Origen

Notes on Luke

ἐπειδὴ πολλοὶ ἐπεχείρησαν ἀνατάξασθαι διήγησιν περὶ τῶν πεπληροφορημένων ἡμῖν πραγμάτων. ἐπειδὴ ὑπέρογκον ἦν τὸ ἐπιχείρημα, ἄνθρωπον ὄντα, Θεοῦ διδασκαλίαν καὶ ῥήματα συγγράφειν, εἰκότως ἀπολογεῖται ἐν τῷ προοιμίῳ. ὥσπερ δὲ ἐν τῷ πάλαι λαῷ πολλοὶ προφητείαν ἐπηγγέλλοντο, ἀλλὰ τούτων τινὲς μὲν ἦσαν ψευδοπροφῆται, τινὲς δὲ ἀληθῶς προφῆται · καὶ ἦν χάρισμα διάκρισις πνευμάτων, ἀφ’οὗ χαρίσματος ἐκρίνετο ἀληθὴς προφήτης καὶ ψευδοπροφήτης · οὕτω καὶ νῦν ἐν τῇ καινῇ διαθήκῃ, τὰ Εὐαγγέλια πολλοὶ ἠθέλησαν γράψαι. ἀλλ’οἱ δόκιμοι τραπεζῖται οὐ πάντα ἔκριναν, ἀλλά τινα ἐξ αὐτῶν ἐξελέξαντο. τάχα δὲ καὶ τὸ, ἐπεχείρησαν, λεληθυῖαν ἔχει κατηγορίαν τῶν προπετῶς καὶ χωρὶς χαρίσματος ἐλθόντων ἐπὶ τὴν ἀναγραφὴν τῶν Εὐαγγελίων. Ματθαῖος γὰρ οὐκ ἐπεχείρησεν, ἀλλ’ἔγραψεν ἐξ ἁγίου κινούμενος Πνεύματος · ὁμοίως καὶ Μάρκος, καὶ Ἰωάννης παραπλησίως, καὶ Λουκᾶς. τὸ μέντοι ἐπιγεγραμμένον κατὰ Αἰγυπτίους Εὐαγγέλιον, καὶ τὸ ἐπιγεγραμμένον τῶν δώδεκα Εὐαγγέλιον, οἱ συγγράψαντες ἐπεχείρησαν. φέρεται δὲ καὶ τὸ κατὰ Θωμᾶν Εὐαγγέλιον. ἤδη δὲ ἐτόλμησε καὶ Βασιλείδης συγγράψαι κατὰ Βασιλείδην Εὐαγγέλιον. πολλοὶ μὲν οὖν ἐπεχείρησαν καὶ τὸ κατὰ Ματθίαν, καὶ ἄλλα πλείονα. ἀλλὰ τὰ τέσσαρα μόνα προκρίνει τοῦ Θεοῦ Ἐκκλησία. οὐχ ἁπλῶς δὲ εἶπε πεπιστευμένων, ἀλλὰ πεπληροφορημένων, τὸ ἀπαράβατον τοῖς λεγομένοις μαρτυρῶν. πραγμάτων δὲ εἶπεν, ἀναιρῶν τὴν αἵρεσιν τῶν κατὰ φαντασίαν λεγόντων τὰ διὰ τοῦ Σωτῆρος γεγενῆσθαι, καὶ τὴν σάρκωσιν αὐτοῦ. περὶ τῶν πεπληροφορημένων δὲ εἰπὼν, τὴν διάθεσιν αὐτοῦ ἐμφαίνει. πεπληροφόρητο γὰρ, καὶ οὐδὲν ἐδίσταζε, πότερον οὕτως ἔχει, οὔ. ὅτι δὲ παρὰ τῶν αὐτοψίᾳ θεασαμένων καὶ αὐτηκόων παρέλαβε, σαφῶς ὡμολόγησεν εἰπών · καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. διαβεβαιοῦται δὲ, ὅτι ἄνωθεν παρηκολούθησεν, οὔ τισι τῶν εἰρημένων, ἀλλὰ πᾶσι. εἰκὸς δὲ ὑπολαμβάνειν τινὰς, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτως ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξειςτε καὶ λόγους · ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. ἄλλος δέ φησιν · ὅτι ἐὰν πάντες τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. οὐκ ἂν δέ τις εἴη Θεόφιλος ἀσθενής · πᾶς γὰρ Θεόφιλος κράτιστός ἐστιν ἔχων τὸ κράτος καὶ τὴν δύναμιν τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ, καὶ οὕτως ἐπιγνώσεται εἰς τὴν περὶ ὧν κατηχήθη λόγων ἀσφάλειαν. ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον τὴν πίστιν διατηρῇ. ἐν τῇ Ἐξόδῳ γέγραπται, ὅτι λαὸς ἑώρακε τὴν φωνὴν τοῦ Κυρίου, καίτοιγε φωνὴ οὐ βλέπεται, ἀλλ’ἀκούεται · ἵνα δηλωθῇ παραδόξως, ὅτι τοῦ Θεοῦ φωνὴ βλέπεται οἷς βλέπεται. ἐν δὲ τῷ Εὐαγγελίῳ οὐχ φωνὴ βλέπεται, ἀλλ’ κρείττων τῆς φωνῆς Λόγος. διὰ τοῦτο, καθὼς παρέδοσαν ἡμῖν οἱ ἀπ’ἀρχῆς αὐτόπται καὶ ὑπηρέται γενόμενοι τοῦ Λόγου. εἰ γὰρ τὸ ἑωρακέναι τὸν Κύριον κατὰ σῶμα αὐτόπτην τούτου γενέσθαι ἦν · καὶ Πιλάτος αὐτόπτης ἦν τοῦ Λόγου, καταδικάζων αὐτὸν, καὶ Ἰούδας προδότης, καὶ πάντες οἱ λέγοντες · σταύρωσον, σταύρωσον αὐτόν. τὸ οὖν εἰδέναι τὸν Λόγον ἐκεῖ ἐνοεῖτο, ὅπου ἔλεγεν Σωτήρ · ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα, τὸν πέμψαντά με. καὶ λεληθότως δὲ καλὸν μάθημα διδάσκει ἡμᾶς Λουκᾶς ἐνταῦθα, ὅτι τινῶν μὲν θεωρημάτων τὸ τέλος θεωρία ἐστί · τινῶν δὲ θεωρημάτων τὸ τέλος πρᾶξίς ἐστι. διὰ γὰρ τοῦ, αὐτόπται, δηλοῖ τὸ θεωρητικὸν, διὰ δὲ τοῦ ὑπηρέται, τὸ πραγματικόν. δύνασαι δὲ καὶ ἑτέρως ἐκλαβεῖν τὸ, ὑπηρέται γενόμενοι τοῦ Λόγου · ἤτοι τοῦ διδασκαλικοῦ λόγου, ὃν παρεδίδου Σωτήρ · καὶ αὐτοῦ τοῦ Θεοῦ Λόγου, καὶ ἐξυπηρέτησαν παρόντες οἱ μαθηταί. τὴν διάθεσιν ἑαυτοῦ Λουκᾶς ἐμφαίνει. πεπληροφόρητο γὰρ, καὶ ἐν οὐδενὶ ἐδίσταζε, πότερον οὕτως ἔχει, οὔ. τοῦτο δὲ γίνεται περὶ τοὺς βεβαίως πιστεύοντας. καὶ γὰρ Ἀπόστολος περὶ τῶν βεβαίων φησίν · ἵνα ἦτε ἐρριζωμένοι καὶ τεθεμελιωμένοι τῇ πίστει. οὐδὲν γὰρ οὕτω πληροφορεῖ, ὡς νοῦς καὶ λόγος. ὄψις γὰρ οὐ πληροφορεῖ · ἐπεὶ οὐκ ἀπὸ σημείων καὶ τεράτων ὁρατῶν κρίνεται τὰ πράγματα · ἀλλὰ λόγῳ κρίνεται, ποῖα τἀληθῆ, καὶ ποῖα τὰ ψευδῆ. πραγμάτων δέ φησιν, ἐπειδήπερ οὐ κατὰ φαντασίαν, κατὰ τοὺς τῶν αἱρετικῶν παῖδας, ἐδραματούργησεν Ἰησοῦς τὴν ἔνσαρκον αὑτοῦ παρουσίαν · ἀλλὰ τυγχάνων ἀλήθεια, πρὸς ἀλήθειαν ἐνήργησε τὰ πράγματα. καθεξῆς σοι γράψαι, κράτιστε Θεόφιλε. ἵνα ἐπιγνῷς περὶ ὧν κατηχήθης λόγων τὴν ἀσφάλειαν. ἐγένετο ἐν ταῖς ἡμέραις Ἡρώδου τοῦ βασιλέως τῆς Ἰουδαίας ἱερεύς τις ὀνόματι Ζαχαρίας ἐξ ἐφημερίας Ἀβιά · καὶ γυνὴ αὐτοῦ ἐκ τῶν θυγατέρων Ἀαρὼν, καὶ τὸ ὄνομα αὐτῆς Ἐλισάβετ. ἦσαν δὲ δίκαιοι ἀμφότεροι ἐνώπιον τοῦ Θεοῦ. εἰκὸς ὑπολαμβάνειν, ὅτι Θεοφίλῳ τινὶ ἔγραψε τὸ Εὐαγγέλιον, ὃς εἷς ἦν τῶν πεπιστευκότων, οὕτω ζέων τῷ πνεύματι, καὶ ἀπλήστως ἔχων περὶ τὰς τοῦ Κυρίου πράξειςτε καὶ λόγους · ὅνπερ ἐποίει ἀσφαλέστερον καὶ τὰ νῦν γραφόμενα. πάντες ἐὰν τοιοῦτοι ὦμεν, ὡς ἀγαπᾶσθαι ὑπὸ τοῦ Θεοῦ καὶ φιλεῖσθαι, Θεόφιλοί ἐσμεν. καὶ οὐκ ἄν τις εἴη Θεόφιλος ἀσθενής. ὥσπερ γὰρ γέγραπται ἐπὶ τοῦ λαοῦ ἐξερχομένου ἐκ τῆς Αἰγύπτου · οὐκ ἦν ἐν ταῖς φυλαῖς αὐτῶν ἀσθενῶν · οὕτως εἴποιμι ἂν, ὅτι πᾶς Θεόφιλος κράτιστός ἐστιν, ἔχων τὸ κράτος καὶ τὴν δύναμιν, τὴν ἀπὸ τοῦ Θεοῦ καὶ τοῦ Λόγου αὐτοῦ. καὶ οὕτως ἐπιγνώσεταί τις περὶ ὧν κατηχήθη λόγων τὴν ἀσφάλειαν, συνεὶς τὸν λόγον τοῦ Εὐαγγελίου. ἐπαγγέλλεται τοίνυν τῆς γνώσεως τὸ βέβαιον, ἵνα ἅπερ ἐκεῖνος ἀκοῇ παρέλαβε, ταῦτα καὶ γράμμασιν ἐντυγχάνων ἀσφαλέστερον κατέχῃ, καὶ τὴν πίστιν διατηρῇ. τὸ εἶναι δίκαιον ἐνώπιον τοῦ Θεοῦ, ἔπαινός ἐστι τέλειος. αὐτὸς γὰρ ἐπίσταται τὰς καρδίας τῶν ἀνθρώπων μονώτατος. ἐνδέχεται γὰρ κατὰ μὲν τὸ φαινόμενον δίκαιον εἶναί τινα ἐνώπιον τῶν ἀνθρώπων, κατὰ δὲ τὸ κρυπτὸν τῆς καρδίας μὴ εἶναι τοιοῦτον, ἐμφωλεύοντας κεκτημένος λογισμοὺς πονηρούς. τοιοῦτον καὶ τὸ παρὰ τῷ Ἀποστόλῳ · ὧν ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλ’ἐκ Θεοῦ. οἱ γὰρ ἄνθρωποι οὐκ ἀξίως ἐπαινοῦσι, τὸ φαινόμενον μόνον βλέποντες · δὲ Θεὸς καὶ τοῦ ψεκτοῦ τὴν κρίσιν, καὶ τοῦ ἐπαινετοῦ τὸν ἔπαινον ἀξίως ποιεῖ. πορευόμενοι ἐν πάσαις ταῖς ἐντολαῖς καὶ δικαιώμασι τοῦ Κυρίου ἄμεμπτοι. καὶ οὐκ ἦν αὐτοῖς τέκνον · καθότι Ἐλισάβετ ἦν στείρα, καὶ ἀμφότεροι προβεβηκότες ἐν ταῖς ἡμέραις αὐτῶν ἦσαν. ἐγένετο δὲ ἐν τῷ ἱερατεύειν αὐτὸν ἐν τῇ τάξει τῆς ἐφημερίας αὐτοῦ, ἔναντι τοῦ Θεοῦ. κατὰ τὸ ἔθος τῆς ἱερατείας · ἔλαχε τοῦ θυμιάσαι, εἰσελθὼν εἰς τὸν ναὸν τοῦ Κυρίου. καὶ πᾶν τὸ πλῆθος ἦν τοῦ λαοῦ προσευχόμενον ἔξω τῇ ὥρᾳ τοῦ θυμιάματος. ἴσως ἐρεῖ τις · διὰ τί πρόκειται τούτοις τὸ, ἄμεμπτοι; ἤρκει γὰρ αὐτοῖς πορεύεσθαι ἐν πάσαις ταῖς ὁδοῖς τοῦ Θεοῦ καὶ δικαιώμασιν · εἰ μὴ ἄρα ἐστὶ πορεύεσθαι ἐν πάσαις ταῖς ἐντολαῖς, οὐκ ἀμέμπτως δέ. φημὶ δὲ οὖν πρὸς αὐτὸν, ὅτι, εἰ μὴ ἦν τοῦτο, οὐκ ἂν ἐλέγετο · δικαίως τὸ δίκαιον διώξεις. ἐπὰν οὖν ποιῶμεν τὰς ἐντολὰς, ὥστε καὶ ἐν τῷ συνειδότι ῥύπον κενοδοξίας, ἀνθρωπαρεσκείας, ἑτέρου τινὸς τοιούτου ἔχειν, ποιοῦμεν τὰς ἐντολὰς ἀμέμπτως. ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἑστὼς ἐκ δεξιῶν τοῦ θυσιαστηρίου τοῦ θυμιάματος. καὶ ἐταράχθη Ζαχαρίας ἰδών · καὶ φόβος ἐπέπεσεν ἐπ’αὐτόν. εἶπε δὲ πρὸς αὐτὸν ἄγγελος · μὴ φοβοῦ, Ζαχαρία, διότι ἐσηκούσθη δέησίς σου, καὶ γυνή σου Ἐλισάβετ γεννήσει υἱόν σοι, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰωάννην. καὶ ἔσται χαρά σοι καὶ ἀγαλλίασις · καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. διὰ συγκαταβάσεως ὤφθη ἄγγελος τῷ Ζαχαρίᾳ. οὐ δὲ γὰρ φθαρτοῦ σώματος ὀφθαλμοῖς δύναταί τις ἰδεῖν ἄφθαρτον σῶμα. ἐκ δεξιῶν δὲ ὤφθη ἑστὼς ἄγγελος τοῦ θυσιαστηρίου, ὅτι αἴσια αὐτῷ ἔμελλε προαγγεῖλαι. ἐταράχθη δὲ Ζαχαρίας ἰδών. ξενίζουσα γὰρ ὄψις ἀνθρώπῳ φαινομένη οὐκ ἔστιν ὑπομονητική. ἀλλ’ὅμως ἐπιστρέφει ἀπὸ τῆς ταραχῆς τὸν Ζαχαρίαν ἄγγελος, καὶ ἀνακτᾶται αὐτὸν, εἰπών · μὴ φοβοῦ, Ζαχαρία. ἴσθι, ὅτι οὐ παντὶ φαίνεται Θεὸς οἱ ἄγγελοι, ἀλλὰ τοῖς καθαρὰν ἔχουσι τὴν καρδίαν, καὶ ἀξίοις τοῦ βλέπειν. εὑρίσκεται γὰρ τοῖς μὴ πειράζουσιν αὐτὸν, ἐμφανίζεται δὲ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. τοῦ αὐτοῦ. ἐπειδὴ πάντες οἱ ὁρῶντες ἀγγέλους ἐφοβοῦντο, μήπως ὡς μέλλοντες λαβεῖν αὐτῶν τὰς ψυχὰς παρεληλύθασιν, ὡς καὶ Μανωέ φησι · διὰ τοῦτο λύων αὐτοῦ τὴν ἀγωνίαν ἄγγελος, εἶπε τό · μὴ φοβοῦ. οὐ γὰρ μόνον οὐ τελευτᾷς, ἔνθα λύπη καὶ δάκρυα, ἀλλὰ καὶ ζῇς καὶ τεκνοποιεῖς, καὶ χαρὰ μεγάλη ἔσται σοι · γεννήσει γάρ σοι υἱὸν Ἐλισάβετ, οὗ οὐ γέγονε μείζων ἐν γεννητοῖς τῶν γυναικῶν. εἶτά φησι · καὶ πολλοὶ ἐπὶ τῇ γεννήσει αὐτοῦ χαρήσονται. εἰ γὰρ καὶ μὴ πάντες Ἰουδαῖοι, ἀλλὰ πολλοὶ ἐχάρησαν ἐπὶ τῇ παρουσίᾳ τοῦ προδρόμου διαγγέλλοντος τὴν τοῦ Σωτῆρος ἐπιδημίαν. κατὰ τὴν θεωρίαν, σιωπὴ τῶν Προφητῶν ἐστιν ἐν τῷ πάλαι λαῷ τοῦ Θεοῦ. οὐκέτι γὰρ Θεὸς λαλεῖ αὐτοῖς, ἀλλὰ μεταβέβηκεν ἐν ἀρχῇ λόγος πρὸς ἡμᾶς. καὶ παρ’ἡμῖν οὐ σιωπᾷ, παρ’ἐκείνοις δὲ σεσιώπηκε. διὰ τοῦτο σιωπᾷ προφήτης Ζαχαρίας. τὸ δὲ διανεύειν μένοντα κωφόν. ἐξελθὼν δὲ οὐκ ἠδύνατο λαλῆσαι αὐτοῖς, καὶ ἐπέγνωσαν, ὅτι ὀπτασίαν ἑώρακεν ἐν τῷ ναῷ. καὶ αὐτὸς ἦν διανεύων αὐτοῖς, καὶ διέμενε κωφός. καὶ ἐγένετο, ὡς ἐπλήσθησαν αἱ ἡμέραι τῆς λειτουργίας αὐτοῦ, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ. μετὰ δὲ ταύτας τὰς ἡμέρας συνέλαβεν Ἐλισάβετ γυνὴ αὐτοῦ, καὶ περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα · ὅτι οὕτως πεποίηκεν Κύριος ἐν ἡμέραις, αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. ἐν δὲ τῷ μηνὶ τῷ ἕκτῳ ἀπεστάλη ἄγγελος Γαβριὴλ ὑπὸ τοῦ Θεοῦ εἰς πόλιν τῆς Γαλιλαίας, ὄνομα Ναζαρὲτ, πρὸς παρθένον μεμνηστευμένην ἀνδρὶ, ὄνομα Ἰωσὴφ, ἐξ οἴκου Δαυῒδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριάμ. τί δὲ διένευεν αὐτοῖς; προακούσας ἐράσμιον πρᾶγμα ἑαυτῷ μέλλειν ἔσεσθαι, οὐκ ἔσπευσε πρὸ καιροῦ δραμεῖν, ἀλλ’ἔμεινε πληρῶσαι τὴν λειτουργίαν · διδάσκων, ὅτι δεῖ πάντα δεύτερα ποιεῖσθαι τῆς εἰς Θεὸν τιμῆς. οἰκονομικώτατα δὲ περιέκρυβεν ἑαυτὴν Ἐλισάβετ, ἕως οὗ ἐγνώσθη γαστὴρ αὐτῆς, καὶ ἀναμφίβολον ἦν τὸ πρᾶγμα · ἵνα ἐξ ἀκοῆς μὴ βουλόμενοι πεισθῆναι οἱ ἀκούοντες ταῦτα, τῷ αὐτῷ ἐγκλήματι ὑποπτεύσωσιν, καὶ Ζαχαρίας. τὸ ὑπερβατὸν οὕτως ἔχει · ἀπεστάλη ἄγγελος πρὸς παρθένον ἐξ οἴκου Δαυῒδ, καὶ τὸ ὄνομα τῆς παρθένου Μαριὰμ, μεμνηστευμένην ἀνδρὶ, ὄνομα Ἰωσήφ. οὐκ ἀπεστάλη δὲ πρὸς Ἰωσὴφ ἄγγελος · ἐπειδὴ οὐδὲν ἦν κοινὸν τῷ Ἰωσὴφ πρὸς τὴν τοῦ Κυρίου γέννησιν. ὡς δὴ ἀρξαμένης τῆς ἁμαρτίας ἀπὸ γυναικὸς, οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ γυναικὸς ἔδει ἄρξασθαι. εἶπε δὲ Μαριὰμ πρὸς τὸν ἄγγελον · πῶς ἔσται τοῦτο; ἐπεὶ τὸν ἄνδρα οὐ γινώσκω. καὶ ἀποκριθεὶς ἄγγελος, καὶ τὰ ἑξῆς. τὸ, εὗρες χάριν, κοινὸν ἦν. εὗρον γὰρ πρὸ αὐτῆς καὶ ἄλλαι χάριν. τὸ δ’εἰπεῖν, συλλήψῃ, οὐκέτι κοινὸν ἦν, ἀλλ’ἰδιάζον εἰς ἐπαγγελίαν παρθένῳ ξένον πρᾶγμα. εὗρες γὰρ χάριν παρὰ τῷ Θεῷ. διὸ, μὴ φοβοῦ. παντὸς γὰρ φόβου ἀφαίρεσις τοῦ Σωτῆρος ἐπιδημία. καὶ ἰδοὺ Ἐλισάβετ συγγενής σου, καὶ τὰ ἑξῆς. ἤκουσεν Πρόδρομος, τῇ ἐνεργείᾳ τοῦ ἁγίου Πνεύματος κινούμενος, τὸν ἀσπασμὸν Μαρίας, ὃν ὑπέλαβεν Λόγος τοῦ Θεοῦ Χριστὸς, καὶ ἐσκίρτα ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ τῆς μητρὸς, εἰς ἔμφασιν χαρᾶς καὶ προφητείας δήλωσιν. οἱονεὶ γὰρ ἔκτοτε αὐτὸν ἤρξατο προφήτην ποιεῖν Ἰησοῦς, ἔνδον αὐτῷ παρασχὼν τοῦ μυστηρίου τὴν δήλωσιν. ἐπειδὴ δὲ οὐκ ἔδωκε λαλεῖν τοῖς ἐμβρύοις διὰ τὸ ἄωρον, σπεύδοντι τῷ Βαπτιστῇ κηρύξαι τὸν Λυτρωτὴν, ἔχρησεν μήτηρ τοῦ σώματος ὄργανον · οὐ γὰρ Πνεύματος ἁγίου πρότερον ἐνεπλήσθη, πρὶν ἐπιστῆναι τὴν κυοφορήσασαν Χριστόν. πρῶτον δὲ τὸ βρέφος ἐπληροῦτο Πνεύματος, καὶ ἐσκίρτα · καὶ εἶθ’οὕτως τῇ μητρὶ μετεδίδου, καὶ ἀνεβόα προφητικὰ Ἐλισάβετ διὰ τὸ κυοφορούμενον ἐν αὐτῇ βρέφος. τοῦ αὐτοῦ. μὲν λαὸς οὐκ οἶδε τὸν Σωτῆρα ποιοῦντα σημεῖα καὶ τέρατα · δὲ Ἰωάννης ἔτι ἐν τῇ κοιλίᾳ ὢν σκιρτᾷ, ἡνίκα ἦλθεν μήτηρ Ἰησοῦ. ἰδοὺ γὰρ, φησὶν, ὡς ἐγένετο ἀσπασμός σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. ἔδει τὴν μακαρίαν ταύτην Μαριὰμ, μετὰ τὴν τοῦ Γαβριὴλ ἐπιδημίαν, ἀναβαίνουσαν ἀναβῆναι ἐπὶ τὴν ὀρεινήν. μετὰ σπουδῆς δὲ ἐπορεύετο ἀγομένη ὑπὸ τοῦ ἐν αὐτῇ Πνεύματος, ἐπεληλύθει αὐτῇ, καὶ τῆς δυνάμεως τοῦ Ὑψίστου, τῆς ἐπισκιάσης αὐτῇ. ὥσπερ ἤρξατο ἁμαρτία ἀπὸ γυναικὸς, καὶ μετὰ τοῦτο ἔφθασεν ἐπὶ τὸν ἄνδρα · οὕτω καὶ τὰ ἀγαθὰ ἀπὸ τῶν γυναικῶν ἤρξατο, ἵν’ἀπεντραπῶσιν αἱ γυναῖκες τὴν ἀσθένειαν, καὶ τὰ γυναικεῖα ἀποθέμεναι, ζηλώσωσι τοὺς βίους τῶν μακαρίων τούτων. καὶ πόθεν μοι τοῦτο δῆλον, ἵνα ἔλθῃ μήτηρ, καὶ τὰ ἑξῆς. τοῦ αὐτοῦ. σύμφωνα τῷ υἱῷ φθέγγεται Ἐλισάβετ, ἀναξίαν ἑαυτὴν τῆς παρουσίας τῆς Θεοτόκου λέγουσα, ὥσπερ καὶ Ἰωάννης τῆς πρὸς τὸν Χριστὸν παραστάσεως. τί γάρ μοι, φησὶ, τηλικοῦτον πέπρακται ἀγαθὸν, ἵνα μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρός με; μητέρα καλεῖ τὴν ἔτι παρθένον, φθάνουσα προφητικῷ λόγῳ τὴν ἔκβασιν. θεία μὲν οὖν οἰκονομία τὴν μαρτυρίαν ἤγαγε πρὸς τὴν Ἐλισάβετ, ἵνα καὶ μαρτυρία Ἰωάννου ἐκ μήτρας εἰς τὸν Κύριον διὰ τῆς ἰδίας μητρὸς Ἐλισάβετ πληροφορηθῇ, καὶ ἵνα κατὰ τὴν τοῦ ἀγγέλου φωνὴν ὀψομένη τὴν Ἐλισάβετ, καὶ τὸ ἐν αὐτῇ παράδοξον κύημα, διὰ τούτου καὶ τὸ μεῖζον πιστεύσῃ, τουτέστι τὸν ἐξ αὐτῆς φημι τῆς παρθένου ἄσπορον τοκετόν. καὶ συντρέχει πρὸς τὴν πίστιν ταύτην καὶ λόγος τῆς Ἐλισάβετ, λεγούσης · καὶ μακαρία πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. βεβαιοτέρα γὰρ πρὸς τὴν πίστιν ἐκ τούτων ἐγίνετο τῶν ῥημάτων παρθένος, μακαριζομένη, ὅτι ἐπίστευσεν, ἀγγέλουτε προσημαίνοντος, καὶ τῆς συγγενίδος παραπλησίως προφητευούσης. τοῦ αὐτοῦ. ἴδωμεν λοιπὸν παρθενικὴν προφητείαν. μεγαλύνει ψυχή μου τὸν Κυρίον. πῶς ψυχή μου μεγαλύνει τὸν Κύριον, κατανοητέον. ἐὰν ἀξίως πολιτευώμεθα κατ’εἰκόνα τοῦ κτίσαντος ἡμᾶς, καὶ ὁμοιωθῶμεν τῷ πρωτοτύπῳ, κατὰ τὸ δυνατὸν, δι’ἀγαθῶν ἔργων, μεγαλύνομεν τὸν Κύριον λόγοις, ἔργοις, νοήμασι. σμικρύνει δέ τις αὐτὸν ἀναλόγως, κατὰ τὴν κακίαν τὴν ἐνυπάρχουσαν αὐτῷ. τῆς οὖν Μαρίας ψυχὴ ἐμεγάλυνε τὸν Κύριον, τὸ δὲ πνεῦμα αὐτῆς ἠγαλλιάσατο ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρι. πρῶτον ἐμεγάλυνεν ψυχὴ αὐτῆς, εἶτα ἠγαλλιάσατο τὸ πνεῦμα αὐτῆς. παρατηρήσασθαι δεῖ ἐν ὅλῃ τῇ Παλαιᾷ καὶ τῇ Καινῇ Γραφῇ, εἴ πού ἐστιν εὑρεῖν ἐπὶ ἁμαρτωλῶν γενέσεως εἰρημένον τό · ἐπλήσθη χρόνος τοῦ τεκεῖν. οὐκ ἂν γάρ τις εὕροι, ὡς οἶμαι · ἀλλ’ὅπου ὠνόμασται, ὅτι δίκαιός ἐστιν γεννώμενος. καὶ τοῦτο δὲ καὶ τὰ λοιπά. Ἐλισάβετ, προφῆτις οὖσα, καὶ τὴν γενομένην τῷ ἀνδρὶ ἀποκάλυψιν μὴ ἀκούσασα, τῷ Πνεύματι ἁγίῳ τὴν παρὰ τοῦ ἀγγέλου ῥηθεῖσαν προσηγορίαν, καὶ Ἰωάννην ἔφασκε τὸ παιδίον ὀνομάσεσθαι. ὡς δὲ καὶ παρὰ τοῦ πατρὸς ἠξίουν μαθεῖν, καὶ διένευον αὐτῷ, ὡς μὴ ἀκούοντι λαλῆσαι δυναμένῳ · λαβὼν δέλτιον ἔγραψε συμφώνως τῇ ἑαυτοῦ γυναικὶ τοῦ παιδὸς τὴν προσηγορίαν, ὡς πάντας ἐπὶ τούτων ἐκ πλήττεσθαι. εἶτά φησιν · ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ. μετὰ τὸ γράψαι δηλονότι ἐν δέλτῳ, ὅτι Ἰωάννης ἔσται τὸ ὄνομα αὐτοῦ, ἐλύθη δεδεμένη φωνή. καὶ ἀπέλαβε τὴν ἑαυτοῦ γλῶσσαν, οὐκέτι καθὰ πάλαι δεδεμένην τῇ ἀπιστίᾳ, ἀλλ’εὐλογοῦσαν τὸν Θεὸν, καὶ προφητεύουσαν τὰ ἀναγεγραμμένα. περισσόν ἐστι τὸ λέγειν, καὶ τὰ λοιπά. ὡς οἶμαι καὶ οἱ πατέρες ἡμῶν, Ἀβραὰμ, καὶ Ἰσαὰκ καὶ Ἰακὼβ, καὶ ὅλος χορὸς τῶν ἁγίων αὐτοῦ προφητῶν καὶ δικαίων, ἀπήλαυσαν τῆς παρουσίας τοῦ Χριστοῦ. εἰ γὰρ εἰρηνοποίησε διὰ τοῦ αἵματος τοῦ σταυροῦ αὐτοῦ τάτε ἐν τῇ γῇ καὶ τὰ ἐν τῷ οὐρανῷ, κατὰ τὸν θεῖον Ἀπόστολον, τί ὀκνεῖς παραδέξασθαι, ὅτι καὶ πρὸς τοὺς πατέρας ἐπισκοπὴ, καὶ τοῦτο εἰς τὸν ᾅδην αὐτοῦ ἄφιξις ἐπραγματεύσατο διὰ τὸ ἀνεξιχνίαστον αὐτοῦ ἔλεος; τοῦτο δὲ, εἰ καὶ νῦν γέγονεν, ἀλλ’ἔκπαλαι προανεφωνήθη · καὶ ἀδύνατον ἦν μὴ ἐκβῆναι αὐτοὺς λόγους εἰς ἔργον. ὅρκῳ γὰρ ἐβεβαίωσε τὰς ἐπαγγελίας διὰ τὸ ἀπαράβατον, ὅτι πάντως ἔσται. καὶ νῦν οἱ πιστοὶ ἀφόβως ἐκ χειρὸς τῶν νοητῶν ἐχθρῶν ῥύονται. πολλάκις ῥύονταί τινες, καὶ τὰ λοιπά. οὐκ εἰς τὴν τῶν Ἰουδαίων συναγωγὴν εἰς Ἱεροσόλυμα πρὸς τοὺς ἱερεῖς καὶ γραμματεῖς καὶ Φαρισαίους ἀπέρχεται ἄγγελος · ἀλλὰ ποιμένας εὑρίσκει ἀγραυλοῦντας, καὶ φυλάσσοντας φυλακὰς τῆς νυκτὸς ἐπὶ τὴν ποίμνην αὐτῶν · τούτοις γὰρ εὐαγγελίζεται τοῦ Σωτῆρος τὴν γέννησιν. οὗτοι μὲν γὰρ ἄπλαστοι ἦσαν, τὴν παλαιὰν πολιτείαν ζηλοῦντες τῶν πατριαρχῶν. ποιμένες γὰρ ἦσαν καὶ οὗτοι, οἳ καὶ δραμόντες τοῖς ἑτέροις καὶ ἀπήγγελλον. ἐκεῖνοι γὰρ διεφθαρμένοι ὄντες τῷ φθόνῳ, ἔμελλον κρύπτειν τὸ τῆς τοῦ κόσμου σωτηρίας μυστήριον. μόνος γὰρ οὗτος διήνοιξε μήτραν ἐκ παρθένου τεχθείς. οὐδὲν γὰρ τῆς μήτρας ἐκείνης ἥψατο πρὸ Χριστοῦ. πάντα δὲ τὰ πρωτότοκα, εἰ καὶ πρωτότοκά ἐστιν, ἀλλ’οὐ διανοίγουσιν αὐτὰ πρῶτα τὴν μήτραν, ἀλλ’ σύμβιος. μήπως καταλέλοιπεν αὐτούς. ὀδυνώμενοι οὖν ἐζήτουν τὸν Υἱὸν τοῦ Θεοῦ, καὶ ζητοῦντες αὐτὸν, οὐχ εὗρον ἐν τοῖς συγγενέσιν · ὑπὲρ γὰρ τὴν συγγένειαν αὐτῶν ἦν. οὐκ ᾔδειτε, ὅτι ἐν τοῖς τοῦ Πατρὸς ἔδει εἶναί με; ὡς πρὸς ῥητὸν ὁπλισώμεθα κατὰ τῶν ἀθέων αἱρέσεων, λεγουσῶν, ὅτι οὐχ δημιουργὸς Πατὴρ Ἰησοῦ Χριστοῦ, οὐ δὲ Θεὸς τοῦ νόμου, οὐ δὲ Θεὸς τοῦ ναοῦ, οὗτός ἐστιν Πατὴρ τοῦ Χριστοῦ. τῆς γὰρ φωνῆς αὐτοῦ ἀκούοντες οἱ ἀπὸ Οὐαλεντίνου, αἰδείσθωσαν, λέγοντος · ἐν τοῖς τοῦ Πατρός μου δεῖ εἶναί με, εἰ προσίενται τὸ ῥητόν. ἆρα γὰρ οὕτως ἦσαν ἀσύνετοι, ὡς μὴ συνιέναι, τι ἔλεγεν · ἐν τοῖς τοῦ Πατρὸς, ἀντὶ τοῦ · ἐν τῷ ναῷ, μήποτέ τι μυστήριον αἰνίττεται · εἴ τις ὑμῶν τοῦ Πατρός ἐστιν, ἔχει τὸν Χριστὸν ἐν ἑαυτῷ; μᾶλλον γὰρ τοῦ Πατρὸς ὁρῶν ἔμψυχον ναὸν, τὸν καλόντε καὶ ἀγαθὸν, τὸν ναὸν ἐκεῖνον · ἐξῆλθε γὰρ ἀπὸ τοῦ ναοῦ ἐκείνου εἰπών · ἀφίεται ὑμῖν οἶκος ὑμῶν, καὶ ἀπῆλθεν ἐπὶ τὸν ναὸν τοῦ Πατρὸς, τὰς Ἐκκλησίας τὰς πανταχοῦ. καὶ ἦν ὑποτασσόμενος αὐτοῖς, καὶ τὰ λοιπά. ἐπὶ μὲν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ προφητικῷ ἀναγράφεται βασιλείας μόνον Ἰουδαίων · ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ τῆς Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαν καὶ Ἀχὰζ, καὶ Ἐζχίου · καὶ οὐδένα ἄλλον οἶδα βασιλέα ἀναγεγραμμένον ἐν τῷ χρόνῳ τῆς προφητείας τὸν τῆς Ἰουδαίας · ἐπί τινων δὲ προφητειῶν καὶ τὸν βασιλέα τοῦ Ἰσραήλ. ὅτε δὲ ἔμελλε τὸ μυστήριον τοῦ Εὐαγγελίου Ἰωάννης κηρύσσειν, ἀναγέγραπται οὐχὶ Ἰουδαίας μόνος βασιλεὺς Ἡρώδης, οὐ δὲ Ῥωμαίων μόνος Τιβέριος. εἰ μὲν οἱ ἀπὸ τῶν ἐθνῶν μόνοι ἔμελλον σώζεσθαι, πάντη δὲ ἀποκέκλεισται σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ, ἐν ἔτει ιεʹ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος · ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας, καὶ τοὺς ἀπὸ τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος, καὶ Ἀβιλινῆς πιστεύειν, διὰ τοῦτο ἀναγράφονται καὶ αὗται αἱ βασιλεῖαι. ἐμνήσθη δὲ καὶ τῶν ἀρχιερέων Ἄννα καὶ Καϊάφα, ἵνα δείξῃ, ὅτι ἀπὸ τοῦ καιροῦ, καθ’ὃν ἦλθεν Ἰωάννης κηρύσσων, ἦσαν οὗτοι ἀρχιερεῖς ἐν ἐκείνῳ τῷ καιρῷ ἀρξάμενοι, μείναντες δὲ ἕως τοῦ πάθους τοῦ Κυρίου ἐν τῇ ἀρχιερωσύνῃ. τοῦ αὐτοῦ. οὐδέποτε γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ. ἐπειδὴ δὲ ἔμελλε πολλὰ τέκνα τῆς ἐρήμου μᾶλλον εἶναι τῆς ἐχούσης τὸν ἄνδρα, διὰ τοῦτο ἐγένετο ῥῆμα Θεοῦ ἐπὶ Ἰωάννην ἐν τῇ ἐρήμῳ. εἰ γὰρ μὴ τοῦτο ἦν, ἐκ περισσοῦ ἐποίει κηρύσσων ἐν τῇ ἐρήμῳ. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου · ποῦ γὰρ ἔδει τὸν Βαπτιστὴν προέρχεσθαι, εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούληται μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; καταβαίνων γάρ ἐστιν ὡς ἀληθῶς ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον. καὶ κηρύσσει, φησὶν, εἰς ἄφεσιν ἁμαρτιῶν βάπτισμα. εἰς ἄφεσιν δὲ ἁμαρτιῶν, τίνι; τῷ μηκέτι ἁμαρτάνοντι. εἶτα τὸν Ἡσαΐαν παρίστησι τοῦτο αὐτὸ βοῶντα; τί γάρ; φησι φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ. τοῦτο δέ φησιν · ὡς ἂν Ἡσαΐου αὐτοῦ ἀκούοντος τῶν λόγων Ἰωάννου. ἐπίλεκτος γὰρ ἦν εἰς ἀποστολὴν Ἰωάννης, καὶ τέλειος προφητῶν. ἐπειδὴ δὲ Ἰωάννης πρόδρομος ἦν τοῦ Λόγου, εἰκότως φωνὴ ὠνόμασται, οὐ λόγος. προλαμβάνει γὰρ φωνὴ τὸν λόγον. τὸ δέ · ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, τί ἐστιν, εἰ μὴ ἀντὶ τοῦ, εὐτρεπίσθητε πρὸς παραδοχὴν ὧν ἂν βούλοιτο νομοθετεῖν; εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, ἀντὶ τοῦ, παύσασθε ποιεῖν τὰ διεστραμμένα. φάραγξ ἐστὶ βαθεῖα καὶ κοίλη πᾶς ἄπιστος, ὃς, πιστεύσας εἰς Χριστὸν, πληροῦται τῶν τοῦ Πνεύματος καρπῶν, τουτέστι τῶν ἀρετῶν. ὄρος δὲ καὶ βουνὸς ταπεινωθείς ἐστιν τῶν Ἰουδαίων ὑψηλόφρων λαός […]. ὄρη καὶ βουνοὶ αἱ ἀντικείμεναι δυνάμεις, αἳ διὰ τῆς Χριστοῦ ἐπιμελείας ἐταπεινώθησαν · φάραγγες δὲ οἱ ἄνθρωποι, οἳ πεπλήρωνται ἔργοις ἀγαθοῖς. τραχὺς ἦν ἡμῶν βίος, καὶ ἀνώμαλος λόγος. ἐλθὼν δὲ Κύριος ἡμῶν λεῖα πάντα πεποίηκε. καὶ ἐπὶ μὲν τῶν ἐθνῶν ταῦτα γεγένηται · ἐπὶ δὲ τοῦ λαοῦ καθαιρεθέντος τὸ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται. ὄρος γὰρ ἦν ποτε καὶ βουνός · καθῃρέθησαν δὲ καὶ τεταπείνωνται. εἰκότως γεννήματα ἐχιδνῶν πάντας τοὺς ἀπίστους καλεῖ. γὰρ μὴ καταλιμπάνων τὰ ἐν αὑτῷ ἔθη, οὐ λαμβάνει καλῶς τὸ βάπτισμα · ἀλλ’ἔτι γέννημα ἐχίδνης, ἐν ἑαυτῷ τὸν ἰὸν τῆς πονηρίας ἔχων. τοῦ αὐτοῦ. λίθους ὀνομάζει τοὺς ἐθνικοὺς, τοὺς λιθίνην ἔχοντας καρδίαν, καὶ ἐκ πολλῆς ἀναισθησίας τῇ κτίσει παρὰ τὸν κτίσαντα δουλεύοντας, καὶ λίθους προσκυνοῦντας. προφητεύει τοίνυν τὴν καθαίρεσιν ἐκείνου τοῦ λαοῦ καὶ τὴν κλῆσιν τῶν ἐθνῶν. ἐκείνοις γὰρ αὐχοῦσι τὸν Ἀβραάμ φησι · μὴ ἄρξησθε λέγειν ἐν ἑαυτοῖς · πατέρα ἔχομεν τὸν Ἀβραάμ · τὰ δέ γε ἔθνη δύνασθαι τὸν Θεὸν ποιῆσαι τέκνα τοῦ Ἀβραάμ. ποίων λίθων; οὐ λίθους ἐδείκνυεν ἀψύχους, ἀλλ’ἀνθρώπους ἀναισθήτους ὄντας λίθους, ἐπειδήπερ λίθοις προσεκύνουν. καὶ ἐγένετο ἐπ’αὐτῶν τὸ γεγραμμένον · ὅμοιοι αὐτῶν γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πάντες οἱ πεποιθότες ἐπ’αὐτοῖς. ἔτι δὲ καὶ περὶ τῶν λίθων γέγραπται ἐν τῇ ᾠδῇ τῇ ἐν τῇ Ἐξόδῳ · ἀπολιθωθήτωσαν τὰ ἔθνη, ἕως οὗ παρέλθῃ λαὸς οὗτος, ὃν ἐκτήσω · ὡς δῆλον, ὅτι με τὰ τὸ παρελθεῖν τὸν λαὸν μηκέτι ἀπολιθωθείησαν. καὶ ἐπηρώτων αὐτὸν οἱ ὄχλοι, λέγοντες · τί οὖν ποιήσομεν; ἀποκριθεὶς δὲ λέγει αὐτοῖς · ἔχων δύο χιτῶνας μεταδότω τῷ μὴ ἔχοντι. λέγουσι, τοιοῦτόν ἐστι · τὰ δεδομένα ἡμῖν ἐκ Μωϋσέως καὶ τῶν πατέρων ἔθη περὶ θυσιῶν, περὶ ῥαντιστηρίων ποιήσομεν, ἑτέρας ἡμῖν πολιτείας εἰσάγεις ὁδόν; εἰ γὰρ οὐδὲν ἡμᾶς τὰ Ἰουδαϊκὰ ὠφελεῖ, εἰπὲ ἡμῖν, τί χρὴ ποιεῖν; οὐ γὰρ ἴσμεν ἑτέρας πολιτείας ὁδόν. τί οὖν Βαπτιστής; μὴ τολμῶν ὡς οἰκέτης ἀποκινῆσαι τὴν σκιὰν, καὶ τὴν ἐν πνεύματι καὶ ἀληθείᾳ λατρείαν εἰσαγαγεῖν, ἄγει αὐτοὺς ἐπὶ τὸ πλήρωμα τοῦ νόμου, τουτέστι τὴν ἀγάπην, ἧς καρπὸς τὸ κοινωνικὸν εἶναι καὶ εὐμετάδοτον, καὶ φιλόπτωχον. ἦν γὰρ τοῖς Ἰουδαίοις ἐπὶ ἀδελφῶν ἀγαπήσει καύχησις, καὶ τὸ τῆς φιλοπτωχίας ἐξαίρετον · τὸ μὲν ὁλόκληρον τοῦ Εὐαγγελίου οὐκ ἔχουσα, ἀρχὴν δὲ τῆς Καινῆς Διαθήκης εἰσάγουσα. τρία πράγματα εἰσάγει, καὶ τὰ λοιπά. βλέπε τὸν τύπον ἐν τῷ Ζαχαρίᾳ. ἐκβαλόντες γὰρ τὸν λόγον ἐφ’ἑαυτῶν, καὶ μὴ δυνάμενοι περὶ μηδενὸς λόγον ἀποδοῦναι νομικοῦ προφητικοῦ λόγου, κωφοὶ καὶ ἄλογοι μένουσι. καὶ αἰτήσας πινακίδιον ἔγραψεν, Ἰωάννης ἐστὶν τοὔνομα αὐτοῦ. ἐπειδὴ γὰρ ἑρμηνεύεται Ζαχαρίας μὲν μνήμη Θεοῦ, Ἰωάννης δὲ δεικνύς · μέμνηται δέ τις τοῦ ἀπόντος, δείκνυσι δὲ τὰ παρόντα · διὰ τοῦτο οἱ τοῦ παιδὸς τούτου γεννήτορες οὐκ ἀνέσχον αὐτὸν καλεῖν Ζαχαρίαν, ἀλλὰ μᾶλλον Ἰωάννην ὀνομάζειν ἤθελον. διότι ἔμελλεν μονονουχὶ μνημονεύειν Θεοῦ ὡς ἀπόντος, ἀλλ’αὐτὸν ἐκεῖνον τῷ δακτύλῳ δεικνύειν παρόντα καὶ λέγειν · ἴδε Ἀμνὸς τοῦ Θεοῦ. ᾔδει μὲν παναγία Παρθένος, μὴ τέκνον αὐτὸν εἶναι τοῦ Ἰωσὴφ, ἀλλ’εἰς πρόσωπα τούτων τὸν ἑαυτῆς ἐγκρίνει μνηστῆρα διὰ τὴν τῶν Ἰουδαίων ὑποψίαν, οἰομένων αὐτὸν ἐκ πορνείας γεγεννῆσθαι. ἁπλούστερον μὲν οὖν λέγοιτο ἂν, ὅτι ἐτίμησεν αὐτὸν τὸ Πνεῦμα τὸ ἅγιον τῇ τοῦ πατρὸς προσηγορίᾳ καὶ τὰ λοιπά […], μήπως αὐτοὺς καταλέλοιπεν. δὲ Κύριος, ἀφεὶς ἀνθρωπίνην δοῦναι ἀπόκρισιν, θείαν δίδωσι, παρεμφαίνων, ὅτι Θεὸς εἴη σεσαρκωμένος. τοίνυν οὕτω νοήσεις · ὅτι ὄρη μὲν καὶ βουνοὶ αἱ ἀντικείμεναι δυνάμεις διὰ τῆς Χριστοῦ ἐπιδημίας ἐταπεινώθησαν · αἱ δὲ φάραγγες οἱ ἄνθρωποι πεπλήρωνται ἐπ’ἔργοις ἀγαθοῖς. γεγένηται δὲ πάντα σκολιὰ εἰς εὐθεῖαν. ἕκαστος γὰρ ἡμῶν σκολιὸς ἦν. ἐν μὲν τοίνυν τῇ Χριστοῦ ἐπιδημίᾳ τῇ γενομένῃ εἰς τὴν ψυχὴν γίνεται τὰ σκολιὰ εἰς εὐθεῖαν. καὶ πάλιν τραχὺς ἦν ἡμῶν βίος, καὶ λόγος ἀνώμαλος · ἐλθὼν δὲ Κύριος, λεῖα πάντα πεποίηκε. ἐν ἔτει πέντε καὶ δεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος. ἐπὶ μὲν οὖν τῷ παρὰ Ἰουδαίοις μόνοις κηρυσσομένῳ λόγῳ προφητικῷ βασιλεία μόνον Ἰουδαίας ἀναγράφεται. ὅρασις γὰρ, φησὶν, ἣν εἶδεν Ἡσαΐας ἐν ἡμέραις Ὀζίου καὶ Ἰωάθαν καὶ Ἀχὰζ, οἳ ἐβασίλευσαν τῆς Ἰούδα. ἐπὶ δὲ τῷ μυστηρίῳ τοῦ Εὐαγγελίου μέλλοντι ἐν ὅλῳ κόσμῳ κηρύσσεσθαι ἡγεμονία Τιβερίου Καίσαρος ἀναγράφεται, ὃς ἐδόκει ὅλου τοῦ κόσμου εἶναι βασιλεύς. καὶ εἰ μὲν οἱ ἀπὸ ἐθνῶν μόνοι ἤμελλον σώζεσθαι, παντὶ δὲ ἀπεκέκλειστο σωτηρία τῶν υἱῶν Ἰσραὴλ, ἤρκει τὸ μνησθῆναι μόνον Τιβερίου. ἐπειδὴ δὲ δεῖ καὶ τοὺς ἀπὸ τῆς Γαλιλαίας καὶ Ἰτουραίας καὶ Τραχωνίτιδος πιστεύειν, διὰ τοῦτο ἀναγράφονται αὗται αἱ βασιλεῖαι, ἤτοι τετραρχίαι. οὐδέποτε δὲ γέγονε ῥῆμα Θεοῦ ἐπί τινα τῶν προφητῶν ἐν τῇ ἐρήμῳ, εἰ μὴ νῦν μόνον διά τινα μυστικὴν θεωρίαν. ἐπειδὴ γὰρ ἔμελλε πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον εἶναι, τουτέστι τῆς ἐξ ἐθνῶν Ἐκκλησίας, ἤπερ τῆς ἐχούσης τὸν ἄνδρα, τὸν νόμον τῆς Ἰουδαίων συναγωγῆς φημι. τὸ δὲ εἰπεῖν, ὅτι ἐγένετο ῥῆμα Θεοῦ πρὸς Ἰωάννην, τουτέστι πρόσταγμα. καὶ ἦλθεν εἰς πᾶσαν τὴν περίχωρον τοῦ Ἰορδάνου. ποῦ ἔδει τὸν Βαπτιστὴν περιέρχεσθαι εἰς τὴν περίχωρον τοῦ Ἰορδάνου, ἵνα, ἐάν τις βούλοιτο μετανοεῖν, εὐθέως εὐπορήσῃ τοῦ ποταμοῦ; ἑρμηνεύεται δὲ Ἰορδάνης καταβαίνων. καταβαίνων γάρ ἐστιν ἀληθῶς ποταμὸς τοῦ Θεοῦ, τὸ ὕδωρ τὸ ἀληθινὸν, τὸ ὕδωρ τὸ σωτήριον. φασὶ δὲ τὴν ἔχιδναν ἐν τῷ συλλαμβάνειν ἀναιρεῖν τὸν ἐξ οὗ συλλαμβάνει ἄρρενα · οὗ σπορὰ αὐξάνουσα, τὴν συλλαβοῦσαν ἀναιρεῖ καὶ οὕτως εἰς φῶς ἐξέρχεται, διαρρήξασα τῆς μητρὸς τὴν γαστέρα, ποινὴν ὥσπερ τοῦ διαφθαρέντος πατρός […]. τοιοῦτοι καὶ οἱ Ἰουδαῖοι, τοὺς πνευματικοὺς αὐτῶν πατέρας καὶ διδασκάλους διαφθείροντες χερσίν. εἴρηται περὶ τούτων ἐν τῷ Ματθαίῳ πλατύτερον. καὶ ἤγαγεν αὐτὸν εἰς Ἱερουσαλὴμ, καὶ ἔστησεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ. ὅρα δὲ πῶς κακούργως διὰ τῆς χρήσεως τῶν Γραφῶν θέλει καθελεῖν τὴν δόξαν Κυρίου, ὡς δεομένου ἀγγελικῆς βοηθείας, ὡς μέλλοντος προσκόπτειν, εἰ μὴ ἄγγελοι αὐτῷ βοηθεῖεν. οὐ γὰρ περὶ τοῦ Χριστοῦ εἴρηται χρῆσις τοῦ ψαλμοῦ. οὐ γὰρ δεῖται ἀγγέλων τῶν ἀγγέλων δεσπότης. ἐγὼ δὲ τὸ ἀνάπαλίν φημι πρὸς σὲ, διάβολε, εἰ μὴ Ἰησοῦς βοηθήσει τοῖς ἀγγέλοις, προσκόπτουσι. καὶ σὺ διὰ τοῦτο πέπτωκας ἐξ οὐρανοῦ, ἐπειδὴ αὐτάρκη ἐνόμισας ἑαυτὸν εἶναι, καὶ μὴ δεῖσθαι τῆς τοῦ Ἰησοῦ βοηθείας. ἵνα δὲ γνῷς μὴ περὶ τοῦ Ἰησοῦ λελέχθαι τὰ ἀναγεγραμμένα, ἀλλ’εἰς δίκαιον ἄνδρα ταῦτα ἀναφέρεσθαι, ἄκουε · γέγραπται γάρ · κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπει τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. τοῦτο δικαίῳ μᾶλλον ἁρμόζει τῷ Υἱῷ τοῦ Θεοῦ · καὶ αὖθις · πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς, καὶ τὰ ἑξῆς, καὶ αὐτὰ ἐπὶ τὸν δίκαιον ἀνάγεται. δύναντος δὲ τοῦ ἡλίου, πάντες ὅσοι εἶχον ἀσθενοῦντας νόσοις ποικίλαις, ἤγαγον αὐτοὺς πρὸς αὐτόν. δὲ ἐνὶ ἑκάστῳ αὐτῶν τὰς χεῖρας ἐπιθεὶς, ἐθεράπευσεν αὐτούς. περὶ δυσμὰς δὲ τούτους προσῆγον, ἤτοι μεθ’ἡμέραν, αἰσχυνόμενοι, τοὺς Φαρισαίους φοβούμενοι, καὶ περὶ ἕτερα ἀσχολούμενοι, τάχα νομίζοντες ἐξεῖναι θεραπεύειν Σαββάτῳ. ἐπεσημήνατο γὰρ εὐαγγελιστὴς, ὅτι ἦν διδάσκων αὐτοὺς ἐν Σαββάτῳ. διὰ τοῦτο περὶ δύσιν ἡλίου τοὺς κακῶς ἔχοντας προσέφερον οἱ προσήκοντες · δὲ αὐτοὺς ἐθεράπευσε. ἱστορικῶς δέ · μετὰ τὴν ἀποστολὴν τοῦ ὀρνιθίου, πρῶτον τὰ ἱμάτια πλύνεται καθαρισθεὶς, εἶτα πᾶσαν τρίχα ξυρᾶται, καὶ ἐπὶ τούτοις λούεται ὕδατι, μεθ’ ἐπιφέρεται τὸ, καθαρὸς ἔσται. εἴη δ’ἂν τὰ ἱμάτια πολιτεία μὴ πάντως κακῶς ὑφασμένη, ἐπεὶ κἂν ἀπέθετο ταῦτα. τρίχα δὲ τὰ ἐξανθήσαντα νεκρὰ τῇ ψυχῇ, αἷς ἐναντίαι αἰτοῦσι Σαμουὴλ, καὶ τῶν Ναζιραίων καὶ αὐτῶν μαθητῶν ἠριθμημέναι. τῶν γὰρ Ναζιραίων σίδηρος ἐπὶ τὴν κεφαλὴν οὐκ ἀνέβαινε. πάνθ’ὅσα ἂν ποιῶσιν εὐοδούμενα πραττόντων, ὡς μη δὲ φύλλα αὐτῶν καρποφορούντων ἀπορρεῖν. ἤδη δὲ ἀπὸ τοῦ σώματος ὕδατι τὸν μολυσμὸν ἀποτίθεται, τοῦ βαπτίσματος ἐν τούτῳ δηλουμένου. μετὰ δὲ τοῦτο τῆς μὲν παρεμβολῆς ἄξιος