Origen

Homilies on Job

καὶ ἦν ἄνθρωπος ἐκεῖνος ἀληθινὸς, ἄμεμπτος, δίκαιος, θεοσεβὴς, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος. οἱ γὰρ φαῦλοι ἄνθρωποι ψευδεῖς, ὥσπερ οἱ ζωγραφούμενοι τὸν Θεόν. τὸν Θεὸν φοβοῦ, τὰς ἐντολὰς φύλαττε, ὅτι τοῦτο πᾶς ἄνθρωπος. ἄμεμπτος, ἐπειδὴ δίκαιος. θεοσεβὴς, βίος γὰρ καλὸς τὸν Θεὸν ἐπιγνῶναι ποιεῖ, καὶ τοῦ Θεοῦ γνῶσις τοῦ βίου γίνεται φυλακή. πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ, καὶ κατέκαυσε τὰ πρόβατα. καὶ ἐκύκλωσαν τὰς καμήλους, καὶ ᾐχμαλώτευσαν αὐτάς. τὰς μὲν καμήλους πεποίηκε γενέσθαι ὑπὸ τοὺς ἱππεῖς · τὰς ὀνάδας καὶ τοὺς βόας, τοὺς ἀροτριῶντας καὶ τὴν γῆν ἐργαζομένους, πεποίηκε γενέσθαι ὑπὸ τοὺς αἰχμαλωτίζοντας · τὰ πρόβατα δὲ ἐμίσησεν, διὰ τοῦτο πῦρ κατήγαγεν ἐξ οὐρανοῦ ἐπὶ τὰ πρόβατα. χρόνου δὲ πολλοῦ προβεβηκότος, εἶπεν αὐτῷ γυνὴ αὐτοῦ. ὅρα τὸ κακοῦργον, ὅτε πολὺς διῆλθε χρόνος, τότε ἐπιτίθεται · τότε γὰρ μάλιστα τὰ τῆς ἐλπίδος ἐλέγχεται, τότε μάλιστα τὰ τῆς δυνάμεως ἐξασθενεῖ. διπλᾶτε τῷ Ἰὼβ τὰ τῆς ἀσθενείας ἦν · αὐτόςτε γὰρ ἀσθενέστερος γέγονε τῷ μήκει τοῦ χρόνου, καὶ ἐλπὶς μᾶλλον ἀπέγνωστο. πότερον οὐχὶ πειρατήριον βίος ἀνθρώπου ἐπὶ τῆς γῆς, ὥσπερ μισθίου αὐθημερινοῦ ζωὴ αὐτοῦ; δίκην μισθωτοῦ, ἅπαντες περὶ τὴν ἑαυτῶν πονοῦνται ζωήν · ἄλλως γὰρ γεωργὸς συλλέγει τροφὴν, καὶ ἄλλως τὴν βάναυσον μετιὼν τέχνην, καὶ οἱ ἐν ἀξιώματι ἑτέρως. ἔστι δὲ ὅλως οὐδεὶς, ὃς οὐ τῶν ἀναγκαίων φροντίζει. αἱ χεῖρές σου ἔπλασάν με, καὶ ἐποίησάν με. πέπλασται μὲν τὸ σῶμα ἐξ ὑποκειμένου τῆς γῆς, ἤτοι τῆς γυναικός · πεποίηται δὲ ψυχὴ, μὴ προϋποκειμένου τινὸς, ὡς γὰρ ἀσώματος καὶ ἀμέριστος. ἱκετεύω δὴ μνησθῆναι καὶ τοῦ τῆς φύσεως εὐτελοῦς καὶ ὀλιγοχρονίου. εἰς χρόνον γὰρ τακτὸν ἡτοίμαστο πεσεῖν ὑπὸ ἄλλων. ἐνταῦθα οἱ τὴν εἱμαρμένην δοξάζοντες, φασὶν ὅτι ἰδοὺ γραφὴ λέγει ὅτι εἵμαρτο αὐτῷ παθεῖν. ἀλλ’οὐ τοῦτο γραφὴ λέγει, μὴ γένοιτο. οὐ γὰρ ὑπὸ ἀνάγκην τὰ ἡμέτερα · ἀλλ’ὅτι πάντα ἐν μέτρῳ διοικεῖ τὰ καθ’ἡμᾶς Θεὸς τοῖς τῆς αὐτοῦ προνοίας λόγοις, οἶδε καὶ μέχρι πόσου συμφερόντως δεῖ πάσχειν ἡμᾶς, καὶ κατὰ μέτρον ἐπάγει τοὺς πειρασμούς. τοῦτο δὲ εἶπεν Ἰὼβ, ἵνα τὸ κρίμα τῷ Θεῷ παράσχῃ, μονονουχὶ λέγων · μὴ γελάσθωσαν οἱ δίκαιοι πάσχοντες · ἐπὶ τοσοῦτον γὰρ πάσχουσιν, ἐφ’ὅσον Θεὸς βούλεται. ἰδοὺ ταῦτα ἑώρακέν μου ὀφθαλμὸς, καὶ ἀκήκοέν μου τὸ οὖς, καὶ οἶδα ὅσα καὶ ὑμεῖς ἐπίστασθε, καὶ οὐκ ἀσυνετώτερός εἰμι ὑμῶν. καὶ εἰ τῇ ἡλικίᾳ ἐλάττων ὑμῶν εἶναι δοκῶ, ἀλλὰ κατ’οὐδὲν εἰς σύνεσιν λείπομαι, καὶ οὐχ ἥκιστα εἰς τὴν τῶν θείων εἴδησιν, καὶ οὐδὲν ὑμῶν εἰμι καταδεέστερος. παλαιοῦται ἴσα ἀσκῷ, ὥσπερ ἱμάτιον σητόβρωτον. οὐ κατὰ βούλησιν τὴν ἑαυτοῦ ταῦτα λέγει, ἀλλὰ πρὸς τὸ ὑποτιθέμενον, ὅτι πᾶς θλιβόμενος ἁμαρτὼν ταῦτα ὑφίσταται. ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν · ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. καὶ σκιᾶς δίκην, παρελθὼν τὸν βίον, οὐ δὲ μνημόσυνόν τι τοῖς ζῶσιν ἀφίησιν. τὴν τῶν ἀνθρώπων πρόνοιαν ἐνταῦθα σαφηνίζει · οὐχ ὡς εἰκαίως καὶ ἔτυχεν ἐν τῷ βίῳ παραμένοντα, ἀλλ’ἐκ ῥήσεως Θεοῦ, οὐχ ὑπερβαίνοντος τὸν παρ’αὐτοῦ τεταγμένον βίον. ταῦτα δὲ οὐχ ὡς εἱμαρμένης κρατούσης λεκτέον, ἀλλ’ὡς τοῦ θελήματος τοῦ Θεοῦ ὅροις καὶ μέτροις ἕκαστα διαταξαμένου. τί γάρ; μὴ πρῶτος ἀνθρώπων ἐγεννήθης; πρὸ θινῶν ἐπάγης; σύνταγμα Κυρίου ἀκήκοας; ἀντὶ τοῦ · μὴ πρὸ πάντων ἀνθρώπων ὑπέστης, καὶ ἄχρι τοῦ νῦν διατείνας τὸν βίον, πλειόνων πραγμάτων πεῖραν ἔσχηκας παρὰ τοὺς ὁμοφυεῖς. Θεοδωτίων · ἵνα ἐστὶν ὑψηλὸς τόπος καὶ δύσβατος, ἤτοι ψαμμώδης. Ἑβραῖος · συνελήφθης. θῖνας ἐκεῖ λέγει τοὺς βουνοὺς, ἵνα εἴπῃ, μὴ τὰ πρὸ τῆς κτίσεως ἐπίστασαι. γῆς, μὴ ἐπικαλύψῃς ἐφ’αἵματι τῆς σαρκός μου, μη δὲ εἴη τόπος τῇ κραυγῇ μου · καὶ νῦν ἰδοὺ ἐν οὐρανοῖς μάρτυς μου, δὲ συνίστωρ μου ἐν ὑψίστοις. ἀπορούμενος πρὸς τὴν γῆν διαλέγεται, καὶ εἰς συμπάθειαν ἐκκαλούμενος λέγει ῥήματα, καὶ εὐκτικῶς εἴρηται. λέγει δέ · μὴ σιωπήσῃς, γῆ, τὰ κατ’ἐμὲ, μη δὲ συγκρύψῃς τὸ ἀδίκως ἐκχεόμενον αἷμα ἐκ τῆς σαρκός μου διὰ τῶν ἰχώρων · μη δὲ στῇ ἐν τόπῳ καὶ ἀποκρυβῇ, μη δὲ εἰς λήθην ἔλθῃ τὰ κατὰ τοὺς ἐμοὺς ὀδυρμούς · πολλοὶ δὲ, φησὶν, οἰκοδομήθωσαν διὰ τῶν ἐμῶν πειρασμῶν. μὴ γῆ κρύψῃ μου τὸ αἷμα, ἀλλ’ἐκ καλέσηται τὸν Θεὸν εἰς ἐκδικίαν, αὐτοὺς τοῦ σώματος τοὺς ἰχῶρας ἔχουσα μάρτυρας. καὶ ἀὴρ μὴ ἐπισχοίη μου τὴν κραυγὴν, ἀλλ’εἰς οὐρανοὺς φθάσοι τῆς φωνῆς τόνος, ἵνα Θεὸς τῶν γινομένων κακῶν ἔκδικος καταστὰς, καὶ τοὺς αἰτίους ἀμυνόμενος, οὕτω γοῦν ἅπασι δείξῃ τῶν ἐμοὶ βεβιωμένων τὸ ἄμεμπτον. τὸ δέ · ἰδοὺ ἐν οὐρανοῖς μάρτυς μου, καθαρωτάτης ἐστὶ συνειδήσεως. γνῶτε μόνον ὅτι Κύριος ἐποίησε με οὕτως. εἰς φόβον αὐτοὺς καταφέρει, οἱονεὶ λέγων · μὴ οὕτως ἐπεμβαίνετέ μοι κάμνοντι, μη δὲ ὑμεῖς τοῖς αὐτοῖς περιπέσητε, τὴν αὐτὴν ἔχοντες φύσιν. ναὶ δὴ ἐπ’ἀληθείας ἐγὼ ἐπλανήθην · παρ’ἐμοὶ δὲ αὐλίζεται πλάνος, λαλῆσαι ῥήματα οὐκ ἔδει, τὰ δὲ ῥήματά μου πλανᾶται, καὶ οὐκ ἐπὶ καιροῦ. ἔα δὲ ὅτι ἐπ’ἐμοὶ μεγαλύνεσθε, ἐνάλλεσθε δέ μοι ὀνείδει. δεδόσθω, φησὶν, καθ’ὑπόθεσιν ὅτι