Origen
Notes on Deuteronomy
“ὡσεὶ τροφοφορήσαι ἄνθρωπος”. Ἀκύλας. “ὡσεὶ ἄραι τροφὸς τὸν υἱὸν ἐβάστασεν, ἡρμήνευσεν”. Ὠριγένης δὲ ἐν ταῖς εἰς τὸν Ἱερεμίαν ὁμιλίαις φησί · “συμπεριηνέχθη καὶ συγκατέβη ὑμῖν, τὴν ἡμετέραν ἀσθένειαν οἰκειούμενος · ὡς διδάσκαλος συμψελλίζων παιδίοις, ὡς πατὴρ ἰδίους τιθηνούμενος παῖδας, καὶ τοὺς τρόπους αὐτῶν ὑποδυόμενος, καὶ κατὰ μικρὸν ἄγων αὐτοὺς ἐπὶ τὰ τελειότερα καὶ ὑψηλότερα” […] “καὶ ἐνετειλάμην ὑμῖν”. ταῦτα λέγει τῇ φυλῇ Ῥουβεὶμ, καὶ τῇ φυλῇ Γὰδ, καὶ τῷ ἡμίσει φυλῆς Μανασσῆ. πλέον τῷ Μωϋσεῖ παρὰ τῷ Ἀαρὼν δίδωσι, τὸ θεάσασθαι τὴν γῆν ἐξ αὐτόπτου. τὴν δὲ εἴσοδον οὐ δίδωσι, τῇ τῆς πίστεως ἐνδείᾳ ταύτην δίκην ἐπιθεὶς, καθ’ἣν ἀμφοτέρους ἐκτὸς τῆς γῆς τῆς ἐπηγγελμένης μεθίστησιν ἀπὸ τοῦ βίου, καὶ δυναμένους ἀφικέσθαι, τοῦ τέλους ἅτε διὰ πίστεως διδομένου. ὃ δὴ καὶ σύμβολον εἰς τὸν νόμον, οὐ δυνάμενον τελειῶσαι οὐ δὲ τὴν ἐπαγγελίαν ἀποκαταστῆσαι, ὅτι “ὁ δίκαιος ἐκ πίστεως ζήσεται”. τιμὴ δὲ αὕτη, τὸ γνῶναι κρίσιν Θεοῦ, καὶ προγνῶναι τὴν οἰκείαν τελευτήν. “τοῦ αὐτοῦ”. προάγει τὸν Ἰησοῦν, καὶ ἤδη μὲν ἡγιασμένον ἐκ τῆς ἀκολουθήσεως, καὶ παρὰ μονῆς Μωϋσέως, τὸ δὲ ἀρχικὸν πνεῦμα διὰ Μωϋσέως μέλλοντα κομίζεσθαι πρὸς τὸ καὶ οἰκείους ἀντ’αὑτοῦ καταστῆσαι. ὥσπερ καὶ Ἑλισσαῖος ἐν πνεύματι Ἠλίου παρῆν τὸ Ἠλίου πράξων ἔργον · ἐν γὰρ τῷ αὐτῷ πνεύματι τὰ αὐτὰ κατεργάζεσθαι δεῖ. “λάβε πρὸς ἑαυτὸν, ὥς φησιν ἐν τοῖς Ἀριθμοῖς, τὸν Ἰησοῦν υἱὸν Ναυῆ, ἄνθρωπον ὃς ἔχει πνεῦμα Θεοῦ ἐν αὑτῷ, καὶ ἐπιθήσεις τὰς χεῖράς σου ἐπ’αὐτῷ”. οὕτω καὶ οἱ ἀπόστολοι Πνεῦμα ζωοποιὸν ἔχοντες ἀπὸ τῆς ἐμφυσήσεως τοῦ Κυρίου, πνεῦμα κομίζονται τὸ ἀρχικὸν ἐξ οὐρανοῦ καταπεμπόμενον · οὐ πνεῦμα ἐν πνεύματι, ἕτερον ἐφ’ἑτέρου · ἀλλ’ἐνέργειαν ἐν τῷ αὐτῷ πνεύματι, καθάπερ ὁ Παῦλος διδάσκει. “καὶ ἐλάλησε Κύριος πρὸς ὑμᾶς ἐκ μέσου τοῦ πυρὸς φωνὴν ῥημάτων, ἣν ὑμεῖς ἠκούσατε”. “τοῦ αὐτοῦ εἰς τὸ αὐτό”. ἄλλος φησί · δῆλον γὰρ ὅτι τοῖς τῆς διανοίας ὀφθαλμοῖς θεωρεῖ τις καὶ ἀκούει τὰ νοήματα. ἐνταῦθα τὰ κατὰ φύσιν εἴρηκεν, ὅτι ἀκοὴ δέχεται τὴν φωνήν. ὅσον γὰρ ἀπὸ τῆς ἀκριβείας τοῦ γράμματος, μόνη ἡ Δεκάλογος ἦν ἐν ταῖς πλαξὶ γεγραμμένη, τὰ δὲ λοιπὰ διὰ προστάγματος Θεοῦ ὁ Μωϋσῆς ἐδίδαξε. “πάντα τὰ ἑρπετὰ τῶν πετεινῶν ἀκάθαρτα ἔσται”. τῶν πετεινῶν, οἶμαι, ὅσα μὲν σκόλοπας ἔχει κατωτέρω τῶν γονάτων ὑπὲρ τὰς βάσεις, καθαρὰ εἶναι βούλεται · ὅσα δὲ μὴ, ἀκάθαρτα. ἀποφάσκει τοίνυν ὁ νόμος “τὸν ἀετὸν, καὶ τὸν γρῦπα, καὶ τὸν ἁλιαίετον, καὶ μέντοι καὶ τὸν γύπα”. διίπταται γὰρ ὑψοῦ τὰ τοιάδε, καὶ τοῖς ἀνωτάτω λίαν ἐναμβρύνεσθαι φιλεῖ, καὶ μισεῖ τὰ κάτω · “νεοσσοὶ γὰρ”, φησὶ, “γυπὸς τὰ ὑψηλὰ πέτανται”. τοιουτωσὶ δέ πως ὁ ἐξοφρυσσάμενον ἄγαν, καὶ ἐπῃρμένον ἔχων ἐν ἑαυτῷ τὸν νοῦν, καὶ τοῦ μὲν ἐπιεικοῦς καὶ μετρίου φρονήματος ὑπερορᾷν ἠθισμένος, ἥκιστα δὲ ἀγαπῶν τὸ τοῖς ταπεινοῖς συναπάγεσθαι. συγκαταψέγει δὲ τούτοις καὶ τὸν “ἰκτῖνα, καὶ τὰ ὅμοια αὐτῷ” · δι’ὧν εὖ μάλα σημαίνεται τότε ἁρπάζειν εἰδὸς καὶ δεινὸν εἰς κακουργίαν ἀνθρώπων γένος. καὶ τούτων μὲν πρωτότυπος ἰκτὶν, οὐ τα- θατέρου γε μὴν ὁ μελανώτατος καὶ βαθύς. σκοτεινοὶ δέ πως καὶ οὐχ ἅπασιν ἐναργεῖς οἱ δρομεῖς εἰς πονηρίαν καὶ ἀσυμφορεῖς τοῖς πολλοῖς, ἔν γε δὴ σφίσιν αὐτοῖς παρέχοντες μοχθηρίαν. παραπέφυκέ πως ἀεὶ τοῖς τὴν ἐπάρατον ἀλαζονείαν ἠρρωστηκόσι τὸ πλεονεκτεῖν ἐθέλειν · οὓς οὐ δύναται τὸ τυχὸν καὶ πολυτρόποις κακουργίαις ἐκπλεονεκτεῖν εὑρήμασιν · καθαρπάζειν δὲ οὕτω καὶ τοῦτο ἀπλήστως. ταύτῃ τοι συνάπτει λέγων εὐθύς · “καὶ στρουθίον, καὶ λάρον”. ἄπληστα γὰρ οἶμαι ταυτὶ, τὸ παρεμπῖπτον ἀεὶ συλλέγοντα. εἶτά φησιν, ὅτι “ἱέρακα καὶ τὰ ὅμοια αὐτῷ, καὶ νυκτικόρακα, καὶ καταράκτην, καὶ ἴβιν, καὶ προσφορίονα, καὶ πελεκᾶνα, καὶ κύκνον”. καταγράψει δ’ἂν ἐφ’ἑαυτοῖς καὶ τάδε, καὶ τοὺς ὠμοὺς καὶ ἀγρίως ἑτέρους ἐπιβουλεύοντας, καὶ ἀσχέτως ἐπιφυομένους οἷς ἂν δύναιντο τυχόν · ὡς καὶ αὐτὸν ὑποφέρει οὐ παραιτεῖσθαί τι τὸν ἐπὶ ζωῇ κίνδυνόντε καὶ φόβον. ὁ μὲν γὰρ ἱέραξ καταθρώσκειτε δεινῶς παντὸς ἀσθενεστέρου πετεινοῦ, καὶ κατὰ στρουθίων ἵεται, καὶ διόλλυσι λαβών. καταράκτης γε μὴν καὶ ἴβις καὶ πορφυρίων, προσθείην δ’ἂν ὅτι καὶ πελεκᾶνον, ἐπιβαίνονται τοῖς ἰχθύσι, καὶ τρυφὴν ποιοῦνται τὸν ἐκείνων ὄλεθρον. τοιοῦτοι δὲ πάντες, ὅσον ἧκ’ἐς τρόπους ἀγριότητα, οἱ παρ’οὐδὲν ἡγούμενοι τὸ διολλύναι τινὰς διά γε τῶν σφίσιν αὐτοῖς ἡδὺ, οἱ τὸν τῆς φιλαλληλίας παρωσάμενοι νόμον, καὶ τοῖς τῆς ἀγάπης προσκεκρουκότες θεσμοῖς. “καὶ ἐξαίρει λόγους δικαίων”. “δικαίως τὸ δίκαιον διώξῃ”. τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Φώτιον καὶ Ἀνδρέαν πρεσβυτέρους ἐπιστολῆς. τουτέστιν, μετὰ τὸ γινώσκειν καὶ πεπαιδεῦσθαι τοὺς τῆς δικαιοσύνης λόγους, διώξεις καὶ ἐπιζητήσεις τὸ δίκαιον, καθαρεύων πάσης προσπαθείας · καὶ ταύτῃ τὸ δίκαιον δίκαιος ὢν ζητήσεις, καὶ πανταχόθεν περιπεφραγμένος, καὶ ἔσω τῶν ὅρων τῆς δικαιοσύνης ἱστάμενος. πολλοὶ γὰρ αὐτὸ τὸ ἐθέλειν δίκαιοι εἶναι, μεθυσθέντες τὸν νοῦν διὰ τῆς δικαιοσύνης ἀκριβοῦς αὐτῶν, δικαιοσύνης τὴν δικαιοσύνην ἠδίκησαν. ὅθεν καὶ ὁ συνετὸς Ἐκκλησιαστὴς, μᾶλλον δὲ ὁ τῆς συνέσεως παιδευτὴς (Χριστὸς γάρ ἐστιν ὁ ἀληθὴς Ἐκκλησιαστὴς, τῆς Ἐκκλησίας ἡ κεφαλὴ, καὶ τοῦ Θεοῦ Πατρὸς ἡμῶν ἡ ἀνωτάτω καὶ ἐνυπόστατος σοφία καὶ λόγος), ἄγχων τὸ πέρα μέτρου, κα- κἂν ἐπὶ τὰ δεξιὰ φέρηται, παραινεῖ · “μὴ γίνου δίκαιος πολὺ, καὶ μὴ σοφίζων περισσά”. “ψυχὴν ἀντὶ ψυχῆς, ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ”. ταῦτα μὲν ὁ νόμος ὡς ἀσθενεῖς τοὺς Ἰσραηλίτας · ὁ δὲ Κύριος ὁ ταῦτα νομοθετήσας τοῖς ἑαυτοῦ μαθηταῖς φησιν · “ἠκούσατε, ὅτι ἐρρήθη · ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, καὶ τὰ ἑξῆς. ἐγὼ δὲ λέγω ὑμῖν, μὴ ἀντιστῆναι τῷ πονηρῷ”. “τοῦ αὐτοῦ εἰς τὸ αὐτό”. (ταῦτα μὲν ἐπὶ αἰσθητοῦ καὶ τῶν κατὰ κόσμον · ἐπὶ δὲ τῶν ἡμαρτημένων ἡμῖν οὐδενὸς δεῖται ὁ Θεός. αὐτὸς γὰρ ἐπόπτης ἁπάντων καὶ κριτής). σημειωτέον, ὅτι καὶ τῶν βεβλημένων εἰς τὸν γάμον παραίτησις ἦν τό · “ἀγρὸν ἠγόρασα, καὶ γυναῖκας ἔγημα”. “τίς ὁ ἄνθρωπος ὁ οἰκοδομήσας οἰκίαν καινὴν, καὶ οὐκ ἐνεκαίνισεν αὐτήν”; “εἰς τὸ αὐτό”. τύπος οὖν ἄρα τοῦ παροικίαν ἡγεῖσθαι μὴ ἀνεχομένου τὴν παροῦσαν ζωὴν, ὁ οἰκίαν οἰκοδομῶν, καὶ ταῖς περὶ ταῦτα φιλεργασίαις σπουδαίως ἐγκείμενος · τοῦ δὲ φιλοκτήμονος καὶ φιλοκερδοῦς, ὁ ἀμπελῶνα φυτεύων. τὸν δὲ γυναικομανῆ καὶ τεθραυσμένον, καὶ ταῖς τῆς σαρκὸς ἐπιθυμίαις ἐπιδόντα τὸν νοῦν, κατασημαίνειεν ἂν γυναικὸς μνηστεῖαι. προσιόντι γὰρ τῇ τοῦ στρατοκήρυκος φωνῇ, τῆς ἱερᾶς καὶ μαχιμωτάτης ἀποχωροῦσι πληθύος. ἃ δὲ ἦν εἰκὸς τοὺς τοιούσδε συνειλημμένους ἐννοεῖντε καὶ λέγειν, ταῦτα δὴ φθάσας ὁ κῆρυξ ἀναφωνεῖ. ἢ οὐκ ἀληθὲς τούτοις τὰ τοιαῦτα νομίζειν; εἰώθασι φιλοῦντες ἐν διωγμοῖς τὸ ἀφερέπονον ἀγαπᾷν, καὶ ταῖς ὑπὲρ τῆς εἰς Θεὸν ἀγάπης κατακολουθεῖν σπουδαῖς, ἐννοοῦντες, ὅτι, εἴ τι γένοιτο παθεῖν ἀγωνιζομένους, οἴκωντε καὶ κτήσεων, καὶ τῶν παρὰ σφίσιν τετιμημένων ἐκπίπτουσιν ἐπιθυμιῶν. “τίς ὁ ἄνθρωπος ὁ φοβούμενος καὶ δειλὸς τῇ καρδίᾳ”; “τοῦ αὐτοῦ”. ὁ τοῖς γηΐνοις ἐγκείμενος, καὶ οἰκίας οἰκοδομῶν, καὶ φυτεύων ἀμπελῶνας, ταῖς τῆς φιλοσαρκίας ἡδοναῖς ἡττώμενος, ἔσται που πάντως δειλόςτε καὶ ἄναλκις. “ἐὰν δὲ προσέλθῃς πρὸς πόλιν ἐκπολεμῆσαι αὐτήν”. ὅμοιον τοῦ · “εἰς ἣν δὲ πόλιν εἰσέλθητε, ἐξετάζετε, τίς ἐξ αὐτῶν ἄξιός ἐστιν”. τὸ δὲ, “μετ’εἰρήνης”, ὅμοιον τῷ ἀποστολικῷ · ὅτι “δοῦλον Κυρίου οὐ δεῖ μάχεσθαι”. “καὶ πατάξεις πᾶν ἀρσενικὸν αὐτῆς ἐν φόνῳ μαχαίρας”. “τοῦ αὐτοῦ”. μάχαιρα δὲ τοῦ πνεύματος εἴη ἂν ὁ λόγος τοῦ Θεοῦ. καὶ τὴν μάχαιραν δὲ τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ, ᾧτινι οἱ θεσπέσιοι