Origen

Notes on Judges

“καὶ ἔρρηξεν ὁ Θεὸς τὸ τραῦμα τὸ ἐν σιαγόνι, καὶ ἐξῆλθεν ἐξ αὐτοῦ ὕδωρ”. ἀντὶ τοῦ · ἔρρηξε τῇ πληγῇ τῆς σιαγόνος τὴν γῆν, καὶ ἐξῆλθεν ὕδατα. “καὶ ἐξῆλθον υἱοὶ Βενιαμίν”. τίνος ἕνεκεν ἡττῶνται δικαίως ἐπεξελθόντες; ἢ δηλονότι διὰ προλαβούσας αἰτίας. καὶ ὁ ψαλμός φησιν · “ὅταν λάβω καιρὸν, ἐγὼ εὐθύτητας κρινῶ”. εἶτα μετὰ τὸ ἡττηθῆναι καὶ μίαν καὶ δευτέραν, μετῆλθεν ἡ ὀργὴ ἐπὶ τοὺς ἠδικηκότας, νικῶσι δικαίαν δίκην. θαυμάσαι δὲ ἄξιον τὸ πλῆθος τῶν Ἰσραηλιτῶν, ὅτι, δικαίως τοῖς Βενιαμίταις ἐπελθόντες, καὶ ἡττηθέντες, οὐκ ἐνενόησάν τι πονηρὸν κατὰ τοῦ Θεοῦ, ἀλλὰ μᾶλλον οὐ δὲ ἐπαύσαντο προκλαίοντες, ἕως ὅτε δίκην ἔλαβον κατὰ τῶν ἠδικηκότων. οὐ καταμεμφόμενοι τοῦ Θεοῦ εἶπον · ἀλλὰ ἀπόχρη τοῦτο. τρόπον μαθεῖν ἱκέτευον. τό · “Βενιαμὶν λύκος ἅρπαξ · πρωῒ ἔδεται”, καὶ τὸ ἑξῆς. “διαδώσει τροφὴν”, ἐνταῦθα πληροῦται. καὶ γὰρ πρότερον νικήσας, ἔσχατον βρῶμα τοῦ λαοῦ γέγονε. τί δήποτε προσέταξαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς διακοτοῖς ἐκ τοῦ Βενιαμὶν ἐκ τῶν, ἐν Σηλὼμ χορευουσῶν παρθένων ἁρπάσαιτε καὶ γῆμαι; αἱ τῆς φυλῆς αὐτῶν γυναῖκες ἅπασαι κατεσφάγησαν · αὐτοὶ δὲ ὀμωμόκεσαν, μὴ κατεγγυῆσαι αὐτοῖς τὰς ἑαυτῶν θυγατέρας. ἵνα τοίνυν μὴ βιασθέντες ὑπὸ τῆς ἀνάγκης ἀλλοφύλους γυναῖκας ἀγάγωνται, πόρον εὗρον ἐν ἀπόροις, καὶ τὴν ἁρπαγὴν ἐπενόησαν.