1.1αἰτησάμενος γὰρ μίαν ἡμέραν μόνην ἔπεμψε κρύφα Σίκινον τὸν ἑαυτοῦ παιδαγωγὸν πρὸς Ξέρξην, ἐγκελευσάμενος αὐτῷ ἐπιτίθεσθαι τοῖς Ἕλλησιν καὶ ναυμαχεῖν, δηλῶν τὸν μέλλοντα δρασμὸν ἀπὸ Σαλαμῖνος. ὁ δὲ Ξέρξης νομίσας τὸν Θεμιστοκλέα μηδίζοντα ταῦτα ἀπεσταλκέναι, ἔπεμψε τὰς ναῦς ἐπὶ Σαλαμῖνα καὶ ἐκυκλώσατο τοὺς Ἕλληνας εἰς τὸ μένειν αὐτούς. 1.2ἐσπούδασεν δὲ ὁ Ξέρξης ζεῦγμα κατασκευάσας πεζῇ ἐπιβῆναι ἐπὶ τὴν Σαλαμῖνα ὃν τρόπον διῆλθε τὸν Ἑλλήσποντον, καὶ μέρος τι ἔχων ἧκεν κατὰ τὸ Ἡράκλειον ἐπειδὴ δὲ ἀδύνατον ἦν τὸ πᾶν γεφυρωθῆναι, καθεζόμενος ἐπὶ τοῦ Πάρνηθος ὄρους (ἐγγὺς δὲ ἦν τοῦτο) ἑώρα τὴν ναυμαχίαν. 1.3ἤρξαντο δὲ τοῦ ναυμαχεῖν Ἀμεινίας Ἀθηναῖος, υἱὸς μὲν Εὐφορίωνος, ἀδελφὸς δὲ Κυνεγείρου καὶ Αἰσχύλου τοῦ τραγῳδοποιοῦ. ἐνίκων μὲν οὖν πάντες οἱ Ἕλληνες, ἐκπρεπέστερον δὲ οἱ Ἀθηναῖοι. 1.4συνεστηκυίας δὲ τῆς μάχης ὁ Ξέρξης ἱκανὰς μυριάδας ἐπεβίβασεν εἰς τὴν πλησίον νησῖδα παρακειμένην τῇ Σαλαμῖνι, ὀνομαζομένην Ψυττάλειαν, ἐκπληττόμενόςτε τοὺς Ἕλληνας καὶ βουλόμενος τὰ προσφερόμενα ναυάγια τῶν βαρβάρων ἀνασώζεσθαι. Ἀριστείδης δὲ Ἀθηναῖος, υἱὸς Λυσιμάχου, καλούμενος δίκαιος, ἐξωστρακισμένος ἐκ τῶν Ἀθηνῶν καὶ ὑπάρχων ἐν Αἰγίνῃ τότε, συμμαχῶν καὶ αὐτὸς τοῖς Ἕλλησιν παρεγένετο πρὸς Θεμιστοκλέα καὶ στρατὸν αὐτὸν ᾔτησεν εἰς τὸ ἀμύνασθαι τοὺς ἐν τῇ Ψυτταλείᾳ · ὁ δὲ καίπερ ἐχθρὸς αὐτῷ γεγονὼς ὅμως ἔδωκε. λαβὼν δὲ Ἀριστείδης ἐπέβη εἰς τὴν Ψυττάλειαν καὶ πάντας τοὺς βαρβάρους ἐφόνευσε, καὶ μέγιστον τοῦτο τὸ ἔργον ἐπεδείξατο ὑπὲρ τῶν Ἑλλήνων. 1.5διασημότερον δὲ ἠγωνίσατο τῇ ναυμαχίᾳ καὶ ἠρίστευσεν Ἀμεινίας, τῶν δὲ βαρβάρων γυνὴ Ἁλικαρνασὶς τὸ γένος, ὄνομα δὲ Ἀρτεμισία, ἥτις διωκομένης τῆς νεὼς αὐτῆς καὶ κινδυνεύουσα ἀπολέσθαι τὴν ἔμπροσθεν ναῦν ἰδίαν οὖσαν ἐβύθισεν · ὁ δὲ Ἀμεινίας δόξας σύμμαχον εἶναι τῶν Ἑλλήνων, ἀπετράπη τοῦ διώκειν. ὁ δὲ Ξέρξης θεασάμενος τὸ γενόμενον εἶπεν · οἱ μὲν ἄνδρες μοι γυναῖκες γεγόνασιν, αἱ δὲ γυναῖκες ἄνδρες. 1.6ἠρίστευσαν δὲ τῶν Ἑλλήνων ἐκπρεπέστερον μετὰ Ἀθηναίους Αἰγινῆται, οἵτινες κατὰ τὸ στενὸν τοῦ πορθμοῦ κατατάξαντες ἑαυτοὺς πολλὰς τῶν βαρβάρων νῆας φευγούσας εἰς τὸ στενὸν παραδεχόμενοι ἐβύθιζον. 1.7ἡττηθέντων δὲ τῶν βαρβάρων καὶ φυγόντων οἱ Ἕλληνες ἐβούλοντο λύειν τὸ ἐπὶ τοῦ Ἑλλησπόντου ζεῦγμα καὶ καταλαμβάνεσθαι Ξέρξην ἐν τῇ Ἑλλάδι, Θεμιστοκλῆς δὲ οὐκ οἰόμενος ἀσφαλὲς εἶναι οὐ δὲ τοῦτο, δεδοικὼς μήποτε, ἐὰν ἀπογνῶσι τὴν σωτηρίαν οἱ βάρβαροι, φιλοκινδυνώτερον ἀγωνίσονται ἐξ ὑποστροφῆς, ἀντέπρασσε. κεκυρωμένων δὲ οὐδὲν ἰσχύων ἔπεμψε κρύφα Ξέρξῃ δηλῶν ὅτι μέλλουσιν οἱ Ἕλληνες λύειν τὸ ζεῦγμα · ὁ δὲ φοβηθεὶς ἔφευγεν. 