφανὴς γίνομαι.

6.9ἐγὼ δὲ Σολομῶν ἀκούσας ταῦτα ἐκέλευσα αὐτὸν Θηβαῖα μάρμαρα πρίζειν. ἐν δὲ τῷ ἄρξασθαι πρίζειν αὐτὸν ἠλάλαζον ὅλα τὰ δαιμόνια μεγάλῃ τῇ φωνῇ διὰ τὸν βασιλέα Βεελζεβούλ.

6.10ἐγὼ δὲ Σολομῶν ἐπηρώτων αὐτὸν λέγων · εἰ βούλει ἄφεσιν λαβεῖν, διήγησαί μοι περὶ τῶν ἐπουρανίων. ἔφη δὲ Βεελζεβούλ · ἄκουσον, βασιλεῦ · ἐὰν θυμιάσῃς στακτὴν καὶ λίβανον καὶ βολβοὺς θαλάσσης. νάρδοντε καὶ κρόκον, καὶ λύχνους ἅψῃς ἑπτὰ ἐν σεισμῷ, οἰκίαν ἐρείσεις. ἐὰν δὲ καθαρὸς ὢν ἅψῃς ὄρθρου ἐν ἡλίῳ ἡμέρας, ὄψεις τοὺς δράκοντας τοὺς ἐπουρανίους πῶς εἰλοῦνται καὶ σύρουσι τὸ ἅρμα τοῦ ἡλίου.

6.11ἐγὼ δὲ Σολομῶν ἀκούσας ταῦτα ἐπετίμησα αὐτὸν καὶ εἶπον · σιώπησαι καὶ πρίζε τὰ μάρμαρα καθὼς προσέταξά σοι.

7

7.1καὶ εὐλογήσας τὸν θεὸν ἐγὼ Σολομῶν ἐκέλευσα παρεῖναί μοι ἕτερον δαίμονα · καὶ ἦλθε πρὸ προσώπου μου. καὶ ἦν τὸ πρόσωπον ἐπιφέρων ἐν τῷ ἀέρι ἄνω ὑψηλὸν καὶ τὸ ὑπόλειπον τοῦ σώματος εἰλούμενον ὡσεὶ κοχλίας.

7.2καὶ ἔρρηξε στρατιώτας οὐκ ὀλίγους καὶ ἤγειρε καὶ λάβρον κονιορτὸν ἀπὸ τῆς γῆς καὶ ἀνέφερεν ἄνω καὶ πολλὰ ἔρριπτεν ἐπὶ τὸ ἐμὲ θαμβεῖσθαι, καὶ εἶπον · τίνα ἔχω ἐρωτῆσαι; ἕως ἐπὶ πολύ.

7.3καὶ ἀναστάντος μου ἔπτυσα χαμαὶ κατ’ἐκεῖνον τὸν τόπον καὶ ἐσφράγισα τῷ δακτυλιδίῳ τοῦ θεοῦ, καὶ οὕτως ἔστη αὔρα. τότε ἠρώτησα αὐτὸν λέγων · σὺ τίς εἶ; καὶ οὕτως κονιορτὸν τινάξας ἀπεκρίθη μοι · τί θέλεις, βασιλεῦ Σολομῶν;

7.4ἀπεκρίθην δὲ αὐτῷ · εἰπέ μοι τί λέγεις κἀγὼ σε ἐρωτᾶν θέλω. οὕτως δὲ εὐχαριστῶ τῷ θεῷ τῷ σοφίσαντί με πρὸς τὰς βουλὰς αὐτῶν ἀποκρίνεσθαι. ἔφη δέ μοι δαίμων · ἐγὼ καλοῦμαι Λὶξ Τέτραξ.

7.5εἶπον δὲ αὐτῷ · τίς πρᾶξις σου; ἔφη δέ · ἀνθρώπους σκορπίζω καὶ στρόφους ποιῶ καὶ πῦρ ἅπτω καὶ ἀγροὺς ἐμπυρίζω καὶ οἴκους καταργῶ. ἐπὶ πλεῖστον δὲ ἔχω τὴν πρᾶξιν ἐν θέρει. ἐὰν δὲ καιρὸν εὕρω, ὑποδύνω εἰς γωνίας τοίχων νύκτα καὶ ἡμέραν · ἤδη γὰρ γόνος εἰμὶ τοῦ μεγάλου.

7.6εἶπον δὲ αὐτῷ · ἐν ποίῳ ἄστρῳ κεῖσαι; δὲ εἶπεν · εἰς αὐτὸ τὸ ἄκρον τοῦ κέρατος τῆς σελήνης τὸ ἐν τῷ νότῳ εὑρισκόμενον ἐκεῖ μου τὸ ἄστρον. διότι τὰ σφάλματα τοῦ ἡμιτριταίου προσετάχθην ἀνιμᾶσθαι. διὰ τοῦτο ἰδόντες πολλοὶ τῶν ἀνθρώπων εὔχονται εἰς τὸν ἡμιτριταῖον ἐν τοῖς τρισὶν ὀνόμασι τούτοις · Βουλταλά · Θαλλάλ · Μελχάλ · καὶ ἰῶμαι αὐτούς.

7.7εἶπον δὲ αὐτῷ ἐγὼ Σολομῶν · ὅτε οὖν θέλεις κακουργεῖν, ἐν τίνι καταργεῖσαι; δὲ ἔφη · ἐν τῷ ἀγγέλῳ καὶ ἡμιτριταῖος παύεται. ἐπηρώτησα δὲ αὐτόν · ἐν ποίῳ ὀνόματι καταργεῖσαι; δὲ εἶπεν · ἐν τῷ ὀνόματι τοῦ ἀρχαγγέλου Ἀζαήλ.

7.8καὶ ἐπισφράγισα τὸν δαίμονα καὶ ἐκέλευσα αὐτὸν λίθους ἁρπάζειν καὶ εἰς τὰ ὑψηλὰ τοῦ ναοῦ ἀκοντίζειν τοῖς τεχνίταις · καὶ ἀναγκαζόμενον τὸ δαιμόνιον τὰ προστεταγμένα αὐτῷ ἐποίει.

8

8.1 κἀγὼ δὲ πάλιν ἐδόξασα τὸν θεὸν τὸν δόντα μοι τὴν ἐξουσίαν ταύτην καὶ ἐκέλευσα ἄλλον δαίμονα παρεῖναί μοι. καὶ ἦλθον πνεύματα ἑπτὰ συνδεδεμένα καὶ συμπεπλεγμένα. εὔμορφα τῷ εἴδει καὶ εὔσχημα.

8.2ἐγὼ δὲ Σολομῶν ἰδὼν αὐτὰ ἐθαύμασα καὶ ἐπηρώτησα αὐτά · τίνες ἔστε; οἱ δὲ εἶπον · ἡμεῖς ἐσμεν στοιχεῖα κοσμοκράτορες τοῦ σκότους.

8.3καὶ φησιν πρῶτος · ἐγώ εἰμι Ἀπάτη. δεύτερος · ἐγώ εἰμι Ἔρις. τρίτος · ἐγώ εἰμι Κλωθώ. τέταρτος · ἐγώ εἰμι Ζάλη. πέμπτος · ἐγώ εἰμι Πλάνη. ἕκτος · ἐγώ εἰμι Δύναμις. ἕβδομος · ἐγώ εἰμι Κακίστη.

8.4καὶ τὰ ἄστρα ἡμῶν ἐν οὐρανῷ φαίνονται μικρὰ καὶ ὡς θεοὶ καλούμεθα · ὁμοῦ ἀλλασσόμεθα καὶ ὁμοῦ οἰκοῦμεν ποτὲ μὲν τὴν Λυδίαν, ποτὲ δὲ τὸν Ὄλυμπον, ποτὲ δὲ τὸ μέγα ὄρος.

8.5ἐπηρώτων δὲ αὐτοὺς ἐγὼ Σολομῶν, ἀρξάμενος ἀπὸ τοῦ πρώτου · λέγε μοι τίς σου ἐργασία. καὶ λέγει · ἐγὼ Ἀπάτη · ἀπάτην πλέκω καὶ κακίστας αἱρέσεις ἐνθυμίζω. ἀλλ’ἔχω τὸν καταργοῦντά με ἄγγελον Λαμεχιήλ.

8.6 δεύτερος λέγει · ἐγώ εἰμι Ἔρις · ἐρίζω φέρων ξύλα λίθους ξίφη τὰ ὅπλα μου τοῦ τόπου. ἀλλ’ἔχω ἄγγελον τὸν καταργοῦντά με Βαρουχιήλ.

8.7ὁμοίως καὶ τρίτος ἔφη · ἐγὼ Κλωθώ · κυκλίσκομαι καὶ πάντα ποιῶ μάχεσθαι καὶ μὴ εἰρηνεύειν εὐσχημόνως περιέξουσιν. καὶ τί πολλὰ λέγω; ἔχω ἄγγελον τὸν καταργοῦντά με Μαρμαρώθ.

8.8καὶ τέταρτος ἔφη · ἐγὼ ποιῶ ἀνθρώπους μὴ σωφρονεῖν · μερίζω · χωρίζω · παρακολουθούσης μοι καὶ τῆς Ἔριδος ἀποχωρίζω ἀδελφοὺς καὶ ἄλλα πολλὰ ὅμοια τούτοις ποιῶ. καὶ τί πολλὰ λέγω; ἀλλ’ἔχω ἄγγελον τὸν καταργοῦντά με τὸν μέγαν Βαλθιούλ.

8.9 πέμπτος ἔφη · ἐγὼ Πλάνη εἰμι, βασιλεῦ Σολομῶν, καὶ σὲ πλανῶ καὶ ἐπλάνησά σε καὶ ἐποίησα ἀποκτῆναι τοὺς ἀδελφούς. ἐγὼ πλανῶ ὑμᾶς τάφους ἐρευνᾶν καὶ διορυκτὰς διδάσκω, καὶ ἀποπλανῶ ψυχὰς ἀπὸ πάσης εὐσεβείας, καὶ ἕτερα πολλὰ φαῦλα ποιῶ. ἔχω δὲ τὸν καταργοῦντά με ἄγγελον Οὐριήλ.

8.10ὁμοίως δὲ ἕκτος ἔφη · ἐγὼ Δύναμις · τυράννους ἀνιστῶ, βασιλεῖς καθαιρῶ, καὶ πᾶσι τοῖς ὑπεναντίοις παρέχω δύναμιν. ἔχω ἄγγελον τὸν καταργοῦντά με Ἀστεραώθ.

8.11ὁμοίως καὶ ἕβδομος ἔφη · ἐγώ εἰμι Κακίστη, καὶ σέ, βασιλεῦ, κακώσω ὅτε κελευθῶ Ἀρτέμιδος δεσμοῖς · διὰ ταῦτα γάρ σε διαπρᾶξαι ἔχεις τὴν ἐπιθυμίαν ὡς φίλτατος, ἐμοὶ δὲ κατ’ἐμαυτὴν ἐπιθυμίαν τὴν σοφίαν. ἐὰν γάρ τις σοφός, οὐκ ἐπιστρέψει ἴχνος πρὸς μέ.

8.12 κἀγὼ δὲ Σολομῶν ἀκούσας ταῦτα ἐσφράγισα αὐτοὺς τῷ δακτυλιδίῳ τοῦ θεοῦ καὶ ἐκέλευσα αὐτοὺς ὀρύσσειν τοὺς θεμελίους τοῦ ναοῦ · καὶ ἐτάξατο τὸ μὲν μῆκος πήχεις διακοσίους πεντήκοντα · καὶ πάντα τὰ κελευσθέντα αὐτοῖς κατηργάζοντο.

9

9.1καὶ πάλιν ᾔτησα περιελθεῖν ἕτερα δαιμόνια, καὶ προσενέχθη μοι δαιμόνιον, ἄνθρωπος μὲν πάντα τὰ μέλη αὐτοῦ, ἀκέφαλος δέ.

9.2καὶ εἶπον αὐτῷ · λέγε μοι σὺ τίς εἶ, καὶ πῶς καλεῖσαι; δὲ δαίμων ἔφη · φόνος καλοῦμαι · ἐγὼ γὰρ κεφαλὰς κατεσθίω, θέλων ἐμαυτῷ κεφαλὴν ποιήσασθαι, καὶ οὐ χορτάζομαι · ἐπιθυμῶ κεφαλὴν ποιῆσαι οἵαν ὡς καὶ σύ, βασιλεῦ.

9.3ταῦτα ἀκούσας ἐγὼ ἐσφράγισα αὐτὸν ἐκτείνας τὴν χεῖρά μου κατὰ τοῦ στήθους αὐτοῦ. καὶ ἀνεπήδησεν δαίμων καὶ ἔρρηξεν ἑαυτὸν καὶ ἐγόγγυσεν εἰπών · οἴμοι · ποῦ ἐπέτυχον προδότην Ὀρνίαν; οὐ βλέπω.

9.4 κἀγὼ εἶπον αὐτῷ · καὶ πόθεν βλέπεις; δὲ ἔφη · διὰ τῶν μαστῶν μου.

9.5 κἀγὼ δὲ Σολομῶν τὴν ἡδονὴν τῆς φωνῆς αὐτοῦ ἀκούσας καὶ θέλων μαθεῖν ἐπηρώτησα αὐτόν · πόθεν λαλεῖς; δὲ ἔφη · ἐμὴ φωνὴ πολλῶν ἀνθρώπων φωνὰς ἐκληρονόμησεν · ὅσοι γὰρ ἐν ἀνθρώποις βωβοὶ καλοῦνται. τούτων ἐγὼ κατέκλεισα τὰς κεφαλάς. ὅτε παιδία γίνονται δέκα ἡμερῶν, τότε τῆς νυκτὸς κλαίοντος τοῦ παιδίου γίνομαι πνεῦμα καὶ διὰ τῆς φωνῆς ἐπεισέρχομαι.

9.6ἐν ἀωρίαις δὲ πλεῖον τὸ συνάντημά μου βλαβερόν ἐστιν. δὲ δύναμίς μου ἐν ταῖς χερσί μου τυγχάνει καὶ ὡς ἐπὶ ξύλου λαβὼν ταῖς χερσί μου κεφαλὰς ἀποτέμνω καὶ προστίθημι ἐμαυτῷ, καὶ οὕτως ὑπὸ τοῦ πυρὸς τοῦ ὄντος ἐν ἐμοὶ διὰ τοῦ τραχήλου καταδαπανῶ. ἐγώ εἰμι πυρῶν τὰ μέλη καὶ τοῖς ποσὶν ἐπιπέμπω καὶ ἕλκη ἐμποιῶ.

9.7καὶ διὰ τῆς ἐμπύρου ἀστραπῆς καταργοῦμαι.

9.8 κἀγὼ ἐκέλευσα αὐτὸν εἶναι μετὰ τοῦ Βεελζεβοὺλ μέχρι καὶ τούτου φίλος παραγένηται.

10

10.1καὶ ἐκέλευσα παρεῖναί μοι ἕτερον δαιμόνιον. καὶ ἦλθε πρὸ προσώπου μου ἔχων τὸ σχῆμα ὡς κύων μέγας, καὶ ἐλάλησέ μοι φωνὴν μεγάλην · χαῖρε, βασιλεῦ Σολομῶν.

10.2καὶ ἐκπληκτικὸς ἐγενόμην καὶ εἶπον αὐτῷ · τίς εἶ σύ, κύον; δὲ λέγει · κύων δοκεῖς εἶναί με · πρὸ γὰρ σοῦ, βασιλεῦ, ἤμην ἐγὼ ἄνθρωπος. κατηργασάμην δὲ ἐν τῷ κόσμῳ ἔργα πολλὰ ἄθεσμα καὶ καθ’ὑπεροχὴν ἴσχυσα καὶ ἄστρα οὐρανῶν κατασχεῖν, καὶ πλείονα κακὰ ἔργα κατασκευάζω.

10.3ἐγὼ οὖν βλάπτω ἀνθρώπους τοὺς τῷ ἐμῷ ἄστρῳ παρακολουθοῦντας καὶ εἰς ἐξηχείαν τρέπω, καὶ τὰς φρένας τῶν ἀνθρώπων διὰ τοῦ λάρυγγος κρατῶ καὶ οὕτως ἀναιρῶ.

10.4καὶ εἶπον αὐτῷ · τί σου τὸ ὄνομα; δὲ ἔφη · ῥάβδος.

10.5 κἀγὼ εἶπον αὐτῷ · τίς σου ἐργασία καὶ τί μοι δοκεῖς κατορθῶσαι; δαίμων ἔφη · δός μοι ἄνθρωπόν σὸν καὶ ἀπαγάγω αὐτὸν τόπῳ ὄρους καὶ ἐπιδείξω αὐτῷ λίθον πράσινον μετασαλευόμενον ἐν κοσμήσεις τὸν ναὸν τοῦ θεοῦ.

10.6 κἀγὼ δὲ ἀκούσας ταῦτα ἐπέταξα πορευθῆναι τὸν οἰκέτην μου ἅμα αὐτῷ ἔχοντα τὸ δακτυλίδιον τῆς σφραγῖδος τοῦ θεοῦ μετ’αὐτοῦ καὶ εἶπον αὐτῷ · ἄπελθε μετ’αὐτοῦ καὶ οὗ δ’ἂν ἐπιδείξει σοι τὸν λίθον τὸν πράσινον, σφράγισον αὐτὸν τῷ δακτυλιδίῳ κατασκόπευσον τὸν τόπον ἀκριβῶς, καὶ ἄγαγέ μοι τὸ δακτυλίδιον.

10.7 δὲ ἀπελθὼν ἔδειξεν αὐτῷ τὸν λίθον τὸν πράσινον, καὶ ἐσφράγισεν αὐτὸν τῷ δακτυλιδίῳ τοῦ θεοῦ, καὶ ἤγαγον τὸν λίθον τὸν πράσινον πρὸς μέ.

10.8καὶ ἔκρινα περισφραγίσας τὰ δύο δαιμόνια τὸν ἀκέφαλον καὶ τὸν κύνα δεθῆναι καὶ τὸν λίθον ἡμέραν καὶ νύκτα ὥσπερ λαμπάδα περιφέρειν τοῖς ἐργαζομένοις τεχνίταις.

10.9καὶ ἦρα ἐγὼ ἐκ τῶν μετοικισμοῦ ἐκείνου τοῦ λίθου διακοσίους σίκλους ἐν τοῖς ἀναφορεῦσι τοῦ θυσιαστηρίου · ἦν δὲ λίθος ὡσεὶ πράσου τὸ εἶδος ὅμοιος.

10.10 κἀγὼ δὲ Σολομῶν δοξάσας κύριον τὸν θεὸν καὶ περικλείσας τὸν θησαυρὸν τοῦ λίθου ἐκέλευσα τοὺς δαίμονας μάρμαρα κύπτειν εἰς τὴν οἰκοδομὴν τοῦ ναοῦ.

10.11καὶ ἐπηρώτησα αὐτὸν τὸν κύνα · διὰ ποίου ἀγγέλου καταργεῖσαι; δὲ ἔφη · διὰ τοῦ μεγάλου Βριαθοῦ.

11

11.1καὶ ἐκέλευσα πάλιν παρελθεῖν ἐμοὶ ἕτερα δαιμόνια · καὶ ἦλθε βρυχόμενος ὡς λέων ὀρθὸς καὶ σταθεὶς ἀπεκρίθη μοι λόγῳ · βασιλεῦ Σολομῶν, ἐγὼ καὶ τὸ σχῆμα ἔχω τούτου, πνεῦμα δυνάμενον μηδόλως δεθῆναι.

11.2ἐγὼ πᾶσι τοῖς ἀνθρώποις τοῖς ἐν νοσήματι κατακειμένοις ἐφορμῶμαι παρεισερχόμενον, καὶ ἀνένδοτον ποιῶ τὸν ἄνθρωπον ὡς μὴ δυνηθῆναι ἰαθῆναι αὐτοῦ τὴν αἰτίαν.

11.3ἔχω καὶ ἑτέραν πρᾶξιν · ἐμβάλλω τοὺς δαίμονας τοὺς ὑποτεταγμένους μοι λεγεῶνας, δυτικὸν γάρ εἰμι τοῖς τόποις, ὄνομα δὲ πᾶσι δαίμοσι τοῖς ὑπ’ἐμὲ ὂν λεγεῶνες.

11.4καὶ ἐπηρώτησα αὐτόν · τί σου τὸ ὄνομα; δὲ ἔφη · Λεοντοφόρον. Ἄραψ τῷ γένει.

11.5καὶ εἶπον αὐτῷ · πῶς καταργεῖσαι μετὰ τοῦ λεγεῶνός σου, ποῖον ἄγγελον ἔχεις; δαίμων εἶπεν · ἐὰν εἴπω σοι τὸ ὄνομα οὐκ ἐμαυτὸν δεσμεύω μόνον ἀλλὰ καὶ τὸν ὑπ’ἐμὲ λεγεῶνα τῶν δαιμόνων.

11.6ἐγὼ δὲ εἶπον αὐτῷ · ἐγὼ ὁρκίζω σε τὸ ὄνομα τοῦ μεγάλου θεοῦ τοῦ ὑψίστου · ἐν ποίῳ ὀνόματι καταργεῖσαι μετὰ τοῦ λεγεῶνός σου; δαίμων εἶπεν · ἐν τῷ ὀνόματι τοῦ μετὰ πολλὰ παθεῖν ὑπομείναντος ὑπὸ τῶν ἀνθρώπων, οὗ τὸ ὄνομα Ἐμμανουήλ, ὃς καὶ νῦν ἐδέσμευσεν ἡμᾶς καὶ ἐλεύσεται κατὰ τοῦ ὕδατος κρημνῷ βασανίσαι ἡμᾶς · ἐν δὲ τρισὶ χαρακτῆρσι κατάγεται περιηχούμενος.

11.7 κἀγὼ δὲ κατέκρινα αὐτοῦ τὸν λεγεῶνα φέρειν ἀπὸ τοῦ δρυμοῦ ξύλον, τὸν δὲ Λεοντοφόρον καταπρίξειν αὐτὰ λεπτὰ τοῖς ὄνυξι καὶ ὑποκάτω τῆς καμίνου τῆς ἀσβέστου ῥίπτειν.

12

12.1 κἀγὼ προσκυνήσας τὸν θεὸν τοῦ Ἰσραὴλ ἐκέλευσα προελθεῖν ἕτερον δαίμονα. καὶ ἦλθε πρὸ προσώπου μου δράκων τρικέφαλος φοβερόχροος.

