Bacchius the Elder

Introduction to the Art of Music

μουσικὴ τίς ἐστιν; εἴδησις μέλους καὶ τῶν περὶ μέλος συμβαινόντων. μουσικὸς δὲ τίς; εἰδὼς τὰ κατὰ τὰς μελῳδίας συμβαίνοντα. πῶς ὑπάρχει; μὲν φύσει, δὲ τῇ ἡμετέρᾳ χρήσει. ποῖα οὖν φύσει; αἵτε ὀξύτητες καὶ βαρύτητες καὶ τὰ διαστήματα. ποῖα δὲ τῇ ἡμετέρᾳ χρήσει; περὶ τοὺς φθόγγους μελοποιΐα. αὐτὴ δὲ μουσικὴ ἐκ τίνος σύγκειται; ἐκ φθόγγων ἐμμελῶν καὶ συστημάτων. φθόγγος δὲ καθόλου τί ἐστι; φωνῆς ἐμμελοῦς πτῶσις ἐπὶ μίαν τάσιν. μία γὰρ τάσις ἐν φωνῇ ληφθεῖσα ἐμμελῆ φθόγγον ἀποτελεῖ. σύστημα δὲ τί ἐστι; τὸ ἐκ πλειόνων δύο φθόγγων μελῳδούμενον. διάστημα δὲ τί ἐστι; διαφορὰ δύο φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι. τί οὖν ἐστιν ἐλάχιστον τῶν μελῳδουμένων; φθόγγος. τί δέ ἐστιν ἐλάχιστον τῶν διαστημάτων; δίεσις. δίεσις δὲ τί ἐστιν; δύναται ἡμετέρα φύσις ἐμμελῶς ἐλάχιστον ἀνεῖναίτε καὶ ἐπιτεῖναι. τῆς δὲ διέσεως τί διπλάσιον; ἡμιτόνιον. τοῦ δὲ ἡμιτονίου διπλάσιον τί; τόνος. τόνος δὲ τί ἐστιν; ὧι μείζων διὰ πέντε συμφωνία τῆς διὰ τεσσάρων. συμφωνία δὲ τί ἐστι; κρᾶσις δύο φθόγγων ἀνομοίων ὀξύτητι καὶ βαρύτητι λαμβανομένων, ἐν οὐδέν τι μᾶλλον τὸ μέλος φαίνεται τοῦ βαρυτέρου φθόγγου ἤπερ τοῦ ὀξυτέρου, οὐ δὲ τοῦ ὀξυτέρου ἤπερ τοῦ βαρυτέρου. πόσα οὖν εἴδη συμφωνιῶν ἐν τῷ τελείῳ συστήματι; ἕξ. τίνα ταῦτα; διὰ τεσσάρων, διὰ πέντε, διὰ πασῶν, διὰ πασῶν καὶ διὰ δʹ, διὰ πασῶν καὶ διὰ πέντε, δὶς διὰ πασῶν. τίνες οὖν αὐτὰ φθόγγοι δηλοῦσι; τὴν μὲν διὰ τεσσάρων 𝈒𝈩 καὶ Φ𝈓, τὴν δὲ διὰ πέντε 𝈒𝈩 καὶ ΣΣ, τὴν δὲ διὰ πασῶν 𝈒𝈩 καὶ Ι𝈶, τὴν δὲ διὰ πασῶν καὶ διὰ τεσσάρων 𝈒𝈩 καὶ ℧Ζ, τὴν δὲ διὰ πασῶν καὶ διὰ πέντε 𝈒𝈩 καὶ 𝈚𝈿, τὴν δὲ δὶς διὰ πασῶν 𝈒𝈩 καὶ Ιʹ𝈶ʹ. οὖν διὰ τεσσάρων ἐκ πόσων τόνων συνέστηκε; β𐅵ʹʹ. δὲ διὰ πέντε ἐκ πόσων; ἐκ γ𐅵ʹʹ. δὲ διὰ πασῶν ἐκ πόσων; ϛ. δὲ διὰ πασῶν καὶ διὰ δʹ; ἐκ τόνων η𐅵ʹʹ. δὲ διὰ πασῶν καὶ διὰ εʹ; ἐκ τόνων θ𐅵ʹʹ. δὲ δὶς διὰ πασῶν; ἐκ τόνων ιβʹ. πόσα οὖν ἐν αὐτοῖς ἐστι διὰ τεσσάρων διαστήματα; ιβ. τίνα ταῦτα; πρῶτον μὲν τὸ ἀπὸ 𝈒𝈩 ἐπὶ Φ𝈓, δεύτερον δὲ τὸ ἀπὸ 𝈕Γ ἐπὶ ΣΣ, τρίτον τὸ ἀπὸ 𝈖𝈪 ἐπὶ Ρ𝈱, τέταρτον τὸ ἀπὸ τῆς Φ𝈓 ἐπὶ Μ𝈳, πέμπτον τὸ ἀπὸ ΣΣ ἐπὶ Ι𝈶, ἕκτον τὸ ἀπὸ Ρ𝈱 ἐπὶ Θ𝈍, ἕβδομον τὸ ἀπὸ Μ𝈳 ἐπὶ ΓΝ, ὄγδοον τὸ ἀπὸ Ι𝈶 ἐπὶ ℧Ζ, ἔνατον τὸ ἀπὸ Ζ𝈸 ἐπὶ 𝈚𝈿, δέκατον τὸ ἀπὸ Ε𝈈 ἐπὶ 𝈛𝈾, ἑνδέκατον τὸ ἀπὸ ℧Ζ ἐπὶ Μʹ𝈳ʹ, δωδέκατον τὸ ἀπὸ 𝈚𝈿 ἐπὶ Ιʹ𝈶ʹ. διὰ πέντε πόσα; δέκα. τίνα ταῦτα; πρῶτον μὲν τὸ ἀπὸ 𝈒𝈩 ἐπὶ ΣΣ, δεύτερον τὸ ἀπὸ 𝈖𝈪 ἐπὶ Μ𝈳, τρίτον τὸ ἀπὸ Φ𝈓 ἐπὶ Ι𝈶, τέταρτον δὲ τὸ ἀπὸ ΣΣ ἐπὶ Ζ𝈸, πέμπτον τὸ ἀπὸ Ρ𝈱 ἐπὶ Ε𝈈, ἕκτον τὸ ἀπὸ Μ𝈳 ἐπὶ ℧Ζ, ἕβδομον τὸ ἀπὸ Ι𝈶 ἐπὶ 𝈚𝈿, ὄγδοον τὸ ἀπὸ Θ𝈍 ἐπὶ Υ𝈾, ἔνατον τὸ ἀπὸ Ε𝈈 ἐπὶ Μʹ𝈳ʹ, δέκατον τὸ ἀπὸ ℧Ζ ἐπὶ Ιʹ𝈶ʹ. διὰ πασῶν δὲ πόσα; ὀκτώ. τίνα ταῦτα; πρῶτον μὲν τὸ ἀπὸ 𝈒𝈩 ἐπὶ Ι𝈶, δεύτερον τὸ ἀπὸ 𝈕Γ ἐπὶ Ζ𝈸, τρίτον τὸ ἀπὸ 𝈖𝈪 ἐπὶ Ε𝈈, τέταρτον τὸ ἀπὸ Φ𝈓 ἐπὶ ℧Ζ, πέμπτον τὸ ἀπὸ ΣΣ ἐπὶ 𝈚𝈿, ἕκτον τὸ ἀπὸ Ρ𝈱 ἐπὶ 𝈛𝈾, ἕβδομον τὸ ἀπὸ Μ𝈳 ἐπὶ Μʹ𝈳ʹ, ὄγδοον τὸ ἀπὸ Ι𝈶 ἐπὶ Ιʹ𝈶ʹ. διὰ πασῶν δὲ καὶ διὰ τεσσάρων πόσα; πέντε. τίνα ταῦτα; πρῶτον μὲν τὸ ἀπὸ 𝈒𝈩 ἐπὶ ℧Ζ, δεύτερον τὸ ἀπὸ 𝈕Γ ἐπὶ 𝈚𝈿, τρίτον τὸ ἀπὸ 𝈖𝈪 ἐπὶ 𝈛𝈾, τέταρτον τὸ ἀπὸ Φ𝈓 ἐπὶ Μʹ𝈳ʹ, πέμπτον τὸ ἀπὸ ΣΣ ἐπὶ Ιʹ𝈶ʹ. διὰ πασῶν δὲ καὶ διὰ πέντε πόσα; τρία. τίνα ταῦτα; πρῶτον μὲν τὸ ἀπὸ 𝈒𝈩 ἐπὶ 𝈚𝈿, δεύτερον δὲ τὸ ἀπὸ 𝈖𝈪 ἐπὶ Μʹ𝈳ʹ, τρίτον τὸ ἀπὸ Φ𝈓 ἐπὶ Ιʹ𝈶ʹ. δὶς διὰ πασῶν πόσα; ἕν, τὸ ἀπὸ 𝈒𝈩 ἐπὶ Ιʹ𝈶ʹ. μέλος δὲ τί ἐστιν; ἄνεσις καὶ ἐπίτασις δι’ἐμμελῶν φθόγγων γινομένη. πυκνὸν δὲ τί ἐστι; τὸ ἐκ δύο διαστημάτων ἐλαχίστων συγκείμενον ἐν ἑκάστῳ γένει. γένος δὲ τί ἐστιν; ἐν τετραχόρδῳ γενομένη διαίρεσις. πόσα οὖν γένη ἐστὶ τὰ μελῳδούμενα; τρία. τίνα ταῦτα; ἐναρμόνιον, χρῶμα, διάτονον. τὸ οὖν ἁρμονικὸν πῶς μελῳδεῖται; ἐπὶ μὲν τὸ ὀξὺ κατὰ δίεσιν καὶ δίεσιν καὶ δίτονον, ἐπὶ δὲ τὸ βαρὺ κατὰ τοὐναντίον. τὸ δὲ χρῶμα πῶς μελῳδεῖται; ἐπὶ μὲν τὸ ὀξὺ καθ’ἡμιτόνιον καὶ ἡμιτόνιον καὶ τριημιτόνιον, ἐπὶ δὲ τὸ βαρὺ κατὰ τοὐναντίον. τὸ δὲ διάτονον πῶς μελῳδεῖται; ἐπὶ μὲν τὸ ὀξὺ καθ’ἡμιτόνιον καὶ τόνον καὶ τόνον, ἐπὶ δὲ τὸ βαρὺ κατὰ τοὐναντίον. τετράχορδον δὲ τί ἐστι; τάξις φθόγγων ἑξῆς μελῳδουμένων, ὧν οἱ ἄκροι πρὸς ἀλλήλους συμφωνοῦσι κατὰ τὸ διὰ τεσσάρων. τετραχόρδων οὖν ἐστιν εἴδη πόσα; τρία. τίνα ταῦτα; πρῶτον μὲν τὸ ὑπὸ βαρυπύκνων περιεχόμενον, δεύτερον δὲ τὸ ὑπὸ μεσοπύκνων περιεχόμενον, τρίτον δὲ τὸ ὑπὸ ὀξυπύκνων περιεχόμενον. πόσα οὖν ἐστι τετράχορδα ἐν τῷ ἀμεταβόλῳ συστήματι; κατὰ μὲν τὸ πλῆθος ἀόριστα, κατὰ δὲ δύναμιν πέντε. τίνα ταῦτα; ὑπάτων, μέσων, συνημμένων, διεζευγμένων, ὑπερβολαίων. πόσοι φθόγγοι ἐν τῷ ἀμεταβόλῳ συστήματι; ὀκτωκαίδεκα. τίνες οὗτοι; 𝈒𝈩 𝈕Γ 𝈖𝈪 Φ𝈓 ΣΣ Ρ𝈱 Μ𝈳 Ι𝈶 Θ𝈍 ΓΝ ℧Ζ Ζ𝈸 Ε𝈈 ℧Ζ 𝈚𝈿 𝈛𝈾 Μʹ𝈳ʹ Ιʹ𝈶ʹ. τούτων πόσοι ἑστῶτες; η. τίνες οὗτοι; 𝈒𝈩 𝈕Γ ΣΣ Ι𝈶 Ζ𝈸 ℧Ζ 𝈚𝈿 Ιʹ𝈶ʹ. φερόμενοι δὲ πόσοι; δέκα. τίνες οὗτοι; 𝈖𝈪 Φ𝈓 Ρ𝈱 Μ𝈳 Θ𝈍 ΓΝ Ε𝈈 ℧Ζ 𝈛𝈾 Μʹ𝈳ʹ. βαρύτονοι πυκνῶν πόσοι; πέντε. τίνες οὗτοι; 𝈖𝈪 Ρ𝈱 Θ𝈍 Ε𝈈 𝈛𝈾. ὀξύτατοι δὲ πυκνῶν ἐναρμονίων πόσοι; πέντε. τίνες οὗτοι; 𝈗𝈕 ΠϽ Η𝈷 Δ𝈹 𝈜𝈽. ὀξύτατοι δὲ χρωματικῶν ἐγγεγραμμένων πόσοι; πέντε. τίνες οὗτοι; 𝈗𝈕 𝈈Ͻ Η𝈷 Δ𝈹 𝈜𝈽. ὀξύτατοι δὲ πυκνῶν διατόνων πόσοι; πέντε. τίνες οὗτοι; 𝈓Φ Μ𝈳 ΓΝ ℧Ζ Μʹ𝈳ʹ. ἄπυκνοι δὲ πόσοι; τρεῖς. τίνες οὗτοι; 𝈒𝈩 ℧Ζ Ιʹ𝈶ʹ. μέντοι μέση δοκεῖ ἔχειν πρὸς τὰς λοιπάς τινα διαφοράν · κατὰ μὲν γὰρ τὰς συναφὰς βαρύπυκνος, κατὰ δὲ τὴν διάζευξιν ἄπυκνος. ἑστῶτας μὲν οὖν φθόγγους διὰ τί λέγομεν εἶναι; διὰ τὸ περιέχεσθαι ὑπ’αὐτῶν τὰ τετράχορδα καὶ πεντάχορδα. φερομένους δὲ τοὺς ὑπὸ τούτων περιεχομένους. δι’ὧν τὰ διαστήματα πάντα ἀνίεται καὶ ἐπιτείνεται πλὴν δύο. τίνων τούτων; ἐκλύσεως καὶ ἐκβολῆς. πῶς; ἔκλυσις μὲν γὰρ ἀνίεται, ἐκβολὴ δὲ ἐπιτείνεται. ἐν τίνι γένει; ἐναρμονίῳ, ἐν ἄλλῳ δὲ γένει οὔ. συναφὰς οὖν πόσας λέγεις ἐν αὐτοῖς ὑπάρχειν; τρεῖς. τίνας ταύτας; αἷς κατὰ φθόγγον κοινωνία ἐστί. λέγω δὲ οὕτως · ὅταν δύο τετραχόρδων ὁμοιοσχήμων φθόγγος ἐφ’ἑκάτερα κοινωνῇ, τοῦ μὲν βαρυτέρου τετραχόρδου ὀξύτερος ὤν, τοῦ δὲ ὀξυτέρου βαρύτερος. ποῖοι οὖν αὐτὰ φθόγγοι συνάπτουσι; τὸ μὲν ὑπάτων πρὸς τὸ μέσων ΣΣ, τὸ δὲ μέσων τῷ συνημμένων τὸ Ι𝈶, τὸ δὲ διεζευγμένων τῷ ὑπερβολαίων τὸ 𝈚𝈿. διάζευξις δὲ τί ἐστιν; ὅταν δύο βαρυπύκνων φθόγγων τόνος ἀνὰ μέσον. πόσας οὖν ἐροῦμεν διαζεύξεις; δύο. τίνας ταύτας; τὴν μέσων καὶ τὴν συνημμένων. τὴν μὲν οὖν μέσων καὶ διεζευγμένων ὑπὸ ποίων φθόγγων; ὑπὸ Ι𝈶 καὶ Ζ𝈸. καὶ τὴν συνημμένων καὶ ὑπερβολαίων ὑπὸ ποίων φθόγγων; ὑπὸ ℧Ζ καὶ 𝈚𝈿. τούτων δὲ εἴδη τὰ αὐτὰ πρὸς ἑαυτὰ πῶς συμφωνεῖ; τὰ μὲν συνημμένα κατὰ τὸ διὰ τεσσάρων, τὰ δὲ διεζευγμένα κατὰ τὸ διὰ πέντε. ἔκλυσις οὖν τί ἐστιν; ὅταν ἀπό τινος φθόγγου ἁρμονίας ἀνεθῶσι τρεῖς διέσεις οἷον ἀπὸ Ε𝈈 ἐπὶ Θ𝈍. ἐκβολὴ δὲ τί ἐστιν; ὅταν ἀπό τινος φθόγγου ἁρμονίας ἐπιταθῶσι πέντε διέσεις, οἷον ἀπὸ Ε𝈈 ἐπὶ ℧Ζ. καὶ μὲν ἔκλυσις κατὰ ἄνεσιν, δὲ ἐκβολὴ κατ’ἐπίτασιν συνίσταται. εἴδη πόσα φθόγγων; τρία. τίνα ταῦτα; ὑπατοειδῆ, παρυπατοειδῆ, λιχανοειδῆ. ὑπατοειδῆ οὖν ποῖον λέγομεν εἶναι; τὸν βαρύτερον τοῦ πυκνοῦ. παρυπατοειδῆ δέ; τὸν μέσον τοῦ πυκνοῦ. λιχανοειδῆ δέ; τὸν ὀξύτατον τοῦ πυκνοῦ. τόπους δὲ τῆς φωνῆς πόσους λέγομεν εἶναι; γʹ. τίνας τούτους; ὀξὺν, μέσον, βαρύν. πάθη δὲ τῆς μελῳδίας πόσα λέγομεν εἶναι; δʹ. τίνα ταῦτα; ἄνεσιν, ἐπίτασιν, μονὴν, στάσιν. ἄνεσις τί ἐστι; κίνησις μελῶν ἀπὸ τοῦ ὀξυτέρου φθόγγου ἐπὶ τὸ βαρύτερον. ἐπίτασις δὲ τί ἐστιν; ἐπίτασίς ἐστι κίνησις μελῶν ἀπὸ τοῦ βαρυτέρου φθόγγου ἐπὶ τὸ ὀξύτερον. μονὴ δὲ τί ἐστιν; ὅταν ἐπὶ τοῦ αὐτοῦ φθόγγου πλείονες λέξεις μελῳδῶνται. στάσις δὲ τί ἐστι; στάσις ἐστὶν ὕπαρξις ἐμμελοῦς φθόγγου. οἱ οὖν τοὺς τρεῖς τρόπους ᾄδοντες τίνας ᾄδουσι; Λύδιον, φρύγιον, δώριον. οἱ δὲ τοὺς ἑπτὰ, τίνας; μιξολύδιον, λύδιον, φρύγιον, δώριον, ὑπολύδιον, ὑποφρύγιον, ὑποδώριον. τούτων ποῖος ὀξύτερος; μιξολύδιος. τούτου δὲ ποῖος ἐχόμενος; λύδιος. πόσῳ βαρύτερος; ἡμιτονίῳ. τοῦ δὲ λυδίου ποῖος βαρύτερος; φρύγιος. πόσῳ; τόνῳ, τοῦ δὲ μιξολυδίου τριημιτονίῳ. τούτου δὲ ποῖος βαρύτερος; Δώριος. πόσῳ βαρύτερος; τοῦ μὲν φρυγίου τόνῳ, τοῦ δὲ λυδίου διτόνῳ, τοῦ δὲ μιξολυδίου διὰ τεσσάρων. τούτου δὲ ποῖος βαρύτερος; ὑπολύδιος. πόσῳ; ἡμιτονίῳ. τοῦ δὲ φρυγίου πόσῳ; τριημιτονίῳ, τοῦ δὲ λυδίου διὰ τεσσάρων, τοῦ δὲ μιξολυδίου τριτόνῳ. τοῦ δὲ ὑπολυδίου ποῖος βαρύτερος; ὑποφρύγιος. πόσῳ βαρύτερος; τόνῳ, τοῦ δὲ δωρίου τριημιτονίῳ, τοῦ δὲ φρυγίου τῷ διὰ τεσσάρων, τοῦ δὲ λυδίου τῷ διὰ πέντε, τοῦ δὲ μιξολυδίου τετρατόνῳ. τοῦ δὲ ὑποφρυγίου ποῖος βαρύτερος; ὑποδώριος. πόσῳ; τόνῳ, τοῦ δὲ ὑπολυδίου διτόνῳ, τοῦ δὲ δωρίου διὰ τεσσάρων, τοῦ δὲ φρυγίου διὰ πέντε, τοῦ δὲ λυδίου τετρατόνῳ καὶ ἡμιτονίῳ, τοῦ δὲ μιξολυδίου πεντατόνῳ. τρόπος δὲ τί ἐστιν; πλοκῆς ἐμμελοῦς σχῆμα. πλοκῆς δὲ μέλος τί ἐστι; διὰ τῶν ἔγγιστα μελῳδεῖται, ὁτὲ μὲν ἀνιεμένης τῆς μελῳδίας, ὁτὲ δὲ ἐπιτεινομένης. μεταβολὰς οὖν πόσας λέγομεν εἶναι; ζ. τίνας ταύτας; συστηματικὴν, γενικὴν, κατὰ τρόπον, κατὰ ἦθος, κατὰ ῥυθμὸν, κατὰ ῥυθμοῦ ἀγωγὴν, κατὰ ῥυθμοποιΐας θέσιν. συστηματικὴ ποία ἐστίν; ὅταν ἐκ τοῦ ὑποκειμένου συστήματος εἰς ἕτερον σύστημα ἀναχωρήσῃ μελῳδία ἑτέραν μέσην κατασκευάζουσα. γενικὴ δὲ ποία ἐστίν; ὅταν ἐκ γένους εἰς γένος, οἷον ἐξ ἁρμονίας εἰς χρῶμα εἰς τοιοῦτόν τι μετέλθῃ. δὲ κατὰ τρόπον ποία; ὅταν ἐκ λυδίου εἰς φρύγιον εἴς τινα τῶν λοιπῶν μεταχωρήσῃ. δὲ κατὰ ἦθος; ὅταν ἐκ ταπεινοῦ εἰς μεγαλοπρεπὲς, ἐξ ἡσύχου καὶ σύννου εἰς παρακεκινηκὸς γένηται. δὲ κατὰ ῥυθμὸν ποία; ὅταν ἐκ χορείου εἰς δάκτυλον εἴς τινα τῶν λοιπῶν μεταβῇ. δὲ κατὰ ῥυθμοῦ ἀγωγὴν ποία; ὅταν ῥυθμὸς ἀπ’ἄρσεως θέσεως γένηται. δὲ κατὰ ῥυθμοποιΐας θέσιν ποία; ὅταν ὅλος ῥυθμὸς κατὰ βάσιν κατὰ διποδίαν βαίνηται. μεταβολὴ δὲ τί ἐστιν; ἑτεροίωσις τῶν ὑποκειμένων, καὶ ὁμοίου τινὸς εἰς ἀνόμοιον τόπον μετάθεσις. διαφωνία δὲ τί ἐστιν; ὅταν δύο φθόγγων ἀνομοίων τυπτομένων τοῦ βαρυτέρου φθόγγου τὸ μέλος ὑπάρχῃ τοῦ ὀξυτέρου. ὁμοφωνία δὲ τί ἐστιν; ὅταν ἅμα δύο φθόγγοι τυπτόμενοι μήτε ὀξύτεροι μήτε