1.8ἐν δὲ τῇ ναυμαχίᾳ τῇ περὶ Σαλαμῖνα καὶ οἱ θεοὶ συνεμάχησαν τοῖς Ἕλλησιν. δίκαιος γὰρ ὁ Θεοκύδους, ἀνὴρ Ἀθηναῖος, ἔφη θεάσασθαι ἐν τῷ Θριασίῳ πεδίῳ κονιορτὸν ὡς δισμυρίων ἀνδρῶν ἀναφερόμενον ἀπ’Ἐλευσῖνος, βοώντων τὸν μυστικὸν Ἴακχον · τὸν δὲ κονιορτὸν νεφωθέντα ἐμπεσεῖν ἐς τὰς ναῦς τῶν Ἑλλήνων. 2.1φεύγοντος δὲ τοῦ Ξέρξου Μαρδόνιος, υἱὸς Γωβρύου τοῦ καὶ αὐτοῦ ἐπιθεμένου τοῖς μάγοις, συμπεπεικὼς καὶ αὐτὸς Ξέρξην στρατεῦσαι ἐπὶ τὴν Ἑλλάδα, ᾐτιᾶτο τὸ πολὺ πλῆθος τῶν βαρβάρων ὡς αἴτιον γεγονὸς τῆς ἥττης ὑπέσχετότε νικήσειν τοὺς Ἕλληνας, εἰ λάβοι στρατοῦ μυριάδας λʹ. 2.2λαβὼν δὲ ὁ Μαρδόνιος ἔπεμψε πρῶτον πρὸς Ἀθηναίους Ἀλέξανδρον τὸν Μακεδόνα, τὸν Φιλίππου πρόγονον, ὑπισχνούμενος δώσειν αὐτοῖς μύρια τάλαντα καὶ γῆν ὅσην αὐτοὶ βούλονται τῆς Ἑλλάδος τηρήσειντε ὑποσχόμενος καὶ τὴν ἐλευθερίαν αὐτοῖς καὶ τὴν αὐτονομίαν, εἰ ἕλοιντο μένειν ἐφ’ἑαυτῶν καὶ μὴ συμμαχεῖν τοῖς Ἕλλησιν. ἐπειδὴ δὲ ὁ Ἀλέξανδρος παρεγένετο εἰς τὰς Ἀθήνας καὶ ταῦτ’ἐδήλωσεν, οἱ Ἀθηναῖοι οὔτε τοὺς λόγους προσεδέξαντο ὑβρίσαντέςτε τὸν Ἀλέξανδρον ἀπεπέμψαντο. 2.3ὁ δὲ Μαρδόνιος ἀποτυχὼν ἐν τούτοις ἐπῆλθεν εἰς τὰς Ἀθήνας καὶ τὰ ἔτι περιλειπόμενα μέρη προσενέπρησεν, παραγενόμενόςτε εἰς τὰς Θήβας ἅμα τῷ στρατῷ ἐνταῦθα ἐστρατοπεδεύσατο, οἱ δὲ Ἕλληνες ἐστρατοπεδεύσαντο ἐν Πλαταιαῖς · τὰ δὲ μεταξὺ Θηβαιῶν καὶ Πλαταιῶν στάδιά ἐστιν πʹ. συνπαρετάσσοντο δὲ Μαρδονίῳ Βοιωτῶν μυριάδες δʹ. 2.4εἶχον δὲ τὸ μὲν δεξιὸν κέρας Πέρσαι καὶ Μαρδόνιος, τὸ δὲ εὐώνυμον οἱ μηδίσαντες Ἕλληνες. τῶν δὲ Ἑλλήνων οἱ μὲν Ἀθηναῖοι εἶχον τὸ δεξιόν, τὸ δὲ εὐώνυμον Λακεδαιμόνιοι. μετέστησαν δὲ αὐτούς οἱ Λακεδαιμόνιοι. φήσαντες Ἀθηναίους ἐμπειροτέρους εἶναι πρὸς τὸ μάχεσθαι Πέρσαις. ἐν δὲ τούτῳ Μαρδόνιος δεδοικὼς μάχεσθαι Ἀθηναίοις μετέστησέτε τὴν φάλαγγα, καὶ οὕτως συνέβη τοῖς Λακεδαιμονίοις καὶ ἀκουσίως μάχεσθαι τοῖς Πέρσαις. ἐστρατήγει δὲ Λακεδαιμονίων μὲν Παυσανίας ὁ Κλεομβρότου, Ἀθηναίων δὲ Ἀριστείδης ὁ δίκαιος. γενομένης δὲ τῆς συμβολῆς τῶν Περσῶν, Ἀθηναῖοι ἐπεβοήθησαν τοῖς Λακεδαιμονίοις καὶ ἐνίκησαν. 2.5ἐνταῦθα Μαρδόνιος ἔπεσεν γυμνῇ τῇ κεφαλῇ μαχόμενος, ἀναιρεθεὶς ὑπὸ Ἀειμνήστου ἀνδρὸς Λακεδαιμονίου. ἠρίστευσε δὲ ἐνταῦθα καὶ Ἀριστόδημος ὁ ὑποστρέψας ἀπὸ Θερμοπυλῶν καὶ κληθεὶς διὰ τοῦτο ὁ τρέσας διὸ Λακεδαιμόνιοι οὐκ ἔδωκαν αὐτῷ τὸ γέρας τῆς ἀριστείας, ἡγησάμενοι τὸ μὲν πρῶτον γενόμενον περὶ τὴν λειποταξίαν γνώμης εἶναι, τὸ τελευταῖον δὲ περὶ τὴν ἀριστείαν τύχης. 