12.2καὶ ἐπηρώτησα αὐτόν · σὺ τίς εἶ; δὲ ἔφη · πνεῦμα τρίβολον ἐν τρισὶ κατεργαζόμενον ἐγὼ ἔργοις · ἐν κοιλίαις γυναικῶν τυφλῶ τὰ παιδία καὶ ὦτα ἐπιδινῶ καὶ ποιῶ αὐτὰ βωβὰ καὶ κωφά, καὶ τύπτω τοὺς ἀνθρώπους κατὰ τοῦ σώματος καὶ ποιῶ καταπίπτειν καὶ ἀφρίζειν καὶ τρίζειν τοὺς ὀδόντας.

12.3ἔχω δὲ τρόπον ἐν καταργοῦμαι ὑπὸ τοῦ σημειομένου τόπου ἐγκεφάλου, ἐκεῖ γὰρ προώρισεν ἄγγελος τῆς μεγάλης βουλῆς με παθεῖν, καὶ νῦν φανερῶς ἐπὶ ξύλου οἰκήσει. ἐκεῖνός με καταργήσει ἐν οἷς καὶ ὢν ὑποτέταγμαι.

12.4ἐν δὲ τῷ τόπῳ ἐν ἤρθη, βασιλεῦ Σολομῶν, στήσει κίονα πορφυροῦν ἐπὶ τοῦ ἀέρος δῶρα μεμορφούμενον Ἐφιππᾶς ἀπὸ τῆς Ἐρυθρᾶς θαλάσσης ἀγαγὼν ἀπὸ τῆς ἔσω Ἀραβίας. ἐν δὲ ἀρχῇ τοῦ ναοῦ ὅνπερ ἤρξω κτίζειν, βασιλεῦ Σολομῶν, ἀπόκειται χρυσίον πολύ, ὅπερ ὀρύξας ἆρον.

12.5 κἀγὼ Σολομῶν ἀποστείλας τὸν παῖδά μου εὗρον καθὼς εἶπέ μοι τὸ δαιμόνιον καὶ σφραγίσας τὸ δακτυλίδιον ᾔνεσα τὸν θεόν.

12.6εἶπον οὖν αὐτῷ · λέγε μοι πῶς καλεῖσαι · καὶ δαίμων ἔφη · κορυφὴ δρακόντων. καὶ ἐκέλευσα αὐτὸν πλινθουργεῖν εἰς τὸν ναὸν τοῦ θεοῦ.

13

13.1καὶ ἐκέλευσα παρεῖναί μοι ἕτερον δαίμονα. καὶ ἦλθε πρὸ προσώπου μου γυνὴ μὲν τὸ εἶδος, τὴν δὲ μορφὴν κατέχουσα ἅμα τοῖς μέλεσιν αὐτῆς λυσίτριχος ταῖς θριξίν.

13.2καὶ εἶπον πρὸς αὐτὴν · σὺ τίς εἶ; δὲ ἔφη · καὶ τίς σύ; τίνα χρείαν ἔχεις μαθεῖν τὰ κατ’ἐμοῦ πράγματα ποῖά εἰσιν ὄντα; ἀλλ’εἰ θέλεις μαθεῖν, πορεύθητι ἐν τοῖς ταμείοις τοῖς βασιλικοῖς καὶ νιψάμενος τὰς χεῖράς σου πάλιν καθέσθητι ἐπὶ τοῦ θρόνου σου καὶ ἐρώτησαί με, καὶ τότε μαθεῖς, βασιλεῦ, τίς εἰμι ἐγώ.

13.3καὶ τοῦτο ποιήσας ἐγὼ Σολομῶν καὶ καθίσας ἐπὶ τοῦ θρόνου μου ἠρώτησα αὐτὴν καὶ εἶπον · τίς εἶ σύ; δὲ ἔφη · Ὀβυζούθ, ἥτις ἐν νυκτὶ οὐ καθεύδω, ἀλλὰ περιέρχομαι πάντα τὸν κόσμον ἐπὶ ταῖς γυναιξί, καὶ στοχαζομένη τὴν ὥραν μαστεύω καὶ πνίγω τὰ βρέφη, καὶ καθ’ἑκάστην νύκτα ἄπρακτος οὐκ ἐξέρχομαι. σὺ δὲ οὐ δύνασαί με διατάξαι. καὶ εἰς τὰ δυσηκῆ μέρη περιέρχομαι.

13.4καὶ οὐκ ἔστι μου τὸ ἔργον εἰ μὴ βρεφῶν ἀναίρεσις καὶ ὀφθαλμῶν ἀδικία καὶ στομάτων καταδίκη καὶ φρενῶν ἀπώλεια καὶ σωμάτων ἄλγησις.

13.5καὶ ταῦτα ἀκούσας ἐγὼ Σολομῶν ἐθαύμασα, καὶ τὸ εἶδος αὐτῆς οὐκ ἐθεώρουν ἀλλὰ σκότος τὸ σῶμα αὐτῆς ὑπῆρχε καὶ αἱ τρίχες αὐτῆς ἠγριωμέναι.

13.6 κἀγὼ δὲ Σολομῶν λέγω αὐτήν · λέγε μοι, πονηρὸν πνεῦμα, ὑπὸ ποίου ἀγγέλου καταργεῖσαι; δὲ εἶπέ μοι · ὑπὸ τοῦ ἀγγέλου Ῥαφαήλ · καὶ ὅτε γεννῶσιν αἱ γυναῖκες, γράψαι τὸ ὄνομά μου ἐν χαρτίῳ καὶ ἐγὼ φεύξομαι ἀπὸ τῶν ἐκεῖσε.

13.7 κἀγὼ ἀκούσας ταῦτα προσέταξε δεσμευθῆναι αὐτὴν ταῖς θριξὶ καὶ κρεμασθῆναι ἔμπροσθεν τοῦ ναοῦ ἵνα πάντες οἱ διερχόμενοι υἱοὶ Ἰσραὴλ βλέποντες δοξάσουσι τὸν θεὸν τὸν δόντα μοι τὴν ἐξουσίαν ταύτην.

14

14.1καὶ πάλιν ἐκέλευσα παρεῖναί μοι ἕτερον δαίμονα · καὶ ἦλθε πρός με τῷ εἴδει δράκων κυλινδούμενος, τὸ δὲ πρόσωπον ἔχων καὶ τοὺς πόδας ἀνθρώπου καὶ τὰ μέλη αὐτοῦ δράκοντος καὶ τὰ πτερὰ κατὰ νώτου.

14.2καὶ ἰδὼν αὐτὸν ἔκθαμβος γενόμενος εἶπον αὐτῷ · σὺ τίς εἶ καὶ πόθεν ἐλήλυθας; καὶ εἶπέ μοι τὸ πνεῦμα · τὸ μὲν πρῶτον παρέστηκά σοι, βασιλεῦ Σολομῶν, πνεῦμα θεοποιούμενον ἐν ἀνθρώποις. νῦν δὲ κατηργημένον διὰ τῆς τοῦ θεοῦ δεδομένης σοι σφραγῖδος.

14.3καὶ νῦν ἐγώ εἰμι λεγόμενος Πτεροδράκων, οὐ συγγινόμενος πολλαῖς γυναιξίν. ὀλίγαις δὲ καὶ εὐμόρφοις, αἵτινες τοῦ ξύλου τούτου τοῦ ἄστρου ὄνομα κατέχουσι.

14.4καὶ ἀπέρχομαι πρὸς αὐτὰς ὡσεὶ πνεῦμα πτεροειδὲς συγγινόμενον διὰ γλουτῶν, καὶ μὲν βαστάζει ἐφώρμησα καὶ τὸ γεννηθὲν ἐξ αὐτῆς Ἔρως γίνεται · ὑπ’ἀνδρῶν δὲ μὴ δυνηθὲν βασταχθῆναι ἐψόφησεν ἄρα καὶ γυνὴ ἐκείνη. αὕτη μου πρᾶξις ἐστιν.

14.5θέσον οὖν μοι μόνον ἀρκεσθῆναι, τὰ δὲ λοιπὰ τῶν δαιμονίων ἐνοχλούμενα ὑπό σου καταταρασσόμενα πᾶσαν μὲν ἀλήθειαν εἴπωσι · τὰ δὲ διὰ πυρὸς ποιήσουσιν ἀναλωθῆναι τὴν μέλλουσαν ὕλην τῶν ξύλων ὑπό σου συνάγεσθαι εἰς οἰκοδομὴν ἐν τῷ ναῷ.

14.6καὶ ὡς ταῦτα ἐλάλησεν δαίμων · ἰδοὺ τὸ πνεῦμα ἀπὸ τοῦ στόματος αὐτοῦ ἐξελθὸν ἐνέπρησε τὸν δρυμῶνα τοῦ Λιβάνον καὶ ἐνεπύρισε πάντα τὰ ξύλα ἅπερ εἰς τὸν ναὸν τοῦ θεοῦ ἐθέμην.

14.7καὶ εἶδον ἐγὼ Σολομῶν πεποίηκε τὸ πνεῦμα καὶ ἐθαύμασα, καὶ δοξάσας τὸν θεὸν ἠρώτησα τὸν δαίμονα τὸν δρακοντοειδῆ λέγων · εἰπέ μοι ποίῳ ἀγγέλῳ καταργῇ σύ; δέ μοι ἔφη · τῷ μεγάλῳ ἀγγέλῳ τῷ ἐν τῷ δευτέρῳ οὐρανῷ καθεζομένῳ τῷ καλουμένῳ Ἑβραϊστὶ Βαζαζάθ.

14.8 κἀγὼ Σολομῶν ἀκούσας ταῦτα καὶ ἐπικαλεσάμενος τὸν ἄγγελον αὐτοῦ κατέκρινα μάρμαρα πρίζειν εἰς οἰκοδομὴν τοῦ ναοῦ τοῦ θεοῦ.

15

15.1καὶ εὐλογήσας τὸν θεὸν ἐκέλευσα παρεῖναί μοι ἕτερον δαίμονα. καὶ ἦλθε πρὸ προσώπου μου ἕτερον πνεῦμα ὡς γυνὴ μὲν τὸ εἶδος ἔχον, εἰς δὲ τοὺς ὤμους ἑτέρας δύο κεφαλὰς σὺν χερσίν.

15.2καὶ ἠρώτησα αὐτήν. λέγε μοι σὺ τίς εἶ; ἔφη δέ μοι · ἐγώ εἰμι Ἐνήφιγος, ἥτις καὶ μυριώνυμος καλοῦμαι.

15.3καὶ εἶπον αὐτῇ · ἐν ποίῳ ἀγγέλῳ καταργῇ σύ; δὲ μοι ἔφη · τί ζητεῖς; τί χρήζεις; ἐγὼ μὲν μεταβάλλομαι ὡς θεὰ λεγομένη, καὶ μεταβάλλομαι πάλιν καὶ γίνομαι ἕτερον εἶδος ἔχουσα.

15.4καὶ μὴ θελήσῃς κατὰ τοῦτο γνῶναι πάντα τὰ κατ’ἐμέ, ἀλλ’ἐπειδὴ πάρει μοι, εἰς τοῦτο ἄκουσον · ἐγὼ παρακαθέζομαι τῇ σελήνῃ καὶ διὰ τοῦτο τρεῖς μορφὰς κατέχω.