βαρύτεροι ἀλλήλων ὑπάρχωσι. παραφωνία δὲ τί ἐστιν; ὅταν δύο φθόγγων ἀνομοίων τυπτομένων οὐδέν τι μᾶλλον τοῦ βαρυτέρου φθόγγου τοῦ ὀξυτέρου τὸ μέλος ὑπάρχῃ. διάγραμμα δὲ τί ἐστι; συστήματος ὑπόδειγμα. ἤτοι οὕτως · διάγραμμά ἐστι σχῆμα ἐπίπεδον, εἰς πᾶν γένος μελῳδεῖται. διαγράμματι δὲ χρώμεθα, ἵνα τὰ τῇ ἀκοῇ δύσληπτα πρὸ ὀφθαλμῶν τοῖς μανθάνουσι φαίνηται. ποσάχορδόν ἐστι τὸ συνημμένον; ἑπτάχορδον. τὸ δὲ διεζευγμένον; ὀκτάχορδον. σύνθετον διάστημα καθόλου ποῖον λέγομεν εἶναι; τὸ διαιρούμενον. ἀσύνθετον δὲ ποῖον; τὸ μὴ διαιρούμενον. μέσης δέ φαμεν εἶναι ὅρους · ἥτις τριῶν συνημμένων τετραχόρδων τοῦ μέσου ὀξυτάτη ἐστίν. οἱ δὲ οὕτως · μέση ἐστὶν μεταξὺ τόνου καὶ διτόνου ἀσυνθέτου κειμένη. καὶ ἥτις τριῶν τετραχόρδων ἑξῆς κειμένων τοῦ ὀξυτάτου φθόγγου ἐστὶ βαρυτέρα τῇ διὰ τεσσάρων συμφωνίᾳ. καὶ ἀφ’ἧς ἐπιτείνεται διὰ δʹ καὶ διὰ εʹ. καὶ ἀφ’ἧς τόνος καὶ πυκνὸν ἐπιταθήσεται. καὶ ἀφ’ἧς ἐστι συναφήτε καὶ διάζευξις. καὶ ἀφ’ἧς ἀνίεται διὰ πασῶν καὶ ἐπιτείνεται διὰ πασῶν. τόνος πόσων διέσεων; δʹ. πόσων δὲ ἡμιτονίων; βʹ. τί πρῶτον στοιχεῖον τῶν κατὰ μουσικήν; φθόγγος · ἐστι φωνῆς τάσις ἐπὶ μίαν πτῶσιν μέλους. πᾶς δὲ φθόγγος ἔχει σχῆμα ὄνομα δύναμιν. τόνον ἐν μουσικῇ ποσαχῶς λέγομεν ὑπάρχειν; δισσῶς · τὸν μὲν ἐπ’ὀξύτητος, τὸν δὲ ἐπὶ διαστήματος. ποῖον ἐπ’ὀξύτητος; τὸ ᾄδειν ἕτερον ἑτέρου ὀξύτερον βαρύτερον, ὄργανον ὀργάνου ἡρμόσθαι βαρύτερον ὀξύτερον ᾡδηποτοῦν διαστήματι. τὸν δὲ ἐπὶ διαστήματος ποῖον; ὧι μείζων διὰ εʹ συμφωνία τῆς διὰ τεσσάρων. φθόγγων δὲ πόσα λέγομεν εἶναι γένη; δύο. τούτων δὲ οὓς μὲν ἐμμελεῖς καλοῦμεν, οὓς δὲ πεζούς. ἐμμελεῖς ποῖοί εἰσιν; οἷς οἱ ᾄδοντες χρῶνται καὶ οἱ διὰ τῶν ὀργάνων τι ἐνεργοῦντες. τούτου γὰρ μὴ ὑπάρχοντος ἀδύνατόν τι τῶν κατὰ μουσικὴν δεῖξαι. πεζοὶ δὲ ποῖοί εἰσιν; οἷς οἱ ῥήτορες χρῶνται καὶ οἷς αὐτοὶ πρὸς ἀλλήλους λαλοῦμεν. καὶ οἱ μὲν ἐμμελεῖς ὡρισμένα ἔχουσι τὰ διαστήματα, οἱ δὲ πεζοὶ ἀόριστα. φθόγγων δὲ πόσα λέγομεν εἴδη; τρία. τίνα ταῦτα; ἔσχατον, μέσον, ἡγούμενον. τῶν συμφωνιῶν εἴδη πόσα; τρία. τίνα ταῦτα; ἀπ’ἐσχάτου ἐπὶ ἔσχατον, ἀπὸ μέσου ἐπὶ μέσον, ἀφ’ἡγουμένου ἐπὶ ἡγούμενον. αὐτὸ οὖν τὸ διάστημα νοητόν ἐστιν ἀκουστόν; νοητόν. εἰ γὰρ ἦν ἀκουστὸν, καὶ ἰδιώτης ἀκούων αὐλητῶν ψαλτῶν ᾠδῶν ᾔδει ἂν τί ἐστι τὸ διάστημα. κατ’ἐνίους δὲ νοητὸν καὶ ἀκουστὸν δοκεῖ εἶναι · ἀδύνατον γάρ ἐστι νοῆσαι μὴ ἀκούσαντα. τίνι οὖν γνωστόν ἐστι μεγέθει; . πόσα οὖν ἐστι τέλεια συστήματα ἐν τῷ ἀμεταβόλῳ συστήματι; βʹ. τίνα ταῦτα; συνημμένοντε καὶ διεζευγμένον. τούτων οὖν διαφοραὶ τίνες; τοῦ μὲν συνημμένου διὰ πασῶν καὶ διὰ τεσσάρων, τοῦ δὲ διεζευγμένου διὰ πασῶν καὶ διὰ πέντε. τετραχόρδων δέ ἐστιν εἴδη πόσα; τρία. ἐν τῷ διατόνῳ πρῶτον μὲν οὗ τὸ ἡμιτόνιον ἐπὶ τὸ βαρύ, δεύτερον οὗ ἐπὶ τὸ ὀξύ, τρίτον δὲ οὗ περιέχεται. τοῦ δὲ διὰ πέντε τέσσαρά ἐστιν εἴδη. πρῶτον μὲν οὗ πρῶτος τόνος ἐστὶν ἐπὶ τὸ ὀξὺ, οἷον τὸ ὑπάτης καὶ παραμέσης · δεύτερον δὲ οὗ δεύτερος, τὸ παρυπάτης καὶ τρίτης · τρίτον οὗ τρίτος, τὸ λιχανοῦ καὶ παρανήτης · τέταρτον οὗ τέταρτος, οἷον τὸ μέσης καὶ νήτης. τοῦ δὲ διὰ πασῶν εἴδη ἐστὶν ἑπτά. πρῶτον μὲν οὗ πρῶτος ἐπὶ τὸ ὀξὺ τόνος, οἷον τὸ ὑπάτης ὑπάτων καὶ παραμέσης, ἐκαλεῖτο δὲ ὑπὸ τῶν ἀρχαίων μιξολύδιον. δεύτερον δὲ οὗ δεύτερος ἐπὶ τὸ ὀξὺ, οἷον τὸ παρυπάτης ὑπάτων καὶ τρίτης διεζευγμένων, ἐκαλεῖτο δὲ λύδιον. τρίτον οὗ τρίτος, οἷον τὸ λιχανοῦ ὑπάτων καὶ παρανήτης, ἐκαλεῖτο δὲ φρύγιον. τέταρτον οὗ τέταρτος, οἷον τὸ ὑπάτης μέσων καὶ νήτης, ἐκαλεῖτο δὲ δώριον. πέμπτον οὗ πέμπτος, οἷον τὸ παρυπάτης καὶ τρίτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑπολύδιον. ἕκτον οὗ ἕκτος, οἷον τὸ λιχανοῦ καὶ παρανήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποφρύγιον. ἕβδομον δὲ οὗ ἕβδομος, οἷον τὸ μέσης καὶ νήτης ὑπερβολαίων, ἐκαλεῖτο δὲ ὑποδώριον καὶ κοινὸν καὶ λοκριστί. τοσαῦτα μὲν οὖν ἐστι τῶν συμφωνιῶν τὰ εἴδη ἐν τῇ μουσικῇ τέχνῃ, δι’ὧν πᾶσα μελοποιία συνίσταται. μέλος δὲ τί ἐστι; τὸ ἐκ φθόγγων καὶ διαστημάτων καὶ χρόνων συγκείμενον. γένος δέ; μέλους ἦθος καθολικόν τι παρεμφαῖνον, ἔχον ἐν ἑαυτῷ διαφόρους ἰδέας. θέσεις δὲ τετραχόρδων οἷς τὸ μέλος ὁρίζεται εἰσὶν ἑπτὰ · συναφὴ διάζευξις ὑποδιάζευξις ἐπισυναφὴ ὑποσυναφὴ παραδιάζευξις ὑπερδιάζευξις. τούτων δὲ ὡρισμέναι μὲν τέσσαρες, ἀόριστοι δὲ τρεῖς. ἀόριστοι μὲν οὖν εἰσιν τε συναφὴ καὶ διάζευξις καὶ ὑποδιάζευξις, ὡρισμέναι δὲ τε ἐπισυναφὴ καὶ ὑποσυναφὴ καὶ παραδιάζευξις καὶ ὑπερδιάζευξις. τὴν δὲ διαφορὰν ἔχουσιν αἱ ἀόριστοι θέσεις τῶν τετραχόρδων παρὰ τὰς ὡρισμένας τήνδε · ὅταν ἐν τῷ ἀμεταβόλῳ συστήματι τὸ αὐτὸ μέλος δύνηται ἐφ’ἑτέρου τόπου γίνεσθαι, τὸ δὴ τοιοῦτον μέλος ἀόριστον καλεῖται. συναφὴ τί ἐστι; συναφὴ μὲν οὖν ἐστιν, ὅταν δυοῖν τετραχόρδων ἑξῆς κειμένων ἐπίκοινος φθόγγος ὢν τοῦ μὲν βαρυτέρου τετραχόρδου ὀξύτερος , τοῦ δὲ ὀξυτέρου βαρύτερος καὶ τὰ εἴδη τῶν φθόγγων πρὸς ἄλληλα τὴν