πεπλάνημαι. παρ’ἐμοὶ δὲ αὐλίζεται πλάνος · πλάνος διάβολός ἐστιν. τίς ὑμῖν, φησὶν, ἐκ τούτου βλάβη, ποία δὲ ἀνάγκη κρίνειν ὡς ἀσεβῆ, καὶ ἐπεμβαίνειν πάσχοντι; δέον συγγινώσκειν ὑπὸ ἀλγηδόνων φθεγγομένῳ. εἰ καὶ τοιαῦτα ἐπεποιήκειν οἷα οὐκ ἔδει, ἆρ’οὖν ἐχρῆν ὑμᾶς οὕτω μοι ὀνειδίζειν; καὶ δέον με, φησὶ, πάλαι εὐσεβείας ἐπιμελούμενον, νῦν τὴν ἐκ τῶν ἔργων ἔχειν παρρησίαν. τοῦτο μὲν οὐ πεποίηκα, κρίνομαι δὲ ὡς πλάνος. ἐπιβάλλει καὶ ὧδε · γνῶτε οὖν ὅτι Κύριός ἐστιν ταράξας · ὀχύρωμα δὲ αὐτοῦ ἐπ’ἐμὲ ὕψωσεν. ἰδοὺ γελῶ ὀνείδει, οὐ λαλήσω. κεκράξομαι, καὶ οὐδαμοῦ κρίμα. διαλογίζεσθε, φησίν · οὐκ ἀπὸ σκοποῦ ἀλγύνομαι, καθάπερ τειχίῳ τινὶ τοῖς δεινοῖς κυκλούμενος. λέγω, φησὶν, μετὰ ἀληθείας, ὡς ἔχει τὰ κατ’ἐμὲ, καὶ οὐ παραδέχεσθε τοὺς λόγους. τὸ γὰρ ἐν ὀνείδει, ἵνα εἴπῃ τὰ πράγματα. τὸ δὲ οὐ λαλήσω, ἀντὶ τοῦ · διὰ τὸ ἀντιλέγειν μοι ὑμᾶς δοκῶ μηδὲν εἰρηκέναι. εἰ δὲ καὶ πρὸς τὸν Θεὸν βοήσω, εἰς φανερὸν ἅπασιν ἐνέγκαι τὰ κατ’ἐμὲ, οὐ τυγχάνω τῆς ἱκεσίας. οὐδεὶς ἀκούει, οὐδεὶς δικάζει, οὐδένα βλέπω, οὐκ ἔχω ποῖ ἀπελθεῖν. ταῦτα ἐλεῆσαι οὐ χρῆ; τοιγαροῦν ἀφήσητε, οὕτως ἀκρίτως μου κατηγοροῦντες, μήποτε Θεὸς εἰς κρίσιν κασταστήσῃ, εἰς πράξεσθαι ὑμῖν δίκην ἀλόγου θρασύτητος. οὐ γὰρ ἀνεύθυνα, φησὶ, τὰ τοιαῦτα καταλιμπάνει Θεός. ἔσεσθαι γάρ φησιν, εἴτε κινηθείη καθ’ὑμῶν, ὡς ἀνονήτως ὑμῖν ἐμφαίνεται ἐπὶ γνώσει τοῦ καλοῦ οἴησις, καὶ ἐπὶ τοῖς προσοῦσιν ἄδεια. τί φατε ὅτι ἐν πονηρίᾳ ὢν ταῦτα πάσχω, καὶ ὑμεῖς τὰ αὐτὰ φοβεῖσθαι ὀφείλετε. ἐσπεύσατε ἂν, φησὶ, τότε καίτοι πραγμάτων μαρτυρούντων ἐν λόγοις · ἐν λόγοις οὖν λάβεσθε ὡς ἂν μη δὲ ὑπὸ τῆς ἀληθείας ψηφίσασθαι ἀνεύθυνον. γοῦν ἑβραῖος καὶ ἁμάρτημα λόγου ἔχει. τοὺς υἱοὺς αὐτοῦ ὀλέσαισαν ἥττονες, αἱ δὲ χεῖρες αὐτοῦ πυρσεύσαισαν ὀδύνας. καὶ οἱ πρότερον, φησὶν, ὑποδεέστεροι, τῶν τοῦ παρανόμου παίδων καθέξουσι. πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται, ἐξ οἰκίας αὐτοῦ ἐξελκύσει αὐτὸν ἄγγελος. πάντα μὲν ἀσεβὴς πράττει ὥστε τὰ ἀλλότρια λαβεῖν, καὶ πρὸς τοῦτον βλέπει τὸν σκοπὸν τὰ γενόμενα · ἐπειδὰν δὲ ἐγκράτης τῶν ὅλων δόξῃ, τότ’αὑτὸν εἰς ἑτέρους μεταφερόμενον ὄψεται. ὥσπερ στρίφνος ἀμάσητος, ἀκατάποτος. οἱ λόγοι καὶ τὰ δόγματα ἀσεβοῦς στρίφινα καὶ νόσκυα, οὐδὲν γὰρ ἔχει γλυκὺ ἐκεῖνα, τὰ κατὰ τοῦ Θεοῦ γινόμενα. ὅταν δὲ δοκῇ ἤδη πεπληρῶσθαι, θλιβήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ’αὐτὸν ἐπελεύσεται. ταῦτά φησιν · ἕνεκα τῆς αἰτίας, ἀπόλλυνται τὰ κτηθέντα, καὶ εἰς προγόνους οὐ παραπέμπεται. ἐπαποστείλαι ἐπ’αὐτὸν θυμὸν ὀργῆς, νίψαι ἐπ’αὐτὸν ὀδύνας. ἀντὶ τοῦ, ἐκ Θεοῦ καὶ ἐξ οὐρανοῦ ὑποστήσεται δεινά · ταῦτα δὲ ἔφη, ἐπειδὴ Ἰὼβ φήσας ὑπὸ Θεοῦ πεπλῆχθαι, ἐμνημόνευσε καὶ ὡς ὑπὸ ἀνθρώπων ἠδικημένος · κατασκευάζει οὖν ὅτι πάντα δι’ἁμαρτίας ἐπ’αὐτὸν ἐπηνέχθη. ἄστρα δὲ ἐν διαίταις αὐτοῦ περιπατήσαισαν. ἐν ἀγνοίᾳ γάρ εἰσιν · ἐξέβαλον γὰρ τὸ φῶς ἀφ’ἑαυτῶν οἷς ἔλεγεν · ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. κατέδεται αὐτὸν πῦρ ἄκαυστον. κατὰ δὲ τὸ κρυπτόμενον, ἄκαυστον πῦρ ἐστιν, ἤτοι τὸ κατὰ συνείδησιν, καὶ τὸ ἀποκείμενον ἐν τοῖς μέλλουσιν δικαιωτηρίοις. καὶ ὡς ὑπὸ πυρὸς, φησὶν, ἀναλωθήσεται, ἵνα εἴπῃ · οὐ δὲ ταφῆς ἀξιοῦται. αὕτη μερὶς ἀνθρώπου ἀσεβοῦς παρὰ Κυρίου, καὶ κτῆμα ὑπαρχόντων αὐτῷ παρὰ τοῦ ἐπισκόπου. καθ’ἣν θεία κατ’αὐτοῦ κινεῖται δίκη · εἴτε τοῦ ἐκ περιτομῆς διὰ Χριστὸν εἰς Θεὸν ἀσεβήσαντος, εἴτε τοῦ παραδόξου, εἴθ’ὅπως ποτὲ ἀσεβοῦς, αὐτῷ μερίς ἐστιν δηλουμένη. μάνθανε τίς ἐπίσκοπος ἐνθάδε ὠνομάσθη · ὅτι Θεὸς ἐπίσκοπος εἴρηται, καὶ οἱ ἐπίσκοποι ἐκείνου τὴν εἰκόνα παντὶ τῷ τρόπῳ φιλοτιμοῦνται, οἱ καλοὶ καὶ ἀγαθοὶ, φορεῖν. καὶ ὥσπερ μιμησάμενος εἰκόνα βασιλικὴν, τιμᾶται ἐπὶ τῷ καλῶς αὐτὴν μιμήσασθαι · τιμᾶται δὲ καὶ ἐπὶ τῷ αὐτὴν κεκοσμηκέναι · οὕτως μακάριος ἐπίσκοπος νοήσας τὸν ἀληθινὸν ἐπίσκοπον, καὶ ζηλῶν αὐτὸν, καὶ γινόμενος ὡς ἐν ἀνθρώποις Θεὸς, ἔχων ἐπίσκοπον τὸν ποιοῦντα αὐτὸν ἀληθῶς ἐν Χριστῷ Ἰησοῦ ἐπίσκοπον, δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. τὰ δὲ παιδία αὐτῶν προσπαίζουσι, ἀναλαβόντες ψαλτήριον καὶ κιθάραν, καὶ εὐφραίνονται φωνῇ ψαλμοῦ. ἰδοὺ καὶ τὰ μωρὰ παιδία αὐτῶν ἑαυτοῖς προσπαίζονται. λέγουσι γὰρ αὐτοὶ ψαλμοὺς Οὐαλεντινοῦ καὶ ᾠδὰς Βασιλείδου, καὶ τοιαῦτά τινα φθέγγονται, εὐφραινόμενοι φωνῇ ψαλμοῦ. πότερον οὐχὶ Κύριός ἐστιν διδάσκων σύνεσιν καὶ ἐπιστήμην; ἴδωμεν τί φησιν Ἐλιφὰζ πρὸς τὸν δίκαιον · πότερον καὶ τὰ λοιπά. τοῦτο τοῦ Ἰὼβ εἰρηκότος, συντρέχει τῷ λόγῳ καὶ Ἐλιφὰζ, καί φησιν · οἶδα κἀγὼ ὅτι τοὺς λόγους, δι’ὧν μέν τις ὢν ἀσεβὴς εὐθυνεῖται, δὲ κολάζεται, μόνος σοφὸς οἶδε Θεός · οἶδα δὲ καὶ τοῦτο ὅτι Θεὸς μὲν, ὡς καὶ αὐτὸς ἔφης, τῶν ἀγαθῶν ἐστι δοτήρ · δὲ κακία τὰς κολάσεις δίδωσιν. ὑγιὲς τὸ δόγμα. ἐπιστήμη, περιοχὴ τῶν ὡσαύτως ἐχόντων θεωρία, σύνεσις δὲ διάκρισις. πότερον οὐχ κακία σου ἐστὶ πολλὴ, ἀναρίθμητοι δέ σου εἰσιν αἱ ἁμαρτίαι; εἰκότως οὖν φημὶ οὐχ ἁπλῶς γεγονέναι σε ἄδικον, ἐπεὶ πάσχεις τοιαῦτα, οἷα οὐδεὶς τῶν κακῶν, ἀλλ’ἐν τούτοις γεγεννῆσθαι, δηλονότι πλείονα κακίαν τῶν κακῶν ὑπὲρ τοὺς ἄλλους ἐσχηκέναι. κακία ἐστὶν ἐν τῇ ψυχῇ κακὴ ἕξις, οἷον λύπης, ὀργῆς, καὶ ἐπιθυμία ἀπρεπής · ἁμαρτία δὲ ἐνέργεια · διὸ πρῶτον εἶπεν τὴν κακίαν, εἶτα τὴν ἁμαρτίαν, τὴν μὲν πολλὴν, τὰς δὲ ἀναριθμήτους. πάνυ πολλοὺς ὁρῶ ἁμαρτωλοὺς, καὶ οὐδεὶς αὐτῶν τηλικούτοις περιπέπτωκεν οἷος σύ. εἰκὸς γὰρ, διὰ τὸ ἀναρίθμητόν σου τῶν ἁμαρτημάτων καὶ τὸ πλῆθός σου τῶν πταισμάτων, ταῦτά σοι ἐπεληλυθέναι. ἠνεχύραζες δὲ τοὺς ἀδελφούς σου διακενῆς · ἀμφίασιν δὲ γυμνῶν ἀφείλου. πρόσχωμεν, οἱ τοκογλύφοι · μήποτε ἐνεχυράζωμεν διακενῆς. ὠφέλιμα τὰ ῥήματα, κατὰ τοῦτό ἐστι τὸ λέγειν κατὰ λόγον ἁμαρτήματα ἀληθῶς, ψεκτῶς γινομένων ἐν ἀνθρώποις. ὑπολαμβάνει τοῦτο Ἐλίφας περὶ τοῦ Ἰὼβ, ἐπειδὴ ᾔδει αὐτὸν πλούσιον, καὶ ὑπώπτευσεν ἀπὸ τοιούτων τινῶν πόρων πλουτεῖν αὐτόν · διό φησιν · ἠνεχύραζες διακενῆς, τουτέστιν μηδὲν ἐποφειλόμενος. εἰ δὲ ἐδάνεισα, καὶ μὴ πιστεύων τῷ δανεισαμένῳ, ἔλαβον ἐνήχυρον ἀξιόχρεων πρὸς ἔχρησα, ἔλαβον ἐνήχυρον, οὐ διακενῆς δέ. εἰ μέντοι, συκοφαντῶν αὐτὸν, καὶ λέγων ὀφείλειν μοι μὴ δυνάμενον ἀποδοῦναι, ἀπαιτῶ καὶ λαμβάνω, ἐνήχυρον λαμβάνω διακενῆς. προσεπιτείνει δὲ πάλιν, ἄλλην αὐτοῦ ἁμαρτίαν οἰόμενος γεγονέναι. ἔστι ποτὲ λαβεῖν ἀμφιάσματα, οὐ τοῦ γυμνοῦ, ἀλλὰ πλουσίου, ἔχοντος ἕτερα ἀποκείμενα ἐνδύματα πολλὰ λαβεῖν, τρία δή · ὧν τῶν πολλῶν ἐκεῖ ἔλαβον ἀμφίασιν · ἄλλα γυμνοῦ, ἄλλα πλουσίου. ἐὰν μέντοι γε χιτῶνα ἔχῃ τις ἕνα, καὶ τοῦτον τὸν χιτῶνα, προφάσει τοῦ ἀπαιτεῖν τὸ ἐμὸν, ἐκδύσω, μὴ ἐλεήσας ἐκεῖνον τὸν γυμνὸν, ἀμφίασιν τοῦ γυμνοῦ ἀφειλόμην. πολλὰ δὲ τοιαῦτα ἐν ἡμῖν γίνεται, ὅταν δανείζωμεν, ὅταν πρὸς ὀφειλέτας ἐρχώμεθα · πολλάκις ὀφειλέτης ἡμῶν εἰς ὑπερβολὴν πένεται, μὴ δυνάμενος ἀποδοῦναι · καὶ ἡμεῖς τὰ σπλάγχνα ἡμῶν ἀποκλείσαντες, ἀνελεεῖς καὶ ὠμοὶ γινόμεθα, μὴ βλέποντες ὅτι γυναῖκα τρέφει καὶ τέκνα, καὶ μόλις τρέφεται ἀπὸ τῶν ποριζομένων αὐτῷ ὀλίγων ὀβολῶν · ἀπαιτοῦμεν πικρῶς, ἔσθ’ὅτε καὶ περισσὰ ἔχοντες παρ’ἑαυτοῖς. τοιαῦτα γίνεται ἐν ταῖς πικραῖς ἀπαιτήσεσιν, ἐνίοτε αὐτὸν τὸν ψωμὸν ἔχει τις ἕνα, κἂν μὴ ἔχῃ ἄρτον ὁλόκληρον, ἀφαιροῦμεν ἀπ’αὐτοῦ, λέγοντες · ἀλλ’ὀφείλεις. ταῦτα οὖν λέγει, ἐγκαλῶν τῷ Ἰὼβ, ὅτι ἀμφίασιν γυμνῶν ἀφεῖλεν. οὐ δὲ ὕδωρ διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν · ἐθαύμασας δέ τινων πρόσωπον, ᾤκισας δὲ τοὺς ἐπὶ τῆς γῆς. χήρας δὲ ἐξαπέστειλας κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. οὐκοῦν οὐ μόνον τὸ ἀδικεῖν, ἀλλὰ καὶ τὸ μὴ εὐεργετεῖν ὑπεύθυνον · ἐπισημαίνει δὲ μέχρι τοσούτου εὐεργεσίας ἐκτείνειν ὀφείλομεν, ὁπότε ὑπεύθυνον τὸ μὴ ποτίσαι διψῶντας. ὥσπερ οὖν διὰ τὸ ποτήριον ψυχροῦ ὕδατος μισθὸν λαμβάνομεν, πολλὴν μέντοι ἀπηνίαν τοῦ Ἰὼβ καταψηφίζεται, ὡς μη δὲ ὕδωρ τὴν ἀδάπανον χάριν παρέχοντος, καὶ τὸ μεῖζον κακὸν, τῷ διψῶντι. ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. τί λέγω, φησὶν, ὅτι οὐ παρέσχες τῷ δεομένῳ; ὁπότε καὶ τὴν μικρὰν παραμυθίαν τοῦ ἄρτου παρὰ τοῦ πεινῶντος ἀφείλου · ψωμὸν γὰρ λέγει τὸ τμῆμα τοῦ ἄρτου, ὥσπερ καὶ ἐν τῇ Ῥοὺθ κεῖται · βάψαι τὸν ψωμόν σου ἐν τῷ ὄξει. ἐθαύμασας δέ τινων πρόσωπον. τουτέστι καὶ τὰς κρίσεις οὐ δικαίως, οὐ δὲ ἀπαθῶς, ἀλλ’ἀνθρωποπαρέσκως ἐποίησας, προσωπολήπτης γὰρ γέγονας · καὶ δικάζων οὓς μὲν ἐξῇρες, οὓς δὲ ἐταπείνους, τοὺς μὲν ταπεινοὺς βιαζόμενος, τοὺς δὲ ἐν δυναστείαις θαυμάζων καὶ τιμῶν. ὤικισας δὲ τοὺς ἐπὶ τῆς γῆς. τινὰ δὲ τῶν ἀντιγράφων ἀντὶ τοῦ ᾤκισας ἐκοίμησας ἔχει · ἵνα εἴπῃ καὶ αὐτὴν τῶν πτωχῶν τὴν στρωμνὴν ἀφείλου, ὡς ἐπὶ τοῦ ἐδάφους αὐτοὺς ἐξ ἀνάγκης κοιμᾶσθαι, μηδὲν ἔχοντας ὑπεστορεσμένον. χήρας δὲ ἐξαπέστειλας. τῶν προσόντων αὐτὰς ἐγύμνωσας, μᾶλλον προσελθούσαις καὶ ἐλεημοσύνην ζητούσαις οὐδὲν δέδωκας, ἀλλ’ἀπεπέμψω μηδὲν λαβούσας ἀπὸ σοῦ. ὀρφανοὺς δὲ ἐκάκωσας. τὸ δὲ τοὺς ὀρφανοὺς καὶ ἀβοηθήτους κακοῦν, ἐσχάτης κακίας γνώρισμα. οὐδένα μὲν γὰρ δεῖ κακοῦν, ἐξαιρέτως δὲ χρὴ φείδεσθαι τῶν ὀρφανῶν · περὶ γὰρ τῶν ἀβοηθήτων ψυχῶν πολεμεῖν Θεὸς ἐνετείλατο. πλέον δὲ παρὰ τοὺς ἄλλους ἀνθρώπους, πτωχοὶ, χῆραι, ὀρφανοὶ δέονται βοηθείας. βουλὴ δὲ ἀσεβῶν πόρρω ἀπ’αὐτοῦ. ἰδόντες δίκαιοι ἐγέλασαν. οἱ ἀσεβεῖς βουλεύονται, πόρρω ἐστὶν ἀπὸ τοῦ Θεοῦ. ἰδόντες δίκαιοι τὴν βουλὴν τῶν ἀσεβῶν, κατεγέλασαν αὐτούς. ἔκβαλε δὲ ἐκ στόματος αὐτοῦ ἐξηγορίαν, καὶ ἀνάλαβε τὰ ῥήματα αὐτοῦ ἐν καρδίᾳ σου. τὴν ἐξηγορίαν ἐζήτουν κατ’ἐμαυτὸν, τί σημαίνει; καὶ εὗρον ἐν ἄλλῃ ἐκδόσει, παρὰ τῷ Συμμάχῳ, ἀντ’αὐτῆς, τὴν ἐξομολόγησιν. παρὰ δὲ τῷ Ἀκύλᾳ · νόμον. φησὶν οὖν κατὰ μὲν τὸν ἕνα · ἐξομολόγησαι περὶ τῶν ἁμαρτημάτων σου · τὸν δὲ τρόπον τῆς ἐξηγορίας παρὰ τοῦ Θεοῦ διδάχθητι. κατὰ δὲ τὸν ἕτερον · δέξαι παρὰ Θεοῦ νόμον, καὶ τοὺς λόγους αὐτοῦ ἐγκαρδίους ποίησαι. εἰ δίκαιος εἶ καὶ ἄξιος, ὑπαγορεύθητι παρὰ Θεοῦ, καὶ δέξαι θεῖα ῥήματα ἐξ σῇ καρδίᾳ, ὡς ὕστερον Ἱερεμίας ἤκουσεν · ἰδοὺ δέδωκα τοὺς λόγους μου εἰς τὸ στόμα σου. ἐξηγορίαν τὴν ἐξομολόγησίν φησιν, προτρέπων εἰς μετάνοιαν τὸν δίκαιον. τοῦτο λέγει, ὅτι μετάβαλε τὸν τρόπον, καὶ ἀνάλαβε τοὺς θείους νόμους. ὅτι ἐξαγόρευσον τὰ ἡμαρτημένα σοι, καὶ τοῦ λοιποῦ τοὺς λόγους τοῦ Θεοῦ φύλαττε. τῆς διπλῆς δὲ ταύτης ἐννοίας ἐκεῖθεν ἔσχον τὰς ἀφορμὰς, τὴν ἐξηγορίαν. θήσῃ ἐπὶ χώματι ἐν πέτρᾳ, καὶ ὡς πέτρα χειμάρρου Σωφείρ. βαλεῖς εἰς γῆν, καὶ οἱονεὶ κακώσεις αὐτόν. καὶ δὴ οἶδα ὅτι ἐκ χειρός μου ἔλεγξίς ἐστιν, καὶ χεὶρ αὐτοῦ βαρεῖα γέγονεν ἐπ’ἐμῷ στεναγμῷ. τουτέστι τὸν κατήγορον μετ’ἐμαυτοῦ περιφέρω, τὸν ἔλεγχον, τὴν ἀπόδειξιν τῶν κακῶν οἴκοθεν ἔχω. οἶδα, φησὶν, ὅτι ἐκ τῶν ἐν χερσὶ, τουτέστιν ἐκ τῆς πληγῆς, καὶ οὐκ ἀφ’ὧν ἔπραξα, δοκεῖτε τοὺς ἐλέγχους ἐπάγειν · καὶ γὰρ βαρέως ἐπέθετό μοι Θεὸς, ὥστε με στενάζειν. οἶδα, φησὶν, ὅτι ἐκ τῶν πράξεων τῶν ἀνθρώπων, αἱ κρίσεις αὐτοῖς · πλὴν ὑπὲρ τὴν ἰσχύν μου ἐπετέθη μοι, ἤτοι ἔξω τῆς πράξεώς μου, ἔλεγχος. καὶ ἐν πολλῇ ἰσχύϊ ἐπελεύσεταί μοι, εἶτα ἐν ἀπειλῇ μοι οὐ χρήσεται. καὶ γὰρ εἰ ἐν πολλῇ ἰσχύϊ χρήσεται μοι καὶ ἀπειλῇ, ἀλλ’ὅμως οἶδα ὅτι ἀλήθεια παρ’αὐτῷ ἐστιν. ἀλήθεια γὰρ καὶ ἔλεγχος παρ’αὐτοῦ · ἐξαγάγοι δὲ εἰς τέλος τὸ κρίμα μου. τοῦτο ηὔξατο, τοῦτό ἐστιν φησιν, ὥστε πέρας ἐπιτεθῆναί μου τοῖς δεινοῖς · εἶτα, φησὶν, ὅτι ταῦτα ἤθελον γενέσθαι, ὥστε ἀποθανεῖν, οὐχ ὡς νῦν μέλλοντος αὐτοῦ κρίνειν. παρ’Ἑβραίοις, τὸ τέλος καὶ νίκη διὰ μιᾶς σημαίνεται λέξεως. οἶδεν γὰρ ἤδη ὁδόν μου. οἶδε, φησὶ, τὴν ὁδόν μου, καὶ ὅτι ἐσπούδασα ἀεὶ ὑπακούειν αὐτῷ · ἀλλὰ τίς, ὅταν κρίνῃ, ἀντερεῖ αὐτῷ; ἐπὶ τούτῳ ἀπὸ προσώπου αὐτοῦ κατασπουδασθῶ · κατανοήσω, καὶ πτοηθήσομαι ἐξ αὐτοῦ. οὐχ ἥμαρτον, φησὶ, καὶ τί τοῦτο; οὐ γὰρ μόνον ἀπὸ τῆς τῶν ἁμαρτημάτων ἐξουσίας ἔξεστι κολάζειν Θεῷ, ἀλλὰ καὶ τοῦτο χωρὶς ἁμαρτημάτων λέγω. οὐ γὰρ ᾔδειν ὅτι ἐπελεύσεταί μοι σκότος, πρὸ προσώπου δέ μου ἐκάλυψεν γνόφος. οὐ κατ’ἀκολουθίαν ἀνθρωπίνην γέγονε τοῦτο, φησὶν, ἀπροσδόκητον τὸ κακόν · στοχάζομαι τῆς τοῦ Θεοῦ χειρὸς εἶναι τὴν πληγήν. καὶ καλῶς εἶπε, πρὸ προσώπου μου · οὐ γὰρ κοινὸν τὸ σκότος ἐστὶν, ἀλλὰ τῆς ἐμῆς ἀθυμίας. αὐτὸς δὲ διὰ τί τούτων ἐπισκοπὴν οὐ πεποίηται; ἐπὶ γῆς ὄντων αὐτῶν, καὶ οὐκ ἐπέγνωσαν. τουτέστιν πάντων κατεφρόνησαν, πάντων κατεγέλασαν · οὐδεὶς αὐτοὺς ἀδικεῖ, οὐ δὲ κακῶς ποιεῖ · αὐτὸς δὲ οὔπω ἐπισκοπὴν πεποίηται τούτων, ὥστε ποιήσει μετὰ ταῦτα, καὶ ἐξετάσει τὰ πεπλημμελημένα αὐτοῖς, καὶ οὐ παρόψεται · ἐπιθυμητικῶς κατέφαγον ὀρφανούς. γνοὺς δὲ αὐτῶν τὰ ἔργα, παρέδωκεν αὐτοὺς εἰς σκότος. τουτέστιν, μαθὼν τὰ ἔργα, ὅτι ἐξετάσας καὶ βασανίσας, τουτέστι γνούς. οὐ δὲ ψυχή μου μελετήσει ἄδικα. τουτέστιν ἐπὶ τῆς αὐτῆς στήσομαι ψήφου, οὐδείς με παρατρέψαι δυνήσεται, οὐδεὶς εἰσκροῦσαι, οὐδεὶς παραγαγεῖν τοῦ προκειμένου. μή μοι εἴη δικαίους ὑμᾶς ἀποφῆναι ἕως ἂν ἀποθάνω, οὐ γὰρ ἀπαλλάξω ἀκακίαν μου. τουτέστιν, οὐ κατηγορήσω ἐμαυτοῦ, οὐ δὲ μεταθήσομαι, κἂν μυρία λέγητε · οὐ προήσομαι τῆς ψήφου, εἰ καὶ δοκεῖτε παῦσαι τὸν κατ’ἐμοῦ ἔλεγχον. κἂν συγκαταθῶμαι εἰς λέγετε, ὅτε νενοήκατε διὰ τί ταῦτα πέπονθα, δικαίους ὑμᾶς ἀπεφηναίην. οὐκ ἀπώσομαι τὴν ἀκακίαν μου, ἕτερα νοῶν περὶ ὑμῶν, καὶ ἕτερα λέγων. ἐπελθούσης αὐτῷ ἀνάγκης, μὴ ἔχει τινὰ παρρησίαν ἔναντι αὐτοῦ; λέγει τοιοῦτόν ἐστιν · ὅτι, φησὶν, ἀδικῶν οὐκ ἔχει παρρησίαν, οὐ δὲ φθέγξασθαι, οὐ δὲ εἰπεῖν ταῦτα ἅπερ ἐγὼ νῦν, ἀλλ’ἀφῄρηται καὶ ἐπεστόμισται · ἐγὼ δὲ τοῦτο οὐκ ἔπαθον, ἀλλὰ λέγω καὶ ἀντιλέγω. οἱ δὲ ἄδικοι οὐχ οὕτως. ἔστι γὰρ ἀργυρίῳ τόπος καὶ τὰ λοιπά. τοῦτό φησιν, ὅτι ἐν τοῖς τυχοῦσιν τάξιν ὁρίσας, πολλῷ μᾶλλον ἐν τοῖς ἀνθρωπίνοις. σίδηρος μὲν γὰρ ἐκ γῆς γίνεται, χαλκὸς δὲ ἶσα λίθῳ λατομεῖται. τάξιν ἔθετο σκότει, καὶ πᾶν πέρας αὐτὸς ἐξακριβάζεται. ὅτι προνοεῖ καὶ μέλει τῶν πραγμάτων αὐτῷ, καὶ οὐδὲν ἁπλῶς, οὐ δ’εἰκῆ παρέρχεται. μᾶλλον ἐκεῖνό φησιν, ὅτι τὰ μὲν ἄλλα δῆλά ἐστιν, δὲ οἰκονομία τοῦ Θεοῦ ἀτέκμαρτος καὶ ἄγνωστος. καὶ μετ’ὀλίγα · καλῶς εἶπε · τάξιν ἔθετο σκότει, δεικνὺς ὅτι οἶδε παραχωρεῖν καὶ ὑπερεξίστασθαι. τίς ἀπελαύνει τὸ ζόφον ἐκεῖνον; πόθεν εὐταξία τοσαύτη ἐν πράγματι τοιούτῳ; εἶτα τὴν δύναμιν, εἶτα τὴν σοφίαν αὐτοῦ διηγεῖται, πείθων μὴ θέλειν ἀπαιτεῖν αὐτὸν εὐθύνας. ὡς ὅτε ηὔγει λύχνος αὐτοῦ ὑπὲρ κεφαλῆς μου, ὅτε τῷ φωτὶ αὐτοῦ ἐπορευόμην ἐν σκότει. ὅτι γὰρ διὰ τοῦτο ἐζήτει τὴν προτέραν εὐπραγίαν, ἵνα δειχθῇ τοῦ Θεοῦ πρόνοια, δῆλον ἐκ τοῦ λέγειν · ὅτε Θεὸς ἐφύλαττέ με. ὅτε Θεὸς ἐπισκοπὴν ἐποιεῖτο τοῦ οἴκου μου. δὲ Σύμμαχος · ὁπότε περιέφρασσεν Θεὸς τὴν σκηνήν μου. ὁρᾷς ὅτι τοῦτο ἐπεθύμει, τὴν ἐπισκοπὴν καὶ τὴν πρόνοιαν δεῖξαι τοῦ Θεοῦ. νέος διότε εἶχον ἐγὼ, δίκαιος ὢν, φησὶν, τὴν χρήσιμον ἐμοὶ ὕλην πεποίηκα ἀρετήν · πᾶσι γὰρ καλῶς ἐχρώμην. ὅτε ἐξεπορευόμην ὄρθριος ἐν πόλει, ἐν δὲ πλατείαις ἐτίθετό μου δίφρος. οἷα γάρ τις ἄρχων καὶ διδάσκαλος ἀρετῆς, οὐχ ὕπνῳ καὶ μέθαις ἐσχόλαζεν, ἀλλ’ἐξ ἀγάπης ἑωθινὸς ἐν ταῖς πλατείαις καθῆστο, νόμος καὶ τύπος τοῖς ἐν τῇ πόλει γινόμενος. εὐλογία ἀπολλυμένου ἐπ’ἐμὲ ἔλθοι. Σευήρου, ἐκ τῆς πρὸς Ἰουλιανὴν διάκονον ἐπιστολῆς. Κύριος ἐν εὐαγγελίοις φησὶν, περὶ τῶν τῷ κόσμῳ νεκρούντων ἑαυτοὺς, πρὸς τὸ τοῦ μαρτυρίου στάδιον τὸ σῶμα ἐκδιδόντων, πρὸς τοὺς τῆς ἀσκήσεως πόνους, καὶ ταύτῃ δοκούντων ἑαυτοὺς ἀπολλύναι