15.5ὅτε μὲν μαγευομένη ὑπὸ τῶν σοφῶν γίνομαι ὡς Κρόνος. ὅτε δὲ πάλιν περὶ τῶν καταγόντων με κατέρχομαι καὶ φαίνομαι ἄλλη μορφή · τὸ μὲν τοῦ στοιχείου μέτρον ἀήττητον καὶ ἀόριστον καὶ ἀκατάργητόν ἐστιν. ἐγὼ γοῦν εἰς τὰς τρεῖς μορφὰς μεταβαλλομένη κατέρχομαι καὶ γίνομαι τοιαύτη ἥνπερ βλέπεις.

15.6καταργοῦμαι δὲ ὑπὸ ἀγγέλου Ῥαθαναὴλ τοῦ καθεζομένου εἰς τρίτον οὐρανόν. διὰ τοῦτο οὖν σοι λέγω · οὐ δύναταί με χωρῆσαι ναὸς οὗτος.

15.7 κἀγὼ οὖν Σολομῶν εὐξάμενος τῷ θεῷ μου καὶ ἐπικαλεσάμενος τὸν ἄγγελον ὃν εἶπέ μοι, Ῥαθαναήλ, ἐποίησα τὴν σφραγῖδα καὶ κατεσφράγισε αὐτὴν ἁλύσει τριττῇ, καὶ κάτω δεσμῶν τῆς ἁλύσεως ἐποίησα τὴν σφραγῖδα τοῦ θεοῦ.

15.8καὶ προεφήτευσέ μοι τὸ πνεῦμα λέγων · ταῦτα μὲν σύ, βασιλεῦ Σολομῶν, ποιεῖς ἡμῖν. μετὰ δὲ χρόνον τινὰ ῥαγήσεταί σοι βασιλεία σου, καὶ πάλιν ἐν καιρῷ διαρραγήσεται ναὸς οὗτος καὶ συνλευσθήσεται πᾶσα Ἱερουσαλὴμ ἀπὸ βασιλέως Περσῶν καὶ Μήδων καὶ Χαλδαίων · καὶ τὰ σκεύη τούτου τοῦ ναοῦ οὗ σὺ ποιεῖς δουλεύσουσι θεοῖς.

15.9μεθ’ὧν ἂν καὶ πάντα τὰ ἀγγεῖα ἐν οἷς ἡμᾶς κατακλείεις κλασθήσονται ὑπὸ χειρῶν ἀνθρώπων καὶ τότε ἡμεῖς ἐξελευσόμεθα ἐν πολλῇ δυνάμει ἔνθεν καὶ εἰς τὸν κόσμον κατασπαρησόμεθα.

15.10καὶ πλανήσομεν πᾶσαν τὴν οἰκουμένην μέχρι πολλοῦ καιροῦ ἕως τοῦ θεοῦ υἱὸς τανυσθῇ ἐπὶ ξύλον · καὶ οὐκέτι γὰρ γίνεται τοιοῦτος βασιλεὺς ὅμοιος αὐτῷ πάντας ἡμᾶς καταργῶν, οὗ μήτηρ ἀνδρὶ μιγήσεται.

15.11καὶ τίς λάβῃ τοιαύτην ἐξουσίαν κατὰ πνευμάτων εἰ μὴ ἐκεῖνος; ὃν πρῶτος διάβολος πειρᾶσαι ζητήσει καὶ οὐκ ἰσχύσει πρὸς αὐτόν, οὗ ψῆφος τοῦ ὀνόματος χ̅μ̅δ̅, ἐστιν Ἐμμανουήλ.

15.12διὰ τοῦτο, βασιλεῦ Σολομῶν, καιρός σου πονηρὸς καὶ τὰ ἔτη σου μικρὰ καὶ πονηρὰ καὶ τῷ δούλῳ σου δοθήσεται βασιλεία σου.

15.13 κἀγὼ Σολομῶν ἀκούσας ταῦτα ἐδόξασα τὸν θεὸν καὶ θαυμάσας τῶν δαιμόνων τὰς ἀπολογίας ἕως τῶν ἀποβάσεων ἠπίστουν αὐτοῖς καὶ οὐκ ἐπίστευον τοῖς λεγομένοις ὑπ’αὐτῶν.

15.14ὅτε δὲ ἐγένοντο, τότε συνῆκα καὶ ἐν τῷ θανάτῳ μου ἔγραψα τὴν διαθήκην ταύτην πρὸς τοὺς υἱοὺς Ἰσραὴλ καὶ ἔδωκα αὐτοῖς ὥστε εἰδέναι τὰς δυνάμεις τῶν δαιμόνων καὶ τὰς μορφὰς αὐτῶν καὶ τὰ ὀνόματα αὐτῶν τῶν ἀγγέλων ἐν οἷς καταργοῦνται οἱ δαίμονες.

15.15καὶ δοξάσας κύριον τὸν θεὸν Ἰσραὴλ ἐκέλευσα περιδεθῆναι τὸ πνεῦμα δεσμοῖς ἀλύτοις.

16

16.1καὶ εὐλογήσας τὸν θεὸν ἐκέλευσα παρεῖναι ἕτερον πνεῦμα. καὶ ἦλθε πρὸ προσώπου μου ἕτερον δαιμόνιον ἔχον τὴν μορφὴν ἔμπροσθεν ἵππου, ὄπισθεν δὲ ἰχθύος. καὶ λέγει μεγάλην τὴν φωνήν · βασιλεῦ Σολομῶν, ἐγὼ θαλάσσιόν εἰμι πνεῦμα χαλεπόν. ἐγείρομαι οὖν καὶ ἔρχομαι ἐπὶ τοὺς πελάγους παρὰ τῆς θαλάσσης καὶ ἐμποδίζω τοὺς ἐν αὐτῇ πλέοντας ἀνθρώπους.

16.2διεγειρόμενος δὲ καὶ ἐμαυτὸν ὡς κῦμα καὶ μεταμορφούμενος ἐπεισέρχομαι τοῖς πλοίοις. καὶ αὕτη μου ἐργασία τοῦ ὑποδέχεσθαι τὰ χρήματα καὶ τοὺς ἀνθρώπους. λαμβάνω γὰρ καὶ διεγείρομαι καὶ διαρρίπτω τοὺς ἀνθρώπους ὑπὸ τῆς θαλάσσης, οὕτως εἰμὶ ἐπιθυμῶν σωμάτων, ἀλλ’ἐκρίπτω αὐτὰ ἔξω τῆς θαλάσσης ἕως τοῦ δεῦρο.

16.3ἐπεὶ δὲ Βεελζεβοὺλ τῶν ἀερίων καὶ ἐπιγείων καὶ καταχθονίων πνευμάτων δεσπότης συμβουλεύει εἰς τὰς καθ’ἑνὸς ἑκάστου ἡμῶν πράξεις, διὰ τοῦτο κἀγὼ ἀνέβην ἐκ τῆς θαλάσσης σκέψιν τινὰ λαβεῖν παρ’αὐτῷ.

16.4ἔχω δὲ καὶ ἑτέραν δόξαν καὶ πρᾶξιν · μεταμορφοῦμαι εἰς κύματα καὶ ἀνέρχομαι ἀπὸ τῆς θαλάσσης καὶ δεικνύω ἐμαυτὸν τοῖς ἀνθρώποις καὶ καλοῦσί με Κυνόπηγον ὅτι μεταμορφοῦμαι εἰς ἄνθρωπον · ἔστι μοι τὸ ὄνομα ἀληθές. ναυτίαν δὲ ἀποστέλλω τινὰ διὰ τῆς ἀνόδου μου εἰς τοὺς ἀνθρώπους.

16.5ἦλθε οὖν εἰς τὴν συμβουλὴν τοῦ ἄρχοντος Βεελζεβοὺλ καὶ ἐδέσμευσέ με εἰς τὰς χεῖράς σου. νῦν δὲ παρέστηκά σοι καὶ διὰ τὸ μὴ ἔχειν ὕδωρ δύο τρεῖς ἡμέρας ἐκλείπει τὸ πνεῦμά μου τὸ λαλοῦν σοι.

16.6 κἀγὼ εἶπον αὐτῷ · λέγε μοι ποίῳ ἀγγέλῳ καταργεῖσαι. δὲ λέγει · διὰ τοῦ Ἰαμέθ.

16.7 κἀγὼ ἐκέλευσα αὐτὸν βληθῆναι εἰς φιάλην καὶ ὕδατος θαλάσσης δοχὰς δέκα περιχύνεσθαι καὶ περιέφραξα ἐπάνω μαρμάρῳ καὶ περιήπλωσα τῇ ἀσφάλτῳ καὶ πίσσῃ καὶ στυπείῳ τὸ στόμα τοῦ ἀγγείου καὶ σφραγίσας τῷ δακτυλιδίῳ ἐκέλευσα ἀποτεθῆναι εἰς τὸν ναὸν τοῦ θεοῦ.

17

17.1καὶ ἐκέλευσα παρεῖναί μοι ἕτερον πνεῦμα. καὶ ἦλθε πνεῦμα ἀνθρώπου μορφὴν ἔχον σκοτεινὴν καὶ ὀφθαλμοὺς λάμποντας. καὶ ἐπηρώτησα αὐτὸν λέγων · σὺ τίς εἶ; δὲ ἔφη · ἐγώ εἰμι ὀχεικὸν πνεῦμα ἀνθρώπου γίγαντος ἐν σφαγῇ τετελευτηκότος ἐν τῷ καιρῷ τῶν γιγάντων.

17.2καὶ εἶπον αὐτῷ · λέγε μοι τί διαπράττεις ἐπὶ τῆς γῆς καὶ ποῦ ἔχεις οἰκητήριον. δὲ μοι ἔφη · κατοικία μου ἐν τόποις ἀβάτοις. ἐργασία μου αὕτη · παρακαθέζομαι τοῖς τεθνεόσιν ἀνθρώποις ἐν τοῖς μνημείοις καὶ ἐν ἀωρίᾳ παραμορφῶ τοῖς τεθνεόσι καὶ εἰ λήψομαί τινα εὐθέως ἀναιρῶ αὐτὸν τῷ ξίφει.

17.3εἰ δὲ μὴ δυνηθῶ ἀναιρεῖν, ποιῶ αὐτὸν δαιμονίζεσθαι καὶ τὰς σάρκας αὐτοῦ κατατρώγειν καὶ σιάλους ἐκ τῶν γενείων αὐτοῦ καταρρεῖν.

17.4ἔφην δὲ αὐτῷ · φοβήθητι τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ εἰπέ μοι ποίῳ ἀγγέλῳ καταργεῖσαι. δὲ ἔφη μοι · ἐμὲ καταργεῖ μέλλων κατελθεῖν σωτήρ, οὗ τὸ στοιχεῖον ἐν τῷ μετώπῳ, εἴ τις γράψει, καταργεῖ με καὶ ἐπιτιμηθεὶς ἀποστρέψω ἀπ’αὐτοῦ ταχέως · τοῦτο δὲ σημεῖον σταυρός.

17.5ταῦτα δὲ ἀκούσας ἐγὼ Σολομῶν κατέκλεισα τὸν δαίμονα ὥσπερ καὶ τἄλλα δαιμόνια.

