“τὸ δὲ μάννα, ὡσεὶ σπέρμα κορίου”. τὸ δὲ “ὡσεὶ σπέρμα κορίου”, οἱ λοιποὶ “βδελίου” · ἄλλος φησὶν, “ἐκ μέλιτος” · Ἀκύλας καὶ Σύμμαχος, “μαστοῦ ἔλαιον, μαστοῦ εἰς λίπας”. λοιδορήσασα Μαριὰμ τὸν Μωσέα, ἐλεπρώθη, ἔξω τῆς παρεμβολῆς γενομένη ἑπτὰ ἡμέρας καθίσασα. τοῦτο δὲ γέγονε πρὸς φόβον τοῦ λαοῦ. εἰ γὰρ τῆς ἀδελφῆς οὐκ ἐφείσατο, οὐ δὲ ἑτέρου. “καὶ οἱ ἄνθρωποι”. οἱ τὴν γῆν ψέγοντες, ψεύστην τὸν Θεὸν, κατ’αὐτοὺς εὐσεβῶς, ἔδειξαν, ἐπαινοῦντα τὴν Παλαιστίνην. “καὶ ἰδὼν Βαλάκ”. ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν. ἐν οἷς καὶ τό · “ἄρχοντες Μωαβιτῶν, ἔλαβεν αὐτοὺς τρόμος”. ὅτι ὥσπερ μάντιν τὸν μισθὸν ταύτης ἔφερον προσαγαγεῖν αὐτόν. “καὶ ἀναλαβὼν τὴν παραβολήν”. ἡ θεία Γραφὴ ἔν τισιν τόποις προκρίνει καὶ προτίθησι τὸ συμβολικὸν ὂν τῆς ἱστορικῆς διηγήσεως ἐν τῇ αὐτοῦ ὑποθέσει. “καὶ κυριεύσει ἐθνῶν πολλῶν”. εἰσὶ δὲ κύριοι πολλοὶ, καὶ θεοὶ πολλοί. μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον · κυριεύσουσι γὰρ κυρίας πολλάς. “καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ”. φασὶ τὸν Βαλαὰμ ἔχειν φοιτητὰς τῇ τέχνῃ, μαθητεύσαντας αὐτῷ τῇ μαγικῇ · καὶ δόξαν περὶ αὐτοῦ ἔχοντας, ἀναγράψασθαι τὰς προφητείας αὐτοῦ, καὶ καταλιπεῖν, ἐν αἷς καὶ τό · “ἀνατελεῖ ἄστρον”. ἢ καὶ ἐκ τῆς πατρικῆς παραδόσεως τοῦτο καὶ διαδοχῆς παραλαβόντες οἱ Μάγοι, ἐπὶ τὴν Βηθλεὲμ παρεγένοντο.