γίνεται, εἰς δὲ τὸν ἴδιον οἶκον οὐκ εἴσεισιν ἕως ἡμερῶν ἑπτὰ, καὶ τοῦ πάλιν ξυρανθῆναι τὴν κεφαλήν. διὰ τὰ τῶν δογμάτων κεραιωδέστερα, καὶ τὴν γνῶσιν ἀποθέσθαι, τὰ τοῦ ἀνδρὸς ἁμαρτήματα · διὰ δὲ τῶν ὀφρύων, ἅπασαν οἴησιν. διὰ τί δὲ τοῦ λεπροῦ ἀκάλυπτον εἶναι τὴν κεφαλήν; ἵνα γνώριμος , καὶ μὴ μεταλαγχάνωσι τῆς ἀκαθαρσίας οἱ πλάζοντες. τὸ δὲ στόμα κεκαλύφθαι δηλοῖ, ὅτι χρὴ ἑαυτὸν καταδικάζειν τῇ σιωπῇ, μέχρις ἂν ὑποστρέψας καθαρισθῇ. κατὰ δέ τινας πάλιν, τὸν ὁλὸ λεπρὸν ὀνομάσας, καθαρίζει · δεικνὺς, ὡς Θεὸς τὸ ποικίλον μισεῖ. σαφέστερον δὲ προϊὼν τοῦτο δηλοῖ ἐν τῷ · τὸν ἀμπελῶνά σου οὐ κατασπερεῖς διάφορα. καὶ ἱμάτιον ἐκ δύο ὑφασμένον. καὶ τὰ κτήνη σου οὐ κατοχετεύσεις ἑτεροζύγῳ. πανταχοῦ προτιμῶν τὴν ἁπλότητα, ἥτις ἐν τῷ ὁλολέπρῳ θεωρεῖται. οὐδεὶς λύχνον ἅψας καλύπτει αὐτὸν σκεύει, ὑποκάτω κλίνης τίθησιν, ἀλλ’ἐπὶ λυχνίας, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι τὸ φῶς. οὐ γάρ ἐστι κρυπτὸν, οὐ φανερὸν γενήσεται · οὐ δὲ ἀπόκρυφον, οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ. βλέπετε οὖν πῶς ἀκούετε. ὃς γὰρ ἂν ἔχῃ, δοθήσεται αὐτῷ · καὶ ὃς ἂν μὴ ἔχῃ, καὶ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ’αὐτοῦ. γε μὴν βουλόμενος τὸν λύχνον ἐφαρμόζειν τοῖς πλειοτάτοις τῶν μαθητῶν τοῦ Ἰησοῦ δυσωπήσει ἡμᾶς ἀπὸ τῶν περὶ Ἰωάννου εἰρημένων · ὅτι ἐκεῖνος ἦν λύχνος, καιόμενος καὶ φαίνων. ἀλλὰ λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμὸς, ἀναφερόμενος ἐπὶ τὸν ἐν ἑκάστῳ νοῦν. ἀλλὰ καὶ τό · ἔστωσαν ὑμῶν οἱ λύχνοι καιόμενοι, πρὸς πάντας εἴρηται τοὺς μαθητὰς τοῦ Ἰησοῦ. οὐ δεῖ τοίνυν τὸν ἅψαντα λύχνον ἐν ψυχῇ λογικῇ κρύπτειν αὐτὸν, ἀλλ’ἐπιτιθέναι λυχνίᾳ · ἧς σύμβολον Μωσῆς ἀπέθετο ἐν τῇ σκηνῇ μαρτυρίου. μοδίῳ μὲν γὰρ σιτομετρήσθωσαν ὑπὸ τοῦ πιστοῦ καὶ φρονίμου οἰκέτου οἱ σύνδουλοι · βλεπέτωσαν δὲ τὰς αὐγὰς τοῦ λύχνου ἐπικειμένου τῇ λυχνίᾳ, ἤγουν τῇ Ἐκκλησίᾳ πάντων. ἀλλ’οὐ δὲ ὑπὸ τὴν κλίνην τιθέασι τὸν λύχνον, ἔνθα τις ἀναπαύεται, οὐ δὲ ἄλλου τινὸς σκεύους ὑποκάτω. τοῦτο γὰρ ποιῶν οὐ προνοεῖται τοῖς εἰσπορευομένοις εἰς τὴν οἰκίαν · οἷς δεῖ τιθέναι τὸν λύχνον οἱ τῷ ἀληθινῷ φωτὶ καὶ λόγῳ τῷ λαμπρῷ, καὶ ταῖς ἀκτῖσι τῆς σοφίας ἀνάπτοντες τὸν ἐν αὐτοῖς νοῦν, φύσιν ἔχοντα καθ’ἣν κατεσκεύασεν αὐτὸν δημιουργὸς, λύχνου δεομένου τῆς ἀπὸ τῶν προνοουμένων ἔχειν ἐν τῇ ψυχῇ τὸν νοῦν διορατικώτατον, καὶ μετέχοντα τοῦ εἰπόντος · ἐγὼ φῶς εἰς τὸν κόσμον ἐλήλυθα. οἱ γὰρ καίοντες τὸν λύχνον, καὶ τιθέντες ἐπὶ τὴν λυχνίαν ἵνα λάμπῃ πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ, προτρέψονται τοὺς ἐν τῇ οἰκίᾳ βλέποντας τὴν τοῦ λύχνου λαμπρότητα καὶ αὐτοὺς καίειν τὴν ἑαυτῶν λυχνίαν. ἀπέλυσε δὲ αὐτὸν Ἰησοῦς λέγων · ὑπόστρεφε εἰς τὸν οἶκόν σου, καὶ διηγοῦ ὅσα ἐποίησέ σοι Θεός. καὶ ἀπῆλθε, καθ’ὅλην τὴν πόλιν κηρύσσων ὅσα ἐποίησεν αὐτῷ Ἰησοῦς. πέμπει αὐτὸν εἰς τὸν οἶκον. οὐ γὰρ τοσοῦτο μέτρον εἶχεν ἀνὴρ, ἵνα πρὸς τὸ καθῆσθαι παρὰ τοὺς πόδας Ἰησοῦ ἱματισμένος χωρήσῃ. καὶ τῷ εἶναι σὺν αὐτῷ, τῶν ἀπὸ τῆς περιχώρου τὴν Ἰησοῦ παρουσίαν οὐ χωρούντων, οὐδὲν ἧττον προενοήσατο τῆς τῶν δυναμένων ἐκεῖ σωτηρίας, τὸν αὐτάρκως παρακαθίσαντα τοῖς ποσὶν αὐτοῦ ἀπολύσας, ἵνα διδάσκῃ ἐποίησεν αὐτῷ Θεός. εἶεν δ’ἄν τινες τοῦ τοιούτου ἀκροασταὶ καὶ μαθηταὶ, πλείονα μὲν οὐ χωρήσαντος ἐξ ὀλίγων ὧν εἴληφε κηρύσσοντος. ἀναφέροις δ’ἂν τὸν λόγον καὶ ἐπὶ τὴν τοῦ ἀνθρώπου φύσιν, τοῦ ἔξω Ἰσραὴλ, δι’ὃν καταπλεῖ Ἰησοῦς ἐπὶ τὴν χώραν τῶν Γαδαρηνῶν, καὶ πρὸς ὃν ἔξεισιν Ἰησοῦς ἐπὶ τὴν γῆν. ἱμάτιον δὲ, φησὶν, οὐκ ἐνεδιδύσκετο ἄνθρωπος. οὐκ ἐνεδύσατο γὰρ τὸ καλύπτον αὐτοῦ τὴν ἀσχημοσύνην. καὶ ἐν οἰκίᾳ οὐκ ἔμενεν. οὐ γὰρ ἦν, ὡς Ἰακὼβ, ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν. διὸ καὶ αὐτὸν τοῦτον ἀπέλυσε, λέγων · ὑπόστρεφε εἰς τὸν οἶκόν σου. καὶ ἐν τοῖς μνήμασιν ἔμενεν, οὐ μετὰ ζώντων, μετὰ νεκρῶν δέ. ἦν δὲ, φησὶν, ἀγέλη χοίρων ἱκανῶν βοσκομένων ἐν τῷ ὄρει. μήποτε δὲ χοῖροι οὐ βόσκονται ἐν τῷ ὄρει. πῶς οὖν μετὰ τοῦ κρημνοῦ ὥρμησεν ἀγέλη; μήποτε οὖν οἱ φιλήδονοι, καὶ γαστρὸς καὶ τῶν ὑπὸ γαστέρα φίλοι, ὅπου τὰ μνημεῖα καὶ πλησίον τοῦ λεγεῶνος τῶν δαιμόνων βόσκονται · ἀγαθότητι δὲ Ἰησοῦς τὴν τῶν δαιμόνων ἀφανίζει σὺν τοῖς χοίροις ἐν τῷ ὕδατι ἀγέλην, καὶ τῶν φιληδόνων καὶ φιλοσωμάτων κακῶν ἐμποδίζει τῇ ἀναπνοῇ διὰ δαιμόνων τάχα, καὶ σωφρονεῖ τοιοῦτος; εἴ τίςτε σωφρονεῖ, παρὰ τῷ Ἰησοῦ ἐστιν · ἀλλ’ ἀρχόμενος σωφρονεῖν παρὰ τοὺς πόδας αὐτοῦ ἐστιν. εἶπε δὲ πρὸς τὴν γυναῖκα · πίστις σου σέσωκέ σε. πορεύου εἰς εἰρήνην. μὲν οὖν πλειοτέρα ψυχὴ, καλῶς λατρεύσασα τῷ Λόγῳ τοῦ Θεοῦ, παρρησίαν ἔχει ἐπ’αὐτὴν τὴν κεφαλὴν ἐλθεῖν · κεφαλὴ δὲ Χριστοῦ Θεός · ὥστε καταχέαι μύρον αὐτῆς, καὶ εὐωδίαν τῇ δόξῃ τοῦ Θεοῦ πεποιῆσθαι. δοξάζεται δὲ Θεὸς διὰ τῆς εὐωδίας τοῦ βίου τῶν δικαίων. δὲ ἀτελεστέρα γυνὴ καὶ ψυχὴ παρὰ τοὺς πόδας καὶ τὰ ταπεινότερα στρέφεται, ἧς ἐγγύς ἐσμεν ἡμεῖς. οὐ δὲ γὰρ μετενοήσαμεν ἀπὸ τῶν ἁμαρτημάτων ἡμῶν. ποῦ ἡμῶν τὰ δάκρυα; ποῦ κλαυθμός; ἵνα κἂν παρὰ τοὺς πόδας Ἰησοῦ ἐλθεῖν δυνηθῶμεν. ἐπ’αὐτὴν γὰρ οὔπω δυνάμεθα φθάσαι τὴν κεφαλήν. ἀγαπητὸν δὲ μετὰ τὰ ἁμαρτήματα φέρειν μετανοίας εὐωδίαν, ἵνα τις δυνηθείη δευτέρως εἶναι τοὺς πόδας ἀλείφουσα, ἀλλὰ μὴ τὴν κεφαλήν · τουτέστιν μὴ ἁπτομένη τῶν τελεωτέρων καὶ ὑψηλοτέρων, ἀλλὰ τῶν ἄκρων καὶ τελευταίων. ἔκλαιον δὲ πάντες, καὶ ἐκόπτοντο αὐτήν. δὲ εἶπε · μὴ κλαίετε · οὐκ ἀπέθανεν, ἀλλὰ καθεύδει. καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανε. πλὴν ἀλλὰ τοιαύτη μὲν τοῦ θαύματος ἱστορία. χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. οἱ μὲν οὖν ἁπλούστεροι καὶ ἀκεραιότεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα · οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα · οἱ δὲ δυνάμενοι διαβαίνειν ἐπὶ τὸ βλέπειν, ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι’ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον τὸν σαφηνίζοντα καὶ ταῦτα. πῶς Ἰησοῦς πρὸς τὴν ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἄπεισιν, οὐ πρὸς τὴν αἱμορροοῦσαν · καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσα πρώτη αὐτὴ θεραπεύεται; ἦλθε γὰρ Υἱὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων συναγωγὴν, καὶ εὗρεν αὐτὴν νοσοῦσαν καὶ ἀποθανοῦσαν. τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν. δὲ αἱμορροοῦσα, ἐν τῇ ὁδῷ, ἀκαθαρσίας πεπληρωμένη, ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ’ἀεὶ αἱμορροοῦσα καὶ νοσοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύσει τῷ Υἱῷ τοῦ Θεοῦ. καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. δὲ Λουκᾶς μὴ εἶπε Ματθαῖος προσέθηκεν, ὅτι δωδεκαετὴς ἦν τοῦ ἀρχισυναγώγου θυγάτηρ, καὶ αἱμορροοῦσα δώδεκα ἔτη εἶχεν αἱμορροοῦσα · οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνῃ αὕτη αἱμορροεῖ. ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ συναγωγή · καὶ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. δώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν αὕτη τοῦ πάθους πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἴσχυσεν ὑπ’οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελλομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώμενοι. ἀλλ’αὐτοὺς δαπανήσασα τὰ παρ’ἑαυτῆς πάντα, οὐκ ἴσχυσεν ὑπ’οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Ἰησοῦν Χριστὸν, καὶ νοήσωμεν πηλίκος ἐστὶν Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα, ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων κρασπέδου ἡψάμεθα. τοῦτο τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ · θύγατερ, πίστις σου σέσωκέ σε, καὶ θεραπευθῶμεν. καὶ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. ὅταν γὰρ τὸ πλῆθος τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται. λέγω δὲ ὑμῖν ἀληθῶς · εἰσί τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ. ταῦτα ἐπὶ Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τινὲς ἀναφέρουσι, συναναβάντες εἰς τὸ ὑψηλὸν ὄρος Χριστῷ, οἳ καὶ θανάτου οὐκ ἐγεύσαντο, πρὸ τοῦ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐλθόντα ἐν τῇ βασιλείᾳ αὐτοῦ, ἤτοι ἐν τῇ δόξῃ τῆς μεταμορφώσεως αὐτοῦ. εἰ δὲ χρή τι καὶ περιεργότερον εἰπεῖν περίτε τοῦ ἑστάναι μετὰ Ἰησοῦ, καὶ περὶ τοῦ γεύεσθαι θανάτου · ἦσάν τινες ἑστῶτες ὅπου Ἰησοῦς, ἐρηρεισμένοι τῇ ψυχῇ παρ’αὐτῷ. ἦν αὐτοῖς στάσις συγγενὴς τῇ τοῦ Μωσῆ. κἀγὼ γὰρ, φησὶν Μωϋσῆς, ἔστην ἐν τῷ ὄρει ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ἀξιωθεὶς ἀκοῦσαι · καὶ σὺ δὲ αὐτοῦ στῆθι μετ’ἐμοῦ. ὀλίγοι δὲ καὶ φίλοι Θεοῦ, ὅσοι τὴν στάσιν ἐν τῷ καλῷ ἔχουσιν, ὡς Βαπτιστὴς αὐτὸς περὶ αὑτοῦ λέγει · δὲ φίλος τοῦ νυμφίου ἑστὼς χαρᾷ χαίρει. καὶ οἱ ἑστηκότες γοῦν παρὰ τῷ Λόγῳ ἔχουσι κατὰ τὴν στάσιν διαφοράς. διὸ οὐ πάντες οἱ ἑστῶτες παρὰ τῷ Σωτῆρι, ἀλλά τινες αὐτῶν, ὡς βέλτιον ἑστηκότες, οὐ γεύονται θανάτου, ἕως ἂν ἴδωσι τὸν ἀνθρώποις ἐπιδημήσαντα Λόγον, καὶ διὰ τοῦτο Υἱὸν ἀνθρώπου χρηματίζοντα, ἐρχόμενον ἐν τῇ αὑτοῦ βασιλείᾳ. οὐ γὰρ ἀεὶ ἐν τῇ αὑτοῦ βασιλείᾳ ἔρχεται, ὡς ἐπὶ τοῖς εἰσαγομένοις, οἳ καὶ μὴ ἔχειν αὐτὸν εἶδος κάλλος λέξαιεν ἄν. τοῖς δὲ τελείοις, κατὰ τὸν Δαυῒδ, ὡραῖος φαίνεται κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. ἔστιν οὖν βασιλικώτατον ἀξίωμα τῷ Λόγῳ, βλεπόμενόν τισι τῶν ἑστηκότων παρὰ τῷ Ἰησοῦ, ἀκολουθεῖν αὐτῷ δυνηθεῖσιν, ἀναβαίνοντι εἰς τὸ ὑψηλὸν τῆς φανερώσεως αὐτοῦ ὄρος · οὗ τις ἀξιοῦται Πέτρος ὢν, καὶ τὸ ἄσειστον ἔχων ἐν τῇ πίστει · υἱοὶ ἰροτῶν, οἳ καὶ θανάτου οὐ γεύονται, ἕως ἂν ἴδωσι τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ. ζωὴ δὲ Χριστός. δὲ ταύτης ἐχθρὸς θάνατος, καὶ δι’ἁμαρτίας, ἑτέρως νοούμενος. ὧν τὸ ἕτερον δι’ὧν ἕκαστος ἡμῶν πράττει ἐκλέγεται. ὥσπερ οὖν Χριστὸς ἄρτος ἐστὶ ζῶν, οὕτως ἐχθρὸς αὐτοῦ θάνατος ἄρτος ἐστὶ νεκρός. πᾶσα δὲ λογικὴ ψυχὴ θατέρῳ τούτων τρέφεται · μὲν γευομένη τούτων μόνον, δὲ καὶ ἐπὶ πλεῖστον ἐσθίουσα. καὶ τάχα οἱ μὲν σπανίως καὶ μικρὰ ἁμαρτάνοντες μόνον γεύονται θανάτου · οἱ δὲ ἀρετὴν ἀνειληφότες οὐ δὲ γεύονται αὐτοῦ, ἀλλ’ἀεὶ ἄρτον τρέφονται ζῶντα. Πέτρῳ οὖν, οὗ πύλαι μὴ κατίσχυσαν ᾅδου, ἀκόλουθον ἦν τούτου μὴ γεύεσθαι. τότε γάρ τις γεύεται θανάτου, ὅτε πύλαι ᾅδου κατισχύσουσιν αὐτοῦ. ἀλλὰ καὶ τοῖς τῆς βροντῆς υἱοῖς, γεννηθεῖσιν ἀπὸ βροντῆς ἀνθρωπίνου χρήματος, ἀδύνατον ἦν θανάτου γεύσασθαι, τοῦ σφόδρα πόρρω τῆς μητρὸς αὐτῶν βροντῆς. τὸ δὲ, ἕως, ἐνταῦθα δηλοῖ τὸν κατεπείγοντα περὶ τοῦ δηλουμένου χρόνον, οὐ περιοριζόμενον, ὥστε γενέσθαι μετὰ τὸ ἕως τὸ ἐν αὐτῷ τῷ δηλουμένῳ · ὡς τό · καὶ ἰδοὺ ἐγὼ μεθ’ὑμῶν εἰμι ἕως τῆς συντελείας τοῦ αἰῶνος. οὐκ ἐγεύσαντο γοῦν οὐ δ’οἱ ἀπόστολοι τοῦ προηρημένου νοητοῦ θανάτου μετὰ τὸ ἰδεῖν τὴν τῶν τηλικούτων ἀγαθῶν θεωρίαν. ἐπεὶ δὲ ἐν τοῖς Ψαλμοῖς εἴρηται · τίς ἐστιν ἄνθρωπος ὃς ζήσει, καὶ οὐκ ὄψεται θάνατον; καὶ, ἐλθέτω δὴ θάνατος ἐπ’αὐτούς · καὶ ἔν τινι τῶν προφητῶν · κατέπιεν θάνατος ἰσχύσας · ἐν δὲ τῇ Ἀποκαλύψει · θάνατος καὶ ᾅδης ἀκολουθεῖ τισι · μήποτε ἔλαττον κακόν ἐστι τὸ ἰδεῖν θάνατον, τούτου δὲ μεῖζον τὸ γεύσασθαι αὐτοῦ, τούτου δὲ ἔτι χεῖρον τὸ ἀκολουθεῖν τινι θάνατον; καὶ οὐ μόνον ἀκολουθεῖν, ἀλλὰ καὶ ἤδη ἐλθεῖν ἐπ’αὐτὸν, καὶ καταλαβεῖν ἐκεῖνον, πρότερον ἠκολούθει; τὸ δὲ καταποθῆναι ὑπὸ τοῦ θανάτου πάντων δοκεῖ μοι βαρύτερον εἶναι τῶν εἰρημένων. καὶ ἐπιστήσας τοῖς λεγομένοις καὶ τῇ διαφορᾷ τῶν ἁμαρτανομένων, οὐκ ὀκνήσεις, οἶμαι, παραδέξασθαι τοιαῦτά τινα νενοῆσθαι τῷ ἐνεργήσαντι ταῦτα γραφῆναι ἐν τοῖς λογίοις τοῦ Θεοῦ Πνεύματι. τί δὲ δηλοῦται ἐν τῷ ἰδεῖν τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ βασιλείᾳ αὐτοῦ, καὶ ἐν τῇ δόξῃ αὐτοῦ; καὶ τί σημαίνει τὸ, ἐληλυθυῖαν ἐν δυνάμει, παρὰ Μάρκου ῥηθέν; τὰ εἴτε ἐκλαμπόμενα ταῖς καρδίαις ἡμῶν, εἴτε ζητοῦσιν εὑρισκόμενα, εἴτε ὑποσιόντα τοὺς λογισμοὺς ἡμῶν, σαφέστερον ἐκθησόμεθα. θεωρῶν καὶ καταλαμβάνων τὴν τοῦ λόγου ὑπεροχὴν λύοντος καὶ διελέγχοντος πάσας τὰς ὑπὸ τῶν ψευδῶν μὲν, ἐπαγγελλομένων δὲ ἀλήθειαν πιθανότητας, βλέπει τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν τῇ ἰδίᾳ βασιλείᾳ. εἰ δὲ καὶ τὰ ἴδια τρανώτερον παραστήσαντα βλέπει, βλέποι ἂν αὐτοῦ πρὸς τὴν βασιλείαν καὶ τὴν δόξαν. καὶ τοιοῦτός γε ἐν ἑαυτῷ βλέποι ἂν τὴν τοῦ Θεοῦ βασιλείαν ἐληλυθυῖαν ἐν δυνάμει · καὶ τοῦτο βλέποι ἂν, ὡς οὐδαμῶς ἔτι ὑπὸ ἁμαρτίας βασιλευόμενος, τῆς βασιλευούσης ἐν θνητῷ σώματι τῶν ἁμαρτανόντων, ἀλλ’ἀεὶ τεταγμένος ὑπὸ βασιλεῖ τῷ τῶν ὅλων Θεῷ · οὗ βασιλεία δυνάμει μὲν ἐντὸς ἡμῶν ἐστιν, ἐνεργείᾳ δὲ, ὡς ὠνόμασεν Μάρκος, ἐντὸς τῶν τελείων μόνον. ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους, ὡς ἡμέραι ὀκτώ · καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. καὶ ἐγένετο, ἐν τῷ προσεύξασθαι αὐτὸν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἡλίας. οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. ἀλλὰ τοιοῦτον μὲν τὸ πρᾶγμα καὶ θαῦμα, τὸ τῆς μεταμορφώσεως. εἰ δὲ χρὴ ἐπαναβεβηκότα λόγον εἰπεῖν, οὐ μάτην μεθ’ἓξ ἡμέρας Μάρκος καὶ Ματθαῖός φησιν ἀνελθεῖν τὸν Ἰησοῦν εἰς τὸ ὄρος σὺν τοῖς μαθηταῖς. ἀλλ’ἐπεὶ ἐν ἓξ ἡμέραις τελείῳ ἀριθμῷ σύμπας κόσμος γεγένηται · πάντα τὰ τοῦ κόσμου ὑπερβαίνων πράγματα, βλέπων δὲ ἑστῶτα μόνον καὶ αἰώνια, οὗτος μεθ’ἓξ ἡμέρας παρειλῆφθαι δηλοῦται τοῦ Ἰησοῦ. γὰρ ταύτας ὑπερβὰς βλέπει τὸν Ἰησοῦν τόνδ’οὐδενὶ τῶν κάτω μεταμορφούμενον, μεταμορφωθέντα ἔμπροσθεν αὐτοῦ. φαίνεται γὰρ Λόγος διαφόρους ἔχων μορφὰς, ἑκάστῳ ὡς χωρεῖ · καὶ τοῖς μὲν οὐκ ἔχει εἶδος, τοῖς δὲ ὡραῖός ἐστι κάλλει. τοῖς μὲν μὴ ἀναβαίνουσι διὰ τῶν ἐπαναβεβηκότων ἔργων, καὶ δι’αὐτῶν ἐπὶ τὸ ὑψηλὸν τῆς σοφίας ὄρος, ἁπλούστερον νοεῖται, καὶ κατὰ σάρκα γινώσκεται. τοῖς τελείοις θεολογεῖται, καὶ ἐν τῇ τοῦ Θεοῦ μορφῇ κατὰ τὴν γνῶσιν αὐτῶν θεωρεῖται, λάμπει δὲ καὶ τὸ πρόσωπον αὐτοῦ ὡς ἥλιος τοῖς τέκνοις φωτὸς καὶ ἡμέρας, δικαιοσύνης ἥλιος εἶναι φανερούμενος. ἀλλὰ καὶ τὰ ἱμάτια αὐτοῦ τοῖς ἀναχθεῖσιν ὑπ’αὐτοῦ εἰς τὸ ὑψηλὸν ὄρος φαίνεται λευκὰ ὡς τὸ φῶς · ἅπερ εἰσὶν αἱ λέξεις, καὶ ἐνεδύσατο τῶν Εὐαγγελίων γράμματα, οἶμαι δ’ὅτι καὶ τὰ ἀπὸ τῆς Γραφῆς τῶν ἀποστόλων δηλούμενα. ἐπὰν οὖν ἴδῃς τινὰ τὴν περὶ τοῦ Ἰησοῦ θεολογίαν ἀκριβοῦντα, καὶ τὴν λέξιν τῶν Εὐαγγελίων πᾶσαν σαφηνίζοντα, μὴ ὄκνει τῷ τοιούτῳ φάσκειν, γεγονέναι τὰ ἱμάτια τοῦ Ἰησοῦ λευκὰ ὡς τὸ φῶς. τῷ δ’οὕτως ἰδόντι τὸν Ἰησοῦν ὀφθεῖεν ἂν Μωσῆς νόμος, καὶ Ἡλίας προφητικὸς λόγος, κοινολογούμενοι πρὸς τὸν Ἰησοῦν. δὲ ἰδὼν τὴν Μωσέως δόξαν, νοήσας τὸν πνευματικὸν νόμον, ὡς ἕνα πρὸς τὸν Ἰησοῦν λόγον, καὶ τὴν ἐν τοῖς προφήταις ἐν μυστηρίῳ ἀποκεκρυμμένην σοφίαν, εἶδε Μωσῆν καὶ Ἡλίαν ἐν δόξῃ, ὅτε εἶδεν αὐτοὺς μετὰ Ἰησοῦν. καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα · οὗτός ἐστιν Υἱός μου ἀγαπητός · αὐτοῦ ἀκούετε. καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν, εὑρέθη Ἰησοῦς μόνος. δὲ ἐκ τῆς νεφέλης φωνὴ τάχα μὲν Μωϋσεῖ καὶ Ἡλίᾳ λέγει · οὗτός ἐστι · τάχα δὲ καὶ τοῖς μαθηταῖς. ἧς ἀκούσαντες, καὶ ταύτην τὴν δόξαν μὴ φέροντες, ἔπεσον ἐπὶ πρόσωπον ταπεινωθέντες ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, σφόδρα φοβηθέντες, εἰδότες τὸ λεχθὲν πρὸς Μωϋσῆν · οὐ γὰρ ὄψεται ἄνθρωπος τὸ πρόσωπόν μου, καὶ ζήσεται. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς, μόνον εἶδον τὸν Ἰησοῦν. ἓν γὰρ, οἶμαι, γέγονε Μωσῆς νόμος, καὶ Ἡλίας προφητεία, Ἰησοῦ τῷ Εὐαγγελίῳ. καὶ οὐχ ὥσπερ ἦσαν πρότερον τρεῖς μεμενήκασι. ταῦτα δέ μοι νόει μυστικώτερον. πρὸς γὰρ τὸ ὑψηλὸν τοῦ γράμματος βούλημα, Μωϋσῆς καὶ Ἠλίας ὀφθέντες ἐν δόξῃ, καὶ συλλαλήσαντες τῷ Ἰησοῦ, ἀπεληλύθασιν ὅθεν ἐληλύθεισαν. οὐ δὲ γὰρ βλέπεται Ἰησοῦς λεχθῆναι τὰ τῆς δόξης αὐτοῦ · ἐβλάβησαν γὰρ ἂν οἱ ἀκούοντες, καὶ μάλιστα οἱ ὄχλοι, τὸν οὕτω δεδοξασμένον θεωροῦντες σταυρούμενον. οὐ τοίνυν φθονήσαντες ἔκρυψαν, ἀλλ’ὡς φοβηθέντες μὴ ἀπιστηθῶσι. τότε οὖν ἀπήγγειλαν, μετὰ τὴν ἀνάληψιν, μετὰ τὴν τοῦ Πνεύματος παρουσίαν. ὅτε γὰρ ἐπλήσθησαν παρρησίας, καὶ Πνεύματος ἠξιώθησαν, καὶ τὴν ἀπὸ τῶν σημείων εἶχον φωνὴν συνηγοροῦσαν αὐτοῖς, καὶ πάντα ὅσα ἔλεγον, εὐπαράδεκτα ἦν. ἐπετίμησε δὲ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. ἐπιβλεπτέον δὲ τούτοις ὑψηλότερον, καὶ σημειωτέον, ὅτι οἱ πάσχοντες, οἱ τῶν πασχόντων οἰκεῖοι, μετὰ τῶν ὄχλων εἰσὶν, ἐφ’οὓς κάτεισιν Ἰησοῦς ἀπὸ τῶν ὑψηλῶν, τὰ ὑπὲρ τούτους οἰκονομήσας, ἐπὶ τοῦ ὄρους ἀναβῆναι μὴ δυναμένους πρὸς αὐτὸν διὰ κατεχούσας τὰς ψυχὰς αὐτῶν νόσους, θεραπεύσων αὐτούς. ἐξεταστέον δὲ ἐπὶ τίνων νοσημάτων οἱ πάσχοντες ἀξιοῦσι, πιστεύοντες περὶ τῆς αὐτῶν θεραπείας, αὐτοῦ, τοῦ κρασπέδου τοῦ ἱματίου ἁψάμενοι. ἐπὶ τίνων δὲ ἀξιοῦσι περὶ αὐτῶν ἕτεροι · ὡς ἑκατόνταρχος περὶ παιδὸς, καὶ βασιλικὸς περὶ υἱοῦ, καὶ ἀρχισυνάγωγος περὶ θυγατρός · καὶ Χαναναία, καὶ νῦν γονυπετῶν αὐτὸν ἄνθρωπος περὶ υἱοῦ σεληνιαζομένου. καὶ πότε ἀφ’ἑαυτοῦ Σωτὴρ μὴ ἀξιωθεὶς ἰᾶται · ὡς τὸν παράλυτον ἐπὶ τῇ προβατικῇ. αὗται γὰρ, ἀλλήλων ἀντεξετασθεῖσαι, πολλὰ τῷ δυναμένῳ ἀκούειν τῆς ἐν μυστηρίῳ Θεοῦ κεκρυμμένης σοφίας παραστήσουσι δόγματα περίτε τῶν διαφόρων περὶ τὰς ψυχὰς συμπτωμάτων, καὶ περὶ τοῦ τρόπου τῆς θεραπείας αὐτῶν. ὡς γὰρ πᾶσαν νόσον καὶ μαλακίαν, ἃς Χριστὸς ἐν τοῖς ὄχλοις πρὶν ἰάσατο, ἀναφέρεις εὐλόγως ἐπὶ τὰ πάθη τὰ ἐν ταῖς ψυχαῖς, οὕτως τούτοις ἀναλογίζου τοῖςτε χωλοῖς καὶ κωφοῖς ἐξετασθῆναι καὶ τὰ περὶ τοῦ σεληνιαζομένου. ἔστι γὰρ τουτὶ τὸ πάθος ἐπιτιθέμενον μὲν ἔν τισιν ὥραις, ἀφιστάμενον δὲ ἐν πλείοσιν, ἐν αἷς οὐδὲν διαφέρει πεπονθὼς ὑγιαίνωντε. καὶ ψυχαὶ γοῦν τινες ὑγιαίνειν μὲν ἐν σωφροσύνῃ τάχα νομίζονται, καὶ βιοῦν ὡς λόγος βούλεται · εἶτα ἔσθ’ὅτε καταπίπτουσιν ὑπὸ τῶν παθῶν ἀπὸ τοῦ ἑστηκέναι δοκεῖν […] περὶ τὴν ἀπάτην τοῦ αἰῶνος τούτου καὶ ταῖς λοιπαῖς ἐπιθυμίαις. οὗτοι, πνευματικῶς εἰπεῖν, σεληνιάζονται, καταβαλλόμενοι ὑπὸ τῶν ἐν τοῖς ἐνδομυχοῦσι πάθεσι πνευματικῶν τῆς πονηρίας, πίπτουσιν εἰς τὸ πῦρ τῶν πυρώσεων · ἐνίοτε δὲ εἰς τὸ ὕδωρ, ὅτε βασιλεὺς πάντων τῶν ἐν τοῖς ὕδασι δρακόντων, καταβάλλων αὐτοὺς ἀπὸ τοῦ ἐλεύθερον δοκεῖν ἀναπνεῖν, ἐπὶ τὸ εἴκειν εἰς τὰ βάθη τῶν κυμάτων τῆς θαλάσσης τοῦ τῶν ἀνθρώπων βίου. ταύτῃ τῇ διηγήσει συμβαλεῖται ἡμῖν λέγων ἐν τῇ Σοφίᾳ, περὶ μὲν τῆς τοῦ δικαίου ὁμαλότητος · διήγησις εὐσεβοῦς διὰ παντὸς σοφία · περὶ δὲ τῶν ἀποδεδομένων · δὲ ἄφρων ὡς σελήνη ἀλλοιοῦται. καὶ ἔστι καὶ ἐν τοῖς τοιούτοις ἰδεῖν ὁρμὰς συνεπισπᾶσθαι δυναμένας πρὸς ἔπαινον τοὺς μὴ ἐφιστάντας αὐτῶν τῷ ἀνερματίστῳ, ὥστε εἰπεῖν ἂν οἱονεὶ πανσέληνον εἶναι ἐν αὐτοῖς, παρ’ὀλίγον πανσέληνον. ἴδοις δ’ἂν πάλιν μιμούμενον τὸ δόξαν εἶναι ἐν αὐτοῖς φῶς · οὐχὶ φῶς ἡμερινὸν τυγχάνον, ἀλλὰ φῶς νυκτερινὸν, καὶ ἐπὶ τοσοῦτον λῆγον, ἕως μη δὲ δοκεῖν φῶς εἶναι ἐπιβλεπόμενον ἐν αὐτοῖς γένηται. εἰ οὖν πᾶσα ψυχὴ ὑπ’ἀγγέλῳ τέτακται, τοῦ σεληνιαζομένου πατὴρ ἂν οὗτος ἀξιῶν ὡς περὶ υἱοῦ τὸν Ἰησοῦν, ὡς μὴ δυνηθέντα ἀπὸ ὑποδεεστέρου λόγου τῶν μαθητῶν θεραπευθῆναι ὑπὸ τοῦ πάθους. ἔστι δὲ ἄλαλον καὶ κωφὸν δαιμόνιον αἱ ἄλογοι πρὸς τὸ δοκοῦν καλὸν ὁρμαὶ, ὑπὸ τοῦ λόγου ἐκβαλλόμεναι, ἃς αὐτὸς ἐποίει ἀλόγῳ φορᾷ, νομιζόμεναι ὑπὸ τῶν βλεπόντων κατὰ λόγον ταῦτα πράττειν τῆς Ἰησοῦ διδασκαλίας. δυσίατον δὲ τοῦτο τὸ πάθος, καὶ ἰσχυρὸν δοκεῖ καλῶς πεπρᾶχθαι τὰ μὴ καλῶς, καὶ ἔστιν οὕτως ἐν τοῖς τοιούτοις μεγάλη τοιαύτη ἐνέργεια, ὥστε ταύτην ὄρει παραβάλλεσθαι, δεομένη ἵνα μετατεθῇ ἀπὸ τοῦ πάσχοντος διὰ πάσης πίστεως τοῦ θεραπεύοντος. ἔστι δὲ πᾶσα πίστις παραβαλλομένη κόκκῳ σινάπεως · ἐπεὶ ἐξουθενεῖται μὲν παρὰ τῶν ἀνθρώπων πίστις, καὶ βραχύτατόν ἐστι, καὶ εὐτελὲς εἶναι φαίνεται · τυχοῦσα δὲ γῆς ἀγαθῆς, τουτέστι ψυχῆς, γίνεται δένδρον μέγα · ὥστε οὐδὲν μὲν τῶν ἀπτέρων, τὰ δὲ ἐπτερωμένα πνευματικῶς πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν δύνασθαι ἐν τοῖς κλάδοις τῆς τοιαύτης πίστεως. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν, οἷς ἐποίησεν Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ. θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους. γὰρ Υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. ὑπὸ τίνος ἄρα μέλλει παραδίδοσθαι; μὲν Ἀπόστολός φησι παραδεδόσθαι ὑπὸ τοῦ Θεοῦ τὸν Υἱὸν, ἑκώς · ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ’ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, ὑπὲρ ὅλου τοῦ κόσμου πεισόμενον, ἵνα ἄρῃ αὐτοῦ τὴν ἁμαρτίαν · ἐρεῖς δὲ καὶ ὑπὸ τοῦ διαβόλου παραδεδόσθαι αὐτὸν, ὑφ’οὗ παραδίδονται τοῖς αἰχμαλωτεύσασι τὰ ζεύγη καὶ οἱ ὄνοι τοῦ Ἰὼβ, εἶτα τοῖς ἱππεῦσιν αἱ κάμηλοι, τῷ πυρὶ τὰ πρόβατα, τῷ ἐξ ἐρήμου πνεύματι αἱ τούτου θυγατέρες καὶ οἱ υἱοί. ἔστω οὖν πρῶτον ὑπὸ τοῦ Πατρὸς παραδεδομένος Υἱὸς εἰς χεῖρας ἀνθρώπων · εἶτα ὑπὸ τοῦ Ἰούδα, εἰς ὃν μετὰ τὸ ψωμίον εἰσῆλθεν Σατανᾶς ἀρχικώτερον τοῦ Ἰούδα παραδιδοὺς αὐτόν. ἀλλ’ μὲν Πατὴρ τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο φιλανθρωπίᾳ τῇ πρὸς ἡμᾶς καὶ χρηστότητι · δὲ Ἰούδας μοχθηρίᾳ προαιρέσεως. θανατωθεὶς δὲ, τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ἤτοι τῆς ἁμαρτίας, διάβολον κατήργησε. θάνατος γὰρ ἁμαρτία κυρίως, κατὰ τό · ψυχὴ ἁμαρτάνουσα, αὐτὴ ἀποθανεῖται. καὶ οἱ μὲν ἄρχοντες παρέστησαν κατὰ τοῦ Χριστοῦ, ἡμεῖς δὲ ὠφεληθέντες τῷ ἐκεῖνον ἀπεκτάσθαι, φαμὲν τό · διαρρήξωμεν τοὺς δεσμοὺς αὐτῶν. σύμμορφοι γὰρ γεγονότες τῷ θανάτῳ τοῦ Χριστοῦ, οὐκέτι ἐσμὲν ὑπὸ τοὺς δεσμοὺς τῶν ἐναντίων · ἀλλ’αὐτοὶ μᾶλλον ἐκγελῶνται παρὰ τοῦ κατοικοῦντος ἐν οὐρανοῖς Πατρὸς, καὶ ὑπὸ τοῦ Κυρίου μυκτηρίζονται. ἀναστὰς γὰρ συμμόρφους ἡμᾶς πεποίηκε καὶ τῆς αὑτοῦ ἀναστάσεως, οὐκέτι καθεζομένους ἐν σκότει καὶ σκιᾷ θανάτου, διὰ τὸ ἀνατεῖλαι ἐφ’ἡμᾶς φῶς τοῦ Θεοῦ. ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν · ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ, Κύριε. καὶ εἶπεν αὐτῷ Ἰησοῦς · αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ ἔχουσι κατασκηνώσεις · δὲ Υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. εἰ μὲν οὖν ἕτοιμος εἶ αὐτὸς ὁμοίως ἐμοὶ οὐκ ἔχον τι ποῦ τὴν κεφαλὴν κλῖναι, αἱρήσῃ διὰ τὴν ἐμὴν διδασκαλίαν τὸ ἀκατάστατον ἐνταῦθα ἐλπίδι τῆς τῶν οὐρανῶν βασιλείας, ἐπ’οὐδενὶ τὴν ἀνάπαυσιν ἐνταῦθα μὴ προσδοκῶν, ἀλλ’ἐν τῷ μέλλοντι. οἱ γὰρ ἐμοὶ μαθηταὶ, δικαιοσύνην ἀσκοῦντες, ἐν τῷ κόσμῳ τούτῳ θλίψιν ἕξουσι · πονηροὶ δὲ καὶ γόητες, ἀλώπεξι καὶ πετεινοῖς οὐρανοῦ παραβαλλόμενοι, ἐν τῷ βίῳ τούτῳ προκόψουσι πλανῶντες καὶ πλανώμενοι. ὑψηλότερον δέ · ὅτε ἐτεθνήκει τῷ νεανίσκῳ πατὴρ καὶ ἦν νεκρὸς, τότε ἀπὸ τοῦ Ἰησοῦ ἐκλήθη. νομιστέον δὲ, ὅτι, ὥσπερ κόσμος Παύλῳ ἐσταύρωται καὶ νεκρὸς ἦν, ἐπεὶ τεθνήκει αὐτῷ τὰ τοῦ κόσμου πράγματα, μηκέτι αὐτὰ σκοποῦντι ὡς βλεπόμενα καὶ πρόσκαιρα · οὕτως ἑκάστῳ δικαίῳ τέθνηκε διάβολος, ὅστις αὐτῷ ἔζη ἁμαρτάνοντι. πᾶς γὰρ ποιῶν τὴν ἁμαρτίαν ἐκ τοῦ διαβόλου γεγέννηται · παντὶ δὲ ἁμαρτάνοντι καὶ σκοποῦντι τὰ τῇδε ζῇ πονηρὸς πατήρ. παντὶ δὲ, τέθνηκε πονηρὸς, λέγοιτ’ἂν ὑπὸ τοῦ Χριστοῦ τὸ, ἀκολούθει μοι. καὶ τάχα τοιοῦτόν ἐστι μυστικῶς νοούμενον τὸ δεῖν μισεῖσθαι ὑφ’ἡμῶν τὸν πατέρα, εἰ μέλλοιμεν ἄξιοι ἔσεσθαι τοῦ Ἰησοῦ. τὸ δὲ, τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκροὺς, ἀλληγορεῖται μόνον. θάπτουσι γάρ πως νεκροὶ τοὺς ἑαυτῶν νεκροὺς ἐν ἑαυτοῖς, τάφοι καὶ μνημεῖα αὐτῶν γενόμενοι. τέλεον δὲ καταλείπει τὸν νεκρὸν, καὶ οὐδαμῶς ἔτι αὐτοῦ ἅπτεται πειθόμενος τῷ Ἰησοῦ · οἶδε γὰρ, ὡς ἁπτόμενος νεκροῦ μολύνεται. ἀλλ’ μὲν Λουκᾶς ταῦτα περὶ τῶν εὐδοκιμωτέρων φησίν · δὲ Μάρκος λέγει, ὅτι παρακαλεσάμενος τοὺς δώδεκα, ἀπέστειλεν ἀνὰ δύο δύο, δοὺς αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων. τοῦτο δὲ, ἀνὰ δύο ὑπηρετεῖσθαι τῷ λόγῳ βουλήματι Θεοῦ, ἔοικεν εἶναι ἀρχαῖον ἀπὸ Μωσέως καὶ Ἀαρὼν, ἐν τῷ ἐξελθεῖν τὸν λαὸν ἐκ τῆς Αἰγύπτου. ἐξήγαγε γὰρ τὸν Ἰσραὴλ Θεὸς ἐν χειρὶ Μωσέως καὶ Ἀαρών. καὶ Ἰησοῦς δὲ τοῦ Ναυῆ, καὶ Χαλὲβ τοῦ Ἰεφονῆ, οἱ ἀμφότεροι ὁμονοήσαντες κατέστειλαν τὸν λαὸν παροξυνόμενον ὑπὸ τῶν δέκα. καὶ Ἐλδὰδ καὶ Μελδὰδ, ἀμφότεροι προεφήτευον ἐν τῇ σκηνῇ ὁμονοήσαντες. ἀλλὰ καὶ ὕστερον Παῦλον καὶ Βαρνάβαν ἐξαπέστειλεν εἰς τὰ ἔθνη, καὶ παραδείγματε οἱ τοιοῦτοι ἦσαν τῶν συμφωνούντων δύο ἐπὶ τῆς γῆς. ἐφαρμόσει δὲ τούτοις καὶ τό · ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς πόλις ὀχυρά · καὶ τό · ἀγαθοὶ οἱ δύο ὑπὲρ τὸν ἕνα. τὸ δὲ κατὰ δύο τετάχθαι καὶ τοὺς δώδεκα ἐμφαίνει ἐν τῷ καταλόγῳ αὐτῶν Ματθαῖος, κατὰ συζυγίαν αὐτοὺς τάξας. ὥσπερ δὲ γεωργὸς ζεῦγος βοῶν κατέχων ἐργάζεται τὴν γῆν, οὕτως Κύριος δύο δύο ἀποστόλους ζεύξας ἀπέστειλεν αὐτοὺς, μετ’αὐτῶν ἐργαζόμενος τὴν γῆν τῶν ἀκουόντων ἐν ἀληθείᾳ καὶ πιστευόντων. εἰς ἣν δ’ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχονται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς, εἴπατε · καὶ τὸν κονιορτὸν, τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν, ἀπομαξόμεθα ὑμῖν. τῶν γὰρ ἁμαρτημάτων ὑμῶν κονιορτὸς δικαίως ἂν εἰς ὑμᾶς ἐπανέλθῃ. ἁπλούστερον δέ · βούλεται, τὸ, ἐκτινάξατε τὸν κονιορτὸν, ὥστε δεῖξαι, ὅτι οὐδὲν ἔλαβον παρ’αὐτῶν, ὥστε εἰς μαρτύριον αὐτοῖς γενέσθαι τῆς μακρᾶς ὁδοιπορίας, ἣν ἐστείλατο δι’αὐτούς. παρατήρει δὲ, ὅτι αἱ μὴ παραδεχόμεναι τοὺς ἀποστόλους καὶ τὴν ὑγιῆ διδασκαλίαν πόλεις, ἔχουσι πλατείας · ἀναλόγως τῇ πλατείᾳ πύλη, καὶ εὐρύχωρος ὁδὸς ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ ἐρχόμενοι δι’αὐτῆς. ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτοὺς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά. γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, , καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ, ἤκουε τὸν λόγον αὐτοῦ. δὲ Μάρθα περιεσπάσατο περὶ πολλὴν διακονίαν. ἐπιστᾶσα δὲ εἶπεν · κύριε, οὐ μέλει σοι ὅτι ἀδελφή μου μόνη κατέλιπε διακονεῖν; εἰπὲ οὖν αὐτῇ, ἵνα μοι συναντιλάβηται. ἀποκριθεὶς δὲ εἶπεν Ἰησοῦς · Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά · ἑνὸς δέ ἐστι χρεία. Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ’αὐτῆς. εἰς μὲν οὖν τὸ, Ἑνός ἐστι χρεία, τὸ ἀγαπήσεις, χρήσιμον, τὸν πλησίον σου ὡς ἑαυτόν · εἰς δὲ τὸ, ὀλίγων ἐστὶ χρεία, παραθήσεις τό · οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τι ἄλλο ὁμοίως εἴρηται. ἐκλάβῃ δὲ Μάρθαν μὲν εἰς τὴν πρᾶξιν, Μαρίαν δὲ εἰς τὴν θεωρίαν. τὴν μὲν εἰς τὴν Ἰουδαίαν, τὴν δὲ εἰς τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν. Μάρθαν μὲν εἰς τοὺς ἐκ περιτομῆς πιστεύσαντας καὶ φυλάττοντας Ἰουδαϊκῶς τὰ τοῦ νόμου, Μαρίαν δὲ τοὺς τούτων ἀπηλλαγμένους, καὶ μόνοις τοῖς Ἰησοῦ ποσὶ προσκαθεζομένους. διαφόρως γὰρ ἐπιβάλλων, εὑρήσεις Μάρθαν μὲν σωματικωτέραν, καὶ περὶ πολλὰ εἱλουμένην, Μαρίαν δὲ τῇ θεωρίᾳ μόνῃ, καὶ τοῖς πνευματικοῖς προσανέχουσαν. πάτερ ἡμῶν, ἐν τοῖς οὐρανοῖς · ἁγιασθήτω τὸ ὄνομά σου · ἐλθέτω βασιλεία σου. οἶμαι δὲ, ὅτι οὐδεὶς λέγοι τῷ Θεῷ τὸ Πάτερ, μὴ πεπληρωμένος τοῦ τῆς υἱοθεσίας πνεύματος · καὶ Υἱὸς δοξάζων Πατέρα λέγοι ἂν Πάτερ · φυλάξας δὲ τὴν ἐντολὴν, τὴν λέγουσαν · ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς, ὅπως γένησθε υἱοὶ τοῦ Πατρὸς ὑμῶν, τοῦ ἐν τοῖς οὐρανοῖς. ἐλθέτω βασιλεία σου. ἵνα καταργηθῇ μὲν πᾶσα ἀρχὴ καὶ ἐξουσία καὶ δύναμις, ἔτι δὲ καὶ πᾶσα βασιλεία τοῦ κόσμου, καὶ βασιλεύουσα ἐν τοῖς θνητοῖς ἡμῶν σώμασιν ἁμαρτία · πάντων δὲ τούτων βασιλεύσῃ Θεός. τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δίδου. ἀναγκαίως δὲ καὶ τὸ καθ’ἡμέραν πρόσκειται. οἱονεὶ γὰρ ἐπισκευαστή ἐστιν ἡμῶν ζωὴ ἀληθινὴ, ἵνα κατὰ Θεὸν ζήσῃ ἔσω ἄνθρωπος. τὸ μὲν οὖν, τίς ἐξ ὑμῶν, πρὸς τοὺς μαθητὰς λέγεται · τὸ δὲ, ἕξει φίλον, ἵνα εἴπῃ τὸν Θεὸν φίλον τυγχάνοντα τοῖς ἁγίοις, ὡς Μωϋσῇ καὶ τῷ Ἀβραάμ. τάχα δὲ καὶ μεσονύκτιον συνεσταλμένος οὗτός ἐστι καιρὸς τοῦ βίου, ὅτε ὀλοθρευτὴς εἰσέρχεται εἰς πᾶσαν οἰκίαν τῆς ἐν κόσμῳ Αἰγύπτου, ἔνθα μὴ κέχρισται φλιὰ τῷ τοῦ Χριστοῦ αἵματι. αἰτεῖ δὲ μαθητὴς τὸν φίλον τρεῖς ἄρτους, βουλόμενος θρέψαι τῇ περὶ Τριάδος θεολογίᾳ τὸν γενόμενον πρὸς αὐτὸν ἀπὸ τῆς ὁδοῦ, καθά φησιν · ἐκτὸς ἐμοῦ οὐ δύνασθε ποιῆσαι οὐδέν. ἀλλὰ πῶς ἀποκρίνεται ἔσωθεν φίλος λέγων · μή μοι κόπον πάρεχε; ζητήσεις δὲ, μήποτε οἱ κοπιῶντες καὶ πεφορτισμένοι τοὺς ἑαυτῶν κόπους παρέχωσι τῷ Σωτῆρι. διὸ τὰς ἀσθενείας ἡμῶν φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται. ὥσπερ τῷδε μὴ ὑπνοῖ Θεὸς, ἄλλῳ δὲ ἁμαρτάνοντι ὀργίζεσθαι λέγεται · οὕτω καὶ κόπον ἔχειν ἀπὸ τοῦ παρέχοντος αὐτῷ. σὺ δὲ ὅρα, εἰ ἄρτος μὲν ἀναγκαία τῆς ψυχῆς ἐν γνώσει τροφὴ, ἧς ἄνευ οὐκ ἔστι σώζεσθαι · οἷον περὶ τοῦ, πῶς βιωτέον ἀκριβὴς λόγος · ἰχθὺς δὲ οἷον