καὶ ἀποκτεῖναι τῷ στερίσκεσθαι τῆς βιωτικῆς ἀπολαύσεως · ἀπολέσας τὴν ψυχὴν αὑτοῦ ἕνεκεν ἐμοῦ, εὑρήσει αὐτήν. τοῦ οὖν οὕτως ἀπολλυμένου, κατὰ τὴν τοῦ Σωτῆρος φωνὴν, καὶ εὑρίσκοντος τὴν ψυχὴν αὐτοῦ, εὐχὴ καὶ εὐλογία μεγάλη τίς ἐστιν, καὶ ταύτην εὔξαιτο ἄν τις τῶν εὐφρονούντων ἐπελθεῖν αὑτῷ, καὶ ἐμφρόνως ἐρεῖ τό · εὐλογία καὶ τὰ λοιπά. ὀφθαλμὸς ἤμην τυφλῶν, ποὺς δὲ χωλῶν. πρὸς δὲ νοῦν, τυφλὰς διανοίας διήνοιγε, καὶ ὠφείλει τοὺς πεπηρωμένους τὴν ψυχὴν καὶ αὐτὸς αὐτῶν ἐγίνετο ὀφθαλμός · πόδας δὲ ἐχαρίζετο τοῖς κεχωλευμένοις τὰς βάσεις τῆς ψυχῆς, καὶ τῷ λόγῳ ἐγίνετο αὐτῶν ποὺς, καὶ ἐχειραγώγει ἑκατέρους · εἴληπται δὲ μὲν ὀφθαλμὸς ἐπὶ τῆς νοητικῆς ὁδηγίας · δὲ ποὺς ἐπὶ τῆς ἐθικῆς. ἐγὼ ἤμην πάτερ ἀδυνάτων. ἐν τούτοις φωναὶ δηλοῦνται τοῦ ὠφελοῦντος τοὺς ἀδυνάτους, τοὺς ἀσθενεῖς. δίκην δὲ ἣν οὐκ ᾔδειν, ἐξιχνίασα. ὁρᾶς τὴν προστασίαν · οὐ μέχρι χρημάτων, οὐ δὲ μέχρι τροφῆς καὶ ἐνδυμάτων, ἀλλὰ καὶ μέχρι κινδύνων ἀλλοτρίας προϊστάμην μάχης. συνέτριψα δὲ μύλας ἀδίκων. ὅρα τὴν δυσχολίαν τοῦ πράγματος · καθὰ πόθεν, φησὶν, ἤδη καὶ προληφθὲν τὸ πρᾶγμα ἀνώρθωσα. ἀληθῶς Χριστὸς ἐλθὼν, τὰς μύλας τῶν ἀντικειμένων ἐνεργειῶν συνέθλασε · τὰς μύλας τῶν λεόντων συνέτριψεν Κύριος, καὶ ἐν τῷ προφήτῃ γέγραπται · ἐκ μέ σου ὀδόντων αὐτῶν ἅρπαγμα ἐξήρπασα. εἶπα δέ · ἡλικία μου γηράσει, ὥσπερ στέλεχος φοίνικος. ὅρα δὲ μετὰ πόσον χρόνον ταῦτα λέγει, οὐχὶ καυχώμενος, οὐ δὲ μεγαλοφρονῶν, ἀλλ’ἀναγκαζόμενος εἰπεῖν τοῦ Θεοῦ τὴν πρόνοιαν, καὶ ἐπὶ τίσιν ἀπέλαυεν αὐτοῦ, καὶ ἐν τίσιν ἐστὶ νῦν. νυνὶ δὲ κατεγέλασάν μου ἐλάχιστοι · νῦν νουθετοῦσί με ἐν μέρει, ὧν ἐξουδένουν τοὺς πατέρας αὐτῶν. οὐ χρώμενος τῇ ἐξουδενώσει, ἀλλὰ σαφῶς εἰδὼς αὐτοὺς, ὥσπερ προφήτης ἔλεγεν · ἐξουδενοῦται ἐνώπιον αὐτοῦ πᾶς πονηρευόμενος · τοὺς γὰρ τοιούτους οὐδὲν ἡγεῖτο. καί γε ἰσχὺς χειρῶν αὐτῶν, ἱνατί μοι; ἐπ’αὐτοὺς ἀπώλετο συντέλεια. ἐν ἐνδείᾳ καὶ λιμῷ ἄγονος, οἱ φεύγοντες ἄνυδρον ἐχθὲς συνοχὴν καὶ ταλαιπωρίαν. Ὀλυμπιοδώρου, Ὠριγένους. ἀλλ’οὐ δὲ ᾔτησά τινα ἐπικουρίαν, φησὶ, παρ’αὐτῶν, ἵνα διὰ τοῦτο τοιούτοις πρὸς ἐμὲ χρήσωνται ῥήμασιν · οἵ γε πάλαι δίκην ἐχρεώστουν, πονηροὶ ὄντες, καὶ τρόπον τινὰ ἀπέπτη ἀπ’αὐτῶν τιμωρία. ὅτι θανάτου ἐπιθυμοῦντες διὰ τὴν ἄκραν πενίαν, οὐκ ἔτυχον, καὶ οὐ δὲ ὑπὸ τῆς ἐνδείας ἐσωφρονίσθησαν γεννηταὶ γενέσθαι τοῦ καλοῦ, ἀλλ’ἔμειναν ἄγονοι, οἱ ἐχθές που καὶ πρὸ ὀλίγου, τῆς ἐρήμου καὶ τῶν συμφορῶν ἐκπεφευγότες · ἔοικεν δὲ ὡς ἀγεννεῖς αὐτοὺς διαβάλλειν, καὶ ἐξ ἀδόξων ὄντας χωρίων καὶ πατέρων πενήτων. ἐπ’αὐτοὺς ἀπώλετο συντέλεια. ἀντὶ τοῦ, οὐδέποτέ τι χρηστὸν συνετέλεσαν. οἱ περικυκλοῦντες ἄλιμα ἐπὶ ἠχοῦντι, οἵτινες ἄλιμα ἦν αὐτῶν τὰ σῖτα. ἄλιμα βοτάνη τις ἐστὶν, ὥς φασι, ταχὺ πληροῦσα τὸν ἐσθίοντα. ἐπὶ ἠχοῦντι δὲ, τουτέστιν ἐπὶ φάραγξι καὶ πετρώδεσιν · εὔηχοι γὰρ οἱ τοιοῦτοι τόποι, καὶ ἀντηχοῦσι τοῖς φθεγγομένοις. καὶ ἠχοῦντα λέγει τὸν ἀλσώδη τόπον ἐν ᾧπερ πνοὴ τῶν ἀνέμων, κινοῦσα τὴν ὕλην, ἦχον ἀποτελεῖ. φησὶν οὖν ὅτι περιενόστουν οὗτοι τὰς ὕλας καὶ τὰς φάραγγας καὶ τοὺς τόπους παρ’οὓς ὕδατα ῥέοντα ἠχεῖτε καὶ κελαρύζει, ὑπὸ τῆς ἄγαν ἐνδείας, τὰς βοτάνας ἀνερευνώμενοι, καὶ τὰς ῥίζας τῶν ξύλων περιξέοντες εἰς τροφὴν λιμοῦ παραμυθίαν. ἄτιμοι δὲ καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ. ἑτέρα πονηρία, τὸ καὶ ἐν πενίᾳ τοιούτους εἶναι. εἰ γὰρ ὄφελον δυναίμην ἐμαυτὸν χειρώσασθαι. ὁρᾷς ὅτι τὸ εἰ δυναίμην, οὐ διὰ ἀσθένειαν λέγει, ἀλλὰ διὰ τὸ κεκωλῦσθαι. ἕστηκα δὲ ἐν ἐκκλησίᾳ κεκραγώς. διὰ τὴν ὑπερβολὴν τῶν δεινῶν, οὐ δὲ πλῆθος συνόδου αἰσχυνόμενος. ἀδελφὸς γέγονα Σειρήνων, ἑταῖρος δὲ στρουθῶν. εἰς τὴν ὀρνίθων θηριωδίαν ἐξέπεσα, φησίν · ἠγνόησα τὴν φύσιν τὴν οἰκείαν, οὐδὲν ἐκείνων ἀμείνων διάκειμαι. ἕσταμαι γὰρ ἐν ζυγῷ δικαίῳ, οἶδε δὲ Κύριος τὴν ἀκακίαν μου, εἰ ἐξέκλινεν ποῦς μου ἐκ τῆς ὁδοῦ […] βαβαὶ τῆς ἀκριβείας οὐκ ἔχοι τις εἰπεῖν, ὅτι τῷ πλούτῳ καὶ τοῖς ἀγαθοῖς τοῖς ἔμπροσθεν εἰς ῥᾳθυμίαν καὶ διάχυσιν ἀποχρησάμενος τοιαύτην τίνω δίκην, καὶ μεταβέβλημαι, τοῦ Θεοῦ κατάλληλόν μοι φάρμακον ἐπιθέντος. τὸν μὲν γὰρ φιλόγελω καὶ φιλοπταίσμονα καὶ τρυφῇ προσεσχηκότα, εἰκότως ἀντιθεὶς, τὴν ἐναντίαν καταστήσειεν ἕξιν, γοερῷ τινι καὶ πολυθρηνώδει παραδοὺς αὐτὸν βίῳ · τὸν δὲ καὶ πρὸ τούτων φεύγοντα μὲν κώμους, διώκοντα δὲ ἀνθρώπους παίζοντας καὶ γελωτοποιοῦντας, ποῖον ἂν ἔχοι λόγον ἐμπεσεῖν εἰς σκύθρωπον καὶ κατηφῆ βίον; ἐπειδὴ κατεσκληκὼς ἤμην καὶ κατεστυμμένος, οὐκ ἐπὶ τὰς διαφορούσας ἐκείνῳ τῷ βίῳ κακίας κατέπεσα. εἰ δὲ καὶ πολλάκις εἶπον αἱ θεράπαιναί μου · τίς ἂν δῴη ἡμῖν τῶν σαρκῶν αὐτοῦ πλησθῆναι, λίαν μου χρηστοῦ ὄντος; ἀντὶ τῆς ζωῆς αὐτοῦ ἀπολαῦσαι, ὅτι ἤμην αὐταῖς γλυκύς. ἔξω δὲ οὐκ ηὐλίζετο ξένος, δὲ θύρα μου παντὶ ἐλθόντι ἠνέῳκτο. οὐ γὰρ ἐθεράπευεν αὐτοὺς ὑποδεχόμενος μόνον, ἀλλὰ καὶ ἐφόδια τῆς μετὰ ταῦτα πενίας παρεῖχεν. καὶ ἐπαύσατο Ἰὼβ ῥήμασιν. ἡσύχασεν μὲν Ἰὼβ, διδοὺς αὐτοῖς λόγον εἰπεῖν · ἐνεῖδε δὲ, καὶ τὸν Θεὸν ἐκάλεσε μάρτυρα, καὶ ἑαυτῷ ἐπηράσατο ὅτι ἐπεστομίσθησαν οἱ φίλοι. ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων, ἄχρις οὗ ἐτάσητε λόγους, καὶ μέχρι ὑμῶν συνήσω. τοῦτό φησιν, ὅτι οὐ δὲ ὅτε ἠλέγχετε, ὡς ἔδει, ἠλέγξατε · ὅτι ὕστερον ἐσιωπήσατε. οὕτω πρὸς τό · ἐρῶ γὰρ, ὑμῶν ἀκουόντων. πῶς γὰρ λέγεις · δίκαιός εἰμι, καὶ οὐκ ἐπακήκοέ μου; τί οὖν ἐγένετο; οὐχὶ τοῦτο ἐνόμιζεν · τοῦτο μὲν γὰρ ὑπελάμβανεν Ἐλιοὺς, ἀλλ’οὐχὶ τοιαύτῃ γνώμῃ Ἰὼβ εἶπεν, ὅτι οὗτος δικαιότερός ἐστι τοῦ Θεοῦ · ἀλλ’ὅτι ταῦτα μὲν αὐτῷ πέπρακται, οὐ μὴν ἀδικίαν ἐνεκάλει τῷ Θεῷ. δὲ Ἐλιοὺς τοῦτο ὑπέλαβεν · ἐκείνοις δὲ δικαίως ἐνεκάλει, προσδεδωκόσι τοῦ Θεοῦ τὸ μέρος καὶ ἠρνημένοις. λαλήσω, ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη. τυγχάνων συνετοῦ ἀκροατοῦ, καὶ ὢν πλήρης λόγων, λαλῶν ἀναπαύεται, τὴν περιττότητα οἷον κενώσας καὶ ἀποβάλλων, καὶ λέγει · λαλήσω ἵνα ἀναπαύσωμαι. ὃς οὐκ ἐπαισχυνθῇ πρόσωπον ἐντίμου, οὐ δὲ οἶδε τιμὴν θέσθαι ἁδροῖς. εἰ γὰρ καὶ μὴ οἶδας, ἀλλ’ὀφείλεις πολλὰ παραχωρεῖν αὐτῷ, καὶ τῇ δόξῃ αὐτοῦ, ὥστε μὴ πάντα ζητεῖν μανθάνειν. ὅτι οὐκ ἐπ’ἄνδρα θήσει ἔτι. ἔοικε τοῦτο λέγειν, ὅτι νῦν μὲν ἐν ἡμῖν κεῖται τὸ καλὸν καὶ τὸ φαῦλον, ἐν δὲ τῷ μέλλοντι αἰῶνι οὐκ ἔτι. ὅτι πρὸς τὸν ἰσχυρὸν λέγων · εἴληφα, οὐκ ἐνεχυράσω, ἄνευ ἐμαυτοῦ ὄψομαι · σὺ δεῖξόν μοι. τινὲς οὕτως ἡρμήνευσαν · ὅτι μὴ τολμᾷ τις εἰπεῖν τῷ ἰσχυρωτέρῳ, ὅτι ἀδίκως εἴληφας τὰ ἐμὰ, οὐκ ἐνεχύρου χάριν, ὡς ὑποφειλόμενα, καὶ παρὰ γνώμην ἐμὴν εἴληφας · ἐπίδειξον ὅτι εὐλόγως τοῦτο δέδρακας. εἰ δὲ τῷ δυνατῷ ταῦτα οὐδεὶς εἰπεῖν τολμᾷ, πῶς σὺ, φησὶ, τοιαῦτα θρασύνῃ κατὰ Θεόν; δὲ Σύμμαχος οὕτως ἐκδέδωκεν, ὅτι πρὸς Θεὸν ῥῆσιν ἀνέλαβον, οὐχ ἕξω ἀκωλύτως, σὺ διασάφησόν μοι. δὲ ἐνόησεν οὕτως, τουτέστιν · ἐπειδὴ τὴν ὑπὲρ Θεοῦ ῥῆσιν ἀνέλαβον, φησὶν Ἐλιοὺς, οὐκ ἐπέχω, ἀλλ’ἀκωλύτως ἐπεξέρχομαι τῷ λόγῳ. εἰ δὲ μὴ καλῶς λέγω, σὺ διασάφησον, ἀντὶ τοῦ, ἔλεγξον τὸν λόγον. οἶμαι δὲ μᾶλλον οὕτω νοεῖσθαι τὸ κείμενον, ὅτι οὐκ ἐπειδὴ τὸ ὑπὲρ Θεοῦ λέγειν εἱλόμην, παρὰ τοῦτο δεῖ σε καὶ συνομολογεῖν ἁπλῶς, οἷα δὴ χρέος ἀπαιτῶ · ἄνευ δὲ ἐμαυτοῦ ὄψομαι, σὺ δεῖξόν μοι, ἀντὶ τοῦ · χωρὶς τοῦ ἐμοῦ λόγου εἰδέναι θέλω, εἴ τι καὶ ἀντειπεῖν ἔχοις · ἵνα εἴπῃς ὅτι ἡσυχίαν παρέχομαι, καὶ ἐπιλαμβάνου τὸν λόγον, εἰ δύνασαι. ἀνάβλεψον εἰς τὸν οὐρανόν. οὐδεὶς φιλόκοσμος ἀναβλέπει εἰς τὸν οὐρανόν · μὴ ἀγαπῶμεν τὸν κόσμον, μη δὲ τὰ ἐν τῷ κόσμῳ. εἰ τὰ ἐνθένδε ἀγαπῶμεν, οὐκ ἀναβλέπομεν εἰς τὸν οὐρανόν. εἰ ἥμαρτες, τί πράξεις; τουτέστιν οὐ δὲ αὐτὸν ἀδικήσεις, ἀλλ’οὐ δὲ ὠφελήσεις, δίκαιος ὤν · ἐπειδὴ γὰρ ἔλεγεν · εἰ ἥμαρτον, τί δύναμαι πρᾶξαι; τί ποιήσω, φησίν; τοῦτο ἵνα εἴπῃ · διὰ τί; μὴ γὰρ ἀδικούμενος φροντίζει σου ἁμαρτάνοντος; μὴ γὰρ ὡς βλάβην ὑπομένων; κατατάσσων φυλακὰς νυκτερινάς. θέλεις ἰδεῖν πῶς κατατάσσει φυλακὰς νυκτερινὰς Θεός; ὅλος αἰὼν οὗτος νύξ ἐστι, σκότος ἐστί. τὸ φῶς τηρεῖταί σοι · βλέπεις νῦν φῶς, δι’ἔσοπτρον βλέπεις. καί · ἐν τῷ φωτί σου ὀψόμεθα φῶς · μέλλομεν ποτὲ βλέπειν αὐτό. οὐκοῦν νύξ ἐστι πᾶς αἰών; ἐπεὶ νύξ ἐστι, πολέμιοι πολλοὶ, πολλὰ θηρία περιέρχονται. ἐπεὶ οὖν νύξ ἐστὶ τὰ ἐν τῇ σκοτίᾳ τοῦ βίου πράγματα, χρεία ἐστι φυλάκων τεταγμένων εἰς τὴν νύκτα ταύτην, ἵνα οἱ φύλακες, οἱ ἐπὶ τῶν νυκτῶν, φρουρῶσι τοὺς ἐν νυκτὶ, καὶ ἔλθωσι καὶ φυλάξωσιν ἡμᾶς ἀπὸ τῶν λῃστῶν. τίνες οὖν οἱ φύλακες, οἱ τεταγμένοι παρὰ τοῦ Θεοῦ ἐν ταῖς φυλακαῖς ταῖς νυκτεριναῖς; παρεμβαλεῖ ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτούς · οὗτοι οἱ ἄγγελοι οἳ ἐν νυκτὶ φρουροῦσιν ἡμᾶς. τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας; τίς ἐπαγαγὼν σπαρτίον ἐπ’αὐτῆς; ἠθέλησαν μὲν εἰπεῖν Ἕλληνές τι περὶ τοῦ μέτρου τῆς γῆς · διάμετρος τῆς γῆς, φασὶν, εἰκόσι πέντε μυριάδων στάδια. ἔοικε δ’ λόγος δεικνύναι, ὅτι ἄληπτόν ἐστι τὸ μέτρον τῆς γῆς παντί · μόνος δὲ Σωτὴρ οἶδεν αὐτὸ, καὶ δημιουργός. μέτρα δὲ, καὶ οὐ μέτρον εἶπεν, ἵνα τὰς διαφορὰς τῆς γῆς παραστήσῃ. μέτρον τί ἐστι τῆς τοιᾶσδε, φέρε εἰπεῖν, τῆς φερούσης τὰ ἀρώματα Ἀνατολῆς; μέτρον τῆς φερούσης τὸ πέπερ τὰ ζῶα; οὐ γὰρ πάντα πανταχοῦ γίνεται · ταῦτα οὖν τὰ μέτρα παρὰ τῷ Λόγῳ τοῦ Θεοῦ εἰσιν. ἄρα οὐχ ἁπλῶς τοσαύτη γεγένηται γῆ, οὐ δὲ ὡς ἔτυχεν, ἀλλ’ἐμοὶ δοκεῖ, εἰ καὶ τὸ τυχὸν προσετέθη, ἄκαιρον εἶναι, καὶ εἴπερ ἀφῃρήθη, ὁμοίῳ τῷ λόγῳ πᾶσαν αὐτὴν λυμήνασθαι · καὶ τοῦτο αἰνίττεται τὰ μέτρα καὶ τὸ σπαρτίον. τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ’αὐτῆς; τίς δέ ἐστιν βαλὼν λίθον γωνιαῖον ἐπ’αὐτῆς, ὅτι οὕτως ἕστηκεν ἑδραία, ὡσπερεὶ ἐπῳκοδόμησεν ἐπ’ἀσφαλείᾳ βεβηκυίᾳ θεμελιώσεως; τῇ βουλήσει τοῦ Θεοῦ, ἐν τῇ γὰρ χειρὶ αὐτοῦ πάντα τὰ πέρατα τῆς γῆς. λίθον γωνιαῖον · τοῦτο δύναται καὶ εἰς τὸν Μονογενῆ τοῦ Θεοῦ Υἱὸν, δι’ἡμᾶς σαρκωθέντα, νοεῖσθαι · κατὰ τὸ ἐν ψαλμοῖς · λίθον, ὃν ἀπεδοκίμασαν, ἐγενήθη εἰς κεφαλὴν γωνίας. εὐδοκίᾳ γὰρ τοῦ Πατρὸς ἐλθὼν ἐπὶ γῆς, συνῆψεν ἐν ἑαυτῷ τοὺς δύο λαοὺς, τῶν Ἰουδαίωντε καὶ ἐθνῶν, ὥσπερ ἀμέλει καὶ γωνιαῖος λίθος ἀμφοτέρους συνδεῖ τοὺς τείχους. εἶπα δὲ αὐτῇ · μέχρι τούτου ἐλεύσῃ, καὶ οὐχ ὑπερβήσῃ. δὲ Σύμμαχος · ἕως ὧδε τετάχθω τὸ ἔπαρμα τῶν κυμάτων σου. οὕτω