3.1ἐπειδὴ δὲ ἔπεσεν ὁ Μαρδόνιος, οἱ Πέρσαι ἔφυγον εἰς τὰς Θήβας, οἱ δὲ Ἕλληνες ἐπελθόντες δώδεκα μυριάδας αὐτῶν ἐφόνευσαν. ἑξάκις δὲ μυρίων ἐπιστρεφόντων ἐπὶ τὴν οἰκείαν, Ἀλέξανδρος ὁ Μακεδών, ἴδιος πρεσβευσάμενος πρὸς τοὺς Ἀθηναίους περὶ ὧν ἀπεστάλη ὑπὸ Μαρδονίου, πάντας αὐτοὺς γενομένους κατὰ Μακεδονίαν ἐφόνευσεν, ἀπολογούμενος ὅτι ἄκων ἐμήδισεν. 3.2καὶ οἱ ἐν ταῖς ναυσὶν δὲ Ἕλληνες ἐδίωκον τὸ ναυτικὸν τὸ Ξέρξου, πλεύσαντέςτε σταδίους τέσσαρας τοὺς ἀπὸ Σαλαμῖνος εἰς Μίλητον κατέλαβον τὰς ναῦς τῶν βαρβάρων καὶ ἕτοιμοι ἦσαν ναυμαχεῖν. οἱ δὲ βάρβαροι οὐ πιστεύοντες ταῖς ναυσὶ διὰ τὸ πεπειρᾶσθαι τῆς Ἀθηναίων ἐμπειρίας ἐξέβησαν καὶ ἐστρατοπεδεύσαντο περὶ Μυκάλην, ὅπερ ἐστὶν ὄρος τῆς Μιλησίας. καὶ οἱ Ἕλληνες δὲ ἀποβάντες συνέβαλον αὐτοῖς καὶ τὰς δʹ μυριάδας ἐφόνευσαν τάςτε ναῦς ἐρήμους παρέλαβον, γιγνομένηςτε τῆς μάχης τῆς ἐν Πλαταιαῖς καὶ νικώντων τῶν περὶ Μυκάλην Ἑλλήνων. 3.3ἐστρατήγει δὲ ἐπὶ τῆς Μυκάλης Λακεδαιμονίων μὲν Λεωτυχίδας ὁ βασιλεύς, Ἀθηναίων δὲ Ξάνθιππος ὁ Ἀρίφρονος, ὁ Περικλέους πατήρ. 3.4οἱ δὲ ἐν ταῖς Πλαταιαῖς Ἕλληνες μετὰ τὸ νικῆσαι ἔστησαν τρόπαια, καὶ ἑορτὴν ἤγαγον Ἐλευθέρια προσαγορεύσαντες, Θηβαίουςτε, καθὼς ὤμοσαν, ἐδεκάτευσαν. 4.1ἀπὸ δὲ τῆς Περσικῆς στρατείας ἐπὶ τὸν Πελοποννησιακὸν πόλεμον ὑπὸ τῶν Ἑλλήνων ἐπράχθη τάδε. 4.2ἐπειδὴ ἐξήλασαν τοὺς Πέρσας οἱ Ἕλληνες ἐκ τῆς Εὐρώπης, ἀποφυγόντων τῶν ἀπολειφθέντων βαρβάρων εἰς Σηστόν, οἱ Ἀθηναῖοι προσέμενον προσπολεμοῦντες, […] καὶ Παυσανίας ὁ Κλεομβρότου, ὁ τῶν Λακεδαιμονίων στρατηγός, κατὰ φιλοτιμίαν τὴν ὑπὲρ τῶν Ἑλλήνων, ἅμα διὰ προδοσίαν · αὐτῷ τοὺς Ἕλληνας ἐπὶ τῷ λαβεῖν θυγατέρα παρ’αὐτοῦ πρὸς γάμον. ὡς ἐπηρμένοςτε τῇ ἐλπίδι ταύτῃ καὶ τῷ εὐτυχήματι τῷ ἐν Πλαταιαῖς οὐκ ἐμετριοπάθει ἀλλὰ πρῶτον μὲν τρίποδα ἀναθεὶς τῷ ἐν Δελφοῖς Ἀπόλλωνι ἐπίγραμμα ἔγραψε πρὸς αὑτὸν τοιοῦτον · Ἑλλήνων ἀρχηγὸς ἐπεὶ στρατὸν ὤλεσε Μήδων Παυσανίας Φοίβῳ μνῆμ’ἀνέθηκε τόδε. 4.3τῶν δὲ ὑποτεταγμένων αὐτῷ πικρῶς ἦρχε καὶ τυραννικῶς, τὴν μὲν Λακωνικὴν δίαιταν ἀποτεθειμένος, ἐπιτετηδευκὼς δὲ τὰς τῶν Περσῶν ἐσθῆτας φορεῖν καὶ Περσικὰς τραπέζας παρατεθειμένος πολυτελεῖς, ὡς ἔθος ἐκείνοις. 5.1κατὰ δὲ τοῦτον τὸν χρόνον Ἀθηναῖοι, ἐμπεπρησμένης αὐτῶν τῆς πόλεως ὑπὸ Ξέρξου καὶ Μαρδονίου, ἐβουλεύοντο τειχίζειν αὐτήν, οἱ δὲ Λακεδαιμόνιοι οὐκ ἐπέτρεπον αὐτοῖς, πρόφασιν μὲν ποιούμενοι ὁρμητήριον εἶναι τὰς Ἀθήνας τῶν ἐπιπλεόντων βαρβάρων, τὸ δὲ ἀληθὲς φθονοῦντες καὶ μὴ βουλόμενοι πάλιν αὐξηθῆναι · οὓς Θεμιστοκλῆς συνέσει διαφέρων κατεστρατήγησεν, γιγνώσκων αὐτῶν τὸν φθόνον. 5.2ἐγκελευσάμενος γὰρ τοῖς Ἀθηναίοις τειχίζειν τὴν πόλιν ᾤχετο εἰς Λακεδαίμονα ὡς πρεσβεύων, λόγωντε γιγνομένων παρὰ τοῖς Λακεδαιμονίοις ὅτι Ἀθηναῖοι τειχίζουσι τὴν πόλιν, ἀντέλεγεν Θεμιστοκλῆς. ὡς δὲ οὐκ ἐπίστευον οἱ Λακεδαιμόνιοι, ἔπεισεν αὐτοὺς πρέσβεις πέμψαι τινὰς ἐξ αὐτῶν εἰς τὰς Ἀθήνας τοὺς γνωσομένους εἰ κτίζοιτο ἡ πόλις. τῶν δὲ Λακεδαιμονίων ἑλομένων ἄνδρας καὶ πεμψάντων, Θεμιστοκλῆς κρύφα ὑπέπεμπε τοῖς Ἀθηναίοις κατέχειν παρ’ἑαυτοῖς τοὺς ἀπεσταλμένους τῶν Λακεδαιμονίων ἄνδρας, ἕως ἂν αὐτὸς ὑποστρέψῃ εἰς τὰς Ἀθήνας. 5.3πραξάντων δὲ τοῦτο τῶν Ἀθηναίων, οἱ Λακεδαιμόνιοι αἰσθόμενοι τὴν ἀπάτην Θεμιστοκλέους, οὐδὲν διέθεσαν αὐτὸν δεινόν, δεδοικότες περὶ τῶν ἰδίων, ἀλλ’ἀποδόντες αὐτὸν ἐκομίσαντο τοὺς ἰδίους. 5.4ἐν δὲ τῷ μεταξὺ χρόνῳ ἐτειχίσθησαν αἱ Ἀθῆναι τὸν τρόπον τοῦτον. ὁ μὲν τοῦ ἄστεως περίβολος ἑξήκοντα σταδίων ἐτειχίσθη, τὰ δὲ μακρὰ τείχη φέροντα ἐπὶ τὸν Πειραιᾶ ἐξ ἑκατέρου μέρους σταδίων μʹ, ὁ δὲ τοῦ Πειραιῶς περίβολος σταδίων πʹ (ἔστι δὲ ὁ Πειραιεὺς λιμὴν εἰς δύο διῃρημένος, κέκληται δὲ αὐτοῦ τὸ μέν τι μέρος Μουνυχία, τὰ δεξιὰ δὲ ἄκρα τοῦ Πειραιῶς ᾗ ἐστιν ἔτι νῦν Δία καλεῖται · ὄχθος δέ ἐστιν ἐν Πειραιεῖ, ἐφ’ὅν τὸ τῆς Ἀρτέμιδος ἱερὸν ἵδρυται). τὸ δὲ Φαληρικὸν τεῖχος ἐκτίσθη σταδίων λʹ · πλατὺ δὲ ὥστε δύο ἅρματα ἀλλήλοις συναντᾶν. καὶ ἡ μὲν τῶν Ἀθηναίων πόλις οὕτως ἐτειχίσθη. 6.1ὁ δὲ Θεμιστοκλῆς διὰ τὴν ὑπερβάλλουσαν σύνεσιν καὶ ἀρετὴν φθονηθεὶς ἐξεδιώχθη ὑπὸ τῶν Ἀθηναίων καὶ παρεγένετο εἰς Ἄργος. 6.2Λακεδαιμόνιοι δὲ ἀκούσαντες τὰ περὶ τῆς ἐγκεχειρισμένης προδοσίας Παυσανίαι, πέμψαντες αὐτῷ τὴν σκυτάλην μετεκαλοῦντο αὐτὸν ὡς ἀπολογησόμενον. 6.3ὁ δὲ Παυσανίας ἐλθὼν εἰς τὴν Σπάρτην ἀπελογήσατο, καὶ ἀπατήσας τοὺς Λακεδαιμονίους, ἀπολυθεὶς τῆς αἰτίας ὑπεξῆλθεν καὶ πάλιν ἐνήργει τὴν προδοσίαν. 7.1ἐν δὲ τούτῳ οἱ Ἕλληνες ἀφιστάμενοι ἀπὸ τῶν Λακεδαιμονίων διὰ τὸ πικρῶς τυραννεῖσθαι ὑπὸ τοῦ Παυσανίου προσετίθεντο τοῖς Ἀθηναίοις, καὶ οὕτως ἤρξαντο πάλιν οἱ Ἀθηναῖοι φόρους λαμβάνοντες αὔξεσθαι · ναῦςτε γὰρ κατεσκεύαζον καὶ κοινὸν τῶν Ἑλληνικῶν χρημάτων θησαυροφυλάκιον ἐποιήσαντο ἐν Δήλῳ, ὕστερον δὲ […] τάλαντα ἐκ τῆς Δήλου τὰ συναχθέντα μετεκόμισαν εἰς τὰς Ἀθήνας καὶ κατέθεντο ἐντὸς ἐν ἀκροπόλει. 8.1ὁ δὲ Παυσανίας ὑπάρχων ἐν Βυζαντίῳ ἀναφανδὸν ἐμήδιζεν καὶ κακὰ διετίθει τοὺς Ἕλληνας. διεπράξατο δέ τι καὶ τοιοῦτον. ἦν ἐπιχωρίου τινὸς θυγάτηρ Κορωνίδου ὄνομα, ἐφ’ἣν ἔπεμψεν ὁ Παυσανίας ἐξαιτῶν τὸν πατέρα · ὁ δὲ Κορωνίδης δεδοικὼς τὴν ὠμότητα τοῦ Παυσανίου ἔπεμψεν αὐτῷ τὴν παῖδα. ἧς καὶ παραγενομένης νυκτὸς ἐς τὸ οἴκημα, κοιμωμένου τοῦ Παυσανίου, καὶ παραστάσης, περίυπνος γενόμενος ὁ Παυσανίας δόξαςτε κατ’ἐπιβουλήν τινα εἰσεληλυθέναι ἐπαράμενος τὸ ξιφίδιον ἐπερόνησε τὴν κόρην καὶ ἀπέκτεινε. καὶ διὰ τοῦτο εἰς μανίαν περιέστη, καὶ γενόμενος φρενομανὴς ἐκεκράγει, ὡς δὴ μαστιγούμενος ὑπὸ τῆς κόρης · πολλοῦ δὲ χρόνου διαγενομένου ἐξιλάσατο τοὺς δαίμονας τῆς παιδὸς καὶ οὕτως ἀποκατέστη. 