ὄψον φιλομάθεια · οἷον τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνων, καὶ ὅσα ἑξῆς σοφία καταλέγει. οὕτως οὖν ἀντὶ ἄρτου λίθον οὐ δίδωσιν Θεὸς, ὃν διάβολος ἐβούλετο ὑπὸ Ἰησοῦ ἐσθίεσθαι · οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθύας ἐσθίειν Αἰθίοπες. ἐκεῖ γὰρ, φησὶν Ψαλμῳδὸς, σὺ συνέθλασας τὴν κεφαλὴν τοῦ δράκοντος ἐπὶ τοῦ ὕδατος, ἔδωκας αὐτὸν βρῶμα λαοῖς τοῖς Αἰθίοψιν · οὔτε ἁπλῶς ἀντὶ τροφίμου καὶ ὠφελοῦντος τὰ ἄβρωτα καὶ βλάπτοντα. λύχνος τοῦ σώματός ἐστιν ὀφθαλμός. ὅταν οὖν ὀφθαλμός σου ἁπλοῦς , καὶ ὅλον τὸ σῶμά σου φωτεινόν ἐστιν. ἐπὰν δὲ πονηρὸς , καὶ τὸ σῶμά σου σκοτεινόν. σκόπει οὖν, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστίν. εἰ οὖν τὸ σῶμά σου φωτεινὸν, μὴ ἔχον μέρος σκοτεινὸν, ἔσται φωτεινὸν ὅλον, ὡς ὅταν λύχνος τῇ ἀστραπῇ φωτίζεται. τοῦ δὲ ἐφεξῆς ῥητοῦ τοιοῦτον εἶναι τὸν λόγον νομίζω · εἴπερ διὰ τὸ σῶμά σου φωτεινὸν γεγονέναι, φωτισθέντος ὑπὸ τοῦ λύχνου τοῦ σώματος, μηδέν ἐστιν ἐν σοὶ μέρος ἔτι σκοτεινὸν, μηδαμῶς ἁμαρτάνοντι ἔτι, οὕτως ἔσται φωτεινὸν τὸ ὅλον σῶμα, ὡς παραβάλλεσθαι τὰς αὐγὰς αὐτοῦ λύχνῳ ἐν φωτιζούσῃ ἀστραπῇ κἀν φωτισμῷ τὸ σκότος λύοντι. ἀστραπῇ μὲν γὰρ ἔοικε λαμπροτάτῃ ἀπὸ τοῦ νοῦ φωτισμός · λύχνῳ δὲ ἐν ἀστραπῇ τὸ ἐν τῷ σώματι φῶς, πεφυκότι εἶναι σκότος, ἀγομένῳ, ὅπου νοῦς βούλεται. ἀπὸ τοῦ αἵματος Ἄβελ ἕως τοῦ αἵματος Ζαχαρίου. διὸ τῆς Ἐλισάβετ καὶ τοῦ παιδὸς ἀποτυχόντες οἱ δήμιοι, καὶ τοῦ Ζαχαρίου τὸν θυμὸν ἀφιᾶσιν, ὡς λόγος. κατ’αὐτὸ τοῦτο γοῦν καὶ διὰ τὴν παρθένον Μαρίαν μετὰ τὸ γεννῆσαι τὸν Σωτῆρα ἡμῶν. ἐλθοῦσα γὰρ προσκυνῆσαι, ἔστη ἐν τῷ τόπῳ τῶν παρθένων. καὶ κωλυόντων τῶν εἰδότων αὐτὴν γεννήσασαν, Ζαχαρίας ἔλεγε τοῖς κωλύουσιν, ἀξίαν αὐτὴν εἶναι τοῦ τόπου τῶν παρθένων, ἔτι παρθένον οὖσαν. ὡς οὖν σαφῶς παρανομοῦντα ἀπέκτειναν μεταξὺ τοῦ ναοῦ καὶ τοῦ θυσιαστηρίου, λειτουργοῦντα καὶ θύοντα τῷ Θεῷ, καὶ ἀναμιγνύουσι τὸ αἷμα τῷ αἵματι. οὐχὶ πέντε στρουθία πωλεῖται ἀσσαρίων δυοῖν καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ Θεοῦ; ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται. μὴ οὖν φοβεῖσθε. πολλῶν στρουθίων διαφέρετε. τήρει δὲ, ὅτι οὐ πτῶσιν στρουθίου ἐπὶ τῆς γῆς εἶπεν, ὡς Ματθαῖος. πέντε δὲ στρουθία νῦν τὰς αἰσθήσεις τοῦ δικαίου αἰνίττεται · αἳ τῶν μετεώρων καὶ ὑπὲρ ἄνθρωπον αἰσθάνονται, ὁρῶσαι τὰ θεῖα, ἀκούουσαι φωνῆς Θεοῦ, γευόμεναι ζῶντος ἄρτου, ὀσφραινόμεναι Χριστοῦ μύρων εὐωδίας, ἐλαίου ἀγαλλιάσεως, ἁπτόμεναι λόγου ζῶντος · αἵτινες, ἐξευτελιζόμεναι ὑπὸ τῶν τὰ πνεύματος μωρίαν καὶ εὔω κρινόντων, οὔκ εἰσιν ἐπιλελησμέναι ἐνώπιον τοῦ Θεοῦ. τὸ μέντοι ἐμφαῖνον ῥητὸν, μη δὲ τὸ ἐλάχιστον στρουθίον ἐπιλελησμένον εἶναι ἐνώπιον τοῦ Θεοῦ, συνεξέτασον τοῖς ἐμφαίνουσι ῥητοῖς, ἐπιλανθάνεσθαί τινων τὸν Θεὸν δι’ἁμαρτίαν αὐτῶν. ῥητῶς μὲν οὖν τὸ λεπτομερὲς τῆς Προνοίας, καὶ μέχρι τῶν λεπτῶν γνῶσις, ἐν τούτοις δηλοῦται · νοητῶς δὲ πίπτει ἐπὶ τῆς γῆς, οἷα στρουθία, τὸ φρόνιμον. ἐπὰν δὲ ἄνω φέρεσθε, τὰ κάτω ζητεῖ τοῖς τῆς σαρκὸς ἐνεχομένοις κακοῖς, παραδοθὲν εἰς πάθος ἀτιμίας, καὶ τὸ ἐλεύθερον μετὰ τοῦ τιμίου ἀπολελωκός. τοιοῦτος δὲ ὑπὸ τοῦ λόγου μετεωρισθεὶς, καὶ τὰ γήϊνα φρονήσας. κατὰ δὲ τὸ ῥητὸν πάλιν, τό · οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν, οὐ τὴν βούλησιν δείκνυσιν, ἀλλὰ τὴν πρόγνωσιν. τῶν γὰρ γινομένων, μὲν κατὰ βούλησιν γίνεται, δὲ κατ’εὐδοκίαν, δὲ κατὰ συγχώρησιν. πάλιν οὖν εἶπε · τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ; ὁμοία ἐστὶ ζύμῃ, ἣν λαβοῦσα γυνὴ ἔκρυψεν εἰς ἀλεύρου σάτα τρία, ἕως οὗ ἐζυμώθη ὅλον. ἑτέρως ἐστὶ λαβεῖν, τὴν μὲν γυναῖκα εἰς τὴν Ἐκκλησίαν, τὴν δὲ ζύμην εἰς τὸ Πνεῦμα τὸ ἅγιον. σάτα δὲ τρία, σῶμα, πνεῦμα, ψυχήν. ἁγιάζεται δὲ ταῦτα τῇ ζύμῃ τοῦ ἁγίου Πνεύματος, ὥστε γενέσθαι πρὸς τὸ ἅγιον Πνεῦμα ἓν φύραμα. ἔτι ζύμην τὴν ἀπὸ τοῦ σπόρου τελεσιουργηθεῖσαν δύναμιν Σωτὴρ ὀνομάζει τὸ Πνεῦμα τὸ ἅγιον, τοῦτον αἰνιξάμενος τὸν τρόπον. γοῦν τῆς οὐρανίου βασιλείας λόγος, μετὰ τὴν πρώτην ἐν ἀνθρώποις σπορὰν αὐξηθεὶς, καρπὸν ἀποδοὺς ἐντελῆ, τοῦ ἁγίου Πνεύματος τὴν ἐπιχορηγίαν τοῖς διὰ τῶν πρώτων ὠφελουμένοις παρέχει, ζύμης δίκην φύραμα ζυμούσης. γυνὴ δὲ ταύτην, σοφία τοῦ Θεοῦ, εἰς ἀλεύρου σάτα τρία ἐγκρύπτει. τοῖς γοῦν πορισαμένοις ἐκ πολλῆς ἐπιμελείας καὶ τῆς τοῦ σπόρου γεωργίας ἀλεύρου σάτα τρία, δόγματα, θείαν γνῶσιν τὴν περὶ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος, τοῦ Θεοῦ σοφία τὸ ἅγιον Πνεῦμα χορηγεῖ. δ’αὐτὴ, καθ’ἑτέραν διάνοιαν, πάντα τὸν ἐκ Θεοῦ ἄνθρωπον ἐκ σώματος καὶ ψυχῆς καὶ πνεύματος συνεστῶτα, τῇ ἐπιχορηγίᾳ τῆς θείας ἐμπνεύσεως, ζύμην ἐγκρύπτουσα, τὴν ἐξ αὐτῆς ὠφέλειαν, εἰς ἀλεύρου σάτα τρία τὰ νενοημένα, ἕως οὗ ζυμωθῇ ὅλον. οὗτος γοῦν, τῇ μετοχῇ τῆς οὐρανίου ζύμης ποιωθεὶς καὶ ζυμωθεὶς, οὐράνιος καὶ πνευματικὸς χρηματίσεται ἄνθρωπος, καὶ νέον φύραμα, ὡς ὂν μιᾶς κράσεως γενομένης τῶν τριῶν ἀλεύρων ἀποδεδομένων, καὶ τῆς ἐν αὐτοῖς ἐμπνεύσεως τοῦ ἁγίου Πνεύματος. καὶ δὴ νέος ἄρτος καὶ πνευματικὸς γενόμενοι κατὰ τὸν Ἀπόστολον, ὅς φησιν · εἷς ἄρτος καὶ ἓν σῶμά ἐσμεν οἱ πολλοὶ, εἰκόνα καὶ ὁμοίωσιν ἀναληψόμεθα τοῦ ζωοποιοῦ τῶν ὅλων ἄρτου, ὃς ἐκ τοῦ οὐρανοῦ καταβέβηκεν, ἑαυτῷ παραπλησίους καὶ ἡμᾶς ἀπεργασάμενος. εὖ δὲ γυναικὶ ἀφομοιώσω τὴν σοφίαν τοῦ Θεοῦ ἐν τούτοις · Χριστὸς δέ ἐστιν τοῦ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία, καταλλήλως τῷ τῆς ζύμης ὑποδείγματι. ὥσπερ γὰρ ἐπὶ τῆς παραβολῆς τοῦ σπόρου, γεωργοῦ πρόσωπον καὶ σπορέως εἰσῆγεν, οὐκ ἂν εὐλόγως ἐν ἐκείνοις μνημονευθείσης γυναικὸς, οὔτε κἀνταῦθα ἐπὶ ζύμης φερομένης εἰς ἀλεύρου σάτα τρία, οἰκειοῦται παραβολὴ, γυναικὶ ἀρτοποιουμένῃ τὸν ἐξ ἐκείνης ὠνομασμένον σπορέα ἀπεικάσαι. καὶ ἥξουσιν ἀπὸ ἀνατολῶν καὶ δυσμῶν καὶ βορρᾶ καὶ νότου, καὶ ἀνακλιθήσονται ἐν τῇ βασιλείᾳ τοῦ Θεοῦ. παρὰ δὲ τῷ Ματθαίῳ καὶ παραβολὴ πλέκεται, δι’ἧς καλοῦνται ὡς εἰς ἀμπελῶνα εἰς τὰς ἐντολὰς ἐργάται διάφοροι ἐν διαφόροις ἡλικίαις, ὡς ἐν πρωΐᾳ, καὶ περὶ τρίτην, καὶ ἕκτην καὶ ἐνάτην καὶ ἑνδεκάτην ὥραν. τάχα μὲν οὖν ἅπας τῶν ἀνθρώπων βίος ἐστὶν κατὰ τὴν παραβολὴν ἡμέρα. καὶ οἱ μὲν ἐκ παίδων καὶ πρώτης ἡλικίας κληθέντες οἱ ἅμα τῇ ἕῳ μισθωθέντες εἰσὶ παρὰ τοῦ δεσπότου · οἱ δὲ μετὰ τὸ μειράκιον οἱ ἀπὸ τῆς τρίτης ὥρας · οἱ δὲ μετὰ τὸν ἐν νεότητι καύσωνα καὶ τὸ βάρος ἐπὶ τὴν θεοσέβειαν ἀγόμενοι πρεσβύται οἱ περὶ τὴν ἐνάτην · οἱ δὲ πρὸς αὐτῇ τῇ ἐξόδῳ γέροντες ἤδη δηλοῦνται διὰ τῆς ἑνδεκάτης. καὶ ἐπεὶ προαίρεσις, οὐ χρόνος, ἐξετάζεται, ὃν ἐν πίστει πεποίηκέ τις · διὰ τοῦτο τοῖς ἐξ οὗ κέκληνται τὰ ἐπιβάλλοντα πεποιηκόσι δίδοται ἴσος τῆς σωτηρίας μισθός · τὸ συλαθὲν κατ’ἀρχὰς ὑπὸ τοῦ πονηροῦ δι’ἀπάτης κατὰ τὴν τῆς ἐντολῆς παράβασιν πνὶξ τῆς θείας καὶ βασιλικωτάτης εἰκόνος δηνάριον, δι’οὗ δοκεῖ μοι τὸ γνώρισμα τῆς βασιλείας αὐτῆς ὑποφαίνειν, ὅτι βασιλέως ἐντετυπωμένην εἰκόνα τοῦ δηναρίου τὸ χάραγμα σημαίνει. ἐπειδὴ τοίνυν πάντας τοὺς ἐπὶ τὸν ἀμπελῶνα, καὶ τὸ τῆς θεοσεβείας πολίτευμα παρελθόντας, μιᾶςτε καὶ τῆς αὐτῆς ἐργασίας ἁψαμένους, τῆς αὐτῆς βασιλείας μετασχεῖν ἦν δίκαιον · τούτου χάριν εἰκότως τοῖς πᾶσι τῆς Βασιλείας τὸ σύμβολον τὸ δηνάριον ἀποδίδοται · ὧν οἱ μὲν ἐν νεότητι ἐκλήθησαν, οἱ δὲ ἀμφὶ τὴν τοῦ νεανίου ἡλικίαν, οἱ δὲ περὶ τὸν μέσον τοῦ ἀνθρώπου ζωῆς χρόνον, οἱ δὲ τὸν ἄνδρα τέλειον ἤδη καὶ ὑπερβεβηκότα ἀνειληφότες · οἱ δὲ κατὰ τὸν πρεσβύτην αὐτὸν γηραλέοι λοιπὸν, καὶ περὶ δυσμὰς ἔχοντες τοῦ βίου. εἴποι δ’ἄν τις καὶ ἑτέρως ἐξηγούμενος ἐφαρμόττειν τὰ τῆς παραβολῆς δηλούμενα, τοῖς ἀνέκαθεν ἐκ πρώτης τοῦ βίου συστάσεως μέχρι συντελείας τοῦ αἰῶνος καταξιουμένοις τῆς ἐνθέου κλήσεως. ὥστε ἅμα πρωὶ κεκλῆσθαι λέγειν ἐπὶ τὴν τῆς θεοσεβείας ἐργασίαν τοὺς κατὰ τὴν ἀρχὴν τοῦ βίου πρώτους διασωθέντας · δευτέρους δὲ τοὺς ἀμφὶ τὸν Ἐνὼχ καὶ Νῶε · τοὺς περὶ τὴν τρίτην τοὺς ἀμφὶ τὸν Ἀβραάμ · τοὺς δὲ περὶ τὴν ἕκτην τοὺς ἐν τοῖς χρόνοις τῶν προφητῶν · τοὺς δὲ περὶ τὴν ἑνδεκάτην τοὺς μετὰ τὴν σωτήριον θεοφάνειαν. οὓς δὴ πάντας καταξιωθήσεσθαι ἑνὸς καὶ τοῦ αὐτοῦ μισθοῦ κατὰ τὸ δηνάριον δεδηλωμένους, ὥσπερ εἰς τὴν τοῦ Θεοῦ βασιλείαν ἀναφέρεται. τὰ πάντα ταῦτα διαστήματα ἰσάριθμα ταῖς αἰσθήσεσι. καὶ ἁφὴ μὲν ἔστιν πρώτη κλῆσις · ὅθεν εἴρηται περὶ τοῦ φυτοῦ, οὐ μὴ ἅψησθε αὐτοῦ · ὄσφρησις δὲ κατὰ τὴν δευτέραν · ὅθεν ἐπὶ τοῦ Νῶε ὠσφράνθη Κύριος ὀσμὴν εὐωδίας · γεῦσις δὲ κατὰ τὸν Ἀβραάμ · διὸ καὶ τοῖς ἀγγέλοις ἐγκρυφίας παρατίθησι καὶ μόσχον · ἀκοὴ δὲ ἐπὶ Μωϋσέως, ὅτε ἀκουστὴ γέγονεν ἐκ τοῦ οὐρανοῦ φωνὴ τοῦ Θεοῦ · ὅρασις δὲ πασῶν τῶν αἰσθήσεων τιμιωτέρα, κατὰ τὴν τοῦ Χριστοῦ ἐπιδημίαν · ὅτε ἑωράκασι τὸν Χριστὸν τοῖς μακαρίοις ὀφθαλμοῖς. ὀψία δὲ συντέλεια τοῦ αἰῶνος, ὅτε οἱ ἐργάται οἱ ἔσχατοι πρῶτοι τὸν μισθὸν λαμβάνουσιν. οἱ γὰρ πρότερον μαρτυρηθέντες διὰ τῆς πίστεως οὐκ ἐκομίσαντο τὴν ἐπαγγελίαν. πρῶτοι γὰρ τὸν μισθὸν ἀπολήψεσθαι προσδοκῶμεν οἱ Χριστοῦ γνώριμοι. ἔλεγε καὶ τῷ κεκληκότι αὐτόν · ὅταν ποιῇς ἄριστον δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μη δὲ τοὺς ἀδελφούς σου, μη δὲ τοὺς συγγενεῖς σου, μη δὲ γείτονας πλουσίους · μή ποτε καὶ αὐτοὶ ἀντικαλέσωσι, καὶ γένηταί σοι ἀνταπόδομα. ἀλλ’ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλούς. καὶ μακάριος ἔσῃ, ὅταν οὐκ ἔχωσιν ἀνταποδοῦναί σοι. ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. ἀλλ’οὔτε μὲν κατὰ τὸ ῥητὸν κελευόμεθα μὴ φίλους καλεῖν καὶ γείτονας, ἀλλὰ πτωχοὺς καὶ ἀναπήρους, χωλοὺς καὶ τυφλούς. μυστικῶς δὲ τάχα φίλοι μὲν εἶεν ἂν οἱ χαίροντες καθ’ἡμᾶς τοῖς τῆς ἀληθείας δόγμασιν · ἀδελφοὶ δὲ οἱ ἔχοντες ἀδελφὰ δόγματα · συγγενεῖς οἱ πλησιάζειν ἡμῖν κατὰ ταῦτα θέλοντες · γείτονες οἱ μὴ πάντα μακρὰν τῶν ἡμετέρων δογμάτων ἐσκηνωμένοι. κατὰ κοινοῦ δὲ τὸ πλουσίους ἀκουστέον. οἱ μὲν οὖν ἀκροάσεις καταγγέλλοντες πλουσίους καὶ πτωχοὺς καλοῦσιν · δὲ πρὸς δόξαν ἀληθῆ διακονῶν τῷ λόγῳ κενοδοξίας ἀπήλλακται. καλεῖ δὲ πτωχοὺς, τουτέστιν ἀπείρους λόγων, ἵνα πλουτίσῃ · ἀναπήρους, τουτέστι βεβλαμμένους τὸ φρόνημα, ἵνα ὑγιάσῃ · χωλοὺς τοὺς σκάζοντας τῷ λόγῳ, ἵνα ὀρθὰς τροχιὰς ποιῶσι · τυφλοὺς τοὺς τὸ θεωρητικὸν μὴ ἔχοντας, ἵνα βλέπωσι τὸ φῶς τὸ ἀληθινόν. τὸ δὲ, οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι, ἴσον ἐστὶ τῷ · οὐκ ἴσασι πρὸς ἐρώτησιν ἀπόκρισιν διεξάγειν λόγον, καὶ διαλεκτικῶς. καὶ ἤρξαντο ἀπὸ μιᾶς παραιτεῖσθαι πάντες · τουτέστιν, ὡς ἐξ ἑνὸς συνθήματος. πρῶτος εἶπεν αὐτῷ · ἀγρὸν ἠγόρασα, καὶ ἔχω ἀνάγκην ἐξελθεῖν, καὶ ἰδεῖν αὐτόν. ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε · ζεύγη βοῶν ἠγόρασα πέντε, καὶ πορεύομαι δοκιμάσαι αὐτά. ἐρωτῶ σε, ἔχε με παρῃτημένον. καὶ ἕτερος εἶπε γυναῖκα ἔγημα, καὶ διὰ τοῦτο οὐ δύναμαι ἐλθεῖν. ἁπλῶς δὲ τρισὶ τρόποις ἀποπίπτουσί τινες τῆς κλήσεως · φαντασίᾳ δογμάτων κρειττόνων, διώξει αἰσθητῶν, καὶ φιληδονίᾳ. οἱ μὲν γὰρ ἀγρὸν ἀγοράσαντές εἰσιν οἳ καὶ παραιτοῦνται τὸ δεῖπνον, οἱ παραλαβόντες δόγματα ἕτερα τῆς θεότητος, πολλὴν ἔχοντα τὴν πιθανότητα, καὶ τὴν ποικιλίαν τοῦ λόγου · οἳ καὶ καταφρονοῦσι τοῦ ἀγροῦ, τοῦ ἔχοντος ἐν ἑαυτῷ ἀγρὸν καὶ δυνάμεις. οὖν μὴ ἰδὼν μη δὲ δοκιμάσας ὃν ἐκτήσατο λόγον διὰ τὸ προειλῆφθαι, ἐξ ἀνάγκης καὶ οὐχ ἑκουσίως ἐξέρχεται ἐκ τοῦ δείπνου, καὶ τοῦ κεκληκότος, τάχα δὲ καὶ ἑαυτοῦ. τὸ δὲ ἐρωτῶ σέ φησιν, ὡς λόγῳ μόνῳ αἰδούμενος τὸν κεκληκότα. δὲ ζεύγη βοῶν ἀγοράσας πέντε, οὗτός ἐστιν τῆς νοητῆς καταφρονῶν φύσεως, περὶ δὲ τὰ αἰσθητὰ φιλοχωρῶν · οὐ δ’οὗτος ἐδοκίμασεν ἐξ ἀρχῆς ἐώνηνται. εἰ δύο ἀριθμὸς ἐπὶ ὕλας τάσσεται, οὗτος τὰ ὑλικὰ ἐτίμησε · διὸ καὶ οὗτος τὸ νοητὸν δεῖπνον παρῄτηται. δὲ ἕτερός ἐστιν εἰπών · γυναῖκα ἔγημα, δοκῶν εὑρηκέναι σοφίαν, καὶ ταύτης κοινωνήσει παραιτούμενος τὴν ἀληθῆ · τῇ σαρκὶ ἑνούμενος, φιλήδονος μᾶλλον φιλόθεος. τὸ μὲν οὖν ὁλοσχερὲς τῆς παραβολῆς οὕτως · ἔκλαβε δὲ καὶ ἄλλως τὰ κατὰ τὸν τόπον, ὅσον ἄνθρωποί ἐσμεν, καὶ τὸν πλοῦτον τῆς τοῦ Θεοῦ χρηστότητος οὐ συμφέρει γινώσκειν ἡμῖν. ἀναγκαίως Θεὸς ἀνθρώπῳ ὁμοιοῦται, ἵν’ὡς ἀνθρώποις λαλήσῃ, μὴ χωροῦσιν οἰκονομηθῆναι ὑπὸ τοῦ Θεοῦ πάντα, μένοντος τοῦ Θεοῦ. καὶ τότε παύσεται ὁμοιούμενος ἀνθρώπῳ, ὅταν, παυσάμενοι ἔριδος, ζήλου καὶ τῶν λοιπῶν κακῶν, καὶ τοῦ κατ’ἄνθρωπον περιπατεῖν, ἀξιωθῶμεν ἀκοῦσαι ἀπὸ τοῦ Θεοῦ · ἐγὼ εἶπα · θεοί ἐστε καὶ υἱοὶ Ὑψίστουπάντες. πέπαυται δὲ καὶ ἄλλα πολλὰ καλούμενος, ὧν ἁμαρτωλὸς χρῄζει ἄνθρωπος, πάνθηρ καὶ λέων, καὶ ἄρκτος, ὡς ἐν τοῖς προφήταις γέγραπται. οὕτως ἀκούω καὶ τοῦ · Θεὸς ἡμῶν πῦρ καταναλίσκον. τῷ γὰρ οὐκ ὄντι ἀξίῳ καταναλίσκεσθαι φῶς ἐστι κατὰ τὸν Ἰωάννην λέγοντα · Θεὸς ἡμῶν φῶς ἐστι. καὶ αὖθις · οὔπω, φησὶν, ἐφανερώθη τί ἐσόμεθα · οἴδαμεν δὲ, ὅτι, ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα, ὅτι ὀψόμεθα αὐτὸν καθώς ἐστιν. εἰ γὰρ καὶ ἀξιωθῶμεν βλέψαι νῦν τὸν Θεὸν τῷ νῷ καὶ τῇ καρδίᾳ, οὐ βλέπομεν αὐτὸν καθώς ἐστιν, ἀλλὰ καθὼς διὰ τὴν ἡμετέραν οἰκονομίαν ἡμῶν γίνεται · ἐν δὲ τῇ ἀποκαταστάσει πάντων, ὧν ἐλάλησε διὰ στόματος τῶν ἁγίων αὐτοῦ, ὀψόμεθα οὐχ ὡς νῦν οὐκ ἔστιν, ἀλλ’ὡς πρέπει τότε, ἐστι. παρ’ἡμῖν μὲν οὖν τοῖς ἀνθρώποις ἀνθρώπῳ ὡμοιώθη · παρὰ δὲ τοῖς ἑαυτοὺς ἀποθεώσασι Θεῷ · Θεὸς γάρ ἐστι, φησὶν, ἐν συναγωγῇ θεῶν. καὶ ἐνέγκαντες τὸν μόσχον τὸν σιτευτὸν, καὶ φαγόντες εὐφρανθῶμεν. εἰ δὲ χρὴ τὸν τόπον καὶ ὑψηλότερον θεωρῆσαι, προκατάρχεται λόγων, ἠθικῶν μὲν, οἷον τροφῆς, ἐν τῷ φαγόντες, ἐποπτικῶν δὲ, οἷον ποτοῦ, ἐν τῷ εὐφρανθῶμεν. οἶνος γὰρ ἀρχὴ εὐφροσύνης, ὡς γέγραπται. εὐκοπώτερον δέ ἐστι τὸν οὐρανὸν καὶ τὴν γῆν παρελθεῖν, τοῦ νόμου μίαν κεραίαν πεσεῖν. ἔτι μία κεραία οὐ παρ’Ἕλλησι μόνον ἐστὶ τὸ ἰῶτα, ἀλλὰ καὶ παρ’Ἑβραίοις τὸ παρ’αὐτοῖς καλούμενον ἰώθ. δύναται δὲ ἰῶτα συμβολικῶς λέγεσθαι Ἰησοῦς, ἐπείπερ ἀρχὴ τοῦ ὀνόματος αὐτοῦ καὶ παρ’Ἕλλησι καὶ παρ’Ἑβραίοις ἀπὸ τοῦ ἰὼθ γράφεται. ἔστι τοίνυν ἐν τῷ νόμῳ Λόγος τοῦ Θεοῦ μὴ παρερχόμενος αὐτὸν, μη δὲ πρότερον πίπτων, ἕως ἂν πάντα γένηται · τότε δὲ πίπτων, ἵνα πλείονα καρπὸν φέρῃ · οὐ νικηθεὶς, ἀλλὰ ταπεινώσας ἑαυτὸν, καὶ γενόμενος ὑπήκοος μέχρι θανάτου, θανάτου δὲ σταυροῦ. καὶ εἰσερχομένου αὐτοῦ εἴς τινα κώμην, ἀπήντησαν αὐτῷ δέκα λεπροὶ ἄνδρες, οἳ ἔστησαν πόρρωθεν. καὶ αὐτοὶ ἦραν φωνὴν, λέγοντες · Ἰησοῦ ἐπιστάτα, ἐλέησον ἡμᾶς. καί γε τοὺς περὶ λέπρας νόμους ὑπολαμβάνῃς δή τινα τῆς ψυχῆς διαγραφὴν διάφορον. τίς γὰρ οὐκ ἂν ἀπορήσαι ὁρῶν, ὅτι πὴ μὲν λέπρα ἀκάθαρτον ποιεῖ τὸν ἄνθρωπον ἐγγενομένη χρωτὶ ζῶντι, πὴ δὲ πᾶσαν ἀκαθαρσίαν ἀπολύει ὅλον λεπρὸν γεγονότα. τότε γὰρ ἀκάθαρτος εἶναι λογίζεται, ὅτε χρὼς ζῶν, μετὰ τὸ ὁλόλεπρον γεγονότα, μιαίνεται τοῦ ζῶντος χρωτὸς τὴν ἐξ ὅλων λέπραν […] εἶναι λεγομένην. ἡγοῦμαι γὰρ τὴν λέπραν ἀντὶ ἀλόγων λαμβάνεσθαι τῆς ψυχῆς παθημάτων, τὸν δὲ ζῶντα χρῶτα ἀντὶ τῆς λογικῆς καταστάσεως. δοκεῖ οὖν μοι μυστήριον παρέχειν λόγος. ἐν γὰρ τῇ τῶν βρεφῶν ἡλικίᾳ ἀνέγκλητός ἐστιν ψυχὴ, τῆς ἀλογίας ἀπολύουσα αὑτὴν παντὸς ψόγου. ἐὰν δὲ ὀφθῇ χρὼς ζῶν ἐν αὐτῇ, ἐστιν, ἐὰν ἄρχηται τοῦ λόγου ὑποφύωσις, τότε ἀρχὴ τῆς ἁμαρτίας ὑφίσταται, ἕως ἐπικρατήσηται τοῦ χρωτὸς τοῦ ζῶντος, τουτέστι, τοῦ λόγου αὐξάνοντος καὶ τελειουμένου, ὅλος γένηται χρὼς ζῶν, καὶ τέλεον λέπρα ἐξαφανισθῇ. τὰς ἐντολὰς οἶδας · μὴ μοιχεύσῃς, μὴ φονεύσῃς, μὴ κλέψῃς, καὶ μὴ ψευδομαρτυρήσεις. τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου. ἐξελέγχεται δὲ ἐν τῷ λόγῳ Μαρκιωνιστῶντε παράνοια καὶ Μανιχαίων, οἳ τὸν νόμον ἀλλότριον εἶναί φασι Χριστοῦ. φησὶ γὰρ Μάρκος, ὅτι ἐμβλέψας αὐτῷ Ἰησοῦς ἠγάπησεν αὐτόν. οὐκ ἂν δὲ ἐπὶ τῇ τοῦ ἀλλοτρίου πληρώσει ἠγάπησε τὸν περὶ ταῦτα παρρησιασάμενον. ζήτησιν δὲ κινεῖ πῶς ἠγαπήθη μὴ μέλλων ἀκολουθεῖν ἐπὶ τὴν ζωήν. ἔστι δὲ ἐπὶ μὲν τοῖς προτέροις ἀγάπης ἄξιος τὰ τοῦ νόμου φυλάξας · τῇ δὲ πρὸς τὸ τέλειον ὀλιγωρίᾳ τὴν ἐπὶ τοῖς πρόσθεν ἀγάπην οὐκ εἴασα γενέσθαι τελείαν. καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγῆ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλε δύο τῶν μαθητῶν αὐτοῦ. εἰπών · ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν , εἰσπορευόμενοι, εὑρήσετε πῶλον δεδεμένον, ἐφ’ὃν οὐδείς ποτε ἀνθρώπων ἐκάθισε. λύοντες αὐτὸν, ἀγάγετε. καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ · διὰ τί λύετε; οὕτως ἐρεῖτε αὐτῷ · ὅτι Κύριος αὐτοῦ χρείαν ἔχει. ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι, εὗρον καθὼς εἶπεν αὐτοῖς. λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπον οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς · τί λύετε τὸν πῶλον; οἱ δὲ εἶπον · Κύριος αὐτοῦ χρείαν ἔχει. καὶ ἦγον αὐτὸν πρὸς Ἰησοῦν. ὅπου γὰρ ὑπακοὴ καὶ ἱερὸς τόπος, ἐκεῖ Κύριος τοὺς ἀποστόλους λύσοντας πῶλον δεδεμένον, ἐφ’ὃν οὐδέποτε Μωϋσέως λόγος Ἡσαΐου, ἄλλου τινὸς τῶν προφητῶν ἐκάθισεν. ὅτε δὲ ἦλθεν Χριστὸς, φύσει καὶ μόνος Κύριος, σιγῶσιν οἱ πολλοὶ πρὸ τοῦ κυριευθῆναι ὑπὸ τοῦ Σωτῆρος κύριοι. ὅταν γάρ τις τῇ κακίᾳ δουλεύῃ, πολλῶν παθῶν δοῦλός ἐστι · τοῦ δὲ κυρίου ἅπαξ γενομένου, οὐ δύναται πολλοὺς κυρίους ἔχειν. καὶ ἐπιρρίψας τις ἑαυτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασε τὸν Ἰησοῦν. πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια αὐτῶν ἐν τῇ ὁδῷ. λαμβάνουσι μέντοι τὸν λόγον οἱ μαθηταὶ, καὶ ἐπικαθίζουσι ταῖς ψυχαῖς τῶν ἀκουόντων. κοσμοῦσι δὲ ἡμᾶς καὶ αἱ καλαὶ πράξεις τῶν ἀποστόλων ἐπικείμεναι ἡμῖν. θέλουσι γὰρ καὶ πατῶμεν αὐτῶν τὰ ἱμάτια, ἐξετάζοντες τοὺς ἀποστολικοὺς λόγους. καὶ ἐζήτησαν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐπιβαλεῖν ἐπ’αὐτὸν τὰς χεῖρας ἐν αὐτῇ τῇ ὥρᾳ, καὶ ἐφοβήθησαν · ἔγνωσαν γὰρ, ὅτι πρὸς αὐτοὺς τὴν παραβολὴν εἶπεν. καὶ παρατηρήσαντες ἀπέστειλαν ἐγκαθέτους, ὑποκρινομένους ἑαυτοὺς δικαίους εἶναι, ἵνα ἐπιλάβωνται αὐτοῦ λόγου, εἰς τὸ παραδοῦναι αὐτὸν τῇ ἀρχῇ καὶ τῇ ἐξουσίᾳ τοῦ ἡγουμένου. καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες · διδάσκαλε, οἴδαμεν ὅτι ὀρθῶς λέγεις καὶ διδάσκεις, καὶ οὐ λαμβάνεις πρόσωπον, ἀλλ’ἐπ’ἀληθείας τὴν ὁδὸν τοῦ Θεοῦ διδάσκεις. ἔξεστιν ἡμῖν Καίσαρι φόρον δοῦναι, οὔ; κατανοήσας δὲ αὐτῶν τὴν πανουργίαν, εἶπε πρὸς αὐτούς · τί με πειράζετε; ἐπιδείξατέ μοι δηνάριον. τίνος ἔχει εἰκόνα καὶ ἐπιγραφήν; ἀποκριθέντες δὲ εἶπον · Καίσαρος. ἀποκριθεὶς δὲ εἶπεν αὐτοῖς · ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ. καὶ οὐκ ἴσχυσαν ἐπιλαβέσθαι αὐτοῦ ῥήματα ἐναντίον τοῦ λαοῦ, καὶ θαυμάσαντες ἐπὶ τῇ ἀποκρίσει αὐτοῦ, ἐσίγησαν. ὑψηλότερον δέ · ἄνθρωπος, ὡς ἐν τῇ Γενέσει γέγραπται, κατ’εἰκόνα Θεοῦ γέγονεν. ὕστερον δὲ διὰ τὴν αὐτοῦ παρακοὴν ἀνέλαβε καὶ εἰκόνα χοϊκήν. ὥσπερ δὲ τὸ νόμισμα εἰκόνα ἔχει τοῦ βασιλεύοντος τῶν ἐθνῶν, οὕτως ποιῶν τὰ ἔργα τοῦ Παντοκράτορος τὴν εἰκόνα αὐτοῦ φορεῖ, ἣν παραινεῖ Σωτὴρ ἀποδιδόναι καὶ ἀποτίθεσθαι, καὶ φορεῖν τὴν ἐξ ἀρχῆς γενομένην εἰκόνα. ἀκολούθως τούτοις καὶ Παῦλός φησιν · ὡς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, οὕτω φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. τοῦτο οὖν δηλοῖ τό · ἀπόδοτε τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ.