Origen

Fragment from Homilies on Acts

“ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυῒδ περὶ Ἰούδα” · ἐν ᾧ ψαλμῷ τὰ περὶ τοῦ Ἰούδα γέγραπται. εἴποι τις ἂν, ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον λαλεῖ · σαφῶς γὰρ τοῦ Σωτῆρός εἰσιν οἱ λόγοι λέγοντος · “ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσης · ὅτι στόμα ἁμαρτωλοῦ, καὶ στόμα δολίου, ἐπ’ἐμὲ ἠνοίχθη” · καὶ τὰ ἑξῆς ἕως · “καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος”. πῶς οὖν, εἰ ὁ Σωτήρ ἐστιν ὁ ταῦτα λέγων, φησὶν ὁ Πέτρος · “ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαυΐδ”; μήποτε οὖν ὃ διδασκόμεθα ἐνταῦθα, τοιοῦτόν ἐστι. προσωποποιεῖ τὸ Πνεῦμα τὸ ἅγιον ἐν τοῖς προφήταις · καὶ ἐὰν προσωποποιήσῃ τὸν Θεὸν, οὐκ ἔστιν ὁ Θεὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ Θεοῦ λαλεῖ · καὶ ἐὰν προσωποποιήσῃ τὸν Χριστὸν, οὐκ ἔστιν ὁ Χριστὸς ὁ λαλῶν, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον ἐκ προσώπου τοῦ Χριστοῦ λαλεῖ. οὕτω, κἂν προσωποποιήσῃ τὸν προφήτην, ἢ τὸν λαὸν ἐκεῖνον, ἢ τὸν λαὸν τοῦτον, ἢ ὅ τι δήποτε προσωποποιεῖ, τὸ ἅγιον Πνεῦμά ἐστι τὸ πάντα προσωποποιοῦν.