8.2τῆς δὲ προδοσίας οὐκ ἐπαύετο ἀλλὰ γράψας ἐπιστολὰς Ξέρξῃ Ἀργιλίῳ ἀγαπωμένῳ ἑαυτοῦ δίδωσι ταύτας, ἐγκελευσάμενος κομίζειν πρὸς Ξέρξην. ὁ δὲ Ἀργίλιος δεδοικὼς περὶ αὑτοῦ, ἐπειδὴ γὰρ οὐ δὲ οἱ πρότεροι πεμφθέντες ἀπενόστησαν, πρὸς Ξέρξην οὐ παρεγένετο, ἐλθὼν δὲ εἰς Σπάρτην τοῖς ἐφόροις ἐμήνυσε τὴν προδοσίαν, ὑπέσχετο δὲ κατάφωρον δείξειν τὸν Παυσανίαν. καὶ συνθέμενος περὶ τούτων ἦλθεν εἰς Ταίναρον ἔντε τῷ τοῦ Ποσειδῶνος τεμένει ἱκέτευεν · οἱ δὲ ἔφοροι παραγενόμενοι καὶ αὐτοὶ εἰς τὸ αὐτὸ τέμενος καὶ διπλῆν σκηνὴν κατασκευάσαντες ἐν αὐτῇ ἔκρυψαν ἑαυτούς. 8.3οὐκ ἐπιστάμενος δὲ ὁ Παυσανίας ταῦτα, ἀκούσας δὲ τὸν Ἀργίλιον ἱκετεύοντα, παρεγένετο πρὸς αὐτὸν καὶ ἀπεμέμφετο ἐπὶ τῷ μὴ κομίσαι τὰς ἐπιστολὰς πρὸς Ξέρξην, ἄλλατέ τινα τεκμήρια διεξῄει τῆς προδοσίας. οἱ δὲ ἔφοροι ἀκούσαντες τῶν ῥηθέντων παραχρῆμα μὲν οὐ συνελάβοντο αὐτὸν διὰ τὸ εἶναι ἅγιον τὸ τέμενος ἀλλ’εἴασαν ἀπελθεῖν, ὕστερον δὲ αὐτὸν ἐλθόντα εἰς Σπάρτην ἐβούλοντο συλλαμβάνεσθαι · ὁ δὲ ὑπονοήσας εἰσέδραμεν εἰς τὸ τῆς Χαλκιοίκου Ἀθηνᾶς τέμενος καὶ ἱκέτευεν. 8.4τῶν δὲ Λακεδαιμονίων ἐν ἀπόρῳ ὄντων διὰ τὴν εἰς τὸν θεὸν θρησκείαν, ἡ μήτηρ τοῦ Παυσανίου βαστάσασα πλίνθον ἔθηκεν ἐπὶ τῆς εἰσόδου τοῦ τεμένους, προκαταρχομένη τῆς κατὰ τοῦ παιδὸς κολάσεως · οἱ δὲ Λακεδαιμόνιοι κατακολουθήσαντες αὐτῇ ἐνῳκοδόμησαν τὸ τέμενος, καὶ λιμῷ διαφθαρέντος τοῦ Παυσανίου, ἀνελόντες τὴν στέγην, ἐξείλκυσαν τοῦ ναοῦ ἔτι ἐμπνέοντα τὸν Παυσανίαν καὶ ἐξέρριψαν. 8.5διὰ δὲ τοῦτο λοιμὸς αὐτοὺς κατέσχεν · θεοῦ δὲ χρήσαντος, ἐπὰν ἐξιλάσωνται τοὺς δαίμονας τοῦ Παυσανίου, παύσασθαι τὸν λοιμόν, ἀνδριάντα αὐτῷ ἀνέστησαν, καὶ ἐπαύσατο ὁ λοιμός. 9.1ζητήσεως δὲ οὔσης παρὰ τοῖς Ἕλλησι τίνας δεῖ προγραφῆναι αὐτῶν τῶν συμμεμαχηκότων ἐν τῷ Μηδικῷ πολέμῳ, ἐξεῦρον οἱ Λακεδαιμόνιοι τὸν δίσκον, ἐφ’οὗ κυκλοτερῶς ἐπέγραψαν τὰς ἠγωνισμένας πόλεις, ὡς μήτε πρώτους τινὰς γεγράφθαι μήθ’ὑστέρους. 10.1Λακεδαιμόνιοι δέ, ἐπειδὴ τὰ τοῦ Παυσανίου ἐπονειδίστως ἐκεχωρήκει, τοὺς Ἀθηναίους ἔπειθον λέγοντες ἐν ταῖς Παυσανίου ἐπιστολαῖς κοινωνὸν εὑρηκέναι τῆς προδοσίας Θεμιστοκλέα. ὁ δὲ Θεμιστοκλῆς δεδοικὼς τοὺς Λακεδαιμονίους οὐκ ἔμεινεν ἐν τῷ Ἄργει ἀλλὰ παρεγένετο εἰς Κέρκυραν κα- κἀκεῖθεν εἰς Μολοσσοὺς πρὸς Ἄδμητον βασιλεύοντα καὶ ἐχθρὸν αὐτῷ πρότερον. 