18

18.1καὶ ἐκέλευσα παρεῖναί μοι ἕτερον δαίμονα. καὶ ἦλθον πρός με τὰ τριάκοντα ἓξ στοιχεῖα. αἱ κορυφαὶ αὐτῶν ὡς κύνες ἄμορφοι. ἐν αὐτοῖς δὲ ἦσαν ἀνθρωπόμορφα, ταυρόμορφα, θηριοπρόσωπα, δρακοντόμορφα, σφιγγοπρόσωπα, πτηνοπρόσωπα.

18.2καὶ ταῦτα ἰδὼν ἐγὼ Σολομῶν ἐπηρώτησα αὐτὰ λέγων · καὶ ὑμεῖς τίνες ἔστε; αἱ δὲ ὁμοθυμαδὸν μιᾷ φωνῇ εἶπον · ἡμεῖς ἐσμεν τὰ τριάκοντα ἓξ στοιχεῖα, οἱ κοσμοκράτορες τοῦ σκότους τοῦ αἰῶνος τούτου.

18.3ἀλλ’οὐ δύνασαι ἡμᾶς, βασιλεῦ, ἀδικῆσαι οὐ δὲ κατακλεῖσαι · ἀλλ’ἐπειδὴ ἔδωκέ σοι θεὸς τὴν ἐξουσίαν ἐπὶ πάντων τῶν ἀερίων πνευμάτων καὶ ἐπιγείων καὶ καταχθονίων, ἰδοὺ παραστήκομεν ἔμπροσθέν σοι ὡς τὰ λοιπὰ πνεύματα.

18.4 κἀγὼ δὲ Σολομῶν προσκαλεσάμενος τὸ ἓν πνεῦμα εἶπον αὐτῷ · σὺ τίς εἶ; δὲ ἔφη μοι · ἐγὼ δεκανὸς αʹ τοῦ ζωδιακοῦ κύκλου, ὃς καλοῦμαι Ῥύαξ.

18.5κεφαλὰς ἀνθρώπων ποιῶ ἀλγεῖν καὶ κροτάφους σαλεύω. ὡς μόνον ἀκούσω · Μιχαήλ, ἔγκλεισον Ῥύαξ, εὐθὺς ἀναχωρῶ.

18.6 δεύτερος ἔφη · ἐγὼ Βαρσαφαὴλ καλοῦμαι. ἡμικράνους ποιῶ τοὺς ἀνθρώπους τοὺς ἐν τῇ ὥρᾳ μου κειμένους. ὡς δὲ ἀκούσω · Γαβριήλ, ἔγκλεισον Βαρσαφαήλ, εὐθὺς ἀναχωρῶ.

18.7 τρίτος ἔφη · Ἀρτοσαὴλ καλοῦμαι. ὀφθαλμοὺς ἀδικῶ σφόδρα. ὡς δὲ ἀκούσω · Οὐριήλ, ἔγκλεισον Ἀρτοσαήλ, εὐθὺς ἀναχωρῶ.

18.8 τέταρτος ἔφη · ἐγὼ καλοῦμαι Ὁροπέλ. λαιμοὺς καὶ συνάγχας καὶ σηπεδόνας ἐπιπέμπω. ὡς δὲ ἀκούσω · Ῥαφαήλ, ἔγκλεισον Ὁροπέλ, εὐθὺς ἀναχωρῶ.

18.9 πέμπτος ἔφη · ἐγὼ Καιρωξανονδάλον καλοῦμαι. ἐμφράξεις ὠτίων ποιῶ. ἐὰν δὲ ἀκούσω · Οὐρουήλ, ἔγκλεισον Καιρωξανονδάλον, εὐθὺς ἀναχωρῶ.

18.10 ἕκτος ἔφη · ἐγὼ Σφενδοναὴλ καλοῦμαι. παρυτίδας καὶ ὀπισθοτόνους ἐμποιῶ. ἐὰν δὲ ἀκούσω · Σαβαήλ, ἔγκλεισον Σφενδοναήλ, εὐθὺς ἀναχωρῶ.

18.11 ἕβδομος ἔφη · ἐγὼ Σφανδῶρ καλοῦμαι. ὤμων δύναμιν ἐλαττῶ καὶ χειρῶν νεῦρα παραλύω, καὶ μέλη κοπιάζω. ἐὰν δὲ ἀκούσω · Ἀραήλ, ἔγκλεισον Σφανδῶρ, εὐθὺς ἀναχωρῶ.

18.12 ὄγδοος ἔφη · ἐγὼ Βελβὲλ καλοῦμαι. καρδίας ἀνθρώπων καὶ φρένας διαστρέψω […] ἐὰν δὲ ἀκούσω · Καραήλ, ἔγκλεισον Βελβέλ, εὐθὺς ἀναχωρῶ.

18.13 ἔννατος ἔφη · ἐγὼ Κουρταὴλ καλοῦμαι. στρόφους ἐγκάτων ἐπιπέμπω. ἐὰν δὲ ἀκούσω · Ἰαώθ, ἔγκλεισον Κουρταήλ, εὐθὺς ἀναχωρῶ.

18.14 δέκατος ἔφη · ἐγὼ Μεταθίαξ καλοῦμαι. νεφρῶν πόνους ποιῶ. ἐὰν δὲ ἀκούσω · Ἀδωναήλ, ἔγκλεισον Μεταθίαξ, εὐθὺς ἀναχωρῶ.

18.15 ἑνδέκατος ἔφη · ἐγὼ Κατανικοταὴλ καλοῦμαι. μάχας καὶ αὐθαδείας κατ’οἴκους ἐπιπέμπω. ἐάν τις θέλει εἰρηνεύειν, γραψάτω εἰς ἑπτὰ φύλλα δάφνης τὰ ὀνόματα τὰ καταργοῦντά με · ἄγγελε · ἐαέ · ἰεώ · σαβαώθ · ἐγκλείσατε Κατανικοταήλ, καὶ πλύνας τὰ φύλλα τῆς δάφνης ῥανάτω τὸν οἶκον αὐτοῦ τῷ ὕδατι, καὶ εὐθὺς ἀναχωρῶ.

18.16 δωδέκατος ἔφη · ἐγὼ Σαφθοραὴλ καλοῦμαι. διχοστασίας ἐμβάλλω τοῖς ἀνθρώποις καὶ εὐφραίνομαι αὐτοὺς σκανδαλίζων. ἐάν τις γράψει ταῦτα · ἐαέ · ἰεώ · υἱοὶ Σαβαώθ, καὶ φορεῖ ἐν τῷ τραχήλῳ αὐτοῦ, εὐθὺς ἀναχωρῶ.

18.17 τρίτος καὶ δέκατος ἔφη · ἐγὼ Φοβοθὴλ καλοῦμαι. νευρῶν χαλάσεις ποιῶ. ἐὰν δὲ ἀκούσω · Ἀδωναΐ, εὐθὺς ἀναχωρῶ.

18.18 τέταρτος καὶ δέκατος ἔφη · ἐγὼ Λερωὴλ καλοῦμαι. ψῦχος καὶ ῥῖγος καὶ στομάχου πόνον ἐπάγω. ἐὰν ἀκούσω · Ἰάζ, μὴ ἐμμείνῃς, μὴ θερμάνῃς, ὅτι καλλίον ἐστι Σολομῶν ἕνδεκα πατέρων, εὐθὺς ἀναχωρῶ.

18.19 πέμπτος καὶ δέκατος ἔφη · ἐγὼ Σουβελτὶ καλοῦμαι. φρίκην καὶ νάρκην ἐπιπέμπω. ἐὰν δὲ ἀκούσω · Ῥιζωήλ, ἔγκλεισον Σουβελτί, εὐθὺς ἀναχωρῶ.

18.20 ἕκτος καὶ δέκατος ἔφη · ἐγὼ Κατρὰξ καλοῦμαι. ἐπιφέρω τοῖς ἀνθρώποις πυρετοὺς ἀνιάτους. θέλων ὑγιὴς γενέσθαι τριψάτω κολίανδρον καὶ ἐπιχριέτω τὰ χείλη λέγων · ὁρκίζω σε κατὰ τοῦ Δάν, ἀναχώρησον ἀπὸ τοῦ πλάσματος τοῦ θεοῦ, καὶ εὐθὺς ἀναχωρῶ.

18.21 ἕβδομος καὶ δέκατος ἔφη · ἐγὼ Ἰεροπὰ καλοῦμαι. ἐπὶ τοῦ στομάχου τοῦ ἀνθρώπου καθέζομαι, καὶ ποιῶ ἀσπασμοὺς ἐν βαλανείῳ · καὶ ἐν ὁδῷ εὑρίσκω τὸν ἄνθρωπον καὶ πτωματίζω. ὃς δ’ἂν εἴπῃ εἰς τὸν δεξιὸν τοῦ πάσχοντος ἐκ τρίτου · Ἰούδα ζιζαβοῦ. ἰδέ, ποιεῖ με ἀναχωρεῖν.

18.22 ὄγδοος καὶ δέκατος ἔφη · ἐγὼ Μοδεβὴλ καλοῦμαι. γυναῖκα ἀπὸ ἀνδρὸς χωρίζω. ἐάν τις γράψει τῶν ὀκτὼ πατέρων τὰ ὀνόματα καὶ θήσει αὐτὸ ἐν προθύροις, εὐθὺς ἀναχωρῶ.

18.23 ἔννατος καὶ δέκατος ἔφη · ἐγὼ καλοῦμαι Μαρδέρω. ἐπιφέρω πυρετοὺς ἀνιάτους · καὶ ἐν οἵῳ δὲ οἴκῳ γράψεις τὸ ὄνομά μου, εὐθὺς ἀναχωρῶ.

18.24 εἰκοστὸς ἔφη · ἐγὼ καλοῦμαι Ῥὺξ Ναθώθη. εἰς γόνατα καθέζομαι τῶν ἀνθρώπων. ἐάν τις γράψει εἰς χάρτην · Φνουνηβιήλ, εὐθὺς ἀναχωρῶ.

18.25 πρῶτος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἀλὰθ καλοῦμαι. δύσπνοιαν τοῖς νηπίοις ἐμποιῶ. ἐάν τις γράψει · Ῥαριδέρις, καὶ βαστάζει, εὐθὺς ἀναχωρῶ.

18.26 δεύτερος καὶ εἰκοστὸς ἔφη · ἐγὼ καλοῦμαι Ῥὺξ Αὐδαμεώθ. καρδιόπονον ἐπιπέμπω. ἐάν τις γράψει · Ῥαιουώθ, εὐθὺς ἀναχωρῶ.

18.27 τρίτος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Μανθαδῶ καλοῦμαι. νεφροὺς ἀλγεῖν ποιῶ. ἐάν τις γράψει · Ἰαώθ, Οὐριήλ, εὐθὺς ἀναχωρῶ.

18.28 τέταρτος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἀκτονμὲ καλοῦμαι. πλευρὰς ἀλγεῖν ποιῶ. ἐάν τις γράψει ἐν ὕλῃ ἀπὸ πλοίου ἀστοχήσαντος · ἀερίου Μαρμαραώθ, εὐθὺς ἀναχωρῶ.

18.29 πέμπτος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἀνατρὲθ καλοῦμαι. ζέσεις καὶ πυρώσεις εἰς σπλάγχνα ἀναστέλλω. ἐὰν ἀκούσω · Ἀραρὰ ἀραρή, εὐθὺς ἀναχωρῶ.

18.30 ἕκτος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἐναυθὰ καλοῦμαι. φρένας ἀποκλέπτω καὶ καρδίας ἀλλοιῶ. ἐάν τις γράψει · Καλαζαήλ, εὐθὺς ἀναχωρῶ.