μαθηταὶ ἀπέκτεινον ἅπαν ἀρσενικὸν τῆς ἀντικειμένης δυνάμεως, ὡς Σίμωνα καὶ Ἐλύμαν τοὺς μάγους, καὶ τὰ ἰσχυρὰ δὲ αὐτῶν κατέλυον δόγματα · περιεποιοῦντο δὲ τὰς γυναῖκας, καὶ δυναμένας εἰπεῖν ψυχάς · “διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν ἕως ἐπὶ τῆς γῆς” · καὶ τὰ νήπια δὲ ὡσαύτως, οἷς καὶ Παῦλος γράφει · “τεκνία, μὴ ταῖς φρεσὶν νήπιοι γίνεσθε, ἀλλὰ τῇ κακίᾳ νηπιάζετε”. καὶ “κτήνη” δὲ, φησὶ, “περιποιήσατε. δίκαιος” γὰρ “οἰκτείρει ψυχὰς κτηνῶν αὐτοῦ” · τοὺς ἀλογωτέρους διὰ τῶν κτηνῶν αἰνιττόμενος. κτῆνος ἦν καὶ ὁ Κορνήλιος, κατὰ τὴν ὀπτασίαν τὴν περὶ τῶν τετραπόδων φανεῖσαν τῷ Πέτρῳ. “οὐ λήψῃ τὴν μητέρα μετὰ τῶν τέκνων”. ἐπειδὴ μὴ δύναται ἑαυτὰ τρέφειν, τῆς μητρὸς ληφθείσης. “οὐκ εἰσελεύσεται Ἀμανίτης”. τί δήποτε τὴν πρὸς Μωαβίτας καὶ Ἀμανίτας ἐπιμιξίαν κωλύει οὐ κατὰ ῥητόν τινα χρόνον, ἀλλ’εἰς τὸν αἰῶνα; πρῶτον διὰ τὴν παράνομον αὐτῶν ῥίζαν · ἐκ παρανόμου γὰρ γεγένηνται συνουσίας · ἔπειτα διὰ τὴν ἀσέβειαν, ἧς καὶ τοὺς Ἰσραηλίτας μεταλαχεῖν παρεσκεύασαν ὡραΐσαντες τὰς γυναῖκας, καὶ διὰ τούτων αὐτοὺς εἰς τὴν τῶν εἰδώλων λατρείαν ἀγρεύσαντες. τὸν μέντοι Ἰδουμαῖον καὶ τὸν Αἰγύπτιον μετὰ τρίτην κελεύει προσίεσθαι γενεὰν, τὸν μὲν ὡς ἀδελφὸν, τὸν δὲ ὡς εὐεργέτην ἐν καιρῷ γεγενημένον. λιμοῦ γὰρ προσπεσόντος, εἰς Αἴγυπτον εἰσελθόντες οἱ πατέρες αὐτῶν διετράφησαν. διδάσκει τοίνυν ὁ νόμος ἡμᾶς, μη δὲ παλαιᾶς εὐεργεσίας ἀμνημονεῖν. τί ἐστιν, “ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου”; οἶδε πολλάκις δυσοσμίας ὁ ἀὴρ ἐμπιπλάμενος λοιμὸν ἐμποιεῖν. ἐκέλευσε τοίνυν αὐτοῖς στρατοπεδευομένοις τὴν ἐκκρινομένην καταχωννύναι κόπρον. ἵνα δὲ μὴ ἀπειθήσαντες βλάβην εἰσδέξωνται, ἀναγκαίως ἐπήγαγεν · “ὅτι Κύριος ὁ Θεὸς ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ σου”. καὶ τὴν αἰτίαν διδάσκει · “ἐξελέσθαι σε, καὶ παραδοῦναι τὸν ἐχθρόν σου πρὸ προσώπου σου”. διὰ δὲ τούτου παιδεύει μηδὲν πράττειν παράνομον. τοῦτο γὰρ ἐπάγει · “καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐχ εὑρεθήσεται ἐν σοὶ ἀσχημοσύνης πρᾶγμα”. “καὶ ὁ τόπος ἔστω σοι”, φησὶν, “ἔξω τῆς παρεμβολῆς, καὶ ἐξελεύσῃ ἐκεῖ”. “καὶ πάσσαλος ἔσται σοι ἐπὶ τῆς ζώνης σου. καὶ ἔσται ὅταν καθιζάνῃς ἔξω, καὶ ὀρύξῃς ἐν αὐτῷ, καὶ ἐπαναγαγὼν καλύψεις τὴν ἀσχημοσύνην σου ἑαυτοῦ”. “ὅτι Κύριος ὁ Θεός σου ἐμπεριπατεῖ ἐν τῇ παρεμβολῇ ἐξελέσθαι σε, καὶ παραδοῦναί σοι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου. καὶ ἔσται ἡ παρεμβολή σου ἁγία, καὶ οὐκ ὀφθήσεται ἐν σοὶ ἀσχημοσύνη πράγματος”. παραιτεῖσθαι μὲν γὰρ πᾶν εἶδος ἀκαθαρσίας πρέπει τοὺς κατανδρίζεσθαι τῶν νοητῶν ἐπιθυμοῦντας ἐχθρῶν. ἐπειδὴ δὲ πολλὰ πταίομεν ἅπαντες, καὶ νοσεῖ μὲν ἡ ἀνθρώπου φύσις τὸ εὐόλισθον εἰς τὸ πλημμελές · “συνήσει” δὲ οὐδεὶς “παραπτώματα”, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν · γένοιτο, φησὶ, μιᾷ τῶν ἐμφύτων καὶ ἐν ὑμῖν ἀκαθαρσιῶν περιθραύεσθαι μονονουχὶ, καὶ ἁλίσκεσθαί τι νενοσηκότας τῶν ἔξω νόμου καὶ ζωῆς ἁγιοπρεποῦς. ἐνοικεῖ γὰρ τοῖς μέλεσι τῆς σαρκὸς τῆς ἁμαρτίας ὁ νόμος. πρῶτον μὲν μὴ ἐναργῶς καὶ ἀκρύπτως, μήτε μὴν ἐν ὄψει πολλῶν, τὰ ἐκ τῆς ἀρρωστίας πραττέσθω πταίσματα · ἀλλ’οἷον ἔξω λεληθότες, καὶ ὡς ἀπωτάτω τῆς παρεμβολῆς · εἶτα ταῖς ἐπανορθώσεσι κατακαλυπτέσθω, φησί · “σοφοὶ” γὰρ “καλύψουσι τὰς ἑαυτῶν αἰσχύνας”, κατὰ τὸ γεγραμμένον. καταλήγοντες γὰρ τῶν πλημμελημάτων, καὶ ταῖς εἰς τὰ ἀμείνω ῥοπαῖς ἀναστοιχειοῦντες τρόπον τινὰ τὸν νοῦν, εἰς τὸ δεῖν ἑλέσθαι τὸ ὠφελοῦν, ἐκ μέσου ποιούμεθα τὰ προσπταίσματα · καὶ τὴν ἄκοσμον ἁμαρτίαν ταῖς τῶν ἐφεξῆς εὐωδίαις νικήσαντες, εἰσελευσόμεθα πάλιν εἰς τῶν ἁγίων παρεμβολὴν, τουτέστιν εἰς τὴν τῶν πρωτοτόκων ἐκκλησίαν. ἐν Χριστῷ δὲ τοῦτο πληροῦται, εἰ λάβοιμεν τὸν αὐτοῦ σταυρὸν, γοργῷ καὶ εὐζωνοτάτῳ φρονήματι κεχρημένοι. τὸ γὰρ ἔχειν ἡμᾶς ἐπὶ τοῦ ζωστῆρος πάσσαλον, ἤγουν τὸ ξύλον, τοῦτο πλαγίως ὑπαινίττεται. πνευματικῶς οὖν τῶν νοητῶν ὑποτύπωσιν ποιούμενοι τὰ σωματικά · οὐ γάρ ἐσμεν ἐν ἀκαθαρσίαις, ἐν ὀφθαλμοῖς ἐπαμύνειν τοῦ πεποιηκότος Θεοῦ εἰς ἐφεδρῶνας ἰόντες. δεῖ οὖν ἡμᾶς καταχωννύειν ἀκαθαρσίας, “ὅτι Κύριος περιπατεῖ ἐν τῇ παρεμβολῇ. ἐνοικεῖ” γὰρ “ἡμῖν καὶ ἐμπεριπατεῖ Χριστός”. “οὐκ ἐνεχυράσεις μύλον, οὐ δὲ ἐπιμύλιον, ὅτι ψυχὴν οὕτως ἐνεχυράζει”. “εἰς τὸ αὐτὸ ἄλλως”. οὐκ ἔστι μύλος οὐ δὲ ἐπιμύλιον ψυχῇ, ἀλλὰ πρὸς ἐργασίαν συντελεῖ ἄρτου, δι’οὗ μάλιστα ζῶσιν οἱ ἄνθρωποι. σημειωτέον αὐτὸν διὰ τὸ αἷμα. καὶ γὰρ περὶ αὐτοῦ ἐλέχθη · “ὅτι τοῦ σώματος τὸ αἷμα ψυχή ἐστιν”. καταχρηστικῶς οὖν ταῦτα νοητέον. οὔτε γὰρ τὸ αἷμα, οὔτε ὁ μύλος ψυχὴ, ἀλλὰ πρὸς τὸ ζῇν συμβαλλόμενα. “καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ”. ἐπειδὴ εἰκὸς ἦν, τινὰς φόβῳ τῆς τιμωρίας σπουδάζειν λανθάνειν, καὶ ἐν παραβύστῳ καὶ λανθανόντως τὴν ἀσέβειαν ἐπιτηδεύειν · πρὸς μείζονα φόβον καὶ ἀπειλὴν τῶν ταῦτα ποιούντων, καὶ ἀραῖς ὑποβάλλει τοὺς ἀμάρτυρον τὴν ἁμαρτίαν ἐργαζομένους. τοιοῦτοί εἰσιν οἱ εὐλάβειαν ἐπίπλαστον ὑποκρινόμενοι, ἔνδον δὲ τὰ πάθη κατορύττοντες, καὶ ἐν τῷ τῆς διανοίας κινήματι πρὸς πᾶν εἶδος ἀτοπίας ἐκβακχευόμενοι. οὗτοί εἰσιν οἱ ἐν ἀποκρύφῳ τιθέντες τὰ εἴδωλα. “ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον”. ὅρια τοῦ πλησίον μετατίθησι καὶ ὁ ἀπὸ τῆς ἀληθοῦς θεογνωσίας, καὶ τῆς ἐνθέου πολιτείας παρασαλεύων τὸν ἐντὸς εὑρισκόμενον. καὶ δηλοῖ τὰ ἐπαγόμενα. “ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ”. “τοῦ αὐτοῦ”. τοιοῦτοί εἰσι καὶ οἱ ἀπὸ εἰδωλολατρείας καὶ τοὺς ἐκ περιτομῆς ἐπὶ μυσαρὰς αἱρέσεις ἐφελκόμενοι. τυφλοὺς γὰρ ὄντας αὐτοὺς καὶ μήπω τὸ φῶς τῆς ἀληθείας ἐσχηκότας καὶ θεογνωσίας, ἀπατῶσι δὲ καὶ πλανῶσιν, ἑτέραν ἀντὶ τῆς ἀποστολικῆς παραδεικνύντες