μὲν γὰρ ἀσφαλῶς κατέχει αὐτὴν ὡσανεὶ κλείθροις · οὕτω δὲ εὐκόλως, ὡσανεὶ ἐπὶ τάξει. εἶπα γὰρ, φησὶ, καὶ οὐκ ἔστιν ἀντειπεῖν, ὅταν, μηδεμίας ἀνάγκης ὠθούσης, τοῦτο γίνηται · ἅμα καίτοι πολλῆς τῆς βίας καὶ τῆς ῥώμης αὐτὴν μαστιζούσης · διὰ γὰρ τοῦτο οὐκ ἀφῆκεν αὐτὴν εἶναι γαληνιαίαν, οὐ δὲ ἥμερον, ἵνα κηρύττῃ τοῦ Θεοῦ τὴν ἰσχὺν, τῆς φύσεως τῷ προστάγματι μαχομένης, καὶ τοῦ προστάγματος πανταχοῦ νικῶντος. εἰ γὰρ ἥμερον ἦν τὸ ὕδωρ, τῇ φύσει τοῦ ὕδατος τὴν εὐταξίαν ἂν ἐλογίσαντο πολλοί · νῦν δὲ ταραττομένη, μαστιγουμένη, ὠθουμένη ἔνδον, καὶ τὰ ὅρια ὑπερβῆναι μὴ δυναμένη, διὰ τῆς ταραχῆς κηρύττει τοῦ Θεοῦ τὴν ἰσχύν. τίς δὲ ἡτοίμασε κόρακι βοράν; λέγεται γὰρ μὴ ἐκτρέφειν τὰ ἔκγονα · ἀλλ’αὐτοὶ μὲν εἰκότως, ἅτε μεγάλοι ὄντες, πορίζουσι τροφήν. τὰ δὲ ἔκγονα τίς ἐκτρέφει; οὐχ τοῦ Θεοῦ λόγος; καθὰ καὶ τὸ εὐαγγέλιόν φησιν · τὰ πετεινὰ τοῦ οὐρανοῦ οὐ σπείρουσιν, οὐ δὲ θέρουσι, καὶ πατὴρ ὑμῶν οὐράνιος τρέφει αὐτά. ἐπὶ δὲ σῷ προστάγματι ὑψοῦται ἀετός; γὺψ δὲ ἐπὶ νοσσιᾶς αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ’ἐξοχῇ πέτρας καὶ ἀποκρύφῳ; εἰ ἐν τοῖς σαρκοβόροις τινα λογικὴν σοφίαν, ἀπὸ τῆς κατὰ φύσιν ἐπιστήμης ἐνοῦσαν ἑκάστῳ, καὶ πρὸς γνῶσιν, τῷ μὲν πολέμου, τοῖς δὲ τῶν ἀποθανόντων, ὁρᾷς καὶ ἕνα ἀεροφορούμενον τὸν γῦπα. τί ἔτι ἐγὼ κρίνομαι, νουθετούμενος καὶ ἐλέγχων Κύριον, ἀκούων τοιαῦτα, οὐθὲν ὤν; τί ἔτι, φησὶν, ἐγὼ κρίνομαι, εἰς προοίμιον; καὶ ἐξ ἀρχῆς παρεχώρησε τῶν πρωτείων. ἥττημαι, φησὶ, παρὰ σοὶ τὸ δικαίωμα · τί πορρωτέρω τὴν δίκην ἐπεξάγεις; τί γὰρ δυνατὸν ἀποκρίνασθαι; πῶς δὲ χρὴ πρὸς τοιοῦτον ἀντοφθαλμεῖν δεσπότην; ἐγὼ, φησὶ, διετέλουν, τὴν αἰτίαν τῆς γενομένης ἐπ’ἐμὲ πληγῆς ζητῶν · εἰς δὲ δημιουργίαν οὐδὲν ἐνεκάλεσα, καὶ πρὸς τὰ λεχθέντα οὐδὲν ἔχω λέγειν. λείπει, ὡς οὐ δ’ἐλέγχων Κύριον, νουθετούμενος ἄθλιος. ἀλλὰ ζῶσαι, ὥσπερ ἀνὴρ, τὴν ὀσφύν σου, ἐρωτήσω δέ σε, σὺ δέ μοι ἀπόκριναι. οἱ γὰρ περιουσίᾳ δικαιωμάτων θαρροῦντες, οὐ δὲ φεύγοντες τοὺς ἀντιδίκους, ἀφίασιν, ὥστε ἐκ περιουσίας, γενέσθαι τὴν νίκην. εἶτα αὐτῷ καὶ ἀπολογεῖται, ὅτι μέλει μοι περὶ τῶν ἀνθρώπων · δῆλον ἐκεῖθεν, τίνος δὴ ἕνεκεν τοῦτον ἐπήγαγόν σοι τὸν πειρασμόν. δίδωμί σοι παρρησίαν, ἐγώ σε ἐρωτήσω, σὺ δέ μοι ἀπόκριναι. οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἵνα ἀναφανῇς δίκαιος; τὸν παρόντα λέγει χρηματισμόν · οὐχ ἵνα δὲ κατακρίνω, λέγω ταῦτα, φησὶν, ἀλλ’ἵνα δείξω δίκαιον. περὶ τοῦ πειρασμοῦ φησιν, χρηματισμὸν τὴν συγχώρησιν λέγων, τουτέστι προτεταχέναι με δι’ἄλλο τι τοῦτο γενέσθαι · οὐκ εἶπεν, ἵνα γένῃ, ἀλλ’ἵνα φανῇς σὺ ὅπερ ἦς, ἵνα τοὺς ἄλλους παιδεύσῃς. ὅρα δέ · οὐκ εἶπεν, ἵνα γένῃ δίκαιος (ἣν γὰρ ἀκριβῶς τὴν δικαιοσύνην ἤσκησας), ἀλλ’ἵνα φανῇς. μὴ ἀναφανῶμεν ἄδικοι, μη δὲ ἀσεβεῖς. τούτων μνημονεύωμεν ἐν τοῖς τῶν περιστάσεων καιροῖς, καὶ δόξωμεν τοῦ Θεοῦ ἀκούειν παρόντος καὶ λέγοντος ἡμῖν · οἴει δέ με ἄλλως σοι κεχρηματικέναι, ἵνα τοῖς ἀγνοοῦσιν δήλη σὴ δικαιοσύνη γίνηται; ἀνάλαβε δὴ ὕψος καὶ δύναμιν, δόξαν δὲ καὶ τιμὴν ἀμφίασαι. στεφάνωσαι, ἔνδυσαι δόξαν, ἔνδυσαι τι μὴν, ἔνδυσον εὐπρέπειαν. ὑβριστὴς ἐστρατεύσατο κατὰ σοῦ · σὺ δὲ τὸν ὑπερήφανον ἐταπείνωσας, καὶ μακρὰν μετ’αἰσχύνης ἀπέστρεψας τὰς αὐτοῦ φάλαγγας. ἔλεγξον ἁμαρτωλοὺς, δεικνὺς αὐτοὺς ἁμαρτωλούς · πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, διὰ τοῦ ἐλέγχου τοῦ ἐν σοί. οὐκ ἄρα πρὸς ἐπίδειξιν πρὸς καὶ τὰ ἄλλα πάντα, καὶ πρὸς θεογνωσίαν. ὅρα δὲ ὅσον τὸ ταπεινὸν τῆς αὐτοῦ φύσεως ἐλέγχει αὐτὸν, καὶ οὐ λέγει ὅτι ταπεινὸς σὺ, ἀλλ’ὅτι μέγας ἐγὼ, καὶ οὐ δύναται ἅπερ ἐγώ. ἀλλὰ δὴ ἰδοὺ θηρία παρὰ σοί. ὡς ἀθλητὴς, μάνθανε τὰ περὶ τοῦ δράκοντος τοῦ ἀνταγωνίστου. παρὰ σοὶ οὖν, φησὶ, καὶ παρὰ παντὶ τῷ ὑπομονητικῷ τὰ θηρία ταῦτα ἐξημεροῦται καὶ ὑποτέτακται · ἔστι μέντοι καὶ τὰ λοιπά. ἄξεις δὲ δράκοντα ἐν ἀγκίστρῳ, περιθήσεις δὲ φορβαίαν περὶ ῥῖνα αὐτοῦ; δύνασαι οὖν, φησὶν, Ἰὼβ, ποιῆσαι ὅπερ Μονογενὴς ὕστερον εἰργάσατο; ὥσπερ γάρ τι δέλεαρ αὐτῷ τὴν οἰκείαν σάρκα προβαλλόμενος διὰ τῶν οἰκείων ἥλων, ὡς δι’ἀγκίστρων, ἰχθὺν ἤγρευσεν Λευιαθάν. οὕτω γὰρ τὸ ἑβραϊκὸν ἔχει, καὶ σημαίνει τὸν δράκοντα. ἐπιθήσεις δὲ αὐτῷ χεῖρα, μνησθεὶς πόλεμον τὸν γινόμενον ἐν σώματι αὐτοῦ καὶ μηκέτι γινέσθω; πόλεμον ἐνταῦθα λέγει τὴν ταραχὴν, τὴν ἀγριότητα, τὸ χρίμψασθαι αὐτοῦ. πῶς γίνεται, φησί; τοιοῦτόν ἐστι θηρίον ἄγριον καὶ δυνατὸν καὶ ἀπόπληκτον. δύνασαι δὲ αὐτὸν, φησὶ, τῇ σῇ δυνάμει καταδῆσαι; ὅλως μνησθῆναι καὶ ἐννοῆσαι τὸν μέλλοντα γίνεσθαι ἐν τῷ σώματι αὐτοῦ πόλεμον; σῶμα δὲ αὐτοῦ δαίμονας λέγει, ὡς αὐτοῦ κεφαλὴ ὄντος · τοῦτον δὲ τὸν πόλεμον ἐνίκησε διὰ τοῦ τροπαίου τοῦ σταυροῦ Κύριος. τὸ δέ · μηκέτι γινέσθω, ἐπειδήπερ ἅπαξ γέγονεν σταυρός · ὃς γὰρ ἀπέθανε τῇ ἁμαρτίᾳ, φησὶν, ἀπέθανεν ἐφάπαξ. τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; τὸ πρόσωπον ἐνεδύσατο, τίς ἱκανὸς ἐλέγξαι; τίς ἱκανὸς ἀποκαλύψαι καὶ δεῖξαι τι ἔνδον δράκων ἐστί; καὶ μετ’ὀλίγα. πρὸς τὴν μνήμην ἀνέδραμον τῶν ἱερῶν γραμμάτων, τούτῳ θεοπνεύστῳ βιβλίῳ τοῦ Ἰὼβ ἐγκειμένων, καὶ ὡς ἐν σωματικῇ διαπλάσει τὸ λίαν ἀνειδὲς καὶ ποικίλον κεκρυμμένον τῶν ἐπινοιῶν καὶ τῆς τῶν ἔξωθεν προσωπείων ἀπαλλαγῆς, ἀπογράφων τοῦ διαβόλου καὶ δαιμόνων ἀρχεκάκου καὶ πονηρῶν. φησὶ γάρ · τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ; καὶ ἐπείπερ ἔριζε τῆς ἔξωθεν φαινομένης ταύτης ποικιλίας, ὡς ἔκ τινος βάθους τῆς ἀφανοῦς κακίας ἀνίσχουσι, ἐπενήνεκται τοῖς εἰρημένοις καὶ ταῦτα · τίς ἀποκαλύψει πρόσωπον ἐνδύσεως αὐτοῦ, τουτέστι τίς ἱκανὸς εἰσελθεῖν εἰς τὰ νοήματα τῆς καρδίας αὐτοῦ, διότι συνεπτυγμένα τυγχάνουσι; οὐ σαλευθήσεται, καρδία αὐτοῦ πέπηγεν ὡς λίθος, ἕστηκεν δὲ ὥσπερ ἄκμων ἀνήλατος. ἀπελιθώθη, φησὶν, καρδία αὐτοῦ, καὶ οὐκ ἐλαθῆναι δύναται · ἀλλ’ὅλος ἐστὶν ἀπεσκληκὼς καὶ ἰταμός · οὐκ ἐλαυνόμενος, οὐκ ἀκολουθῶν λόγῳ, οὐκ εἴκει · δὲ σκληρός ἐστιν, ἀνήλατος, ἀνένδοτος. καὶ εἴ τις ἀπὸ τοῦ διαβόλου ἀπέσπασε δύναμιν, καὶ τούτου δράκοντος αὐτὸς ἔχει τὴν καρδίαν ἀνήλατον καὶ οὐκ ἐλαυνομένην. εἰ δέ τις χρυσός ἐστιν ἀκολουθῶν τῷ λόγῳ, τῷ χρυσοχοϊκῷ οὗτος εἴκει ἕως ἂν γένηται πέταλον χρυσοῦν, καὶ δέξηται τοὺς τύπους τῶν γραμμάτων τοῦ Θεοῦ, ἐν Χριστῷ Ἰησοῦ, δόξα εἰς τοὺς αἰῶνας αἰώνων. ἀμήν. ἔδωκεν δὲ Κύριος διπλᾶ ὅσα ἦν ἔμπροσθεν Ἰὼβ εἰς διπλασιασμόν. δὲ Κύριος εὐλόγησε τὰ ἔσχατα Ἰὼβ, τὰ ἔμπροσθεν · ἦν δὲ τὰ κτήνην αὐτοῦ, πρόβατα μύρια τετρακισχίλια, κάμηλοι ἐξακισχίλιαι, ζεύγη βοῶν χίλια. γεννῶνται δὲ αὐτῷ υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς. εἰ πάντα τὰ ὅσα ἦν ἔμπροσθεν τῷ Ἰὼβ, διπλᾶ δέδωκεν Κύριος, μετὰ τὴν πληγὴν, καθὰ τὸ ἱερόν φησι γράμμα, ἔδει καὶ τοὺς παῖδας διπλῶς εἶναι. σκόπει γὰρ ἐπὶ τῶν κτηνῶν · πρόβατα, φησὶν, ἦν αὐτῷ μύρια τετρακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν ἑπτακισχίλια · καμήλων ἑξακισχίλια, ἐν γὰρ τῇ ἀρχῇ εἶχεν τρισχίλια · ζεῦγα βοῶν χίλια, πρῶτον γὰρ ἦσαν πεντακόσια. τὸ αὐτὸ καὶ ἐπὶ τῶν νομάδων ὄνων. γεννῶνται δὲ αὐτῷ, φησὶν, υἱοὶ ἑπτὰ καὶ θυγατέρες τρεῖς, ὅσοι ἦσαν καὶ πρότερον · ἔδει δὲ τοὺς μὲν δεκατέσσαρας εἶναι, τὰς δὲ ἓξ, ἵνα εἶεν διπλοῖ τῶν ἀπολωλότων παίδων. λέγομεν οὖν, ὅτι τὰ μὲν πρόβατα ἀπολώλονται, καὶ τὰ κτήνη · οἱ δὲ υἱοὶ καὶ αἱ θυγατέρες τεθνήκασιν, οὐκ ἀπώλοντο. ἔδωκεν οὖν αὐτῷ Θεὸς καὶ ἕτερα τοσοῦτα τέκνα, ὥστε ἐν τῇ ἀναστάσει διπλᾶ ἔχειν αὐτὰ, ὥστε καὶ πατέρα διπλασίων παίδων αὐτὸν πεποίηκεν Θεὸς, ὧν ἦν πρότερον πατήρ. εἰ δὲ ψυχὴ ἐσβέννυτο μετὰ θάνατον, καὶ τὰ τῆς ἀναστάσεως οὐκ ἦν ἀληθῶς, ἔδει υἱοὺς δοθῆναι δεκατέσσαρας καὶ θυγατέρας ἕξ. διὸ ἱερῶς γραφὴ τετήρηκε περὶ τοῦ ὅτι ἔλαβεν υἱοὺς ζʹ · εἰ δὲ ἐγεγόνεισαν αὐτῷ δέκα τέσσαρες υἱοὶ καὶ θυγατέρες ἓξ, σωζομένου τοῦ περὶ τῆς ἀναστάσεως λόγου, οὐκ εἰσὶν αὐτῷ διπλᾶ δεδομένα τὰ τέκνα, ἀλλὰ τριπλᾶ, ἦσαν δὲ πρῶτον. ἔζησε δὲ Ἰὼβ μετὰ τὴν πληγὴν ἔτη ἑκατὸν ἑβδομήκοντα, τὰ δὲ πάντα ἔτη ἔζησεν διακόσια τεσσαράκοντα. πῶς νοεῖται Ἰὼβ ζήσας μετὰ τὴν πληγὴν, ἔτη ροʹ, τῶν πάντων ὄντων τῆς ζωῆς αὐτοῦ ἐτῶν σμηʹ; φαμὲν τοίνυν λεπτολογοῦντες, ὅτι πάντα τὰ ἀγαθὰ διπλᾶ ἀπολαβὼν, ἐὰν καὶ τὰ τῆς προτέρας εὐημερίας ἔτη διπλᾶ ἀπείληπται, οὕτως ἀριθμῆσαι προσήκει. ἔζησεν ἐν τῇ προτέρᾳ εὐθηνίᾳ ἔτη οζʹ, καὶ ἀφ’οὗ τὴν πληγὴν ἐδέξατο, ἔμεινεν ἐν τῇ κακοπαθείᾳ ἔτη ιδʹ. οὕτως νοητέον τὸ μετὰ τὴν πληγὴν, οὐκ ἀφ’οὗ πληγὴ ἐπαύσατο, ἀλλ’ἀφ’οὗ ἤρξατο · μετὰ δὲ τὰ τέσσαρα καὶ δέκα ἔτη, χρόνον τῆς νόσου, ἔζησεν ἕτερα ρνʹ · τῶν γὰρ τῆς προτέρας εὐημερίας οηʹ ἐτῶν τυγχανόντων, διπλοῦς χρόνος τῆς ὕστερον εὐπραγίας ρνʹ ἔτη συνάγει · προτιθεμένων δὲ καὶ τῶν ιδʹ ἐτῶν τῆς πληγῆς, συνάγονται ἔτη ροʹ, καὶ οὕτως εὑρίσκεται ζήσας, μετὰ τὴν πληγὴν, τουτέστιν ἀφ’οὗ πληγὴ ἐνήνεκται, ἔτη ροʹ κατὰ τὴν γραφήν. σώζεται δὲ οὕτω καὶ διπλασίων τῆς εὐθηνίας ἀνταπόδοσις. συνελὼν τοίνυν, ἀριθμήσεις οὕτως · ἔζησεν ἐν πλούτῳ καὶ εὐπαιδίᾳ ἔτη οηʹ · ἐν τῇ πάντων ἀποβολῇ καὶ τῇ κακίᾳ τοῦ σώματος ἔτη ιδʹ · ἐν τῇ δευτέρᾳ εὐπραγίᾳ ἔτη ρνζʹ, ὡς εἶναι τὸν πάντα τῆς ζωῆς αὐτοῦ χρόνον, ἔτη σμηʹ, καθά φησιν κατ’αὐτὸν ἱερὰ βίβλος. καὶ ἐτελεύτησεν Ἰὼβ πρεσβύτερος καὶ πλήρης ἡμερῶν. γέγραπται δὲ, αὐτὸν πάλιν ἀναστήσεσθαι μεθ’ὧν Κύριος ἀνίστησιν. Ἀκύλας καὶ Σύμμαχος ἐλθόντες συνεπέραναν τὸ βιβλίον, ὡς δὴ τῷ ἑβραϊκῷ ἀκολουθοῦντες · δὲ Θεοδοτίων συμπεραίνει τοῖς Οʹ, οὐδὲν ἔχων ἐλλεῖπον, οὐ χρόνον, οὐ βίον. γέγραπται δὲ πάλιν ἀναστήσεσθαι αὐτὸν, μεθ’ὧν Κύριος ἀνίστησιν, τῶν δικαίων δηλονότι · οἱ γὰρ ἀσεβεῖς, φησὶν, οὐκ ἀναστήσονται ἐν κρίσει, οὐ δὲ οἱ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων. καὶ ταῦτα δὲ ῥήματα δεχόμεθα, εἰ καὶ μὴ ὡς τοῦ παντὸς ὕφους ὄντα, ἀλλά γε ὥς τινος τῶν ἁγίων αὐτὰ συνυφήναντος τῇ βίβλῳ · πλὴν ὅμως πάντα δεχόμεθα, οὕτως ἐκ τῶν πατέρων τὸ βιβλίον παρειληφότες. οὗτος ἑρμηνεύεται ἐκ τῆς συριακῆς βίβλου. Συριακὴν νῦν τὴν Ἑβραίων διάλεκτον καλεῖ, ἐπειδὴ καὶ Συρίαν τὴν Ἰουδαῖαν, καὶ Σύρους οἱ πολλοὶ τοὺς Παλαιστινοὺς ὀνομάζουσιν · καὶ Ἡρόδοτος ἱστοριογράφος φησί · περιτέμνονται δὲ Ἰνδοὶ, καὶ Αἰγύπτιοι, καὶ Ἄραβες, καὶ οἱ ἐν Παλαιστίνῃ Σύροι · τοὺς Ἰουδαίους οὕτω καλοῦσιν.