18.31 ἕβδομος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἀξησβὺθ καλοῦμαι. ὑπεκτικοὺς ποιῶ ἀνθρώπους καὶ αἱμορρόους. ἐάν τις ὁρκίσει με εἰς οἶνον ἄκρατον καὶ δώσει τῷ πάσχοντι, εὐθὺς ἀναχωρῶ.

18.32 ὄγδοος καὶ εἰκοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἁπὰξ καλοῦμαι. ἀγρυπνίας ἐπιπέμπω. ἐάν τις γράψει · Κόκ · φνηδισμός, καὶ περιάψει τοῖς κροτάφοις, εὐθὺς ἀναχωρῶ.

18.33 ἔννατος καὶ δέκατος ἔφη · ἐγὼ Ῥὺξ Ἀνοστὴρ καλοῦμαι. μητρομανίας ἐπιπέμπω καὶ πόνους ἐν τῇ κύστει ποιῶ. ἐάν τις εἰς ἔλαιον καθαρὸν τρεῖς κόκκους δάφνης λεάνας ἐπαλείψει λέγων · ὁρκίζω σε κατὰ τοῦ Μαρμαραώθ, εὐθὺς ἀναχωρῶ.

18.34 τριακοστὸς ἔφη · ἐγὼ Ῥὺξ Φυσικορὲθ καλοῦμαι. μακρονοσίαν ποιῶ. ἐάν τις βαλεῖ ἅλας εἰς ἔλαιον καὶ ἐπαλείψει τὸν ἀσθενὴν λέγων · Χερουβίμ, σεραφίμ, βοηθεῖτε, εὐθὺς ἀναχωρῶ.

18.35 πρῶτος καὶ τριακοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἀλευρὴθ καλοῦμαι. ὀστέα ἰχθύος καταπίνων, ἐάν τις αὐτοῦ ἰχθύος ὀστέον ἐπιθήσει εἰς τὰ βύζια τοῦ πάσχοντος, εὐθὺς ἀναχωρῶ.

18.36 δεύτερος καὶ τριακοστὸς ἔφη · ἐγὼ Ῥὺξ Ἰχθύον καλοῦμαι. νεῦρα παραλύω. ἐὰν δὲ ἀκούσω · Ἀδωναΐ μάλθη, εὐθὺς ἀναχωρῶ.

18.37 τρίτος καὶ τριακοστὸς ἔφη · ἐγὼ καὶ Ῥὺξ Ἀχωνεὼθ καλοῦμαι. ἐν τῷ φάρυγγι καὶ τοῖς παρισθμίοις πόνον ποιῶ. ἐάν τις εἰς φύλλα κισσοῦ γράψει · Λεικουργός, βοτρυδὸν ἀναχωρίς, εὐθὺς ἀναχωρῶ.

18.38 τέτρατος καὶ τριακοστὸς ἔφη · ἐγὼ Ῥὺξ Αὐτὼθ καλοῦμαι. φθόνους φίλων καὶ μάχας ποιῶ. καταργεῖ με δὲ τὸ αʹ καὶ βʹ γραφόμενον.

18.39 πέμπτος καὶ τριακοστὸς ἔφη · ἐγὼ Ῥὺξ Φθηνεὼθ καλοῦμαι. βασκαίνω πάντα ἄνθρωπον, καταργεῖ με δὲ πολυπαθὴς ὀφθαλμὸς ἐγχαραττόμενος.

18.40 ἕκτος καὶ τριακοστὸς ἔφη · ἐγὼ Ῥὺξ Μιανὲθ καλοῦμαι. τῷ σώματι ἐπίφθονός εἰμι · οἴκους ἐρημῶ · σάρκας ἀφανίζω. ἐάν τις γράψει ἐν τοῖς προθύροις τοῦ οἴκου οὕτως · μέλπω ἀρδὰδ ἀναάθ, φεύγω ἐγὼ τοῦ τόπου.

18.41καὶ ταῦτα ἀκούσας ἐγὼ Σολομῶν ἐδόξασα τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς καὶ ἐκέλευσα αὐτοὺς ὕδωρ φέρειν.

18.42καὶ ηὐξάμην πρὸς τὸν θεὸν τοὺς τριάκοντα ἓξ δαίμονας τοὺς ἐμποδίζοντας τῇ ἀνθρωπότητι προσέρχεσθαι εἰς τὸν ναὸν τοῦ θεοῦ.

19

19.1καὶ ἤμην ἐγὼ Σολομῶν τιμώμενος ὑπὸ πάντων τῶν ἀνθρώπων τῶν ὑποκάτω τοῦ οὐρανοῦ. καὶ ᾠκοδόμουν τὸν ναὸν τοῦ θεοῦ, καὶ βασιλεία μου ἦν εὐθύνουσα.

19.2καὶ ἤρχοντο πάντες οἱ βασιλεῖς πρός με θεωρῆσαι τὸν ναὸν τοῦ θεοῦ ὃν ᾠκοδόμουν, καὶ χρυσίον καὶ ἀργύριον ἐκόμιζον πρός με, χαλκόντε καὶ σίδηρον καὶ μόλυβδον καὶ ξύλα προσέφερον εἰς τὴν κατασκευὴν τοῦ ναοῦ.

19.3ἐν οἷς καὶ Σάβα βασίλισσα Νότου γόης ὑπάρχουσα πολλῇ τῇ φρονήσει ἦλθε καὶ προσεκύνησεν ἐνώπιόν μου.

20

20.1καὶ ἰδοὺ εἷς τῶν τεχνιτῶν γηραιὸς ἔρριψεν αὐτὸν ἐνώπιόν μου λέγων · βασιλεῦ Σολομῶν υἱὸς Δαυείδ, ἐλέησόν με τὸ γέρας. καὶ εἶπον αὐτῷ · λέγε, γέρον, θέλεις.

20.2 δὲ ἔφη · δέομαί σου, βασιλεῦ. υἱὸν ἔχω μονογενῆ, καὶ οὗτος καθ’ἑκάστην ὕβρεις ἐπάγει μοι χαλεπάς, ἔτυπτέ μου γὰρ τὸ πρόσωπον καὶ τὴν κεφαλήν, ὅτι θάνατον πικρὸν ἐπαγγελεῖ μοι ποιῆσαι. τούτου χάριν προσῆλθον ἵνα ἐκδικήσῃς μοι.

20.3ἐγὼ δὲ ταῦτα ἀκούσας ἐκέλευσα ἀγαγεῖν ἐμοὶ τὸν υἱὸν αὐτοῦ. τούτου δὲ ἐλθόντος εἶπον αὐτῷ · οὕτως ἔχεις;

20.4 δὲ ἔφη · ἕως ἀπονοίας ἐμπέπλησμαι, βασιλεῦ, ὥστε τὸν γεννήτορά μου παλάμῃ τινάξαι. ἵλεώς μοι γενοῦ, βασιλεῦ · ἀθέμιτον γὰρ ἀκοῦσαι τοιαύτην παραβολὴν καὶ ταλαιπορίαν.

20.5ἐγὼ οὖν Σολομῶν τοῦ νέου ἀκούσας παρεκάλουν τὸν πρεσβύτην εἰς ἔννοιαν ἐλθεῖν. δὲ οὐκ ἤθελεν ἀλλ’εἶπε · θανατωσάτω αὐτόν.

20.6καὶ θεωρῶν τὸν δαίμονα Ὀρνίαν γελάσαντα ἐγὼ ἐθυμώθην λίαν ἐν τῷ γελάσαι αὐτὸν ἐνώπιόν μου, καὶ τοῦτον μεταστήσας ἐκέλευσα τὸν Ὀρνίαν ἐλθεῖν καὶ εἶπον αὐτῷ · κατηραμένε, ἐμὲ προσεγέλασας;

20.7 δὲ ἔφη · δέομαί σου, βασιλεῦ · οὐ διὰ σὲ ἐγέλασα, ἀλλὰ διὰ τὸν δύστηνον γέροντα καὶ τὸν ἄθλιον νέον. τὸν τούτου υἱόν · ὅτι μετὰ τρεῖς ἡμέρας τεθνήξεται, καὶ ἰδοὺ γέρων βούλεται αὐτὸν κακῶς ἀνελεῖν.

20.8καὶ ἐγὼ εἶπον · ἀληθῶς οὕτως ἔχει; δαίμων εἶπε · ναί, βασιλεῦ.

20.9καὶ ἐκέλευσα μεταστῆναι τὸν δαίμονα καὶ ἐλθεῖν τὸν γέροντα καὶ τὸν τούτου υἱόν, καὶ ἐκέλευσα αὐτοὺς εἰς φιλίαν γενέσθαι.

20.10καὶ εἶπον τῷ πρεσβύτῃ · μεθ’ἡμέρας τρεῖς ἄγαγέ μοι τὸν υἱόν σου ὧδε. οἱ δὲ προσκυνήσαντες ἀνεχώρησαν.

20.11καὶ ἐκέλευσα πάλιν ἀγαγεῖν τὸν Ὀρνίαν πρός με καὶ εἶπον αὐτῷ · λέγε μοι πόθεν τοῦτο σὺ οἶδας ὅτι μετὰ τρεῖς ἡμέρας τεθνήξεται νέος.

20.12 δὲ ἔφη · ἡμεῖς οἱ δαίμονες ἀνερχόμεθα ἐπὶ τοῦ στερεώματος τοῦ οὐρανοῦ καὶ μέσον τῶν ἄστρων ἱπτάμεθα καὶ ἀκούομεν τὰς ἀποφάσεις τὰς ἐξερχομένας ἀπὸ τοῦ θεοῦ ἐπὶ τὰς ψυχὰς τῶν ἀνθρώπων.

20.13καὶ λοιπὸν ἐρχόμεθα καὶ εἴτε ἐν δυναστείᾳ, εἴτε ἐν πυρί, εἴτε ἐν ῥομφαίᾳ, εἴτε ἐν συμπτώματι μετασχηματιζόμενοι ἀναιροῦμεν.

20.14καὶ ἐπηρώτησα αὐτόν · λέγε μοι οὖν πῶς ὑμεῖς δύνασθε εἰς τὸν οὐρανὸν ἀναβαίνειν δαίμονες ὄντες.

20.15 δὲ ἔφη μοι · ὅσα ἐν οὐρανῷ ἐπιτελοῦντα, οὕτως καὶ ἐπὶ τῆς γῆς, αἱ γὰρ ἀρχαὶ καὶ ἐξουσία καὶ δυνάμεις ἄνω ἵπτανται καὶ τῆς εἰσόδου τοῦ οὐρανοῦ ἀξιοῦνται.

20.16ἡμεῖς δὲ οἱ δαίμονες ἀτονοῦμεν μὴ ἔχοντες βάσιν ἀναβάσεως ἀναπαύσεως, καὶ ἐκπίπτομεν ὥσπερ φύλλα ἀπὸ τῶν δένδρων καὶ δοκοῦσιν οἱ θεωροῦντες ἄνθρωποι ὅτι ἀστέρες εἰσὶν οἱ πίπτοντες ἀπὸ τοῦ οὐρανοῦ.

