ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ. καὶ αὐτὸς κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. κρινεῖ λαοὺς ἐν εὐθύτητι. φοβητέον ἄρα τὸν τοιοῦτον κριτὴν, ψεκτάςτε πράξεις καὶ ἀσεβὲς φεύγοντα φρόνημα. οἰκουμένην δὲ νοήσεις τὴν Ἐκκλησίαν, οἰκουμένην ὑπότε Πατρὸς καὶ Υἱοῦ, κατὰ τό · ἐγὼ καὶ ὁ Πατήρ μου ἐλευσόμεθα, καὶ μονὴν παρ’αὐτῷ ποιησόμεθα · λαοὺς δὲ τοὺς λοιποὺς παρὰ τὴν Ἐκκλησίαν. ψάλατε τῷ Κυρίῳ, τῷ κατοικοῦντι ἐν Σιών. καὶ ἄλλως δέ · ἐν πάσῃ ψυχῇ Σιὼν οὔσῃ καὶ σκοπευτηρίῳ Θεὸς κατοικεῖ. ἐκζητεῖ δὲ τὰ αἵματα τῶν ἐθνῶν ἀποκτεινάντων αὐτὰ, καὶ μιμνήσκεται αὐτῶν ἀναστὰς αὐτά. οὐκοῦν τό · ἀπώλετο τὸ μνημόσυνον αὐτῶν μετ’ἤχου, ἐπὶ τὰς ῥομφαίας ἀνενεχθήσεται. ἐκείνων δὲ μέμνηται, ὧν ἐγένετο καταφυγή. ἀνάστηθι, Κύριε ὁ Θεός μου · ὑψωθήτω ἡ χείρ σου · μὴ ἐπιλάθῃ τῶν πενήτων σου εἰς τέλος. ἐκ δὲ τῶν δυσσεβῶν τούτων ῥημάτων ἀνιαθεὶς ὁ προφήτης, πάλιν εὔχεται λέγων ταῦτα, δεῖξαι τῇ πείρᾳ τὸν Θεὸν αἰτῶν, ὡς οὐκέτι λέλησται τῶν πτωχῶν. καὶ τῆς τοῦ ἀσεβοῦς δὲ βλασφημίας ὑπέμνησε λέγων · τὴν ἐπιθυμίαν τῶν πενήτων εἰσήκουσας, Κύριε · τῇ ἑτοιμασίᾳ τῆς καρδίας αὐτῶν πρόσεχε τὸ οὖς σου. ἐπεθύμουν γὰρ συντριβῆναι τοῦ ἁμαρτωλοῦ τὸν βραχίονα, καὶ τῆς αὐτοῦ τυραννίδος ἐλευθερωθῆναι · ὃ δὴ καὶ γέγονεν. ἐπιθυμία δὲ διανοίας ἀγαθῆς ἐνεργής ἐστι προσευχή. ἣν ἰδὼν ὁ καρδιογνώστης, ἐπλήρωσεν. ἑτοίμην γὰρ εἶχον πρὸς τὸ σωθῆναι καρδίαν, καὶ τῆς ἐπηγγελμένης βασιλείας τυχεῖν. κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων, τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν, ἢ ἐκζητῶν τὸν Θεόν. ὅσα σωματικῶς ἀσωμάτου τυγχάνοντος λέγοιτο περὶ τοῦ Θεοῦ, θεοπρεπῶς ἀκουστέον. οἷον, ἐν οὐρανοῖς λέγεται κατοικεῖν, ὡς ναῷ χρώμενος ταῖς θείαις δυνάμεσι, ταῖς ἐν οὐρανῷ. καλοῦνται γὰρ ὁμωνύμως τοῖς ἐν οἷς εἰσι τόποις · ὡς καὶ ἄνθρωποι γῆ χρηματίζοντες. ὡς ἐν τῷ · πᾶσα ἡ γῆ προσκυνησάτωσάν σοι, καί · πᾶσα ἡ γῆ βοᾷ μετ’εὐφροσύνης. ἐν οὐρανοῖς δὲ οἰκεῖ καὶ ἐν ἀνθρώποις ὢν, τοῖς φοροῦσι τὴν εἰκόνα τοῦ ἐπουρανίου. ἀλλὰ καὶ ὡς δημιουργίας λόγῳ καὶ προνοίας ἐν πάσῃ τῇ κτίσει τυγχάνοντος. ἐκ τῶν καλλίστων τοῦτο δηλοῦται μερῶν · ἔντε τῷ, Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς · καὶ, Θεὸς ἐν τῷ οὐρανῷ ἄνω. ἀλλὰ καὶ πολλαχοῦ τῆς θείας παιδεύσεως ἡ τοῦ οὐρανοῦ προσηγορία δηλοῖ τὴν νοητὴν οὐσίαν, ἐν ᾗ μάλιστα Θεὸν προσήκει ζητεῖν. ὁ οὐρανὸς γὰρ τοῦ οὐρανοῦ τῷ Κυρίῳ. ἐκ τούτου συμβατικῶς ἐπισκοπεῖ τοὺς τῆς ὑποδεεστέρας καταστάσεως, “τοῦ ἰδεῖν, εἴ τίς ἐστι συνετὸς, ἐκζητῶν τὸν Θεόν” · ὡς ἂν εὑρὼν τύχοι τῶν παρ’αὐτοῦ δωρεῶν. γίνεται δὲ τοῦτο, κακίας σὺν ἀσεβείᾳ κρατούσης, ὡς λεχθῆναι · οὐκ ἔστιν ἔλεος, οὐ δὲ ἀλήθεια, οὐ δὲ ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐπὶ τούτοις. οὕτω τῶν ἀνθρώπων βλαβέντων, πῶς οὐκ ἔδει τὸν ἀγαθὸν ἐπιβλέψαι Σωτῆρα, ὡς ἂν, ἀφορμήν τινα συνέσεως εὑρὼν, ταύτην πληθύνῃ, καὶ τοῖς ἐκζητοῦσιν ἐμφανίσειεν ἑαυτόν; ἐμφανίζεται γὰρ τοῖς μὴ ἀπιστοῦσιν αὐτῷ. πάντες ἐξέκλιναν · ἅμα ἠχρειώθησαν. οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός. προφητεύει μεταβολὴν τῶν ἐθνῶν εἰς ἡμερότητα καὶ εὐσέβειαν. διὸ καὶ ἐρωτᾷ, “μὴ, τοῦ Κυρίου ἐλθόντος, οὐ παύσονται τοῦ θηριώδους βίου, καὶ ἐπιγνώσονται τὸν Κύριον”; λέγει γὰρ καὶ Ἡσαΐας · οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται · οἳ οὐκ ἀκηκόασι συνήσουσιν. ἐκεῖ ἐδειλίασαν φόβῳ, οὗ οὐκ ἦν φόβος · ὅτι Κύριος ἐν γενεᾷ δικαίων. ἔσται γὰρ, φησὶν, ὅτε οἱ προρρηθέντες φοβηθήσονται Κύριον, παρ’οἷς οὐκ ἦν πρότερον φόβος. ἐκεῖ δὲ ἐν τῇ μελλούσῃ συστήσεται γενεᾷ, περὶ ἧς πάγει. στηλογραφία τῷ Δαβίδ. τοῦ Δαβὶδ ἐπέγραψαν οἱ λοιποί · στηλογραφίαν δὲ ὁμοίως ἐξέδωκαν, τῷ περιέχειν προφητείαν αἰωνίου μνήμης ἀξίαν. ὥσπερ γὰρ οἱ μέγιστοι τῶν ἀγωνιζομένων ἐν σταδίοις ἀθληταὶ στήλης ἀξιοῦνται, καὶ τῶν ἐν πολέμοις κατωρθωμένων εἰς τὴν μετὰ ταῦτα μνήμην ἵσταται τρόπαια · οὕτω τὸ μέγα τρόπαιον τοῦ Σωτῆρος, ὅπερ ἤγειρε καθελὼν τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, Γραφαῖς ἄνωθεν ἐστηλιτεύθη προφητικαῖς. διὸ καὶ Πέτρος, τῶν ἐν αὐτῷ μνημονεύσας, ἐπήγαγεν · “ἄνδρες ἀδελφοὶ, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαβὶδ, ὅτι καὶ ἐτελεύτησε καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης. προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς, ὅτι ὅρκῳ ὤμοσεν αὐτῷ ὁ Θεὸς, ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ τὸ κατὰ σάρκα ἀναστήσειν τὸν Χριστὸν καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ · προϊδὼν δὲ ἐλάλησε περὶ τῆς ἀναστάσεως τοῦ Χριστοῦ, ὅτι οὔτε ἐγκατελείφθη εἰς ᾅδην, οὔτε ἡ σὰρξ αὐτοῦ εἶδε διαφθοράν. τοῦτον τὸν Ἰησοῦν ἀνέστησεν ὁ Θεὸς, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες”. διὰ τοὺς λόγους τῶν χειλέων σου, ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων δίδωσιν ὁ Σωτὴρ, μὴ φρονεῖν ἐφ’ἑαυτοῖς δεομένοις τῆς παρὰ Θεοῦ βοηθείας. τρίβοι δὲ Κυρίου τῶν ἐντολῶν αἱ τηρήσεις · μᾶλλον δὲ αἱ κατ’ἀρετὴν ἐνέργειαι, ὁμαλαὶ καὶ λεῖαι δειχθεῖσαι ἐκ τοῦ συνεχῶς πατεῖσθαι πρὸς τῶν φθάσαι σπευδόντων ἐπὶ τὸ τέλος αὐτῶν, ὅπερ ἐστὶν ἡ μακαριότης, καὶ τῶν ἐπαγγελιῶν ἡ ἀπόδοσις. δράμωμεν τοίνυν κατ’αὐτοὺς, οὐ σφαλλομένων τῶν διαβημάτων ἡμῶν, εἰ Κύριος αὐτὰ καταρτίσειεν ἐν ταῖς τρίβοις αὐτοῦ. ταύτης τῆς αἰτήσεως ὁ τυχών φησιν · ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα · καὶ τὸ, “ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅτε ἂν ἐπλάτυνας τὴν καρδίαν μου”. ὠδῖνες ᾅδου περιεκύκλωσάν με · προέφθασάν με παγίδες θανάτου. ἁρμόσει δὲ ταῦτα καὶ τῷ Σωτῆρι, ἔχοντα πολλὴν οἰκειότητα πρὸς τὸ, “νῦν ἡ ψυχή μου τετάρακται” · καὶ, “περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου”. καὶ ἐσαλεύθη, καὶ ἔντρομος ἐγενήθη ἡ γῆ. καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν, καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. προδήλως δείκνυσι τοῦ Θεοῦ τὴν κατάβασιν διὰ τὰ προειρημένα, τόντε θάνατον καὶ τὰς ὠδῖνας τοῦ ᾅδου. ἐξ οὗ δὲ καταβάντος, κατὰ τὸν Ἀκύλαν, ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. πᾶσα γὰρ ἀκοὴ Ἑλληνικὴ καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. γῆν γὰρ ἔφη τοὺς ἐπὶ γῆς. ὀρέων δὲ, τῶν ἀντικειμένων δυνάμεων · αἳ τῇ πλάνῃ τῶν εἰδώλων τοὺς ἀνθρώπους ἐνέμοντο, τῆς τοῦ Θεοῦ κατεπαιρόμεναι γνώσεως. τὰ θεμέλια, καὶ οἱ βαθεῖς διαλογισμοὶ, αἰσθανόμενα τῆς τοῦ Κυρίου δυνάμεως, ἐταράχθησαν ἀχθόμενα. αἷς ὀργισθέντος τοῦ Θεοῦ, ἀνέβη καπνὸς καθάπερ ἐπὶ δαλοῦ · σβεννυμένων καὶ τοῦ πυρὸς παυσαμένων, ᾧ τοὺς ἀνθρώπους κατέφλεγον. τὸ πῦρ δὲ τοῦτο κατέσβεσε τῷ ἰδίῳ πυρί. καθὸ πῦρ καταναλίσκον εἴρηται Θεὸς παρὰ τῷ Μωϋσῇ. καὶ ἐν Ψαλμοῖς · πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ. καὶ πάλιν · ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. πῦρ ἐνώπιον αὐτοῦ καυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφοδρά. διὸ καὶ ἔφασκεν ὁ Σωτήρ · πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν. καὶ τί θέλω, εἰ ἤδη ἀνήφθη; ταῦτα ἐποίησε κλίνας καὶ καταβὰς οὐχ ἕνα μόνον οὐρανὸν, ἀλλὰ πάντας, ὅσοι ποτέ εἰσιν · τοῦ κλῖναι δηλοῦντος τὴν ταπείνωσιν τοῦ ὕψους αὐτοῦ, καὶ τὴν κένωσιν τῆς θεότητος. τῆς δὲ οἰκονομίας αὐτοῦ τὸ λεληθὸς καὶ ἀπόκρυφον, τῷ γνόφῳ καὶ τῇ ὀμίχλῃ δηλοῖ. εἶτα ἐπὶ τοῦ χερουβὶμ ἀνελήφθη, καίτοι μὴ σὺν αὐτῷ καταβάς. ὃν μετὰ σώματος ἀναβαίνοντα αἱ θεῖαι θεωροῦσαι δυνάμεις, γεγονυῖαι περὶ αὐτὸν, ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον, ἐπιλέγουσαι · ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ Βασιλεὺς τῆς δόξης. ἃ δὴ γέγονεν, ἡνίκα, ὡς ἐν ταῖς Πράξεσι κεῖται τῶν ἀποστόλων, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ὑπέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ · κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ. τὸν ἐν σκηνῇ τίς οὐκ ὄψεται μὴ γενόμενος ἔνδον; οὕτως οὐ δὲ τὸν Θεὸν, εἰ μή τις εἰσέλθοι τοῦ τῆς δυσκαταληψίας ἔνδον παραπετάσματος. καὶ Μωϋσῆς γὰρ εἰς τὸν γνόφον εἰσῆλθεν, οὗ ἦν ὁ Θεός. ἐπιστήσας γὰρ τῇ περὶ Θεοῦ δημιουργίᾳτε καὶ προνοίᾳ, εἴσω τούτων ἔγνω περιέχεσθαι τὸν Θεόν. ὀλίγον γὰρ αὐτὴν διανοίξας, τὸν οὗ ἐστιν εἰκὼν, ἐκ τοῦ κατ’εἰκόνα μεμάθηκεν · ἐκ δὲ τῆς δημιουργίας καὶ προνοίας τὸν δημιουργὸν καὶ προνοητήν. ἕνεκεν τοῦ ὀνόματος αὐτοῦ. ἐὰν γὰρ καὶ πορευθῶ ἐν μέσῳ σκιᾶς θανάτου, οὐ φοβηθήσομαι κακά · ὅτι σὺ μετ’ἐμοῦ εἶ. ἐντεῦθεν πρὸς Θεὸν ἀποστρέφει τὸν λόγον. ὁ μὲν οὖν καθεζόμενος ἐν σκιᾷ θανάτου, ἵδρυται ἐν αὐτῇ, βεβαιωθεὶς ἐν κακίᾳ, καὶ δεόμενος τοῦ ἐξ ἐλέους ἀνατέλλοντος φωτός · ὁ δὲ πορευόμενος παρατρέχει · μεθ’οὗ καὶ συνοδεύει ὁ Κύριος. περὶ δὲ τῆς καθίσεως εἴρηται · καθημένοις ἐν χώρᾳ καὶ σκιᾶ θανάτου, φῶς ἀνέτειλεν αὐτοῖς. ἡ ῥάβδος σου, καὶ ἡ βακτηρία σου, αὗταί με παρεκάλεσαν. ἀμφότερα ἐπὶ μαστίγων, κατὰ τό · ἐὰν ἐγκαταλίπωσιν οἱ υἱοί σου τὸν νόμον μου, καὶ τοῖς κρίμασί μου μὴ πορευθῶσιν · ἐὰν τὰ δικαιώματά μου μὴ φυλάξωσιν · ἐπισκέψομαι ἐν ῥάβδῳ τὰς ἀνομίας αὐτῶν, καὶ ἐν μάστιγι τὰς ἁμαρτίας αὐτῶν. τὸ δὲ ἔλεός μου οὐ μὴ διασκεδάσω ἀπ’αὐτῶν. οὐ διεσκέδασται γὰρ τὸ θεῖον ἔλεος ἀπὸ τοῦ δι’ἁμαρτίας μαστιζομένου. οὐ γὰρ ἁμαρτάνοντα μὴ μαστίξειε, οὐ παραδέχεται · μαστιγῶν υἱὸν ὃν παραδέχεται. περὶ ὧν δὲ μὴ μαστίζει, λέγεται τό · ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες · παρ’ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου. ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν. διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία · περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν. ἐὰν μὲν οὖν ᾖ τις πρόβατον ἁμαρτωλὸν, ῥάβδῳ πλήσσεται · ἐὰν δὲ ἄνθρωπος, βακτηρίᾳ, κατὰ τὸ Σολομῶντος · ὁ φειδόμενος τῆς βακτηρίας μισεῖ τὸν ἑαυτοῦ υἱόν. ταῦτα δὲ παρακαλεῖ τὸν τυπτόμενον · πέπεισται γὰρ, ὡς μαστιγοῖ πάντα υἱὸν ὃν παραδέχεται. καὶ ἐπὶ ποταμῶν ἡτοίμασεν αὐτήν. καὶ ἄλλως δὲ πρὸ τῆς ἐπιδημίας Χριστοῦ γνωστὸς ἐν τῇ Ἰουδαίᾳ μόνον ἦν ὁ Θεός · μετ’αὐτὴν δὲ, τοῦ Κυρίου ἡ γῆ. ἀλλ’οὐ δὲ πλήρωμα πρὸ ταύτης ἦν ἐν πάσῃ τῇ γῇ · μεστὰ δὲ ἦν αὐτῆς τὰ πλεῖστα κακότητος. μετ’αὐτὴν δὲ πολλοὶ τῶν πεπιστευκότων ἐθνικῶν εἴποιεν ἄν · ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν. διόπερ αὐτοῦ καὶ πλήρωμα λέγοιντο. ἀλλ’οὐχ οἱ κενοὶ τῆς εὐαγγελικῆς πολιτείας. ἀλλὰ καὶ ἐν ἐρήμῳ ὁ ἁμαρτωλὸς κατοικεῖ · οἰκουμένην δὲ, ὁ τὴν Ἐκκλησίαν οἰκῶν πεπληρωμένην τῆς ἁγίας Τριάδος · καὶ ἔστι τοῦ Κυρίου. ἀλλ’οὐχ ὁ γεγεννημένος ἐκ τοῦ διαβόλου, καὶ μερὶς ἐκείνου γενόμενος. τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ Κυρίου; ἢ τίς στήσεται ἐν τόπῳ ἁγίῳ αὐτοῦ; ἢ καὶ ὄρος Κυρίου τὸ τελικὸν ἀγαθὸν καὶ τὸν Θεὸν Λόγον. σπάνιος γὰρ ὁ πρὸς τὴν ἀκρώρειαν αὐτοῦ διὰ προκοπῆς ἀναβῆναι δυνάμενος. ὁ γὰρ τελειωθεὶς, μηκέτι περαιτέρω χωρεῖν οἷόςτε ὢν, ἵσταται βέβαιος, καὶ χρηματίζων ἅγιος τόπος Θεοῦ. ὀπίσω γὰρ Κυρίου πορευόμενος, ἀναβαίνει · τῶν μὲν ὄπισθεν ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, τέλος ἔχων τὸ στῆναι μετὰ Θεοῦ ἐν τόπῳ ἁγίῳ αὐτοῦ · ἐφ’ὃν δεῖ ἀναβῆναι καὶ στῆναι τὸν εὐαγγελιζόμενον τῇ Σιὼν, πρὸς ὃν ἐφθακότι τῷ Μωϋσῇ φησιν ὁ Θεός · “σὺ δὲ αὐτοῦ στῆθι μετ’ἐμοῦ”. ἀλλὰ καὶ “ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου”, ὡς ἐφ’ἕτερον ἁγίασμά φασιν οἱ προφῆται. ἐπεὶ πέτρα ἦν ὁ Χριστός. ἀλλὰ τίς ὁ τῶν ἐπαγγελιῶν τούτων τευξόμενος, εἴρηται τελεώτερον ἐν τῷ τεσσαρεσκαιδεκάτῳ ψαλμῷ. αὕτη ἡ γενεὰ ζητούντων τὸν Κύριον, ζητούντων τὸ πρόσωπον τοῦ Θεοῦ Ἰακώβ. καὶ μὴν εἶπεν · οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου, καὶ ζήσεται. ὡς ἀληθῶς γὰρ οὐκ ὄψεταί τις ἄνθρωπος ὢν, καὶ μὴ πᾶν ἀνθρώπινον ἀποθέμενος, καὶ μεταβαλὼν εἰς ἄγγελον καὶ Θεὸν, ὅπερ οὐκ ἔστιν ἐνθάδε. περὶ δὲ τῶν ἀγγέλων τῶν ἐν τῇ Ἐκκλησίᾳ μικρῶν, ὁ Σωτήρ φησιν, ὅτι “διαπαντὸς ὁρῶσι τὸ πρόσωπον τοῦ Πατρὸς, τοῦ ἐν τοῖς οὐρανοῖς”. ἄρατε πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; κύριος τῶν δυνάμεων, αὐτός ἐστιν ὁ Βασιλεὺς τῆς δόξης. ὡς ἄρχοντα δὲ στρατοπέδων, δυνάμεων ἐκάλεσαν Κύριον, ὅπερ ἐν τῷ Ἑβραϊκῷ Σαβαὼθ εἴρηται. τοῦτο δὲ καὶ Κύριον στρατιωτῶν οἱ Ἑβδομήκοντα καὶ Παντοκράτωρ ἐν ταῖς Γραφαῖς ἑρμηνεύουσι. καὶ τὸ νῦν ἄρα λεχθὲν, παντοκράτορα τὸν Σωτῆρα δηλοῖ. οὕτως λέγει Κύριος παντοκράτωρ · ὀπίσω δόξης ἀπέστειλέ με πρὸς σέ. παντοκράτωρ γὰρ ὢν ὁ Πατὴρ, τὸν Υἱὸν ἀπέστειλε παντοκράτορα. καὶ Ἰωάννης δὲ ἐν τῇ Ἀποκαλύψει, “τάδε λέγει”, φησὶν, “ὁ μάρτυς ὁ πιστὸς καὶ ἀληθινὸς, ὁ ἦν καὶ ὁ ὢν καὶ ὁ ἐρχόμενος” · περὶ τοῦ Σωτῆρος ὁμολογουμένως εἰπών. τινὲς δὲ οὐ πρὸς ὑψηλοτέρας πύλας, πρὸς δὲ τὰς αὐτὰς τὰ διττῶς εἰρημένα φασί. πρὸς σὲ, Κύριε, κεκράξομαι · ὁ Θεός μου μὴ παρασιωπήσῃς ἀπ’ἐμοῦ. εἰ μὲν ἐπίγειά τις αἰτεῖται παρὰ Θεοῦ, βραχείᾳ χρῆται φωνῇ · εἰ δὲ τὰ ἐπουράνια, κράζειτε καὶ βοᾷ. ὅθεν ἐν ταῖς Γραφαῖς οἱ ἅγιοι πρὸς τὸν Θεὸν ἐκέκραξαν. κράζει δέ τις εἰσελθὼν εἰς τὸ ταμιεῖον ἑαυτοῦ, καὶ κλείσας τὴν θύραν. οὐ παρασιωπᾷ δὲ τοῖς ἁγίοις ὁ Θεός. ἐλάλει γοῦν Μωσῇ, καὶ Ἀαρὼν, καὶ Ἰησοῦ τῷ τοῦ Ναυῆ. ἐλάλει καὶ διὰ προφητῶν, ἡνίκα ἦν ὁ λαὸς αὐτοῦ. ἃ δὲ λαλεῖ ὁ Θεὸς, οὐκ ἔξωθέν ἐστιν, ἀλλὰ τὰ ἅγια, τὰ ἐπὶ τὴν καρδίαν ἡμῶν ἀναβαίνοντα, κατὰ τό · μακάριος ἀνὴρ, οὗ ἐστιν ἀντίληψις αὐτοῦ παρὰ σοῦ, Κύριε · ἀναβάσεις εἰς τὴν καρδίαν αὐτοῦ. ἔχομεν δὲ ἄλλην ἀκοὴν καὶ θείαν αἴσθησιν, κατὰ Σολομῶντα, λόγοι Θεοῦ ἀκούουσαν, ἡνωμένην αὐτῷ. ὧ δὲ παρασιωπᾷ Θεὸς, ὁμοιοῦται τοῖς καταβαίνουσιν εἰς λάκκον. οὐδένα γὰρ τῶν ἁγίων ἴσμεν λάκκον ὀρύξαντα · φρέαρ δὲ ὤρυττεν ὁ δεόμενος ὕδατος. ἐντέλλεται καὶ ὁ Σολομῶν ἀπὸ φρεάτων πίνειν. θεὸς δὲ διὰ τοῦ προφήτου τοῖς ἐκ λάκκων πίνουσιν ἀπειλεῖ, λέγων · ἐμὲ ἐγκατέλιπον πηγὴν ὕδατος ζῶντος, καὶ ὤρυξαν ἑαυτοῖς λάκκους συντετριμμένους. καταβαίνουσι δὲ εἰς λάκκον οἱ τὰ ψυχρὰ τῆς ὕλης περιέποντες πράγματα · ἔνθα καὶ τῶν ἀνθρώπων ὁ πολέμιος δράκων, ὃς καὶ ψυχρὸς ὠνόμασται, κατοικεῖ. πάντων γὰρ ζώων, τῶν ἐπὶ γῆς, ὁ δράκων ψυχρότερος. πᾶσα οὖν ἁμαρτία ψυχρά · τὰ δὲ θεῖα, ὡς ἔοικε, θερμά. ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα. καὶ, πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν · καὶ, τῷ πνεύματι ζέοντες. ὅτι δὲ οἱ ἁμαρτωλοὶ παρὰ λάκκοις εἰσὶν, ἐν τῇ Ἐξόδῳ φησίν · ἀπέκτεινεν ὁ Θεὸς ἀπὸ προσώπου Φαραὼ, ὃς κάθηται ἐπὶ τοῦ θρόνου, ἕως πρωτοτόκου τῆς αἰχμαλωτίδος, τῆς ἐν λάκκῳ. οὕτως οἱ καταβαίνοντες εἰς λάκκον ἁμαρτωλοί εἰσιν καὶ αἰχμάλωτοι. ἀλλ’ὁ ἀγαθὸς Θεὸς καὶ τούτους καλεῖ, καὶ δίδωσιν ἄφεσιν. πνεῦμα γὰρ Κυρίου ἐπ’ἐμὲ, οὗ ἕνεκεν ἔχρισέ με εὐαγγελίσασθαι πτωχοῖς. ἀπέσταλκέ με κηρύξαι αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν. εἰσάκουσον, Κύριε, τῆς φωνῆς τῆς δεήσεώς μου, ἐν τῷ δέεσθαί με πρὸς σέ. οἷς ἔτι ἐνδεῖ τινα, τούτων ἐστὶν ἡ δέησις. ὅτε δὲ, τὸ ἀξίωμα τοῦ Θεοῦ νοήσας, αἰτῶ τι παρὰ Θεοῦ, τότε προσεύχομαι. ὅτε δὲ φίλος ἐπὶ πλέον γένωμαι, τότε εὐχαριστῶ τῷ Θεῷ. ἐπεὶ καὶ Παῦλος, ἀπὸ τῶν ἡττόνων ἐπὶ τὰ μείζω προβαίνων, φησί · παρακαλῶ πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας. ἐν τῷ αἴρειν με χεῖράς μου πρὸς ναὸν ἅγιόν σου. ἐπαιρόμεναι χεῖρες πρὸς πράξεις θεοσεβεῖς, ἐν οὐρανῷ θησαυριζόμεναί εἰσι · δι’ὧν νικᾷ τις τὸν νοητὸν Ἀμαλήκ · ὡς ὁ Μωσῆς, ἡνίκα τὰς χεῖρας ἀνέφερεν, ὁ λαὸς ἐνίκα · ὅτε δὲ κατέσπα, ὁ Ἀμαλήκ. μὴ κατενέγκωμεν οὖν τὰς χεῖρας, ἐπεὶ νικηθησόμεθα. ὅτι οὐ συνῆκαν εἰς τὰ ἔργα τοῦ Κυρίου, καὶ εἰς τὰ ἔργα τῶν χειρῶν αὐτοῦ. οὐδεὶς γὰρ ἄμεμπτος, οὐ νοήσας τὰ ἔργα Κυρίου. ποίησιν γὰρ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. δίδωσι γὰρ ἀναλόγως τὸ τούτου θεωρῆσαι Δημιουργόν. καὶ ἀνέθαλεν ἡ σάρξ μου. ποία δὲ σὰρξ ἀνέθαλεν; ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ Θεοῦ. μὴ παραζήλου ἐν πονηρευομένοις, μη δὲ ζήλου τοὺς ποιοῦντας τὴν ἀνομίαν. διαφέρει τὸ ζηλοῦν καὶ παραζηλοῦν. παραζηλοῦν μὲν γὰρ λέγεται τὸ ἐρεθίζειν, καὶ κινεῖν εἰς ζηλοτυπίαν, ὁποῖον τό · αὐτοὶ παρεζήλωσάν με ἐπ’οὐ Θεῷ · τουτέστιν ἐκίνησαν ἐν ἐμοὶ ζῆλον, καὶ οἷον εἰς ὀργήν με ἠρέθισαν εἰδωλολατροῦντες. ζηλοῦν δέ ἐστιν τὸ βούλεσθαι καὶ ἑαυτῷ ὑπάρχειν, ὃ παρεῖναι τῷ πέλας νενόμικεν ἀγαθόν. τοῦτο οὖν λέγει · μήτε ἕτερον ἐρέθιζε πονηρευόμενον πρὸς τὸ ἀναστῆναι αὐτὸν κατὰ σοῦ. ἤγουν, “μὴ ποιήσῃς τοιαῦτα, ὡς τὸν πονηρὸν ζῆλον λαβεῖν κατὰ σοῦ, ἐπεὶ ἐπιβουλεύει σοι”. οἷον · εἰ μετὰ γνώμης τοῦ Δαβὶδ τὸν ὕμνον ἔλεγον αἱ νεάνιδες, τὸ, “ἐπάταξεν ὁ Δαβὶδ ἐν μυριάσιν αὐτοῦ” · αὐτὸς ἦν ὁ παραζηλῶν ἐν πονηρευομένοις, τῷ Σαούλ. μήτε πάλιν μιμοῦ ἢ μακάριζε τοὺς τοιούτους, εὐθηνοῦντας ὁρῶν. πρὸς ὀλίγον γὰρ ἀνθοῦντες, ξηραίνονται. πᾶσα γὰρ σὰρξ, χόρτος. τί οὖν ἔχουσι ζηλωτὸν, οἵτινες, πρὸς ὀλίγον ἀνθήσαντες, αὔριον εἰς κλίβανον βάλλονται; καθά φησιν ὁ Σωτήρ. οὐ γάρ τοι φαίην ἂν εἶναί πως ἀξιοζήλωτον τοῖς ἐθέλουσι ζῇν ἀξιοπρεπῶς τὴν τῶν πονηρευομένων πρόσκαιρον εὐημερίαν. ἐννοεῖν δὲ χρὴ μᾶλλον εἰς οἷον ἐκβήσεται πέρας τὸ διαβιοῦν ἑλέσθαι κακῶς. μὴ τοίνυν ζήλου τοὺς τοιούτους, φησὶ, μη δὲ κατερεθίζου πρὸς μίμησιν τῶν φιλαμαρτημόνων, κα- κἂν εἰ δοκοῖεν ἔχειν τὰς ἐν τῷ παρόντι βίῳ τρυφάς. φεῦγε οὖν τὴν ἰσορροπίαν, εἰς τὰ ἐσόμενα βλέπων · οὐ γὰρ ἐν τούτοις ἔσται διηνεκῶς τὰ πράγματα. διὸ ἐπάγει · ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται. ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν, καὶ ποιμανθήσῃ τῷ πλούτῳ αὐτῆς. τουτέστιν, “ἀγάπησον τὸ εὐδοκιμεῖν” · δίψησον τῶν ἱερῶν χαρισμάτων τὴν κτῆσιν · ἀγάπησον τὰ τοῖς ἁγίοις τετηρημένα καὶ παρὰ Θεῷ τεθησαυρισμένα. καὶ ποίει χρηστότητα · ὡς εἰ ἔλεγε τῷ ἀγρῷ · ποίει τόνδε τὸν καρπόν. οὕτως σοι τῷ ἀκροατῇ τῶν θείων μαθημάτων · δὸς ἀγρῷ, φησὶν ὁ Λόγος · ποίει χρηστότητα, ἥτις μία ἐστὶ τῶν καρπῶν τοῦ Πνεύματος. τὸ τῆς χρηστότητος ὄνομα ἐνταῦθα κατασημαίνει πάντα τρόπον ἀρετῆς. καὶ κατοίκει παρὰ τὴν γῆν · προσδιατρίβων τῇ τῆς ψυχῆς ἐπιμελείᾳ καὶ γεωργίᾳ · ὅτι ὃ ἐὰν σπείρῃ ἄνθρωπος, ἐκεῖνο καὶ θερίσει. ἴσως δὲ γῆν, τὴν θεόπνευστον ὀνομάζει Γραφὴν, ἐν ᾗ ὁ πλοῦτος τῶν ἁγίων, τουτέστιν αἱ ἐπαγγελίαι. καὶ παραινεῖ διαπαντὸς τῶν θείων ἔχεσθαι λογίων, ἔρωτι τῶν ἐν αὐτοῖς ἀποκειμένων τοῖς ἁγίοις ἀγαθῶν. ἣ τὸ μὲν κατασκήνου τέθεικεν ἀντὶ τοῦ κατασκηνώσεις · γῆν δὲ ἐκείνην λέγει τὴν τοῖς πραέσιν ἐπηγγελμένην δηλονότι · ἐν ᾗ γεγονὼς, ποιμανθήσῃ, φησὶν, ἐπὶ τῷ πλούτῳ αὐτῆς. πλοῦτος δὲ τῆς ἄνω πόλεως, ἡ τῶν θείων χαρισμάτων ἀμφιλαφὴς χορηγία. τάχα δὲ σκηνῇ ἀπεικάζει τὸν πρόσκαιρον βίον · καὶ βούλεται ἡμᾶς χρᾶσθαι αὐτῷ, ὡς σκηνῇ κατὰ πάροδον, κυριεύοντας αὐτοῦ, οὐ κυριευομένους ὑπ’αὐτοῦ, καὶ πρὸς τὸ συμφέρον, οὐ πρὸς ἡδονὰς ἀποχρωμένους. οὕτω γὰρ ποιμανθησόμεθα ὑπὸ Ποιμένι καλῷ, εἴ τις πλοῦτός ἐστι τῶν θείων δογμάτων, τοῦτον καρπούμενοι, ὥστε λέγειν · κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει. κατατρύφησον τοῦ Κυρίου, καὶ δῴη σοι τὰ αἰτήματα τῆς καρδίας σου. ἔθος τῇ Γραφῇ δύο ἀνθρώπους εἰσάγειν · καὶ σχεδὸν πάντα τὰ τοῦ χείρονος ἔχει καὶ ὁ κρείττων. ἔστι γάρ τις τροφὴ καὶ τοῦ ἔσω ἀνθρώπου, περὶ ἧς λέγεται · οὐκ ἐπ’ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ’ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. ἔστι τι καὶ ποτόν · πίνομεν γὰρ ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας. καὶ ἔνδυμα · ὅθεν ὁ μὲν ἁμαρτωλὸς ἐνεδύσατο κατάραν ὡς ἱμάτιον, ὁ δὲ δίκαιος τὸν Κύριον Ἰησοῦν, καὶ σπλάγχνα οἰκτιρμῶν, καὶ πανοπλίαν Θεοῦ. οὕτως ὁ μὲν τῶν αὐτοῦ μόνον ἀκούων λόγων προτρεπτικῶν τρέφεται · ὁ δὲ ἐπιδιδοὺς ἑαυτὸν ἑρμηνείᾳ νόμου, διηγήσει προφητῶν, λύσει παραβολῶν εὐαγγελικῶν, σαφηνείᾳ λόγων ἀποστολικῶν, κατατρυφᾷ τοῦ Κυρίου · καὶ ἐσθίει οὐ πρὸς ἀνάγκην, οὐ δὲ πρὸς μόνην τροφήν. διδάσκει οὖν ἡμᾶς κατατρυφῆσαι τοῦ Κυρίου. καὶ γὰρ ὁ Θεὸς, ἀπ’ἀρχῆς βουλόμενος ἡμᾶς τρυφᾷν πνευματικῶς, ἐφύτευσε τὸν παράδεισον τῆς τρυφῆς, καὶ τὸν χειμάρρουν τῆς τρυφῆς ἐχαρίσατο. οὐδεὶς δὲ δύναται καὶ σαρκὶ καὶ πνεύματι τρυφᾷν, ἀλλ’εἰ μὲν σαρκὶ ἐτρύφησεν, ὡς ὁ πλούσιος, στερηθήσεται τῆς μετὰ Ἀβραὰμ τρυφῆς · εἰ δὲ ἄρτον κακώσεως ἔφαγεν, ὡς ὁ πένης, ἐκεῖ τρυφᾷ καὶ ἀναπαύεται. καὶ ἄλλως δέ. ὁ Κύριος δικαιοσύνη ἐστὶν, ἀλήθεια, σοφία, ἁγιασμός · ἐὰν τρυφήσῃς οὖν καὶ ἐν τοῖς τῆς σοφίας θεωρήμασιν, ἐν ταῖς πράξεσι τῆς δικαιοσύνης, πεπλήρωται τό · κατατρύφησον τοῦ Κυρίου. τρυφὴ τοιγαροῦν, τὸ ἔνοικον ἔχειν τὸν πάντα ζωογονοῦντα Θεὸν Λόγον, τὸν ἄρτον τῆς ζωῆς · καὶ αὐτὸν ἔχοντες ἐν ἑαυτοῖς, ληψόμεθα πάντα τὰ αἰτήματα, οὐχ ἁπλῶς, ἀλλὰ τὰ τῆς καρδίας. νοήσεις δὲ τὸ λεγόμενον, ἐὰν προσωποποιήσῃς ἕκαστον τῶν μελῶν, καὶ ἴδῃς πῶς κατὰ φύσιν αἰτεῖ. ὁ γοῦν ὀφθαλμὸς, εἰ εἶχε φωνὴν, ἔλεγεν ἄν σοι · αἰτῶ φῶς, αἰτῶ χρώματα βλέπειν κατάλληλα ἐμοί. ἡ ἀκοή · αἰτῶ φωνὴν ἐμμελῆ, ἡδεῖαν. ἡ γεῦσις · αἰτῶ γλυκέα, φεύγω τὰ πικρά. ἡ ἁφή · αἰτῶ ἅπτεσθαι λείων, τρυφερῶν, προσηνῶν · οὐ πυρὸς, οὐ τραχέων, οὐ δὲ κεντούντων. ὡς οὖν ἑκάστου τῶν αἰσθητηρίων ἐστὶν αἴτησις κατάλληλος καὶ φυγή · καὶ ὀφθαλμὸς μὲν αἰτεῖ τὸ φῶς, ἡ ὄσφρησις δὲ τὸ εὐῶδες, ἡ ἀκοὴ τὸ ἐμμελὲς, καὶ τὰ λοιπὰ ὁμοίως · οὕτως ἡ καρδία τὰ νοήματα, ἅπερ ληψόμεθα παρὰ Κυρίου, ἐὰν μηδὲν ἀλλότριον τῆς αὐτοῦ τρυφῆς ἔχωμεν ἐν ταῖς καρδίαις. τότε δυνησόμεθα ἀποκαλύπτειν αὐτῷ τὴν ὁδὸν ἡμῶν. ἐποπτεύει γὰρ ὁ τῶν ὅλων Θεὸς τὴν τῶν σεβομένων αὐτὸν εὐαγῆ πολιτείαν · ἀποστρέφεται δὲ τὴν τῶν οὐκ ὀρθῶς ζῇν ἑλομένων. ὅθεν ἐπάγει · ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, καὶ ἔλπισον ἐπ’αὐτὸν, καὶ αὐτὸς ποιήσει. καὶ ἐξοίσει ὡς φῶς τὴν δικαιοσύνην σου, καὶ τὸ κρῖμά σου ὡς μεσημβρίαν. ἔσο, φησὶν, φανερῶς τὴν ἀρέσκουσαν αὐτῷ βαδίζων ὁδὸν, τουτέστι, γυμνὴν καὶ ἀναμφίαστον τῷ Θεῷ τὴν σεαυτοῦ δεικνὺς πολιτείαν · καὶ ἔλπισον ἐπ’αὐτὸν, αὐτὸς δὲ ποιήσει. ἐν τῷ μέλλοντι αἰῶνι ἐμφανῶς καταστήσει, καὶ οἷον περίοπτον ἀποφανεῖ, λαθεῖν οὐκ ἐῶν τῆς σῆς εὐζωΐας τὸ κάλλος. ἔσται γὰρ ἅπασιν ἐναργὴς ἡ δικαιοσύνη σου, δίκην φωτὸς ἀναλάμπουσα μεσημβρινοῦ. μεσημβρία γε μὴν ὀνομάζεται τῆς ἡμέρας αὐτὸ τὸ μεσαίτατον. καί σε κρινεῖ ἄξιον εἶναι φωτὸς ἐκεῖ. ἐπειδὴ οὖν πᾶς ὁ φαῦλα πράσσων, οἷον ὁ πορνεύων, μισεῖ τὸ φῶς, καὶ τὸ ὅσον ἐφ’ἑαυτῷ, κρύπτει ἃ ποιεῖ, ἵνα μὴ ἐλεγχθῇ · θέλει γὰρ μὴ γνωσθῆναι τὴν πορνείαν αὐτοῦ · διὸ καὶ ἐπικρύπτει τὴν ὁδὸν αὐτοῦ, ἣν ὥδευσεν · ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, οἷον ὁ σωφρονῶν, θέλει αὐτὴν φανερῶσαι, οὐκ ἀνθρώποις, ἵνα μὴ ἀπέχῃ τὸν μισθὸν ἀπὸ τῶν ἀνθρώπων, ἀλλὰ τῷ Θεῷ · διὰ τοῦτο εἴρηται · ἀποκάλυψον πρὸς Κύριον τὴν ὁδόν σου, τουτέστι, δεῖξον αὐτῷ τὸν σὸν ἐπίμωμον βίον, καὶ αὐτὸς θεραπεύσει σε ἀπὸ τῶν τραυμάτων, καὶ ποιήσει τὸν ῥυπαρὸν καθαρόν. κα- κἂν γένῃ καλὸς καὶ ἀγαθὸς, ἐγκαυχήσεταί σοι · καὶ ἐπεὶ μὴ ὢν κενόδοξος ἔκρυπτες τὴν δικαιοσύνην σου, αὐτὸς φανερὸν ποιήσει, καὶ οὕτως ἐπιφανῇ, ὥσπερ ἥλιον ἐν μεσημβρίᾳ. τότε γὰρ, φησὶν, οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος. ὑποτάγηθι τῷ Κυρίῳ, καὶ ἱκέτευσον αὐτόν. ὑποταγὴν οὖν ἐνταῦθα λέγει τὴν τῶν κακῶν ἀναχώρησιν. οὐδεὶς γὰρ ἁμαρτάνων ὑποτέτακται τῷ Κυρίῳ. ἔστω, φησὶν, ὅτι ἤδη ὑπετάχθην · τί ποιῶ περὶ τῶν προτέρων; ἱκέτευσον αὐτὸν, λέγων · μὴ μνησθῇς ἡμῶν ἀνομιῶν ἀρχαίων. ὥστε οὐ δεῖ πρότερον περὶ ἁμαρτίας ἱκετεύειν, ἢ ὑποταγέντα τῷ Κυρίῳ, τουτέστιν ἐκστάντα τῆς ἁμαρτίας. ἔτι γὰρ ὄντα ἐν ἁμαρτίαις ἄφεσιν ἁμαρτιῶν αἰτεῖν, πάνυ ἄλογόν ἐστι. μὴ παραζήλου ἐν τῷ κατευοδουμένῳ ἐν τῇ ὁδῷ αὐτοῦ, ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. μὴ μιμήσῃ, φησὶν, εὐδαιμονίαν ἐκ παρανομίας συγκροτουμένην · μη δὲ εἰς κακίαν ἐρεθίζου, κα- κἂν ὁρᾷς τὸ κακὸν εὐοδούμενον, δέον λογίσασθαι, ὅτι ὁ αἰὼν οὗτος τούτων ἐστὶ τῶν μὴ ἐχόντων ἄλλην ἐλπίδα. εὐτυχείτωσαν ἐν αὐτῷ, καὶ ἐχέτωσαν τὰ νομιζόμενα ἀγαθά. ἡμεῖς δὲ εἰς ἄλλον αἰῶνα βλέπομεν ζωῆς · καὶ ἡ ἐλπὶς ἡμῶν, ἑξῆς τούτῳ τῷ αἰῶνί ἐστιν. οὐχ οἷόντέ ἐστι τὰ ἀγαθὰ ἐν τούτῳ τῷ αἰῶνι ἔχειν καὶ ἐν ἐκείνῳ · εἰ γὰρ ἐν τούτῳ ἔχει (τις), ἐκεῖ κολαζόμενος ἀκούσεται · ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. ἀναγκαίως μέντοι προστέθειται τό · ἐν ἀνθρώπῳ ποιοῦντι παρανομίαν. τῶν τοιούτων γὰρ, φησὶ, τὴν μίμησιν παραιτεῖσθαι χρή · καὶ χρήσιμον σφόδρα τοῦ ἀποφοιτᾷν τῷ παραζηλοῦν αὐτούς. εὐοδοῦνται γὰρ, ἤτοι τὴν ἐν πράγμασι τοῖς ἰδίοις εὐοδίαν ἔχειν ὑπολαμβάνονται, οὐ ψήφοις ταῖς ἄνωθεν τὸ χρῆμα κερδαίνοντες, ἀλλ’ἐκ τοῦ πλεονεκτεῖν καὶ ἁρπάζειν τὰ ἑτέρων ἔσθ’ὅτε. τὴν οὖν εὐόδωσιν, τὴν ἐπὶ τὸ χεῖρον προκοπὴν λέγει. ἐπειδὴ δὲ πολλοὶ ἐν δικαιοσύνῃ ζῶντες, ὅταν ἴδωσιν ἑαυτοὺς ἐν πόνοις, τὸν δὲ ἁμαρτωλὸν ἐν πᾶσι πρὸς καιρὸν εὐοδούμενον, ὀργισθέντες · τῆς δικαιοσύνης ἀφίστανται, τοῦτο δὲ ἀνοίας τῆς ἐσχάτης · διὰ τοῦτο μακροθυμεῖν διδάσκων ὁ λόγος, καὶ τῆς δικαιοσύνης τοῦ Θεοῦ τὸν καρπὸν προσδέχεσθαί φησι. παῦσαι ἀπὸ ὀργῆς, καὶ ἐγκατάλιπε θυμόν. ἐπωφελὲς τὸ παράδειγμα, καὶ τοῖς ὑποτεταγμένοις Θεῷ πρεπωδέστατον. χρὴ γὰρ, φησὶ, πράους εἶναι, καὶ εὖ μάλα καθεστηκότας, καὶ εὐταξίαν ἔχοντας εἰς νοῦν, ἀγαπῶντάςτε διαπαντὸς τὴν ἀπὸ τῆς μακροθυμίας εὐοδίαν, καὶ τῶν ἐξ ὀργῆς κυμάτων ἀποφοιτᾷν. τῶν γὰρ παθῶν τινὰ μὲν οὐ πίπτει εἰς πολλοὺς, ἀλλὰ καὶ οἱ τυχόντες ἀπέβαλον αὐτὰ προκόπτοντες. τὸ γὰρ μιαρὸν τοῦτο πάθος, ἡ ὀργὴ, ἐκ καίει καὶ τοὺς δοκοῦντας εἶναι φρονίμους, καὶ ταράσσει · οὐ τινὰ μὲν, τινὰ δ’οὔ · ἀλλὰ κινδυνεύω λέγειν πάντας ἀνθρώπους παρὲξ τοῦ τελείου, ἐάν που εὑρεθῇ τις τέλειος. οἱ δὲ ὑπομένοντες τὸν Κύριον κληρονομήσουσι γῆν. ἐπειδὴ εἰώθαμέν πως ἀεὶ τῶν πονηρῶν ἀπανίστασθαι, τῷ τοῦ κολάζεσθαι δέει συνωθούμενοι πρὸς τὸ ἄμεινον, ἐφέσει δὲ τῶν παρὰ Θεοῦ χαρισμάτων συνελαύνεσθαι εἰς τὸ διαζῇν εὐνόμως · διὰ τοῦτο, δείξας ὁ ψάλλων ὀλέθριον τῶν πονηρευομένων τὸ τέλος, ἐπάγει, ὅτι “οἱ τὸν Κύριον ὑπομένοντες”, τουτέστιν οἱ διὰ καρτερίας καὶ ὑπομονῆς τὸν εὐδόκιμον κατορθοῦντες βίον, “κληρονομήσουσι γῆν”, ἥτις οὐκ ἔστι μέρος ταύτης τῆς γῆς ὑπὸ κατάραν γεγενημένης, ἣν ἐν λύπαις ἐσθίει πάσας τὰς ἡμέρας αὐτοῦ ὁ ἐργαζόμενος αὐτήν · ἀλλὰ γῆν ἐκείνην, τὴν τοῖς ἁγίοις ηὐτρεπισμένην. κλῆρος γὰρ αὐτοῖς ἡ τῶν ἁγίων καλλίπολις, ἡ ἱεράτε καὶ ἄνω, ἧς κληροδότης Θεός. ὥσπερ δέ ἐστιν ὁ Σωτὴρ σοφία, Λόγος, εἰρήνη καὶ δικαιοσύνη, οὕτως καὶ ὑπομονή. γέγραπται γάρ · καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ Κύριος; ἀφ’οὗ ἀρύεσθαί ἐστι καὶ λαμβάνειν πάντα, ἃ λέγεται εἶναι κατὰ τὰς Γραφὰς ὁ Χριστός. ὡς γὰρ μετοχῇ αὐτοῦ δίκαιοι γινόμεθα καὶ σοφοὶ, καὶ εἰρηνεύομεν · οὕτως καὶ μετοχῇ αὐτοῦ ὑπομένομεν. ἡσύχαζε οὖν ὑπομένων καὶ ἐκ δεχόμενος τὸν Θεὸν, μὴ ταραττόμενος τοῖς παροῦσι. οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν. οἱ ἀπὸ Οὐαλεντίνου καί τινων ἑτέρων, οἰόμενοι τὸν Σωτῆρα λέγειν τὰ μὴ εἰρημένα ἐν τοῖς παλαιοῖς Γράμμασιν, ἐντεῦθεν ἐλεγχέσθωσαν, ἀκούοντες, ὅτι Μακάριοι πραεῖς, ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. εἴρητο μὲν καὶ πρότερον διὰ Δαβὶδ ὑπὸ τοῦ αὐτοῦ Πνεύματος. οἰκονομικώτερον δὲ λίαν ὁ Δαβὶδ ἀντιπαρεξάγει ταῖς τῶν παρανόμων κολάσεσι τὰ τῶν ἁγίων γέρα. ἀκονᾷ δὲ διὰ τούτων αὐτοὺς εἰς ἔφεσιν εὐανδρίας πνευματικῆς, δι’ἧς ἂν γένοιτο κατορθοῦν πάντα τρόπον ἀρετῆς. ταύτῃ τοί φησιν · οἱ δὲ πραεῖς κληρονομήσουσι γῆν, τὴν ἄνω δηλαδή. εἰ γάρ ἐστιν ἐν οὐρανοῖς κατὰ Παῦλον Ἱερουσαλὴμ καὶ Σιὼν ὄρος, ἀκόλουθον καὶ γῆν νοεῖν, ἣν κληρονομήσουσιν οἱ νενικηκότες πάθος ὀλέθριον, τὴν ὀργὴν, ἥτις καὶ φρονίμους ἀπόλλυσι. κατ’ἀρετὴν γὰρ ἐνεργεῖν ἐμποδίζονται. κατὰ διάμετρον δέ εἰσιν ἀλλήλοις πραότης καὶ ὀργή. ὅπου γὰρ ὀργὴ, οὐδαμῶς πραότης · καὶ ὅπου πραότης, οὐδαμῶς ἐκεῖ ὀργή. παρατηρήσεται ὁ ἁμαρτωλὸς τὸν δίκαιον, καὶ βρύξει ἐπ’αὐτὸν τοὺς ὀδόντας αὐτοῦ. ὁ δὲ Κύριος ἐκγελάσεται αὐτὸν, ὅτι προβλέπει, ὅτι ἥξει ἡ ἡμέρα αὐτοῦ. ἐντεῦθεν μανθάνομεν, ὅτι, ὥσπερ πέφυκεν ἐναντίον εἶναι σκότος καὶ φῶς, οὕτω ὁ ἁμαρτωλὸς τῷ δικαίῳ. ἐὰν οὖν ἴδῃς τότε μισούμενον τὸν δίκαιον, μὴ ὄκνει λέγειν περὶ τοῦ μισοῦντος αὐτὸν, ὡς ἔστιν ἁμαρτωλός. οἱ γὰρ φρονοῦντες τὰ κοσμικὰ, καὶ τῇ τοῦ παρόντος βίου τύρβῃ τὸν ἑαυτῶν ἐνδήσαντες νοῦν, ἀεί πως ἐπιμεμήνασι τοῖς τὸν εὐαγῆ καὶ ἀπόλεκτον διαβιοῦσι βίον, καὶ ἐχθρὸν ἡγοῦνται τῆς δικαιοσύνης τὸν ἐραστήν. ῥομφαίαν ἐσπάσαντο οἱ ἁμαρτωλοί · ἐνετείναντο τόξον αὐτῶν, τοῦ καταβαλεῖν πτωχὸν καὶ πένητα, τοῦ σφάξαι τοὺς εὐθεῖς τῇ καρδίᾳ. ὥσπερ ἐστὶ πανοπλία Θεοῦ τις, οὕτως ἐστί τις πανοπλία τοῦ διαβόλου, ἣν ὁ αὐτοῦ στρατιώτης ἐνδέδυται · τὸν θώρακα τῆς ἀδικίας, τὴν περικεφαλαίαν τῆς ἀπωλείας, τὸν θυρεὸν τῆς ἀπιστίας, τὴν μάχαιραν τοῦ πονηροῦ πνεύματος, ἣν σπᾶται ἁμαρτωλὸς, οὗ οἱ πόδες ἐπ’ἀδικίαν τρέχουσιν. ἔστι τις ἑτοιμασία τοῦ Εὐαγγελίου, ἔστι καὶ ὑπόδημα ἑτοιμότατον εἰς τὴν ἁμαρτίαν. ἐνταῦθα οὖν ῥομφαίαν ἐσπάσαντο · ὅτι πρόχειρον ἔχουσι τὴν ἁμαρτίαν, καὶ ἕτοιμοί εἰσιν ἐπὶ τὸ ποιεῖν αὐτήν · οἱ κρύπτοντες ἐν τῷ κουλεῷ τῆς ἁμαρτίας τὴν ῥομφαίαν τοῦ πονηροῦ πνεύματος. βέλος τῶν δικαίων, Χριστός ἐστιν Ἰησοῦς. ἔθηκας ὡς βέλος ἐκλεκτόν. ὁ λόγος τῶν ἁμαρτωλῶν βέλος ἐστίν · ἁμαρτίας ἰὸν ἔχει · τιτρώσκει τὸν μὴ καθωπλισμένον τῷ τῆς πίστεως θυρεῷ. οἴδασιν, ὅτι οὐ δύνανται καταβαλεῖν πλούσιον πλουτοῦντα ἐν σοφίᾳ, ἐν ἔργοις ἀγαθοῖς. διὰ τοῦτο τὴν ἀρχὴν οὐ δὲ ἐπιβάλλουσιν αὐτῷ. ἀλλ’ἡ πᾶσα ἐπιβουλή ἐστι κατὰ τοῦ πτωχοῦ · ἐπεὶ λύτρον ψυχῆς ἀνδρὸς ὁ ἴδιος πλοῦτος · πτωχὸς δὲ οὐχ ὑφίσταται ἀπειλήν. καλὸν μὲν οὖν μὴ ἔχειν ῥομφαίαν ἁμαρτίας · δεύτερον δὲ, ἔχοντα, μὴ σπᾶσθαι αὐτὴν, ἀλλὰ ποιεῖν αὐτὴν ἡσυχάζειν. ἀργοῦσα γὰρ, οὐ μόνον ἰοῦται, οὐ δὲ ἀμβλύνεται, ἀλλὰ τέλεον ἐξαφανίζεται. καὶ οὐ χρείαν ἔχομεν πυρὸς, ὅπου ἑκάστου τὸ ἔργον δοκιμάζεται · ὃ Πέτρου μὲν οὐχ ἅπτεται, ἀλλ’ἀκούει, “κα- κἂν διέλθῃ διὰ πυρὸς, φλὸξ οὐ κατακαύσει σε” · ἁμαρτωλῶν δὲ ἅπτεται ἡ λίμνη τοῦ πυρὸς, ὡς ἡ Ἐρυθρὰ Αἰγυπτίων, οὐ μὴν καὶ Ἑβραίων. ὥσπερ μέντοι ὁ Σωτὴρ βέλος ἐκλεκτὸν, καὶ ἀνάλογα τῷ Σωτῆρι βέλη τοῦ Θεοῦ οἱ ἅγιοι τιτρώσκοντες βέλει ἐκλεκτῷ, ἵνα ὁ τετρωμένος λέγω · τετρωμένη ἀγάπης ἐγώ · οὕτως ὁ Ἀντίχριστος βέλος τοῦ πονηροῦ. καὶ πάντες οἱ ἁμαρτωλοὶ βέλη τοῦ διαβόλου, οἷς κατὰ τῶν δικαίων χρᾶται. ἴδε γυναῖκα, καὶ ἐπεβούλευσάν σοι. εἰ μὴ βέλος ἐστὶ πεπυρωμένον, πῦρ ἔχουσα ἐν στόματι, ἵνα λαλήσῃ καὶ καύσῃ σε, ἐν χειρὶ, ἐν ὅλῳ τῷ σώματι, ἐν ὅλῃ τῇ ψυχῇ; καὶ ὥσπερ ὁ Θεὸς τίθησι τόξον ἐν τῇ νεφέλῃ, ἵνα παύσῃ χειμῶνα, καὶ μὴ γίνηται κατακλυσμός · οὕτω, κατὰ τὸ ἀντικείμενον, ὁ πονηρὸς χρᾶται τόξῳ, ἵνα παύσῃ γαλήνην ἀπὸ ψυχῆς, καὶ εἰρήνην σβέσῃ, καὶ πόλεμον ἐγείρῃ, καὶ χειμῶνα ποιήσῃ. μήποτε δὲ οἱ πτωχοὶ καὶ πένητες ἀδελφοί εἰσι τῶν εὐθέων τῇ καρδίᾳ, οἱ πτωχοὶ τῷ πνεύματι, οὓς ζητοῦσι καταβαλεῖν οἱ δαίμονες. ἐὰν ἴδῃς σκανδαλιζόμενον, καὶ ὑπὸ τῆς ἁμαρτίας κεκρατημένον, βλέπε, ὅτι οὗτος ἔσφακται, καὶ τὸ αἷμα αὐτοῦ ῥεῖ, ὃ ἐκζητεῖ Θεός. ἀπώλετο γὰρ ἡ ζωτικὴ δύναμις αὐτοῦ · ἐκζητεῖ δὲ αὐτὸ ἀπὸ ἀδελφοῦ καὶ ἀπὸ θηρίου · ἀπὸ πιστοῦ σκανδαλίζοντος, καὶ ἀπὸ ἀλλοτρίου τῆς πίστεως, καὶ ἀπὸ τῆς χειρὸς τοῦ σκοποῦ. ἀλλὰ ταῦτα μὲν ἴσως περιεργότερον εἴρηται. ὁ μέντοι ψάλλων διαλευκαίνει πᾶν τὸ ἤδη ῥηθὲν, τό · κατανοεῖ ὁ ἁμαρτωλὸς τὸν δίκαιον, φημί. καθάπερ γὰρ ἐν πίνακι σαφῶς μηνιῶντα ζωγραφεῖ, καὶ παραταττόμενον εἰσφέρει, καὶ φονῶντα δεικνύει, καὶ ἀπογυμνοῦντα τὸ ξίφος, καὶ ἤδη τοξεύοντα, καὶ τὴν ἀδικίαν αὐτοῦ καθίστησιν ἐναργῆ. σκοποὶ γὰρ τῷ ἁμαρτωλῷ οὐχ ἕνα τινὰ τῶν ἀδικησάντων αὐτῷ, ἢ κατά τι προσκεκρουκότων, καὶ προφάσεις τῷ πολέμῳ δεδωκότων εὐλόγους ἀμύνεσθαι · ἀλλ’ἵνα καταβάλῃ πτωχὸν, τουτέστι τὸν ἐπιεικῆ καὶ μετριόφρονα, καὶ ταπεινὸν τῇ καρδίᾳ, ὃν καὶ ὁ Σωτὴρ πτωχὸν ἔφη τῷ πνεύματι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἄξιον εἶναί φησι. τίς οὖν τοῖς ἁμαρτωλοῖς λόγος πρὸς τοὺς εὐθεῖς τῇ καρδίᾳ, καὶ τοὺς πτωχοὺς τῷ πνεύματι; παντελῶς οὐδείς. ἠδικήκασι γὰρ ἐκείνους οὐδὲν τὰς ἑαυτῶν ὁδοὺς ἀπευθύνοντας εἰς δικαιοσύνην. ἀκονᾷ δὲ, οἶμαι, κατ’αὐτῶν τοὺς ὠνομασμένους, μάταιός τις ἁπλῶς, καὶ οὐκ εὐάφορμος φθόνος, ἐκ διαβολικῆς σκαιότητος ἐκκεκαυμένος ἐν αὐτοῖς. ἡ ῥομφαία αὐτῶν εἰσέλθοι εἰς τὰς καρδίας αὐτῶν · καὶ τὰ τόξα αὐτῶν συντριβείη. ὥσπερ δὲ ἡ εἰρήνη τοῦ δικαίου εἰς αὐτὸν ἀνακάμπτει · οὕτως ἡ ῥομφαία τοῦ ἀσεβοῦς εἰσέλθοι εἰς καρδίαν αὐτοῦ, ἐὰν τηρῇ ἑαυτὸν ὁ εὐθὺς τῇ καρδίᾳ. κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. ἔχει μὲν οὖν ἡ λέξις αὐτόθεν ὠφέλιμόν τι τοῖς ἀκεραιοτέροις · ἔχει δέ τι καὶ κεκρυμμένως εἰρημένον τοῖς βαθύτερον ἀκούειν τῆς Γραφῆς ἐπισταμένοις. τὸ οὖν ἁπλούστερον τοιοῦτόν ἐστι · βιοποριστοῦσι δίκαιοι καὶ ἄδικοι. ἀλλ’οἱ μὲν τοσοῦτον ζητοῦσι τὸ τῆς χρείας, ὅσον τὸ τῆς δικαιοσύνης · καὶ ἢ οὐ πορίζουσιν, ἢ ἄνευ ἀδικίας, χρωννύντες τὸ ποριζόμενον τῇ δικαιοσύνῃ. οἱ δὲ ὅλως νενεύκασιν ἐπὶ τὸν πορισμὸν, ὅπως πολλὰ κτήσωσιν, οὐ ζητοῦντες εἰ καλῶς κτήσονται. δύο οὖν προκειμένων, τοῦτε ὀλίγου λήμματος μετὰ δικαιοσύνης, καὶ τοῦ πολλοῦ μετὰ ἀδικίας · κρεῖσσον ὀλίγον τῷ δικαίῳ ὑπὲρ πλοῦτον ἁμαρτωλῶν πολύν. ἴδωμεν δὲ καὶ τὸ ἀνακεχωρηκός. κρεῖσσόν ἐστι πιστὸν ἰδιώτην εἶναι, οὐ δὲ ἀνοῖξαι τὸ στόμα δυνάμενον, ἢ πλουτεῖν τῷ λόγῳ προφορικῷ καὶ τοῖς μαθήμασιν ἐν κακίᾳ ἢ ἀπιστίᾳ. ὅτι βραχίονες ἁμαρτωλῶν συντριβήσονται · ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. ἐὰν ἴδῃς τὸν τόνον καὶ τὴν δύναμιν συντετριμμένην τοῦ ἀσεβοῦς, ὥστε μὴ δύνασθαι αὐτὸν ἐκτεῖναι τὴν χεῖρα ἐπὶ πρᾶξιν ἀγαθὴν (συντετριμμένη γάρ ἐστιν), ὄψει, ὅτι πεπλήρωται τό · βραχίονες ἁμαρτωλῶν συντριβήσονται. ὁ δὲ συντρίβων, ὁ διάβολός ἐστι. πᾶς μέντοι ἄνθρωπος ἀσθενὴς, καὶ τὸ ὅσον ἐφ’ἑαυτῷ καταπίπτει, καὶ δέεται τοῦ ὑποστηρίζοντος τοὺς καταπίπτοντας, καὶ ἀνορθοῦντος τοὺς κατερραγμένους. δανείζεται ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει · ὁ δὲ δίκαιος οἰκτείρει καὶ δίδωσιν. ὑψηλότερον δέ · ὅταν διδάσκῃ Παῦλος, ἤ τις ἕτερος τῶν ἱερῶν μυσταγωγῶν, οἱ ἀκροαταὶ δανείζονται τὸ δόκιμον ἀργύριον τῷ στόματι Παύλου. καὶ ὁ μὲν δίκαιος ἀποδίδωσι τοὺς τόκους, καὶ λέγει · μνᾶν μοι ἔδωκας, ἰδοὺ δέκα μνᾶς ἐποίησα. πέντε τάλαντα ἔδωκας, ἰδοὺ ἔχω δέκα. ὁ δὲ ἁμαρτωλὸς ἀναλίσκει πάντα. οὐκ ἔξεστι δανείζειν τὰ ἑαυτοῦ, ἤτοι διδάσκειν ὡς οἱ αἱρετικοί · ἀλλὰ τὸ τοῦ Θεοῦ ἀργύριον τὸ δόκιμον, ὡς ὁ λέγων · ἢ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος Χριστοῦ; ἀποδοτέον δὲ μετὰ τόκου ἐκ πολιτείας καὶ πράξεως τὸ κεφάλαιον. εἰ δὲ μὴ, κρεῖττόν ἐστι τὴν ἀρχὴν μὴ δανείσασθαι, μάλιστα τὰ τοῦ ταμείου τοῦ Κυριακοῦ, ἢ ἀπολέσαι τὰ τοῦ βασιλέως χρήματα. ὅτι οἱ εὐλογοῦντες αὐτὸν κληρονομήσουσι γῆν · οἱ δὲ καταρώμενοι αὐτὸν ἐξολοθρευθήσονται. ὅμοιον τῷ εἰρημένῳ πρὸς Ἀβραάμ · τοὺς εὐλογοῦντάς σε εὐλογήσω, καὶ τοὺς καταρωμένους σε καταράσομαι. οὐκοῦν, εἰ ὁ Θεὸς εἴη ὁ κατοικτείρων καὶ διδοὺς, οἱ δοξολογοῦντες αὐτὸν διὰ τοῦτο, ἤγουν εὐλογοῦντες, ἔσονται κληρονόμοι τῆς ἐπηγγελμένης τοῖς ἁγίοις γῆς, καὶ λήψονται τὴν γῆν ἀγαθὴν καὶ τὴν πολλὴν, τὴν οὐ κέντρου καὶ σημείου λόγον ἔχουσαν. κίνδυνος δὲ ἐν τῷ κατάραν ἡμᾶς τιθέναι τῷ δικαίῳ ὀλέθρου τοῦ ἐσχάτου. λέγει γὰρ πρὸς τὸν δίκαιον ὁ Κύριος · ἐχθρεύσω τοῖς ἐχθροῖς σου, καὶ ἀντιβήσομαι τοῖς ἀντικειμένοις σοι. καὶ ὥσπερ λέγει · τοῦτον ἔθρεψας, ἐμὲ ἔθρεψας · οὕτως ἀκόλουθον εἰπεῖν · τοῦτον ἐλοιδόρησας, ἐμὲ ἐλοιδόρησας. καταρῶνται δὲ Θεὸν οἱ μὴ εἰδότες αὐτὸν, καὶ ταῦτα τῆς αὐτοῦ δόξης πάλιν φήμους ἔσθ’ὅτε ῥιπτοῦντες φωνὰς, πρὸς τὸ μη δὲ ἐφ’οἷς εὖ πεπόνθασιν ἀνέχεσθαι προσάγειν αὐτῷ τὰς εὐχαριστίας. Χριστὸν μὲν οὖν εὐλογοῦσι τὰ ἔθνη, διὸ κληρονομοῦσι τὴν βασιλείαν · Ἰουδαῖοι δὲ, βλασφημοῦντες αὐτὸν, εἰς τέλος ὀλοθρεύονται. παρὰ Κυρίου τὰ διαβήματα ἀνθρώπου κατευθύνεται · καὶ τὴν ὁδὸν αὐτοῦ θελήσει σφόδρα. ὥσπερ ἰδίου παιδὸς, φησὶ, λαμβάνεται τῆς χειρὸς ὁ Θεὸς, καὶ ἀποφέρει πρὸς ὁδὸν εὐθεῖαν, οὐκ ἀφιεὶς αὐτὸν σκολιοδρομεῖν, οὔτε μὴν καμπύλας ποιεῖσθαι τοῦ βίου τὰς τροχιάς · ἀλλ’εὐθὺ παντὸς ἰέναι πράγματος ἀγαθοῦ, διδάσκωντε καὶ ἀπευθύνων αὐτοὺς, κατά γε τό · ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με. ὅταν μέντοι τοῦ ἀνθρώπου τὰ διαβήματα ὑπὸ Κυρίου κατευθυνθῇ, τότε τὴν ὁδὸν αὐτοῦ θελήσει. ἀμφίβολος ἡ λέξις. ἢ γὰρ ὁ Κύριος τοῦ κατευθυνομένου τοῖς διαβήμασι θέλει τὴν ὁδὸν, καὶ ἀποδέχεται ἣν ποιεῖται κατὰ τὸν νόμον πορείαν, μὴ θέλων ὁδὸν ἀσεβῶν, ἢ λοξῶς πορευομένων · ἢ αὐτὸς, οὗ τὰ διαβήματα ὑπὸ Κυρίου κατευθύνεται, θέλει τὴν ὁδὸν τοῦ Κυρίου, γευσάμενος, ἐν τῷ κατευθύνεσθαι αὐτοῦ ὡς τὰ διαβήματα, τῆς γλυκύτητος τῆς κατὰ τὴν ὁδὸν, ἐν ᾗ κατευθυνθείη ὑπὸ Κυρίου. ἄμεινον δὲ ἴσως νοεῖν, ὅτι ὁ Κύριος θελήσει τὴν ὁδὸν τοῦ ἀνθρώπου, τουτέστι ποιήσεται θελητὴν καὶ ἀποδέξεται. ὥσπερ γὰρ ἀνεθελήτους ἔχει τὰς τῶν παρανόμων ὁδοὺς, οὕτω ποιεῖται θελητὰς τὰς τῶν ἀγαθουργούντων. ὃ δὲ ἀρέσκει Θεῷ, τοῦτο πάντως ἐστὶ καὶ ἐξαίρετον, καὶ παντὸς ἐπαίνου μεστόν. οὐ γὰρ ἂν ἠθέλησε Θεὸς τὸ μὴ οὕτως ἔχον. οἵ γε μὴν ἀπὸ τῶν αἱρέσεων γίνονται μὲν ἐν διαβήμασιν, οὐ μὴν κατευθυνουμένοις ὑπὸ Κυρίου, ἀλλὰ λελοξωμένοις ὑπὸ τοῦ πονηροῦ · ἐκκλίνουσι δεξιὰ καὶ ἀριστερὰ, μὴ ἀρκούμενοι ψιλῇ τῇ πίστει, νοοῦντες δὲ βαθύτερον μὲν, οὐκ ἀληθὲς δέ. ὧν τὴν ὁδὸν οὐ θέλει Κύριος, ὅτι οὐκ ἀνθρώπων αὐτῶν τὰ διαβήματα, ἀλλὰ θηρὸς ἢ ἑρπετοῦ ἢ κτήνους. ὅταν πέσῃ οὐ καταρραχθήσεται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. οἱ ἐν τοῖς ἀγῶσι παλαίοντες πεπτώκασι τὸ πρῶτον, νενικήκασι τὰ τρία. ἐπὶ τούτοις εἴποις ἂν κατὰ τὸ σωματικὸν, ὅτι · πέπτωκεν, οὐ κατερράγη δὲ, νενίκηκε γὰρ μετὰ τὸ πεσεῖν. ἐὰν ἴδῃς ἄνθρωπον νενικημένον, καὶ μετὰ τὸ νενικῆσθαι οὐ παραδόντα ἑαυτὸν τῇ ἀσελγείᾳ εἰς ἐργασίαν ἀκαθαρσίας πάσης, ἀναστάντα δὲ, ὑπομνησθέντα τῆς Γραφῆς · μὴ ὁ πεσὼν οὐκ ἀνίσταται; ἢ ὁ ἀποστρέφων οὐκ ἐπιστρέφει; λέγε, ὅτι, πεσὼν ὁ τοιοῦτος, οὐ κατερράχθη. ἐὰν δὲ μετὰ τὸ πεσεῖν ἀπαυδήσῃ, κατερράχθη. καλὸν μὲν οὖν ἀθλητὴς εἶναι ἄπτωτος, καὶ ἵνα οὕτως ὀνομάσω ἀπὸ τῶν παραδειγμάτων, ἀμεσολάβητος, ἀσυνέζωστος. εἰ δὲ πέπτωκεν, ἀναστήτω. πενθοῦνται γὰρ οἱ πεσόντες, καὶ μετὰ τὸ ἁμαρτῆσαι ἀπαλγήσαντες, καὶ παραδόντες ἑαυτοὺς πάσῃ ἁμαρτίᾳ. ἐν ἀγενείων, ἐν ἀνδράσι στεφανώθητι. πέπτωκας ἐν παισί; τὸν ἀγένειον ἀγώνισαι, καὶ νίκησον ἐν αὐτῷ. ἐν κοιλίᾳ ἐπτέρνισε τὸν Ἠσαῦ ὁ Ἰακώβ · ἐκ παιδὸς ὁ Δανιὴλ προεφήτευσε, καὶ τοὺς πρεσβυτέρους ἤλεγξεν. οὐ δύνασαι τοιοῦτος γενέσθαι; γενοῦ ἑξῆς ἀθλητὴς, ὡς ὁ δίκαιος, ὃς, κα- κἂν πέσῃ παλαίων ἢ τρέχων, οὐ καταρρήγνυται, ὅτι Κύριος ἀντιστηρίζει χεῖρα αὐτοῦ. ἀμφίβολος ἡ λέξις · πότερον γὰρ τὴν ἑαυτοῦ, ἢ τὴν τοῦ παλαίοντος καὶ ἤδη μέλλοντος καταρρήγνυσθαι, ἵνα μὴ ὅλως ἔλθῃ ἐπὶ πρόσωπον, καὶ γένηται χαμαὶ ὅλος κείμενος. νεώτερος ἐγενόμην · καὶ γὰρ ἐγήρασα · καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. ἑτέρως δὲ ἴσμεν ἡλικίαν κατὰ τὸν ἔσω ἄνθρωπον, παιδίου, νεανίσκου, γέροντος. πρὸ γοῦν τοῦ Ἀβραὰμ οἱ πολυχρονιώτεροι αὐτοῦ οὐκ εἴρηνται πρεσβύτεροι · ἀλλ’αὐτὸς πρῶτος δι’ἀρετὴν πρεσβύτερος ἐχρημάτισε, καὶ διὰ τὸ τὸν ἔσω αὐτοῦ ἄνθρωπον κατηργηκέναι τὰ τοῦ νηπίου. καὶ Ἱερεμίου ἄκουε · μὴ λέγετε, ὅτι νεώτερος ἐγώ εἰμι. τοιοῦτόν τί μοι νόει καὶ περὶ τοῦ Δαβίδ · νήπιος, φησὶν, ἐγενόμην κατὰ τὸν ἔσω μου ἄνθρωπον. μεταβαλὼν δὲ ἐκ νεαροῦ ἤθους καὶ ἀβεβαίου, καθ’ὃν νεωτερίζων νεώτερος ἤμην, εἰς γῆρας ἦλθον, βίον ἀκηλίδωτον ἔχων καὶ πολιὰν φρόνησιν. καὶ οὕτω προκόψας, οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον. ἐὰν σωματικῶς ἀκούῃς, ψεῦδός ἐστι. δύο δέ εἰσιν ἐγκαταλείψεις · ἡ μὲν σωματικὴ, ἥτις οὐδὲν ἡμᾶς βλάπτει · ἡ δὲ τῆς ψυχῆς, ἥτις ὀλέθριός ἐστιν. ὅσον μὲν οὖν πλουτοῦμεν ἐν ἔργοις δικαίοις, τοσοῦτον μᾶλλον βοηθούμεθα πρὸς τὸ μὴ ἐγκαταλείπεσθαι μέχρι τέλους. διὸ οὐκ εἶπεν, ἐγκαταλειφθέντα, ἀλλ’ἐγκαταλελειμμένον. ἐπεὶ, πρὸς καιρὸν καὶ ἐγκαταλιμπάνονται δίκαιοι, ὡς ὁ Ἰὼβ, ἵνα ἀναφανῇ δίκαιος. ἐρῶ Θεῷ · ἀντιλήπτωρ μου εἶ “διὰ τί μου ἐπελάθου”; καὶ ἵνα τί σκυθρωπάζων πορεύομαι, ἐν τῷ ἐκθλίβειν τὸν ἐχθρόν; ἐν τῷ καταθλᾶσθαι τὰ ὀστᾶ μου, ὠνείδιζόν με οἱ ἐχθροί μου ἐν τῷ λέγειν αὐτούς μοι καθ’ἑκάστην ἡμέραν · ποῦ ἐστιν ὁ Θεός σου; οὐχ ὁρῶμεν δὲ πάντες πῶς ἐλεεῖ ὁ Θεός. καὶ πολλάκις πρὸς τὰ κατ’ἐλεημοσύνην αὐτοῦ γινόμενα, τῷ ἐπίπονα εἶναι, οὐχ ἡδέως ἔχοντες, οὐ δὲ ἔλεον εἶναι νομίζομεν. διὸ λέγομεν · διὰ τί μου ἐπελάθου; ὁ δὲ διειληφὼς, ὅτι πᾶν ὃ ἐπάγει ὁ Θεὸς συμφερόντως ἐπάγει, οὐδὲν ἐρεῖ τοιοῦτον, εἰδὼς, ὅτι τὴν μετάνοιαν αὐτοῦ, καὶ τὴν ὠφέλειαν πραγματευόμενος ὁ Θεὸς, τοῦτο ποιεῖ. ἀλλ’ὅπερ ἐλέγομεν, ὁ μεταγινώσκων λαὸς πυνθάνεται τοῦ. θεοῦ, διὰ τί αὐτὸν ἐγκαταλέλοιπεν οὕτως ἐκθλιβόμενον καὶ σκυθρωπάζοντα. τί τὸ αἴτιον τῆς τοιαύτης ἐγκαταλείψεως; οὐ τὸ τυχὸν γὰρ ἔοικεν εἶναι. ὁ μέντοι λέγων · διὰ τί μου ἐπελάθου; θαρρεῖν ἔοικεν, ὡς μηδὲν πεποιηκὼς, δι’ἃ ἐπιλανθάνεται ὁ Θεός. πάνυ δὲ λυπεῖ τὸν δίκαιον τὸ, “ποῦ”; ἐπὶ Θεοῦ λεγόμενον, ὅπερ ἐστὶ σημαντικὸν τόπου. τῆς γὰρ ἐσχάτης ἀνοίας τὸ ἐν τόπῳ νομίζειν εἶναι τὸν Θεόν. ὄγκῳ γὰρ συνυφίσταται τόπος · ὄγκου δὲ τὸ Θεῖον ἐλεύθερον. οὗτοι δὲ τῆς εὐχῆς οἱ λόγοι καὶ τῷ ἐν Βαβυλῶνι λαῷ ἁρμόζουσιν. ἀεὶ γὰρ, φησὶ, τῆς σῆς προνοίας τυχὼν, καὶ νῦν γυμνωθεὶς, ἀποδύρομαι, μὴ φέρων τοὺς πολεμίους ἐπὶ πληγαῖς καὶ δεσμοῖς καὶ τῶν ἐμῶν ὀστέων τῇ συντριβῇ λέγοντας · ποῦ ἐστιν ὁ Θεός σου; διὰ τὴν ἀσθένειαν ταῦτά με πάσχειν ὑπολαμβάνοντας. ἠθικώτερον δέ · ὅταν οἱ ἐχθροὶ ἡμῶν δαίμονες διὰ τῆς ἁμαρτίας τὰ ὀστᾶ ἡμῶν συντρίψωσι, τουτέστι τὰς τῆς ψυχῆς δυνάμεις · τότε τὸν Θεὸν ἐπίτηδες πρὸς ἡμᾶς ὡς ἀσθενῆ διαβάλλουσιν, ἵνα, τῆς πρὸς αὐτὸν ἐλπίδος ἀποστήσαντες, αἰχμαλώτους καὶ δούλους παραλάβωσι. καὶ τοῦτο καθ’ἑκάστην ἡμέραν, τουτέστι διηνεκῶς, ποιοῦσι. τί οὖν χρὴ ποιεῖν; μὴ ἐκπίπτειν εἰς ἀπόγνωσιν · ἀλλ’ἐλπίζειν ἐπὶ τὸ ἔλεος τοῦ Θεοῦ, καθὼς ἐν τοῖς ἑξῆς διδασκόμεθα. ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην. οὐκ ἐν τῇ γαστρὶ μόνον, ἀλλ’ἐπειδὴ παρέλαβόν με τὰ ἔργα τῆς ἀνομίας, τὰ τοῦ φόνου, καὶ τὰ τῆς ἀλλοτρίας κοίτης ἣν παρανόμως ἐσύλησα. ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. ὁ νοῦς οὗτος · σὺ, φησὶ, Κύριε, ἀληθὴς ὢν καὶ ἀλήθειαν ἀγαπῶν, βουλόμενος ἡμᾶς ἐν ἀληθείᾳ διάγειν, ἀποκαθαριεῖς ἡμᾶς τῆς ἀρχαίας ἁμαρτίας · καὶ οὕτως ἀποκαθαρίσεις ὡς ὑπὲρ χιόνα λευκανθῆναι · ἡ δὲ ἀποκάθαρσις ἡμῖν δι’ὑσσώπου γενήσεται · ὑσσώπῳ δὲ ἡ τοῦ ἁγίου Πνεύματος ἐνέργεια ἀφομοιοῦται, θερμαίνουσα καὶ πάντα τὸν ἐν ἡμῖν ῥύπον ἀποσμήχουσα · ἰδοὺ γὰρ ἀποταξαμένου μου τῷ Σατανᾷ. ἠγάπησας. σοφία μὲν τοῦ Πατρὸς δηλονότι ὁ λόγος · ἄδηλα δὲ καὶ κρύφια τοῦ Λόγου, ὁ τῆς ἐνανθρωπήσεως Λόγος · καὶ ἐπὶ τούτοις πᾶσιν ἀμελήσας ὠλίσθησα καὶ κατέπεσον. οὕτω δὲ, φησὶ, κρινεῖς · καὶ τοὺς μὲν κολάσεις, τοὺς δὲ στεφανώσεις, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις · τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμην τοῖς αἰτοῦσι τὰ φάρμακα · ὅτι σοφιστικῶς ἕξει γεγυμνασμένος ἐπὶ θεωρίᾳ τῆς ἀληθείας · τὸ μέγεθος αὐτῆς γνοὺς, ἀγάπην πρὸς ἑαυτὴν ἔσχε τελείαν · οἱ μὴ γὰρ τοῖς ψεύδεσιν ἐγγυμνασάμενοι, διορατικώτεροι γεγενημένοι καθορῶσι τῆς ἀληθείας τὸ ἀξιάγαστον κάλλος · οἷός ἐστι Μωϋσῆς καὶ Δανιήλ · μετὰ γὰρ τὸ πειραθῆναι σοφιστικῶν λόγων, ἐπ’αὐτὴν τὴν ἀληθῆ σοφίαν ἀναβάντες, ὑπὸ τοῦ Θεοῦ μαρτυρίαν ἔσχον, ὡς ὄντες τέλειοι σοφοί · δηλώσαντος αὐτοῖς τοῦ Θεοῦ τὰ ἄδηλα καὶ κρύφια τῆς σοφίας αὐτοῦ, ὡς μηδὲν αὐτοῖς ἀσαφὲς ἢ ἀπεσκιασμένον εἶναι · ταύτης τῆς ἕξεως καὶ ὁ Δαυῒδ τυγχάνειν […] διὰ τοῦ προκειμένου στοίχου · οὐ γὰρ μόνον με τοῖς βιωτικοῖς ἐνίδρυσας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μικρὸν ἐσόμενα προδεδήλωκας, καὶ τὰ τοῖς ἄλλοις ἀπόρρητα ἐμοὶ δῆλα πεποίηκας, τήντε τοῦ Μονογενοῦς σου ἐνανθρώπησιν, καὶ τῆς οἰκουμένης ἐκεῖθεν τὴν σωτηρίαν. ἔτι τῆς βρώσεως οὔσης ἐν τῷ στόματι αὐτῶν. ὀργὴ τοῦ Θεοῦ ἀνέβη ἐπ’αὐτοὺς, καὶ ἀπέκτεινε τοῖς πλείοσιν αὐτῶν · καὶ τοὺς ἐκλεκτοὺς τοῦ Ἰσραὴλ συνεπόδισεν. ἰδόντες τὴν ὀρτυγομήτραν Ἑβραῖοι, οὐκ ἐπίστευσαν τῇ τοῦ Θεοῦ ἐπαγγελίᾳ, ὑποσχομένου μέχρι μηνὸς διαθρέψαι αὐτοὺς εἰς πλησμονήν. ἀλλὰ, φοβηθέντες μήποτε ἀποπτῇ ἢ ἀναλωθῇ πάλιν, “ἔψυξαν”, φησὶ, “ἑαυτοὺς ψυγμοὺς κύκλῳ τῆς παρεμβολῆς”. καὶ τὰ κρέα ἔτι ἦν ἐν τοῖς ὀδοῦσιν αὐτῶν, πρὶν ἢ ἐκλιπεῖν · καὶ Κύριος ἐθυμώθη εἰς τὸν λαόν. καὶ ἐπάταξε Κύριος τὸν λαὸν πληγῇ μεγάλῃ σφόδρα. πληγὴ δὲ μεγάλη, ὁ πολλῶν θάνατος, κατὰ τὸ εἰρημένον ἐνταῦθα · ὅτι “ἀπέκτεινεν ἐν τοῖς πλείοσι”, τουτέστι πολλούς. ἀλλ’ὢ τῆς ἀγνωμοσύνης. πρὶν ἢ δαπανηθῆναι τὰ ἐν τοῖς ὀδοῦσιν αὐτῶν κρέα, ἠπίστησαν ἐπιλαθόμενοι τῆς τοῦ Θεοῦ δυνάμεως. διὸ τῆς μὲν ἐπιθυμίας αὐτῶν ἐνεπλήσθησαν εἰς ἔνδειξιν τῆς περὶ αὐτοὺς θείας προνοίας · ἀπέβη δὲ αὐτοῖς, διὰ τὴν ἀπιστίαν καὶ ἀπληστίαν, εἰς νόσον χολέρας, ὑφ’ἧς πολλοὶ διεφθάρησαν · ὧν τὸ ὑπόδειγμα αὐτοῖςτε ἐκείνοις, καὶ τοῖς πρὸς ἐκείνους ὁρῶσιν, ἱκανὸν πρὸς σωφροσύνην ἐγένετο. τὸ δὲ, ἐν τοῖς πλείοσιν, Ἀκύλας καὶ Σύμμαχος, ἐν τοῖς πίοσι καὶ λιπαροτέροις, ἐξέδωκαν, τοὺς πλουσιωτέρους τοῦ λαοῦ καὶ ἰσχυροτέρους οὕτως ὀνομάσαντες. εἰκὸς γὰρ αὐτοὺς διὰ τοῦτο ἀπληστοτέρως ἐμφορεῖσθαι. κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐν τοῖς πλείοσιν ἀπέκτεινεν, τουτέστι πολλοὺς, οὓς καὶ ἐκλεκτοὺς ἐκάλεσεν ὁ Δαυῒδ, ὡς πολεμιστάς. οἱ δὲ ἦσαν ἑξακόσιαι χιλιάδες καὶ πεντακόσιοι καὶ πεντήκοντα ἀπὸ εἰκοσαετοῦς καὶ ἀνωτέρω, χωρὶς τῆς κατωτέρας ἡλικίας, καὶ τῶν γυναικῶν, καὶ ὅλης τῆς φυλῆς τοῦ Λευί. τούτους ἅπαντας ἔθρεψεν ὁ Θεὸς εἰς κόρον ἐπὶ πολύ. ἔφη γάρ · ἕως μηνὸς ἡμερῶν φάγεσθε, ἕως ἂν ἐξέλθῃ ἐκ τῶν μυκτήρων ὑμῶν. ὁρῶν λαὸν ἐπιθυμητὴν, καὶ καθᾶραι αὐτὸν ἀπὸ τῆς ἐπιθυμίας βουλόμενος, ἑώρα ὅτι λόγῳ διδασκαλικῷ οὐ καθαίρεται, ἀλλ’αὐτῇ τῇ ἐπιθυμίᾳ γενομένῃ προσκορεῖ. πάντων γὰρ κόρος ἐστὶν, οὐχ ὕπνου μόνον, ἀλλὰ καὶ βρωμάτων. διὸ ἔπεμψεν αὐτοῖς ὀρτυγομήτραν ἐπὶ τριάκοντα ἡμέρας · οἱ δὲ, τῇ ἀπληστίᾳ χρησάμενοι, χολερικῷ πάθει ἐφθείροντο. δὶς δὲ εὑρίσκω τὸν λαὸν φαγόντα ὀρτυγομήτραν · ἅπαξ μὲν ἡνίκα εὐθέως ἐξῆλθον ἐκ γῆς Αἰγύπτου · τὸ δὲ δεύτερον, ὡς ἐν τοῖς Ἀριθμοῖς ἀναγέγραπται, ἡνίκα κακῶς εἶπον τὸν ἄρτον τοῦ Θεοῦ, καὶ διάκενον αὐτὸν ὠνόμασαν · ὅτε καὶ ὀργὴ ἀνέβη ἐπ’αὐτοὺς, ὡς τάχα κάτω που οὖσα πρὶν ἢ ἁμάρτωσιν. ἐπειδὴ γὰρ, πεῖραν πολλὴν λαβόντες τῆς θείας δυνάμεως, οὐκ ἐπίστευσαν τὸν φιλάνθρωπον δύνασθαι χορηγῆσαι αὐτοῖς τροφὴν, καὶ ταύτην ἔδωκε, καὶ τὴν παιδείαν ἐπήγαγεν, ὡς ἀμφότερα ποιεῖν ἱκανὸς, καὶ τὰ ἀγαθὰ παρέχειν, καὶ τὰς τιμωρίας ἐπάγειν. φευκτέον τοίνυν ὀψοφαγίαν, λαιμαργίαν, γαστριμαργίαν · τουτέστι τὴν περὶ χρῆσιν ὄψου ἀμετρίαν, τὴν περὶ τὸν λαιμὸν μανίαν, τὴν περὶ τὴν τροφὴν ἀκολασίαν, καὶ περὶ γαστέρα μανίαν, ἵνα μὴ τὸν νοῦν ἐγκατορύξωμεν τὰ κουG?. λυπεῖ δὲ οὐδὲν καὶ κατὰ ἀναγωγὴν τὰς ἱστορίας ταύτας θεωρῆσαι. ῥύεταί τοι ὁ Θεὸς καὶ ἡμᾶς ἀεὶ ἐκ γῆς Αἰγύπτου, ἐκ τῆς καμίνου τῆς σιδηρᾶς, τῆς κατὰ τὴν ἁμαρτίαν, ἵνα εἰσαγάγῃ διὰ πολλῶν γυμνασίων, διὰ πολλῶν θαυμασίων, δι’ἄρτου ἐπουρανίου, δι’ὕδατος ἀπὸ τῆς πέτρας, ἡ πέτρα δὲ ὁ Χριστὸς, ἐπὶ τὴν ἁγίαν ἐπαγγελίαν. μέγα οὖν ἐμοὶ, ἐὰν, νοήσας τὴν θάλασσαν τοῦ βίου καὶ τὰ κύματα τὰ ἐν τῷ βίῳ, καὶ τὸ πικρὸν καὶ ἁλμυρὸν τῶν βιωτικῶν πραγμάτων κλυδώνιον, δυνηθῶ, εὐεργετηθεὶς ὑπὸ τοῦ Θεοῦ, ἰδεῖν καταποντισθέντας τοὺς νοεροὺς Αἰγυπτίους, καὶ τὸν νοητὸν Φαραώ · αὐτὸς δὲ ὢν ἐν τῷ φωτὶ τῆς ἡμέρας σκεποίμην ὑπὸ νεφέλης τῆς κούφης, καὶ ὑπὸ φωτισμοῦ πυρὸς, ἐάν ποτέ γε σκοτεινὰ καὶ δύσκολα […]. καὶ ὁ κόσμος μὲν ἐσκότηται, καὶ πάντα ἀγνοίαις πεπλήρωται · ἐγὼ δὲ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας παG?. ἐν φωτὶ ὦ διὰ τὸ ἀληθινὸν φῶς τὸν Χριστὸν, διὰ τὴν νεφέλην, ᾗ οὐκ ἐξ ἀτμῶν τινων κατὰ τὴν κοινὴν φύσιν ἡ στάσις ἦν, βαθυνομένου τοῖς ἀτμοῖς τοῦ ἀέρος διὰ τῆς ὁμιχλώδους συστάσεως, καὶ πρὸς ἑαυτὸν ἐμπιλουμένου τοῖς πνεύμασιν · ἀλλὰ κρεῖττόν τι καὶ ὑψηλότερον τῆς ἀνθρωπίνης καταλήψεως, ὡς, καὶ τῆς ἡλιακῆς ἀκτῖνος θερμῶς ἐπιλαμπούσης, διατείχισμα ἔχειν, σκιάζουσάντε τὸ ὑποκείμενον, καὶ λεπτῇ δρόσῳ τὸ φλογῶδες τοῦ ἀέρος ὑπονοτίζουσαν · καὶ διὰ τῆς νυκτὸς πῦρ γίνεσθαι ἀφ’ἑσπέρας εἰς ὄρθρον, τῷ ἰδίῳ φωτὶ τοῖς Ἰσραηλίταις δᾳδουχοῦσαν τὸ φέγγος μέγα. ἐὰν ἐν τῇ ἐρήμῳ τοῦ βίου, ἔνθα ἐπικρατεῖ πολλὴ ἄνοια τῶν πραγμάτων, διελὼν τὸν στερρότατον αὐτοῦ λόγον πέτραν ὀνομαζόμενον, ἀφθόνως καὶ εἰς κόρον ποτίσῃ με, ὡς παραβληθῆναι τὸ ῥέον ὕδωρ ἀβύσσῳ, καὶ τοὺς τῆς πνευματικῆς κοιλίας ποταμούς. ἐγὼ δὲ παραπικραίνω τὸν Ὕψιστον ἐν ἀνύδρῳ, ἐὰν μετὰ τὴν διδασκαλίαν πάλιν ἁμαρτάνω, ἐπιλανθανόμενος τῶν λόγων τῶν θρεψάντων με, καὶ τοῦ ὕδατος, τοῦ ἀπὸ τῆς πέτρας, ἥτις ἐστὶν ὁ Χριστός. πέτρᾳ δὲ ἀπεικάζεται ὁ Χριστὸς διὰ τὸ ἄθραυστον καὶ ἀκλόνητον. ἐρήρεισται γὰρ ἰδίοις ἀγαθοῖς ἡ θείατε καὶ ὑπέρτατος φύσις. οὗ καὶ κατελάλησαν, ὡς ἐν προσώπῳ Μωσέως, ἡ συναγωγὴ, κατηγοροῦντες ἐπὶ Πιλάτου, καὶ τὸ, “αἶρε, σταύρου”, ἀνακεκράγασιν. εἶτα δὲ δυσὶ λελυπήκασι πληγαῖς, ὡς τὴν πέτραν Μωϋσῆς δὶς ἐπάταξεν. ἀπεκτείνασι γὰρ τὸν ἀρχηγὸν τῆς ζωῆς, εἶθ’ὅτι μεμένηκεν ἐν νεκροῖς, ἀναπείθειν ἤθελον. ἀλλ’ἐκδέδωκεν ἡ πέτρα πλουσίως τὸ νᾶμα, καὶ πεπότικε πᾶσαν τὴν συναγωγήν. ἐπέκλυσε γὰρ τὴν οἰκουμένην Χριστὸς ἱεροῖςτε καὶ θείοις νάμασιν. ὁ πηγάζων τὸ θεῖον νᾶμα τοῖς διψῶσι, καὶ προχέων τὸ ὕδωρ ἐκ τῆς πλευρᾶς, τοῦ σιδήρου τὴν φλέβα ταύτην ἀναστομίσαντος, καὶ τὸ πικρὸν τῆς Μερρᾶς, τοῦ κολαστοῦ νόμου, μετέβαλεν εἰς γλυκύτητα τῇ παραδοχῇ τοῦ ξύλου τοῦ σταυροῦ, καὶ τοῦ ἐπ’αὐτῷ μυστηρίου. τὸ γὰρ γράμμα καὶ ὁ νόμος ἀποκτείνει, τὸ δὲ πνεῦμα καὶ ἡ ἐν πνεύματι λατρεία ἡ εὐαγγελικὴ ζωοποιεῖ. μεγάλην δὲ πρόνοιαν ποιούμενος ὁ Θεὸς τοῦ ἀνθρώπου, καὶ οὐρανὸν αὐτῷ ἀνοίγει, καὶ τροφὴν αὐτῷ δίδωσιν οὐράνιον, καὶ χειραγωγεῖ αὐτὸν αὐτὸς, γινόμενος τοῖς ὁδεύουσι φῶς, καὶ ἄγων ἐπὶ ὁδοὺς, ἃς καθ’ἑαυτὴν ἡ ἀνθρωπίνη φύσις οὐκ ἐπίσταται. πλὴν ἑσπέρας μὲν τὴν ὀρτυγομήτραν, ἅμα δὲ τῇ ἕῳ τὸ μάννα καθίησι, πλαγίως ἡμῖν τοῦ παραδείγματος ὑπεμφαίνοντος, ὅτι μή ἐστιν ἐν φωτὶ νοητῷ τῶν γηΐνων ὁ ἐραστής · ἃ διὰ τῆς ὀρτυγομήτρας σημαίνεται, ἣν ὀρέγει ἐπιζητοῦσι Θεὸς, οὐχ ἕλκων αὐτὸς εἰς ἐπιθυμίαν, οὔπω δὲ διδοὺς τὸ κατανεανιεύεσθαι παθῶν. τὸ δὲ μάννα σκιὰ τῶν διὰ Χριστοῦ παιδευμάτωντε καὶ χαρισμάτων, ἃ ἄνωθέν ἐστι καὶ ἐξ οὐρανοῦ, καὶ τὸ γεῶδες οὐκ ἔχει, ἀμοιρεῖ δὲ μᾶλλον καὶ βδελυρίας σαρκικῆς. καὶ οὕτως τροφὴ πνευμάτων ἐστὶν ἡ ἐν τούτοις ὀρθὴ καὶ ἀκίβδηλος γνῶσις, ἧς ἡ χορηγία, ὡς ἐν φωτὶ καὶ ἡμέρᾳ γίνεται, ἀνίσχοντος τοῦ Ἡλίου τῆς δικαιοσύνης Κυρίου, ὃς ἀποτρέφει ἡμᾶς εἰς ζωὴν ἀμήρυτον. ὁ γὰρ τὸ θεῖον μάννα κατεδηδοκὼς ἀμείνων ἔσται φθορᾶς καὶ ὑπεραλεῖται θανάτου. συλλέξεται δὲ, φησὶ, τοῖς συσκήνοις, καὶ οὐ καταλείψετε ἀπ’αὐτοῦ εἰς τὸ πρωΐ. χρὴ γὰρ ὁμοῦ τοῖς ὁμοπίστοις, τοῖς τὴν οἰκοῦσι σκηνὴν, τὴν Ἐκκλησίαν, τῶν θείων ἡμῶν ἐμφορεῖσθαι λόγων, καὶ μὴ τηρεῖν τὴν σκιὰν μετὰ τὴν τῆς ἀληθείας ἔνδειξιν. οἵτινες γὰρ, φησὶν, ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσετε. πλὴν ἀφιγμένοι διὰ τῆς πίστεως εἰς τὸν ἐν Χριστῷ νοούμενον σαββατισμὸν, τουτέστιν εἰς ἀργίαν καὶ κατάληξιν τὴν ἐξ ἁμαρτίας, οὐχ ὡς ἄχρηστον παραιτούμεθα τὴν προσωρευθείαν τοῦ νόμου παίδευσιν, χειραγωγοῦσαν ἡμᾶς εἰς Χριστόν. περιτυγχάνομεν γὰρ ταῖς διὰ Μωσέως σκιαῖς, ἵνα τὴν ἐν αὐταῖς ζητῶμεν ἀλήθειαν, καινὰ καὶ παλαιὰ ἐκ θησαυροῦ ἐκ βάλλοντες. εἰ δὲ βούλει, ἅπερ ἐνταῦθα συλλέξομεν ἐν παρασκευῇ, ταῦτα ἐκεῖσε σαββατίσαντες εὑρήσομεν καὶ τραφησόμεθα. πάλαι μὲν οὖν ἄρτον ἀπ’οὐρανοῦ ἔδωκεν ὁ Θεὸς τῷ λαῷ αὐτοῦ, ἀκοπιάστως πρὸς πᾶσαν ἡδονὴν ἰσχύοντα · πρὸς ὃ γάρ τις ἐβούλετο μετεκρίνατο. τοιαύτη δὲ ἡ τοῦ τρέφοντος τὴν ψυχὴν λόγου φύσις, πρὸς τὴν δύναμιν τοῦ τρεφομένου μεταβάλλουσα. ἐὰν νήπιον τρέφῃ ὁ νόμος, γάλα γίνεται · ἐὰν ψυχὴν ἀσθενοῦσαν, λάχανον · ἐὰν τέλειον, στερεὰ τροφή. οὐ καθεζομένοις δὲ ἡμῖν ἔρχεται τὸ μάννα, ἀλλ’ἐρχομένοις ἔξω τῆς παρεμβολῆς · λέγω δὴ τοῦ σώματος, ἐν ᾧ ἐνεῖρκται ἡ ψυχή. δεῖ γὰρ τὴν ψυχὴν μηκέτ’εἶναι ἐν σαρκὶ, ἀλλ’ἐν πνεύματι. οὐδεὶς δὲ, φορῶν τὴν εἰκόνα τοῦ χοϊκοῦ, δύναται ἄρτον οὐράνιον φαγεῖν · διότι ψυχικὸς ἄνθρωπος οὐ δέχεται τὰ τοῦ πνεύματος. περὶ ἧς τροφῆς καὶ σὺ ἐδιδάχθης εὔχεσθαι. ἐὰν οὖν τὸν ἐπιούσιον ἄρτον, τὸν μὴ ἐκχωροῦντα, τὸν μὴ ἀποκρινόμενον, τὸν ἀναδιδόμενον εἰς τὴν οὐσίαν τῆς ψυχῆς, ὅταν διαλαμβάνω περὶ Θεοῦ, περὶ Χριστοῦ, περὶ τῆς θεότητος αὐτοῦ, περὶ τῆς ἐν ἀνθρωπίνῳ σώματι καὶ ψυχῇ αὐτοῦ ἐνοικήσεως, ἄρτον ἀγγέλων ἐσθίω, τὸ μάννα · ὅπερ εὑρὼν καὶ θαυμάσας, θαυμαστικῶς ἐρῶ · μάν; τί ἐστι τοῦτο; καὶ γενήσεται τοῦτο τὸ φθέγμα τῷ ἄρτῳ ὄνομα · εὔξασθε ἵνα ἡμῖν ὁ Θεὸς ἐπισιτισμὸν ἀποστείλῃ εἰς πλησμονήν · οὐχ ὥστε γεύεσθαι μόνον, ἀλλὰ καὶ πληρωθῆναι τῶν λόγων τῆς ζωῆς, καὶ ἰσχυροποιηθῆναι ἐν αὐτοῖς. πλὴν ἡ προηγουμένη τροφὴ αὕτη ἐστίν. ἐσθιόντων δέ ποτε τὸ μάννα Ἑβραῖοι ἔλεγον · οὐδὲν, πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. ἐμνήσθημεν γάρ, ὅτι ἐκαθέσθημεν ἐπὶ τῶν λεβήτων τῶν κρεῶν ἐν Αἰγύπτῳ · καὶ ἡμεῖς ταλανίζομεν ἐκείνους, ὡς τότε ἡμαρτηκότας · οὐχ ὁρῶντες, ὅτι καὶ ἐν ἡμῖν ταῦτα τὰ ἁμαρτήματα γίνεται · ἀντὶ τῆς πνευματικῆς Γραφῆς τὰ πράσα τὰ δυσώδη, καὶ τὰ κρόμμυα τὰ βλάπτοντα τοὺς ὀφθαλμοὺς τῆς ψυχῆς, καὶ τὰ πληροῦντα δυσωδίαν ἁμαρτήματα σκόροδα ἐπιθυμοῦμεν φαγεῖν, καὶ ἐμφορηθῆναι ἡδονῶν δυσοσμίας. καὶ τὴν ἔκλυτον τοῦ κόσμου καὶ τῶν σωματικῶν φύσιν ποθοῦντες, πεπόνων ἐπιθυμοῦμεν, καὶ τὸ μὴ ἀναδιδόμενον εἰς τὴν τῆς ψυχῆς οὐσίαν ἀνελόντες, σικύων θέλομεν μεταλαμβάνειν. καὶ ἐπειδὴ οὐ θέλομεν τὸν ἄρτον, τὸν ἐκ τοῦ οὐρανοῦ, οὗ προφῆται κήρυκες καὶ δίκαιοι, νεφέλαι καλούμενοι διὰ τὸ ὑψοῦ φέρεσθαι αὐτῶν τὸν νοῦν · καὶ διὰ τὸ ἐντέξειν νεφελῶν τοῖς νοητοῖς ὑετοῖς κατάρδειν, ἑτέρους ἐξαποστελεῖ ἡμῖν ὁ Θεὸς, κρέας ὡσεὶ χοῦν, ἕως οὗ ἐξέλθῃ ἐκ τῶν μυκτήρων ἡμῶν, καὶ ἕως πληρώσῃ ἡμᾶς νόσου καὶ μαλακίας, ὡς τὴν δυσώδη καὶ πολύδακρυν ἁμαρτίαν ζητοῦντες. οἱ γὰρ τῶν κοσμικῶν πραγμάτων ἀπολαύοντες νοσοῦσι τὴν ψυχὴν, διὰ ταῦτα καὶ ἐν χολέρᾳ καὶ νόσῳ εἰσὶ, καὶ πᾶσι κακοῖς διὰ τὴν διψυχίαν αὐτῶν. ἀλλ’ἡμᾶς γένοιτο νηστεύειν νηστείαν δεκτὴν, τὸ φρόνημα τῆς σαρκὸς μὴ τρέφοντας, μη δὲ γενοίμεθα ἐν ἀνύδρῳ, στερήσει τῶν πνευματικῶν ὑδάτων, διὰ τὸ μηδὲν δρᾷν τῶν γλυκαινόντων τὴν τοῦ Ὑψίστου χρηστότητα. γλυκαίνει δὲ αὐτὴν τὰ κατ’ἀρετὴν καὶ σοφίαν ἐνεργούμενα καὶ θεωρούμενα. μη δὲ ἐκπειράσαι αὐτὸν ἐν ταῖς καρδίαις ἡμῶν · ἤγουν οὐκ ἐξ ἐπιπολῆς, ἀλλ’ἐκ βάθους τοῦ ἡγεμονικοῦ ἀμφιβάλλοντες περὶ τῆς θείας δυνάμεως · μη δ’αἰτήσαιμεν βρώματα ταῖς ψυχαῖς ἡμῶν · οὐ ταῖς κατ’εἰκόνα λέγω, αἳ τρέφονται ἐκ τῶν ζωῆς ἄρτων, ἀλλὰ ταῖς εἰς σάρκα μεταβαλλούσαις, διὰ τὸ τοῖς ὑλικοῖς προσπεπονθέναι, ὀρεγομέναις οὐκ ὠφελίμων καὶ ὑγιῶν τροφῶν, ἀλλ’ἡδέων καὶ νοσοποιῶν. ἀλλ’ἑτοιμασθείη ἡμῖν τράπεζα, ἐφ’ἣν ἡ σοφία τὰ ἑαυτῆς θύματα ἐπιτίθησι, καὶ τὸν ἑαυτῆς οἶνον εἰς κρατῆρα κιρνᾷ. μη δὲ ὀργὴ ἐφ’ἡμᾶς ἀναβαίη, τὸ πνεῦμα τοῦ ἐξουσιάζοντος τὸ ἀπατηλὸν, τὸ δίκην προδρόμου ἢ κατασκόπου ἐκ τοῦ σκότου ἐν ᾧ ἐκέκρυπτο, εἰς τὴν ψυχὴν ἀνιὸν διὰ τῆς ἐνθυμήσεως · μη δὲ ὡς πῦρ ἐξαφθείη ἐκ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ. ἀλλ’οὐρανοῦ θυρίδες ἡμῖν ἀνοιγεῖεν, αἱ τῶν νοητῶν καὶ πνευματικῶν ἐξαπλώσεις. ἢ ἀρεταὶ πύλαι οὖσαι οὐρανοῦ, ὡς αἱ κακίαι ᾅδου καὶ θανάτου, αἵτινες οὐ κατισχύουσι τῶν, κατὰ Πέτρον, ἀνελθόντων ἐπὶ πύλας τῆς θυγατέρος Σιών. καὶ ὁ ἐν τῷ κρυπτῷ τῆς καρδίας ἄνθρωπος, κατ’εἰκόνα Θεοῦ, ὁμοέστιος ἀγγέλοις γένοιτο, τοῦ ἀληθινοῦ μάννα μεταλαμβάνων, καὶ ἀπὸ οὐρανοῦ τροφὴν, ἀλλ’οὐκ ἀπὸ τῆς ἐπικαταράτου γῆς, ἣν ὁ ἁμαρτάνων ἐν λύπαις ἐσθίει. οἱ τούτων ἀκούοντες πτερούσθωσαν, ἐπαιρέσθωσαν, μηκέτι ἔστωσαν ἐν σαρκί · γενέσθωσαν ἐν πνεύματι · οἱ γὰρ ἐν σαρκὶ ὄντες Θεῷ ἀρέσαι οὐ δύνανται. ἀλλ’ἐπὶ τὴν ἱστορίαν ἀνιτέον. καὶ μετέστρεψεν εἰς αἷμα τοὺς ποταμοὺς αὐτῶν, καὶ τὰ ὀμβρήματα αὐτῶν, ὅπως μὴ πίωσιν. οἶδα κατὰ τροπολογίαν πολλοὺς ποταμοὺς Αἰγύπτου ἐναντίους Χριστῷ τῷ ἀληθινῷ ποταμῷ, οὗ τὰ ὁρμήματα τὴν Ἐκκλησίαν εὐφραίνει. πάντα δὲ τὰ τῆς σωτηρίας ἀλλότρια ῥεύματα, ἃ ὁ Θεὸς, ὅταν βούληταί τινας ἐπιστρέψαι, ἵνα ἐξελθόντες πίωσιν ἀπὸ τῆς πέτρας, ἡ δὲ πέτρα ἦν ὁ Χριστὸς, ποιεῖ στραφῆναι εἰς αἷμα. ὅταν γὰρ ἐγὼ κατάγω οὓς ἀλλοτρίου ὕδατος καὶ φρονήματος, τοῦ Θεοῦ μὴ παραστήσαντος, ὅτι αἷμά ἐστιν, οὐκέτι πίνω, ἵνα μὴ μέτοχος γίνωμαι αἵματος ὀμβρήματος. οἱ δὲ εἶεν ἂν, οἱ βραχέα μὲν λέγοντες, ὀλέθρια δέ. κατὰ δὲ τὴν ἱστορίαν, Αἰγύπτιοι ἄνωθεν ὕδωρ οὐκ ἔχουσιν, οὐ δὲ γίνεται ὑετὸς ἐν Αἰγύπτῳ. ἱστορικῶς μὲν οὖν, πάσης τότε τῆς τῶν ὑδάτων φύσεως κατὰ τὴν Αἴγυπτον τῷ προστάγματι τοῦ Μωσέως εἰς αἷμα τραπείσης, ὡς καὶ τοὺς ἰχθύας, εἰς σαρκώδη παχύτητα τοῦ ὕδατος μετατεθέντος, διαφθαρῆναι, τοῖς Ἑβραίοις ἀρυομένοις αἷμα οὐκ ἦν. ὅθεν ἔσχε καὶ ἡ μαγγανεία καιρὸν ἐν τῷ παρὰ τοῖς Ἑβραίοις εὑρισκομένῳ ὕδατι, τὸ αἱματῶδες ὕδωρ παρασοφίσασθαι. πνευματικῶς δὲ καὶ νῦν τὸ ἴσον ἔστιν ἰδεῖν γινόμενον. τῶν γὰρ πρὸς τὰς ἐναντίας δόξας διεστηκότων τοῖς μὲν πότιμόν ἐστι καὶ διαφανὲς τὸ νᾶμα τῆς πίστεως, ὃ διὰ τῆς θείας διδασκαλίας ἀρύονται · τοῖς δὲ τῆς πονηρᾶς ὑπολήψεως αἰγυπτιάζουσι διεφθορὸς αἷμα τὸ ὕδωρ γίνεται. καὶ πολλάκις ἐπιχειρεῖ ὁ παρασοφισμὸς τῆς ἀπάτης καὶ τὸ τῶν Ἰσραηλιτῶν ποτὸν τῷ μολυσμῷ τοῦ ψεύδους αἷμα ποιῆσαι, τουτέστι τὸν ἡμέτερον λόγον, καὶ ἡμῖν δεῖξαι, μὴ τοιοῦτον ὄντα οἷόν ἐστιν. ἀλλ’οὐκ ἀχρειώσειε καθόλου τὸ ποτὸν, κα- κἂν ἐκ τοῦ προχείρου δι’ἀπάτην περιφοινίξῃ τὸ εἶδος. πίνει γὰρ ὁ Ἰσραηλίτης τὸ ἀληθινὸν ὕδωρ, οὐ δὲ πρὸς τὸ εἶδος τῆς ἀπάτης ἐπιστρεφόμενος. ἀλαλάξατε τῷ Θεῷ Ἰακώβ. θεὸν Ἰακὼβ τὸν Σωτῆρα καλοῦσι τὸν ἐν ἀνθρώπου σχήματι ὀφθέντα τῷ Ἰακὼβ εἰς δήλωσιν τῆς μετὰ ταῦτα ἐνανθρωπήσεως. ἀλαλάζειν δὲ προστάττουσι νικητήριον ὕμνον ἀναπέμποντες αὐτῷ, ὡς καταλύσαντι τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, ὡς ἐκ τῆς τῶν δαιμόνων καταδυναστείας ῥυσαμένῳ. ἀλαλαγμὸς γάρ ἐστιν ὕμνος ἐπινίκιος, ὃν καὶ οἱ ἐκ Βαβυλῶνος ἀνασωθέντες τῷ τὴν νίκην δωρησαμένῳ Θεῷ ἀλλήλοις ὑφῆναι παρακελεύονται. ἠθικώτερον δέ · ὧν μὲν κατορθούντων οἱ καρποὶ ἐπὶ τὰς ληνοὺς ἔρχονται, ἀκουέτωσαν τοῦ · ἀγαλλιᾶσθε τῷ Θεῷ · ὁ δὲ ἁμαρτὼν καὶ δεόμενος μετανοίας καὶ ἐπιστροφῆς μὴ ἀγαλλιάσθω, ἀλλὰ λυπηθήτω κατὰ Θεόν. ἡ γὰρ κατὰ Θεὸν λύπη μετάνοιαν εἰς σωτηρίαν ἀμεταμέλητον κατεργάζεται. καὶ σὺ, ἐὰν βοηθηθεὶς ὑπὸ Θεοῦ τὴν συγκομιδὴν ἐποιήσω τῶν καρπῶν ἐπὶ τὰς ἁγίας ληνοὺς, μὴ ἐπιλανθάνου τοῦ Θεοῦ, καθὸ βοηθός σου γίνεται. κα- κἂν ἀπορῇς λόγων τῶν κατ’ἀξίαν ἀποδοθησομένων τῷ Θεῷ ἐν εὐχαριστίᾳ, ἀλάλαζε εὐσήμῳ φωνῇ, καρδίας κεκραγυίας ὑπερβαινούσης τὰ σημαινόμενα ἀπορούσης λέξεως, καὶ διὰ τὴν ἀπορίαν τῶν λέξεων ἀπόρρητα καὶ ἄρρητα λαλούσης. ἐὰν γὰρ ἀναβῇς τὰ λεκτὰ, ἐὰν ὑπερβῇς τὰ ἀπαγγελλόμενα, τὰ διὰ στόματος φωνούμενα, καὶ μόνῳ νῷ δυνηθῇς ὑμνεῖν τὸν Θεὸν, τῷ ἀποροῦντι ἐπιθεῖναι τὰ ἑαυτοῦ κινήματα τῷ λόγῳ, παρὰ τὸ τὸν λόγον τὸν ἐν σοὶ μὴ δύνασθαι βαστάζειν τοῦ νοῦ τὰ ἀπόρρητα καὶ τὰ θεῖα, ἀλαλάξεις τῷ Θεῷ Ἰακὼβ, ὡς μιμητὴς τοῦ πτερνιστοῦ Ἰακώβ. αἰνεῖτε αὐτὸν ἐν ἤχῳ σάλπιγγος. ἄλλος φησὶ, διὰ ἤχου κερατίνης. ἱερατικὸν δὲ τοῦτο τὸ ὄργανον. οἱ ἱερεῖς γὰρ ἐχρῶντο ταῖς σάλπιγξι, τῶν ἐν Σινᾶ γενομένων σαλπίγγων ἀναμιμνήσκοντες. κατὰ γοῦν τὸν πνευματικὸν περὶ σαλπίγγων κατασκευῆς λόγον, κατασκευαστέον σάλπιγγα, ἵνα ἐν ἤχῳ αὐτῆς αἰνέσωμεν τὸν Θεόν. τοιαῦται δ’, οἶμαι, σάλπιγγες δηλοῦνται καὶ ἐν τῷ · σαλπίσει, καὶ οἱ νεκροὶ ἐγερθήσονται. ἔστι δὲ ἑορτὴ Νουμηνία ἑβδόμου μηνὸς, μνημόσυνον σαλπίγγων, καθὸ λέγεται · ἐν νεομηνίᾳ, σάλπιγγι.