διὰ τεσσάρων συμφωνίαν ἀποτελῇ. συναφαὶ δέ εἰσι τρεῖς. συνῆπται γὰρ τῷ ὑπάτων τὸ μέσων καὶ τῷ μέσων τὸ συνημμένων καὶ τῷ διεζευγμένων τὸ ὑπερβολαίων. τὸ μὲν οὖν ὑπάτων καὶ μέσων συνάπτει ὑπάτη μέσων κοινὸς ὢν αὐτῶν φθόγγος · τὸ δὲ μέσων καὶ συνημμένων κατὰ τὴν αὐτὴν ἀναλογίαν μέση συνάπτει, ὡς ὁμοίως δὲ καὶ τὸ διεζευγμένων καὶ τὸ ὑπερβολαίων συνάπτει νήτη διεζευγμένων. τί ἐστι διάζευξις; διάζευξις δέ ἐστιν, ὅταν δυοῖν τετραχόρδων τόνος ἀνὰ μέσον καὶ τὰ εἴδη τῶν φθόγγων κατὰ τὴν διὰ εʹ συμφωνῇ πρὸς ἄλληλα. διαζεύξεις δέ εἰσι δύο. διέζευκται γὰρ τὸ μέσων τετράχορδον ἀπὸ τοῦ διεζευγμένων καὶ τὸ συνημμένων ἀπὸ τοῦ ὑπερβολαίων. ὑποδιάζευξις τί ἐστιν; ὑποδιάζευξις δέ ἐστιν, ὅταν δύο τετραχόρδων μεταξὺ τεθῇ διὰ εʹ συμφωνία καὶ οἱ φθόγγοι κατὰ τὸ διὰ πασῶν συμφωνῶσι πρὸς ἀλλήλους. ὑποδιαζεύξεις δέ εἰσι δύο. ὑποδιέζευκται γὰρ τὸ ὑπάτων τετράχορδον ἀπὸ τοῦ διεζευγμένων καὶ τὸ μέσων ἀπὸ τοῦ ὑπερβολαίων. ἐπισυναφὴ τί ἐστιν; ἐπισυναφὴ δέ ἐστιν, ὅταν τρία τετράχορδα κατὰ συναφὴν ἑξῆς μελῳδηθῇ, οἷον ὑπάτων μέσων συνημμένων. ὑποσυναφὴ τί ἐστιν; ὑποσυναφὴ δέ ἐστιν, ὅταν δύο τετραχόρδων ἀνὰ μέσον γένηται διὰ δʹ συμφωνία καὶ οἱ ὁμογενεῖς φθόγγοι κατὰ τοὺς εʹ τόνους συναφθῶσι πρὸς ἀλλήλους. ὑποσυνῆπται δὲ τὸ ὑπάτων τετράχορδον τῷ συνημμένων. παραδιάζευξις τί ἐστι; παραδιάζευξις δέ ἐστιν, ὅταν τὰ εἴδη τῶν φθόγγων τονιαῖον διάστημα πρὸς ἄλληλα ἀποτελῇ. παραδιέζευκται δὲ τὸ συνημμένων τῷ διεζευγμένων. ὑπερδιάζευξις δέ ἐστιν, ὅταν δυοῖν τετραχόρδων ἀνὰ μέσον ὑπάρχῃ διὰ πασῶν συμφωνία. ὑπερδιέζευκται δὲ τὸ ὑπάτων τετράχορδον ἀπὸ τοῦ ὑπερβολαίων. αἰτίας οὖν πόσας λέγεις εἶναι; δʹ. τίνας ταύτας; τόπον, τόνον, σύστημα, μελοποιίαν. ἐνίοτε μὲν πάντα ταῦτα αἴτιά εἰσι μεταβολῆς, ἐνίοτε δὲ τὸ πρῶτον τὸ δεύτερον τὸ τρίτον. μέτρων δὲ καὶ ῥυθμῶν συμμίκτων πάντα μετρεῖται τὰ εἴδη συλλαβαῖς ποσὶ καταλήξεσι. συλλαβὴ τί ἐστι; σύλληψις στοιχείων δύο πλειόνων, πάντως ἑνὸς τῶν φωνηέντων παραλαμβανομένου. λέξις τί ἐστι; φωνὴ ἐγγράμματος μέρος λόγου παριστῶσα. βάσις δὲ τί ἐστι; σύνταξις δύο ποδῶν ποδὸς καὶ καταλήξεως. κατάληξις δὲ τί ἐστιν; παντὸς ἐλλείποντος μέτρου τελευταία συλλαβή. ῥυθμὸς δὲ τί ἐστι; χρόνου καταμέτρησις μετὰ κινήσεως γινομένη ποιᾶς τινος. κατὰ δὲ Φαῖδρον ῥυθμός ἐστι συλλαβῶν κειμένων πως πρὸς ἀλλήλας ἔμμετρος θέσις. κατὰ δὲ Ἀριστόξενον χρόνος διῃρημένος ἐφ’ἑκάστῳ τῶν ῥυθμίζεσθαι δυναμένων. κατὰ δὲ Νικόμαχον