20.17οὐχ οὕτως ἐστί, βασιλεῦ, ἀλλὰ πίπτομεν διὰ τὴν ἀσθένειαν ἡμῶν καὶ ἐν τῷ μηδαμόθεν ἔχειν ἀντίληψιν καταπίπτομεν ὡς ἀστραπαὶ ἐπὶ τὴν γῆν, καὶ πόλεις καταφλέγομεν καὶ ἀγροὺς ἐμπυρίζομεν. οἱ δὲ ἀστέρες τοῦ οὐρανοῦ τεθεμελιωμένοι εἰσὶν ἐν τῷ στερεώματι.

20.18καὶ ταῦτα ἀκούσας ἐγὼ Σολομῶν ἐκέλευσα τὸν δαίμονα τηρεῖσθαι ἕως ἡμερῶν πέντε.

20.19μετὰ δὲ τὰς πέντε ἡμέρας μετακαλεσάμενος τὸν γέροντα οὐκ ἤθελεν ἐλθεῖν. εἶτα ἐλθών, εἶδα αὐτὸν τεθλιμμένον καὶ πενθοῦντα.

20.20καὶ εἶπον αὐτῷ · ποῦ ἐστιν υἱός σου, γέρον; δὲ ἔφη · ἄπαις ἐγενόμην, βασιλεῦ, καὶ ἀνέλπιστος τάφῳ υἱοῦ παραφυλάττω.

20.21ἐγὼ δὲ Σολομῶν ἀκούσας ταῦτα καὶ γνοὺς ὅτι ἀληθῆ εἰσι τὰ παρὰ τοῦ δαίμονος λαληθέντα μοι ἐδόξασα τὸν θεὸν τοῦ οὐρανοῦ καὶ τῆς γῆς.

21

21.1καὶ Σάβα βασίλισσα Νότου ἐθαύμασε καὶ εἶδε τὸν ναὸν ὃν ᾠκοδόμουν καὶ ἔδωκε μυρίους σίγλους χαλκοῦς.

21.2καὶ εἰσῆλθεν εἰς τὸν ναὸν καὶ εἶδε τὸ θυσιαστήριον καὶ τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ κατασκιάζοντα τὸ ἱλαστήριον καὶ τοὺς διακοσίους λίθους τῶν λύχνων ἐξαστράπτοντας ἐκ διαφόρων χρωμάτων, λύχνοι καὶ σμαράγδων καὶ ὑακίνθου τῶν λίθων καὶ σαμφείρου.

21.3καὶ εἶδε τὰ σκεύη τὰ ἀργυρᾶ καὶ χαλκᾶ καὶ χρυσᾶ καὶ τὰς βάσεις τῶν κιόνων ὑπὸ χαλκοῦ ἁλυσιδωτοῦ πεπλεγμένας. εἶδε καὶ τὴν θάλασσαν τὴν χαλκῆν ἔχουσαν ἐπισταθὸν καὶ τοὺς τριάκοντα ἓξ ταύρους.

21.4καὶ ἦσαν ἐν τῷ ἱερῷ τοῦ θεοῦ ἐργαζόμενοι πάντες […] μισθοῦ ταλάντου χρυσοῦ ἑνὸς χωρὶς τῶν δαιμόνων.

22

22.1ἀπέστειλε δὲ ἐπιστολὴν βασιλεὺς Ἀράβων Ἀδάρκης, λέγων οὕτως · βασιλεὺς Ἀράβων Ἀδάρκης βασιλεῖ Σολομῶντι χαίρειν. ἰδοὺ ἠκούσαμεν τὴν δεδομένην σοι σοφίαν καὶ ὅτι ἄνθρωπος ὢν παρὰ κυρίου ἐδόθη σοι σύνεσις ἐπὶ πάντων τῶν πνευμάτων ἀερίωντε καὶ ἐπιγείων καὶ καταχθονίων.

22.2πνεῦμα δέ ἐστιν ἐν τῇ Ἀραβίᾳ · ἐν γὰρ τῇ ἑωθινῇ ἔρχεται αὔρα ἀνέμου ἕως ὥραν τρίτην καὶ πνοὴ αὐτοῦ δεινὴ καὶ ἀποκτείνει ἀνθρώπους καὶ κτήνη καὶ οὐ δύναται ζῆσαι πνοὴ οὐδεμία ἐναντίον τοῦ δαίμονος.

22.3δέομαί σου οὖν, ἐπειδὴ ὡς ἄνεμός ἐστι τὸ πνεῦμα, σόφισαί τι κατὰ τὴν δεδομένην σοι σοφίαν ὑπὸ κυρίου τοῦ θεοῦ σου καὶ καταξίωσον ἀποστεῖλαι δυνάμενον ἄνθρωπον συλλαβέσθαι αὐτό.

22.4καὶ ἰδοὺ σοῦ ἐσόμεθα, βασιλεῦ Σολομῶν, ἐγώτε καὶ πᾶς λαός μου καὶ πᾶσα γῆ μου, καὶ εἰρηνεύσει πᾶσα Ἀραβία, ἐὰν τὴν ἐκδίκησιν ταύτην ποιήσεις ἡμῖν.

22.5διὸ δεόμεθά σου, μὴ παραβλέψῃς τὴν ἱκεσίαν ἡμῶν, καὶ κύριος ἡμῶν γενοῦ ἀείδια πάντοτε. ἐρρῶσθαι τὸν ἐμὸν κύριον ἀεὶ διὰ παντός.

22.6ἐγὼ δὲ Σολομῶν ἀναγνοὺς τὴν ἐπιστολὴν ταύτην καὶ πτύξας ἀπέδωκα τῷ δούλῳ μου εἰπὼν αὐτῷ · μετὰ ἑπτὰ ἡμέρας ὑπομνήσεις μοι τὴν ἐπιστολὴν ταύτην.

22.7καὶ ἦν Ἱερουσαλὴμ ᾠκοδομωμένη καὶ ναὸς συνεπληροῦντο. καὶ ἦν λίθος ἀκρογωνιαῖος μέγας ὃν ἐβουλόμην θεῖναι εἰς κεφαλὴν γωνίας τῆς πληρώσεως τοῦ ναοῦ τοῦ θεοῦ.

22.8καὶ πάντες οἱ τεχνῖται καὶ πάντες οἱ δαίμονες οἱ συνυπουργοῦντες ἦλθον ἐπὶ τὸ αὐτὸ ἀγαγεῖν τὸν λίθον καὶ θεῖναι εἰς τὸ πτερύγιον τοῦ ναοῦ καὶ οὐκ ἴσχυσαν σαλεῦσαι αὐτόν.

22.9μετὰ δὲ τὰς ἑπτὰ ἡμέρας μνησθεὶς ἐγὼ τῆς ἐπιστολῆς τοῦ βασιλέως Ἀράβων ἐκέλευσα τὸ παιδάριόν μου καὶ εἶπον αὐτῷ · ἐπίσαξον τὴν κάμηλόν σου καὶ λάβε ἀσκὸν καὶ τὴν σφραγῖδα ταύτην, καὶ ἄπελθε εἰς Ἀραβίας εἰς τὸν τόπον ἐν τὸ πονηρὸν πνεῦμα πνέει, καὶ κρατήσας τὸν ἀσκὸν καὶ τὸ δακτυλίδιον ἔμπροσθεν τοῦ σώματος τοῦ ἀσκοῦ.

22.11καὶ ἐν τῷ ἐμπνευσθῆναι τὸν ἀσκὸν εὑρήσεις ὅτι δαίμων ἐστὶν ἐκεῖσε ἐμπνέων. τότε σπουδαίως μετὰ βίας δῆσον τὸν ἀσκὸν καὶ σφραγίσας τὸ δακτυλίδιον ἐπίσαξον ἐπὶ τὴν κάμηλον καὶ κόμισον αὐτὸν ἐνθάδε, καὶ ἄπελθε ὑγιαίνων.

22.12τότε παῖς κατὰ τὰ ἐνταλθέντα ἐποίησε καὶ ἐπορεύθη εἰς Ἀραβίαν. καὶ οἱ ἄνθρωποι τοῦ τόπου ἐκείνου ἠπίστουν εἰ ἄρα δυνήσεται τὸ πονηρὸν πνεῦμα συλλαβέσθαι.

22.13καὶ ὄρθρου ἀναστὰς οἰκέτης ἔστη κατενώπιον τοῦ πνεύματος τῆς πνοῆς καὶ ἔθηκε τὸν ἀσκὸν ἐπὶ τὸ ἔδαφος, ἐπέθηκε δὲ καὶ τὸ δακτυλίδιον. καὶ εἰσῆλθεν εἰς τὸν ἀσκὸν καὶ ἐπνευμάτωσεν αὐτόν.

22.14 δὲ παῖς σταθεὶς ἔσφιγξε τὸν ἀσκὸν ἐπὶ τῷ στόματι ἐν ὀνόματι κυρίου Σαβαὼθ καὶ ἔμεινεν δαίμων ἔσωθεν εἰς τὸν ἀσκόν.

22.15ἔμεινε δὲ καὶ παῖς εἰς ἀπόδειξιν ἡμέρας τρεῖς, καὶ οὐκέτι ἔπνευσε τὸ πνεῦμα, καὶ ἐπέγνωσαν οἱ Ἄραβες ὅτι ἀσφαλῶς συνέκλεισε τὸ πνεῦμα.

22.16τότε ἐπέσαξε τὸν ἀσκὸν εἰς τὴν κάμηλον. προσέπεμπον δὲ οἱ Ἄραβες τὸν παῖδα μετὰ δώρων καὶ τιμῶν εὐφημοῦντες τὸν θεόν, ἔμειναν γὰρ ἐν εἰρήνῃ. εἰσήγαγε δὲ τὸ πνεῦμα παῖς καὶ ἔθηκεν αὐτὸ εἰς κεφαλὴν τοῦ ναοῦ.

22.17τῇ δὲ ἐπαύριον εἰσῆλθον ἐγὼ Σολομῶν εἰς τὸν ναόν · καὶ ἤμην ἐν λύπῃ περὶ τοῦ λίθου τοῦ ἀκρογωνιαίου. καὶ ἀναστὰς ἀσκὸς καὶ περιπατήσας βήματα ἑπτὰ ἔστη τὸ στόμα καὶ προσεκύνησέ μοι.

22.18καὶ θαυμάσας ἐγὼ ὅτι μετὰ τοῦ ἀσκοῦ δυνάμεις ἔσχε καὶ περιεπάτησεν, ἐκέλευσα αὐτὸ ἀναστῆναι. καὶ ἀνέστη ἀσκὸς καὶ ἔστη ἐν τοῖς ποσὶν πεφυσιωμένος.

22.19καὶ ἐπηρώτησα αὐτὸν λέγων · σὺ τίς εἶ; λέγει ἔσω τὸ πνεῦμα · ἐγώ εἰμι δαίμων λεγόμενος Ἐφιππᾶς, ἐν τῇ Ἀραβίᾳ.

22.20καὶ εἶπον αὐτῷ · ποίῳ ἀγγέλῳ καταργεῖσαι; δὲ λέγει · τῷ διὰ παρθένου μέλλοντι γεννηθῆναι ἐπειδὴ αὐτὸν προσκυνοῦσι ἄγγελοι, καὶ ὑπὸ Ἰουδαίων μέλλοντι σταυρωθῆναι.

23

23.1ἐγὼ δὲ λέγω πρὸς αὐτόν · τί μοι δύνασαι ποιῆσαι; δὲ ἔφη · ἐγὼ δυνατός εἰμι ὄρη μεταστῆναι καὶ μεταφέρειν οἴκους καὶ βασιλεῖς καταβαλεῖν.

23.2καὶ εἶπον αὐτῷ · εἰ δυνατὸς εἶ, ἔπαρον τὸν λίθον τοῦτο εἰς τὴν ἀρχὴν τῆς γωνίας τοῦ ναοῦ. δὲ ἔφη · οὐ μόνον τοῦτον τὸν λίθον ἐπαρῶ, βασιλεῦ. ἀλλὰ καὶ σὺν τῷ δαίμονι τῷ ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ τὸν ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ κίονα τὸν ἀέριον, καὶ στήσεις αὐτὸν ὅπου θέλεις.

23.3καὶ ταῦτα εἰπὼν ὑπεισῆλθεν ὑποκάτω τοῦ λίθου καὶ ἦρεν αὐτὸν καὶ ἀνῆλθεν εἰς τὸν κλίμακα βαστάζων τὸν λίθον καὶ ἔθετο αὐτὸν εἰς τὴν ἄκραν τῆς εἰσόδου τοῦ ναοῦ.

23.4ἐγὼ δὲ Σολομῶν ἐπαιρόμενος εἶπον · ἀληθῶς νῦν ἐπληρώθη γραφὴ λέγουσα · λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη μὲν εἰς κεφαλὴν γωνίας, καὶ τὰ λοιπά.

24

24.1καὶ πάλιν εἶπον αὐτῷ · ἄπελθε, ἄγαγέ μοι ὃν εἶπας κίονα ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ. καὶ ἀπελθὼν Ἐφιππᾶς ἀνήγαγεν τὸν δαίμονα καὶ τὸν κίονα ἀμφότεροι βαστάζοντες ἀπὸ τῆς Ἀραβίας.

24.2ἐγὼ δὲ κατασοφισάμενος ὅτι τὰ δύο πνεύματα ταῦτα ἐδύναντο πᾶσαν τὴν οἰκουμένην σαλεῦσαι ἐν μιᾷ ῥοπῇ περιεσφράγισα ἔνθεν καὶ ἔνθεν τῷ δακτυλιδίῳ καὶ εἶπον · φυλάττεσθε ἀκριβῶς.

24.3καὶ ἔμειναν βαστάζοντες τὸν κίονα εἰς τὸν ἀέρα μέχρι τῆς σήμερον εἰς ἀπόδειξιν τῆς δεδομένης μοι σοφίας.

24.4καὶ ἦν κρεμάμενος κίων ὑπερμεγέθης διὰ τοῦ ἀέρος ὑπὸ τῶν πνευμάτων βασταζόμενος καὶ οὕτως κάτωθεν τὰ πνεύματα ἐφαίνοντο ὥσπερ ἀὴρ βαστάζοντα.

24.5καὶ ἐν τῷ ἀτενίζειν ἡμᾶς ὑπόλοξος ἐγένετο βάσις τοῦ κίονος καὶ ἔστιν ἕως τῆς σήμερον.

25

25.1καὶ ἐγὼ ἠρώτησα τὸν ἕτερον δαίμονα τὸν ἀνελθόντα ἐκ τῆς θαλάσσης μετὰ τοῦ κίονος · σὺ τίς εἶ καὶ τί καλεῖσαι καὶ τί σου ἐργασία; ὅτι πολλὰ ἀκούω περί σου.

25.2 δὲ δαίμων ἔφη · ἐγὼ, βασιλεῦ Σολομῶν, καλοῦμαι Ἀβεζεθιβοῦ · καὶ ποτε ἐκαθεζόμην ἐν πρώτῳ οὐρανῷ, οὗ τὸ ὄνομα Ἀμελούθ.

25.3ἐγὼ οὖν εἰμι πνεῦμα χαλεπὸν καὶ πτερωτὸν καὶ μονόπτερον, ἐπίβουλον πάσης πνοῆς ὑπὸ τῶν οὐρανῶν. ἐγὼ παρήμην ἡνίκα Μωϋσῆς εἰσήρχετο εἰς Φαραὼ βασιλέα Αἰγύπτου σκληρύνων αὐτοῦ τὴν καρδίαν.

25.4ἐγώ εἰμι ὃν ἐπικαλοῦντο Ἰαννῆς καὶ Ἰαμβρῆς οἱ μαχόμενοι τῷ Μωϋσῇ ἐν Αἰγύπτῳ. ἐγώ εἰμι ἀντιπαλαίων τῷ Μωϋσῇ ἐν τοῖς τέρασι καὶ τοῖς σημείοις.

25.5εἶπον οὖν αὐτῷ · πῶς οὖν εὑρέθης ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ; δὲ ἔφη · ἐν τῇ ἐξόδου τῶν υἱῶν Ἰσραὴλ ἐγὼ ἐσκλήρυνα τὴν καρδίαν Φαραὼ καὶ ἀνεπτέρωσα αὐτοῦ τὴν καρδίαν καὶ τῶν θεραπόντων αὐτοῦ.

25.6καὶ ἐποίησα αὐτοὺς ἵνα καταδιώξωσιν ὀπίσω τῶν υἱῶν Ἰσραήλ, καὶ συνηκολούθησε Φαραὼ καὶ πάντες οἱ Αἰγύπτιοι. τότε ἐγὼ παρήμην ἐκεῖ καὶ συνηκολουθήσαμεν, καὶ ἀνήλθομεν ἅπαντες ἐν τῇ Ἐρυθρᾷ θαλάσσῃ.

25.7καὶ ἐγένετο ἡνίκα διεπέρασαν οἱ υἱοὶ Ἰσραήλ, ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψε πᾶσαν τὴν παρεμβολὴν τῶν Αἰγυπτίων · τότε εὑρέθην ἐγὼ ἐκεῖ καὶ συνεκαλύφθην ἐν τῷ ὕδατι καὶ ἔμεινα ἐν τῇ θαλάσσῃ τηρούμενος ὑποκάτω τοῦ κίονος μέχρι ἀνῆλθεν Ἐφιππᾶς.

25.8 κἀγὼ δὲ Σολομῶν ὥρκισα αὐτὸν βαστάζειν τὸν κίονα ἕως τῆς συντελείας.

25.9καὶ σὺν θεῷ ἐκόσμησα τὸν ναὸν αὐτοῦ ἐν πάσῃ εὐπρεπείᾳ. καὶ ἤμην χαίρων καὶ δοξάζων αὐτόν.

26

26.1ἔλαβον δὲ γυναῖκας ἀπὸ πάσης χώρας καὶ βασιλείας, ὧν οὐκ ἦν ἀριθμός. καὶ ἐπορεύθην πρὸς τῶν Ἰεβουσαίων βασιλέα καὶ εἶδον γυναῖκα ἐν τῇ βασιλείᾳ αὐτῶν καὶ ἠγάπησα αὐτὴν σφόδρα, καὶ ἠθέλησα αὐτὴν μίξαι σὺν ταῖς γυναιξί μου.

26.2καὶ εἶπον πρὸς τοὺς ἱερεῖς αὐτῶν · δότε μοι τὴν Σουμανίτην ταύτην, ὅτι ἠγάπησα αὐτὴν σφόδρα. καὶ εἶπον πρός με · εἰ ἠγάπησας τὴν θυγατέρα ἡμῶν, προσκύνησον τοὺς θεοὺς ἡμῶν, τὸν μέγαν Ῥαφὰν καὶ Μολόχ, καὶ λάβε αὐτήν.

26.3ἐγὼ δὲ οὐκ ἠθέλησα προσκυνῆσαι. ἀλλ’εἶπον αὐτοῖς · ἐγὼ οὐ προσκυνῶ θεῷ ἀλλοτρίῳ.

26.4αὐτοὶ δὲ παρεβιάσαντο τὴν παρθένον λέγοντες ὅτι · ἐὰν γένηταί σοι εἰσελθεῖν εἰς τὴν βασιλείαν Σολομῶντος, εἰπὲ αὐτῷ · οὐ κοιμηθήσομαι μετά σου ἐὰν μὴ ὁμοιωθῇς τῷ λαῷ μου, καὶ λάβε ἀκρίδας πέντε καὶ σφάξαι αὐτὰς εἰς τὸ ὄνομα Ῥαφὰν καὶ Μολόχ.

26.5ἐγὼ δὲ διὰ τὸ ἀγαπᾶν με τὴν κόραν ὡς ὡραίαν οὖσαν πάνυ, καὶ ὡς ἀσύνετος ὤν, οὐδὲν ἐνόμισα τῶν ἀκρίδων τὸ αἷμα καὶ ἔλαβον αὐτὰς ὑπὸ τὰς χεῖράς μου καὶ ἔθυσα εἰς τὸ ὄνομα Ῥαφὰν καὶ Μολὸχ τοῖς εἰδώλοις. καὶ ἔλαβα τὴν παρθένον εἰς τὸν οἶκον τῆς βασιλείας μου.

26.6καὶ ἀπήρθη τὸ πνεῦμα τοῦ θεοῦ ἀπ’ἐμοῦ, καὶ ἀπ’ἐκείνης τῆς ἡμέρας ἐγένετο ὡς λῆρος τὰ ῥήματά μου. καὶ ἠνάγκασέ με οἰκονομῆσαι ναοὺς τῶν εἰδώλων.

26.7 κἀγὼ οὖν δύστηνος ἐποίησα τὴν συμβουλὴν αὐτῆς καὶ τελείως ἀπέστη δόξα τοῦ θεοῦ ἀπ’ἐμοῦ καὶ ἐσκοτίσθη τὸ πνεῦμά μου, καὶ ἐγενόμην γέλως τοῖς εἰδώλοις καὶ δαίμοσιν.

26.8διὰ τοῦτο ἀπέγραψα ταύτην μου τὴν διαθήκην ἵνα οἱ ἀκούοντες εὔχησθε καὶ προσέχητε τοῖς ἐσχάτοις καὶ μὴ τοῖς πρώτοις, ἵνα τελείως εὕρωσι χάριν εἰς τοὺς αἰῶνας · ἀμήν.

26.9ἐγὼ οὖν Σολομῶν υἱὸς Δαυεὶδ υἱοῦ Ἰεσσαὶ ἔγραψα τὴν διαθήκην μου καὶ ἐσφράγισα αὐτὴν τῷ δακτυλιδίῳ τοῦ θεοῦ. καὶ ἀπέθανον ἐν τῇ βασιλείᾳ μου καὶ προσετέθην μετὰ τῶν πατέρων μου ἐν εἰρήνῃ ἐν Ἱερουσαλήμ. καὶ ἐπληρώθη ναὸς κυρίου τοῦ θεοῦ οὗ ὑπὸ θρόνου αὐτοῦ ποταμὸς ἕλκει · παρειστήκεισαν μυριάδες ἀγγέλων καὶ χιλιάδες ἀρχαγγέλων καὶ χερουβὶμ ἐπικράζοντα σεραφὶμ κεκραγότα καὶ λέγοντα · ἅγιος, ἅγιος, ἅγιος κύριος σαβαὼθ καὶ εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων · ἀμήν.

26.10δόξα σοι, θεός μου, καὶ κύριος, δόξα σοι σὺν τῇ ὑπερευκλεεῖ θεοτόκῳ καὶ τῷ τιμίῳ προδρόμῳ καὶ πάντας ἁγίους, δόξα σοι.