ὁδόν. “ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας”. ὑπὸ τὴν αὐτὴν ἀρὰν τίθησι τοὺς ὡσαύτως ἐκκλίνοντας κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας, ἄλλως πως πάλιν τὸ αὐτὸ εἰπών. εἰ γὰρ τὸ ῥητὸν ἔχει τὸ ὀφέλειμον, ἀλλὰ καὶ ἡ θεωρία τὸ ὑψηλότερον. προσήλυτοι γάρ εἰσιν οἱ ἐξ ἐθνῶν εἰσιόντες τῇ ἁγίᾳ τοῦ Θεοῦ Ἐκκλησίᾳ. οἱ δὲ ὀρφανοὶ κυρίως εἰσὶν οἱ ἀποταξάμενοι μὲν τῷ ἑαυτῶν πατρὶ τῷ Σατανᾷ, μηδέπω δὲ τὸν Ἰησοῦν ἐνδυσάμενοι, ἀλλ’ἔτι καὶ κατηχουμένοις ἐνάριθμοι. ὁμοίως δὲ καὶ οὗτοι χῆραί εἰσιν, ἀποστραφεῖσαι μὲν τὸν ἐγκατασπείροντα αὐτοῖς τὰ τῆς ἀπωλείας σπέρματα · οὔπω δὲ τῷ Χριστῷ ἁρμοσθέντες, ὡς ἁγνὴ παρθένος, κατὰ τὸν θεῖον Ἀπόστολον. οἱ οὖν ἐκκλίνοντες τὴν κρίσιν τούτων, καὶ μὴ παραδιδόντες αὐτοῖς ἀνόθευτον τὸ τῆς εὐσεβείας μυστήριον, ὑπὸ κατάραν εἰσίν. καὶ τὰ ἄλλα δέ τις φιλοπόνως ἐπεξιὼν, δυνήσεται πνευματικῶς θεωρεῖν, σωζομένης τῆς ἑρμηνείας. “ἐπικατάρατος πᾶς ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι τοῖς λόγοις τοῦ νόμου”. τὸ, “ἐν πᾶσι”, κείμενον παρὰ τοῖς Ἑβδομήκοντα, κυροῦται ἀπὸ τοῦ Σαμαρειτικοῦ ἀντιγράφου, ἐν ᾧ τὸ “χὸλ”, ὅπερ ἐστὶ “πᾶσιν” ἢ “πάντα”, φερόμενον εὕρομεν. οἷς συνᾴδει καὶ ὁ Ἀπόστολος λέγων · “ὅσοι γὰρ ἐξ ἔργων νόμου εἰσὶν, ὑπὸ κατάραν εἰσίν”. ὅθεν οἱ ἐκ περιτομῆς ἐλέγχονται ὑπὸ κατάραν ὄντες, τὸ μὴ πάντα ποιεῖν. “ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω”. ἐπειδὴ Ἰακὼβ ἀποθνήσκων κατηράσατο τῷ Ῥουβὶμ λέγων · “ὡς ὕδωρ μὴ ἐκζέσῃς”. ὁ Μωϋσῆς εὐλογῶν φησι · “ζήτω Ῥουβὶμ, καὶ μὴ ἀποθανέτω”. ἀμφότερα καλῶς. ὅτε γὰρ πατὴρ κατήραται αὐτῷ ὡς τῇ παλλακῇ συνελθόντι, τὰ ἑξῆς παιδεύων καὶ φοβῶν · καὶ Μωϋσῆς δικαίως εὐλογεῖ μετὰ ταῦτα · ἐπειδὴ μόνος ἐφείσατο τοῦ Ἰωσὴφ, ὅτε ἀνελεῖν αὐτὸν ἐβούλοντο οἱ ἀδελφοὶ αὐτοῦ. ἄτοπον δὲ ἦν κατάραν μὲν προχωρῆσαι κατὰ ἡμαρτηκότος, εὐλογίαν δὲ μὴ δοθῆναι κατορθώσαντι.