10.2τῶν δὲ Λακεδαιμονίων παραγενομένων πρὸς τὸν Ἄδμητον καὶ ἐξαιτούντων αὐτόν, ἡ γυνὴ τοῦ Ἀδμήτου ὑπέθετο Θεμιστοκλεῖ ἁρπάσαι τὸν τοῦ βασιλέως παῖδα καὶ καθεσθῆναι ἐπὶ τῆς ἑστίας ἱκετεύοντα. πράξαντος δὲ τοῦ Θεμιστοκλέους, ὁ Ἄδμητος κατελεήσας αὐτὸν οὐκ ἐξέδωκεν ἀλλ’ἀπεκρίθη τοῖς Πελοποννησίοις μὴ ὅσιον εἶναι ἐκδοῦναι τὸν ἱκέτην. 10.3ὁ δὲ Θεμιστοκλῆς οὐκ ἔχων ὅπου ὑποστρέψει ἐπὶ τὴν Περσίδα ἔπλει. ἐκινδύνευσε δὲ καὶ πλέων ἁλῶναι καὶ παραληφθῆναι. Νάξον γὰρ πολεμούντων τῶν Ἀθηναίων ἡ ναῦς τοῦ Θεμιστοκλέους χειμῶνος ἐπιγενομένου προσήγετο τῇ Νάξῳ · ὁ δὲ Θεμιστοκλῆς δεδοικὼς μήποτε συλληφθῇ ὑπὸ τῶν Ἀθηναίων ἠπείλησε τῷ κυβερνήτῃ ἀναιρήσειν αὐτόν, εἰ μὴ ἀντέχοι τοῖς πνεύμασιν. ὁ δὲ κυβερνήτης δείσας τὴν ἀπειλὴν ὥρμησεν ἐπὶ σάλου νύκτα καὶ ἡμέραν καὶ ἀντέσχε τοῖς ἀνέμοις · καὶ οὕτω Θεμιστοκλῆς διασωθεὶς παρεγένετο εἰς τὴν Περσίδα. 10.4καὶ Ξέρξην μὲν οὐ κατέλαβε ζῶντα, Ἀρταξέρξην δὲ τὸν υἱὸν αὐτοῦ · ᾧ οὐκ ἐνεφανίσθη ἀλλὰ διατρίψας ἐνιαυτὸν καὶ μαθὼν τὴν Περσικὴν γλῶσσαν, τότε παρεγένετο πρὸς τὸν Ἀρταξέρξην, καὶ ὑπέμνησεν αὐτὸν τῶν εὐεργεσιῶν, ἃς ἐδόκει κατατεθεῖσθαι εἰς τὸν πατέρα αὐτοῦ Ξέρξην, λέγων καὶ τῆς σωτηρίας αὐτῷ γεγενῆσθαι αἴτιος, ὑποδείξας λύσοντας τοὺς Ἕλληνας τὸ ζεῦγμα. ὑπέσχετο δέ, εἰ λάβοι στρατὸν παρ’αὐτοῦ, χειρώσασθαι τοὺς Ἕλληνας. 10.5ὁ δὲ Ἀρταξέρξης προσσχὼν τοῖς εἰρημένοις ἔδωκεν αὐτῷ στρατὸν καὶ τρεῖς πόλεις εἰς χορηγίαν, Μαγνησίαν μὲν εἰς σῖτον, Λάμψακον δὲ εἰς οἶνον, Μυοῦντα δὲ εἰς ὄψον. λαβὼν δὲ Θεμιστοκλῆς καὶ παραγενόμενος εἰς Μαγνησίαν, ἐγγὺς ἤδη γενόμενος τῆς Ἑλλάδος μετενόησεν, οὐχ ἡγησάμενος δεῖν πολεμεῖν τοῖς ὁμοφύλοις · θύων δὲ τῇ Λευκοφρύνῃ Ἀρτέμιδι, σφαττομένου ταύρου ὑποσχὼν φιάλην καὶ πληρώσας αἵματος ἔπιεν καὶ ἐτελεύτησεν. 11.1οἱ δὲ Ἕλληνες οὐ γνόντες ταῦτα ἐξεδίωκον τὸν στρατὸν τὸν ἅμα τῷ Θεμιστοκλεῖ καὶ παραγενόμενοι δὲ ἔγνωσαν καὶ ἀντεπεστράτευον τῷ Ἀρταξέρξῃ εὐθέωςτε τὰς Ἰωνικὰς καὶ τὰς λοιπὰς πόλεις Ἑλληνίδας ἠλευθέρουν Ἀθηναῖοι. 11.2Κίμωνος δὲ τοῦ Μιλτιάδου στρατηγοῦντος ἀνέπλευσαν ἐπὶ τὴν Παμφυλίαν κατὰ τὸν λεγόμενον Εὐρυμέδοντα ποταμὸν καὶ ἐναυμάχησαν Φοίνιξι καὶ Πέρσαις καὶ λαμπρὰ ἔργα ἐπεδείξαντο, ἑκατόντε ναῦς ἑλόντες αὐτάνδρους ἐπεζομάχησαν · καὶ δύο τρόπαια ἔστησαν, τὸ μὲν κατὰ γῆν τὸ δὲ κατὰ θάλατταν. 11.3ἔπλευσαν δὲ καὶ κατὰ Κύπρον καὶ ἐπ’Αἴγυπτον. ἐβασίλευσε δὲ τῆς Αἰγύπτου Ἴναρος υἱὸς Ψαμμητίχου, ὃς ἀποστὰς Ἀρταξέρξου βοηθοὺς ἐπηγάγετο αὑτῷ τοὺς Ἀθηναίους, οἵτινες ἔχοντες σʹ ναῦς ἐπολέμησαν ἐπὶ ἔτη ἓξ τοῖς βαρβάροις. 