χρόνων εὔτακτος κίνησις. κατὰ δὲ Λεόφαντον χρόνων σύνθεσις κατὰ ἀναλογίαντε καὶ συμμετρίαν πρὸς ἑαυτοὺς θεωρουμένων. κατὰ δὲ Δίδυμον φωνῆς ποιᾶς σχηματισμός. μὲν οὖν φωνὴ ποίως σχηματισθεῖσα ῥυθμὸν ἀποτελεῖ, γίνεται δὲ οὗτος περὶ λέξιν περὶ μέλος περὶ σωματικὴν κίνησιν. συμπλέκεται δὲ οὗτος ἐκ χρόνων πόσων; τριῶν. ποίων τούτων χρόνων; βραχυσυλλάβουτε καὶ μακροῦ καὶ ἀλόγου. βραχὺς ποῖός ἐστιν; ἐλάχιστος καὶ εἰς μερισμοὺς μὴ πίπτων. μακρὸς δὲ ποῖος; τούτου διπλάσιος. ἄλογος δὲ ποῖος; τοῦ μὲν βραχέος μακρότερος, τοῦ δὲ μακροῦ ἐλάσσων ὑπάρχων. ὁπόσῳ δέ ἐστιν ἐλάσσων μείζων διὰ τὸ λόγῳ εἶναι δυσαπόδοτον, ἐξ αὐτοῦ τοῦ συμβεβηκότος ἄλογος ἐκλήθη. χρόνων δὲ συμπλοκαὶ ἐν ῥυθμοῖς πόσαι γίνονται; τέσσαρες. συμπλέκεται γὰρ βραχὺς βραχεῖ, μακρὸς μακρῷ, μακρὸς βραχεῖ, ἄλογος μακρῷ. ἄρσιν ποίαν λέγομεν εἶναι; ὅταν μετέωρος ποὺς, ἡνίκα ἂν μέλλωμεν ἐμβαίνειν. θέσιν δὲ ποίαν; ὅταν κείμενος. τὸν δὲ ἀνὰ μέσον τῆς ἄρσεως καὶ τῆς θέσεως χρόνον οὐκ ἄξιον ἐπιζητεῖν ὡς ὄντα τινὰ τῶν κατὰ μέρος · διὰ γὰρ τὴν βραχύτητα λανθάνει καὶ τὴν ὄψιν καὶ τὴν ἀκοήν. τῶν δὲ ῥυθμῶν εἰσιν οἱ μὲν ἁπλοῖ, οἱ δὲ συμπεπλεγμένοι. πόσοι οὖν εἰσι ῥυθμοί; δέκα. τίνες οὗτοι; ἡγεμὼν ἴαμβος χορεῖος ἀνάπαιστος ὄρθιος σπονδεῖος παιὰν βακχεῖος δόχμιος ἐνόπλιος. τούτων ἁπλοῖ πόσοι; ἕξ · ἡγεμὼν ἴαμβος χορεῖος ἀνάπαιστος ὄρθιος σπονδεῖος. συμπεπλεγμένοι δὲ πόσοι; τέσσαρες · παιὰν βακχεῖος δόχμιος ἐνόπλιος. τῶν οὖν ἁπλῶν ποῖος ἄρχεται; πρῶτος ἡγεμών. σύγκειται δὲ ἐκ δύο χρόνων ἐλαχίστων. ἄρχεται δὲ ἀπὸ ἄρσεως καὶ ἔχει ἐν αὐτῇ ἕνα τὸν ἐλάχιστον χρόνον, ὁμοίως καὶ ἐν τῇ θέσει · ὑπόδειγμα δὲ αὐτοῦ λέγομεν λόγος. δεύτερος δὲ τίς; ἴαμβος. σύγκειται δὲ ἐκ βραχέος καὶ μακροῦ χρόνου, ἄρχεται δὲ ἀπὸ ἄρσεως, οἷον θεῶν. τρίτος δὲ ποῖος; χορεῖος · συνέστηκε δὲ ἐκ μακροῦ καὶ βραχέος χρόνου, ἄρχεται δὲ ἀπὸ θέσεως, οἷον πῶλος. τέταρτος δὲ ἀνάπαιστος ἐκ δύο βραχειῶν ἄρσεων καὶ μακρᾶς θέσεως, οἷον βασιλεύς. πέμπτος δὲ ὄρθιος ἐξ ἀλόγου ἄρσεως καὶ μακρᾶς θέσεως, οἷον ὀργή. ἕκτος δὲ σπονδεῖος ἐκ μακρᾶς ἄρσεως καὶ θέσεως μακρᾶς, οἷον σπένδω. ἕβδομος παιὰν, σύνθετος ἐκ χορείου καὶ ἡγεμόνος, οἷον εὐπλόκαμε. ὄγδοος δὲ βακχεῖος ἀφ’ἡγεμόνος καὶ σπονδείου, οἷον θεοδώρῳ. ἔνατος δὲ δόχμιος ἐξ ἰάμβου καὶ ἀναπαίστου καὶ παιᾶνος τοῦ κατὰ βάσιν, οἷον ἔμενεν ἐκ Τροίας χρόνον. δέκατος δὲ ἐνόπλιος ἐξ ἰάμβου καὶ ἡγεμόνος καὶ χορείου καὶ ἰάμβου, οἷον τὸν πίτυος στέφανον.