Dorieus the Poet

Epigram

1
τοῖος ἔην Μίλων, ὅτ’ἀπὸ χθονὸς ἤρατο βρῖθος,
2
τετραέτη δαμάλην ἐν Διὸς εἰλαπίναις,
3
ὤμοις δὲ κτῆνος τὸ πελώριον ὡς νέον ἄρνα
4
ἤνεγκεν δι’ὅλης κοῦφα πανηγύρεως.
5
καὶ θάμβος μέν, ἀτὰρ τοῦδε πλέον ἤνυσε θαῦμα
6
πρόσθεν Πισαίου, ξεῖνε, θυηπολίου ·
7
ὃν γὰρ ἐπόμπευσεν βοῦν ἄζυγον, εἰς κρέα τόνδε
8
κόψας πάντα κατ’οὖν μοῦνος ἐδαίσατό νιν.