1ὅτι χρὴ πεφεισμένως χρῆσθαι ταῖς τροπαῖς καὶ μετὰ τέχνης, μὴ παραλείπειν δὲ παντελῶς · οὕτως πρὸς πολλὰ χρήσιμον τὸ τοιοῦτον εἶδος. καὶ γὰρ καὶ Λυσίας οὕτως πεποίηκεν. 2ὅτι ὁ Ἀριστοτέλης τοὺς πάντα μεταφέροντας αἰνίγματα γράφειν ἔλεγεν. διὸ λέγει Λογγῖνος σπανίως κεχρῆσθαι καὶ τούτῳ τῷ εἴδει. 3ὅτι τροπὴ ἐκ τοῦ πανούργου καὶ ἐξάλλαξις οὐδεμία ἦν ἐν τοῖς ἀρχαίοις, ἀλλὰ καὶ τὰ τοῦ νοῦ σχήματα ὀψέ ποτε εἰς τοὺς δικανικοὺς λόγους παρεισῆλθεν · ἡ πλείων γὰρ αὐτοῖς σπουδὴ περὶ τὴν λέξιν καὶ τὸν ταύτης κόσμον ἦν καὶ τὴν συνθήκην καὶ ἁρμονίαν. 4ὅτι δεῖ σκέπτεσθαι τὴν δύναμιν τῶν κεφαλαίων, καὶ τὴν τῶν ἀντιθέσεων διαφοράν, καὶ μήτε ἀπὸ τῶν ἀσθενῶν ἄρχεσθαι μήτε τελευτᾶν εἰς ταῦτα, ἀλλὰ μιμεῖσθαι τὴν ἐν τοῖς πολέμοις τακτικὴν εἰς μέσον τοὺς χείρους λοχίζουσαν. τοῦτο δὲ καὶ ἐπὶ συνουσίαις ἄριστον, οὐ μόνον ἐν συγγραφῇ. πρὸς γὰρ τὰ ἀσθενῆ ῥᾳδίως ἀντιλέγουσιν, ὥσπερ οἱ εἰς τοὺς ψιλοὺς τῶν πολεμίων ἐμβαλόντες, ἀλλ’οὐκ εἰς τοὺς ὁπλίτας. 5ὅτι Δημοσθένης δεινότατος ὢν ἐν ταῖς ἀντιθέσεσιν οὐκ ἀεὶ τῇ τέχνῃ ἐμμένει, ἀλλ’αὐτὸς γίνεται τέχνη πολλάκις. ὡσαύτως καὶ Ἀριστείδης. 6ὅτι τὸ παραγράφεσθαι ἐπὶ τῶν λαμπρῶν προσώπων ἄτοπόν φησι · καθαιρετικὸν γάρ ἐστιν ἀξιώματος, καὶ ὑποψίαν ἐμποιεῖ. 7ὅτι χρὴ ἐν ταῖς συνθήκαις τῶν κώλων εὐπρεπῆ εἶναι τὴν λέξιν καὶ τὴν συνθήκην οὐκ ἀνάρμοστον, ὡς ἂν παίωνας εἶναι καὶ ἡρῴους τοὺς πλείστους, ἐξ ὧν εὔογκος ἡ ἑρμηνεία γίνεται καὶ σεμνή · παραδείγματα δὲ τὰ Πλάτωνος καὶ Δημοσθένους · οὗτοι γὰρ ἄριστοι γνώμονες τῶν τοιούτων. 8ὅτι ἐν τοῖς ἀδόξοις καὶ φέρουσιν αἰσχύνην τῷ ἀπολογουμένῳ κάλλιστος ὁ δι’εἰκασίας τρόπος, οἱονεὶ πορνείας κατηγορηθεὶς μὴ παρὰ ἕκαστον πειρῶ ἀπολογεῖσθαι καὶ λύειν εὐτελὲς γὰρ καὶ καθαιροῦν τὸ ἀξίωμα, κα- κἂν τὰ μάλιστα πολλοὺς ἔχῃς ἐλέγχους τοῦ συκοφαντήματος. παράδειγμα τῆς μεθόδου ταύτης τοιόνδε ἔχε · βλασφημηθεὶς γάρ τις ὑπό τινος, ὡς ἐπὶ τοῖς αἰσχίστοις συνεγένετο βασιλεῖ, δι’εἰκασίας ἀπελογήσατο · κα- κἀκεῖνος πρὸς τὰ βελτίω προὔτρεπε συνών, καὶ αὐτὸς οὐχ ἡπτόμην τῶν μοχθηρῶν ἐπιτηδευμάτων. ἐφυλάξατο ἐνταῦθα τὸ ἄδοξον τῆς ἀπολογίας. 9ὅτι ὁ πρῶτος ἄριστα πρὸς τὴν πεζὴν λέξιν τὸν Ὁμηρικὸν ὄγκον μετενεγκὼν Πλάτων ἐστίν. 10ὅτι πολλάκις ἐνδείᾳ φύσεως καὶ οἱ ἐπιστήμονες κατὰ τὴν ἐργασίαν ἀποτυγχάνουσιν. 11ὅτι Θεόφραστος ἓξ τρόπους αὐξήσεως παραδέδωκεν · τὰ μὲν γὰρ ἐκ τῶν πραγμάτων λέγει ἔχειν τὴν αὔξησιν, τὰ δὲ ἐκ τῶν ἀποβαινόντων, τὰ δὲ ἐξ ἀντιπαραβολῆς καὶ κρίσεως, τὰ δὲ ἐκ τῶν καιρῶν καὶ τοῦ πάθους φαίνεται μεγάλα. οἱ δὲ νέοι ῥήτορες καὶ ἐκ τῆς αἰτίας φασὶν ἔχειν τὸ μέγεθος μεγάλην ῥοπήν. 12ὅτι τὴν πλεονάσασαν περὶ τὴν Ἀσίαν ἔκλυσιν ἀνεκτήσατο Ἀριστείδης · συνεχῶς γάρ ἐστι καὶ ῥέων καὶ πιθανός. 13ὅτι ἠθικὸς λόγος γίνεται κατὰ διάνοιαν, ὅταν χρηστὴν ἔχῃ προαίρεσιν καὶ πρὸς τὰ βελτίω ῥέπουσαν. 14ὅτι ἄριστοι λόγοι καὶ μιμήσεως ἄξιοι οἱ μὴ ἔχοντες ἑνὸς χαρακτῆρα, ἀλλὰ διαφόρων. 15ὅτι τὰ κεφάλαια τῆς δημηγορίας τέτταρα λέγει εἶναι, ὅσαπερ καὶ καθάπαξ εἴωθεν ἐμπίπτειν εἰς τὰς συμβουλάς, τὸ δίκαιον τὸ συμφέρον τὸ δυνατὸν τὸ ἔνδοξον, ταῦτα δ’ἄριστα τὸν Θουκυδίδην φησὶ φυλάξαι. 16ὅτι αἱ γνωμολογίαι ἄρισται ἐπὶ τῇ κατασκευῇ. οὐ δεῖ δὲ κατακόρως ταύταις κεχρῆσθαι. 17ὅτι τὸν κατὰ Μειδίου λόγον ἐπιφορικόν φησιν εἶναι, εἰλῆφθαι δὲ ἐκ τῆς ποιότητος τοῦ προσώπου. 18ὅτι τέχνης ἐστὶ μᾶλλον τὸ ποῖα δεῖ προτάττειν, καὶ ποῖα ἐπιζευγνύειν. 19ὅτι ὑπόστασιν καλοῦσιν τὸ ἔμφασιν ἔχον καὶ πάθους τινὸς ἐνδεικτικόν, καθάπερ τὸ Δημοσθενικόν · “οὕτως ὠργίσθη καὶ παρωξύνθη”. καὶ ἄλλως · “ὅσῳ πλείοσιν οὗτος ἠνόχληκεν”. 20ὅτι δεῖ τὰ προοίμια ἐν μὲν τοῖς συμβουλευτικοῖς ἐκ τῶν κεφαλαίων, ἐν δὲ τοῖς δικανικοῖς ἐκ τῶν ὑπολήψεων, ἐν δὲ τοῖς πανηγυρικοῖς ἐκ τῆς ὅλης σχέσεως τοῦ λόγου λαμβάνειν. 21ὅτι χρὴ τὸν παραμυθούμενον μὴ μετὰ σοφιστικῆς τρανότητος, ἀλλὰ μετὰ συμπεπονθυίας λέγειν ἁπλότητος · οὐ γὰρ ῥητορικῶς ἀλλὰ θεραπευτικῶς ἔξεστι λέγειν. 22ὅτι πραγματικὴ σύνταξίς ἐστιν ἡ πρὸς τὸ σημαινόμενον τὴν ἀναφορὰν ἔχουσα, ἀλλ’οὐ πρὸς τοὺς χαρακτῆρας τῶν ὀνομάτων ἤγουν τῶν λέξεων, ὡς τὸ “ἀπενέοντο ἡ πληθὺς ἐπὶ νῆας Ἀχαιῶν”. καὶ τὸ “ὑμεῖς δ’ὁ δῆμος”. καὶ “ἅπασα ἡ Ἑλλὰς ἐσιδηροφόρουν”. 23ὅτι ἐπὶ δεινῷ λόγῳ οὐ χρὴ τοῖς γυμνοῖς χρῆσθαι τῶν ὀνομάτων, ἀλλὰ τοῖς δι’ἐμφάσεως τὸ βούλημα σημαίνουσιν. 24ὅτι ῥητορικῆς ἔργον τὰ μὲν σμικρὰ μεγάλως λέγειν, τὰ δὲ μεγάλα σμικρῶς, καὶ τὰ μὲν καινὰ παλαιῶς, τὰ δὲ παλαιὰ καινῶς.