11.4μετὰ δὲ ταῦτα Μεγάβυξος ὁ Ζωπύρου καταπεμφθεὶς ὑπὸ Ἀρταξέρξου, ὡρμημένων τῶν Ἀθηναίων ἐν τῇ καλουμένῃ Προσωπίτιδι νήσῳ ἐπί τινος ποταμοῦ, ἐκτρέπει τὸ ῥεῖθρον τοῦ ποταμοῦ ἐποίησέτε τὰς ναῦς ἐπὶ τῆς γῆς ἀπολειφθῆναι. ἐκτραπεισῶν δὲ νʹ νεῶν Ἀττικῶν προσπλεουσῶν τῇ Αἰγύπτῳ οἱ περὶ τὸν Μεγάβυξον καὶ ταύτας παρέλαβον καὶ ἃς μὲν διέφθειραν, ἃς δὲ κατέσχον. τῶν δὲ ἀνδρῶν οἱ μὲν πλείους διεφθάρησαν, ὀλίγοι δὲ παντάπασιν ὑπέστρεψαν εἰς τὴν οἰκείαν. 12.1μετὰ δὲ ταῦτα Ἑλληνικὸς πόλεμος ἐγένετο Ἀθηναίων καὶ Λακεδαιμονίων ἐν Τανάγραι. καὶ οἱ μὲν Λακεδαιμόνιοι ἦσαν τὸν ἀριθμὸν μύριοι τρισχίλιοι, οἱ δὲ Ἀθηναῖοι μύριοι ἑξακισχίλιοι · καὶ νικῶσιν Ἀθηναῖοι. 12.2παραταξάμενοι δὲ πάλιν ἐν Οἰνοφύτοις, στρατηγοῦντος αὐτῶν Τολμίδου καὶ Μυρωνίδου, ἐνίκησαν Βοιωτοὺς καὶ κατέσχον Βοιωτίαν. 13.1εὐθὺς ἐστράτευσαν ἐπὶ Κύπρον, στρατηγοῦντος αὐτῶν Κίμωνος τοῦ Μιλτιάδου. ἐνταῦθα λιμῷ συνεσχέθησαν, καὶ Κίμων νοσήσας ἐν Κιτίῳ πόλει τῆς Κύπρου τελευτᾶι. οἱ δὲ Πέρσαι ὁρῶντες κεκακωμένους τοὺς Ἀθηναίους, περιφρονήσαντες αὐτῶν ἐπῆλθον ταῖς ναυσίν · καὶ ἀγὼν γίνεται κατὰ θάλατταν, ἐν ᾧ νικῶσιν Ἀθηναῖοι. 13.2καὶ στρατηγὸν αἱροῦνται Καλλίαν τὸν ἐπίκλην Λακκόπλουτον, ἐπεὶ θησαυρὸν εὑρὼν ἐν Μαραθῶνι ἀνελόμενος αὐτὸν ἐπλούτησεν. οὗτος ὁ Καλλίας ἐσπείσατο πρὸς Ἀρταξέρξην καὶ τοὺς λοιποὺς Πέρσας. ἐγένοντο δὲ αἱ σπονδαὶ ἐπὶ τοῖσδε · ἐφ’ᾧ ἐντὸς Κυανέων καὶ Νέσσου ποταμοῦ καὶ Φασηλίδος, ἥτις ἐστὶν πόλις Παμφυλίας, καὶ Χελιδονέων μὴ μακροῖς πλοίοις καταπλέωσι Πέρσαι, καὶ ἐντὸς τριῶν ἡμερῶν ὁδόν, ἣν ἂν ἵππος ἀνύσῃ διωκόμενος, μὴ κατιῶσιν. καὶ σπονδαὶ οὖν ἐγένοντο τοιαῦται. 14.1μετὰ δὲ ταῦτα Ἑλληνικὸς πόλεμος ἐγένετο ἐξ αἰτίας τοιαύτης Λακεδαιμόνιοι ἀφελόμενοι Φωκέων τὸ ἐν Δελφοῖς ἱερὸν παρέδοσαν Λοκροῖς, καὶ Ἀθηναῖοι ἀφελόμενοι αὐτοὺς ἀπέδοσαν πάλιν τοῖς Φωκεῦσιν. 14.2ὑποστρεφόντων δὲ τῶν Ἀθηναίων ἀπὸ τῆς μάχης, στρατηγοῦντος αὐτῶν Τολμίδου, καὶ γενομένων κατὰ Κορώνειαν, ἐπιθέμενοι αὐτοῖς ἄφνω Βοιωτοὶ οὖσιν ἀπαρασκεύοις ἐτρέψαντο αὐτοὺς καί τινας ἐξ αὐτῶν ἐζώγρησαν, οὕστινας ἀπαιτούντων Ἀθηναίων οὐ πρότερον ἀπέδοσαν ἢ τὴν Βοιωτίαν ἀπολαβεῖν. 15.1καὶ μετὰ ταῦτα εὐθὺς Ἀθηναῖοι περιπλεύσαντες τὴν Πελοπόννησον Γύθειον εἷλον · καὶ Τολμίδης χιλίους ἔχων Ἀθηναίους ἐπιλέκτους διῆλθε τὴν Πελοπόννησον. 15.2καὶ πάλιν Εὔβοιαν ἀποστᾶσαν εἷλον Ἀθηναῖοι. 15.3ἐν δὲ τούτῳ τοῖς Ἕλλησι σπονδαὶ τριακοντούτεις ἐγένοντο. 15.4τῷ τεσσαρεσκαιδεκάτῳ δὲ ἔτει Ἀθηναῖοι Σάμον πολιορκήσαντες εἷλον, στρατηγοῦντος αὐτῶν Περικλέους καὶ Σοφοκλέους. ἐν δὲ τῷ αὐτῷ ἔτει οὕτω λύονται αἱ τῶν λʹ ἐτῶν σπονδαί, καὶ ἐνίσταται ὁ Πελοποννησιακὸς πόλεμος. 16.1αἰτίαι δὲ καὶ πλείονες φέρονται περὶ τοῦ πολέμου · πρώτη δὲ ἡ κατὰ Περικλέα. φασὶ γὰρ ὅτι τῶν Ἀθηναίων κατασκευαζόντων τὴν ἐλεφαντίνην Ἀθηνᾶν καὶ ἀποδειξάντων ἐργεπιστάτην τὸν Περικλέα, τεχνίτην δὲ Φειδίαν, ἁλόντος τοῦ Φειδίου ἐπὶ νοσφισμῷ, εὐλαβηθεὶς ὁ Περικλῆς μὴ καὶ αὐτὸς εὐθύνας ἀπαιτηθῇ, βουλόμενος ἐκκλῖναι τὰς κρίσεις ἐπολιτεύσατο τὸν πόλεμον τοῦτον, γράψας τὸ κατὰ Μεγαρέων ψήφισμα. 16.2διαπιστοῦται δὲ ταῦτα καὶ ὁ τῆς ἀρχαίας κωμῳδίας ποιητὴς λέγων οὕτως · ὦ λιπερνῆτες γεωργοί, τα- τἀμὰ δὴ συνίετε ῥημάτια εἰ βούλοισθ’ἀκοῦσαι τήνδ’ὅπως ἀπώλετο. πρῶτον μὲν γὰρ ἤρξατ’αὐτῆς Φειδίας πράξας κακῶς · εἶτα Περικλέης φοβηθεὶς μὴ μετάσχοι τῆς τύχης, τὰς φύσεις ὑμῶν δεδοικὼς καὶ τὸν αὐθάδη τρόπον, ἐμβαλὼν σπινθῆρα μικρὸν Μεγαρικοῦ ψηφίσματος ἐξεφύσησεν τοσοῦτον πόλεμον ὥστ’ἐκ τοῦ καπνοῦ πάντας Ἕλληνας δακρῦσαι τούςτ’ἐκεῖ τούςτ’ἐνθάδε. 16.3καὶ πάλιν ὑποβάς · πόρνην εἰς μέθην ἰοῦσαν Μεγαρίδα νεανίαι κλέπτουσι μεθυσοκότταβοι · κα- κἄιπειθ’οἱ Μεγαρῆς ὀδύναις πεφυσιγγωμένοι ἀντέκλεψαν Ἀσπασίας πόρνας δύο. ἐνθένδ’ὁ πόλεμος ἐμφανῶς κατερράγη Ἕλλησι πᾶσιν ἐκ τριῶν λαικαστριῶν. ἐνθένδε μέντοι Περικλέης Ὀλύμπιος ἤστραπτ’, ἐβρόντα, συνεκύκα τὴν Ἑλλάδα, ἐτίθει νόμους ὥσπερ σκόλια γεγραμμένους, ὡς χρὴ Μεγαρέας μήτ’ἐν ἀγορᾷ μήτ’ἐν ἠπείρῳ μένειν. 16.4φασὶ δὲ ὅτι τοῦ Περικλέους σκεπτομένου περὶ τῆς ἀποδόσεως τῶν λόγων ὑπὲρ τῆς ἐργεπιστασίας Ἀλκιβιάδης ὁ Κλεινίου, ἐπιτροπευόμενος ὑπ’αὐτοῦ εἶπεν · “μὴ σκέπτου πῶς ἀποδῷς τοὺς λόγους Ἀθηναίοις, ἀλλὰ πῶς μὴ ἀποδῷς. 17.1δευτέρα δὲ αἰτία φέρεται καὶ Κερκυραίων καὶ Ἐπιδαμνίων τοιαύτη. Ἐπίδαμνος ἦν πόλις Κερκυραίων ἄποικος, ἡ δὲ Κέρκυρα Κορινθίων. πλημμελούμενοι οὖν κατ’ἐκεῖνον τὸν καιρὸν καὶ ὑπερηφανευόμενοι ὑπὸ τῶν Κερκυραίων οἱ Ἐπιδάμνιοι, προσποιησάμενοι συμμάχους τοὺς Κορινθίους ὡς μητροπολίτας, ἐστράτευσαν ἐπὶ Κέρκυραν καὶ ἐπολέμουν. 17.2πιεζόμενοι δὲ Κερκυραῖοι τῷ πολέμῳ ἔπεμψαν περὶ συμμαχίας πρὸς Ἀθηναίους, ἔχοντες πολὺ ναυτικόν. ὁμοίως δὲ καὶ οἱ Κορίνθιοι ἔπεμψαν πρὸς Ἀθηναίους, ἀξιοῦντες ἑαυτοῖς καὶ μὴ τοῖς Κερκυραίοις βοηθεῖν αὐτούς. οἱ δὲ Ἀθηναῖοι εἵλοντο μᾶλλον βοηθεῖν τοῖς Κερκυραίοις · καὶ ἐναυμάχησαν τοῖς Κορινθίοις οὖσιν ἐνσπόνδοις. καὶ διὰ τοῦτο αἱ σπονδαὶ ἐλύθησαν. 18.1τρίτη αἰτία φέρεται τοιαύτη. Ποτίδαια πόλις ἄποικος Κορινθίων ἦν ἐπὶ Θρᾴκης. ἐπὶ ταύτην ἔπεμψαν Ἀθηναῖοι, βουλόμενοι παραλαβεῖν αὐτήν. οἱ δὲ Ποτιδαιᾶται προσέθεντο τοῖς Κορινθίοις, καὶ διὰ τοῦτο μάχη ἐγένετο Ἀθηναίων καὶ Κορινθίων, καὶ ἐξεπολιόρκησαν τὴν Ποτίδαιαν οἱ Ἀθηναῖοι. 19.1τετάρτη αἰτία φέρεται ἡ καὶ ἀληθεστάτη. οἱ Λακεδαιμόνιοι ὁρῶντες αὐξανομένους τοὺς Ἀθηναίους καὶ ναυσὶ καὶ χρήμασι καὶ ξυμμάχοις […]